TLG 2102 003 :: DIDYMUS CAECUS :: Commentarii in Job (7.20c–11)

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

Commentarii in Job (7.20c–11)

Source: Hagedorn, U., Hagedorn, D., Koenen, L. (eds.), Didymos der Blinde. Kommentar zu Hiob, pt. 3 [Papyrologische Texte und Abhandlungen 3] Bonn: Habelt, 1968: 2–220.

Citation: Codex page — (line)

209

μ̣ι̣[.....].. ἐπειδὴ τοὺς ἐν κακώσει ὑπάρχ[ο]ντας ὡς ὀφείλοντας ἐντυγ‐ χάνειν τῷ θ(ε)ῷ περὶ ἁμαρτίας ὡς ἂν ταύτης αἰτίας οὔσης τῶν ἀνι‐
5αρῶν ἐνόμιζον οἱ φίλοι, εὔχε‐ ται, ὅπως γνωρίσῃ αὐτοῖς, διὰ τί αὐτὸν ἔθετο κατεντευκτὴν ἑαυ‐ τοῦ, ὅτ[ι δι’] ἀγῶνα καὶ 〈οὐ〉 διὰ ἁμαρτί‐ αν· οὐ [γὰρ π]ᾶς ὁ ἐντυγχάνων
10θ(ε)ῷ δι’ [ἁμ]αρτίας τοῦ[το πάσχ]ει. >>εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; δοκῶ φορτίον εἶναι ἐπὶ σοί· βαροῦ‐ σι γάρ με λέγοντες ὅτι· δι’ ἁμαρτί‐ ας πάσχεις. καὶ διὰ τοῦτο τρόπον
15τινὰ φορτίον σοι ἐκεῖνοι δι’ ἐμὲ ἐπιτιθέασιν ὡς κολάζοντος τὸν ἀνεύθυνον. ἐγὼ δὲ λέγω, [ὅ]τι οὐ κ〈ο〉λάζεις με, ἀλλὰ γυμνάζεις, κἂν ἐκεῖνοι ἀδιακρίτως νομίσω‐
20σιν πάνθ’ ὁ〈ν〉τινοῦν τὸν πεῖραν δεχόμενον ἀηδῶν δι’ ἁμαρτίας πάσχειν. >>καὶ διὰ τί οὐκ ἐποιήσω τῆς [ἀ]νομίας >>μου λήθην καὶ καθαρι[σμ]ὸν τῆς
25>>ἁμαρτίας; ἐπιζητεῖν τ[ὰ κ]ατ’ αὐ‐ τὸν διδάσκει τοὺς φίλο[υς κ]αὶ λογί‐ ζεσθαι, ‘ὅτι‘, εἰ καὶ ἥμαρτέν τ[ι, ἀλ]λ’
27ὁ φιλ‐ άγαθος θ(εὸ)ς παρορᾷ τὰ πτ[αίσμ]ατα ὡσ‐ περοῦν καὶ τὰ τῶν φί[λων,] εἴ γε2
30οὐκ ἔπασχον αὐτοί, ἵν’ ἐκ [τούτ]ου νοήσωσιν, ὡς οὐ διὰ ἁμ[αρ]τίας, ἀλ‐ λὰ δ[ι’] ἀγωνίσματα πάσχ[ει. π]εῦσις δ[έ ἐσ]τι καὶ ταῦτα εἰσάγο[υσα ἐκ]είνους

210

εἰς σύννοιαν καὶ οὐκ ὀλ[ιγωρ]ί̣[α τ]οῦ δι‐ καίου, ὡς εἰρήκαμεν, ὅπως αὐτὸν διὰ τὴν ἑαυτοῦ ἀγαθότητα καθάρῃ μὴ παρατηρούμενος τὰ κατ’ αὐτό(ν)·
5καθαρισμὸς δὲ ὑπὲρ ἁμαρτίας γί‐ νεται οὐχ ἑπομένης κολάσεως. >>νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρί‐ >>ζων δὲ οὐκέτι εἰμί. [τὴ]ν τῶν οὐκ ὀρθῶς διαλαμβαν[όντω]ν ἐξηγεῖ‐
10ται δ[ιάθεσ]ιν ὅτι· εἰ ἁ[μαρ]τωλόν με καὶ διὰ ἁμαρτίαν πάσχοντα οὗτοι ἐκλάβωσιν, ὡς μηδενὸς ὄντος μετὰ ταῦτα οὕτω με βεβιωκέναι νομίζ̣ουσιν “ἐν τῇ ζωῇ ταύτῃ μό‐
15νῃ ἠλπικότα”, καὶ κατ’ αὐτούς, εἰ ἀ[π]έλθοιμι εἰς γῆν, οὐκέτι ἔσομαι· καὶ διαδεχομένης ἡμέρας οὐκέ‐ τι ἔσομαι· οὐδ’ ὅλως γάρ με κατ’ αὐτοὺς διαδέξεται ἕτερος αἰών. ἀλλὰ ἁγί‐
20ου φωνή ἐστιν, ἐφ’ ᾗ καὶ ὁ μακάρι‐ >ος ἤλπιζεν, λέγοντος· “ἐξεγερθή‐
>σομαι ὀρθ〈ρί〉ου”, καὶ πάλιν· ”‘ἐκ‘ νυκτὸς >ὀρθρ[ίζ]ει τὸ πν(εῦμ)ά μου πρὸς σέ, ὁ4
23θ(εό)ς”, >κα[ί· “ὁ θ](εό)ς, ὁ θ(εό)ς μου, πρὸς σὲ
24ὀρθρίζω”·
25ὅπ[ερ κ]αὶ τὸ καθ’ ἡμέραν ἐπαγρυ‐ πν[εῖν] δηλοῖ καὶ τὴν ἀπὸ τοῦ αἰ‐ ῶν[ος] τούτου εἰς τὸν μέλλοντα αἰ‐ ῶν[α ἔγ]ερσιν. εἴποι δ’ ἄν τις πιθα‐ ν[ῶς ὅ]τι· ἕως ἐν τοῖς σκυθρωποῖς
30εἰμ[ι,] ἐν νυκτὶ τυγχάνω, ὀ[ρ]θρίσας δὲ [κ]αὶ ἐν ἡμέρᾳ γενόμενος οὐ‐ κ[έτι εἰ]μὶ ἐν περιστατικοῖ[ς. ὡς κ]αὶ

211

πρότε[ρο]ν δὲ ἐπεσημηνάμεθα, οὐκ ἐξ ὀλι[γω]ρίας ταῦτα φθέγγεται· ἦ γὰρ ἂν οὐκ ἐμαρτυρεῖτο ὡς δίκαιος. >>ὑπολαβὼν δὲ βαλδὰδ ὁ Σαυ‵χί′της λέ‐
5>>γει· μέχρι τίνος λαλήσεις ταῦτα; >>πνεῦμα πολυρῆμον τοῦ στόμα‐ >>τός σου. μὴ ὁ κ(ύριο)ς ἀδικήσει κρίνων >>ἢ ὁ τὰ π[άν]τα ποιήσας ταράξει τὸ δί‐ >>καιον; τῆς αὐτῆς τῷ φθάσαν‐
10τι διαλ[ήμ]ψεως ὑπάρχων καὶ οὗ‐ τος—τῆς [ὅτι] δι’ ἁμαρτί[ας] τὰ κα〈κ〉ωτι‐ κὰ πάντως ἐπιπέμπεται—καὶ κοι‐ νωνῶν τῷ προτέρῳ φίλῳ κατὰ τὸ μίαν αἰτίαν θέσθαι τῶν ἐπι‐
15πόνων ποιεῖται πρὸς τὸν Ἰὼβ τοὺς
λόγους. ἔδει δὲ λογίζεσθαι, ὅτι ὅσα κακώσεώς εἰσι〈ν〉, οὐ μόνοις φαύλοις, ἀλλὰ καὶ σπουδαίοις συμβαίνει· ἀδιάφορα γάρ. καὶ ἔτι πλέον ἔδει 〈ἐννο‐6
19εῖν〉,
20ὅτι θαυμαστότερος ὁ δίκαιός ἐστι(ν) ὑπομένων θλίψεις καὶ πόνους.ἐπιτιμᾶ οὖν καὶ οὗτος τῷ μακα‐ ρίῳ λέγων· μέχρι τίνος—μονον‐ ουχὶ λέγων· ἕως πότε; —οὐκ ἐννο‐
25εῖς τὴν αἰτίαν τῶν πόνων; καὶ πολυλογίαν δὲ αὐτῷ ἐπικαλεῖ, ὃς ὤφειλεν πλέον αὐτὸν θαυμά‐ ζειν, ὅτι καθάπερ τῶν πόνων ἐ‐ πιλαθόμενος περὶ δογμάτων
30ἐπο[ι]εῖτο τούτους λόγους, ὧν οἱ φίλ[ο]ι ἠγνόουν οὐδὲ εἰς ἔρευναν ἑα[υ]τοὺς ἐπιβάλλοντες, καίτοι μη‐

212

δὲν ἐξ ἀνιαρῶν συνεχόμ[ε]νοι. εἶτα ἔτι βεβαιῶν ἑαυτοῦ τὴν δ[ιάλ]ημψιν ὡς καὶ αὐτῷ λογισμὸν πρ[οσ]άγ〈ων〉 λέ‐ >γ〈ει〉· “μὴ ὁ κ(ύριο)ς ἀδικήσει κρίνων
4ἢ ὁ τὰ
5>πάντα ποιήσας ταράξ[ε]ι τὸ δίκαιον;” ταραχὴ γὰρ ἦν τῆς δικαιοσύνης κατὰ τὴν αὐτῶν ὑπόλημψιν, εἰ δίκαιος ὢν ἔπασχεν. ἀλλὰ ταῦτα ἀγνοοῦσι(ν)· πρὸς γὰρ ἀνάδειξιν καὶ [σκ]οπὸν ἀν‐
10δρείας ἡ κατ’ αὐτοῦ συνχ[ώρ]ησις γέγο‐ >>νεν. εἰ 〈οἱ〉 υἱοί σου ἥμ[αρτο]ν ἐναν‐ >>τίον αὐτοῦ, ἀπέστειλ[εν ἐ]ν χειρὶ ἀ‐ >>νομίας α[ὐ]τῶν. συνχεῖ καὶ οὗτος τὸ(ν) λόγον καὶ συν περιφέρεται τοῖς δόγμα‐8
15σιν λέγων ὅτι· εἰ καὶ μὴ αὐτὸς ἥμαρ‐ τες, ἀλλ’ 〈οἱ〉 υἱοί σου, οὐ προσνοήσα{ντε}ς ὅτι ἕτερος ὑπὲρ ἑτέρου οὐκ ἂν κολά‐ ζοιτο. ἀλλὰ καὶ τοῦτο τυχὸν ὑπέκρου‐ εν, ὅτι διὰ τὰς ἰδίας ἁμαρτίας ἀπε‐
20στάλη ἐν χειρὶ αὐτῶν ἀνομία, αἰνιτ‐ τόμενος τὰ τῆς πτώσεως καθ’ ἣν τὰ τέκνα αὐτοῦ ἀπώλοντο. υἱοῦ δὲ μνημονεύει ἀπὸ τοῦ ἀρίστου μέ‐ ρους τὸν λόγον ποιούμενος· εἶχεν
25γὰρ καὶ θυγατέρας Ἰώβ. ἐμφαίνοι οὖν, ὅτι υἱῶν ἁμαρτόντων καὶ πολλὴν ὠφέλειαν ἐκ τοῦ Ἰὼβ ἐχόντων δῆ‐ λον, ὡς καὶ θυγατέρες ἥμαρτον. κατ’ αὐτὸν δὲ πάλιν καὶ τὴν διάλημψι(ν)
30αὐτοῦ καὶ ταῦτα ἐκλημπτέον. >>σὺ δὲ ὄρθριζε πρὸς κ(ύριο)ν πα〈ν〉τοκράτορα
31δε‐ >>όμενος· εἰ καθαρὸς εἶ καὶ ἀληθινός, >>δεήσεως ἐπακούσεταί σου, ἀποκατα‐ >>στήσει δέ σοι δίαιταν δικαιοσύνης.
35μαχόμενα καὶ ἐν τούτοις λέγ[ε]ι. εἰπὼ(ν)

213

γὰρ ὅτι ”[ἀπέ]στειλεν ‘ἐν‘ χειρὶ ἀνομίας
1τῶ(ν) υἱῶν [σου]”, αὐτῷ φησι‵ν′· “σὺ ὄρθριζε πρὸς κ(ύριο)ν· εἰ κ[α]θαρὸς εἶ, δεήσεως καὶ ἐπ‐10
3ακού‐ σεταί σο[υ”. π]ῶς γὰρ καθαρός, περὶ οὗ διε‐
5λάμβανεν, ὅτι δι’ ἁμαρτίας ἀνιᾶ‐ ται; —μάλιστα, ὅτι ἐπάγει· “ἀποκαταστή‐ σει δέ σοι δίαιταν δικαιοσύνης”, ἀν‐ τὶ τοῦ· δ[ώ]σει σοι ὡς καθαρῷ πάλιν τὰ ἡδέ[α ἀ]ποκαθιστὰς αὐτά. ἔχομεν
10δὲ τὸ κ[αθαρ]ὸν σημαινόμενον ἀν‐ τὶ τοῦ ἐ[ναρ]έτου, καθὸ καὶ εἴρηται· >“μακάριοι οἱ καθαροὶ τ[ῇ] καρδίᾳ”· [καθὸ εἴρηται] διὰ γὰρ τοῦ〈το〉 καθαροί εἰσιν, ὅτι οὐκ ἔχουσι τὴν ἐκ κακίας ἀκαθαρ‐
15>σίαν· ‘καθὸ εἴρηται‘ περὶ τῶν φαύλων· “συν‐
15τρίβε‐ >ται δὲ δι’ ἀκαθαρσίαν ψυχῆς”· καὶ ἔτι >περί τινος· “ἀκαθαρσία αὐτῆς πρὸς >ποδῶν αὐτῆς.” τοιοῦτοι δέ εἰσιν καὶ ὧν “οἱ πόδες ἐπὶ πονηρίαν τρέχου‐
20σιν”. εἰ δὲ ἀποκαθίσταται αὐτῷ ἡ δικαιοσύνη, νῦν οὐκ ἔχει αὐτήν· εἰ δὲ νῦν οὐκ ἔχει, πῶς καθαρός ἐστιν; ἢ πῶς ἀμφιβάλλει, ὅτι καθα‐ ρός ἐστιν, διακείμενος, ὅτι περιπί‐
25πτων περιστάσεσιν ἁμαρτωλὸς ὑπάρχει; αὕτη δὲ ἡ ἐναντιότης
αὐτῶν ἠκολούθησεν ἐκ τοῦ ἐσφαλ‐ μένην ἀρχὴν θεῖναι, ὅπερ πάσῃ αἱρέσει ἕπεται. λέγων γὰρ τῷ ἐν12
30κακοπραγίᾳ· “εἰ καθαρὸς εἶ καὶ ἀλη‐ θινός, δεήσεως ἐπακούσεταί σου καὶ ἀποκαταστήσει σοι δίαιταν δι‐ καιοσύνης”, δείκνυσιν, ὅτι ἐνεχώρει

214

τὸν ἀγαθὸν καὶ ἀληθιν[ὸν] ὑποπε‐ σεῖν τούτοις· ᾧ ἀναγκα[ίως] ἕπεται, ὅτι οὐ πᾶς ὁ ἐν περιστάσε[σ]ιν ὢν φαῦ‐ >>λός ἐστιν καὶ ἐν ἁμαρτ[ίαι]ς· ἔσται οὖ(ν)
5>>τὰ μὲν πρῶτά σου ὀλ[ί]γα, τὰ δὲ ἔσχα‐ >>τά σου ἀμύθητα. πάλιν καὶ νῦν τῇ ἀρχῇ ἑαυτοῦ μάχεται· ὡς γὰρ ἑπόμε‐ νον λαμβάνει, ὅτι τῷ κα[θ]αρῷ μετὰ ἀλγηδόνας ὁ θ(εὸ)ς ἀπο[καθί]στησιν
10τὰ ἡδέα πολυπλασί[ως. φ]αίνεται γὰρ διὰ τούτων εἰσάγ[ειν] τὸν τρό‐ πον τῆς ἐπ̣αγωγῆς τῶν ἀνιαρῶ(ν), ὃν οὐ πρότερον ἐτίθετο, δι’ ὧν φησι(ν) εἶναι “τὰ ἔσχατα αὐτοῦ ἀμύθητα” δη‐
15λονότι ὡς γενναίως ὑπομείνα(ν)‐ τος, εἰ μή πού τις λέγοι, ὅτι μετανο‐ ήσαντι αὐτῷ ταῦτα λέγει συμβῆ‐ ναι ἐκ τῆς πρὸς θ(εὸ)ν εὐχῆς· ἀλλὰ τοῦ‐ το ‘οὐ‘ συνχωρεῖ τὸ λέγειν· “εἰ καθαρὸς
20εἶ”, καίτοι πρὸς ἀντιδιαστολὴν τὸ εἰρημένον τό· “σὺ δὲ ὄρθριζε πρὸς
κ(ύριο)ν παντοκράτορα.” >>ἐπερώτησον γὰρ γενεὰν πρώτην, >>ἐξιχνίασον δὲ κατὰ γένος πατέ‐14
25>>ρων. βεβαιῶσαι βούλεται τὸν ἑαυ‐ τοῦ λόγον ἐκ τῶν προτέρων ἀνδρῶ(ν) ἢ συγγραμμάτων, ἃ περιεῖχεν τοὺς βίους αὐτῶν. οὐδὲν γὰρ ἀπεικὸς καὶ γράμματα εἶναι, μάλιστα διὰ
30τὸ λέγεσθαι· “τίς ἂν δῴη γραφῆ‐ ναι τὰ ῥήματά μου;” καὶ τὰ ἑξῆς· ἄλ‐ λως τε καὶ νόμοι ὑπῆρχον, καθ’ οὓς καὶ οὗτοι ἦρχον, οἱ φίλοι φημί.

215

>>χθιζο[ὶ γάρ] ἐσμεν καὶ οὐκ οἴδαμεν, >>σκιὰ γ[ὰρ ἡ]μῶν ἐστιν ὁ βίος ἐπὶ τῆς γῆς. συνε[τῶ]ς γὰρ δεῖ ἀκούειν τοῦ “χθι‐ ζοὶ γάρ [ἐσμε]ν”, ὅτι ὡς πρὸς τὴν ἀν‐
5θρ[ω]πί[νη]ν γένεσιν τοῦτό φησι(ν), μάλιστα [ὅτ]ι λέγει· “ἐπερώτησον γὰρ γενε[ὰ]ν πρώτην”. δεῖ γὰρ τὰ λε‐ γόμεν[α] περὶ τοῦ ἀν(θρώπ)ου φρονίμως ἀκούε[ιν,] οἷον—ἵνα ἀπὸ τῶν γραφῶ(ν)
10εἴπ[ωμεν]—περὶ τοῦ Δα(υὶ)δ εἴρηται >πολλ[άκ]ις, ὅτι “πυρράκης μετὰ κάλ‐ >λους ὀφθαλμῶν” ἐτύγχανεν. τοῦ‐ το δὲ οὐ περὶ τῆς ψυχῆς, ἀλλὰ περὶ τοῦ σώματος ἀκούομεν. ὅταν δ’
15>αὐτὸς “τὰ ἄδηλα” λέγῃ “καὶ τὰ κρύφι‐
>α τῆς καρδίας μου ἐδήλωσάς μοι”, περὶ τῆς ψυχῆς τοῦτο ἐκλαμβά‐ νομεν. καὶ τὸ “χθιζοὶ” οὖν μὴ κατὰ τὴν ψυχήν, ἀλλὰ κατὰ τὸ ἄνθρω‐16
20πον γενέσθαι ἀκούομεν. οὕτω >καὶ συνῆπται· “σκιὰ γὰρ ἡμῶν ἐ‐ >στιν ὁ βίος ἐπὶ τῆς γῆς.” περὶ τοῦ βίου οὖν τοῦ ἐπὶ γῆς φησιν, ὅτι σκιὰ τυγ‐ χάνει. ἅπαξ δὲ ἐπεὶ τῆς λέξεως
25ταύτης μνήμη γέγονεν, ἀναγ‐ καῖον ἡμᾶς περὶ αὐτῆς διαλαβεῖ(ν). λέγεται τοίνυν ἡ σκιὰ καὶ πρὸς πρωτότυπον, καθὸ καὶ εἴρηται·
28a>“σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγα‐
28aθῶν”. σκιὰ δὲ
28bκαὶ τὸ παρακολούθημα, καὶ ὁ προσεγγισμὸς
28bπολλάκις σκιὰ
28cλέγεται, καθὸ εἴρηται
28πα‐ >ρηγμένως· “πν(εῦμ)α ἅγιον ἐπελεύσε‐
30>ται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου >ἐπισκιάσει σοι.” λέγεται δὲ καὶ σκια‐ γραφία ἡ πρὸ τῆς φανερᾶς γραφῆς

216

εἰκόνι τύπωσις ἄδηλο̣[ς.] δυνα‐ τὸν οὖν ἐκλαβεῖν σκιὰ[ν εἶ]ναι τὸ(ν) βίον τὸν ἀνθρώπιν[ον κ]ατὰ τὸ εὔσειστον καὶ εὐπαρ[άγωγο]ν. δύνα‐
5ται δὲ καὶ {κατα} πρὸ[ς πρ]ωτ[ότ]υπο(ν)
ἀντιδιαστέλλεσθα[ι·] ὡς γὰρ πρὸς τὴν μέλλουσαν ζω[ὴ]ν ὁ παρὼ(ν) αἰὼν σκιὰ ὑπάρχει, [μα]ταιότης ὑπάρχων. δύναται [δὲ κα]ὶ σκιαγρα‐18
10φία ὁ βίος οὗτος λέγ[εσθαι, κ]αθὸ ἐν‐ ταῦθα μὲν “ἐκ μέρο‘υ‘[ς” ἡ γ]νῶσίς ἐστι(ν) τελειότητος ἐν τῷ μέλλοντι αἰῶ‐ νι ἐσομένης. δύναται δὲ καὶ ἀνη‐ γμένως θεωρεῖσθαι σκιά, καθὸ πα‐
15ρακολούθημα λέγομεν εἶναι καὶ τὴν τῶν σωμάτων σκιάν· καὶ ὅρα, >μὴ τοῦτο δηλοῦται ἐν τῷ· “μαται‐ >ότης ματαιοτήτων, τὰ πάντα μα‐ >ταιότης.” οὐ γὰρ 〈ἁπλῶσ〉 τὰ θ(εο)ῦ κτίσ‐
19ματα μα‐
20ταιότης, ἀλλ’ ὡς πρὸ‘σ‘ τὰ οὐράνια αἰ‐ ώνια ὄντα τὰ πρόσκαιρα καὶ ῥᾳδί‐ ως μεταβάλλοντα ματαιότης ὑ‐ πάρχει. καὶ ὁ βίος δὲ πολλὰ σημαί‐ νει, ἤτοι τὸ ζῆν τοῦτο ἢ τὴν πολι‐
25τείαν· δηλοῖ δὲ καὶ τὴν κτῆσιν, κα‐ >θὸ εἴρηται· “ὃς δ’ ἂν ἔχῃ τὸν βίον τοῦ >κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν >αὐτοῦ χρείαν ἔχοντα.” καὶ τὰ χρήμα‐ τα δὲ εἴρηται βίος, καθὸ εἴρηται· “ἐὰ(ν)
30>δ〈ῷ〉 ἄνθρωπος τὸν βίον αὐτοῦ ἐν >τῇ ἀγάπῃ ἐξουδενώσουσιν αὐτό(ν).” >>ἦ οὐχ οὗτοί σε διδάξουσιν ‘καὶ‘ ἀ〈να〉γγε‐
32λοῦσιν >>καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήμ[α]τα;20

217

ἐκ τῶ[ν π]αλαιοτέρων πιστοῦσθαι τὰ καθ’ ἑα[υτὸ]ν οὗτος βουλόμενος ταῦ‐ τά φη[σιν] ὡς ἂν ἐκείνων πλείστοις παρ[ατυχό]ντων πράγμασιν, οἷς οἱ εἰς
5τ[ὸν] κα[ιρὸ]ν αὐτοῦ οὐ παρέτυχον.ἅπαξ δὲ [ἐπε]ὶ περὶ διδασκάλων ἐστὶ(ν) 〈ὁ
6λόγος, λέγωμεν, ὅτι ἐστὶν〉 μέγας ἔ[παι]νος τῷ διδάσκοντι, ἐ‐ άν, πρ̣[ὸς οἷς] ἔμαθεν ἢ αὐτὸς ἀνα‐ γνοὺ[ς ἢ π]αρ’ ἑτέρου μαθών, συνισ‐
10τᾷ π̣[οτε κ]α̣ὶ αὐτὸς οὐκ ἐναντία, ἀλλὰ σ[ύμφ]ωνα. ὡς γὰρ οὐκ ἄν τις ἀποδέξοιτο γῆν τὴν τὰ καταβαλ‐ λόμενα σπέρματα ἀποδιδοῦ‐ σαν, οὕτως οὐκ ἄν τις ‘ἐν‘ τῇ γῇ τῇ ἰδί‐
15ᾳ παραδεξάμενος παίδευσιν καὶ μόνα, ἃ ἤκουσεν, παρέχων θαυμάσιος, ἀλλὰ πρὸς τούτοις ἕ‐ τερα γεννήσας, θαυμάσια δέ, καὶ ὁ ἃ ἔμαθεν προενεγκεῖν διὰ γλώτ‐
20της δυνάμενος· εἰσὶν γὰρ οἱ πρὸς τοῦτο ἀδυνατοῦντες ἑαυτοὺς μό‐ νους καὶ οὐχ ἑτέρους ὠφελεῖν δυνάμενοι. εἰ δὲ δύναται τὸ δι‐ δάσκειν καὶ ἀναγγέλλειν εἶναι
25διάφορα, ἐπίσκεψαι, ὡς τοῦ μὲν δι‐
δάσκειν ἀποδείξεις ἐπάγοντος, τοῦ δὲ ἀναγγέλλειν διήγησιν πε‐ ριέχοντος τῶν σαφῶν, ἐξ ὧν τὰ ἀσαφῆ γνωρίζεται. ὅτι δὲ ἐκ καρ‐22
30δίας οἱ λογισμοὶ τὰ ῥήματα παρα‐ πέμπουσιν, ἐκ τοῦ ἐναντίου ὁ σ(ωτ)ήρ >φησιν· “ἐκ γὰρ τῆς καρδίας ἐξέρχον‐ >τ[αι] διαλογισμοὶ πονηροί.” εἰ δὲ καὶ τὸ

218

ἐξάξαι ῥήματα τὸ εἰς ἔργα [αὐτ]ὰ μεταβα‐ λεῖν λέγοις, οὐκ ἂν ἁμάρτ[οις ἄ]λλων ἐκ παραλλήλου ἀκουό[ντω]ν τοῦ ἐξ‐ άξαι καὶ ἀναγγεῖλαι.
5>>μὴ θάλλει πάπυρος ἄν[ευ ὕ]δα[το]ς, >>ἢ ὑψωθήσεται βού[ταμ]ον ἄ[ν]ευ >>πότου; ἔτι ὂν ἐπὶ ῥίζ[ης κ]αὶ οὐ μὴ θε‐ >>ρισθῇ. εἰπών, ὅτι πα̣[ρὰ τῶν] παλαιῶν καὶ πατέρων ἡ διδα[σκαλί]α τοῖς με‐
10ταγενεστέροις παρα[γίνετ]αι, ἐκ πα‐ ραβολῆς αὐτὸ παρασ[κευ]άζει φά‐ σκων ὅτι· ὡς ἄνευ ὕδατος πάπυ‐ ρος οὐ θάλλει οὐδὲ ὑψοῦται βούταμο(ν) μὴ ἀρδευόμενον, ἕως ἔτι ἐπὶ γῆς
15ἐστιν—οὕτω γὰρ αὐτὰ συμβήσεται μηδὲ θερίζεσθαι—, οὕτως ἀδύνα‐ τον μὴ δεχόμενον ἐν διανοί‐ ᾳ ὠφέλειαν τῶν κρειττόνων καρ‐ πὸν προενεγκεῖν ὠφέλιμον.
20δύναται δὲ καὶ περὶ τῶν ἀνθρω‐
πίνων πραγμάτων λέγειν, ὅτι κα‐ θάπερ ὑπὸ ὕδατος ὑπὸ τῆς προνοί‐ ας ταῦτα ἄρδεται, ἧς μὴ ἐπιούσης αὐτὰ ῥᾳδίαν καὶ εὐμάραντον ἕξει24
25τὴν διάλυσιν. κἂν οὖν τις ἀνιαροῖς περιπέσῃ, εἶτα πάλιν μεταβολὴ(ν) ἔχῃ ἐκ τούτω‘ν‘, προνοίᾳ τοιοῦτον γε‐ ‘γέ‘νηται. ἐὰν δὲ καὶ τὴν δοκοῦσα(ν) ἀνθρωπίνην ῥίζαν ἔχῃ τὰ γιγνό‐
30μενα ὑπ’ ἀνθρώπων, οὐχ ἕξει ὑ‐ πόστασιν μὴ τῆς προνοίας αὐτὰ διοικούσης. τούτῳ ὅμοιον καλῶς παρὰ τοῦ ψαλμῳδοῦ εἰρημένον·

219

>“ἐὰν μ[ὴ ὁ κ(ύριο)]ς οἰκοδομήσῃ οἶκον, εἰς >μάτη[ν ἐ]κοπίασαν οἱ οἰκοδομοῦν‐ >τες αὐ[τόν.]” >>πρὸ τοῦ π[ιεῖ]ν πᾶσα βοτάνη ξηραν‐
5>>θήσετα[ι.] ταὐτὸ τῷ προτέρῳ τοῦ‐ το ἐπὶ π[άση]ς βοτάνης λεγόμενο(ν). λέγοι οὖ[ν, ὅτι,] κἂν μικρὸν κἂν μέγα ᾖ, τὸ̣ ἐ[ν τ]ῷ βίῳ ὑπὸ πρόνοιάν ἐ‐ στιν, ξ[ηραι]νόμενον, εἰ μὴ αὕτη
10ἐφοπ[τεύοι.]>>οὕτως [τοίνυ]ν ἔσται πάντα τὰ ἔσχατα >>τῶν ἐπ[ιλα]νθανομένων τοῦ κ(υρίο)υ. λέγει τι ἔνδοξον ἀπὸ ἐννοίας οὐκ ἀπολειπομένης ἐντρεχείας,
15ὅτι ὥσπερ τὰ φυτὰ μὴ ἀρδευόμε‐
να ὑπὸ ὕδατος ξηραίνεται, οὕτω τὰ ἀνθρώπινα πράγματα ἔξω προ‐ νοίας γιγνόμενα ὑπόστασιν οὐκ ἔχει. εἰ δὲ καὶ οὗτος ἔσχατα λέγει26
20ἔννοιαν ἔχων περὶ τοῦ μέλλο(ν)‐ τος αἰῶνος, συνεπίσκεψαι· οὐ γὰρ ἀναντιρήτως οἱ ἐπιλανθανόμε‐ νοι τοῦ κ(υρίο)υ τ‘οι‘ούτοις κατὰ τὸ
23αἰσθη‐ τὸν ἐσχάτοις περιτεύξονται τῷ
25περί τινων εὐετηρίᾳ διαγόντω(ν) >εἰρῆσθαι· “ἐν δὲ ἀναπαύσει ᾅδου >ἐκοιμήθησαν.” >>ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. τῷ ὄν‐ τι ἡ τῶν ἀσεβῶν ἐλπὶς οὐ περὶ ὑ‐
30φεστηκότα γίνεται. ἡ γὰρ ἐλπὶς οὐδὲν {ουδεν} ἕτερόν ἐστιν κατὰ γένος ἢ προσδοκία ἀγαθῶν. καὶ 〈ὁ〉 φοβού‐ μενος δὲ προσδοκᾷ, ἀλλ’ οὐκ ἀγαθά· κακῶν γὰρ προσδοκία ἐστὶν 〈ὁ〉 φόβος,

