TLG 2102 001 :: DIDYMUS CAECUS :: Commentarii in Job (1–4)

DIDYMUS CAECUS Scr. Eccl.
(Alexandrinus: A.D. 4)

Commentarii in Job (1–4)

Source: Henrichs, A. (ed.), Didymos der Blinde. Kommentar zu Hiob, pt. 1 [Papyrologische Texte und Abhandlungen 1] Bonn: Habelt, 1968: 24–308.

Citation: Codex page — (line)

1

ὅπερ ἁρμόζει παντὶ π[ρ]οτιθεμένῳ ἐξέτασιν ποιήσασθα̣[ι] λόγου τινὸς τὰ εἰς τὴν ὑπόθεσιν προδιαλαμ‐ βάνοντι τοῦ λόγου, [ἐν] τοῖς νῦν ποι‐
5ητέον, καὶ μάλιστα ἐ̣π̣εὶ τὸ προκεί‐ μενον βιβλίον ὠφ[ελι]μώτατον ὑπάρχον οὐκ εὐκατ[α]φρόνητον ἔχει τὴν νόησιν. κινεῖται γὰρ ἐν αὐτῷ̣ [ὑπὸ τοῦ Ἰὼβ ὅλ]ο̣ς ὁ περὶ τῶν
10τοῦ θεοῦ κριμάτων [λό]γος, καὶ ὡς οὐδὲν τῶν συμβ[αι]νόντων ἐπι‐ πόνων ἀνθρώπ[οις] ἐκτὸς τῆς τοῦ θεοῦ συνχωρήσεω[ς γ]ίνεται, καὶ ἕτερα δογματικὰ θ[εω]ρήματα
14aκαὶ ἔτι ἐν τῷ προηγουμένῳ λόγῳ
14καρ‐
15τερίας πέρι καὶ ὑπο[μ]ονῆς καὶ τῆς τῶν ἀδιαφόρων [κα]ταφρονήσε‐ ως—χρημάτων λ[έγω] καὶ κτημά‐ των καὶ πολυπα[ιδία]ς καὶ εὐπαιδί‐ ας—, πρὸς τούτοις κα[ὶ τοῦ] αὐτεξουσίου
20φανέρωσις καὶ [τῶν] ποικίλων δογμάτων διδ[ασκ]αλία, ὡς κα‐ θ’ ἕκαστον τῶν [λογ]ίων, εἰς ἃ ταῦ‐ τά ἐστιν, θ(εο)ῦ διδό[ντο]ς ὀψόμεθα.
εἰ δεῖ τοίνυν τῆς [ὑποθ]έσεως, ἀρκτέο(ν).24
25διάφορος ἡ τῆς τι̣[μῆς τ]ῶν οὐσιῶ(ν) φαίνεται μεταβ[ολή, τοῦ]το μὲν σω‐ μάτων φθειρομ[ένων κ]αὶ αὐξομέ‐ νων, τοῦτο δὲ καὶ [προαιρετ]ικῆς συμ‐ βαινούσης μεταβ[ολῆς. καὶ] ὅσαι
30μὲν κατὰ σῶμα γ[ίνονται], οὔτε μεμπτὸν ὑποκε[ίμενον ο]ὔτε ἐ‐ παινετὸν δεικνύο[υσ]ι[ν. οὐ]δεὶς γὰρ οὔτε ἐπὶ φθορᾷ σώ[μ]ατος οὔτε ἐ‐ πὶ αὐξήσει ἀποδε[κ]τός· ἔξω γὰρ ταῦ‐
35τα τοῦ ἐφ’ ἡμῖν ἐστιν. ὅσα δὲ λογισμῷ προαιρετικῶς κινουμένου

2

τοῦ ἐνεργοῦντος πράττεται, ταῦ‐ τα ἢ ψεκτ[ὸ]ν ἢ ἐπαινετὸν αὐτὸν δείκνυσιν. [τ]οῦτο δ’ ἀκολουθεῖ τοῖς ἐκ κακία[ς εἰς] ἀρετὴν ἢ ἐξ ἀρετῆς
5εἰς κακία[ν] μεταβάλλουσιν. γέ‐ γονεν τ[ο]ίνυν λογικὴ οὐσία >ἀποστάτ[ις θ]εοῦ, “ἐνώπιον κυρί‐ >ου παντ[οκρ]άτορος τραχηλιάσα‐ >σα”. {δ} αὕτη [δ’ ἐ]στὶν ὁ διάβολος οὐ δι‐26
9άβολος γε‐
10>γενημέ[ν]η—“ὁ θεὸς” γὰρ “θάνατο(ν) >οὐκ ἐποί[ησ]εν”—, ἀλλὰ τελεία καὶ >ἐνάρετο[ς—“π]άντα” γὰρ “ὁ θεὸς καλὰ >λίαν ἐπ[οίη]σεν”—, ἥτις ἐκπεσοῦ‐ σα τῆς ὀ[ρθῆ]ς καταστάσεως καὶ
15μακαριό[τ]η̣τος φθονεῖ τοῖς ἐπὶ >ταύτην [τρε]πομένοις· “φθόνῳ” >γὰρ “διαβ[όλο]υ θάνατος εἰσῆλ‐ >θεν εἰς τ[ὸν κό]σμον”. λογίζεται γὰρ ὡς ἔ[κβο]λ̣ος πρὸς ἑαυτὸν ὅ‐
20τι· ἐμπ[οδισ]τέον τοῖς οὐράνιον ἔχουσιν [πο]λιτείαν, ὅπως μὴ ἐξ ὧν ἐγ[ὼ ἐ]κπέπτωκα, οὗτοι ἀ‐ νέλθωσ[ιν. ἰ]δίαν γὰρ κατηγορίαν
οἴεται τ[ὴν τ]ῶν ἀνθρώπων28
25>προκ̣[οπήν, δι]ότι αὐτὸς μὲν “ἑωσ‐ >φόρο[ς” οὐρα]νῶν καὶ “πρωῒ ἀνα‐ >τέλ[λων” ἀστή]ρ ἐστι καταυγάζων, διὰ [δὲ τὸ π]αρασκευάζειν τοὺς ὑπ[ὸ τοῦ “ἡλί]ου τῆς δικαιοσύνης”
30φω[τισθησ]ομένους ἐξέπεσεν τῶ[ν οὐρα]νίων χωρίων. οὗτοι δὲ ω̣[.]ι̣δ̣[.]α̣ τῆς ἐναρέτου πολι‐ τείας σπ[εύ]δουσιν, οἵτινες πλεί‐ ονα ῥοπὴν εἰς κακίαν ἔχουσιν.
35>“ἐπιμελῶς” γὰρ “ἡ διάνοια τῶν ἀν‐ >θρώπων ἔνκειται ἐπὶ τὰ πονηρά”,