220

ἀγαθῶν δὲ ἡ ἐλπίς. ἐπε[ὶ οὖν] οὐχ ὑφε‐ στηκότα πράγματα οἱ ἀ[σεβ]εῖς προσ‐ δοκῶσιν, ἀπόλλυται [αὐτ]ῶν ἡ ἐλ‐ πίς· ὡς γὰρ μένουσιν [τοῖς] ἡδέσιν
5χρῶνται, καὶ ἐν τούτ[ῳ μ]αταίαν ἔ‐ χουσιν ἐλπίδα. ἔχε[ις τοῦ]το ἐν Πα‐ ροιμίαις τῆι μὲν λ[έξει] πολὺ δια‐ φέρον, συνᾷδον δ[ὲ τῷ] νῦν λεγο‐
μένῳ· “ἀποθανὼν δ[ίκαιο]ς ἔλιπε(ν)28
10>μετάμελον·” ἂν γὰρ [ἀποθά]νῃ ὁ δί‐ καιος, εὑρίσκει τὰ προ[σδο]κώμενα καὶ οὐ μετεμελήθη πονήσας ὑπὲρ αὐτῶν. ἐνταῦθα μὲν οὖν εἴρηται· >“ἐλπὶς ἀσεβῶν 〈ἀπ〉όλλυται”, ἐν δὲ τῷ Ἠσα‐
15>ίᾳ· “ἐλπὶς τῶι εὐσεβεῖ.” οἱ δὲ “ἐν τῇ ζω‐ ῇ ταύτῃ ἠλπικότες μόνον” καὶ “λέ‐ γοντες· φάγωμεν καὶ πίωμεν”, μα‐ ταίαν καὶ κενὴν ἔχουσιν ἐλπίδα πρὸς τὰ βλεπόμενα ταύτην τείνο(ν)‐
20τε‘σ‘· φυσικώτατα δὲ ὁ Παῦλός φησιν· >“ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλ‐ >πίς· ὃ γὰρ βλέπει τις, ‘τί‘ καὶ ἐλπίζει;” >>ἀοίκητος δὲ αὐτοῦ ἔσται ὁ οἶκος. πρὸς τὸ αἰσθητὸν τοῦτο οὐ πάντως
25ἐστὶν ἀληθές. δῆλον δέ ἐστιν, ὅτι ὁ τοὺς Ἰ(ησο)ῦ λόγους εἰς ἔργα μεταβαλὼ(ν) μένουσαν οἰκίαν οἰκοδομεῖ· αὕτη δέ ἐστιν ἡ ἀρετή, ἧς ὁ ἀντεχόμε‐ νος οὐδέποτε ἕξει τὴν οἰκίαν ταύ‐
30την ἀοίκητον· δεῖ γὰρ τὸν δίκαιον μένειν ἐν τῇ αὑτοῦ ἀρετῇ· “ἡ δικαι‐ >οσύνη” γὰρ “αὐτοῦ μένει εἰς τὸν αἰ‐ >ῶνα τοῦ αἰῶνος.” ἐπειδὴ δὲ ἀνυ‐ πόστατός ἐστιν ἡ κακία, διὰ τ[οῦ]το

221

ἄ[οικός ἐστι]ν̣ ὁ φαῦλος ἄντακτος ὑ‐ π̣[άρχω]ν̣ ἀεὶ καὶ οὐδὲν ἔχων ἑ‐
δ̣[ραῖον δ]ιὰ τὸ καὶ τὴν κακίαν αὐ‐ τὴν [εἶναι] παρακολούθημα· εἰ δέ30
5τις καὶ π[ερὶ] τοῦ ἀγαθοῦ τοῦτο λέγοι φάσκω[ν, ὅτ]ι καὶ τὴν ἀρετὴν ἄν‐ θ[ρ]ωπο[ι ἐκ σ]πουδῆς κτῶνται, ἀλλ’ ὑ̣[φέστηκεν] αὐτὸ τὸ ἀγαθόν. “ἀοίκη‐ το[ς]” ο̣[ὖν “ἔστα]ι̣ τοῦ ἀσεβοῦς ὁ οἶκος·”
10φαν[ερῶς γ]ὰρ ἡ ἀλήθεια διαλύει τὴν [ἀπάτη]ν. >>ἀράχνη [δὲ α]ὐτοῦ ἀποβήσεται ἡ σκη‐ >>νή. ἡ ‘ἀ̣‘ράχνη ποικιλίαν ἐπιδείκνυ‐ ται ἐξ ὑφάσματος φυσικοῦ κατεσκευ‐
15ασμένη‵ν, ἥ′τις ῥᾷστα διαλύεται ἐπι‐ ψαύσαντός τινος. τὰ τῶν φαύλων οὖν ἔργα καὶ ἡ κατασκευὴ τῆς πο‐ λιτείας ἀράχνῃ ἔοικεν οὐχ ὑφιστα‐ μένῃ. καὶ ἐν Ἠσαίᾳ οὖν λέγεται
20περὶ τῶν φαύλων κυησάντων ἀνομίαν καὶ λαλούντων ἀδικί‐ >αν· “ἱστὸν ἀράχνης ὑφαίνουσιν, >ὅτι κύουσιν πόνον καὶ τίκτουσι(ν) >ἀνομίαν·” διηγεῖται δὲ αὐτῶν καὶ
25>τὴν πρᾶξιν φάσκων· “ᾠ〈ὰ〉 ἀσπίδω(ν) >ἔρηξαν καὶ ὁ μέλλων τῶν ᾠῶν >αὐτῶν φαγεῖν συντρίψας οὔριον >εὗρεν καὶ ἐν αὐτῷ βασιλίσκον· >ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτι‐
30>ον, ἱστὸν δὲ ἀράχνης ὑφαίνουσι(ν).”
καὶ ὅρα, ὅτι πρὸς τῷ ἀνυποστάτῳ αὐτῶν καὶ τὸ δολερὸν διὰ τῶν ἀσπί‐ δων σημαίνει. εἰ μέντοι τις εἴη περιστερὰ κατὰ τὸ λεγόμενον·32

222

>“τίνες οἵδε; ὡς νεφέλαι π[έτανται] καὶ >ὡς περιστεραὶ σὺν νεο[σσοῖς”, ἔχοι] ἂν ᾠά, ἅπερ διαιρεθέντα [εὐγε]ν̣ε̣ί̣α̣ς̣ ἕ‐ νεκεν παρέχει γόν[ον ζ]ω̣τικόν· τὰ
5δὲ τῶν φαύλων ἀπ[ατῶ]ντα ἀγα‐ θοὺς ὄφεις ἀναιρετ[ικοὺς] γενν[ᾷ,] οἵ‐ τινες ὑπὸ τοῦ ἁγίου [καταπατο]ῦν‐ ται κατὰ τὸν ψαλμὸν [λέγοντ]α περὶ >τοῦ τελείου· “ἐπ’ ἀσπίδ[α καὶ βασ]ιλίσκο(ν)
10>βήσεις καὶ καταπατ[ήσεις λ]έοντα >καὶ δράκοντα.” οἱ δὲ τοιοῦ[το]ι οὐχ ἱμα‐ τίων εἰσὶν ὑφάνται τῶν καλυπτό(ν)‐ των τὴν ἀσχημοσύνην τῆς ἁμαρ‐ τίας, ἀλλὰ ἀράχνης ἀνωφελοῦς καὶ
15εὐδιαλύτου, ὅπερ δηλοῦται καὶ ἐκ >τοῦ· “οὐ μὴ περιβάλλωνται ἀπὸ τῶν >ἔργων τῶν χειρῶν αὐτῶν” το‘ῦ‘ σπου‐ δαίου περιβαλλομένου ἀπὸ τῶν ἔργων τῶν χειρῶν ἑαυτοῦ, ὡς παρ‐
20ρησιαζόμενον καὶ εὐχαριστοῦντα >λέγειν· “ἀγαλλιάσεται ἡ ψυχή μου >ἐπὶ τῷ κ(υρί)ῳ· ἐνέδυσεν γάρ με ἱμάτι‐ >ον σωτηρίου·” ὅπερ ἱμάτιον προσ‐ τάττει Παῦλος ἐνδύεσθαι λέγων· “ἐν‐
25>δύσασθε σπλάγχνα οἰκτιρμοῦ” καὶ τὰ >ἑξῆς. καὶ πάλιν· “ἐνδύσασθε τὸν κ(ύριο)ν >Ἰ(ησοῦ)ν Χ(ριστό)ν.” τοῦτο τὸ ἱμάτιον34
27οὐκ ἔστιν ἀ‐ ράχνη· ἀφθαρσία γάρ ἐστιν καὶ διὰ τοῦ‐ το μένον· τὸ σ δὲ τῶν φαύλων ἀνυπό‐
30>στατόν ἐστιν· κακία γάρ. διὸ εἴρηται· “ζη‐ >τηθήσεται ἡ ἁμαρτία αὐτοῦ καὶ οὐ μὴ

223

>ε[ὑρεθῇ δι’ α]ὑτήν·” ἀράχνῃ γὰρ ἔοικεν .[..... ...] διαλυομένη· διὸ καὶ σκη‐ νήν, [ἀλλ’ οὐ]κ οἶκον ἔχει ὡς ὁ τοὺς
3Ἰ(ησο)ῦ λόγους [φυλάτ]τ̣ων.
5>>ἐὰν ἐπερ[είσῃ τ]ὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ. ὁ̣ [ἀσ]εβὴς̣ [γοῦν· ὃ]ς δ’ ἂν κομψείᾳ καὶ
6πιθα‐ ν[ό]τητ[ι μὴ ἀγ]αθῇ συνιστᾷ τὰ οἰκία ἀ‐ [πάτης, οὗτος ὑπ]ὸ τῆς ἀληθείας ἐλεγχό‐ μεν[ος οὐ μὴ στ]ῇ̣, ὡς μηδὲ στάσιν δύνα‐
10σθαι [ἔχειν αὐ]τοῦ τὴν ἀπάτην. >>ἐπι̣λα[μβανομ]ένου δὲ αὐτοῦ οὐ μὴ ὑ‐ >>πομεί[νῃ. ῥ]ᾷστα γὰρ ἡ τῶν φαύλω(ν) ἐπίνοια [σκη]νὴ ὀνομαζομένη κα‐ ταπίπτ[ουσ]α εὐάλωτός ἐστιν οὕτως,
15ὡς μηδ[ὲ δ]οκεῖν γεγονέναι ποτέ.>>ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου, καὶ ἐκ σαπρί‐ >>ας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύ‐ >>σεται. ὑπ[οτ]ίθεται χαῦνόν τινα
εἶναι τὸν βίον τοῦ ἀσεβοῦς ὡς ὑπὸ36
20θέρμης βραχείας διαλυόμενον. οὐ ξενιστέον δέ, εἰ “ὑγρὸς ὑπὸ ἡλίου” λέγεται εἶναι· ἔστιν γάρ, ἃ διαλύε‐ ται ὑπὸ ἡλίου ὡς κηρός, ἐπεὶ καὶ ὑ‐ πὸ πυρός. οὕτως οὖν ἔσται ὁ ἀσεβής.
25>εἴρηται γάρ· “ὡς τήκεται κηρὸς ἀπὸ >προσώπου πυρός, οὕτως ἀπόλοιν‐ >το οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου >τοῦ θ(εο)ῦ.” διυγραινόμενος δὲ ὑπὸ “ἡ‐ λίου”—οὐ τοῦ “τῆς δικαιοσύνης”, ἀλλ’ ἐ‐
30>κείνου, περὶ οὗ λέγεται· “ἡμέρας ὁ ἥ‐ >λιος οὐ συνκαύσει σε”—ῥάδαμνον ἐξ‐ άγει ἐκ κακίας καὶ σαπρίας βλαστῶν‐ τα “ὑπ’ ἐκείνην” γινόμενος “τὴν φυ‐ τ[εί]αν, ἣν [ὁ] πατὴρ οὐκ ἐφύτευσεν,

224

ἥτις καὶ ἐκριζωθήσεται.” >>ἐπὶ συναγωγὴν λίθων κ[οιμᾶται, ἐ]ν >>δὲ μέσῳ χαλίκων ζή[σεται.] τοῦτο λέγει, ὅτι 〈ὁ〉 ἀσεβὴς ἀντ[ίθεος ε]ἶναι καὶ
5ἀντί̣χριστος εἶναι βο[ύλετ]αι. ὁ μὲν γὰρ θ(εὸ)ς ἐν ναῷ καὶ Χ(ριστὸ)[ς οἰκ]εῖ
6κατ[ὰ τ]ὸ >εἰρημένον· “οὐκ οἴδ[ατε, ὅτ]ι να[ὸς] θ(εο)ῦ >ἐστε καὶ τὸ πν(εῦμ)α τοῦ [θ(εο)ῦ οἰκεῖ ἐν
8ὑμῖν;”] >καὶ πάλιν λέγεται· [“ἐάν τις ἀγαπᾷ]
10>με, ἐλευσόμεθα ἐγὼ [καὶ ὁ πα]τὴρ καὶ
>μονὴν παρ’ αὐτῷ π[οιησόμε]θ[α·”]38
11“Χ(ριστο)ῦ γὰρ >οἶκός ἐσμεν ἡμεῖς, [ἐὰν τ]ὴν παρρη‐ >σίαν καὶ τὸ καύχημα [μέ]χρι τέλους >βεβαίαν κατάσχωμ[εν.”] οἶκος δέ ἐ‐
15στιν λίθων σύνθεσις [κα]τὰ τέχνην πρὸς ἑτέροις ἕνωσιν ἔχων· τοιοῦ‐ τον δὲ ἡ ἀρετὴ καὶ ἡ ἁγνότης καὶ αὐτὴ ἡ μετουσία το[ῦ ἑ]νός. ἐσκορπι‐ σμένον δέ τί ἐστιν ἡ συναγωγὴ
20τῶν λίθων καὶ ἡ μίξις τῶν χαλί‐ κων, παραπλησίον τῇ κακίᾳ τῇ μὴ ἐχούσῃ ἕνωσιν, ἀλλ’ ἀταξίαν. ὁ ἀσε‐ βὴς οὖν ἅπασαν τὴν διαγωγὴν ἐν οἴκῳ κακίας ἔχει διαλελυμένος
25κατὰ τοὺς ἔξω οἰκοδομῆ〈σ〉 λίθους, οἳ οὐχ ἁρμόζουσιν “τῇ οἰκοδομῇ τοῦ πύργου” κατὰ τὸν Ποιμένα.>>ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν. εἰ καὶ τὰ τού‵του′ ῥήματα, ὅσα ἐντρεχῆ
30ὑπάρχει, ὑπάγωμεν διανοία〈ι〉ς, ὧ(ν) εἰσι πλησίο〈ν α〉ἱ ὑπὸ σπουδαίων εἰρη‐ μέναι, οὐ δεῖ ξενίζεσθαι. εἶπεν γάρ· >“ἐπερώτησον γενεὰν πρώτην, ἐξ‐ >ιχνίασον δὲ κατὰ γένος πατέρων”,

225

ὡς καὶ αὐτὸ[ς] ἀπ’ αὐτῶν [μ]αθών· καὶ μὴ διόλου σώζει τοὺς λ[ο]γισμοὺς δι‐ ὰ τὸ μὴ οἴεσθαι, εἰ μὴ δ[ι’] ἁμαρτίας,
μὴ περιπίπτειν ἀνιαροῖς τινα.40
5τὸ “καταπίῃ” οὖν πολλάκ[ι]ς ἐπὶ νίκης ἐν τῇ γραφῇ λαμβάνεται ὡς τό· >“κατεπόθη Ἰσδραήλ, ἐγ[έν]ετο ἐν >τοῖς ἔθνεσιν ὡς σκεῦος [ἄχ]ρηστο(ν),” τουτέστι νενίκηται. κ[αὶ π]άλιν· “ἐν
10>τῷ ἐπαναστῆναι ἀν(θρώπ)[ου]ς ἐφ’ ἡμᾶς, >ἆρα ζῶντας ἂν κατέπ[ιον] ἡμᾶς;” >καὶ πάλιν· “ἵνα καταπο[θῇ] τὸ θνητὸ(ν) >ὑπὸ τῆς ζωῆς.” λέγεται οὖν καὶ πε‐ ρὶ τῶν σοφιστῶν καὶ τῶν πρεσβευ‐
15όντων τὰς “σοφίας το[ῦ] αἰῶνος τούτου” καὶ τῶν “ἀρχόντων αὐτοῦ”· >“κατεπόθησαν ἐχόμενα πέτρας >οἱ κραταιοὶ αὐτῶν·” ποίας δὴ πέτρας >ἢ τοῦ Χ(ριστο)ῦ; “ἡ γὰρ πέτρα ἦν ὁ
19Χ(ριστό)ς.” οὕ‐
20>τω καὶ “ἡ ῥάβδος Ἀαρὼν τὰς ῥάβδους >τῶν ἐπαοιδῶν τῶν Αἰγυπτίων >κατέπιεν”, συμβολικῶς δεικνυμέ‐ νου, ὅτι “τὰς ψευδωνύμους γνώσεις” ἡ τῆς ἀληθέιας ὁμ[ο]λογία νικᾷ.
25ἐὰν οὖν “καταπίῃ” κα[ὶ ἄρ]ξῃ νικᾶν, “ὁ τόπος”, ὃν ἐπέχει δι[ὰ “τῆ]ς συνα‐ γωγῆς τῶν λίθων”, “ψ[εύσε]ται αὐτό(ν)”, ἀνυπόστατος ὢν κα[τὰ τὸ] εἰρημέ‐ >νον· “καὶ ἡ ἀδικία ἐψε[ύσα]το ‘ἑ‘αυτὴ(ν)”
30διὰ τὸ μὴ ἔχειν ἀσφα[λὲ]ς πεῖσμα.
ὑπὸ τοῦ τε αὐτῆς ἐξάρχ[ον]τος λέον‐ τος καταποθέντων “τῶν δύο σκελῶ(ν) καὶ τοῦ λοβοῦ τοῦ ὠτίου” [ὁ] διὰ τὴν σω‐ τηρίαν ἐλθὼν αὐτὰ ἐξ[έσ]πασεν42

226

διορθωσάμενος τὰ̣[‘σ‘] διαβατικὰς ἡ‐ μῶν δυνάμεις καὶ τὴν παρακοήν. λέγεται δὲ πολλάκις ὁ τόπος καὶ ἀντὶ βαθμοῦ{ς} καὶ τάξεως· “ἀφ’ οὗ Ἰού‐
5δας παρέβη”. οὕτω δὲ καὶ ἐπὶ ψεκτοῦ, ὃς καὶ ψ[ε]ύδεται τὸν χρώμενον οὐ‐ δὲν [αὐ]τῷ βέβαιον προξενῶν. >>οὐχ ἑό[ρακ]ας τοιαῦτα, ὅτι καταστροφὴ >>ἀσεβ[οῦς] τοιαύτη; καὶ αὐτὸν ἐπάγε‐
10ται μ[άρ]τυρα τῶν προειρημένων ἁπάν[τω]ν περὶ τοῦ ἀσεβοῦς, ἃ καὶ κα‐ ταστροφὴν ἀσεβοῦς ὠνόμασεν, διότι οὐ μένει, ἐφ’ οἷς κομπάζει, με‐ ταπιπτ〈όντ〉ων αὐτῷ τούτων. τοῦτο δη‐
15>λοῦται ἐκ τοῦ· “μὴ φοβοῦ, ὅταν πλουτή‐ >σῃ ὁ ἄν(θρωπ)ος καὶ ὅταν πληθυνθῇ ἡ >δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ >ἀποθνῄσκειν αὐτὸν λήμψεται >τὰ πάντα, οὐδὲ συνκαταβήσεται
20>αὐτῷ ἡ δόξα τοῦ 〈οἴκου〉 αὐτοῦ.” καὶ ἢ μὲν ἔνδειαι ἢ εὐ〈ε〉τηρίαι ἀντιμε‐ ταβάλλουσαι οὐδὲν μὲν ποιοῦσιν· τῶν γὰρ ἀδιαφόρων εἰσίν. ὁ δὲ ἄχρι τέλους ἐν κακίᾳ διαμένων μεγά‐
25λην ἕ̣[ξει] τὴν καταστροφήν. >>ἐκ δὲ γῆ[ς ἄλ]λον ἀναβλαστήσει· οὐ γὰρ >>ὁ κ(ύριο)ς οὐ μὴ ἀποποιήσεται τὸν ἄκα‐ >>κον. ἐμφαίνει, ὅτι οὐκ, ἐὰν ὁ ἀσεβὴς καταστροφὴν ὑπομείνῃ, οὐχ οἱ πά(ν)‐44
30τες ἀπώλοντο· ἔσται γὰρ σπουδαῖος ἀναθάλλων. οὐ γὰρ ἀποστραφήσεται ὁ θ(εὸ)ς τὸν ἄκακον, τουτέστιν οὐκ ἐκλεί‐ ψει παντελῶς δικαιοσύνη. ἄκακο(ν) ἐνταῦθα λέγει τὸν μὴ ἔχοντα κα‐

227

κίαν, οὐ τὸν [εὐ]ήθη· ἀμφότερα γὰρ σημαί‐ νει τὸ ὄνομα. ὅταν γὰρ λέγῃ περὶ τῶν >αἱρετικῶν, ὅτι “διὰ τῆς χρηστολογίας >καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας
5>τῶν ἀκάκων”, ἀκάκους λέγει τοὺς εὐή‐ θεις, τοὺς βραδεῖς τὴν ν[ό]ησιν. καὶ >πάλιν· “ἄκακοι καὶ εὐ{η}θε[ῖς] ἐκολλῶν‐ >τό μοι”, ὅπερ τοὺς δικαίο[υς σ]ημαίνει,>τοῦ “ἄκακος πιστεύει π[αν]τὶ λόγῳ”
10δηλοῦντος τὸν ἀνεξέ[λεγκ]τον καὶ μὴ δυνάμενον φωρᾶσαι τὸ ἐν τοῖς λόγοις ψεῦδος παντὶ πιθανῷ πιστεύ‐ >〈οντα〉. καὶ ὁ λέγων δέ· “ἐμοῦ δὲ διὰ τὴν >ἀκακίαν ἀντελάβου” τὴν ἀρετὴν
15σημαίνει. >>πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται. κατάλληλον τῷ κ(υρί)ῳ τῷ μὴ ἀποποι‐ ουμένῳ τὸν ἄκακον τὸ μηδὲν
τῶν δώρων τοῦ ἀσεβοῦς προσδέ‐46
20>χεσθαι. “οὐκ ἀγαθαὶ γὰρ εὐχαὶ ἀπὸ μι‐ >σθώματος ἑταίρας”, καὶ “ὁ ἁμαρτω‐ >λὸς θύων μοι μόσχον ὡς ὁ ἀποκτέν‐ >νων κύνα.” παρατη‵ρητέον′ δέ, ὅτι τὸ “πᾶν δὲ δῶρον” ἀντὶ τοῦ οὐδὲν δῶρο(ν)
25εἴρηται κατὰ γραφικὴν συνήθει‐ αν, ὡς ὅταν λέγῃ ἐν τῷ προφή‐ τῃ θ(εό)ς· “ἐὰν μίαν ἁμαρτίαν ποιήσῃ ὁ δίκαιος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ μνησθήσονται”,
30ἀντὶ τοῦ οὐδεμία. >>ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλω‐ >>τος. δι’ ὅλου τοῦ βιβλίου μνημο‐ νεύει τοῦ ἀληθινοῦ ἐπὶ τοῦ δικαί‐ ου. οὕτω γοῦν καὶ αὐτὸς ὁ Ἰὼβ ἐν ἀρ‐
35χῇ μεμαρτύρηται, ὅτι “ἀληθινὸς” ἦν

228

>“ἀπεχόμενος ἀπὸ πονηροῦ πράγμα‐ >τος”. καὶ τῷ ὄντι ἀληθινός ἐστιν ἐκεῖ‐ νος ὁ μὴ ὑποκρινόμενος μηδ’ ἐπι‐ μορφαζόμενος τὴν ἀρετήν, ὁ μὴ
5ὑποκρινόμενος σωφροσύνην, ἀλλ’ ὁ σώφρ[ω]ν, ὁ τὸ “δίκαιον δικαίως δι〈ώκ〉ω[ν.”] τούτων οὖν “τῶν ἀληθι‐ νῶν ἐ[μ]πλήσει γέλωτος τὸ στόμα θ(εό)ς”. καὶ ἔ[στι]ν ἐκ τούτου ἐπιβα‐
9λεῖν, μή‐
10ποτε κ̣[αὶ] οὗτος κατὰ τὸ “ἐπερώτη‐ σον γὰρ γενεὰν πρώτην” μαθὼν
ἦν περὶ μέλλοντος αἰῶνος κατὰ >τὸ εἰρημένον ἐν εὐαγγελίῳ· “μακά‐ >ριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσο(ν)‐48
15>ται.” διττὸς γὰρ ὁ γέλως, ὁ μὲν σὺν ἡ‐ δονῇ φαῦλος τυγχάνων, ὃν καὶ δι‐ αδέχεται κλαυθμός, ὁ δὲ δῶρον τοῦ πν(εύματο)〈σ〉 χαρὰ ὑπάρχων, ὅστις
18ἐν τῷ μέλλοντι βίῳ τοῖς κλαύσασιν νῦ(ν)
20>ἀποδοθήσεται. “μακάριοι” γὰρ “οἱ κλαί‐ >οντες νῦν, ὅτι γελάσονται”, ἀπεντεῦ‐ θεν τούτου τὸν ἀραβῶνα ἔχοντες διὰ τὴν ἀρετήν· τούτου πεῖραν, ὡς ἔφην, ἀπεντεῦθεν λαβὼν ὁ ἅγιος
25>ἔλεγεν· “ἔστρεψας τὸν κοπετόν >μου εἰς χαρὰν ἐμοῦ, διέρρηξας τὸ(ν) >σάκκον μου καὶ περιέζωσάς με εὐ‐ >φροσύνην.” τούτου παράδειγμα Λά‐ ζαρο〈σ〉 ἐνταῦθα μὲν κλαίων διὰ
30τῆς κακοπαθείας, ἐν δὲ τοῖς κόλποις Ἀβραὰμ ἀναπαυόμενος· ὁ δὲ πλού‐ σιος γελῶν δι’ ἡδονῆς ἔκλαυσεν ἐν κολάσει βασανιζόμενος πικρῶς ἐπὶ τ〈ῷ〉 εἰρημέν〈ῳ〉 γέλωτ〈ι〉. προε‐

229

τίμησεν θεοποιῶν αὐτὸν τρόπο(ν) τινά, καθὰ καὶ ἕτεροι τὴν κοιλίαν, πε‐ >ρὶ ὧν λέγεται· “ὧν ὁ θ(εὸ)ς ἡ κοιλία.”
3εἴρη‐
>ται γοῦν καὶ περὶ τοῦ γέλωτος· “ἀρθήσο(ν)‐50
5>ται βωμοὶ τοῦ γέλωτος, ἁμαρτήμα‐ >τα τοῦ Ἰσδραήλ.” αἱ γὰρ περὶ τὰ πάθη καὶ τὰς ἡδονὰς σπου[δ]αὶ τοῦ γέλω‐ τός εἰσι βωμοί· ἀναθυ[μ]μιῶντες αὐτὰ τὰ πάθη ἑαυτῶν [..]/

241

>>ὁ ποιῶν μεγ[ά]λα κ[αὶ ἀνεξιχνίαστα] >>ἔνδοξά τε καὶ [ἐξ]αίσ[ια, ὧν οὐκ ἔστιν] ἀ‐ >>ριθμός. ὁ μέγα[ς μ]ε[γάλα ποιεῖ ἀναγ]κ̣αί‐ ως· οὐκ ἀνάγκη δ̣[ὲ τ]ὸ̣ν π̣[οιοῦντα] μ̣ε̣‐
5γάλα μὲν μέγαν εἶναι. οὐ γὰρ ἀ[ν]τιστρέ‐ φει. μεγάλα γοῦν ποιοῦν[τ]ες [οἱ μ]αθη‐ ταὶ παρὰ τοῦ μεγάλου θ(εο)ῦ αὐτὰ εἶχον.
7ἵνα καὶ ἀνθρωπί̣ν̣ῳ̣ [χρ]ήσωμαι παρα[δεί]‐ γματι, λέγω, ὅ̣τ̣ι̣ ὁ̣ γραμμ[ατικὸς γραμ]‐52
10ματικῶς γρά[φει·] οὐ πά[ντως δὲ πᾶς] ὁ γράφων ὀρθ̣[ῶς] ἀπὸ τῆ[ς γραμματικῆς] αὐτὸ ἔχει, ἀλλ[ὰ καὶ] ἀ̣π̣ὸ̣ [τύχης καὶ συνη]‐ θείας. ἐμφα[ίνε]ι̣ [οὖ]ν̣ [κατὰ τὸ μέγε]‐ θος, ὅτι μόν[ο]ς̣, ἃ̣ π̣ο̣[ι]ε̣ῖ̣, μ̣[εγάλα ποι‐
14εῖ, ὃς]
15μέγας ἐστίν· ἀ[ν]αλόγ̣[ως δὲ καὶ κατὰ] τὴν ἡμετέραν δύναμ[ιν ἐκ μεγέθους] τῶν κτισμάτ[ω]ν θεωρο[ῦμεν θ(εὸ)ν καὶ αὐ]‐ τοῦ τοῦ θ(εο)ῦ ἔννοιαν δεχ[όμεθα. ἔλεγεν] δὲ τοῦτο, ἵνα οἱ φίλοι οἱ μ[ίαν αἰτίαν]
20πόνων νομίζοντες ἐν[νοήσωσιν,] ὅτι ὁ ποιῶν μεγάλα καὶ φ̣[οβερὰ καὶ] βαθέα κρίματα ἔχει καὶ ἀ[νεξιχνία]‐ στα, ἅπερ καὶ ἔνδοξά ἐστιν, ὡς λ[έγειν] δόξης πεπληρωμένα. τούτῳ ὅ[μοι]‐
25ον καὶ Παῦλος γ[ρ]άφ[ει] λέγων· ”[ὦ] >βάθος πλούτου κα[ὶ] σοφ[ία]ς καὶ γ[νώ]‐ >σεως θ(εο)ῦ· ὡς ἀνεξ[εραύνη]τα τὰ [κρίμα]‐ >τα αὐτοῦ καὶ ἀνε[ξιχνίαστοι αἱ ὁδοὶ] >αὐτοῦ· τίς γὰρ ἔγν[ω νοῦν κ(υρίο)]υ̣;”
29κ̣[αὶ ἐν]
30ψαλμοῖς δέ ἐστιν [τὸ] πα[ρα]πλησίο[ν·] >“τὰ κρίματά σου ἄβυσσος πολλή.” τίς γὰρ ἐπιστήσας οὐρανῷ, ἡλίῳ, σ[ε]λή‐
νῃ, ἀστράσιν καὶ ταῖς τούτων κινή‐ σεσιν οὐ θαυμάσει τὸν δημιουργό(ν);54
35εἰ δὲ καὶ εἰς τὸ καθ’ ἕκαστ[ον] διέλθοις ἄχρι τῶν μικροτάτων α̣[ὐτ]ο̣ῦ, ὡς̣ τοῦ‐

242

>τ̣[ο διδάσκει τό·] “ἴθι πρὸς τὸν μύρμη‐ >[κα, ὦ ὀκνηρέ” κ]αὶ τὰ ἑξῆς, ὑπερθαυ‐ [μάσεις τὴ]ν̣ τ̣ο̣ῦ̣ [θ](εο)ῦ σοφίαν. >>ἐὰν ὑ[π]ερβῇ με, ο[ὐ] μὴ ἴδω, καὶ ἐὰν πα‐
5>>ρ[έλ]θῃ με, οὐδ’ ὧς ἔγνω‵ν′. τὸ ἀκατάλημ‐ πτον τῶν θ(εο)ῦ κριμάτων καὶ ἐνταῦ‐ θα σημαίνει· καὶ γὰρ ἀν(θρώπ)ῳ, μᾶλλον δὲ [γεννη]τῇ φύσει, ταῦτα καταλαβεῖ(ν) [ἀμήχα]νον ἰδ[ίᾳ] ἐπιβολῇ. τοῦτο δὲ
10[..... .] αὐτῷ [...].ω τοῦτο ὁ ἅγιος [..... .]ε̣λ̣θον[....]ι̣ς̣ τὴν νόησιν, [ὅπως ἐκ] τ̣[ο]ῦ μ[ὴ] δ̣ύ̣[ν]ασθαι τὰ θ(εο)ῦ
12κρί‐ [ματα κα]ταλαμβάνειν καὶ περὶ αὐ‐ [τοῦ ἐνθυ]μηθῶσιν καὶ τῶν συμβά(ν)‐
15[των αὐτ]ῶ̣ι ὡς οὐκ ἐκλημπτῶν [καὶ ὅπω]ς̣ ἀπόσχωνται τοῦ μίαν [αἰτίαν] περὶ τὰ συμβάντα λογίζ〈ε〉‐ [〈σθαι〉. {εἴ]τε οὖν} εἴτε οὖν, φησίν, ὑ‐ [περβαί]νοι με εἴτε παρέλθοι με
20[ὁ κ(ύριο)ς οὕτω]ς ὥστε καὶ πλησίον μου [αὐτὸν] εἶναι, οὐ δύναμαι γνῶναι [ὑ]πὸ τοῦ ἐμοῦ 〈ν〉ο̣ῦ τοῦ γινομένου [ἀ]ν(θρώπ)οις. λα[θ]εῖν γάρ τι‘σ‘ θέλων
23τινὰ καὶ [ὑπ]ερβα[ίν]ων αὐτὸν καὶ παρερχό‐56
25[με]νος [οὐχ ἱκ]ανῶς λήσεται. δυνα‐ [τὸν] δ̣[ὲ καὶ λέγειν, ὅ]τι εἴ τε συ τὰ
26ὑπὲρ [γ]ῆ̣ς̣ [ἐμοὶ πλ]ησίον γένοιτο, γνῶ‐ ναι δ[ύ]να[μα]ι καθ’ ἡμετέραν ἐπι‐ βολήν· πῶς γὰρ ἡ τοῦ οὐ(ρα)νοῦ καὶ τῶ(ν)
30ἐν αὐτῷ γίνεται οἰκονομία, ἐμοὶ ἄγνωστον· εἴ τε εἰς τὰ γήϊνα πάλι(ν) ἔλθω θ(εο)ῦ με παρερχομένου καὶ τρό‐ πον τ[ιν]ὰ ἐνγυμνάζοντός με ἐν αὐτοῖ[ς, ο]ὐδὲ οὕτως αὐτάρκης ἐγὼ

243

>>εἰς τὸ γνῶναι. [ἐὰν ἀπαλλάξ[ῃ,] τίς ἀπο‐ >>στρέψει; ἢ τίς ἐρεῖ αὐ[τῷ· τί ἐποί]ησας; >>αὐτὸς γὰρ ἀπέστραπτ[αι ὀργῇ.] τὸ ἀ‐ παλλάξαι ἐπὶ π[α]ντὸ[ς λ]α̣[βεῖν] πρά‐
5γματος δυνατόν, οὗ τελεσιουργεῖ θ(εό)ς· εἴ τε γὰρ διαλῦσαι τὸ ἀνθρώπινο(ν) ζῆν ἐθέλοι, τίς ἀποστρέψαι δύνα‐ ται αὐτοῦ τὸ θέλημα; εἴ τε ἀνιαρὰ [ἐ]πα‐ γαγεῖν ἢ παῦσαι ταῦτα, [κ]α[θό]λως οὐ‐
10δὲν τῶν παρ’ αὐτοῦ γιν[ομέ]νων δύναται κώλυμ̣α ὑποσ[χεῖν οὐ]‐ δενὸς σθένοντος εἰπ[εῖν αὐτῷ·] “τί ἐποίησας;” κατὰ τὸν ἀπ[οστολικὸ(ν)] >λόγον· “μὴ ἐρεῖ τὸ πλάσ[μα τῷ πλά]‐
15>σαντι· τί με ἐποίησα[ς οὕτως;” .....]
σθωσαν οἱ βλασφήμω[ς λέγοντες] αὐτῷ· “τί ἐποίησας;” οὐ γὰ[ρ ..... ..] σιν τὸ λόγιον, ἀλλ’ ἐπιδ[..... ..] ξιν αὐτοῦ ἀξίαν τοῦ α̣[.... “τί ἐ]‐58
20ποίησας;” οἱ γὰρ ἐξ ὀλιγ[ωρίας τὰ] πικρὰ λογιζόμενοι μ[ὴ ἐπιστά]με‐ νοι αὐτῶν τὸν σκοπὸν βλασ[φή]‐ μως λέγουσιν· “τί ἐποίησας;” κ[ατὰ] τὸν ἄφρονα ἐν καρδίᾳ ἑαυτ[οῦ λέ]‐
25γοντα· “οὐκ ἔστιν θ(εό)ς.” ἐπάγει δ[ὲ κ]αὶ τὴν αἰτίαν τοῦ μ[ὴ] δύ[ν]ασθ[αί τ]ινα εἰπεῖν αὐτῶι· “τί [ἐπο]ίη[σα]ς;” φά[σ‐
27κ]ω(ν)· >“αὐτὸς γὰρ ἀπέστ[ρα]πτ[αι] ὀργῇ·” κρί‐ ματι γὰρ ὀργῆς τὴν ἀποστροφὴ(ν)
30πεποίηται. εὐγνωμόνως γοῦν >τις τοῦτο ἐπι‘γι‘γνώσ‘κ‘ων εἶπεν· “ὀρ‐ >γὴν κ(υρίο)υ ὑποίσω, 〈ὅ〉τι ἥμαρτον αὐτῶι.” ὀργῇ οὖν ἀποστρέφεται τὸν ἄξιο(ν)·

244

ὁ δ[ὲ δ]ίκ[α]ιος ο[ὐ]κ ἄξια ὀργῆς ἔχει,
1οὐκ ἄ[ρα ἀπέστ]ραπται τὸν δίκαιον. κἄν [γε πάθῃ] ὁ δίκαιος, οὐχ ὑπ’ ὀργῇ ἐστι(ν), [ἀλλ’ ἀ]γ̣[ῶ]να ὑφίσταται. φέρε γάρ, εἰ
5τύπτοιτ〈ό τ〉ις ἀγωνιζόμενος, ἕτερος δὲ κεκλοφώς, μὴ ὁ αὐτὸς τρόπος ἐστὶν τῶν πληγῶν· οὕτω κἂν ἀνι‐ αρὰ δικαίωι καὶ φαύλῳ συμβαίνῃ,
οὐ κατ〈ὰ τ〉α[ὐ]τὸ συ〈νέ〉βη, ἀλλ’ ὁ μέν60
9〈ἐστιν ὑπ’〉 ὀργῇ,
10ὁ φα[ῦλο]ς, λέγω, ὁ δὲ οὐχί, ἀλλὰ μᾶλ‐ λ[ον ἀ]πέστρεψε ἀπὸ τοῦ δικαί‐ [ου τὴν ὀ]ργήν, νικητὴν αὐτὸν ἀπο‐ [δεῖξαι βο]υλόμενος, ὡς τοὺς μάρτυ‐ [ρας καὶ α]ὐτὸν τὸν Ἰώβ. τὴν γὰρ ὀρ‐
15[γὴν τὴν] ἐπὶ φαύλοις πεμπομένη(ν) [ἀπὸ αὐτ]οῦ ἀπέστρεψεν ὁ τὴν ἀ‐ [ρετὴν α]ὐτοῦ φανερῶν. >>ὑπ’ αὐτοῦ δ]ὲ ἐκάμφθησαν κήτη τὰ >>[ὑπ’ οὐραν]όν. καὶ τῷ τῆς ἱστορίας λό‐
20[γῳ τοῦτ’ ἔ]στιν ἀληθές· εἰ μὴ γὰρ αὐ‐ [τὸς αὐτὰ] ὑπέταξεν, ἀνύποιστα ἦ(ν) [ἀν(θρώπ)οις τ]αῦτα. δε καὶ ἐν τοῖς ἄλ‐
22λοις δὲ [θ]ηρίοις ἰοβόλοις διαβὰς τῷ λογισμῷ [τοῦ]το εὑρήσεις. ἀλλὰ καὶ τὰ πονη‐
25[ρὰ] πνεύματα τὰ κήτη ἀλληγορι‐ [κῶ]ς ὀν[ο]μ〈α〉[ζό]μενα αὐτὸς ἔκαμ‐ ψ[ε]ν· οὐδὲ γὰ[ρ οἵ]α τε ἦν ἀνθρωπί‐ νη φύ[σι]ς π[ρὸ]ς αὐτὰ μὴ καμφθέν‐ τα ὑπὸ [θ(εο)ῦ.] εἰ[κό]τως δὲ καὶ τὰ ὑπ’
29οὐρα‐
30νὸν εἶπεν, ἵνα τὰ πάντα δηλώ‐ σῃ καὶ τὰ ἐν ἀέρι καὶ ἐν γῇ καὶ ἐν καταχθονίοις. ἅπαντα γὰρ ὑπο‐ >τέτακται· “ἐπιστήμῃ γὰρ ἔστρωται
>τὸ κῆτος.” καὶ εἰ μὴ γὰρ θ(εὸ)ς συνεχώ‐62

245

ρησεν, οὐδὲ τῷ Ἰ[ὼ]β π̣[..]ϊ̣. [ὁ ἀρ]χέκα‐ κος διάβολος. οὐ γ[ὰ]ρ τ[ῇ ἑαυτῶ]ν ἰώ‐ δει προθέσει αἱ ἀντ[ικείμεναι] δυ‐ νάμ‵ε′ι‵ς′ χρώμεναι ἐπέρχο[νται.] ἐξου‐
5σίαν γὰρ οὐκ ἔχουσιν κακοῦν καὶ ἐπί‐ πονα προσάγειν, εἰ μὴ θ(εὸ)ς συνχω‐ ρήσοι. τὴν δὲ κακίαν ὑποβάλλειν ἰδίᾳ ὁρμῇ σπεύδουσιν. οὕτω γὰρ καὶ κατ’ ἰδίαν πρόθε[σιν “ε]ἰς τὴν
10καρδίαν Ἰούδα” τῶν π̣[αθῶ]ν̣ αὐτῷ παρεχόντων συνάγ̣[ει κακὰ ἐκεῖ] μένων. >>ἐὰν δέ μου ὑπακούσ〈η〉τ[αι, ἦ διακρι]‐ >>νεῖ τὰ ῥήματά μου; δ[ιδάξαι βού]‐
15λεται, ὅτι οὐκ, εἴ τι πρ[οσευχόμεθα,] τοῦτο πάντως ‘καὶ‘ συμφ[ώνως πρὸς τὰ ῥή]‐ ματα ἡμῶν εἰς διάκ[ρισιν γίνεται] >τοῦ θ(εο)ῦ. “τὸ γὰρ τί προσευ[ξώμεθα καθὸ] >δεῖ, οὐκ οἴδαμεν.” ὃ οὖν [λέγει, τοι]‐
20οῦτόν ἐστιν, ὅτι, εἰ καὶ ὑ[πακούσε]τ̣α̣ι̣, οὐ διακρινεῖ τὰ ἀνθρώ[πινα ῥ]ή̣‐ ματα οὕτως ἐνκρῖναι, [ἀλ]λ̣ὰ̣ [τὸ ἑ]αυ‐ τοῦ κρίμα σοφοιῶς ἐπά[ξ]ει κ[αθ’] ἡ̣‐ μῶν καὶ φιλάνθρ[ω]πος ὑπ[άρ]‐
25χων καὶ οὐδὲν ἀκρίτ[ω]ς π[οιῶ]ν. >>ἐάν τε γὰρ ὦ δίκαι[ος,] οὐ[κ ε]ἰσα[κού]σε‐ >>ταί μου· τοῦ κρί[μα]το[ς α]ὐτοῦ δεη‐
>>θήσομαι. βεβα[ιοῖ] τὰ [πρ]οειρημέ‐ να παιδεύων, ὅτι κἂν τέλειός τις64
30ᾖ{ν} ἐν ἀνθρώποις, ἀλλ’ ὁ ὀφθαλ‐ μὸ〈σ〉 τοῦ θ(εο)ῦ “τὰ τῆς καρδίας ἐραυνῶ(ν)” καταλαμβάνει καὶ τὰ ἄδηλα. τοι‐ >οῦτον ὁ ἀπόστολός φησιν· “οὐδὲν

246

>ἐ[μαυ]τῷ σύν[ο]ιδα, ἀλλ’ οὐκ ἐν τού‐ >τ[ῳ δεδικ]αίωμαι· ὁ δὲ ἀ〈να〉κρίνων >μ[ε κ(ύριό)ς ἐστι]ν·” διόπερ τοῦ κρίματος >α[ὐτο]ῦ δέεται ὁ ἅγιος κατὰ 〈τό〉· “πύρω‐
5>σον τοὺς νεφροὺς καὶ τὴν καρδί‐ >αν μου”, ὅπερ οὐδεὶς ἁμαρτάνω(ν) λέγει. ἔτι πρὸς τούτοις παιδεύει αὐτοὺς πάλιν τὸ μὴ κατὰ μίαν αἰτ[ίαν] ἐκλαμβάνειν τὰ ἐπίπο‐
10ν[α, ὑποβ]άλλων {οτι} ἔννοιαν, ὅ‐ [τι, ἐάν τι]ς δίκαιος ᾖ καὶ καθ’ ὑπό‐ [θεσιν] εὔχηται τὰ ἡδέα, οὐ πάν‐ [τως εἰς]ακούσεται· χρῄζει γὰρ καὶ [οὗτος το]ῦ̣ θ(εο)ῦ κρίματος. εἰσί τινες,
15[οἳ ἄνευ ὑ]ποστιγμῆς τὸν στίχον [ἀνέγν]ω̣σαν, ἵν’ ᾖ· δικαίου μου [οὐκ εἰσ]ακούσεται {μου}. ἐπίστη‐ [σον δ’, ὅτ]ι ἔχει λόγον ἡ ἀπόδοσις, [ὅτι ἐπ]ε̣ὶ ὁ προειπὼν φίλος ἔλε‐
20>[γεν· “σὺ] δὲ ὄρθριζε πρὸς κ(ύριο)ν δεόμε‐ >[νο]ς· ε[ἰ ἀ]γαθὸς εἶ καὶ ἀληθινός, >[δε]ήσεως ἐπακούσεται”, διδάσκων
[αὐ]τόν, ὅ[τι ο]ὐ πάντως τὰ ἡμῖν αἱ‐ ρ[ετ]ὰ ὁ θ(εὸ)[ς] δίδ[ω]σιν, ἀλλὰ τὰ66
24συμφέ‐
25ρ[ον]τα, ὑ[π]οθ[ε]τικῶς φησιν, ὅτι “ἐ‐ ὰ[ν] γὰρ [ὦ] δί[και]ος, οὐκ εἰσακούσε‐ ταί μου·” [ο]ὕτω γὰρ νικᾷ τὸ κρίμα. ὑποθετικῶς δὲ εἶπον διὰ τὸ καὶ τὸ〈ν〉 ἅγιον εἰδότα τὸ κρίμα πειθάρχει(ν)
30αὐτῷ καὶ μὴ ἀκαίρως ἀπαιτεῖν αὐ‐ τοῦ λύσιν. >>ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύ‐

247

>>ω, ὅτι εἰσακήκοέν μου, μὴ γνόφῳ >>με ἐκτρίψῃ. ἐπεὶ εὐχερὲς καὶ εὔκολ[ον ὑπὸ το]ῦ̣ Βαλδὰδ πρὸς τὸν μακάριον [Ἰὼβ εἴρητ]α̣ι̣,
5ὡς καὶ προείπομεν, τὸ “σὺ [δὲ ὄ]ρθρι‐ ζε” καὶ τὰ ἑξῆς, πρὸς αὐτὴν αὐτοῦ τὴν οὐ μετὰ διακρίσεως εἰρημέ‐ νην λέξιν ἀπαντᾷ παιδεύων, ὡ〈σ〉 οὐ πάντως ὁ εὐχόμενος τεύ‐
10ξεται οὐδὲ “ἀνίπτοι[ς χερ]σὶν” πά(ν)‐ τα αἰτεῖν τὸν θ(εὸ)ν π[ροσή]κει· ὁ γὰρ ὀρθῶς εὐχὴν ἀναπ[έμπων τῷ] θ(ε)ῷ ἐκεῖνα ἀξιοῖ λαβεῖ[ν, ἃ αὐ]‐ τῶι λυσιτελεῖ καὶ ἁρμ[όζει τῷ χα]‐
15ριζομένῳ. καὶ γὰρ ἐπεὶ [διττὸν τὸ] εἶδος τῶν ἀγαθῶν—τ̣[ὰ μὲν κυ]‐ ρ‘ί‘ως ἀγαθά εἰσιν, αἱ ἀ[ρεταί, τὰ δὲ]
ἡδέα καὶ νενομισμ[ένα ἀγαθά—,] οὐ δεῖ αἰτεῖν ἀκαίρω[ς θ(εὸ)ν τὰ νο]‐68
20μιζόμενα, ἀλλὰ τὰ κυ[ρίως ἀγα]‐ θά· θ(εο)ῦ ἐπικρίσει ἢ ἀπα̣λ̣[λαττόμε]‐ θα ἀνιαρῶν ἢ ἐν αὐτοῖς ἐ̣ν̣[εχόμε]‐ θα. συνετῶς δὲ καὶ τὰ κυρίω[ς ἀγα]‐ θά, οἷον χαρίσματα, αἰτεῖ ὁ [σπου]‐
25>δαῖος εἰδώς, ὅτι “ἑκάστῳ δ[ίδο]ται >ἡ φανέρωσις 〈τοῦ πνεύματοσ〉 π[ρ]ὸς τ[ὸ]
26συ[μφ]έρον >{τοῦ πν(εύματο)ς}.” πολλ[άκι]ς γ[οῦν
27τ]ι̣ν̣ε̣ς̣ λέγουσιν· πῶς .[...].[...]λ̣ιτ̣ε̣υτο.[.] “χάρισμα ἰάσεω[ς]” ἢ ἕ[τ]ερόν τι, “λό‐
30γον” φημὶ “γνώσεως” καὶ τὰ λοιπά; ἀλλὰ ταῦτα λέγουσιν ἀγνοοῦντες, ὅτι συμφερόντως παρὰ θ(εο)ῦ ταῦτα γίνεται. οὐ γὰρ πά[ν]τες τοῖς ὑπάρ‐

248

χου[σ]ιν καλῶς χρῶνται. πρὸς τὴν τού[τω]ν̣ [οὖν, τῶ]ν φίλων λέγω, ὑπό‐ λη[μψιν ἀπ]οκρίνεται παιδεύω(ν) π[άλιν ὑπ]οθετικῶς, πῶς δεῖ προσ‐
5εύχε[σ]θαι. εἰ γάρ, φησίν, καλέσαντός μου διὰ προσευχῆς, ὧν νομίζεται ἡδέων, ὑπακούσῃ, δέος, μὴ διὰ τὸ 〈μή με〉 γιγνώσκειν τῶν δοθέντων τὴν αἰτίαν ἀσαφίᾳ καλυπτομένην—
10τοῦτο [γὰρ ὁ] γνόφος δηλοῖ—ἐκτρί‐
β̣ω̣ν̣ [με ᾖ, ὅ] ἐστιν ἀποπέμπων τοῦ [..... ..]τος· ὥστε δεόντως δεῖ [τὴν πρὸ]ς θ(εὸ)ν ποιεῖσθαι παράκλη‐ [σιν. ἐὰ]ν γὰρ δῷ θ(εὸ)ς τὴν αἴτησιν, οὐ70
15[πάντω]ς̣ κατὰ τὸν τρόπον τῆς αἰ‐ [τήσεως δί]δωσιν, ἀλλὰ κατὰ λόγο(ν), [ὅντινα ο]ἶδε‘ν̣‘ συμφέροντα. [ὅτι δὲ ὁ γ]νόφος τὴν ἀσαφίαν δη‐ [λοῖ, ἔστι] καὶ ἀπὸ ἄλλων γραφῶ(ν)
20>[σαφῶς π]αραστῆσαι· “εἰσῆλθεν”, φη‐ >[σίν, “Μωσ]ῆς εἰς τὸν γνόφον, οὗ ἦν >[ὁ θ(εό)ς.”] κ̣[α]ὶ̣ [ὁ] περὶ θεοῦ λόγος
22οὐκ ἔστιν [εὐ]φ̣ώρατος οὐδὲ σαφὴς οὐδὲ γνω‐ [στ]ός, εἰς τ[ο]ῦτον δ’ εἰσῆλθε Μωσῆς
25ὡ[ς] δυνατός. ἀλλὰ καὶ ἐν ἑπτακαι‐ δ[εκάτ]ῳ [ψ]αλ[μ]ῷ περὶ τοῦ σ(ωτῆ)ρ(ο)ς
26λέγε‐ >τα[ι·] “κ[αὶ ἔκ]λι[νε]ν οὐ(ρα)νὸ〈ν〉 καὶ
27κατέ‐ >βη καὶ [γν]όφ[ος] περὶ τοὺς πόδας >αὐτοῦ.” ἡ [γὰ]ρ π̣[ορε]ία τῆς καθόδου {α}
30σαφής ἐ[σ]τιν μόνον τούτοις μέ(ν), ὅτι ἐπεδήμησεν, οὐ σαφὴς δὲ ἡ γνῶσις, διὰ τί ἐν τῷδε τῷ καιρῷ. ὅ φησιν ὁ μακάριος Ἰὼβ ἐν ὑποθέ‐ σει, τοῦτό ἐσ[τ]ιν, ὅτι εἰ καὶ τολμηρῶς

249

καλέσω καὶ ὑπακού[σει, δέος,] μὴ τῇ
ἀσαφίᾳ τῶν πραγμ[άτων συ]ντρι‐ βὴν ὑπομείνω.>>πολλὰ δέ μου τὰ συντρίμ[μ]ατα72
5>>πεποίηκεν διὰ κενῆς· οὐκ ἐᾷ γάρ >>με ἀναπνεῦσαι, ἐνέπλησεν δέ >>με πικρίας. πάλιν ταῦτα λέγει πρὸς τὴν αὐτῶν διάλημψιν ἅ‐ παντα. εἰ γὰρ δι’ ἁμα[ρ]τήματα λέ‐
10γετέ με ἐπιτιμίαν [ἐσχ]ηκέναι, παραμένει δὲ ἡ ἐπ[ιτι]μία οὐκ ἐ‐ πιτρέπουσά μοι {ουκ} [ἀνα]π̣ν̣ε̣ῦσαι, πῶς δύναμαι διαδ[ρᾶναι] τὴν αἰτίαν τοῦ κακῶς βεβ[ιωκέν]αι. μα‐
15ταίως γὰρ καθ’ ὑμᾶς γέγ[ο]νεν τὰ τῆ[ς] ἐπαγωγῆς, εἴ γε οὐδὲν ἐμαυτῷ συνειδὼς ὡς ἁμαρτὼν κολάζο‐ μαι, κα〈ὶ〉 τὰ τῆς διορθώσεως δι̣[ὰ] τὸ μηδένα καιρὸν ἔχε[ι]ν ἐν̣δ̣[ό]σ̣ε‐
20ως ἀνήνυτα. >>ὅτι μὲν γὰρ ἰσχύει κράτ[ει, τίς οὖ]ν τῷ >>κρίματι αὐτοῦ ἀντιστ[ήσεται;] εἰ ὄνομά ἐστιν τὸ “κράτει”, ῥ[ῆμά] ἐστι(ν) τὸ “ἰσχύει”· ὅτι ἰσχύει ἐν τῷ [κρά]τει.
25εἰ δὲ ἰσχὺς ὄνομ[α,] οὕτω[ς ἂν] εἴη· τῇ ἰσχύι κρατεῖ· [ῥ]ῆμ[α το]ῦτο γάρ. ὅπως δ’ ἂν ἔχοι, τὸ αὐτὸ δη‐ λοῦται· ἰσχύω[ν γ]ὰρ [κ]ρατ‘ε‘ῖ θ(εὸ)ς καὶ κρατῶν ἰσχύε[ι, β]ασιλεύων ἰσχύ‐
30ει καὶ ἰσχύων βασιλεύει. διά τοι τοῦτο οὐ λεκτέον, ὅτι δι’ ἁμαρ‐ τήματα ἡμέτερα ἰσχύει ὥστε ἐξουσιάζων· μηδὲ τοῦτο ὑμεῖς τίθεσθε καὶ μὴ ἁ[μ]αρτόντες74

250

μ.[.].ρ̣.[.]ο̣υ̣δ̣.ν̣· ἐξουσίαν ἔχει του[..... .] ὡ̣ς̣ ἐπιστάμενος τὸ σ̣[υμφέρο]ν̣· βασιλέα γὰρ αὐτὸν οἶ‐ δ[α. οὐ]κ ἔστιν δὲ βασιλέως τὸ παρα‐
5νόμως ἄρχειν, ἀλλ’ οὐδὲ ἄλλα προ‐ τιθέμενος δι’ ἀσθένειαν ἕτερα >ποιεῖ· κ(ύριο)ς γὰρ “δίκαιος, ἰσχυρὸς
7καὶ μα‐ >κρόθυμος”, διόπερ οὐδε〈ὶσ〉 “τῷ κρίματι >αὐτοῦ [ἀν]τιστήσεται” μηδενὸς δυ‐
10ναμ[ένο]υ εἰπεῖν· “τί ἐποίησας;” κα‐ θὰ π[ροεθ]έμεθα τὸ ἀποστολικὸν >ἐν [τοῖς] προλαβοῦσιν· “μὴ ἐρεῖ τὸ >π[λάσμ]α τῶι πλάσαντι· τί με ἐποί‐ >ησας ο[ὕ]τως;”
15>>ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσε‐ >>βήσει. δίκαιος ὢν οὐκ ὤφειλον λέγειν αὐτὸ τοῦτο, ὅτι δίκαιός εἰμι· [οὐ] γὰρ π[ε]ρὶ αὑτο〈ῦ〉 ὁ δίκαιος ᾗ περὶ >ἄ̣[λλου λ]έ[γ]ει. τούτῳ ὅμοιον τὸ “γέγο‐
20>[να ἄφρ]ων, ὑμεῖς με ἠναγκάσα‐ >τε.” [τῶν γ]ὰρ φίλων τιθεμένων, ὅτ[ι δι’] ἁμαρτίας πάσχει, τρόπον
τι[νὰ] ἠναγκάζετο λέγειν, ὅτι 〈οὐ〉 δι’ ἁ‐ μ[αρ]τίας, ἀλλὰ δίκαιός εἰμι. ἔστιν76
25γ[ὰρ εὑ]ρεῖ[ν] τὸ εἶδος τοῦτο ἐν τῇ γρα‐ φῇ, καθὰ [κ]αὶ Κορινθίοις γράφει >Παῦλος· ”[ε]ἰ ν[ε]κροὶ οὐκ ἐγείρονται, >οὐδὲ Χριστὸ[ς ἐ]γήγερται.” οὐ γὰρ ἐξ ἰδίου προσώπου τοῦτο λέγει, ἀλλὰ
30πρὸς τὴν ἐκείνων ὑπόνοιαν. >>ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβή‐ >>σομαι. τῆς αὐτῆς διανοίας ἐστὶν καὶ τοῦτο δ[η]λοῦντος αὐτοῦ, ὅτι εἰ

251

οὐδὲν ἐμαυτῷ συνει[δ]ὼς περιστά‐ σεσιν ὑποβέβλημ[αι,] τ[ο]ῦτό φατε δι’ ἁμαρτίας γίνεσθ[αι·] “ἄμεμπτος” ὢν “σκολιὸς ἀπ[ο]βήσομαι” [‘κ‘]αθ’ [ὑ]μᾶς·
5ἄμεμπτος δὲ καὶ δίκαιος τῇ ἐπι‐ νοίᾳ διαφέρει. ἔστιν δὲ τὸ ἄμεμ‐ πτον διττόν, τὸ μὲν τῷ μηδὲν ἐνεργεῖν, τὸ δὲ τῷ δικαιοπραγεῖ(ν)· ὅπερ ἐπαινετόν ἐστιν, ὡ̣[ς] καὶ τῷ Ἀβρα‐
10>ὰμ εἰρῆσθαι· “εὐαρέ[στει ἐ]ναντί‐ >ον μου καὶ γίνου ἄμ[εμπτος,”] τὸ δὲ τῶν Ἑβραίων ἄμ[εμπ]τον οὐκ ἐξ ἀρετῆς ἐστιν. τοῦτο δ[ὲ] αὐτῷ καὶ ἐξ ἀρχῆς τὸ συ〈ν〉γραφικὸν ἐμαρ‐
15>>τύρησεν πν(εῦμ)α. εἴ τε γὰρ ἠσέβη‐ >>σα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ἀφαι‐ >>ρε‘ῖ‘ταί μου ἡ ζωή. ἤτοι τῇ ψυχῇ
ἀσεβήσας οὐκ οἶδα ἢ ἀσεβήσαν‐ τα ἐμαυτὸν οὐκ ἐπίσταμαι, οὐ‐78
20δὲ σύνοιδεν ἡ ψυχή μου τοῦτο· καὶ ὁ Παῦλος δὲ ὅμοιον τούτῳ >φησίν· “οὐδὲν ἐμαυτῷ σύνοιδα.” πλὴν εἰ καὶ οὐκ οἶδα, φησίν, ἀσε‐ βήσας, ἀλλ’ ἀφαιρεῖταί μου ἡ ζω‐
25ή· ὅ ἐστιν· ἐν κακοπαθείαις ἄχρι θανάτου τυγχάνει. τοῦτο δὲ εἶ‐ πεν ἐφιστάνων αὐτούς, ὅτι ἔ‐ στιν καὶ μὴ ἁμαρτήσαντα πε‐ ριπεσεῖν ἐπιπόνοις. μεγάλη δὲ
30μαρτυρία ἐστὶν τὸ μηδὲν ἑαυ‐ >>τῶι συνειδέναι. διὸ εἶπον· μέ‐ >>γαν καὶ δυνάστην ἀπολλύει ὀρ‐ >>γή, ὅτι φαῦλοι ἐν θα[ν]άτῳ ἐξαισίῳ.