3

ὅπερ παραστῆσαι ὁ ἀ[π]όστολος βου‐ >λόμενός φησιν· “οὐκ ἀγγέλους >κρινοῦμεν;” δηλῶν ὡς ὅτι· ἡμεῖς οἱ τὸν οὐράνιον βίον ζῶντες ἐ‐
5πὶ γῆς κατακρινοῦμ̣[ε]ν τοὺς τὴν ἰδίαν μὴ φυλάξα[ντ]ας τάξιν, καθὰ καὶ Νινευῖ[ται] τοὺς Ἰου‐ δαίους κατακρι[νοῦ]σι μὴ πεισθέ(ν)‐ τας τῷ σ(ωτῆ)ρι, αὐτοὶ π[επ]εισμένοι
10τῶι κηρύγματι Ἰω[νᾶ] περὶ μετα‐ νοίας καταγγείλα̣[ντο]ς̣. ἀλλὰ καὶ τὸ περὶ τῆς βασιλί[δος] Σαβὰ λεγό‐
μενον τῆς αὐτῆ[ς] διανοίας ἐ‐ στι παραστατικόν· [γ]υνὴ γὰρ καὶ30
15βασιλὶς καὶ πόρρω [κ]αθεστῶσα καὶ διὰ ξένων τοπαρ[χι]ῶν διαβαί‐ νειν μέλλουσα π[άν]τα ταῦτα ὑ‐ περιδοῦσα τῆς τοῦ Σ[ο]λ〈ο〉μῶνος σοφίας ἔσπευσεν εἶναι κατήκοος,
20τῶν Ἰουδαίων ἐγγὺ̣[ς] ἐχόντων τὸν παιδευτὴν κα[ὶ μ]ηδὲν ἐ‐ θελόντων ἐξ αὐτ[οῦ] ὠφεληθῆ‐ ναι καίτοι πλεῖον [ἔ]χοντος Σο‐ λομῶνος. ἐκεῖνος [μ]ὲν γὰρ ἐ‐
25ξ αὐτοῦ σοφισθεὶς ὠφ[έ]λει, ὁ δὲ σ(ωτ)ὴρ πρὸς τῇ ἀπὸ τῶν λ[όγω]ν ὠφε‐ λίᾳ καὶ σημείων κα[ὶ τερασ]τίων ἐπεδείκνυτο θαυμ[ατουργ]ί̣αν ἱ‐ κανὴν μεταπείθ̣[ειν το]ὺς σφό‐
30δρα ἀπιστοτάτου[ς· νεκρῶ]ν γὰρ ἀναστάσεις, τυφλ[ῶν ἀναβ]λέψεις, λεπρῶν καθαρισμ[οὶ καὶ συ]νό‐ >λως “πάσης νόσου κ[αὶ] μ[αλ]ακίας” ἴ‐ ασις παρ’ αὐτοῦ ἐπετ[ε]λεῖτο. ὁ φθό‐
35νος οὖν ὁ διαβολικὸ[ς] οὗτος ἦν, ὅτι ἄνθρωποι τούτων ἐπιλαβέσθαι

4

ἔσπευδο[ν], ὧν αὐτὸς ἐξέπεσεν. διὸ καὶ οὐκ ἀμελεῖ τῆς κατὰ τοῦ γένους >ἐπηρείας· [ὁ] γὰρ “ἀντίδικος ἡμῶν δι‐ >άβολος ὡς λέων περιπατεῖ ζητῶν
5>τίνα καταπίῃ”. οὕτω καὶ τῷ Ἰούδᾳ λο‐
γισμὸν [φι]λαργυρίας ἐμβαλὼν προδότ[ην] αὐτὸν τοῦ σ(ωτῆ)ρ(ο)ς πεποί‐ ηκεν, κα[θά]περ εἰς οἰκεῖον φωλεὸ(ν) εἰς τὴν δ[ιά]νοιαν αὐτοῦ εἰσελθώ(ν).32
10οὕτω καὶ [οἱ π]ερὶ Ὑμέναιον καὶ Ἀ‐ >λέξανδ[ρον] “περὶ τὴν πίστιν ἐναυ‐ >άγησαν” [δ]ιὰ τοῦτο παθόντες ὄργανόν [τ]ε διαβολικὸν διὰ τοῦ ἑκουσίου γ[εγ]ενημένοι, οὕστινας
15>καὶ “παρέδ[ω]κεν αὐτῶι τῷ σατανᾷ” >ὁ μακάρι[ος] Παῦλος, “ἵνα παιδευθῶ‐ >σιν μὴ β[λ]ασφημεῖν”. καὶ ὅλως ποικίλη ἡ τοῦ διαβόλου κατὰ τῶ(ν) >ἀνθρώπων ἔνεδρα γίνεται “ἐν
20>τοῖς υἱοῖ[ς] τῆς ἀπειθείας ἐνεργοῦ(ν)‐ >τος”, οὐκ [ἀπ]εχομένου δὲ καὶ τῶ(ν) ἐναρέτων, ἀλλὰ κἀκείνοις ἐπι‐ τρέχον[το]ς. τοῦτο γὰρ σημαίνει >τὸ λόγιον παραινοῦν· “ἐὰν πν(εῦμ)α
25>τοῦ ἐξου[σιά]ζοντος ἀναβῇ ἐπὶ σέ, >τόπο[ν σου] μὴ ἀφῇς.” ἐπιχειρεῖ μὲν [καὶ ἀ]νῆκεν εἰς αὐτὸν κα‐ ταβ[αίνων, ἀσ]φαλὴς δὲ ὁ ἐνάρε‐ τος [γεγενημ]ένος κωλύει τὴν ἐ‐
30πι[βουλήν]. καὶ ὁ Ἰὼβ οὖν τέλει‐ ος ὑ[πάρχω]ν ἀνὴρ καὶ πάντῃ ἀ‐ πεχ[όμενο]ς κακίας καὶ ἀρετῆς μετέχω[ν]
33a>“οὐ παρεῖχεν τόπον τῷ διαβόλῳ”·
33> [ε]ἴρηται γὰρ “δίκαιος, ἀ‐ >ληθινό[ς], ἄμεμπτος, θεοσεβής,34
35>ἀπεχόμενος ἀπὸ παντὸς πονη‐