252

παιδεῦσαι βούλεται, ὅτι τὰ ἐπίπονα, ἅπερ ὀργ[ὴν λέγει,] ἢ καὶ τὸν θάνα‐ τον κο[ι]ν̣[ὰ ε]ἶ̣ναι καὶ βασιλεῦσιν καὶ ἰδιώταις. ἔοικεν δὲ καὶ διεγείρει(ν)
5αὐτο‘ὺσ‘ πρὸς τὸ μὴ νομίζειν, ὅτι δι’ ἃ περ〈ί〉κεινται ἀξιώματα τῶν ὁμοίων ἀπηλλάγησαν· ταῦτα γὰρ κοινὰ καὶ σπουδαίῳ καὶ φαύ‐ λῳ καὶ ἐλευθέρῳ καὶ δούλωι καὶ
10ἰδιώ[τῃ κ]αὶ ἄρχοντι καὶ ἁπαξα‐ πλ[ῶς ἅπ]ασιν. τὰ δὲ διὰ φαυλότη‐ τα ἐ̣π̣[ιπε]μπό〈με〉να ἴδια τῶν ἁμαρ‐
τ‘αν‘όν‘τ‘ων καθέστηκεν κεχ〈ω〉ρισμέ‐ >να πάντῃ τῶν δικαίων· “τίμιος”80
15>γὰρ “ἐναντίον κ(υρίο)υ ὁ θάνατος τῶ(ν) >ὁσίων αὐτοῦ.” περὶ δὲ τῶν φαύλω(ν) >εἴρηται· “θάνατος ἁμαρτωλῶν >πονηρός.” καὶ τὸ μὲν τῆς διαλύσε‐ ως τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ταὐ‐
20τόν· διαδέχεται δὲ τὸν φαῦλον κόλασις, ὡς διὰ τοῦτο εἶναι αὐτοῦ τὸν θάνατον ἐξαίσιον, τὸν δὲ σπου‐ δαῖον ἐπαγγελία καὶ ἀμοιβαὶ θεῖ‐ >αι διαδέχονται· “ἀναλαμβάνων”
25>γὰρ “πραεῖς ὁ κ(ύριο)ς.” καὶ ἑκάστῳ τῶν δι‐ καίων ὁ[μο]ία φωνή, καθ’ ἣν λέγου‐ >σιν· “ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ >θανάτου.” ποίου δὴ θανάτου ἢ τοῦ κατασπῶντος τὴν ψυχὴν ἀπὸ τῆς
30μακαρίας ζωῆς; οὗτος γὰρ ἐκ τῶν πυλῶν τοῦ θανάτου ὑψωθεὶς εἰς τὰς πύλας ἔρχεται τῆς μακαρί‐ >ας ζωῆς ἑξῆς ἐπιφέρων· “ὅπως >ἂν ἐξαγγε[ίλω] πάσας τὰς αἰνέσεις

253

>σου ἐ[ν] ταῖς πύλα[ι]ς τ[ῆς] θυγατρὸς Σί‐ >ων.” αὕται δέ εἰσ[ι]ν ἐ[νά]{ι}ρετοι πρά‐ ξεις καὶ εἴσοδοι εἰς τὰ [ἀ]γαθὰ ἔργα. >>ἀλλὰ δίκαιοι καταγελῶνται, πα‐
5>>ραδέδονται δὲ εἰς χεῖρας ἀσεβοῦς. οἱ μὲν φαῦλοι, φησίν, τῷ ὄντι ἐν
τῷ θανάτῳ, ὡς εἴρηται, τῷ ἐξαισί‐ ῳ τυγχάνουσιν, οἱ δὲ δίκαιοι κατα‐ γελῶνται τῶν φαύλ[ω]ν τοῦτο ποι‐82
10ούντων, ὅταν αὐτοὺ[ς θε]άσωνται ὄντας ἐν περιστάσε[σιν.] οὐκ ἔστιν τοῦτο ψόγος τῶν δικαίων, ἀλλὰ τῶν διαχλευαζόντων ἀγνοούν‐ των, ὅτι παραδέδονται εἰς χεῖρας
15ἀσεβοῦς· ὅπερ φησὶ φανεροποιῶ(ν) πως λοιπὸν τὴν αἰτίαν τῆς κακο‐ πραγίας ἑαυτοῦ. οὐ γὰρ ἦν πρέπο(ν) αὐτόθεν εἰπεῖν, ὅτι ἀγῶνος ἕνε‐ κα εἰς χεῖρας ἀσεβοῦς παραδέδο‐
20μαι καὶ πειρασμὸς τοιοῦτόν ἐστι(ν)· ἐνίοτε γὰρ ὡς περιαυτ〈ιζ〉όμενος ἐδίδου χώραν τῷ ἀντικειμένῳ λαβῆς. >>πρόσωπα κριτῶν αὐτοῦ συνκαλύ‐
25>>ψει. τὴν χαλεπότητα τοῦ ἀσε‐ βοῦς ἐμφαίνει καλύπτοντος αὐ‐ τοῦ τὰ πρόσωπα πρὸς τὸ δολίως ἀπάτην προσάγειν. εἴρηται οὖν· >“τίς ἀποκαλύψει ἔνδυμα προσώ‐
30>που αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος >αὐτοῦ, τίς ἂν εἰσέλθοι;” ἐσθότε γὰρ διὰ τῶν αὐτῶν ἐξαλλάττων ‘τὰ‘ πρό‐ σωπα ἀπάτῃ πολ[λ]άκις πρόσει‐ σί τινι ἀλείφων αὐ[τὸ]ν εἰς φιλαργυ‐

254

ρίαν διὰ [τοῦ] τὰς χρείας προ[β]άλλεσθαι. ἀπὸ τῆς [αὐ]τ̣[ῆς] κακίας καὶ ὑποκρι‐ ταὶ συνίσ[τ]ανται “ἔσωθεν” ὄντες “λύκοι ἅρπαγες”, ἔξωθεν δὲ πρόβα‐84
5τα φαινόμενοι, φοβεροὶ μὲν κα‘ὶ‘ ὅ εἰσιν φαινόμενοι τοῖς δειλοῖς, πρὸ〈σ〉 ἑτέρους δὲ ἄλλως σχηματι‐ ζόμενοι. καλύπτουσιν δὲ ἑαυτοὺς πολλ[ά]κ[ι]ς καὶ οἱ σπουδαῖοι οὐ διὰ
10κακο[υργί]αν, ἀλλ’ ἵνα ἁρμόσωνται >πρὸς τ[οὺς] ἀσθενεῖς, καθὸ λέγει· “γά‐ >λα ὑμᾶς ἐπότισα, οὐ βρῶμα.” καὶ “σο‐ φίαν” μὲν “ἐν τοῖς τελείοις ἐλάλει”, “γενόμενος Ἰουδαίοις Ἰουδαῖος
15καὶ ἀνόμοις ἄνομος”, οὐκ ἂν Τιμο‐ θέῳ ἢ τῷ εὐαγγελιστῇ Λουκᾷ τοι‐ οῦτος φαινόμενος. κριτὰς δὲ δι‐ αβόλου τοὺς ὑπ’ αὐτὸν δαίμονας >>ἐκδεκτέον. εἰ δὲ μὴ αὐτός, τίς
20>>ἐστιν; εἰ μὴ ὁ ἀσεβής ἐστιν ὁ ταῦτα ποιῶν, ὁ καταγελῶν τῶν σπουδαίων, ὁ συ(ν)‐ καλύπτων τὰ πρόσωπα τῶν κρι‐ τῶν αὐτοῦ κατὰ τὴν προτέραν ἐκ‐
25δοχήν, τίς ἐστιν ἕτερος; δύναται καὶ οὕτως· εἰ μὴ “μετεσχηματίζε‐ το” τολμηρῶς καὶ “εἰς ἄγγελον φω‐ τὸς” καὶ ὅλως ποικίλος ἦν τῇ κακί‐
ᾳ, τίς ἂν ἦν αὐτὸς φανερῶς φαι‐86
30νόμενος; —ἀντὶ τοῦ· εὐτελὴς καὶ τὸ μηδέν. τὸ δὲ πολύπλοκον αὐ‐ τοῦ λυμαίνεται τοὺς ὑποπίπτον‐ τας αὐτῷ. >>ὁ δὲ βίος μού [ἐσ]τιν ἐλαφρότερος δρο‐

255

>>μέω[ς.] ὁ δρομ[εὺς ταχ]υτῆτι δόξει μὴ ἐπιψαύειν τῆς γ[ῆς,] ἀλλ’ ὡς πτη‐ νὸν εἶναι. ὁ βίος μου οὖν δρομέως ἐστὶν ἐλαφρότερος· τὰ γὰρ ἄνω σκοπῶ
5>“οὕτω τρέχων ὡς οὐκ ἀδήλως”, οὐ προσ‐ πταίων τῇ γῇ. πόθῳ δὲ τοῦ σκοποῦ ο〈ἱ〉 δίκαιοι, κἂ〈ν〉 προσπταίσωσιν—οἷον κἂν ἐν θλίψεσιν γένωνται—, ἀδιά‐ κοπον ἔχουσι τὸν δ[ρόμο]ν. οὕτω
10>καὶ Δα(υὶ)δ ἔτρεχεν λέ[γων·] “ἄνευ ἀνο‐ >μίας ἔδραμον καὶ κα[τ]ηύθυνα,” >καὶ “ὁδὸ[ν] ἐντολῶν σου ἔδραμον, >ὅταν ἐπ[λ]άτυνας τὴν καρδίαν μου.” >>ἀπέδρασ[α]ν καὶ οὐκ εἴδοσαν· ἦ καὶ
15>>ἔστιν να[υσ]ὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ >>πεταμένου ζ〈ητοῦ〉ντος βοράν; ὑπο‐ βάλλει νοεῖν, ὅτι τὸν τοῦ δικαίου βίον ἐλαφρότερον ὑπάρχοντα δρομέως οἱ κριταί, ὧν τὰ πρόσω‐
20πα συνκαλύπτει ὁ ἐξάρχων αὐ‐ τῶν, ἀποδιδράσκοντες τῷ φόβῳ τοῦ δικα[ί]ου οὐχ ὁρῶσιν αὐτοῦ τὴ(ν)
τοῦ δρόμου κατόρθωσιν· οὐ γὰρ ἄ‐ ξιοί εἰσιν. εἰ δὲ καὶ περὶ τῶν δικαί‐88
25ων τοῦτό φησιν, ὅτι τοὺς κριτὰς >ἀποδρά[σ]αντες κατὰ τὸ “ἀλλὰ ἀπο‐ >πήδησον, μὴ ἐνχρονίσῃς 〈ἐν〉 τῷ >τόπῳ” οὐκ εἶδον τῇ ὀξύτητι τῆς ἀρετῆς, ἐπίστησον, καὶ εἰ καίριόν
30>ἐστιν συμβαλεῖν τούτῳ τὸ “ἐκκλί‐ >νοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ >οὐκ ἐγίγ[ν]ωσκον.” [κα]τανόησον δέ, εἰ καὶ τρίτη δ[ιάνο]ια ὡς ἐν δυσ‐

256

χωρίᾳ λεχ[θῆναι] δύνα[τα]ι ἀπὸ ἄλ‐ λου ῥητοῦ [συ]ν[ι]σταμέν[ου] ἐν Ἀμὼς τῷ προφήτῃ τῷ δευτέ[ρ]ῳ τῶν δώ‐ δεκα. πρὸς τοὺς σπαταλῶντας καὶ
5φιληδόνους καὶ αὐτὸ τοῦτο χαίρο(ν)‐ >τας τοῖς ἡδέσιν τοῦ βίου λέγει· “οἱ κα‐ >θεύδοντες ἐπὶ κλινῶν ἐλεφαντί‐ >νων, οἱ σπαταλῶντες ἐπὶ τῶν στρω‐ >μνῶν [αὐ]τῶν, οἱ ἐπικροτοῦντες
10>πρὸς [τὰς φ]ωνὰς τῶν ὀργάνων καὶ >τὰ πρῶ[τα] μύρα χριόμενοι, 〈οἱ〉 πίνο(ν)‐ >τες τὸ〈ν〉 διυλισμένον οἶ[ν]ον ὡς ἑστῶ‐ >τα ἐλογίσαντο, οὐχ ὡ[ς] φεύγοντα.” ἐνόμισαν γὰρ τὰ τοῦ [βί]ου ἡδέα πα‐
15ράμονα εἶναι καὶ ἐφ[εστ]ηκότα καὶ ἀδιάλειπτα εἶναι. λέγει οὖν, ὅτι οἱ θαυμάζοντες τὴν εὐπάθειαν, οἷ‐
ον τὸ ὑγιαίνειν, τὸ πλουτεῖν, τ‘ὸ‘ ἄρ‐ χειν, οὐ λογίζονται, ὅτι ἀποδιδ‘ρ‘ά‐90
20σκουσιν οὕτως ταῦτα, ὥστε μὴ γνῶ‐ ναι αὐτούς, καθὰ οὐδὲ “νεὼς πον‐ τοπορούσης” ἔστιν διαγνῶναι ὁ‐ δὸν ἢ ἀετοῦ πετομένου ὀξέως διὰ τὸ ζητεῖν βοράν. καὶ τῷ ὄντι
25ταχεῖαν ἔχει τὴν πάροδον τὰ ἡ‐ δέα καὶ ἀνθρώπινα, ὡς ἀπὸ τοῦ περὶ τοῦ πλούτου εἰρημέν〈ου〉 ἔστι(ν) μαθεῖν λέγοντος τοῦ ψαλμῳδοῦ· >“μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄν(θρωπ)ος
30>καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴ‐ >κου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκει(ν) >αὐτὸν λήμ[ψ]εται τὰ π[ά]ντα οὐδὲ >συνκαταβή[σετ]αι αὐτῷ ἡ δόξα τοῦ οἴκου

257

>>αὐτοῦ.” ἐάν [τ]ε γὰρ εἴπω, ἐπιλή[σο]‐ >>μαι λαλῶν, σ[υ]νκύψας τῷ προσώ‐ >>πῳ στενάξω. μεγαλοψυχίας γνώ‐ ρισμα ἐν τούτοις ὑποφαίνεται. φη‐
5σὶν γάρ, ὅτι καὶ ἐ〈ά〉ν τινα τῶν ἀηδ̣ῶ̣(ν) ἔννοιαν δεξάμενος εἴπω τι περὶ αὐτῶν, εὐθὺς ἐπιλανθάνομαι οὐ δουλούμενος αὐτῇσ̣, ἀλλὰ τῇ θεωρίᾳ τῆς ἀρετῆς σχολάζων. τού‐
10τῳ ὅμοιον τὸ ὑπὸ τοῦ Δα(υὶ)δ λεγόμε‐ >νον, ὅτι “ἐπελαθόμην τοῦ φαγεῖ(ν) >τὸν ἄρτον μου”. ἡ γὰρ τῶν θείων
καὶ οὐρανίων μνήμη λήθην ἐμποιεῖ τῶ[ν κ]ατασπώντων92
15ἀπ’ αὐτῶν. ε[ἰ δ]ὲ καὶ στενάζω, φη‐ σίν, ποιῶ{ν} τ[οῦ]το συνκύπτων τῷ προσώπῳ, δ[ι’ ο]ὗ τρόπον τινὰ τὴν πρὸς θ(εὸ)ν ἐπιδείκνυται προσκύνη‐ σιν· καὶ ἂν {‵α′} λέγειν αὐτὸν ποιῇ
20τὰ ἀνιαρὰ πρὸς τὴν ἑαυτοῦ καρ‐ δία〈ν〉, λέγων εὐπαρησιάστως κατὰ >τὸν μακάριον Παῦλον· “ἐν παν‐ >τὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρού‐ >μενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπο‐
25>ρούμενοι, 〈διωκόμενοι ἀλλ’ οὐκ ἐγ〉‐ 〈καταλειπόμενοι, καταβαλλόμενοι〉 〈ἀλλ’ οὐκ ἀπολλύμενοι〉.” >>σείομαι πᾶσιν τοῖς μέλεσίν μου. δῆλόν ἐστι τοῦτο κατὰ τὸ αἰσθη‐
30τὸν νοοῦσιν. οὐδὲ γὰρ μέλος τι αὐτοῦ ὑγιαῖνον ἐτύγχανεν· “ἀπὸ ποδῶν” γὰρ “ἕως κεφαλῆς” λελώ‐ βητο. εἰ δὲ καὶ μέλη αὐτοῦ λέγοις πάντας τοὺς ἔχοντας πρὸς αὐτὸ(ν)

258

οἰκειότητα, οἳ κα[ὶ ἐ]σαλεύθησαν οὕ‐ τως ὡς τοὺς μ[ὲν] καταλιπεῖν αὐ‐ τόν, τοὺς δὲ τρόπον τινὰ ἐπιτίθε‐ σθαι διὰ τοῦ διακεῖσθαι, ὡς δι’ ἁμαρ‐
5τίας ταῦτα πάσχει, συνεπίσκεψαι. >>οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις. 〈ἡ〉
μετριότης τοῦ ἁγίου διὰ τούτου γνω‐ ρίζεται καὶ μεγάλη εὐγνωμοσύ‐ νη. φησὶν γάρ, ὅτι ἐξεταστής μου94
10γινόμενος ἀκριβής—θ(εὸ)ς γὰρ εἶ—οὐκ ἀθῷόν με ἐάσεις. εἰ γὰρ καὶ εἶπεν >“οἶδα ὅτι κα δίκαιος ἀναφανοῦμαι”, ἀλλ’ οὖν οἶδεν καὶ πέπεισται, ὅτι ὡς >πρὸς θεὸν δοκ[ι]μαστὴν “ἄστρα οὐκ
15>ἔστιν καθαρὰ ἐνώπιον αὐτοῦ” καὶ αὐτὸς δηλονότι. τοιοῦτον ὁ μακάριος Παῦ[λο]ς λέγει γράφων· >“οὐδὲν ἐμαυτῶι σύνοιδα”. εἶτ〈α〉 μὴ >διδοὺς ἑαυτῶι ἐπάγει· “ἀλλ’ οὐκ ἐν
20>τούτῳ δεδικαίωμαι, ἀλλ’ ὁ ἀν〈α〉κρί‐ >νων με κ(ύριό)ς ἐστιν.” οἶδεν δὲ καθὰ καὶ οὗτος ὁ ἅγιος τῆς ἀνθρωπίνης >φύσεως τὸ ἀσθενὲς λέγων, ὅτι “καθ’ >ὑπερβολὴν ὑπὲρ δύναμιν ἐ‐
25>βαρήθημεν, ὥστε ἐξαπορηθῆ‐ >ναι ἡμᾶς καὶ τοῦ ζῆν. ἀλλ’ αὐτοὶ >ἐν ἑαυτοῖς καὶ τὸ ἀπόκριμα τοῦ >θανάτου ἐσχήκα{κα}μεν, ἵνα μὴ >πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς
30>ἀλλ’ ἐπὶ τῷ θ(ε)ῷ.” εἰ δὲ καὶ κάμνουσι(ν) οἱ ἅγιοι ἐν τοῖς ἐπιπόνοις, ἀλλ’ ἐν ἑ‐ αυτοῖς ἔχουσι τὸ ἀπόκριμα, ἵνα τῷ θ(ε)ῷ τὴν πεποίθησιν καὶ μὴ ἑαυ‐ τοῖς ἀποδῶσιν· ὡς οὗτος αὐτὸς ὁ

259

μακάριος λέγων· οἶδα ὅτι οὐκ ἐξ ἐμαυ‐ τ〈οῦ〉 ἔχω τὸ ἀθ[ῶ]ος εἶναι μὴ σοῦ συ(ν)‐ εργοῦντος, καθὰ καὶ ὁ σοφὸς Παῦλος >λέγων “οὐκ ἐγὼ δὲ ἀλλ’ ἡ χάρις σὺν96
5>ἐμοὶ” καὶ ὁ ἅγιος Δα(υί)δ· “ἐταράχθην >καὶ οὐκ ἐλάλησα.” >>ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀ‐ >>πέθανον; μεταβαίνει ἐπὶ τὴ(ν) {περὶ} τῶν φίλων ὑπόλημψιν.
10ἐπεὶ γὰρ διάκει〈ντ〉αι, ὅτι τοῖς ἁμαρ‐ τάνουσιν ἕπεται τὸ κακωτικοῖς περιπεσεῖν, πάντων δὲ χεῖρο(ν) τὸ ἀποθανεῖν κατὰ τοὺς φιλοζώ‐ ους, ἐρωτᾷ αὐτ[ο]ύς· ἐπεὶ καθ’ ὑμᾶς
15ἀσεβής εἰμι, διὰ τί οὐκ ἀπέθανο(ν); ἵνα ἐν τῇ ἐ[ρ]ωτήσει παράσχῃ αὐτοῖς νόησιν, ὅτι αἰτία τις ἔστι(ν) ἑτέρα ἡ ἐπάγουσα τὰ ἐπίπονα. τὸ δ’ αὐτὸ καὶ ἐν ἑτέροις ποιεῖ ἐ‐
20>ρωτῶν πάλιν· “διὰ τί ἀσεβεῖς ζῶ‐ >σιν, πεπαλαίωνται δὲ καὶ ἐν >πλούτῳ, ὁ σπόρος αὐτῶν κατὰ >ψυχήν, ἡ βοῦς αὐτῶν οὐκ ὠμοτό‐ >κησεν;” ἵνα καὶ διὰ τούτων παι‐
25δεύσῃ, ἐπιζητεῖ τὰς οὔσας αἰ‐ τίας παρὰ θ(εο)ῦ τῶν συμβαινόν‐ των ἀν(θρώπ)οις ἐπιπόνων καὶ ἡ‐ δέων. ἐπὶ τοσοῦτον γὰρ πολλά‐
κις οἱ φαῦλοι διετέλεσαν ἐν98
30ταῖς νομιζομέναις εὐπραγίαις, ὡς εἰπεῖν περὶ αὐτῶν Σολομῶν‐ τα, ὅτι 〈——· καθὰ καὶ ὁ μακάριος Ἰὼβ > λέγει, ὅτι〉 “καὶ ἐν ἀναπαύσει ᾅδου ἐκοι‐

260

>>μήθησαν”. ἐὰ[ν] γὰρ ἀπολούσω‐ >>μαι χιόνι καὶ ἀ[π]οκαθαίρωμαι >>χερσὶν καθαραῖς, ἱκανῶς ἐν ῥύ‐ >>πωι με ἔβαψας, ἐβδελύξατο δέ
5>>με ἡ στολή μου. πάλιν, ἵνα μὴ περίαυτον αὐτὸν νομίσωσιν, φη‐ σὶν ταῦτα, ὅτι κἂν καθαρῶς ὑπάρ‐ ξω οὕτω, ὡς διὰ πραξέων ἐναρέ‐ των, ἃς χεῖρας ὠνόμασεν, καθᾶ‐
10ραι ἐμαυτόν, ἔχω πάλιν ῥύπον· περὶ οὗ ζητητέον παραβάλλον‐ >τα τὸ ὅμοιον ῥητόν· “οὐδεὶς καθα‐ >ρὸς ἀπὸ ῥύπου, οὐδ’ εἰ μία ὥρα ὁ βί‐ >ος αὐτοῦ ἐπὶ τῆς γῆς.” καὶ “ἡ διάνοι‐
15>α τῶν ἀν(θρώπ̣)ων ἐπιμελῶς ἔνκει‐ >ται ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος”, ὅπερ τὸ νεωτερ[ο]ποιὸν ἦθος δη‐ λοῖ, καθὰ καί τινι εἴρηται ἀκροα‐ τὴν νέον μὴ παραδέχεσθαι.
20ταῦτα μὲν οὖν θλίψει τοὺ‘σ‘ μηδὲν πρὸ{ς} τῆς ζωῆς ταύτης τιθεμέ‐ νους· πῶς γὰρ οὐ καθαρὸς ὁ νῦν
πεπλασμένος; συνετῶς δὲ καὶ τὸ τῆς διαδοχῆς ἁμάρτημα ἐκ‐100
25λαβεῖν δεῖ τὸ κατὰ τὸν Ἀδάμ, ὅ‐ περ παρ’ ἐκείνων ἀσυνέτως προ‐ φέρεται. καὶ γὰρ καὶ οἱ ἅγιοι, εἰ καὶ μὴ ἄλλου χάριν εἰς τὸν βίον ἐλη‐ λύθασιν, ἐν τῇ παιδικῇ ἡλικίᾳ
30τὸν ῥύπον ἔχουσιν, ὃς οὐκ ἔστιν ἁμάρτημα. κατὰ τοῦτο εἴρηται >περὶ τοῦ Σαμουήλ· “καὶ Σαμουὴλ >πρὶν ἢ γνῶναι θ(εό)ν”. ἠγνόει δὲ θ(εὸ)ν βρέφος ὤν, οὐ διὰ τὸ κακίαν ἔ‐

261

χειν, ἀλλὰ μ[ή]πω ἐπίγνωσιν λό‐ >γου ἐσχηκέ[ν]αι. καὶ τὸ “πάντες δὲ >ἥμαρτον” συνετῶς νοήσεις, ἐὰν τὰ κατ’ ἄγνοιαν, τὰ κατὰ τὴν παι‐
5δικὴν ἡλικίαν ἐκλάβοις. καὶ ἔστω ἐπὶ παραδείγματος· ὁ ἑκατὸν βα‐ θμῶν ὄντων εἰς τὸν ἑκατοστὸ(ν) ὑπάρχων, εἰ ὑποβαίη τρεῖς, λέ‐ γοιτ’ ἂν ἐνδεῖν, τοῦ ἀρχομένου
10ἀπὸ τοῦ πρώτου καὶ ἐλθόντος εἰς τὸν τρίτον μὴ ψεγομένου. ὁ ὑπο‐ βὰς οὖν τοὺς ἑκατόν, εἰ καὶ μὴ ἀ‐ πέστη τῶν βαθμῶν, ἀλλὰ γοῦν ἔν τινί ἐστιν ῥύπῳ. πλὴν ὁ Ἰώβ
15φησιν, ὅτι εἰ καὶ καθαρός εἰμι, ἔ‐ χω ῥύπον, καὶ οὐ μικρόν γε ῥύπο(ν),
ἀλλὰ βαφῇ ἐοικότα. μήποτ’ οὖ(ν), ἐπεὶ οὐ μόνον δι’ ἁμαρτίας ἔστι(ν) ἐλθεῖν ἐν τῷδε τῷ βίῳ, ἀλλὰ καὶ102
20δι’ ὠφέλειαν ἄλλων, ὡς Ἰωάννη(ν) φέρε ἢ Ἰερειμίαν, διὰ τοῦτό φη‐ σιν, ὅτι εἰ κα‘ὶ‘ καθαρός εἰμι διὰ πρά‐ ξεων, ὅμως ἔχω ῥύπον. ῥύπος γὰρ ὡς πρὸς τὴν καθαρὰν ζωήν,
25οὐ καθ’ αὑτό, ὁ τόπος ὁ ἐπίγειος· κα‐ >θὸ καὶ εἴρηται· “ὡς ῥάκος ἀποκα‐ >θημένης πᾶσα ἡ δικαιοσύνη >ἡμῶν ἐναντίον σοῦ, κ(ύρι)ε.” ὅνπερ ἐκπλύνει κ(ύριο)ς κατὰ τὸ ἐν Ἠσαίᾳ
30>λεγόμενον· “ἐκπλυνεῖ κύριος >τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν >θυγατέρων 〈Σίων〉 καὶ τὸ αἷμα ἐκκαθα‐ >ρ〈ι〉εῖ ἐκ μέσου αὐτῶν.” ῥύπος μὲν οὖ(ν)

262

εἴη ἂν τὰ ἀκούσ[ια], αἷμα δὲ ‘τὰ‘ κατὰ
1πρό‐ θεσιν ἐνεργούμενα. τίνι δὲ ἐκ‐ πλύνεται ἢ “πν(εύματ)ι κρίσεως καὶ πν(εύ‐
3ματ)ι καύσεως”, τοῦ μὲν πν(εύματο)ς τῆς κρίσε‐
5ως τὴν διάκρισιν δηλοῦντος, τοῦ δὲ πν(εύματο)ς τῆς καύσεως τὴν κόλα‐ σιν; ἀμφότερα δὲ διόρθωσιν ἐρ‐ γάζεται. διὰ δὲ τοῦτο καὶ “ἐβδελύ‐ ξατό”, φησίν, “με ἡ στολή μου”, αἰνιτ‐
10τόμενος τὸ βάρος τῆς ἐνταῦθα διατριβῆς· ὅπερ δηλοῦται καὶ δι‐ >ὰ τοῦ “μισοῦντες καὶ τὸν ἀπὸ τῆς >σαρκὸς ἐσπιλωμένον χιτῶνα,” ὅστις ἐστὶν ἡ {των} ἀπὸ τῶν ἀνθρω‐104
15πίνων σύνχυσις. λέγει οὖν, ὅτι ἐμίσησέν με ἣν εἶχον διαγω‐ γὴν ἀνθρωπίνην. ὅτι δὲ ἡ στο‐ λὴ τὴν κατάστασιν
18aσημαίνει, δῆλον ἐκ τοῦ εἰρημένου πρὸς τὸν
18aἄσωτον
18b>ὑπὸ τοῦ π(ατ)ρ(ό)ς· “ἐξενέγκατ[ε αὐ]τ̣ῷ τὴν
18bπρώτην στολήν.”
18ὅτι δὲ τὸ αἷ‐ μα τὴν ἁμαρτίαν δηλοῖ, φανε‐
20ρὸν ἐκ τοῦ πρὸς τὸν διάβολον >εἰρημένου· “ὃν τρόπον ἱμάτι‐ >ον ἐν αἵματι πεφυρμένον οὐκ >ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ >ἔσῃ καθαρός.” διὰ τοῦ ἐν αἵματι
25πεφύρθαι τὸ μέγεθος τῆς κακίας ἐμφαίνεται. οὐ χρὴ δὲ ξενίζε‐ σθαι, εἰ πρὸς μὲν τοὺς φίλους ἕ‐ τερα, πρὸς δὲ τὸν θ(εὸ)ν ἕτερα λέγει ὁ μακάριος. τότε γὰρ ἐναντίωμα
30ἐτύγχανεν, εἰ πρὸς τὸν αὐτὸν λέγων καὶ δίκαιον ἑαυτὸν καὶ ἁμαρτωλὸν ἔφασκεν. μετριότη‐
τι οὖν πρὸς θ(εὸ)ν καὶ ὡς πρὸς τὴν {ε} αὐτοῦ καθαρότητα λέγει βεβάφθαι106

263

ἐν ῥύπῳ, πρὸ[ς] δὲ ἀν(θρώπ)ους ἑτέρως δι‐ >αλέγεται φά[σ]κων· “ο‵′δα ὅτι δίκαιος >ἀναφανοῦμαι.” ὅτι οἱ ἅγιοι χρῶν‐ ται τοιούτῳ εἴδει λόγων, ἔστιν
5καὶ ἀπὸ τῶν Παύλου γραμμάτω(ν) μαθεῖν λέγοντος· septem lineae vacant
14πολλὰ οὖν ὑπομένοντες οἱ ἅγι‐
15οι κατὰ ψυχὴν ὑπὸ τῆς ἀντικει‐ μένης δυνάμεως πάσχουσιν μὲ(ν) ὡς ἀνθρωπίνης φύσεως τυγχά‐ νοντες, οὐ μὴν ἐκπίπτουσι τοῦ σκοποῦ τοῦ θείου. καὶ ὁ Δα(υὶ)δ γοῦν
20ἐν τοιούτῳ γενάμενος πολέμῳ >ψάλλει· “ἐταράχθην καὶ οὐκ ἐλά‐ >λησα·” καὶ πάλιν· “ἵνα τί περίλυπος >εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσ‐ >σεις με;” καὶ καθάπερ κλονουμέ‐
25νῃ τῇ ἰδίᾳ διανοίᾳ προσάγει παράκλησιν λέγων· “ἔλπισον >ἐπὶ τὸν θ(εό)ν, ὅτι ἐξομολογήσο‐ >μαι αὐτῷ.” οὕτω καὶ ὁ μακάριος Ἰὼβ εὐγνωμοσύνῃ λέγει τὰ προ{σ}εκ‐
30τεθέντα τῷ θ(ε)ῷ φανερῶν ἑαυ‐ τοῦ τῆς διανοία〈σ〉 τὸ ἄδολον.
>>οὐ γὰρ εἶ ἄν(θρωπ)ος κατ’ ἐμέ, ᾧ ἀντι‐108
32κρινοῦ‐ >>μαι. ἀκόλουθος ὁ λόγος οὕτως ἐξομαλιζόμενος· ἐγὼ μὲν ἐπί‐
35〈σταμαι τὰ κατ’ ἐμαυτόν.〉

264

ἐπειδὴ δὲ οἱ φίλ[οι] οὐ λογισμῷ ὀρθῷ κινούμενοι, ἐκ [δ]ὲ τῶν περιεστη‐ κότων θλιβηρῶν οἴονται δι’ ἁμαρ‐ τίας με πεπονθέναι, ἀρκοῦμαι
5τῇ σῇ δοκιμασίᾳ. εἶτα δι’ αὐτούς, τρό‐ πον τινὰ παιδεύων πάλιν αὐ‐ τούς, ὅτι τὰ κατ’ αὐτὸν οὐκ ἔστιν ἀν‐ θρώπιν〈α〉, φησίν· “οὐκ εἶ ἄν(θρωπ)ος κα‐ τ’ ἐμέ, ᾧ ἀντικρινοῦμαι”, ὡς πάν‐
10τα αὐτοῦ ἐπισταμένου καὶ διὰ τοῦτο φέροντος, ὅτι θ(εο)ῦ κρίματι ἕ‐ πεται, ὅπως καὶ οἱ φίλοι μιμή‐ σωνται αὐτὸν λογιζόμενοι, ὅτι ἀπόρρητός ἐστιν ὁ λόγος ὁ κατ’ αὐ‐
15τόν, καὶ οὕτως ἀποστῶσιν τῆς μι‐ >>ᾶς διαλήμψεως. ἵνα ἔλθωμε(ν) >>ὁμοθυμαδὸν εἰς κρίσιν. ὡς προ‐ είρηται, παιδεύει τοὺς φίλους αἰσθηθῆναι, ὅτι εὐπαρησίαστο(ν)
20ἔχει τὸ συνειδὸς καὶ ἕτοιμον εἰς κρίσιν· ὁ γὰρ συνειδὼς ἑαυτῷ εἰς κρίσιν ἐλθεῖν οὐ βούλεται. λέ‐ γει δὲ ταῦτα οὐ πρὸς θ(εὸ)ν ἀπαυθα‐
διζόμενος, ὁ μαρτυρούμενος110
25π‘α‘ρ’ αὐτοῦ ἐπὶ δικαιοσύνῃ, ἀλλ’ ἵνα διδάξῃ, ὡς εἴρηται, τοὺς φί‐ λους, ὅτι οὐ δέδοικεν ἔλεγχον. οὐ γὰρ εἶχέν τι ἄξιον ἐλέγχου. ταύτης τῆς παρρησίας μέτοχος
30>ὑπάρχων ὁ Δα(υὶ)δ ἔψαλλεν· “ἑτοί‐ >μη ἡ καρδία μου, ὁ θ(εό)ς, ἑτοίμη >ἡ καρδία μου.” >>εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ δι‐ >>ελέγχων καὶ διακρίνων ἀνὰ

265

>>μέσον ἀμφοτέρων. ἀπὸ κοινοῦ πάλιν καὶ ταῦτα λέγεται τῷ τρό‐ πῳ, ‘ᾧ‘ καὶ τὰ πρῶτα εἴρηται, τῆς ἐ‐ λευθερίας τῆς ψυχῆς αὐτοῦ δεῖγμα
5σαφέστατον ὑπάρχοντα. εὔχε‐ ται οὖν ἐξεταστήν τινα ὑπάρξαι τὸν παραδεικνύντα τοῖς φίλοις, ὅτι οὐ δι’ ἁμαρτίας ταῦτα πάσχει, ἀλλὰ ἀγῶνος χάριν. ταῦτα δὲ ἐ‐
10βούλετο ὁ ἅγιος οὐκ ἀλαζονευό‐ μενος, ἀλλὰ πρῶτον μέν, ἵνα ὀρθὰς περὶ τῶν πραγμάτων οἱ φίλοι τὰς διαλήμψεις ἔχωσιν, ἔπειτα, ἵνα μὴ εἰς θ(εὸ)ν ἁμαρ‐
15τάνουσιν ἀποδυσπετοῦντες πολλάκις τοιούτων γινομένω(ν) ἢ ἐν ἑαυτοῖς ἢ ἐν ἑτέροις, μὴ εὑ‐
ρίσκοντες ἢ μὴ συνειδότες ἑαυτοῖς ἁμάρτημα. ἐπεὶ δὲ ἅ‐112
20παξ ἡ τοῦ μεσίτου ὀνομασία πρόκειται, ἄξιον ἐπιστῆσ{η}αι, πῶς εἴρηται ὁ σ(ωτ)ὴρ “μεσίτης θ(εο)ῦ καὶ ἀν(θρώπ)ων”. ὁ ἄν(θρωπ)ος τοίνυν—
23καὶ τί λέ‐ γω ὁ ἄν(θρωπ)ος—τὸ κτίσμα τοῦ κτιστοῦ
25πολὺ ἀφέστηκεν. εὑρίσκεις δὲ ἐν τῇ φύσει τῶν πραγμάτων, ὅταν πολὺ διεστηκότα εἰς ταὐ‐ τὸ συνάγηται, μέσον τι ἔχοντα. καὶ ὡς ἐπὶ παραδείγματος προ‐
30χείρου τὸ λέπος τοῦ ᾠοῦ σκληρό(ν) ἐστιν, τὸ δὲ τρόφιμον ὑδατῶ‐ δες, ὁ ὑμὴν μεταξὺ κεῖται, ἰσχνό‐ τερος ὢν τοῦ λέπους, ξηρότερος δὲ

266

τοῦ ὑγροῦ, καὶ οὕτω συνάπτονται· τοῦτο δὲ καὶ ἐν καρύοις καὶ ῥοαῖς κατίδοις. ἐπεὶ τοίνυν πολὺ δι‐ έστηκεν θ(εὸ)ς ἀν(θρώπ)ου, ὁ ὁμοούσιος
5τῷ θ(ε)ῷ υἱὸς 〈ἐν〉 αὐτῷ ἔσχεν τὸ ἀν‐ θρώπινον, ἵνα καὶ τῇ πρὸς ἀν(θρώπ)ους οἰκειότητι καὶ τῇ πρὸς θ(εὸ)ν ὁμο‐ ουσιότητι συνάψῃ τὰ ἀμφότε‐ >ρα “καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ
10>λύσῃ, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ”, ἀρχιερέως τάξιν ἀναδε‐
χόμενος. μέσος δέ ἐστιν τοῦ θ(εο)ῦ καὶ τῶν ἱερωμένων ‘ὁ‘ ἀρχιερεύς, τὰ μὲν τοῦ θ(εο)ῦ φέρων ἀν(θρώπ)οις, τὰ δὲ114
15τῶν ἀν(θρώπ)ων πρὸς θ(εό)ν· τὰς εὐχὰς καὶ τὰς ἱκεσίας προσφέρει τῶι θεῷ οἷα θυσίας, καὶ τὴν γνῶσι(ν) αὐτοῦ παρέχει τοῖς ἀν(θρώπ)οις. εὐχὴ(ν) >γοῦν ἀναπέμπει λέγων· “ὥσ‐
20>περ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα >καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν.” τό‐ τε δὲ τοῦτο ἔσται, ὅταν ὁ θ(εὸ)ς “πά(ν)‐ τα ἐν πᾶσιν” γένηται, ἵνα ἀμε‐ σιτεύτως συνάπτονται λοιπὸ(ν)
25τῷ θ(ε)ῷ ἓν πν(εῦμ)α πρὸς αὐτὸν γινό‐ μενοι. ὅτι δὲ καὶ τοῦτον τὸν με‐ σίτην προεώρα τῷ θείῳ ὀφθαλ‐ μῷ ὁ μακάριος Ἰώβ, δῆλον ἐκ τοῦ >“ὁ μέλλων τὸ μέγα κῆτος χειρώ‐
30>σασθαι” καὶ ἐκ τοῦ {ως} “ὁ περιπατῶ(ν) >〈ὡσ〉 ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης”. θ(εο)ῦ γὰρ φανεροῦντος αὐτῷ οὐκ ἔ‐ στιν ἀμφιβαλεῖν, ὅτι περὶ πά‐

267

σης τῆς οἰκονομίας πεπληροφό‐ >>ρητο. ἀπαλλαξάτω ἀπ’ ἐμοῦ >>τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή >>με στροβείτω. ἡ ἐπίπονος ἀγω‐
5γὴ τῷ ὀνόματι τῆς ῥάβδου ση‐ μαίνεται, καὶ μάλιστα ἐπὶ ἐπιτι‐
μίας ὅταν λέγηται. εἴρηται γοῦ(ν) >περὶ τῶν τοῦ Δα(υὶ)δ υἱῶν· “ἐὰν ἐν‐ >καταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν116
10>νόμον μου καὶ ἐν τοῖς κρίμασί(ν) >μου μὴ πορεύωνται, ἐπισκέψο‐ >μαι ἐν ῥάβδῳ τὰς ἁμαρτίας αὐ‐ >τῶν καὶ ἐν μάστιξιν τὰς ἀνομί‐ >ας αὐτῶν.” αὕτη δὲ ἡ ἐπιτιμία
15καὶ πᾶσα ἡ ἐκ θ(εο)ῦ οὐ βλάπτει τὸ(ν) ἐπιτιμώμενον, ἀλλὰ παιδεύ‐ ει. καὶ ὅτι τοῦτο οὕτως ἔχει, Παῦ‐ >λος Κορινθίοις γράφει· “τί θέλε‐ >τε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς
20ἢ ἐν ἀγάπῃ;” ὅ ἐστιν· {εν} ἀγαπη‐ τοῖς προσέλθω ἢ ὡς χρῄζουσι(ν) διορθώσεως; τρόπον γάρ τινα ὁ διορθούμενός τιν‘α‘ διὰ ἐπι‐ πόνων δοκεῖ διὰ ταῦτα μὴ ἀ‐
25γαπᾶν αὐτόν. εἴρηται δὲ καὶ λό‐ >γος συνετὸς ῥάβδος· “ὃς προφέ‐ >ρει γὰρ ἐκ χειλέων σοφίαν, ῥά‐ >βδῳ τύπ‘τ‘ειν ἄνδρα ἀκάρδιον,” τὸν ἔλεγχον καὶ τὸν ἐπιτιμη‐
30τικὸν λόγον ῥάβδον καλοῦν‐ τος τοῦ λόγου. ὅτι δὲ χρήσιμον τοῦτο, ὁ θεῖος παριστᾷ λόγος φά‐ >σκων· “ὃς φείδεται τῆς βακτηρίας

268

αὐτοῦ, μισεῖ τὸν ἑαυτοῦ υἱόν”, καί‐
τοι κατὰ τοὺς ἀν(θρώπ)ους νομισθήσε‐ ται ἀγαπᾶν μὴ τύπτων τὸν υἱό(ν). ταῦτα οὖν ἀπαλλαγῆναι ἀφ’ ἑαυ‐118
5τοῦ βούλεται, οὐκ ἐξ ὀλιγωρίας, ἀλλ’ ἵνα παιδευθῶσιν οἱ ἄλλη(ν) αἰτίαν τιθέμενοι τῶν πόνω(ν), ὅτι οὐ δι’ ἁμαρτίας ταῦτα ὑπομέ‐ >>νει. καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ
10>>λαλήσω. οὐ γὰρ οὕτως συνεπίστα‐ >>μαι κάμνων τῇ ψυχῇ. στένω(ν) >>ἐπαφήσω ἐπ’ αὐτὸν τὰ ῥήμα‐ >>τά μου. λαλήσω πικρίας ψυχῇ >>συνεχόμενος.
15παιδεῦσαι αὐτοὺς βούλεται, μὴ ἔχειν τὸ φορτικὸν μηδὲ ἐπιτί‐ θεσθα[ι] κάμνουσιν συννοῆ‐ σαί τε, ὅτι καὶ ἐν θλίψεσιν ὑπάρ‐ χων ἐρρωμένῳ τῷ λογισμῷ
20ἀποκρίνεται. φησὶν οὖν, ὅτι εἰ ‘ὁ‘ μεσίτης ὑπῆρχεν ἀπαλλαγείς τε ἐτύγχανον. τῶν ἐπιπόνω(ν), ἃ ὑμεῖς οἴεσθε δι’ ἁμαρτίας ἐπῆ‐ χθαί μοι, εἰ καθ’ ὑμᾶς δουλωθεὶς
25ἐτύγχανον αὐτοῖς, ἀφόβως ἂν ἐλάλησα, ἀπαλλαγεὶς αὐτῶν· μετριάζων τε λέγει· οὐχ οὕτως νοῆσαι δύναμαι κάμνων ἐκ τῶν πόνων· εἰ δὲ καὶ, ὡς ὑ‐
30μεῖς λέγετε, {ὅτι} δι’ ἁμαρτίας ταῦτα ἦν, στένων ἂν ἐλάλη‐ σα καὶ ὑπὸ πικρίας συνεχόμε‐ νος ἐφθεγγόμην {αποδιξαι}120

269

τὴν καθαρότητα τῆς συνειδήσε‐ ως ἐπιδεικνύμενος. >>καὶ ἐρῶ πρὸς κ(ύριο)ν· μή με ἀσεβεῖν δί‐ >>δασκε, καὶ διὰ τί με οὕτως ἔκρινας;
5ἔλεξα δ’ ἂν τῷ κ(υρί)ῳ, εἰ μόνη αἰτία καθ’ ὑμᾶς ἡ δι’ ἁμαρτίας τῶν κο‐ λάσεων ὑπῆρχεν· “μή με ἀσε‐ βεῖν δίδασκε.” εἰ γὰρ καὶ ὁ μηδὲ(ν) ἁμαρτὼν δι’ ἁμαρτίας κολάζε‐
10ται, τὸ ἁμαρτάνειν αἱρετώτε‐ ρον ἂν εἴη. ἄλλως τε καὶ διδά‐ σκεται ἁμαρτάνειν ὁ μὴ τοιοῦ‐ τος, εἰ μία μόνη αἰτία ἐστὶν τοῦ πάσχειν. ἔλεξα δ’ ἂν καὶ τὸ “διὰ
15τί με οὕτως ἔκρινας,” “ὁ τὰς καρδί‐ ας ἐπιστάμενος”, εἰ μὴ συνῄδει(ν), ὅτι διὰ τὸν ἐξαιτησάμενον ταῦ‐ τα ὑπομένω. ταῦτα δὲ λέγει δυνάμει ὑποβάλλων αὐτοῖς
20πόθον ἐρωτήσεως, ἵνα ἐξ αὑτῶ(ν) προτροπῆς δοκοίη εἶναι ἡ πε‐ ρὶ τῆς καθαρότητος αὐτοῦ ἀπόκρι‐ σις καὶ μὴ αὐτοῦ ὑπαρξαμένου, ὅπερ ἐδόκει εἶναι ἀλαζονικόν.
25>>ἦ καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι ἀ‐ πείπω ἔργα χειρῶν σοῦ; καὶ τοῦτο δ’ ἂν εἶπον, εἰ, ὡς ὑμεῖς διάκεισθε, δι’ ἁμαρτίας εἶναι τὰς ἐπαγωγὰς ὑπῆρχεν· κα‐122
30λόν σοι, ἐὰν ἀδικήσω, ὅτι μη‐ δὲν ἁμαρτόντα ἀπείπω, ἔργο(ν) χειρῶν σου τυγχάνοντα; εἰ γὰρ ὡσαύτως τιμωρεῖται τῷ φαύλῳ

270

ὁ σπουδαῖος ὡ[ς] φαῦλος ὑπάρχω(ν), περιττὴ ἡ ἀφορμὴ καθ’ ὑμᾶς. >>βουλῇ δὲ ἀσεβῶν προσέσχες. >>ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς ‘ἢ‘ ὁ βί‐
5>>ος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔ‐ >>τη σου ἀνδρός. δυνατὸν λέγει(ν) αὐτόν, ὅτι τῷ ἐξαιτησαμένῳ προσ‐ έσχες, ὑποβάλλοντα τὸ ἀληθές, ὅ‐ τι οὐ κατὰ τὸ〈ν〉 προηγούμενον λό‐
10γον πάσχει, λέγω δὴ δι’ ἁμαρ‐ τίας. δυνατὸν δὲ καὶ τούτους ἀ‐ ριθμεῖν εἰς τὴν βουλὴν τῶν ἀ‐ σεβῶν· οὐ γὰρ εὐσεβῆ λέγουσι, μο‐ νοτρόπως τὴν κάκωσιν ἐκλα‐
15βόντες, ὅτι πᾶς θλιβόμενος δι’ ἁμαρτ[ί]ας θλίβεται. ἔλεξα δ’ ἂν καὶ τὸ “ὡς βροτὸς ὁρᾷ καθορᾷς”, εἰ ὡς ὑμεῖς διάκεισθε, μία{ν} ἦν αἰτ〈ία〉 τῶν θλίψεων, καὶ “ὁ βίος σου ἀν‐
20θρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός”. πάντα ταῦτα ἂν εἶπο(ν), εἰ τῆς αὐτῆς ὑμῶν γνώμης ἐτύγ‐ χανον· ἀλλ’ ἐπιστάμενος, ὅτι οὐ μία αἰτία τῶν ἐπαγωγῶν ἐστι(ν),124
25ἀλλὰ καὶ δι’ ἀγῶνα τυγχάνουσα, οἶδα, ὅτι οὐχ ὡς ἄν(θρωπ)ός ἐστιν ὁ θ(εὸ)ς τὰ φαινόμενα μόνα σκοπῶν, ἀλλ’ ἐπιβατεύων τῷ βάθει τῆς ψυχῆς οὕτως τε ἕκαστα δοκιμά‐
30ζων δικαίως. σημειωτέον, ὡς καὶ ἀλλαχοῦ, ὅτι πολύσημόν ἐστι(ν) ὁ βίος ὄνομα. 〈σημαίνει γὰρ τὰ χρήματα〉, καθὰ ἐν τῷ ᾄσματι

271

>τῶν ᾀσμάτων εἴρηται· “ἐὰν δῷ ἀ‐ >νὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ >ἀγάπῃ, ἐξουδενώσει{ν} ἐξουδενώ‐ >σουσιν αὐτόν.” σημαίνει δὲ καὶ τὰ
5ὑπάρχοντα ὁ βίος, ὡς ἐὰν λέγῃ >ὁ Ἰωάννης· “ὃς δ’ ἂν ἔχῃ τὸν βίον >τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελ‐ >φὸν αὐτοῦ χρείαν ἔχοντα, κλεί‐ >σῃ δὲ αὐτοῦ τὰ σπλάγχνα.” λέγεται
10δὲ καὶ ἡ ὀρθὴ πολιτεία καὶ ἡ {η} φαύλη βίος, ὡς ἐὰν λέγωμεν· βί‐ ον ἔχει πρακτικόν, ἢ ὅτι φαῦλο(ν) βίον ὁ δεῖνα ἔχει. ἐν[τ]αῦθα δὲ τὴν ἐν τῷ αἰῶνι τούτῳ παρεπι‐
15δημίαν βίον ἀνθρώπου εἶπε(ν). λέγει οὖν, ὅτι εἰ τοσοῦ[τ]ον βίον εἶ‐ χες—ἀντὶ τοῦ χρόνον περιγραφό‐ μενον—ὡς ἄνθρωπος, διεκρι‐ νόμην ἂν ὡς πρὸς ἀγνοοῦν‐126
20τα. ὁ θ(εὸ)ς δὲ αἰώνιος· εἴρηται γάρ· >“σὺ γὰρ εἶ ὁ αὐτὸς καὶ τὰ ἔτη σου >οὐκ ἐκλείψουσιν.” καὶ πάλιν· ”〈ἐν〉 γενε‐ >ᾷ γενεῶν τὰ ἔτη.” ἀπερίγραφός ἐστιν ἡ τοῦ θ(εο)ῦ ὕπαρξις· ἀίδιος
25γάρ. διόπερ οὐδὲν ἀγνοεῖς τῶ(ν) κατ’ ἐμέ, λέγοι ἂν ὁ Ἰώβ. >>ὅτι ἀνεζήτησ[α]ς τὴν ἀνομίαν >>μου καὶ τὰς ἁμαρτίας μου ἐξι‐ >>χνίασας. ἐκε[ί]νους πάλιν ἐλέγ‐
30χων ταῦτά φησιν, ὅτι ἡ συμφο‐ ρὰ ἡ περὶ ἐμὲ πολλὰ ἡμαρτη‐ κότων ἐστίν. ἐπεὶ οὖν οἱ φίλοι

272

ὡς δι’ ἁμαρτία[ς] πάσχοντα ἐλογί‐ ζοντο, δείκνυσιν αὐτοῖς ἠρέμα, ὅ‐ τι οὐκ ἔχει τοῦτο οὕτως, διὰ τοῦ λέγειν, ὅτι τὰ ἔτη σου, ὦ θεέ, μὴ
5ἀνθρώπου ὑπάρχει, ὅτι ἀνεζή‐ τησας 〈τὴν ἀνομίαν μου〉. κατὰ τούτων
6γὰρ λόγον ὡς ἡμαρτηκότα μετέρχῃ καὶ ἐπιζη‐ τεῖς ἀνομίας ἢ ἁμαρτίας ἡμε‐ τέρας διὰ τῶν ἐπαγωγῶν κατὰ
10τοὺς οὕτω διακειμένους. >>οἶδας γάρ, ὅτι οὐκ ἠσέβησα. τὴν γνῶσιν τοῦ πράγματος ἀνακα‐ λύπτει αὐτοῖς λέγων πρὸς θ(εό)ν· “οἶδας, ὅτι οὐκ ἠσέβησα.” ἀλλ’ οὗτοι128
15οἴονται τὰ ἐπιφερόμενα ὡς κατὰ ἀσεβοῦς ἐπενεχθῆναι. >>ἀλλὰ τίς ἐ[σ]τιν ὁ ἐκ τῶν χειρῶν σου >>ἐξαιρ[ο]ύμεν[ος;] πάλιν ὑπο‐ βάλλει νοεῖν, ὅτι ἔστιν καὶ μὴ
20ἡμαρτηκότα
20aἐπιπόνοις περ[ι]πίπτειν· [καὶ γ]ὰρ οἶδεν
20aὁ θ(εό)ς, ὅτι οὐκ ἠ‐
20bσέβησεν ὁ Ἰώβ. ἐπάγει δ[ὲ τὸ] “ἀλλὰ τίς
20bἐστιν ἐκ τῶν
20cχειρῶν σου ἐξαιρούμε[νος;” τοὺς] φ[ίλους
20cπαιδεύω]ν̣ ο̣ἴ̣ε̣[σθαι]
20dκαὶ τὸν μὴ ἡμαρτη[κότα]
20μηδὲ ἠσεβηκό‐ τα ὑπὸ χεῖρα τοῦ θ(εο)ῦ γίνεσθαι ἐν ἐπιπόνοις διὰ ἀγῶνα καὶ καρ‐ τερίας ἐπίδ‘ε‘ιξιν. λέγου{ν}σιν γοῦ(ν) οἱ θλιβόμενοι μέν, μὴ πίπτον‐
25>τες δὲ διὰ τὰς θλίψεις· “ἐν παν‐ >τὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχω‐ >ρούμενοι.” καὶ πάλιν λέγεται· >“πολλαὶ αἱ θλίψεις τῶν δικαί‐ >ων, καὶ ἐκ πα[σ]ῶν αὐτῶν ῥύσε‐
30>ται αὐτούς.” οὐκ ἔστιν δὲ τὸ ῥυ‐ σθῆναι ἐκ τῶν θλίψεων τὸ μὴ θλίβεσθαι πάντως, ἀλλὰ τὸ μὴ ἡττηθῆναι προηγουμένως ὑπ’ αὐτῶν, τὸ μὴ παγιδευθῆναι130

273

[ὑ]πὸ τῶν τὰ δίκτυα τῶν θλίψε‐ ων ἐπιφερόντων. >>αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔ‐ >>πλασά[ν] με. καὶ τοῦτο οἰκείως
5ἐπήν[εγ]κεν· ἵνα γὰρ μή τις ὡς ὠμ[ὸν] καὶ 〈ἀ〉παραίτητον τὸν θ(εὸ)ν ὑπ[ον]οήσῃ αὐτὸν λέγειν διὰ τοῦ “ἀλλὰ τίς ἐστιν ὁ ἐ[κ τ]ῶ[ν] χειρῶν σου ἐξαιρούμενος”, ἐπ[ι]‐
10φέρει τὸ “αἱ [χ]εῖρές σου ἐπ[οίη]‐ σάν με καὶ [ἔπ]λασάν [με”, λέγων] ὅτι κἂν ἐπά[γει] θλίψεις, ἀλ[λὰ] φείδεται τῶ[ν] ἰδίων ποιημά‐ >των· εἴρηται γάρ· “φείδῃ δὲ πάν‐
15>των, 〈ὅτι σά ἐστιν,〉 δέσποτα φιλόψυχε.”
15εὖ δὲ τὸ “αἱ χεῖρές σου ἐποίησάν με κα[ὶ] ἔπλασ[ά]ν με”, ἵνα τὸ μὲν “ἐ[πο]ίησα[ν]” ἐπὶ τῆς ψυχῆς λαμ‐ βά[ν]ηται, τ[ὸ] δὲ “ἔπλασαν” ἐπὶ
20τοῦ σώματος· ἀντέρεισιν γὰρ ση‐ μαίνει τὸ “ἔπλασάν με”, ὅπερ οἰκεῖον σώματι. καὶ ἐν τῇ Γενέ‐
>σει δὲ εἴρηται· “ἐποίησεν ὁ θ(εὸ)ς >τὸν ἄν(θρωπ)ον, κατ’ εἰκόνα θ(εο)ῦ ἐποί‐132
25>ησεν αὐτόν·” οὐ γὰρ τὸ σῶμα κατ’ εἰκόνα, ἀλλ’ ἡ ψυχή· οὐ γὰρ ἀν‐ θρωπόμορφος ὁ θ(εό)ς. 〈καὶ μεθ’ ἕτερα〉
27εἴρηται· >“ἔπλασεν ὁ θ(εὸ)ς τὸν ἄν(θρωπ)ον, χοῦν >ἀπὸ τῆς γῆς” τὸ σῶμα λαμβά‐
30νων, ἵν’ ὡς εἴπομεν τὴν μὲ(ν) ποίησιν ἐπὶ τῆς ψυχῆς δεχώ‐ μεθα, τὴν δὲ πλάσιν ἐπὶ τῆ‘σ‘ σαρ‐ κός. εἰ δὲ καὶ ἐπὶ τῆς σαρκὸς κεῖ‐ ται ἡ ποίησις, οὐ ξενιστέον· καὶ γὰρ

274

τὸ πλάσαι τῷ γένει π[ο]ιῆσαί [ἐστι(ν).] ἀντιθήσει μὲν οὖν τις λέγων λε‐ γων καὶ τὸ πεπλάσθαι ἐπὶ τῆς ψυ‐ χῆς κεῖσθαι καὶ τοῦτ[ο σ]ημαίνε‐
5>σθαι ἐκ τοῦ· “ὁ πλάσας [κ]ατὰ μόνας >τὰς καρδίας αὐτῶν.” πρὸς ὃ σο̣φῶς δὲ καὶ τὰ περὶ χ[ε]ιρῶν θ(εο)ῦ νο‐ ητέον· καὶ ὁ μὲν ἁπλουστέρως εἰ‐ ρῆσθαί φησι τ[ὰ]ς χεῖρας πληθυ(ν)‐
10[τικῶς ἢ] δυϊκῶ[ς τ]ὴν δραστήριο(ν) [τοῦ] θ̣(εο)ῦ̣ δύναμ[ιν]· ἔστιν δὲ καὶ
11ἀκρι‐ βέστερον λαβ[εῖ]ν χεῖρα τὸν υ(ἱό)ν— >εἴρηται γάρ· “ἡ χείρ μου ἐποίη‐ >σεν ταῦτα πάντα”—καὶ τὸ πν(εῦμ)α, κα‐
15>θὸ εἴρηται· “τῷ λόγῳ τοῦ κ(υρίο)υ οἱ134
15οὐ(ρα)νοὶ >ἐστερεώθησαν [κ]αὶ τῷ 〈πν(εύμα)〉‐ >τι τοῦ 〈στόματοσ〉 αὐτοῦ πᾶσα ἡ [δύν]α‐ >μις αὐτοῦ.” εἴρητα[ι] δὲ καί· “π[νε]ῦμα >ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ ἡ
20>δύναμις ὑψίστου ἐπισκιάσει >σοι, διὸ τὸ γεννώμενον ἐν σοὶ >ἅγιον κληθήσεται υἱὸς θ(εο)ῦ.” ἵνα γὰρ συστῇ ὁ ναὸς τοῦ σ(ωτῆ)ρος, καὶ
23πν(εύματο)ς ἁγίου ἐπέλευσις γέγονεν καὶ τῆς
25τοῦ ὑψίστου δυνάμεως, ἥτις ἐ‐ στὶν ὁ υ(ἱό)ς. >>μετὰ ταῦτα μεταβαλών με ἔπαισας. τὸ δημιουργικὸν ἅμα καὶ προνο‐ ητικὸν τοῦ θ(εο)ῦ διὰ τούτων παρί‐
30στησιν, διὰ μὲν τοῦ “αἱ χεῖρές σου ἐποίησάν με” τὸ δημιουργικόν, διὰ δὲ τοῦ “μετὰ ταῦτα μεταβαλώ(ν) με ἔπαισας” τὸ προνοητικόν. καὶ τοῦτο γὰρ προνοίας ἐστὶν θ(εο)ῦ ἔργο(ν)

275

[τὸ] ἐν θ[λί]ψεσιν δι’ ἀγῶνα περιβαλεῖ(ν) τὸν ἀνδρεῖον, ἵνα χαρακτῆρα καὶ σκο‐ πὸν τοῖς ἀνθρώποις στήσῃ, πρὸς ὃν ἀπο[β]λέποντες μιμηταὶ κα‐
5ταστῶσ[ιν.] τὸ δὲ “μεταβαλὼν” νο‐ ητέον ἀντὶ τοῦ μεταβολὴν πε‐
ρὶ ἐμὲ π[ο]ιήσας τοῦ σώματος· εἵλ‐ κωτο γὰρ καὶ λελώβητο ἀ[ν]ι̣[αρ]ῶ̣[ς] πάντων ἁπαξαπλῶς τῶν π[ε]‐136
10ρὶ αὐτὸν με[τ]αβληθέντω[ν.] >>μνήσθητι, ὅ[τι] πηλόν μ[ε ἔπλα]‐ >>σας, εἰς δὲ γ[ῆ]ν με πάλιν ἀ[πο]‐ >>στρέφεις. ἀκολούθως καὶ τῆς δ[η]‐ μιουργίας καὶ τῆς προνοίας αὐ‐
15τὸν ἐπιστάμενος ἀρχηγὸν κα[ὶ] κύριον εἰς εὐχὴν τρέπει τὸν λ[όγ]ον λέγων· εἰ καὶ ἐπήγαγες ὡ[ς] ἐξουσι[ά]ζων τὰ ὀδυνηρά, ἀλ‐ λὰ μνήσθητι, ὅτι ἀσθενής εἰμι
20καὶ ἐκ πήλου τὴν σύστασιν ἔχω —τοῦτο δὲ κατὰ τὸ σῶμα νοητέο(ν)— καὶ πλάσας εἰς γῆν 〈με πάλιν〉 ἀποστρέ‐ φεις. καὶ δῆλον ἐκ τούτου, ὅτι περὶ τοῦ σώματος λέγει· οὐ γὰρ εἰς
25γῆν ἡ ψυχὴ ἀποστρέφεται. τὰ δὲ περὶ τῆς ἀσθενείας τῆς ἀν‐ θρωπίνης φύσεως διεξέρχε‐ ται προτρέπων καὶ τοὺς φίλους εἰς καρτερίαν καὶ ἐπίγνωσιν
30τῆς ἀρετῆς αὐτοῦ καὶ τῆς ὑπο‐ μονῆς. καὶ νῦν δὲ ὡς οἰκεῖον τὸ πλάσαι τῷ σώματι συνῆψεν· ἀν‐ τιτύπῳ γὰρ ἡ πλάσις οἰκεῖον· καὶ γὰρ περὶ τῶν ἀγγέλων οὐκ εἴρηται·