5

>ροῦ πράγματος”, ἅπερ τελειότατο(ν) αὐτὸν ἀποδείκνυσιν, οὐ μόνον κακίας ἀπεχόμενο[ν], ἀλλὰ καὶ εἰς ἄκρον ἀρετῆς φθάσαντα. τότε γὰρ
5κυρίως τις ἀρετὴν ἔ[χ]ῃ, ὅταν τῶ(ν) ἐναντίων διαθέσ[ε]ων προαι‐ ρέσει ἀπέχηται. τ[οῦτ]ο γὰρ ὁ μα‐ >κάριος Δα(υὶ)δ παιδ[εύει] λέγων· “ἔκ‐ >κλινον ἀπὸ κακ[οῦ κ]αὶ ποίησο(ν)
10>ἀγαθόν.” ἀλλὰ καὶ τ[ό]· “παύσασθε >ἀπὸ τῶν πονηρ[ιῶ]ν ὑμῶν, >μάθετε καλὸν π[οιεῖ]ν” τῆς αὐτῆς ἐστι διανοίας. ὁ Ἰ[ὼβ] οὖν ἀπε‐ χόμενος κακία[ς οὐ]χ οὕτως ἀ‐
15πείχετο ὡς τὰ βρέφ[η, ἀ]λλ’ ὡς ἐνερ‐
γῶν τελείως τὴ[ν ἀ]ρετήν. ἀπὸ ἀνδρείας δὲ αὐτῶι [ὁ ἔ]παι‐ νος ἐγίνετο οὐχ ὡς τῶν ἄλ‐ λων ἀρετῶν ἀπολειπομένῳ36
20—ἠκολούθουν γὰρ αὐ[τ]ῷ ἅπασαι ἀλλήλων ἠρτημέναι—, ἀλλ’ ἐξ ἐ‐ πικρατείας τῆς κα[τ]ὰ τὴν ἀνδρεί‐ αν, ὅπερ καὶ ἐπὶ τῶ[ν] μακαρισμῶ(ν) >ἔχει· ὁ γὰρ “πτωχὸς τῷ πν(εύματ)ι” ἔχει
25τὴν βασιλείαν τοῦ θεοῦ καὶ τοῖς ἄλλοις κεκοσμημέν[ος] καὶ πρᾶ‐ ος καὶ δίκαιος ὤν. εἶχ[εν ο]ὖν καὶ τὰς ἄλλας ἀρετὰς ὁ Ἰ[ώβ, ὡς] ἐν τοῖς ἑξῆς δηλοῦται· [ὡς γὰρ πρὸ]ς φι‐
30λοξενίαν ἦν ἕτ[οιμος, οὕτω]ς καὶ >πρὸς ἐλεημοσύν[ην, “πατὴ]ρ μὲ(ν) >ὀρφάνοις γιγνόμ[ενος, τοῖ]ς δὲ >ἀδυνάτοις βοηθός, [ὀφ]θ[αλ]μὸς >τυφλοῖς, ποὺς δὲ χωλῶν” εὑρισκό‐
35μενος. τὸν οὕτως οὖν ἠσφαλισμέ‐ νον πάντοθεν π[ρ]ακτικῇ τε38

6

καὶ διαν[ο]ητικῇ ἀρετῇ—διὰ γὰρ ταύτην ἀληθινὸς εἴρηται ὡς καὶ ἄμεμπτον εἶναι—ἐπειρᾶτο διάβολο[ς] τῆς τοσαύτης ἀρετῆς
5μεθιστᾶν, πολλάκις ὡς εἰκὸς ὑ‐ ποβάλλ[ω]ν λογισμούς, οὓς ὁ ἅγιος οὐκ ἐδέχ[ετ]ο κατὰ τὸν λέγοντα· >“ἐκκλίνο[ντο]ς ἀπ’ ἐμοῦ τοῦ πο‐ >νηροῦ ο[ὐκ ἐ]γίγνωσκον”, ὃ δηλοῖ
10ὅτι· πολλ[άκις] προσελθόντος τοῦ ἀντικειμ[έν]ου οὐκ ὤκλασα, ὥστε γνῶναι [μὲν] αὐτὸν παρόντα δι‐ ὰ τοῦ ἁμα[ρτά]νειν. οὐ γὰρ ἠγνόει παρόντα [ἐς ὅ]σον ἐπολέμει ὁ ἅ‐
15γιος, ἀλλ’ ο[ὕτ]ως οὐκ ἐγίγνωσκεν, ὡς πεῖρα[ν] δέχεσθαι τῶν φαύ‐ λων αὐτ[οῦ] ἐνθυμήσεων. τελευ‐ ταίαν δ’ ἐπιβουλὴν τὴν τῆς ἐξαι‐ τήσεως καθῆκεν, οἰόμενος δι‐
20ὰ ταύτη[ς αὐ]τὸν τῆς προσβολῆς τῆς ἀρετ[ῆ]ς μεθιστᾶν, ὅπερ καὶ ἐ‐ πὶ τοῦ πα[τ]ριάρχου Ἀβρὰμ πεποί‐ ηκεν, εἴ τῳ φίλον παραδέξα‐ σθαι τὴν β[ί]βλον τῆς διαθήκης.
25πολλὰ κ̣[αὶ] πολλάκις ἐπιχειρήσας κατὰ τ[οῦ ἁ]γίου καὶ πρὸς ἅπαντα ἡττ[ηθείς, ἐ]πεὶ ἅτε πρὸς ὀψίγο‐ νον [καὶ ἀγαπ]ητὸν διακείμενο(ν) τὸν [Ἀβραὰμ ἤλ]πιζεν διαστρέψει(ν),40
30πρ[οφέρει τ]ὴν ἐξαίτησιν τοῦ παι[δός, ἣν] ὁ θεὸς δι’ ἑαυτοῦ ποιεῖ‐ ται κα[τα]ι[σχ]ῦναι τὸν ἀντικείμε‐ >νον βουλό[μ]ενος λέγων· “λαβὲ >τὸν υἱόν σο[υ] τὸν ἀγαπητὸν ὃν ἠ‐
35>γάπησας”, διὰ τῶν ποικίλων ῥημά‐