276

>ὁ πλάσας ἀγγέλους, ἀλλ’ ”[ὁ π]οιῶν [ἀγ]‐ >γέλους αὐτοῦ πν(εύμ)ατα.” καὶ περὶ τῆς γῆς εἴρηται ὡς παχέος σώματος· >“καὶ τὴν ξηρὰν αἱ χε[ῖρ]ες αὐτοῦ138
5>ἔπλασαν.” ταῦτα δὲ οὐ[χ, ὅ]τι κατὰ τοὺς ἀνθρώπους θ(εὸ)ς χερ[σὶ] διαπλάτ‐ τει, εἴρηται, ἀλλ’ ὅτι ἑκ[άσ]τῳ τὸ οἰκεῖ‐ ον ἡ θεία παίδευσις ἐπιφέρει ὄ‐ νομα, τὴν μὲν πλάσιν ὡς εἴπο‐
10μεν τῷ σώματ[ι, τ]ὴν δὲ ποίησι(ν) [τῇ ψυχῇ.] ὅμοιον τῷ “εἰς δὲ γῆν [με] πάλιν ἀπο[στ]ρέφεις” τὸ τῷ >[Ἀ]δὰμ εἰρημέ[ν]ον· “γῆ εἶ καὶ εἰς >γῆν ἀπελεύσει.” παρατηρητέον
15ὅτι, ἐάν τι περὶ συνθέτου λέγη‐ ται, οὐκ ἀνάγκη περὶ παντὸς 〈μέρουσ〉 αὐτὸ νοεῖν. ἐὰν γ[ὰ]ρ λέγηται· καὶ ἦν Δα(υὶ)δ πρᾶος ἢ Μωσῆς, ο[ὐ π]ε‐ ρὶ τοῦ σώματος α[ὐ]τοῦ τοῦτο νο‐
20οῦμεν. ἐὰν δέ· καὶ ἦν Δα(υὶ)δ “πυρ‐ ράκης μετὰ κάλλους ὀφθαλμῶ(ν)”, περὶ τοῦ σώματος αὐτὸ διανο‐ ούμεθα, οὐ περὶ ψυχῆς. καὶ ἐνταῦ‐ θα εἰ λέγεται· “εἰς δὲ γῆν με πάλι(ν)
25ἀποστρέφεις”, οὐ δεῖ λογίζεσθαι, ὅτι περὶ τῆς ψυχῆς τοῦτο λέγε‐ >>ται. ἦ οὐχ ὥσπερ γάλα με ἤμελ‐ >>ξας, ἐτύρωσας δέ με ἴσα τυρῷ;
τὸ σπέρμα, ἐξ οὗ συνίσταται τὸ ζῷ‐140
30ον, ὡς γάλα ἀμελχθὲν λέγει· καὶ ὥσπερ τὸ γάλα συστρεφόμενον τυρὸς γίνεται, οὕτω καὶ τὸ σπέρ‐ μα συστραφὲν φύσις γίνεται· κα‐ τάστασις δέ ἐστιν αὕτη πρὸ τοῦ
35ἐμβρύου· τὸ γὰρ καταβληθὲν εἰς

277

[τ]οὺς α[ὔλ]ακας τῆς ὑστέρας σπέρμα, ὅταν συστραφῇ οἷα τυρός, γίνετα[ι] φύσις· ὅπερ λοιπὸν διαπλάττε‐ ται ἤ, ὡς ἡ γραφή φησιν, “ἐξεικονί‐
5ζεται” καὶ δέχεται ὥσπερ χαρα‐ κτῆρας. ὅταν δὲ διαστῇ τὰ μέ‐ λη καὶ ἕκαστον ἰδίᾳ γένηται καὶ κινῆται λοιπὸν οἷα ζῴου χεὶρ ἢ πούς, τότε ἐμβρύου μ̣[ὲν ἡ]
10ἀπότεξις ἀποδείκνυσιν εἰς τ[ὸ] φανερὸν τ[ὸ ζ]ῷον. [ταῦτα πάντα] οὖν ἐμπερ[ιλα]μβάνει, δ[ιὰ μὲν] τοῦ “μνήσθ[ητ]ι, ὅτι πηλόν [με ἔ]‐ πλασας” τὴν ἐξ ἀρχῆς κτίσιν τοῦ
15Ἀδὰμ σημαίνων, διὰ δὲ τοῦ “ἦ οὐ[χ] ὥσπερ γάλα με ἤμελξας” τὰς κα‐ τὰ διαδοχὴν συνισταμένας γενέσεις. πάντα οὖν ταῦτα δι‐ έξεισιν, τὸ δημιούργημα τοῦ
20θ(εο)ῦ ὑποδεικνύς, ἵν’ δι ἐκ τούτου ἢ δι’ εὐχῆς εἰς ἔλεον ἐκκαλέση‐
ται. τὸ “ἤμελξας” οὖν λέγει τῷ θ(ε)ῷ δεικνύς, ὅτι αὐτοῦ ἐνεργείᾳ ἡ γνη‐ σία τῶν σπερμάτων καταβο‐142
25λὴ γίνεται. >>δέρμα καὶ κρέας με ἐνέδυσας, >>ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖ‐ ρας. τούτῳ χρῶνται οἱ βουλόμε‐ νοι δεῖξαι, ὅτι, οὓς ἐνέδυσεν ὁ
30θ(εὸ)ς δερματίνους χιτῶνας, τὰ σώ‐ ματά ἐστιν ταῦτα τὰ παχέα. καὶ >γὰρ ἐν τῇ Γενέσει εἴρηται· “καὶ ἐ‐ >ποίησεν ὁ θ(εὸ)ς τῷ Ἀδὰμ καὶ τῇ γυ‐ >ναικὶ αὐτοῦ χιτῶνας δερματί‐
35>νους καὶ ἐνέδυσεν αὐτούς.” ἀλλ’

278

“ἐποίησεν τῷ Ἀδὰμ κα[ὶ τ]ῇ γυ[ναι]‐ κὶ αὐτοῦ”, ἵνα δείξῃ, ὅτι κατάλλη‐ λον “ἄρρενι καὶ θηλείᾳ” ἔνδυμα πεποίηκεν. σαφές, ὅτι “δέρμα
5καὶ κρέας” ἐνταῦθα τὸ σῶμά φη‐ σιν· συνάπτει γὰρ ἑξῆς τὰ δια‐ κρατητικὰ τούτου λέγων· “ὀστέ‐ οις δὲ καὶ νεύροις με ἐνεῖρας.” ὅλην οὖν τὴν [ὁ]δὸν καὶ ἁρμο‐
10ν[ί]αν τῆς συστάσεως τοῦ [σώ]ματος ἀπαγ‐ [γέλλει] διά τε τ[ῶ]ν πρὸ τούτων [κα]ὶ αὐτῶν τῶ[ν] ἐγκειμένω(ν).[σ]ημειωτέον, ὅ[τ]ι φαίνεται τῆς ψυχῆς ταῦτα ῥήματα· αὕτη γάρ
15ἐστιν ἡ ἐνδυσαμένη τὸ δέρ‐ μα καὶ τὸ κρέας ὀστέοις τε καὶ νεύροις ἐνερθεῖσα· ὅπερ ση‐ μαίνει προτέραν αὐτὴν εἶ‐ ναι τῶν ἐνδυμάτων καὶ τοῦ144
20ἐν〈δ〉εδύσθαι· ὑποκειμένη γὰρ ἐνδέδυται. >>ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοῦ, >>ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ(ν) >>μου τὸ πν(εῦμ)α. ἐπεὶ μὴ αὐτὰ καθ’ ἑ‐
25αυτὰ τὸ δέρμα καὶ το κρέας καὶ ‘τὰ‘ ὀστᾶ καὶ νεῦρα ζωὴν ἔχει, πα‐ ρουσίᾳ δὲ ψυχῆς ζωτικὰ κινή‐ ματα ἔχει—ἀναχωρησάσης γοῦ(ν) αὐτῆς οὐδὲν ἔχει ζωτικόν—,
30φησίν, ὅτι οὐκ ἔπλασας μόνον καὶ κρέας καὶ δέρμα καὶ ὀστᾶ καὶ νεῦρα πεποιηκὼς ἐνέδυσάς με, ἀλλὰ καὶ “ζωὴν καὶ ἔλεον ἔ‐ θου παρ’ ἐμοῦ”. καὶ διὰ μὲν τοῦ ζω‐

279

ὴν τε[θ]ηκέναι τὸ τῆς δημιουρ‐ γίας οἰκεῖον σημαίνει, διὰ δὲ το[ῦ] ἐλέου τὴν προνοητικὴν χάρι(ν).ἐπεὶ γὰρ συμβαίνει καὶ ἐπιβουλὴ[ν]
5ὑπομείνειν τὴν ζωὴν τὴν το̣[ι]‐ αύτην, ἐλέου χρεία, δι’ ὅπερ εἴρ[η]‐ ται· “ζωὴν καὶ ἔλεον ἔθου παρ’ ἐ‐ μοῦ.” οὐ γὰρ κατὰ χρέος, ἀλλὰ κατ’
ἔλεον καὶ [ἀ]γαθότητα δημ[ιουρ]‐146
10γεῖ θ(εό)ς· τὸ γὰ[ρ ε]ὐπαθεῖ ὕλ̣ῃ̣ ζ̣ω̣[ὴν] δωρήσασ[θαι] ἐλέ[ῳ μᾶλλον ἢ ἑτέ]‐ ρῳ τινὶ γέγ[ον]εν. ἔτι δὲ σ̣[αφέστε]‐ ρον τὰ περὶ [τῆ]ς προνοίας κ[αὶ κη]‐ δεμονίας αὐτῆς τὸ ἑξῆς δη‐
15>λοῖ φάσκον· “ἡ δὲ ἐπισκοπή σου >ἐφύλαξέν μου τὸ πν(εῦμ)α”, πν(εῦμ)α λέ‐ γων τὴν ψυχήν. εἰ γὰρ καὶ πολ‐ λὰ σημαίνε[ι] τὸ πν(εῦμ)α, ἀλλὰ νῦν τὴν ψυχὴν δηλοῖ· ἐὰν γὰρ λέγῃ
20Ἰάκωβος· “ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν”, καὶ Στέφανος ἐντυγχάνων τῷ θ(ε)ῷ >καὶ λέγων· “κ(ύρι)ε, δέξαι τὸ πνεῦμά >μου”, τὴν ψυχὴν σημαίνει.
25>>ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι >>πάντα δύνασαι· ἀδυνατεῖ >>δέ σοι οὐδέν. οὐκ ἔξωθεν ὁ θ(εὸ)ς ἔχει, ἃ ἔχειν λέγεται· πᾶν γάρ, ὅ ἐστιν, ἁπλοῦς ὤν ἐστιν καὶ ἀσύ(ν)‐
30θε{ν}τος ὑπάρχων, οὐ προσλαμ‐ βάνων ἔξωθέν τι· ἀπροσδε‐ ὴς γάρ. καὶ γὰρ δημιουργὸς καὶ ἀ‐ γαθὸς καὶ φῶς καὶ πᾶν, εἴ τι ὀρθῶς θεολογεῖται, κατ’ οὐσίαν αὐτῷ πρόσ‐

280

εστιν. πιστῶς δὲ καὶ φ̣[ρο]νίμ[ως] ἀκουστέον τοῦ “πάντα δύνασαι”,
ἵνα μὴ ὑποπέσωμεν τῇ τῶ(ν) δοκητῶν ἀνοίᾳ. ἔστιν δὲ σαφὲς148
5τὸ λεγόμενον διαιρέσει χρησα‐ μένοις οὕτως· τῶν δυνάμεων αἱ μέν εἰσιν ἐνερ〈γη〉τικαί, αἱ δὲ πα‐ θη[τι]καί. καὶ ἐνεργητικαὶ μέν εἰσιν, καθ’ ἃς ποιοῦμεν, παθη‐
10[τικα]ὶ δέ, καθ’ ἃς [γι]νόμεθα, αἱ καὶ [.....]λ̣ουσα̣[ι π]ρὸς τὰς ἐνεργεί‐ [ας.] ἐ̣ὰν οὖν λέ[γη]ται ὁ θ(εὸ)ς πάν‐ [τα] δύνασθαι, ο[ὐ] δεῖ προσάπτει(ν) αὐτῷ καὶ τὰς παθητικὰς δυνά‐
15μεις· οὐ γὰρ οἷόν τε εἰπεῖν αὐτὸν γενέσθαι ἄλλο τι—οὐ γὰρ ὑπάρ‐ χουσιν αὐτῶι αἱ κατ’ ἐπιτηδειό‐ τητα δυνάμε[ι]ς—οὐδὲ λεκτέον, ὅτι δύναται ψεύδεσθαι ἢ μετ[α]‐
20βάλλεσθαι ἢ ἀρνήσασθαι ἑαυ‐ τόν. ἃ ἁρμόζει οὖν θ(ε)ῷ, δυνατὰ αὐτῷ λέγω. σοφίζονται γάρ τι‐ νες, ὧν ἐστι καὶ Πορφύριος καὶ ὅ‐ μοιοι, ὅτι εἰ πάντα δυνατὰ τῷ
25θ(ε)ῷ, καὶ τὸ ψεύσασθαι, καὶ εἰ πάν‐ τα δυνατὰ τῷ πιστῷ, δύναται καὶ κλίνην ποιῆσαι καὶ ἄνθρω‐ πον ποιῆσαι. οὐ τοῦτο δὲ σημαί‐ νεται, ἀλλ’ ὥσπερ, ἐὰν λέγηται
30πάντα δυνατὰ τῷ ἰατρῷ, περὶ
ἰατρικῆς λέγω, καὶ πάντα δυνα‐ τὰ τῷ κυβερνήτῃ, τὰ ἁρμόζοντα τῇ τέχνῃ αὐτοῦ φημι, οὕτως ἐὰ(ν) λέγω πάντα δυνατὰ τῷ θεῷ ἢ150

281

[τ]ῷ π[ιστ]ῷ, τοῦτο λέγω, ὅτι 〈ἃ〉 ἁρμό‐ ζει θ(ε)ῷ θ(ε)ῷ δυνατά, καὶ 〈ἃ〉 ἁρμόζει πιστῷ δύναται πιστός. ταῦτα δέ ἐστιν τὰ διὰ πίστεως κατορθού‐
5μενα. ὅτι δὲ καὶ ἡ γραφὴ τοῦ‐ το οἶδεν, φησὶν περὶ θ(εο)ῦ· “εἰ ἀρνη‐ >σ〈ό〉μεθα, αὐτὸς πιστὸς μένει. >ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύ‐ >ναται.” καὶ [π]άλιν· “ἐν οἷς ἀδ[υνα]‐
10>τὸν ψεύσα[σθ]αι τὸν θ(εό)ν.” ὡ[σ]α̣ύ̣[τως] δὲ καὶ μετ[ὰ σ]υ̣νέσ̣[εως τὸ “ἀδυ]‐ >νατεῖ δέ σ[οι οὐ]δὲν” ἐκλ[ημπτέ]‐ ον, ὅπερ ἐκ [παρ]αλλήλου οἷ[όν] τε νοῆσαι τ[ῷ] φθάσαντι κατὰ
15τὸ λεχθὲν ἐ[ν] τῷ εὐαγγελίῳ· “πά[ν]‐ >τα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς >αὐτοῦ ἐγένετο οὐδέν.” συνεπ[ί]‐ σκεψαι δέ, εἰ [κ]αὶ οὕτως αὐτὸ νο‐ ῆσαι προσή[κε]ι· ἡ κακία ‘μὴ‘ ὄν ἐστι(ν)
20ἀμέλει γοῦν οἱ μετέχοντες αὐτῆς μὴ ὄντες λέγονται· “μὴ >παραδ〈ῷ〉ς γὰρ τὸ σκῆπτρόν σου >τοῖς μὴ οὖσιν.” εἴρηται καί· “ὁ κα‐ >λῶν τὰ μὴ ὄντα ὡς ὄντα”, “ἵνα
25>τὰ ὄντα καταργήσῃ”—ἵν’ ᾖ τοῦτο λέγων· τὸ μὴ ὂν καὶ ἡ κακία ‘ἀ‘δυ‐ νατεῖ σοι· τρ[ε]πτοῦ γὰρ τὸ ἁμαρ‐ τάνειν οἰκεῖον. >>ἐάν τε γὰρ ἁμάρτω, φυλάξεις με·152
30>>ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με >>πεποίηκας. εἰκότως τοῦτο λέ‐ γει· ἐπεὶ γὰρ δημιουργὸν καὶ προ‐ νοητὴν ἑαυτοῦ τε καὶ τῶν ὅ‐ λων οἶδε‵ν αὐ′τόν, ἀκολούθως καὶ
35περὶ μακροθυμίας αὐτοῦ διδά‐ σκει. ἐπίσταται γὰρ καὶ αὐτὸς κατὰ

282

>τὸν μακάριον Δα(υί)δ, ὅτι “οὐ[κ] ὀργὴ[ν] >ἐπάγει καθ’ ἑκάστην ἡμέραν.” φυ‐ λάττει δὲ τὸν ἁμαρτάνοντα θ(εὸ)ς οὐ βουλόμενος αὐτὸν ἁμαρτά‐
5νειν—“οὐ βούλετα[ι] γὰρ τὸν θάνα‐ τον τοῦ ἁμαρτωλ[ο]ῦ ὡς τὴν μετά‐ νοιαν”—ἀλλ〈ὰ〉 {ἵνα} νόμον διδοὺς [τὸ]ν [κ]ωλύοντα ἁμαρτάνειν, ὅ‐ πως μισήσῃ [κ]ακίαν ὁ ἐνερ‐
10γῶν αὐτήν. ἠ[ρέμ]α δὲ καὶ ἐλέγ‐ [χει τοὺς] φ[ί]λου[ς οἰο]μένους, ὅτι δι’ [ἁμα]ρτίας πάσχ[ει,] διδάσκων α[ὐ]‐ [το]ύς, ὅτι οὐχ ἅμ[α τ]ῷ ἁμαρτῆσα[ι] θ(εὸ)ς ἀποδίδωσι[ν, ἵ]να καὶ αὐτοὶ ἐκ
15τῶν καθ’ ἑαυτοὺ[ς] τοῦτο λογίσων‐ ται. διδάσκει δὲ καὶ τὸ τρεπτὸ(ν)
τῆς φύσεως τῶν ἀν(θρώπ)ων διὰ τοῦ “ἀ‐ πὸ δὲ ἀνομία[ς ο]ὐκ ἀθῷόν με πε‐ ποίηκας”, ἅμα καὶ μετριότητος154
20δ‘ε‘ῖγμα ἐκφέρων καὶ τὴν κατὰ δ[ι]‐ αδοχὴν τοῦ Ἀδὰμ ὑποδ‘ε‘ικνὺς ἁμαρτίαν κοινὴν οὖσαν ἀν(θρώπ)ων. οὐ τοῦτο δέ φαμεν, ὅτι οἱ ἅγιοι ὑ‐ πόκεινται τῇ παραβάσει κατὰ προ‐
25αίρεσιν, ἀλλὰ κατὰ διαδοχήν, ὡς ἐλέχθη. ὡς γὰρ ὁ γεγεννημένος παρ’ εἰδωλολάτρῃ βρέφος ὢν οὐκ ἔχει ἁμαρτίαν, τοῦτ’ αὐτὸ δὲ ὥσπερ μολυσμὸν ἔχει παρὰ
30τοιούτοις γεννηθῆναι τῆς ἀνα‐ τροφῆς μεμπτῆς οὔσης, οὕτω καὶ περὶ τοὺς ἁγίους δεῖ νοεῖν παρά‐ πτωμα οὐχ ἑκούσιον. οὕτω καὶ εἴ‐ >ρηται· “πάντες γὰρ ἥμαρτον”. λέγο‐
35μεν δὲ τῶν ἁγίων τὰ ἁμαρτήμα‐

283

τα ὁδ[ὸ]ν ἐπ’ ἀρετὴν εἶναι. καὶ ὥσ‐ περ, εἴ τις γράφειν μανθάνων, ἐπεὶ οὐ δύναται ἁθρόως καλῶς γράψαι, διαπταίει ἐν τῷ μανθά‐
5νειν τοῦ πτ[α]ίσματος αὐτοῦ οὐχ οὕτω τυγχάνοντος μεμπτοῦ, ὡ〈σ〉 εἰ ἐθελοκάκως τις γράφοι κακό[(ν),] οὕτω καὶ ὁ ἐ[πὶ] τὴν ἀρετ[ὴν ὁρμώ]‐ μενος, εἰ π[ρ]ῶτον ἀγνοίαι σ̣[φάλ]‐
10λεται, οὐ κ[ολασ]τ̣έος. >>ἐάν τε γὰρ ἀσ[εβὴ]ς ὦ, ο[ἴ]μ[μοι. ἐάν] >>τε ὦ δίκαιο[ς, οὐ δ]ύναμαι ἀ[νακύ]‐ >>ψαι. λέγοι ἄν, [ὅ]τι εἴ τε προαιρε[τι]‐ κῶς ἁμάρτω, [οἴ]μμοι, εἴ τ〈ε〉, ὡς πρ[ο]‐156
15αποδεδώκ[αμ]εν, τὸ ἐκ διαδο‐ χῆς μόνον 〈ἔχω〉 τοῦ Ἀδάμ, πάλιν οὐδ’ οὕτω [ἀ]νακύψαι δυνήσο‐ μαι ὡς παν[τὸς] ἀπηλλαγμένος ῥύπου. τῶν γὰρ ἁμαρτημάτων
20τὰ μὲν ἐκ τῆς ἡμετέρας προαιρέ‐ σεως φαύλω[ς ὑ]φίσταται, τὰ δὲ ὡς προείρητ[α]ι· καὶ τοῖς μὲν ἐκ προαιρέσεως [κό]λασις ἕπεται, τοῖς δὲ ἐξ ἀγν[οί]ας κάθαρσις χρε‐
25ωστεῖται. δύν[α]ται δὲ λέγειν, ὅτι εἰ καὶ δίκ[αιό]ς εἰμι, ἀλλ’ οὐ με‐ γαφρονῶ τὸ ἄ̣δ̣η̣λον ἐπιστάμε‐ νος. πολλοὶ γὰρ περιαυτολογή‐ σαντες πράγμ[α]τι ἐπέπεσαν.
30καὶ πρόσ〈σ〉χες γε δὴ ὁ Φαρισαῖος ἐπὶ θ(εο)ῦ λέγων μὴ ἄρα ἀληθῶς ἔλεγεν; τῷ δὲ περίαυτα εἶναι τὰ ῥήματα οὐκ ἔσχεν ἀποδοχή(ν). ἀμέλει εἴρηται περὶ τοῦ ταπ‘ε‘ινοῦ,

284

>ὅτι “κατέβη οὗτος δεδικ[αιω]μ[ένος] >παρ’ ε ἐκεῖνον.” >>πλήρης δὲ ἀτιμίας εἰμί. τὸ τῆς
ἀνθρωπίνης ἀσθεν‘ε‘ίας σαθρὸ(ν)158
5σημαίνει πλήρης γὰρ ἀτιμίας ἐστὶν ὁ ἄν(θρωπ)ος τῷ [π]ερικεῖσθαι σῶ‐ μα τοιοῦτο, περ[ὶ ο]ὗ Παῦλός φησι(ν)· >“σπείρεται ἐν ἀτ[ιμ]ίᾳ, ἐγείρεται >[ἐν δό]ξῃ.”
10>>[ἀγ]ρεύομαι δὲ ὥ[σ]περ λέων εἰς >>[σ]φα[γ]ήν. πλήρ[ης] με ἀτιμίας [ὄντα κατὰ τὴ]ν̣ [προ]αποδοθεῖσα[(ν)] [ἔν]ν̣οιαν οἰό[με]νος καταβάλ‐ [λε]ιν ὁ ἐχθρὸς [δι]ὰ τῶν περιεστη‐
15κότων ὡσπε[ρεὶ] κυσὶν καὶ δικτύ‐ οις περιβάλλε[ιν] πειρᾶται. ὁ λέω(ν) δὲ μέγα ζῷον ὑπάρχει. εἴρη‐ >ται· “λέων ἰσχυρ[ότ]ερος κτηνῶ(ν).” >“δίκαιος γὰρ ὥ[σπ]ερ λέων πέποι‐
20θεν.” ὅμως ὁ παρατεταγμένος πρὸς ἀντίπαλον οἶδεν, ὅτι ἀ‐ γραεῦσαί τις α[ὐτὸ]ν πειρᾶται· οὗ‐ τος δέ ἐστιν ὁ [ἀ]ντίδικος διάβο‐ λος. σφαγὴν δ[ὲ] λέγει νῦν τὴν ὑ‐
25πόπτωσιν [εἰς] ἁμαρτίαν· λέγε‐ ται γὰρ καὶ ἐπ[ὶ κ]ολάσεως ἡ σφαγὴ πολλάκις. ἐμφαίνει τὸ μέγε‐ θος τῆς καθ’ ἑ[αυ]τοῦ ἐπιβουλῆς ὑπερβαλλο[ύσ]ης διὰ τοῦ λέγειν,
30ὅτι οὕτως “ἀγρεύομαι ὥσπερ λέ‐ ων” τοῦ ἐχθ[ρ]οῦ καθάπερ λέον‐
τι ἐπάγοντ[ο]ς τὰς πάγας καὶ μη‐ δὲν παραλιπόντος εἰς πειρα‐ σμόν. τοῦτο δὲ οὐχ ὑπεροψίᾳ,160
35ἀλλὰ φανερώσει τῆς ἐπιβουλῆς >>εἴρηται. πάλιν γὰρ μεταβα‐

285

λὼ[ν δει]ν[ῶ]ς με ὀλέκεις. παρί‐ στ[ησι]ν, ὅτ[ι ε]ἰ καὶ ἀγρεύομαι ὥσ‐ περ λέων {[α]λλα} τοσούτων μοι περιεστηκ[ότ]ων, ἀλλ’ οὐκ αὐθεν‐
5τοῦσιν αὐτ[οὶ τ]ῆς ἐπιφορᾶς· σὴ γάρ ἐστιν ἡ συ[νχ]ώρησεις. εἰ μὴ γὰρ θ(εὸ)ς συνεχ[ώρ]ησεν, ὁ ἀγρεύων οὐκ εἶχεν [ἐξο]υσίαν. τὸ δὲ “μετα‐ βαλὼν” ἐν[εργ]ητικῶς ἀ̣κ̣[ούειν]
10δεῖ ὡς τῆς μ[ετα]βολῆς περὶ [τὸν Ἰ]‐ ὼβ γεγεν[ημέ]νης ἐ̣κ̣ [πλούτου εἰς] πενίαν κα̣[ὶ ἐξ] ὑγιαίνον̣[τος εἰς] νοσοῦντα, [..]ω̣ν πολλὴ .[....] της προσγέ[γον]εν.
15>>ἐπανακαινί[ζω]ν ἐπ’ ἐμὲ τὴν ἔτ[α]‐ >>σίν μου. τὴ[ν ἀ]λλεπάλληλον τῶν ἐπιπό[νω]ν ἐπίτασιν σημαί‐ νει. καθάπε[ρ γ]ὰρ πολέμιος ἀ‐ ποκρουόμε[νος] ἐκ τῶν ἐναν‐
20τίων πάλιν [ἑαυ]τὸν παρασκευ‐ άζει πρὸς τὸ [κατ]απολεμεῖν, τὸ(ν) αὐτὸν τρόπ[ον ὡ]ς πρὸς ἀνδρ‘ε‘ῖο(ν) ἀεὶ καινὰς ὁ λα[β]ὼν τὴν ἐξουσί‐
αν ἐπινοῶν [ἀλ]γηδόνας εἰς162
25μέγεθος ἐξῆ[ρεν] τὴν θλῖψιν. τοῦτο δ‘ε‘ίκνυτ[αι] ἐκ τοῦ· “ἔτι τού‐ του λαλοῦντ[ος ἦλ]θεν ἕτερος ἄγ‐ γελος·” πυκν[αὶ] γὰρ καὶ ἀλλεπάλ‐ ληλοι αἱ ἀνίαι [ἐγί]γνοντο.
30>>ὀργῇ δὲ μεγάλῃ [μ]οι ἐχρήσω· ἐπή‐ >>γαγες δὲ ἐπ’ ἐμὲ πειρατήρια. καὶ ἐνταῦθα πάλιν τὸ μέγεθος τῶν θλιβηρῶν ἐμφαίνει, οὐκ ἀποκάμνων, ἀλλὰ παριστῶν
35τοῖς φίλοις γνῶναι, ὅτι ἡ ὑπερ‐ βάλλουσα αὕτη ὀργὴ οὐχ, ὡς ὑπε‐

286

νόουν, δι’ ἁμαρτί[ας] ἐσ[τιν, εἰ] συ[μ]‐ βάλοιεν αὐτοῦ τὸν [βί]ον. ὀ[ργὴ]ν δὲ ἐνταῦθα οὐ πάθο[ς ἐ]κλαβεῖν δεῖ, ἀλλὰ τὴν ἐπίπο[νο]ν ἀγωγήν, κα‐
5θὰ καὶ Μωσῆς π[ρὸς] θ(εό)ν φησιν· “ἐ‐ ξαπέστειλας τὴν [ὀργ]ὴν καὶ κατέ‐ φαγεν αὐτοὺς ὡ[ς κ]αλάμην,” ε‐ [..].[.]οι μὲν δ[ι’ ἁμ]αρτίας· ἐνφαί‐ [νε]ι δὲ ἐνταῦθ[α δι]ὰ τοῦ{ς} “ἐπήγα‐
10[γες δ]ὲ ἐπ’ ἐμὲ [πει]ρατήρια”, ὅτι οὐ [δι’ ἁμα]ρτ̣ί̣α̣ς̣· ο̣[ἱ γὰρ] τούτῳ τῷ τρ[ό]‐ [πῳ] κολαζόμ[ενο]ι οὐ πειρατή[ρι]‐ α ὑφεστάναι λ[έγ]ονται. οὕτω δὲ νοητέον τὸ [ἐπ]ῆχθαι τὰ πει‐
15ρατήρια, οὐχ [ὡς] ὑποπέσῃ αὐ‐
τοῖς. γείνεται [δὲ] καὶ τοῦτο, ὅπερ μὴ γενέσθαι [ἐδι]δάσκοντο ἐν τῇ εὐχῇ λέγε[ιν ο]ἱ μαθηταί· “μὴ >ε‘ἰ‘σενέγκῃς [ἡ]μᾶς εἰς πειρασμό(ν).”164
20>>ἵνα τί οὖν ἐκ κο[ιλί]ας με ἐξήγαγες, >>καὶ οὐκ ἀπέ[θαν]ον; ὀφθαλμὸς >>δέ με οὐκ εἶδ[ε]ν, καὶ ὥσπερ οὐκ >>ὢν ἐγενόμ[ην.] τοῦτο οἰηθεί‐ η τις εἶναι ἐ[ξ] ἀποκακήσεως,
25ἀλλὰ ἀνατρέπεται ἐκ τοῦ εἰρη‐ μένου πρὸς [τοῦ] θ(εο)ῦ· “ο‘ἴ‘ει δέ με ἄλ‐ λως σοι κεχρ[η]ματικέναι ἢ ἵνα ἀναφανῇς [δί]καιος;” οὐκ ἀντιδο‐ ξῶν οὖν τ[οῦ]το λέγει ὁ πρὸ βραχέ‐
30ος εἰπών· “ἐάν τε γὰρ ἀσεβὴς ὦ, οἴμμοι”, ἀλλ[ὰ] τὸ πικρὸν τοῦ βίου δηλῶσαι βουλόμενος, ὅπερ οὐκ ἂν ποιήσειεν φαῦλος· ἥδεται

287

[γ]ὰρ [ἐπὶ τῷ ζῆ]ν τούτῳ. ἄλλως τε κα[ὶ τὴ]ν α[ἰτί]αν δ‘ε‘ιχθῆναι βούλε‐ ται φανερ[ῶς] καὶ τοῖς φίλοις, δι’ ἣ(ν) οὐκ ἀπέθα[νε]ν ἅμα τῷ ἐκ κοιλίας
5ἐξελθεῖν· [δῆ]λον δέ, ὅτι διὰ τὸ μέλ‐ λειν εἶνα[ι σκο]πὸς ἀνδρ‘ε‘ίας. 〈ὑπο〉‐ 〈δείκνυται δὲ〉 καὶ ἄλλως ἡ με‐ τὰ σαρκὸς ἀ[γωγ]ή̣σ̣, περὶ ἧ[ς γ]ράφει Παῦλος· “εἰ [ἐν τ]αύτῃ τῇ ζωῇ [ἠλ]‐
10πικότες ἐ[σμὲ]ν μόνον, ἐ[λ]ε[ει]‐
νότεροι πά[ντων ἀνθρώπων ἐσμέν.” καὶ τὰ ἡδέα [τοῦ] βίου καὶ τὰ π̣[ικρὰ] αἰσθάνεται. [οὐ]δ̣εὶς γὰρ ἀπολ̣υ̣[ό]‐ μενος σαρκ[ὸς] ἥδεται ἐπὶ πλο[ύ]‐166
15τῳ, ἐπὶ ἀκολ[ασί]ᾳ, οὐδὲ ἐπὶ τοῖς κα‐ κωτικοῖς ἀν[ιᾶτ]αι. πε‘ι‘ραθεὶ‘σ‘ οὖν τῆς ζωῆς τα[ύτη]ς καὶ τῶν ἐν αὐ‐ τῇ ἡδέων—εὔ̣[πα]ι̣ς γὰρ καὶ πολύ‐ παις καὶ πλο[ύσι]ος γεγένηται
20ὑγίειάν τε σώμ[ατ]ος ἔσχεν—μετα‐ πεσόντων τ[ῶν] πραγμάτων εἰς τὰ τούτων ἐ[να]ντία καὶ τούτω(ν) ἐν πείρᾳ γενά̣[με]νος καὶ αὐτοῖς ἔργοις τὸ ματα[ῖον] αὐτῶν ἐγνω‐
25κώς, παιδεύει [καὶ] ἡμᾶς μὴ πό‐ θον ἔχειν πρ[ὸς αὐ]τὰ διὰ τοῦ λέ‐ γειν· “ἵνα τί οὖ[ν ἐκ] κοιλίας με ἐξ‐ ήγαγες καὶ οὐκ ἀ[π]έθανον”, ὀφθαλ‐ μοῦ με μὴ θεασα[μ]ένου, ἵν’ ὡς μὴ
30ὢν γένωμαι. δ‘ε‘[ίκ]νυται τὸ ματαῖ‐ ον τῶν ἐν τῶι βί[ῳ] τούτῳ περιμα‐ χήτων οἷον πλο[ύ]του ἐκ τοῦ· “μὴ φοβοῦ, ὅταν πλουτ[ήσ]ῃ ἄν(θρωπ)ος ἢ ὅ‐ ταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου

288

αὐτοῦ, ὅτι οὐκ ἐν τ[ῷ ἀποθνή]σκ[ειν] αὐτὸν λήμψετα[ι τὰ] πά[ντα]”—οὐ γὰρ ἕπεται τῷ ἀπαλλ[αττ]ομένῳ ταῦ‐ τα—“οὐ γὰρ συνκατα[βήσ]εται αὐτῷ ἡ
5δόξα τοῦ οἴκου αὐτ[οῦ.” ἐ]ν γὰρ τούτῳ τῷ ζῆν οἱ τοιοῦ[τοι] μόνο〈ν〉 πεποί‐ θασιν. εἰ δὲ καὶ [θέ]λουσιν οἱ ἅγιοι ὡς ὁ μακάριος Π[αῦλ]ος “ἐπιθυμία(ν) [ἔχω]ν εἰς τὸ ἀναλῦσαι καὶ σὺ(ν)168
10[Χ](ριστ)ῷ εἶναι” ἀπα[λλα]γῆναι τοῦ βί‐ [ου, ἀλλ’ οὖ]ν̣ ἐκδ[έχ]ονται τὸ παρ[ὰ] [τοῦ θ(εο)ῦ] κρίμα. ἔ[χου]σι δὲ πόθον τ[οῦ] [ἔξ]ω̣ εἶναι σώ[ματ]ος οἱ ἅγιοι προσ‐ [φ]ό̣ρως. οὐ γὰρ ἅ[γιο]ι̣ μόνοι, ἀλλὰ καὶ
15οἱ ἔξω τοῦ κηρύ[γμ]ατος τῆς ἀληθεί‐ ας περὶ τῆς ψυχ[ῆς] τῆς ἀνθρώπου ὡς ἀθανάτο[υ ἐ]κ̣λαμβάνουσι(ν). καὶ δῆλόν γε τ̣[ὸ το]ιοῦτον ἐκ τῶν συμβαινόντ[ων] αὐτῇ· μετέχει
20γὰρ ἁγίου πν(εύματο)ς, [γν]ῶσιν δέχεται τῆς τριάδος· ὁ[μοι]οῦται γὰρ τῷ θ(ε)ῷ κατὰ τὸ δυνα[τό]ν, ἅπερ αὐτῇ συμ‐ βαίνει ἁπλῇ [κα]τ’ οὐσίαν ὑπαρχού‐ σῃ, ἐξ ὧν τὸ ἀ[θά]νατον αὐτῆς κυ‐
25ροῦται. δῆλ[ον] δέ, ὅτι κρ‘ε‘ίττων τυγχάνουσα τ[οῦ] σώματος, ὅτε ἀ‐ μίγως ἔχει π[ρὸς α]ὐτό, καθαρωτέ‐ ραν καὶ εἰλικ[ριν]εστέραν ἔχει τὴ(ν) ἐνέργειαν. [κα]ὶ ἔστω παράδ‘ε‘ιγμα
30τούτου πρόχ[ει]ρον εἰς παράστασι(ν) τοῦ τὰ κρ‘ε‘ίτ[το]να μειγνύμενα τ[οῖς] ἐλάττοσιν ἐλαττοῦσθαι, οἷον τὸ
μέλι μιγὲν [ἀ]ψινθίῳ ἐλαττοῦται καὶ οἶνος ὕδ[α]τι. συνεζεύχθη δὲ170
35οὐ κατὰ Μαν[ι]χαῖον, ἀλλ’ ἀκολου‐

289

θήσα[σα ..... ....].α ἐν ἑτέροις λο.[..... ..... ..] συνῆψεν δὲ αὐ[τὴν ..... ....]ως ὁ δημιουρ‐ γὸ[ς τῷ σώματι εἰς ἕ]νωσιν πρὸς
5αὐ̣[τὴν πλασθέντι, ..] ἡ̣ σύστασις τῆς ζ̣ω̣[ῆς ..... ..... .]ηται. ἐβούλε‐ το [..... ..... ..]τα αἴτια τοῦ ..[..... ..... .].ι· ἐβούλετο δὲ μ[ὴ ..... ... πει]ραθῆναι,
10ἀλλ’ ὡς ε̣[..... ....].ῆναι· ἀγα‐ θὸν γὰρ ι̣[.. ὑπὲρ ἀμ]φοτέρους τὸ ἔκτρωμα· οὐ̣ [γὰρ ἂν] ἀγαθὸν ἐλέ〈γε〉‐ το, εἰ μὴ ὑπ[ὲρ ....]... ἀλλὰ καὶ π[ε]ρ[ὶ τ]οῦ Ἰούδ[α λέγε]τ̣αι· “καλὸν ἦν
15αὐτ[ῷ, ε]ἰ οὐκ [ἐγεννήθ]η.” εἰ μὴ γὰρ α[ὐ]τ[ῷ .]..[..... ....] γεννηθῆ‐ ναι [..... . οὐκ ἂν ἐκέκ]λ̣ητο. >>δ[ι]ὰ τί [γὰρ ἐκ γαστρὸς εἰς] μνῆμα οὐκ >>ἀπηλλά[γην; ἦ οὐκ] ὀλίγος ἐστὶ(ν)
20>>ὁ χρόνος [τοῦ βίου μου;] τὸ[ν] τῆς ἀθα[νάτου ζωῆ]ς χρόνον ἐνν[ο]ῶν κα[ὶ τοῦτον σ]υνκρίνω(ν) τ[ῇ] π[αρ]ούσῃ [ζωῇ φησι]ν· οὐκ ὀλί‐ γ[ος] ἐ[στὶ]ν ὁ χρ[όνος τοῦ β]ίου μου,
25ὥ[στε β]έλτιον̣ [ἦν μὴ γε]ννηθῆ‐
να[ι; ταῦ]τα δὲ δ[..... ...]ν λέγει πα[..].ων[..... ....]ας μὴ ἐν‐ δου̣[...] αἰτια[. τῆς ἐντ]αῦθα γε‐ νέσ̣[εω]ς.172
30>>ἔασόν με ἀναπ[αύσασθαι] μικρὸν >>πρὸ τοῦ με πορευθῆ[να]ι, ὅθεν >>οὐκ ἀναστρέφω. εὐχῆς τρόπῳ ταῦτα π[ρ]οφέρει. οὐ γὰρ α[ἱ ἐ]πικεί‐ μενα[ι ἀ]νίαι μικραὶ ἐτύγχανον
35οὐδ’ ἀνα[ισ]θήτως ἔφερεν τὰς ἀλ‐ γηδόν[ας.] τοῦτο γὰρ οὐκ ἦν ἀνδρ‵ε′ῖον,

290

εἰ οὐκ ᾐσθ[άνετο. διδάσκ]ει δέ, ὅ‐ τι θεοῦ δυν[άμει ὑπέμεινε]ν, δι’ ὧν εὔχετ[αι εὐχαρίστως. τα]ῦτα >καὶ Παῦλό[ς φησιν· “οὐκ ἐγὼ] δέ, ἀλλ’
5>ἡ χάρις σὺν [ἐμοί.” θέλει δ’ ἀνε]θῆ‐ ναι “πρὸ το[ῦ πορευθῆναι, ὅθ]εν οὐκ ἀνασ[τρέφει”. οὔκου]ν διὰ τὸ ἑαυτὸν [..... .., ἀλλὰ] διὰ τὸ τοὺς φίλ[ους παιδεῦσ]α̣ι̣ ταῦτα
10ηὔχετ[ο, οἳ τοὺς μὲν] ὑφισταμέ‐ νους τὰ [ἐπίπονα] φαύλους ἐτί‐ θεντο, τ[οὺς δ’ ἀ]παλλαττομένους σπουδα[ίους. ἐβο]ύλετο πληροφο‐ ρηθῆν[αι .....]. [τ]ὸ πε[ρὶ] α̣[ὐτ]οῦ κρί‐
15μα. οὐ δ[εῖ λογίζ]εσθ[αι, ὅ]τ̣ι̣ [ἀ]νά̣‐ στασιν [νεκρῶν ἀν]α[ιρεῖ] ὁ Ἰώβ, ἀλλ’ οὕτ̣[ω ..... .. “ὅθ]εν οὐκ
ἀναστ[ρεφ.......].ω̣[ ]ι̣ν κ[α]τ’ ἐ‐ πίκηρο[ν ζωήν· οἶδεν] γάρ, ὅτι ἄφθαρ‐174
20>>τος ἀν[αστήσεται.] εἰς γῆν σκο‐ >>τ‵ε′ινὴν [καὶ γνοφερ]άν, εἰς γ[ῆ]ν >>σκότου[ς αἰωνίου,] οὗ ‘οὐ‘κ ἔσ[τι]ν
22φ[έ]γγος >>οὐδὲ ὁ[ρᾶν ζωὴν] βροτῶ[ν.] κα[ὶ ἐ]ν ταῖς ἀ[λγηδόσι]ν τυγχ[άνω]ν ὁ ἀν‐
25δρ‘ε‘ιότ[ατος ἐκήρ]υττεν [περ]ὶ μέλ‐ λοντ[ος αἰῶνος·] οὕτω‘σ‘ ο[ὐκ] ἀναιρῶ(ν) ἀνάσ[τασιν ἔλεγε]ν τὸ “π[ρὸ τ]οῦ με πορ[ευθῆναι, ὅ]θεν οὐκ [ἀν]αστρέ‐ φω”. γ[νοφε]ρ[ὰ]ν δὲ καὶ σκοτεινὴ(ν)
30γῆν [τοῦ] σκότους αἰωνίου, ἔνθα φέγγος οὐκ ἔστιν οὐδὲ ζωὴ βρο‐ τῶν, φησὶν αὐτὴν πρ[ῶ]τ̣ον μὲ(ν) τὰ ἐλάττονα διδοὺς [ἑα]υτῷ ὁ ἅγι‐ ος· οὐ γὰρ ἥρμοζεν λέγειν αὐτόν·

291

πρίν [με εἶναι ἐν] τῇ “βασιλείᾳ τῶ(ν) οὐ(ρα)ν[ῶν” καὶ τῇ ἐν ἐ]παγγελίαις σ̣ου τοῦ [θ(εο)ῦ γῇ ..... .]. ἐτύγχανεν ἐλα[ττ..... ....]υτων τυγχάνου‐
5σιν̣. [ἔπειτα βούλετ]αι τοὺς ἀκούο(ν)‐ τας π̣[αιδευθῆνα]ι περὶ τῆς κρί‐ σεω[ς, ὅτι οὔπω συ]νέβαινεν δι‐ όρθ[ωσις ταῖς πρ]άξεσιν. σημ‘ε‘ι‐ ωτέ[ον δέ, ὅτι τὸ γ]ῆς ὄνομα πολ‐
10λάκις καὶ [γνώμην τ]ὴν φαύλην
>φησίν. τού̣[τῳ δὲ δη]λοῦται τὸ “ἐ‐ >βαθύνατε ε[ἰς τὴν κ]άθισιν” καὶ >τὸ “εἰσελεύσ[ονται ε]ἰς τὰ κατώ‐ >τατ[α] τῆς γ[ῆς”. ....] ἐπεκαλεσα(ν)176
15το τα[..].ν̣[..... ..]ν ἐπὶ τῶν γεώ[δων. τοῦτο δὲ] τοῖς “φοροῦ‐ σ[ι τ]ὴ[ν] ε[ἰκόνα τοῦ χοϊ]κοῦ” ἁρμόζει. λέγεται δ[ὲ πολλάκις] γῆ καὶ ἡ ψυ‐ χή, ἀλλ’ ὅτ[ε μὲν ἀρετ]ὴν ἔχει, ἀ‐
20γαθή, ὅτε δ[έ ἐστιν] πετρώδης κ[α]ὶ ἀ[κ]ανθο[φόρος, κακή.] πρὸς τοὺς φ[ι]λ[οῦ]ντας [δὲ τὴν ἐν] τῷ βίωι τούτ[ῳ] ἡδονὴ[ν λέγει τὸ] πληκτι‐ κόν· ”[ο]ὐκ ἔστ[ιν φέγγος] οὐδὲ ὁ‐
25ρᾶν [ζ]ωὴν [βροτῶν.]” >>ὑπολ[αβ]ὼν δ[ὲ Σωφὰρ ὁ] Μιναῖος >>λέγ[ει· ὁ] τὰ πο[λλὰ λέγων] καὶ ἀντα‐ >>κούσε‘ται‘, ἢ καὶ ὁ ε[ὔλ]αλο[ς οἴ]εται εἶ‐ >>ναι δίκαιος. οὐ τὴν [κα]θήκου‐
30σαν εὐλάβειαν περὶ τὸν ἅγιον ἔχοντ[ε]ς θρασύτερον ἢ προσῆ‐ κεν α[ὐτ]ῷ προσεφέροντο, πολλὰ λέγειν αὐτὸν οἰόμενοι, ἐπεὶ τὸν

292

σκοπὸν τῶν π̣[ροσαγγελλο]μένω(ν) ἠγνόουν. κρί[νεται δὲ τὸ πολ]λὰ λέ‐ γειν οὐκ ἐκ τ̣[οῦ πλήθους τῶ]ν̣ λόγω(ν)· ἔστιν γὰρ ὅτε [..... .....]. τῶν
5πραγμάτων [..... .....] ἔχει·
ἀλλ’ ὅτε ἀλλ[ηνάλλως λεγ]ό̣μενα ὅπερ συμβαί[νει ..... ..]πεντε ῥήματι ασ[..... ..... .]σιν. κα‐ ταδρομῇ δ[ὲ χρώμενος π]ρὸς αὐ‐178
10τὸν ὡς πολ[λὰ λέγοντα] ἐπιφέρει >καὶ τὸ “ἢ ‘ὁ‘ εὔ[λαλος οἴε]ται εἶναι δί‐ καιος”, πιθα̣[νὸν τυ]γχάνον. πολ‐ λοὶ γὰρ τῶ[ν ἁμαρ]τανόντων λό‐ γους ἐκ λόγω[ν ἐξάπ]τ̣οντ[ε]ς οἴον‐
15ται κρύπτ[ειν τὰ ἁ]μαρτ[ή]ματα τῇ πιθαν[ότητι τῶ]ν λ[όγ]ων, ὑπ[ο]‐ κλέπτει[ν θέλοντες τῶν] πεπρα‐ γμένω[ν αὐτοῖς τὴν] χα[λ]επότη‐ τα· ἀλλ’ ο[ὐ τοιοῦτος ὁ] δίκαιος Ἰὼβ
20πρὸς θ(εο)ῦ [μαρτυρού]μενος. οὐ κα‐ θηκόντ[ως οὖν, ὡς] ἐλέχθη, αὐτῷ προσεφ̣[έροντο δ]ιὰ 〈τὸ〉 τὴν αἰτίαν τῶν ἐπ[αγομέν]ων αὐ[τ]ῷ ἐπιπό‐ νων ἁ[μαρτία]ν̣ λογίζε[σ]θαι· δι’ ἣ(ν)
25πλάν[ην .....] αἰνίττ[εται] αὐτῷ, ὅτι εἰ κ[αὶ .....] διεξε[...] τοὺς λόγου[ς ..... .].ι̣, οὐ δι̣[ὰ το]ῦτο δίκαι[ός ἐστιν.] >>εὐλογημ[ένο]ς γ[ε]ννητὸς γυναικὸς
30>>ὀλιγόβ[ιος.] πιθανῷ μὲν χρῆται λόγῳ νῦν, τῆς δὲ καθηκούσης γνώσεως τοῦ ἀνδρὸ[ς] ἀπολείπε‐ ται. λ[έ]γει τοίνυν, ὅτι κ[ἂ]ν εὔλαλός
τις ᾖ καὶ διὰ τῆς τῶ[ν] λόγων τῶ(ν)180
35παρ’ ἑαυτοῦ προφερομένων 〈πιθανότητοσ〉 οἴ‐

293

ητα[ι δίκαιος εἶν]αι, ἀλλά γε γιγνώ‐ σκε[ιν δεῖ αὐτόν, ὅ]τι ὀλιγόβιός ἐστι(ν). κἂν [..... ..... .]οις τις εὐλογημέ‐ νος ὑ[πὸ θ(εο)ῦ νομισθ]ῇ ὡς πολυετής—
5γενέ[σθαι γὰρ καὶ] πολυχρόνιον ἄνθρ[ωπον εὐλογ]ημένον ἐνό‐ μιζ[ον—, ἀλλὰ καὶ οὗτ]ο̣ς ὡς πρὸς τὸν μέλ[λοντα αἰῶνα] ὀλιγόβιός ἐστι(ν)· διὰ τ̣[..... .....] δεῖξαι αὐτῷ
10βουλόμ[ενος, ὅτι οὐ]κ ἔχει τῶν πραγμάτ[ων ἐπιστ]ήμην ἀκρι‐ βῆ, ὀλιγόβιος γ̣[ὰρ ὢν] κατὰ τοὺς
12ἀν(θρώπ)ους. δῆλον δὲ τοῦτο ἐκ τῶν ἑξῆς ἐ‐ πιφ[ε]ρομέ[ν]ων· γεννητὸν δὲ
15γυν[αι]κὸς [πε]ριφρα[σ]τικῶς τὸν ἄν(θρωπ)ον [σ]η̣μ̣[αίνει. ἔχο]μεν τοῦτο >ὑπὸ [τοῦ κ(υρίο)υ λεγόμεν]ον· “μείζω(ν) >ἐν γενν[ητοῖς γυν]αικῶν Ἰω‐ >άννου οὐδ[είς ἐστιν.]” χαριέντως
20οἱ εἰς τοῦτο λ̣[όγοι ...] παρατίθεν‐ ται διαστέλ[λοντες] τὸν Ἰ(ησοῦ)ν ἀπὸ τῶν [γ]εννη[τῶν διὰ γ]υναικὸς διὰ τ[ὸ] παρθέ[νιον εἶν]αι αὐτόν· χαριέντως δ[ὲ ἐροῦ]μ̣εν, ὅτι αὐ‐
25τοῦ̣ [...]ηται· “γε[νόμενο]ς ἐκ γυναι‐
κός”, δ[η]λοῦντ[ος ἐνταῦθ]α τοῦ τῆς γυν[αι]κὸς ὀν[ό]μ̣[ατος τ]ὴν θήλει‐ αν. κ̣[αὶ] τῷ ὄντι ὀλί[γος ἐσ]τὶν ὁ χρό‐ νος ἀνθρώπινος· καὶ τούτου182
30δ‘ε‘ῖγμα τὸ παρὰ Παύλου εἰρημένο(ν)· >εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐ‐ >σμὲν μόνον, ἐλεεινότεροι πάν‐ >των ἀν(θρώπ)ων ἐσμέν.” αὕτη γὰρ 〈ἡ〉 τοῦ συνθέτου ἀν(θρώπ)ου ζωή ἐστιν. εἰ δὲ τὴ(ν)

294

〈τῷ〉 λογικῷ προσ[οῦσαν ζωὴν] νοήσοις, οὐκ ὀλιγοψυ[χήσαις ἄν· ἀθά]νατος γὰρ ἡ ψυχή. [εἰ γοῦν τὴ]ν Μα‐ θουσάλα ζω[ὴν συνκρί]νοις, καὶ
5αὕτη ὀλίγη [ἂν εἴη πρὸς] τὴν ἐν τῷ μέλλο[ντι αἰῶνι ζ]ωὴν καὶ τὴν τῆς ψ[υχῆς ἀθαν]ασίαν. >>μὴ πολὺς ἐ[ν ῥήμασιν γί]νου, >>οὐ γάρ ἐστι[ν ὁ ἀντικ]ρινόμε‐
10>>νός . σοι. ο[..... ..τ]ὴ̣ν ἀρετὴν τοῦ ὑπο̣τ̣[.....,] ὡ̣ς προείρη‐ ται, ἀγνοῶ[ν κ]αὶ τὸν σύμφωνο(ν) σκοπὸν τῶν ἀπαγγελλομέ‐ νων πρὸς αὐτ[οῦ,] λέγε[ι] αὐτῷ·
15“μὴ πολὺ[ς] ἐν ῥ[ήμ]ασ[ιν] γίνου.” ὁ δὲ θεῖο[ς λόγος πα]ι̣δ̣[εύ]ων τὸ ἐν λόγ̣[οις περιττὸν ἐ]π̣έχειν >φησίν· “ἐ[κ πολυλογί]ας οὐκ ἐκ‐ >φεύξῃ ἁ[μαρτίαν,]” πολυλογίαν
20ἐνταῦθ[α μὲν τὴ]ν μὴ προσ‐ ηκόντ[ων ἀπαγ]γελίαν λέγω(ν). ἔστιν [δὲ .....]σ̣του..αν καὶ κα[..... .] λ̣αλεῖν. [ὅ]τι δὲ οὐ τὸ πλῆ[θος τῶν] ἀπαγ[γε]λλομέ‐184
25νων λ̣[όγων τὸ] πολύλ[ογ]ον ποιεῖ, δ̣[ηλοῖ ὁ] ἀπό〈στολος “μέχρι〉
26μ̣[εσο]νυκτί‐ ου πα[ρατεί]ν̣ω̣ν̣ τὸν λ[όγ]ον” πρὸς [τοὺς] ἀκούοντας̣. [θ]αυμά‐ σαι δέ ἐστιν αὐτοῦ τὴν κατὰ
30τοῦ Ἰὼβ θρασύτητα, ὅτι καίτοι ἀποκρινόμενος π[ρ]ὸς αὐτὸ(ν) ἔφασκεν μὴ εἶναι τ[ὸ]ν ἀντ‐ αποκρινόμενον α[ὐ]τῷ· διὰ τού‐

295

του .[..... ...] δεῖ θρασύτερόν τιν̣[α ..... ..]ενεχθῆναι του το .[..... ....]μενει τῷ διὰ φαυλό[τητα αὐ]τὸν πάσχειν, τὴ(ν)
5ἑτέραν [ἀγνοῶ]ν αἰτίαν. >>μὴ γὰρ λέ[γε, ὅτι κ]αθαρός εἰμι τοῖς >>ἔργοις [καὶ ἄμε]μπτος ἐναντί‐ >>ον α[ὐ]τ[οῦ. ὡς πρὸς] τὴν ἰδίαν ὑ‐ πόλη[μψιν ἀγν]οῶν αὐτοῦ τὴ(ν)
10καθαρό[τ]η[τα τρό]πον τινὰ παραί‐ νεσιν αὐτῷ προ[σ]άγει οἰόμενος, ὅτι ἀθέτησίς ἐστιν τῆς προνοί‐ ας ἡ τούτου τῆς καθαρότητος
καὶ τ[ο]ῦ ἀμέμπτου ὁμολογία· οἴ‐186
15οντ[αι γ]ὰρ ο[ἱ φί]λοι, ὅτι εἰ μὴ ἦν ἁ‐ μαρ[τ]ήσα[ς,] οὐ περ[ιέ]πιπτεν σκυ‐ θρω[ποῖς. οὐ]κ ἔχο[υ]σιν δὲ δεῖξαι, ὅτι εἶπ[εν ὁ] Ἰὼβ π[ρ]ὸς θ(εό)ν· ἄμεμ‐ πτός εἰμ[ι] ἐναντίον σου. ᾔδει
20>γάρ, ὅτι “ἄστρα οὐ καθαρὰ ἐνώπι‐ >ον αὐτοῦ”, καὶ τὸ ὑπὸ τῶν δικαι‐ οσύνην κατορθωσάντων λε‐ >χθέν· “ὡς α ῥάκος ἀποκαθημένης >πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐ‐
25>ναντίον σου.” ὡς π[ρὸ]ς σὲ γὰρ τὸν δικαστὴν ὄντ[α] δικαιοσύ‐ νην, κἂν ἔχωμεν δικαιοσύ‐ νην, ἀμαυρὰν αὐτὴν ἔχομεν ὡς πρὸς σέ. καὶ Παῦλος δὲ λέγω(ν)·
30>“οὐδὲν ἐμαυτῷ σύνοιδα” καὶ >ἐπάγων· “ἀλλ’ οὐκ ἐν τούτῳ δεδι‐ >καίωμαι” δ‘ε‘ίκνυσι τὸ τῆς γενητῆς φύσεως ἀσθενές.

296

>>ἀλλὰ πῶς ἂν [ὁ κ(ύριο)ς λαλήσαι π]ρὸς σέ; >>καὶ ἀνοίξῃ χ[είλη αὐτοῦ με]τὰ σοῦ; ἐπειδὴ φαί̣[νονται .....]οι ὄν‐ τες καὶ αὐτοὶ [..... ...].[.] λόγω(ν)
5ἐχόντων [ἐντρέχ]ε̣ιαν, εἰ καὶ περὶ ἓν ἐσφ[άλησαν]—εἴρηται γὰρ πρός τινο[ς αὐτῶ]ν· “ἐπερώτη‐ σον γὰρ γενε[ὰν πρ]ώτην, ἐξιχνί‐
ασον δὲ κα[τὰ γένος πατέ]ρων”—188
10δῆλον, 〈ὅτι〉 λα[λιὰν θ(εο)ῦ] καὶ χειλέω(ν) αὐτοῦ ἄνο[ι]ξιν οὐκ ἀνθρωποπα‐ θῶς φησιν. λέγει οὖν, ὅτι “μὴ λέ‐ γε σύ· καθαρός εἰμι·” εὐτρέπιζε δὲ σεαυτὸν εἰς καθαρότητα, ἵνα
15οὕτω πρὸς σὲ λα[λήσ]ῃ θ[εὸ]ς καὶ ἀνοίξῃ τ[ὰ] χεί[λη α]ὐτ[οῦ] μετὰ σοῦ δι’ ἀγαθ[ό]τητα. λ[αλιὰν] δὲ αὐ‐ τοῦ καὶ χε[ίλ]η αὐτο[ῦ τὴ]ν ἐν δια‐ νοίᾳ ἀορ[ά]τως γι[γν]ομένην ὁ‐
20μιλίαν ἐκλημπτέον. ὅτι δὲ τὰ χείλη τὸν λόγον δηλοῖ, διδά‐ σκει τὸ παροιμιῶδες λόγιον· >“χείλη δὲ σοφῶν δέδεται αἰ‐ >σθήσει·” ἀλλὰ καὶ τὸ “ἄδικα χείλη
25>μακρὰν ἀπὸ σοῦ ἄπωσαι.” >>εἶτα ἀναγγέλλει σοι δύναμιν σο‐ >>φίας, ὅ[τ]ι διπλοῦς ἔσται τῷ κατὰ σέ. δηλοῖ, ὅτι λαλῶν πρὸς σὲ θ(εὸ)ς διδάξει σε, ὅτι σοφῶς ταῦτα ἐπή‐
30γαγεν. διακείμενος δέ, ὅτι ὡς περ〈ὶ〉 ἀνταποδόσεως διδάξει αὐτὸν ὁ θ(εὸ)ς δικαίας, ταῦτα τῷ Ἰὼβ ἔλεγεν. ἔστιν μὲν οὖν ἀληθῶς, ὅτε δι’ ἁμαρτίας θεὸς ἐπάγει ἐ‐

297

πίπ[ο]να, κατανοῆσαι τῷ δυναμέ‐ νῳ [τ]ὴν μετὰ σοφίας αὐτοῦ καὶ
ἐν [τοῖ]ς πικρο[ῖς ἐ]παγωγήν, ὅτι οὐκ ἀμυνόμενο[ς, ἀ]λλ’ ἰατρικῶς καὶ190
5πρὸς ὑγίειαν ψ[υχ]ῆς ἐπάγει τὰς θλίψεις· ὅπερ [ἐ]πιστάμενος εἷς >τῶν ἁγίων ἔφη· “εὐλογήσω σε, >κύριε, ὅτι ὠργίσθης μοι εἰς σωτη‐ >ρίαν.” χαρίσματος δὲ θείου ἐστὶ(ν)
10τὸ δέξασθαι γνῶσιν τῶν τοῦ θ(εο)ῦ κριμάτων, περὶ ὧν εἴρηται· >“τὰ κρίματά σου ἄβυσσος πολλή.” τοσοῦτον δὲ γιγνώσκομεν, ὅτι πρὸς τὸ συμφέρον ἐπιτε‐
15λοῦνται, κ[ἂν] μὴ καταλαμβάνω‐ μεν. καὶ ἔ[σ]τω ὡ[ς ἐ]πὶ παραδ‘ε‘ίγμα‐ τος [νῆσός τ]ις ἀφωρισμένη, εἰς ἣν [τοὺς] πταί[ο]ντας καὶ σφαλ‐ λομέν[ους] ἄρχων ἐκπέμπει·
20δίκαιος δὲ οὗτος ὑποκεῖσθαι δῆλος, ὡς πᾶς, ὅστις γοῦν εἰς τὴν νῆσον ἀποστέλλεται ἐκεῖσε οἰκῆσαι, ἁμαρτὼν τοῦτο ὑπο‐ μένει, κἂν μὴ τὴν ἀκριβῆ
25αἰτίαν τοῦ σφάλματος γιγνώ‐ σκωμεν. ἀπόδ‘ε‘ιξιν δὲ τοῦ σο‐ φίᾳ πάντα ποιεῖν τὸν θ(εὸ)ν ἐπά‐ >γει λέγων, ὅτι “διπλοῦς ἔσται >τῷ κατὰ σέ”, διπλοῦν, ὡς ἡγοῦμαι,
30λέγων τὸν ἀσυνκρίτῳ ὑπερο‐
χῇ διαφέροντα, ἀσθενῶς τῆς λέξεως ὑπ’ αὐτοῦ προενεχθ‘ε‘ί‐ σης. ὅτι δὲ τὰ κρίματα τοῦ θ(εο)ῦ βα‐ θεῖαν ἔχει τὴν γνῶσιν, διδάσκει192