7

των διεγείρων τοῦ πατρὸς τὸ φι‐ λόστοργον, ἵνα τὸ ἀνδ[ρ]εῖον αὐτοῦ φανερὸν ποιήσῃ, ὅπερ διετή‐ ρησεν μήτε τῆι γυναικὶ ἀνενεγ‐
5κὼν τὸ ἐσόμενον μήτε τοῖς παισίν, ἵνα μή τι ἐ[μ]πόδιον τῶι κατορθώματι γίνηται. ἀλ‐ λὰ καὶ πρὸς τοὺς λόγους τοῦ παι‐ >δὸς οὐκ ὤκλασεν εἰπόντος· “π(άτ)ερ,
10>ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ τὸ >πρόβατον τὸ εἰς τὴν ὁλοκάρ‐ >πωσιν;” διόπερ π[ιστε]ύων, ὅτι κἂν νεκρὸς ὁ πα[ῖς γί]νηται δυ‐ νατὸς ὁ θεὸς αὐτὸν [ἀ]ναστῆσαι,
15οὐκ ἐνδέδωκεν πρ[ὸ]ς τὸ πρόσ‐ ταγμα, ἀλλὰ ἐσφ[αγί]ασεν ἂν τὸ(ν) μονογενῆ, εἰ μὴ θ[εὸ]ς τὴν προ‐ θυμίαν ἀποδεξά[μ]ενος πε‐
ριέσωσεν αὐτῷ τὸν υἱόν. ὅτι42
20δὲ τοιαύτης ἐπιβουλευτικῆς προθέσεώς ἐστιν διάβολος καὶ ἐκ τοῦ εὐαγγελ[ί]ου παιδευ‐ όμεθα λέγοντος το[ῦ] σ(ωτῆ)ρ(ο)ς πρὸς >τοὺς ἰδίους μαθητάς· “ἰδοὺ
25>ἐξῃτήσατο ὑμᾶς ὁ σ[ατα]νᾶς τοῦ >σινιάσαι ὡς τὸν σῖτον.” [ὁμ]ώνυ‐ μον δὲ τῶι ἀνδρὶ [καὶ τὸ βιβ]λίο(ν) ἔχει τὴν ἐπιγρα[φὴν ἀκολο]ύ‐ θως, ἐπεὶ πᾶσα ἡ βί[βλος τὴν π]ε‐
30ρὶ αὐτοῦ ἱστορίαν [περιέχει, ο]ὐ‐ δενὸς ἑτέρου π[αραβα]λλο‐ μένου. κἀκεῖνο [δ]ὲ ἀκόλουθο(ν) προσθεῖναι, ὡς ἐζή[τ]ηταί τισιν, τίνος ἂν εἴη τὸ βιβλί[ο]ν. καὶ οἱ μὲν

8

τῷ ἁγίῳ Ἔσδρᾳ αὐτὸ προσνέμου‐ σιν, vacat οἱ δὲ καὶ ἐπε[ὶ] ἐν τῶι τέλει τοῦ βι‐ βλίου εἴ[ρ]ηται vacat
5vacat φασίν, ὡς ἐν τοῖς ἀρχείοις ἅτε βασιλε[ῖς ὄ]ντες οἱ φίλοι τοῦ Ἰὼβ ἀρεσθέντες τῶι κατορθώματι τὴ(ν) περὶ τούτου γραφὴν ἀπέθεντο. ζη‐ τείτω δὲ ὁ φιλόκαλος περὶ τούτου,
10εἰ μὴ τὰ εἰρημένα ἐνκρίνει. ἔστιν δὲ ὁ Ἰὼβ πέμπτος ἀ‐ πὸ Ἀβρα[άμ], ὡς καὶ αὐτὸ τοῦτο ἐ(ν) τῷ τέλε[ι το]ῦ βιβλίου εἴρηται.44
13vacat
13vacat
13vacat
13vacat >>ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐ‐
15>>σίτιδι, ᾧ ὄνομα Ἰώβ. καὶ ἦν ὁ ἄν‐ >>θρωπ[ο]ς ἐκεῖνος ἀληθινός, >>ἄμεμπτος, δίκαιος, θεοσεβής, >>ἀπεχόμενος ἀπὸ παντὸς πο‐ >>νηροῦ πράγματος. ἐγένο(ν)‐
20>>το δὲ αὐτῶι υἱοὶ ἑπτὰ καὶ θυγα‐ >>τέρες τρεῖς, καὶ ἦν τὰ κτήνη >>αὐτ[οῦ] πρόβατα ἑπτακισχίλια, >>κά[μηλ]οι τρισχίλιαι, ζεύγη βο‐ >>ῶ[ν πεντ]ακόσια, ὄνοι θήλει‐
25>>α[ι νομά]δες πεντακόσιαι, καὶ >>ὑπηρεσί]α πολλὴ σφόδρα, καὶ >>ἔργα μεγά]λα ἦν αὐτῶι ἐπὶ τῆς >>γ[ῆς]. ἀκολ[ο]ύθ[ως] μέλλων ἀρετὴν ὑ‐
30περβά[λ]λουσαν τοῦ μακαρίου Ἰὼβ ὁ λόγος διηγεῖσθαι καὶ χώρας

9

μνημονεύει καὶ τρόπου ἀμέμ‐ πτου καὶ πολυπαιδίας καὶ εὐπαι‐ δίας καὶ πλούτου ἔν [τ]ε ἀγέλαις
καὶ τοῖς ἄλλοις, ἵνα δ[ι]δάξῃ, ὡς οὐκ46
5εὐτελῶν ὑπερεφρόνησεν
5a—οὐδὲ γὰρ ἔχων αὐτὰ μέγα ἐφρό[νει]—
5πά(ν)‐ των τούτων ἀφαιρ[ε]θεὶς ἐν τῶι πειρασμῶι. ἀπαγγελὼν δὲ αὐτοῦ καὶ τὸ καθαρὸν τῆς ψυχῆς δείκνυ‐ σιν, ὡς οὐκ ἠμελημένον ἄν(θρωπ)ον
10διάβολος ἐξῃτ〈ή〉σατο. ἔδει γὰρ πρὸ τῆς πάλης τῆς πρ[ὸ]ς τὸν ἀντικεί‐ μενον τὸ μέγεθ[ος τ]οῦ ἀθλητοῦ διαγράψαι, ὡς πα[ντὸ]ς πράγμα‐ τος πονηροῦ ἀπεχόμενος οὐ‐
15κ ἄχρι τούτου ἠρκέσθη, ἀλλὰ καὶ τελει‐ ότητος ἐπεμελεῖτ[ο, ὅ]περ ἀνα‐ τρεπτικόν ἐστιν τ[ῶ]ν λεγόν‐ των, ὡς καὶ τὰ παιδ[ί]α καὶ τὰ ἄ‐ λογα πονηροῦ πράγματος ἀ‐
20πέχεται. οὗτος γὰρ καὶ δίκαιος καὶ ἄμεμπτος ὑπῆρχεν. τοῦτ’ αὐτὸ καὶ ἐπὶ τοῦ πρώ[τ]ου ψαλμοῦ λέγοντες οἱ ἐνιστάμενοι ἐλέγ‐ >χονται. φασὶν γάρ, ὅτ[ι] “μακαρί‐48
25>ζεσθαι ἐπὶ τῷ μὴ πε[πο]ρεῦσθαι >ἐν βουλῆι ἀσεβῶν κ[αὶ ἐπὶ] κα‐ >θέδραν λοιμῶν [μὴ κεκα]θι‐ >κέναι” ἁρμόσει κα[ὶ τοῖς ἀλόγ]οις καὶ βρέφεσιν. ἀλλ’ [ἐλέγχοντ]αι
30ἐκ τοῦ ἐπιφερομέ[νου· εἴρη]ται >γάρ· vacat “ἀλλ’ ἦν ἐν νό‐ >μῳ κυρίου τὸ θέλη[μ]α αὐτοῦ καὶ >ἐν τῶι νόμωι αὐτοῦ μελετήσει

10

>ἡμέρας καὶ νυκτός”, ὅπερ ἐπὶ τῶν βρεφῶν [κ]αὶ ἀλόγων οὐχ ἁρμόζει. εὖ δὲ κα[ὶ] τὸ ἐν τῆι Αὐσίτιδι τοῦτο(ν) οἰκεῖν, ἥτις ἑρμηνεύεται βου‐
5λή· οὐδὲν γὰρ ὁ δίκαιος ἀβούλως ποιεῖ, [ἀλ]λ’ οἶκος αὐτῶι καὶ πόλις
ἡ καθα[ρ]ὰ βουλή. >>“καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐ‐ >>γενὴς τῶν ἀφ’ ἡλίου ἀν〈α〉τολῶ(ν).”50
10καὶ πρὸς τὸ αἰσθητὸν δυνατὸν τοῦτο. ε[ἰ] δὲ πρὸς ἀναγωγὴν νο‐ οῖτο, λεχ[θε]ίη ἄν, ὅτι ὁ δίκαιος εὐγένε[ια]ν κτᾶται, οὐκ ἀπ’ ἀνθρώ‐ πων, ἀλλ’ ἀπὸ τοῦ φωτὸς τοῦ “ἡ‐
15λίου τῆς δικαι〈ο〉σύνης” καταλαμ‐ >>πομέν[ην]. “συνπορευόμε‐ >>νοι δὲ [ο]ἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλή‐ >>λους ἐπ[ο]ίουν πότον καθ’ ἑκά‐ >>στην ἡμέραν συνπαραλαμ‐
20>>βάνοντες ἅμα καὶ τὰς τρεῖς >>ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πί‐ >>νειν μετ’ αὐτῶν.” εὖ ἀνα‐ τεθραμμένοι οἱ τοῦ Ἰὼβ υἱοὶ οὐ πρὸς ἄλλους ἐποιοῦντο
25τὰς ἐπ[ι]μειξίασ καὶ τὸν πότον ἢ π[ρὸς] ἑαυτοὺς κατὰ τὸ ἐν ψαλ‐ >μο[ῖς λεγό]μενον· “ἰδοὺ δή, τί κα‐ >λ[ὸν ἢ τί τ]ερπνὸν ἀλλ’ ἢ τὸ κα‐ >το[ικεῖν ἀδ]ελφοὺς ἐπὶ τὸ αὐτό.” σύμ‐
30φ[ωνον π]αρέχοντες τὴν ἀρε‐ τὴ[ν καὶ ἐ]ν τοῖς αἰσθητοῖς ἦσα(ν) ἀστασία[σ]τοι “πρὸς ἀλλήλους” πορευόμενοι καὶ οὐ πόρρω· τὰς γὰρ συνη̣λύσεις “ἐν τῆι οἰκίᾳ τοῦ