298

Δα(υὶ)δ μακάριος, ᾧ “τὰ ἄδηλ[α κ]αὶ τὰ κρύ‐ φια τῆς σοφία[ς]” πεφανέ[ρωτ]αι λέ‐ >γων· “ἐθαυμα[σ]τώθη ἡ [γν]ῶσίς >σου ἐξ ἐμοῦ· [ἐκ]ραταιώθη, οὐ μὴ
5>δύνωμαι π[ρὸ]ς αὐτήν.” καὶ ἕτε‐ >ρος περὶ τῆ[ς σ]οφίας λέγει· “ε‘ἶ‘πα· >σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύ(ν)‐ >θη μακρὰν ἀπ’ ἐμοῦ ὑπὲρ ὃ ἦν. >καὶ βαθὺ βάθος· τίς εὑρήσει αὐτή(ν);”
10>>καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέ‐ >>βη ἀπὸ κ(υρίο)υ ὧν ἡμάρτηκας. ἔ〈τ〉ι τῆς αὐτῆς ἐχόμενος διανοίας ὡς πρὸς ἁμαρτήσαντα διαλε‐ γόμενός φησιν, ὅτι εἰ λαλήσαι
15κ(ύριο)ς πρὸς σὲ καὶ ἐπ[ισ]τήσ[α]ι σε κα‐ τὰ τὴν σο[φ]ίαν ἑα[υ]τοῦ, [ἐ]ξ̣ οὗ γνοὺς τὴν ὑπε[ρο]χὴν α[ὐτοῦ μ]αθήσει, “ὅτι ἄξιά σ[οι] ἀπέβ[η ἀπ]ὸ κ(υρίο)υ ὧν ἡ‐ μάρτηκα[ς”.] προπε[τ]είᾳ δὲ ταῦτα
20οὗτος λέγει μὴ ἐπιστάμενος τῶν ὑπὸ θ(εο)ῦ γιγνομένων τὰς αἰ‐ τίας πρὸς ἐπιστάμενον, ὅτι ἀν‐ δρ‘ε‘ίας ἕνεκεν ταῦτα ὑπέμενεν τὸν ἀπὸ θ(εο)ῦ ἔπαινον ἀπεκδε‐
25>χόμενος τὸν εἰπόντα· “οἴει δέ >με ἄλλως σο‘ι‘ κεχρηματικέναι >ἢ ἵνα ἀναφανῇς δίκαιος;” αὐ‐ τὸς γὰρ “ὁ ποιῶν πάντα καὶ μετα‐ σκευάζων” οἶδεν ἑκάστου τὸ κρί‐194
30>>μα. μὴ ἴχνος κ(υρίο)υ εὑρήσεις, >>ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίη‐ >>σεν ὁ παντοκράτωρ. ἀπό τινος πιθανοῦ θρασέως διαλέγεται

299

τῷ ἁγί[ῳ·] ἐπεὶ γὰρ οἶδεν, ὅτι μέγα ἐστὶν τὰ‘σ‘ τῆς προνοίας διοική‐ σεις καταλαβε[ῖν,] ποιεῖται λόγο(ν) πρὸς αὐτὸν φ[άσκ]ων· “μὴ ἴχνος
5κ(υρίο)υ εὑρήσεις ἢ [εἰ]ς τὰ ἔσχατα ἀ‐ φίκου”, ἔσχατα λ[έ]γων τὰς τῶν γιγνομένων ἐκβάσεις. ἐλέγ‐ χεται δὲ καὶ οὗτος καὶ οἱ ἄλλοι φίλοι· ὡς γὰρ κατειληφότες,
10ὅτι δι’ ἁμαρτίας ταῦτα πάσχει, κατέτρεχον αὐτοῦ. ἔστιν δὲ καὶ ἄλλως τὰ ἔσχ̣ατα νοῆσαι· καθὸ καὶ εἴρηται· “ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς.” καὶ ἔτι τὸ ἔ‐
15σχατ[ον] τοι[οῦ]τον, οὗ χάριν τὰ ἄλ‐ λα π[άν]τ[α,] αὐτὸ δ[ὲ] οὐδενὸς ἕνε‐ κεν. ἐ̣π̣[ὶ δὲ] παραδ[εί]γματος· τέ‐ λος ἡ ὑγ[ίεια·] διὰ γὰρ [τ]αύτην τὰ ἄλ‐ λα, βοηθήματα λέγω, καὶ κάμα‐
20τοι καὶ σπουδαὶ εἰς τοῦτο. λέγεται δὲ καὶ τὰ πέρατα τοῦ κόσμου ἔσχα‐ τα· καθὸ εἴρηται· “ὠκεανὸς ἀπέρα(ν)‐ τος ἀνθρώποις καὶ οἱ μετ’ αὐτὸν κόσμοι ταῖς αὐταῖς τα〈γα〉ῖς τοῦ196
25δεσπότου διιθύνονται.” ἔννοι‐ αν ἔχων ὁ ψαλμῳδὸς περὶ θ(εο)ῦ ὡς ἐκπεριειληφότος καὶ τὰς ἀρ‐ χὰς καὶ τὰ τέλη καὶ συνόλως πάν‐ τα τὰ ὑπ’ αὐτοῦ γιγνόμενα ἔλεγε(ν)·
30“ἰδού, σύ, κ(ύρι)ε, ἐποίησας πάντα τὰ ἔ‐ σχατα καὶ τὰ ἀρχαῖα.” >>ὑψηλὸς ὁ ο‘ὐ‘(ρα)νός, καὶ τί ποιήσεις; βαθύ‐ >>τερα δὲ τῶν ἐν ᾅδου τί οἶδας; ἢ μα‐

300

>>κρότερα μέτρου γῆς ἢ εὔρους θα‐ >>λάσσης; δ‘ε‘ῖξαι βούλεται διὰ πάντων τ[ού]των, ὅτι ἡ τῶν ἀν(θρώπ)ων γνῶ[σι]ς μεμετρημένη
5ἐστίν, μὴ ἐ[φι]κνουμένη τὰ τοῦ θ(εο)ῦ κρίματ[α. κ]αὶ νῦν γοῦν· οὐ(ρα)νός, φησίν, ἔστιν καὶ ᾅδου βαθύτερα καὶ μακρότερα γῆς καὶ τοῦ εὔ‐ ρους τῆς θαλάσσης· λέγε τι περὶ
10αὐτῶν, εἰ δύνασαι. αἰνίττεται δὲ ἴσως, 〈ὅτι〉 κἂν ἐπιχειρήσῃ τις περὶ γῆς καὶ θαλάττης καὶ οὐ(ρα)νοῦ περιλαλῆσαι, ἀλλὰ τὰ ὑπερέ‐ κεινα 〈ἀγ〉νοεῖ. δύναται τοῦτο ἐλέγ‐
15χειν τοὺς περὶ Ἑ[λ]λην[ι]κὴν σο‐ φίαν ἐπ̣[ειρ]ημένους καὶ ἐξ αὐ‐ τῆς οἰομένους λ[έγε]ιν τι περὶ οὐ(ρα)νοῦ φύ[σε]ως ἢ [γῆς] καὶ θαλάτ‐ της, ὅταν καὶ περ[ὶ] τούτων κε‐198
20νὸν ὑποτίθενται καὶ περὶ ᾅ‐ δου πολλὰ λέγοντες, ὅτι τε ψυ‐ χῶν ἐστιν χωρίον καὶ ἄλλα, καὶ ῥάπτουσιν λόγους, ὧν τὴν ἀ‐ πόδ‘ε‘ιξιν φανερὰν καταστῆσαι
25οὐ δύνανται· ἀμέτοχοι γὰρ ὄν‐ τες πν(εύματο)ς ἁγίου τὴν περὶ τούτω(ν) ἀκριβῆ γνῶσιν οὐκ ἔχουσιν τῶ(ν) ἁγίων “ἐπὶ γῆς περιπατούντω(ν) καὶ ἐν οὐρανῷ ἐχόντων τὸ πο‐
30λίτευμα”, ὥστ’ ἂν εἰπεῖν· “ὁ θ(εὸ)ς δέ‐ >δωκέ‘ν‘ μοι τῶν ὄντων γνῶσιν >ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου >καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν

301

>καὶ τ[έλο]ς καὶ μεσότητα χρόνω(ν)” >>κα[ὶ] τὰ ἑξῆς. ἐὰν δὲ κατα‐ >>σκάψῃ τὰ π[άν]τα, τίς ἐρεῖ αὐ‐ >>τῷ· τί ἐποίησα[ς; κ]αὶ τοῦτο ἀληθῶς
5λέγει, εἰ καὶ πρὸ[ς τ]ὸν σκοπὸν μὴ βλέπων τὸν πρέποντα. “τίς γὰρ 〈ἀνθ〉ίσταται τῷ βουλήματι τοῦ θ(εο)ῦ;” ὅμοιον τούτῳ· “μὴ ἐρεῖ τὸ πλά‐ σμα τῷ πλάσαντι· τί με ἐποίη‐
10σας οὕτω;” θρασέως δὲ αὐτῷ εἴρ[η]‐ ται τὸ “ἐὰν καταστρέψῃ τὰ πάν‐ τα”. ἐξὸν δὲ περὶ διοικήσεως εἰ‐ πεῖν, ἴσως δὲ αἰνιττόμενος τῷ Ἰώβ, ὅτι εἰ καὶ ἀλγεῖς, ἀλλ’ οὐ δύνα‐200
15σαι εἰπεῖν· τί ἐποίησας; δικαίως γὰρ γέ[γ]ονεν· ἥμα[ρ]τες γάρ. ἀμέ‐ λει, το̣ῦ̣τ̣[ο οὐ] π̣ιστοῦ̣[τ]αι αὐτοῦ τὴ(ν) >>διάλημ[ψιν.] α[ὐ]τὸς γὰρ οἶδε(ν) >>ἔργα ἀνόμων· ἰδὼν δὲ ἄτο‐
20>>πα, οὐ παρόψεται. σαφὲς δή, ὅτι δι’ αὐτὸν εἶπεν τὸ “ἐὰν δ〈ὲ〉 καταστρέ‐ ψῃ”· οἶδεν γάρ, φησίν, τὰ τῶν ἀνθρώ‐ πων ἔργα μὴ παρορῶν τὰ πταί‐ σματα—δ‘ε‘ικνὺς τοῦ θ(εο)ῦ τὸ ἀναπό‐
25δραστον—ὁρᾷ δὲ αὐτὰ ἐν τοῖς φαύ‐ λοις. χρήσιμον πρὸς τοὺς ἀμε‐ λεῖς τὸ ῥητόν. >>ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, >>βροτὸς δὲ γυναικὸς γεννητὸς
30>>ἴσα ὄνῳ ἐρημίτῃ. τὸ 〈τῆσ〉 τοῦ θ(εο)ῦ {τῆς} γνώσεως ἀσφαλὲς παραβάλλων ταῖς τῶν ἀν(θρώπ)ων ἐπιβολαῖς νήχεσθαι αὐτοὺς μα‐ ταίως φησὶν ἐρημίτῃ αὐτὸν ὄνῳ

302

παραβάλλων, διὰ τού[το]υ παρι‐ στῶν τὸ σφόδρα τῶν ἀνθρώ‐ πων νωθὲ[ς] πρὸς τὴν κα‐
τάλημψιν [τ]ῶν κριμάτων202
5ὑπερβολικ[ῷ] χρώμενος τῷ λό‐ γῳ. οἱ μὲν γ[ὰ]ρ ἐθάδες ὄνοι καὶ περὶ πόλιν ὄντες ἔχουσί τι ἐκ τῆς συνηθείας ἐπιγνωστικὸ(ν) τοῦ ἐρημίτου καὶ διὰ τὸ φύσει
10νωθὲς καὶ τὸ ἄγριον καὶ τὰ τῆς συνηθείας τῶν ἡμέρων ἀφῃ‐ ρημένου, ᾧ παρεικάζει τὸ ἀν‐ θρώπινον γένος εἰς τὴν τῶ(ν) κριμάτων γνῶσιν. τοῦτο βεβαι‐
15οῦται καὶ ἐκ τοῦ μακαρίου Δα(υὶ)δ προσωπ[ο]ποιουμέν[ο]υ τὴν τῶν ἀν(θρώπ)ω[ν] περὶ [κρίμ]ατα ἄγ[νο]ι‐ >αν ἐν τῷ λέγειν· “ἰδού, ο[ὗ]τοι >ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται,
20>εἰς τὸν αἰῶνα κατέσχον π[λ]ού‐ >του. 〈καὶ εἶπα· ἄρα ματαίως ἐδι〉‐ >〈καίωσα τὴν καρδίαν μου καὶ〉 >〈ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖ〉‐ >〈ράς μου. καὶ ἐγενόμην μεμα〉‐
25>〈στιγμένος ὅλην τὴν ἡμέραν.〉” >καὶ μετὰ ταῦτά φησιν· “κτην[ώ]δης >‘ἐγενήθην‘ παρὰ σοί.” εὖ δὲ τὸ “παρὰ σοί”·
27ὡς γὰρ πρὸς τὴν τοῦ θ(εο)ῦ γνῶσιν κτη‐ νώδης, φησίν, ἐγενόμην. εἶτα
30ἵνα δ‘ε‘ίξῃ, ὅτι ἀνθρώπων πρόσω‐
>πον ἦν, ὃ ἀνέλαβεν, φησίν· “ἐ‐ >γὼ δὲ διὰ παντὸς μετὰ σοῦ”, δηλῶ(ν) ὅτι· τῇ σῇ μετουσίᾳ καὶ 〈μετοχῇ〉 ὅτι γιγνώ‐204

303

>σκω, οἶδα. τῷ “κτηνώδης ἐγενό‐ >μην παρὰ σοὶ” ὅ[μ]οιον τὸ “ἐγὼ δὲ ἄ‐ >λογός εἰμι” καὶ [τὸ] “ἐγώ εἰμι γῆ καὶ >σποδός”.
5>>εἰ γὰρ σὺ καθαρὰν [ἔθ]ου τὴν καρδίαν >>σο[υ,] ὑπτιάζε[ις] δὲ χεῖρας πρὸς >>αὐτόν, εἰ ἄνομόν τι ἐστὶν ἐν χερ‐ >>σίν σου, πόρρω ποίησον αὐτὸ >>ἀπὸ σοῦ· ἀδικία δὲ ἐν διαίτῃ σου
10>>μὴ αὐλισθήτω. καθάπερ διδ[ά]‐ σκαλον ἑαυτὸν εἰσάγων προ‐ τροπὴν δῆθεν αὐτῷ προσάγει λέγων, ὅτι εἰ καὶ σφόδρα καθαρὸς εἶ [ο]ὕτως, ὡς ἀεὶ εἰς εὐχὴν τὰς χεῖ‐
15ρα[ς] ἀνατείνειν αἰτοῦντα τὰ ἀπὸ το[ῦ] θ(εο)ῦ, εὐτρεπὴς ἔ[σ]ο καὶ τὸ ὑπο‐ λειπόμε[νο]ν ἐν σο[ὶ] φαῦλον ἀπώ‐ σα[σ]θαι, ἀλ[λ]ὰ καὶ ἀδ[ι]κία ἐν σοὶ μὴ αὐ[λ]ιζέσθω. ὅ ἐστιν· κἄν πως γέ‐
20ν[η]ταί σε ἐν ἀρχῇ τοῦ ἀδικεῖν γ[ε]νέσθαι, ἀλλὰ μὴ παραμενέ‐ τω ἡ κακία ὡς αὐλίζεσθαι ἐν τῷ β[ίῳ τ]ῷ σῷ. ταῦτα δέ φησιν, ὅτι κα‐ τ[άλ]ληλος τῇ τῆς ψυχῆς καθαρό‐
25τ[ητι] τῇ κατὰ σύνεσιν ἔστω καὶ
ἡ [ἠ]θικὴ ἀρετή. τούτῳ ὅμοι‐ >ο[ν τ]ὸ “ἐπαίροντες ὁσίους χεῖρας >χω[ρ]ὶς ὀργῆς καὶ διαλογισμοῦ.” δι‐ ασφάλλεται δέ πως οἰόμενος206
30μὲν δυνατὸν εἶναι καθαρὰν ἔχειν καρδίαν καὶ πράξεις ἀδί‐ κο[υς.] τούτου δὲ τὸ ἐναντίον λέ‐ γοι ἄν τις δυνατὸν εἶναι ‘πράξεις δικαίας
33καὶ μὴ‘ καθα‐ ρὰν ἔχειν καρδίαν φάσκων τὸν

304

ἐλεημοσύνην ποιοῦντα πρὸς τὸ θεαθῆναι τοῖς ἀν(θρώπ)οις τῆς καρ‐ δίας ῥερυπωμ[έ]νης τὴν πρ[ᾶ]ξιν φαίνεσθαι ἴ[σ]ην.
5>>οὕτως γὰρ ἀν[αλ]〈ά〉μψει σου τὸ πρό‐ >>σωπον ὥσ[π]ερ ὕδωρ καθα[ρ]όν. λέγει, ὅτι πάσης ἀπηλλαγμέ‐ νος κηλῖδος καὶ ἀδικίας καθα‐ ρὸν ὥσπερ ὕδωρ ἕξεις τὸ πρόσω‐
10πον· δῆλον δέ, ὅτι τὸ τῆς ψυχῆς λέγει. παντὸς γὰρ μολυσμοῦ χωρισθεὶς τῷ ὄντι ὁ ἄν(θρωπ)ος καθα‐ ρὸν καὶ εἰλικρινὲς τὸ “κατ’ εἰκόνα” ἐπιδ‘ε‘ίξει.
15>>ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβη‐ >>θήσῃ. ἀνωμάλως μὲν [κ]ι‐ νεῖται τῷ λόγῳ. μ[ετ]ὰ γὰρ τ[ὸ] “ἀ‐ ναλάμψ〈ε〉[ι τ]ὸ πρό[σω]πον ὥ[σ]περ
ὕδωρ καθαρὸν” λέγειν πάλ[ι]ν “ἐκ‐208
20δύσῃ ῥύπον” ἀνωμαλία π[ο]λλή. ὅμως δὲ τοῦτο λέγει, ὅτι εὐτ[ρε]πί‐ ζων σεαυτὸν εἰς καθαρότη[τ]α παντὸς ἀπαλλαγήσῃ ῥύ[που] ὥσ‐ τε ἄφοβον εἶναι καὶ μηκ[έτι] δε‐
25δοικέναι ἀνταπόδοσιν. [πι]θα‐ νῶς δὲ καὶ τοῦτο λέγει, ὅτ[ι με]τὰ ἔκδυσιν ῥύπου ἄφοβός ἐσ[τι· “δι]α‐ νοίας” γὰρ καὶ “τὰ κρυπτὰ” ὁρ[ῶ]ν ὁ θ(εὸ)ς οὐ κ〈ο〉λάζει τὸν τοιοῦτο[ν· ἄ]ν(θρω‐
29π)οι
30μὲν γὰρ ἅτε τὸ κρυπτὸν ἀγνο‐ οῦντες καὶ μεταγνόντα τ̣ι̣νὰ λαβόντες ἐλεγχόμενόν [τ]ε ὡς πάλαι ἁμαρτόντα κολάζουσιν. θ(εὸ)ς δὲ τὴν παροῦσαν ἀρετὴν ἀπο‐

305

δεχόμενος τῶ[ν παλαιῶ]ν ἁμαρτη‐ μάτων ἀμν[ημονεῖ, κα]θὼς τὸ με‐ τανοοῦν παρ[ιστᾷ πρό]σωπον λέγον· “μὴ μν[ησθῇς ἡμ]ῶν ἀνο‐
5μιῶν ἀρχαίω[ν.] >>καὶ τὸν κόπον [ἐπιλήσῃ] ὥ〈σ〉περ κῦμα >>παρελθὸν κ[αὶ οὐ μὴ πτο]ηθήσῃ. τὸν ἐκ τῶν π̣[ληγῶν κό]π̣ον, 〈ὃν〉 ἐνό‐ μιζον δι’ ἁμα[ρτίας παθ]εῖν τὸν ἅγι‐
10ον, φησὶν ἔν[θα ἐπιλησθ]ήσεσθαι καὶ ῥᾳδίως παρε[λθεῖν ὡς] κῦμα μηδὲ(ν)
αὐτοῦ πτοου[μένου. λ]ήθην δὲ λέ‐ γει δηλονότ[ι οὐ τὴν π]αντελῆ τῆς μνήμης φ[θίσι]ν, ἀ[λ]λὰ τὴν πάρο‐210
15δον τῶν ἀν[ι]ῶν· κ[α]θὸ καὶ περὶ τῶν >δικαίων εἴρηται· “ἐ[πι]λήσονται γὰρ >τὴν θλῖψιν αὐτῶν [τὴ]ν πρώτην >καὶ οὐ μὴ ἀναβῇ αὐ[τῶ]ν ἐπὶ τὴν >καρδίαν.” “ἐν ἡμέρᾳ [γὰρ] ἀγαθῶν ἀ‐
20>μνηστία κακῶν.” >>ἡ δὲ εὐχή σου ὥσπε[ρ ἑ]ωσφόρος, ἐκ >>δὲ μεσημβρίας ἀ[νατ]έλλει σοι ζω‐ >>ή. ὡς ἑπόμενον [το]ῦτο λέγει τοῖς φθάσασιν, ὅτι εἰ καθ[ήρ]αις σεαυτὸν
25ὡς μηδὲ εἰ‘σ‘ ῥύπον [γεν]έσθαι, ἡ εὐχή σου λάμψει ὥσπερ [ἑω]σφόρος. ση‐ μαίνει δὲ αὐτῷ το[ῦτο] τὸν ἑωθι‐ νὸν τάχα φωτισμ[όν,] καθ’ ὃν ἄρχε‐ ται τὸ τῆς ἀρετῆς φ[έγ]γος· οὕτω δὲ
30ἰσχύσει τὸ φῶς ὡς τὸ ἀκμαῖον. σκόπει δέ, τί αὐτῷ βούλεται τὸ “ἀνα‐ τέλλει σοι ζωή”, μή που τὴν ἀρετή(ν) φησιν ἢ τὴν μέλλουσαν ζωὴν ἢ τὴν ἄνευ πόνων ζωὴν μεταβα‐

306

λόντω[ν τῶν ἐπι]πόνων. ἡ δὲ φω‐ τεινὴ ζ[ωὴ ὑπὸ το]ῦ “ἡλίου τῆς δικαι‐ οσύνη[ς” πεφωτισ]μένη τυγχάνει. εἴρητ[αι· “τὸ πρωὶ] παραστήσομαί
5σοι καὶ [ἐφόψομαι.]”
>>πεποιθ[ώς τε ἔσῃ, ὅ]τι ἔστιν σοι ἐλπίς. καὶ π̣[άλιν αὐτ]όν φησιν ἐκ τῆς προπα[ρασκευῆς] πιστεύειν περὶ τῶν ἐλπ[ιζομέν]ων ἀγαθῶν. ταῦ‐212
10τα μὲν [..... . δ]ῆλον δέ, ὅτι ἡ τῆς ψυχῆς ι̣.[..... ..] τὴν θείαν ἐλ‐ πίδα πρ[..... . ἕ]πεται γὰρ τῷ “κα‐ τὰ θ(εὸ)ν ζῆ[ν” βουλ]ομένῳ τὰ ἀίδι‐ >α, καθὰ Π[α]ῦλο[ς λέγ]ει· “νυνὶ μένει
15>πίστις, ἐλ[πίς,] ἀγά[πη.]” >>ἐκ δὲ μερίμ[ν]ης κ[α]ὶ φροντίδος ἀνα‐ >>φανεῖτα[ί σοι] εἰρήνη. τοῦτο λέγει, ὅτι ἀπαλ[λαγ]εὶς τῶν ἐπιπόνων καὶ ἀνιαρ[ῶν] διὰ τὴν ἐλπίδα τὴν
20γεγε‵νημέ′νην [ἐκ] τῆς προπαρασκευῆς “ἀναφαν[εῖτα]ί σοι εἰρήνη”, εἰρήνη(ν) λέγων τ[ὴν] τῶν περιστάσεων ἀ‐ νάπαυσιν. ἔχομεν δὲ ἐν τοῖς θεί‐ οις γράμμ[ασι]ν περὶ εἰρήνης λεγό‐
25μενα τῆ[ς κ]ατὰ ψυχήν, περὶ ἧς λέ‐ >γεται· “εἰρή[ν̣η]ν πολλὴν τοῖς ἀγα‐ >πῶσίν σε [καὶ] οὐκ ἔστ‘ι‘ ἐν αὐτοῖς ‘σ‘κάν‐ >δαλον.” αὕ[τ]η δὲ ἀταραξία οὖσα τῆς ψυχῆς καρπός ἐ‘σ‘τι τοῦ ν πν(εύματο)ς·
29>“ὁ γὰρ
30>καρπὸς τοῦ πν(εύματο)ς ἀγάπη, χαρά, εἰρή‐ >νη.” ἀπὸ ταύτης μακαρίζονται πε‐ >ρὶ ὧν λέγεται· “μακάριοι οἱ εἰρηνοποι‐
>οί, ὅτι υἱοὶ θ(εο)ῦ κληθήσονται.” ἐπὰν γάρ214

307

τις τὴν ἑαυτ[οῦ “μέριμν]αν ἐπὶ κύρι‐ ον ἐπιρίψῃ”, [ἕξει ταύτ]η̣ν τὴν εἰρή‐ νην· ὁ ἁμαρ[τωλὸς δ]ὲ οὐκ ἔσται 〈ἐν〉 ταύτῃ τῇ εἰ[ρήνῃ· “πᾶς γ]ὰρ βίος ἀσε‐
5βοῦς ἐν φρο[ντίδι” τε]ταραγμένῃ. >>ἡσυχάσεις δ[ὲ καὶ οὐκ ἔστ]αι ὁ πολεμῶ(ν) >>σε· μεταβα[λόμενοι] δὲ πολλοί σου >>δεηθήσον[ται.] ἐπίστησον, [εἰ πάλιν τ]ὴ̣ν ἡσυχίαν
10οὗτός φησ[ιν τὸ μηκ]έτι τρόπον τινὰ διὰ τὰ̣[ς κακώσ]εις ὀνειδίζε‐ σθαι ὡς φαῦ[λον· τούτου] ἐπιφερομέ‐ νου ἐπάγε[ι τὸ “μετα]βαλόμενοι δὲ πολλοί σ[ου] δεη[θ]ήσονται” δη‐
15λῶν, ὅτι οἱ πρ[ό]τερο[ν] κατατρέχον‐ τες διὰ τὴν [π]ερὶ σ[ὲ μ]εταβολὴν δεηθήσονταί σ[ου.] ἡ κυρίως δὲ ἡσυχία ἡ τῆς ψυχ[ῆ]ς ἀταραξία τῷ ἁγίῳ δίδοται λέγ[ον]τος τοῦ λόγου·
20>“ἀναπαύσεται ἕ̣κα[στ]ος ὑποκάτω >ἀμπέλου αὐτοῦ κα[ὶ ὑ]ποκάτω συ‐ >κῆς αὐτοῦ καὶ οὐκ [ἔσ]ται ὁ ἐκφοβῶ(ν).” τοῦτο δὲ οὐκ αἰσθη[τῶ]ς· ἀλλ’ ὁ ἔχω(ν) τὸν πρακτικὸν βί[ον] διὰ τῆς συ‐
25κῆς δηλούμενο[ν κ]αὶ τὸν θεω‐ ρητικόν, ὃς διὰ τ[ῆς] ἀμπέλου ση‐ μαίνεται—εὐφ[ροσύ]νης ποιητι‐
κὸν τυγχάνον—, [ἄφ]οβος λοιπόν ἐστιν οὐκ ἔχων [δι]άβολον ἐκφο‐216
30βοῦντα ἢ δαίμονας. ὁ δ’ ἐν κακί‐ ᾳ οὐχ ἡσυχάζει ὧδε κἀκεῖ τοῦ λο‐ γισμοῦ περιφερομένου ὑπὸ πα‐ θῶν καὶ δαιμόνων. αὐτίκα γοῦν

308

πρὸς Κάϊν [ὡς οὐ δεῖ] κινούμενον εἴρηται· “ἥ[μαρτες,] ἡσύχασον·” οἰκ‘ε‘ῖ‐ ον γὰρ τῇ [τοῦ ἀν(θρώπ)ου φ]ύσει ἡ ἡσυχί‐ α τῆς ἀ[ταραξίας, ἡ δ]ὲ ἀταξία ἐπ‘ε‘ισό‐
5διον. α[..... ....]. καὶ νῦν σύμβο‐ λον τη[..... ...].ης ἐν ψυχῇ οἰ‐ κεῖν τη[..... ..].ος ἑρμηνευ‐ >ομένη.[.. “γῆ ἐφοβ]ήθη καὶ ἡσύ‐ >χασεν ἐν [τῷ ἀνασ]τῆναι εἰς κρί‐
10>σιν τὸν [θ](εό)[ν.” ὅταν] γὰρ οἱ τὰ γήι‐ να πράτ[τοντες] διὰ τὸν φόβο(ν) τῆς κρίσ[εως ἐν με]τανοίᾳ γένω(ν)‐ ται, ἡσυχ[ίαν ἀντ]ὶ̣ ταραχῆς ἀνα‐ >λαμβάν[ου]σιν [ἀκ]ούοντες· “καὶ ἡ‐
15>συχάσεις [ἀ]φόβω[ς] ἀπὸ παντὸς κα‐ >>κοῦ.” σω[τ]ηρία δὲ αὐτοὺς ἀπολεί‐ >>ψει. αἰνίτ[τε]ται, ὅτι οἱ πολεμοῦ(ν)‐ τες πάλα[ι δι]καίου λοιπὸν τοῦ ἀν(θρώπ)ου γεγε[ν]ημένου ἐγκαταλεί‐
20πονται ὑ[πὸ] σωτηρίας, δῆλον δ’ ὅτι ἧς ἑαυ[τοῖ]ς ἀνεπλάσαντο σω‐ τηρίας ἡγ[ού]μενοι τὴν τῶν πο‐
λεμουμένων κάκωσιν καὶ κατὰ ψυχὴν κα[ὶ σ]ῶμα.218
25>>ἡ γὰρ ἐλπὶς α[ὐτ]ῶν ἀπώλ‘ε‘ια. τῶν κα‐ κοθελῶν, [φ]ησίν, ἡ προσδοκία ἀ‐ πώλειά ἐστ[ιν· λ]έγοι δ’ ἂν αὐτῶν προσδοκία[ν ο]ὐ πάντως ὡς αὐτῶ(ν) τοῦτο προσδ[ο]κώντων, ἀλλ’ ὡς
30ἑπόμενον τοῦτο ἐχόντων· καθὸ λέγομεν τῷ κολάσει ὑποπίπτον‐ τι· σὺ σεαυτῷ ταῦτα παρήγαγες, οὐχ ὅτι αὐτὸς τοῦτο προέθετο, ἀλλ’ ὅτι ἠκολούθησεν αὐτῷ ταῦτα.

309

>>ὀφθαλμοὶ δὲ [ἀσεβῶν τ]ακήσονται. ἴσως τοὺς φθο[νεροὺς αἰ]νίττεται καὶ τὴν λύπην [αὐτῶν τὴν] γιγνομένη[(ν)] ἐπὶ μεταβολ[ῇ τοῦ ἀνια]ροῖς περιπε‐
5πτωκότος, ὡ[ς διέγραψε]ν. οὐ {δε} τού‐ τους δὲ τοὺ[ς ὀφθαλμ]ούς φησι—πολ‐ λοὶ γὰρ τῶν ἀ[σεβῶν μ]έχρις ὑστέρας ἀναπνοῆ[ς ὀξυωπο]ῦντες ἔμει‐ ναν—, ἀλλὰ [τοὺς ψ]υχῆς. ἔχεις
10ἐν τοῖς θε[ίοις γράμ]μασιν περὶ ὀ‐ >φθαλμῶν [τῶν τοῦ ἀν](θρώπ)ου· “ἡ ἐντολὴ >κ(υρίο)υ τηλαυγὴ[ς φωτί]ζουσα ὀφθαλ‐ >μούς”, δηλο[νότι τ]οὺς τοῦσ ἔσω
13ἀν(θρώπ)[ου] ὀφθαλμοὺ[ς ἐπὶ τ]ῷ καὶ τυφλοὺς
15σώζειν τὰς [θ(εο)ῦ ἐντο]λάς.220