11

ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέ‐
ρου” οὐ μόνον {ον} κατ[ὰ] χρόνον ἀλλ’ ἴσως καὶ κατὰ ἀρ[ε]τὴν ἐποι‐ οῦντο τὰ πρὸς ὠφελ[ία]ν παρ’ αὐ‐52
5τοῦ παιδευόμενο[ι. ε]ὖ δὲ καὶ τὸ συνπαραλαμβάνε[ιν] τὰς ἰδί‐ ας ἀδελφάς, ὅπερ ἐστ[ὶ]ν σημεῖ‐ ον ἐναργὲς σωφρο[σ]ύνης καὶ κοσμιότητο[σ].
10>>“καὶ ὡς ἂν συνετ[ελέ]σθησαν αἱ >>ἡμέραι τοῦ π[ό]το[υ], ἀπέστελλε(ν) >>Ἰὼβ καὶ ἐκαθ〈ά〉ριζε[ν α]ὐτοὺς ἀ‐ >>νιστάμενος τὸ πρω[ῒ] καὶ προσέ‐ >>φερεν περὶ αὐτῶν θ[υ]σίας κατὰ
15>>τὸν ἀριθμὸν αὐτ[ῶν] καὶ μόσχο(ν) >>ἕνα περὶ ἁμα[ρ]τίας περὶ τῶν >>ψυχῶν αὐτῶ[ν].” >κατὰ τὸν λέγοντα· “ἐκ νυκτὸς ὀρ‐ >θρίζει τὸ πνεῦμά μου πρὸς σέ,
20>ὁ θ(εό)ς”, καί· “ὁ θ(εό)〈σ〉 μου, πρὸ[ς] σὲ
20ὀρθρίζω”, >καί· “τὸ πρωῒ παραστήσομαί >σοι καὶ ἐπόψομαι” οὐ πρὸς ἕτε‐ ρον ἔργον ὁ μ[α]κάριος Ἰὼβ τὸ πρωῒ ἀνίστατο ἀλλὰ πρὸς 〈τὸ〉 [θ(ε)ῷ] ὑπὲρ
25τῶν παιδίων θυσία[ν πρ]οσά‐ γειν “κατὰ τὸν ἀριθ[μὸν αὐτ]ῶ(ν)”, ὅ ἐστιν καθ’ ἕκαστ[ον καὶ εὐτ]ά‐ κτως· οὐδὲν γὰρ σ[υγκεχυμ]έ‐ νον ἐν σπουδαί[ῳ. ἀλλὰ κ]αὶ
30μετὰ τοῦτο ὑπὲρ α[ὐτῶν τὸ]ν μόσχον προσῆγε[ν] κατὰ τὸν ἴδιον τρόπον καὶ [τ]ὴν τῶν παίδων ἀγωγὴν σ[υ]νεθίζων.54

12

οὕτως οὖν ἐκαθ〈ά〉ριζεν αὐτοὺς μετὰ τ[ὸ] συντελεσθῆναι τὸν πότον, μετὰ τῆς αἰσθητῆς κα‐ θάρσε[ω]ς καὶ τὰ πρὸς διάνοια(ν)
5συντε[λ]οῦντα καθαρτήρια παρα[δεικ]νύς. εἰ δὲ τὸν {πρὸς} ὑπὲρ [ἁ]πάντων 〈προσαγό〉‐ μενον “μ[όσ]χον” τὸν ὑπὲρ τοῦ γένους τῶ[ν] ἀνθρώπων “σταυ‐
10ρὸν ὑπο[μεί]ναντα” σ(ωτῆ)ρα δηλοῖ, συ(ν)‐ επίσκ[ε]ψαι, ὅ[σ]τις καὶ “σιτευτὸς” ἐν τῇ [π]αραβολῇ τοῦ εὐαγγε‐ λίου ε[ἴ]ρ[η]ται διὰ τὸ θρεπτικὸς εἶναι [τ]ῆς θείας διδασκαλίας. μὴ
15θαύμ[α]ζε δέ, εἰ ἐπὶ τὸν σ(ωτῆ)ρα ὁ μόσχο[ς] αἰν[ίτ]τεται· καὶ γὰρ οὐ‐ κ ἀμύη[τ]ος ἦ[ν] ὁ Ἰὼβ τῆς ἐπιδη‐ μίας τ[ο]ῦ σ(ωτῆ)ρ(ο)ς· περὶ γὰρ αὐτοῦ >εἶπεν· “ὁ μ[έλ]λων τὸ μέγα κῆ‐
20>τος χε[ι]ρώσασθαι”. >>“ἔλεγεν γὰρ ὁ Ἰώβ· μήποτε ἐν >>τῆι διανοίᾳ αὐτῶν οἱ υἱοί μου >>κακὰ ἐνενόησαν πρὸς τὸν >>θεόν.” μεγάλ[η] καθαρότης ἐν
25το[ύτῳ] τῶν παιδίων δείκνυ‐
τ[αι· μ]ὴ γὰρ ὁρῶν αἰσθητό(ν) τ[ι ἁμάρτ]ημα αὐτῶν περὶ τῶ(ν) κατὰ δι]άνοιαν τὴν θυσίαν προσῆγε]ν λογιζόμενος, ὅτι56
30ἡ ἀνθρ]ωπίνη ἀσθένεια καὶ μ[αλακί]α̣ ἐν νεότητι ὄλισθο(ν) ἔχει π[ο]λλάκι[ς]. διόπερ καὶ ὁ ἅγι‐ >ος Πα[ῦ]λος ἔλεγεν· “οὐδὲν ἐ‐ >μαυτῶι σύνοιδα, ἀλλ’ οὐκ ἐν τούτωι

13

>δεδικαίωμαι”, καὶ ὁ ψ[α]λμῳδός· >“ἀπὸ τῶν κρυφίων μ[ου] καθάρι‐ >σόν με.” ὅθεν παρατη[ρη]τέον, οὐ‐ χ ὡς ἁμαρτημάτων ἕ[ν]εκεν τοι‐
5ούτωι θανάτῳ ὑπεβ[λ]ήθησαν. >>“οὕτως οὖν ἐποίει Ἰὼβ [πά]σας τὰς >>ἡμέρας τῆς ζωῆς αὐ[τ]οῦ.” τὸ ἀδι‐ άστατον τοῦ τό[ν]ου τ[οῦ] ἁγίου ἐν‐ ταῦθα δηλοῦτ[αι], ὡς οὐ ποτὲ μὲ(ν)
10ποτὲ δὲ οὒ τὴ[ν ἀρε]τὴν ἐνερ‐ γοῦντος. τοῦτο [κ]αὶ Δ[α](υὶ)δ περὶ ἑ‐ >αυτοῦ φησι ψάλλων· ”[ε]ὐλογή‐ >σω τὸν κύριον ἐν [πα]ντὶ και‐ >>ρῶι.” “καὶ ὡς ἐγένετο ἡ ἡμέρα
15>>αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι >>παραστῆναι ἐν[ώπι]ον τοῦ κυ‐ >>ρίου, καὶ ὁ διάβ[ο]λος [ἦ]λθεν με‐
>>τ’ αὐτῶν.” τὸ μὲν σχῆμα τῆς λέ[ξ]εως ὁ λό‐58
20γος ἐμφαίνω[ν] διηγηματι‐ κώτερον τὰ περὶ τῆς 〈παρα〉στάσεως τῶν ἀγγέλων διηγε[ῖ]το ἐν τῷ· “καὶ 〈ὡσ〉 ἐγένετο {ὡς} ἡ ἡμέρα αὕτη”, ἡμῶν ἀκολούθως νοούντω(ν)
25καιρὸν καὶ κατ[ά]λληλο[ν] κατά‐ στασιν τῆς παραστάσ[εως] τῆς ἐνώπιον κυρίου τῶ[ν ἀγγ]έλω(ν) τὰς ἰδίας λειτο[υ]ργία[ς καὶ τὸν] ἴ̣διον πό‐ νον τὸν πρὸς θεὸν̣ [παρασχόντω]ν.
30αὐτῶν καθιστώντω[ν παρέστη δὴ καὶ ὁ διάβολος. ε[ἰ καὶ πολύ‐ πτυχός ἐστι καὶ πολ[ύτ]ρ̣οπ̣ος, οὐ λανθάνει θεόν. ε̣[ἴρ]ηται, ὡς
καὶ αὐτὸς μετὰ τῶν ἀγγέλων60
35ἐλήλυθεν οὐ “παραστῆναι ἐνώ‐

14

πιον” α[ὐ]τοῦ, ἀλλὰ καὶ αὐτὸς ὑπὸ τοῦ πά[ν]τα ἐφορῶντος ὀφθαλ‐ μοῦ τ[οῦ] θεοῦ γιγνωσκόμενος. εἴη δὲ [κ]αὶ τὸ ὑποκριτικὸν τοῦ
5>διαβόλ[ου] δηλοῦν τὸ ῥητόν, “με‐ >τασχη[μ]ατιζομένου” μὲν “εἰς ἄγ‐ >γελον [φ]ωτὸς” καὶ ταῦτα λανθά‐ νοντ[ος] τοὺ[ς] γεννητούς, θεὸν δὲ μὴ δυν[αμ]ένου λαθεῖν τὸ(ν)
10πάντων [γεν]εσιάρχην καὶ τὸ(ν) >“δι’ οὗ τ[ὰ] πά[ντα]” καὶ τὸ ἅγιον πνεῦ‐ μα· τῆ[ς] γ[ὰ]ρ αὐτῆς οὐσίας ἡ τρι‐ άς. ὡς γ[ὰρ π]ερὶ τοῦ λόγου εἴρηται >ὡς ”[κ]ριτικός ἐστιν ἐνθυμή‐
15>σεων [κ]αὶ ἐννοιῶν καρδίας >καὶ οὐκ [ἔστ]ιν κτίσις ἀφανὴς ἐ‐ >νώπι[ο]ν αὐτοῦ· πάντα δὲ γυ‐ >μνὰ κ[αὶ] τετ[ρ]αχηλισμένα τοῖς >ὀφθαλμοῖς [αὐ]τοῦ”, οὕτω καὶ πε‐
20>ρὶ τοῦ πνεύματος· “τὸ γὰρ πνεῦ‐ >μα πά[ν]τα ἐρευνᾷ.” καὶ περὶ π(ατ)ρ(ὸ)ς πρὸς τ[ῶ]ν ἀποστόλων εἴρηται· >“σὺ κύρι[ε] καρδιογνῶστα πάντω(ν).” καὶ εἰκότως μ[ό]νης τῆς θεότη‐
25τός ἐ[στι] τὸ τὰς [δι]ανοίας ὁρᾶν. εἰ γὰ[ρ ἦν] καὶ τοῖς γεννητοῖς τοῦτο δῆ[λον] μὴ ἔχουσιν θεοῦ ἀγαθό‐
τ[ητα, ἠλ]λοτριοῦντο ἂν τῶν ἁμαρταν]όντων ὡς μὴ ἐπικου‐62
30ρεῖν αὐτο]ῖς ἀλλ’ ἀποστρέφε‐ σ[θαι διὰ] τὸ μέγεθος τῶν κακῶ(ν) εὐλαβ[ού]μεν[ο]ι, μὴ συνκινδυ‐ νεύσω[σ]ιν ὑπὲρ τοιούτων πρεσβεύοντες. εἰ δὲ καὶ ἔκ τινω(ν)

15

τεκμηρίων κατελάμβ[α]νον τὴ(ν) τοῦ διαβόλου πρόθεσιν, [ἀ]λλὰ γοῦ(ν), ἐπεὶ καὶ αὐτοὶ “παρεστ[ήκ]ασ〈ι〉ν ἐνώπιον τοῦ κυρίου” ἐ[λθ]όντος
5καὶ τοῦ διαβόλου μετ’ [α]ὐτῶν μεθ’ ὑποκρίσεως, εἰκ[ότ]ως θ(ε)ῷ τὴν περὶ τῆς παρα[στάσε]ως αὐ‐ τοῦ κρίσιν συνε[νέβαλον], ὃ καὶ γέγονεν. αὐτὸς [γὰρ ὁ θ(εὸ)ς] πρὸς
10αὐτὸν τὰ ἑξῆς φ[ησιν]. >>“κ]αὶ εἶπεν ὁ κύρι[ος τῷ δι]αβόλωι· >>πόθεν παραγ[έγονας];” τοῦ〈το〉 εἶπεν [αὐτῷ, ὅ]πως ἀκού‐ οντες νοήσω[μεν τό· “π]όθεν πα‐
15ραγέγονας;” οὗτ[οι οἱ ἄγγ]ελοι οἱ ἡμέτεροι ὑπ[ηρ]ε[σίας θ]είας πρὸς ἐμοῦ ποιεῖν π[ρ]οστα[τ]τόμενοι ταύτας ἐκτελοῦ[ν]τες παρεστήκα‐ σίν μοι αὐτὸ τοῦ[το] ἀντ[ὶ] παραστά‐
20σεως ἐνεργοῦ[ν]τες—οὐ γὰρ τοπι‐ κὴ τούτων παρ[ά]στασ[ις]· σὺ δὲ πό‐ θεν; οὐ γὰρ ὑπάρχεις λ[ει]τουργὸς
[ἐ]μόσ. “πόθεν” οὖν “παρα[γ]έγονας”; ὅ]μοιον τούτῳ [ἐ]κλήμψῃ τὸ εἰ‐64
25ρ]ημένον πρ[ὸς] τὸν Ἀ[δ]ὰμ ὑπὸ >θ]εοῦ· “Ἀδάμ, ποῦ εἶ;” ἦ̣ν [ἐλ]εγκτι‐ κὸν τῆς ματαίας κιν[ήσεω]ς τοῦ διαβόλου τό· “πόθε[ν παραγ]έγο‐ νας;”. >>“καὶ ἀποκ[ριθεὶς ὁ δι]ά‐
30>>β]ολος τῶι κυρίῳ εἶπ[εν· περιε]λ‐ >>θ]ὼν τὴν γῆν καὶ ἐν[περιπατ]ή‐ >>σ]ας τὴν ὑπ’ οὐ[ρ]ανὸν [πάρει]μι.” εἰ] ἦν ἐνθύμη[σι]ς τοῦ [διαβ]όλου ἡ πρὸς τὴν ὑπ[ὸ θ](εο)ῦ ἐρώ[τησι]ν συστᾶ‐
35σ̣α̣ ἐν αὐτῶι ἀπόκρισι[ς], αὐτοῦ ἂν εἴη

16

πρὸς [τοῦ] θεοῦ ὁρωμένη. ὁ μὲν γὰρ θε[ὸς] βουλόμενος λαλῆσαι γεννη[τ]ῷ τὸ ἑαυτοῦ βούλημα τῇ ἐκείν[ο]υ ἐντίθησι διανοίᾳ.
5διάβο[λ]ος δὲ ἀποκρινόμενος τῶι κ[υρί]ωι οὐχ οὕτως ἀλλ’ ὡς προ‐ αιρεῖ[ται ἀπ]οκρίνεσθαι λέγεται. τίς δ[ὲ αὐτοῦ] ἡ̣ ἀπόκρισις, ἴδω‐ μεν. [“περιελ]θών”, φησίν, “τὴν
10γῆν κ[αὶ ἐνπ]εριπατήσας τὴν ὑπ’ οὐ[ρανὸν πάρειμι”. οὐ δεῖ ξε‐ νίζε[σθαι, εἰ λε]πτὸν ὑπάρχων πνεῦ[μα διέβ]η τοὺς προειρη‐
μένο[υς τόπου]ς. καὶ γὰρ οὐδ’ ὁ θε‐66
15ὸς ὡς [ψευδόμ]ενον αὐτὸν ἤλε[γ‐ ξεν. ε[ὖ δὲ κ]α[ὶ τὸ] “περιελθών”· οὐ γὰρ π[ερι]έχων. περιέρχεται δὲ >ὡς “ἀν〈τί〉δ[ι]κος [ζ]ητῶν τίνα κατα‐ >πίῃ”, ὅπως τ[οὺς] μὲν ταῖς ὑποβ[ο‐
20λαῖς αὐτοῦ τα[ῖς] πονηραῖς πει‐ θομένους ἑλκύσῃ, τοὺς δ’ ἀντ[ι‐ τείνοντας ἐξαιτήσηται, ὅπερ καὶ ἐπὶ [τ]οῦ Ἰὼβ γεγένηται. ὅθε[ν οὐ βιάζ[ε]ται οὐ〈δὲ〉 παρὰ δύναμιν
25ἡμῖν [ἐ]πέρχ[ε]ται. ὡς γὰρ δυν[α‐ μέν[οις] ἀντιστῆναι προστάτ‐ >τε[ται]· “ἀντιστῆτε στερεοὶ τῆι πί‐ >στ[ει”, καί· “ἐὰ]ν π[ν](εῦμ)α τοῦ ἐξουσιάζο[ν‐ >τ[ος ἀναβῇ] ἐπ[ὶ] σέ, τόπον σου μ[ὴ]
30>ἀ[φῇς.” ὅτι] δὲ κ[α]ὶ τὴν δύναμιν π[αρέχει ὁ] θ(εὸ)ς ε[ἴ]ρηται, ὃς δώσει >“κα[ὶ τὴν ἔ]κβασ[ι]ν τοῦ δύνασθα[ι >ὑπε[νεγκ]εῖν”. [σ]ημειωτέον, δ[έ, ὅτι δ[ιάφο]ροι τ[ό]ποι ἡ γῆ καὶ ἡ
35ὑπ’ οὐρανόν εἰσιν, τῆς μὲν γ[ῆς

17

ὑπὸ τὸν οὐρανὸν οὔσης, τῶν δὲ ὑ‐ π’ οὐρανὸν τόπων οὐ πάντως γῆς
ὑπαρχόντων. κἀκείνους δὲ περιῄει τοὺς τόπους διάβολος ἐνευφραι‐68
5>νόμενος “τοῖς πνευματικοῖς τῆς >πονηρίας” δαίμοσιν. τούτους οὖ(ν), φησίν, περιελθὼν πάρειμι, ὅπερ νοητέον οὕτως ὅτι· διὰ πάντων τούτων ἐλθὼν κα[ὶ] εὑρὼν τὸν μα‐
10κάριον Ἰὼβ μὴ δ[υ]νάμενον δέ‐ ξασθαί τι τῶν ἡμ[ε]τέρων πάρει‐ μι, ὅ ἐστι· δείκνυμ[ι τ]ὸ̣ κρυπτόν μου τῶι ἀναποδρά[στωι] σου ὀφθαλμῶι βουλόμενο〈σ〉 αὐ[τὸ]ν ἐξαιτήσασθαι.
15>>“καὶ εἶπεν αὐτ[ῷ] ὁ [κύρι]ος· προσέσχες >>οὖν τῆι διαν[ο]ία[ι σου] κατὰ τοῦ παι‐ >>δός μου Ἰώβ, ὅ[τι ο]ὐκ ἔστιν κα‐ >>τ’ αὐτὸν τῶν ἐπ[ὶ] τῆ[ς γῆ]ς ἄνθρωπος >>ἄμεμπτο[ς, ἀλ]η̣[θι]νός, θεοσεβής,
20>>ἀπεχόμε[νο]ς̣ [ἀπὸ π]αντὸς πο‐ >>νηροῦ πράγματ̣[ος].” τό· εἶπεν ὁ κύριος τ[ῶι] διαβόλωι ὡσαύτως τοῖς φθά[σ]ασιν ἐκλημ‐ πτέον, οὐκ ἀπεμ[φ]αίνοντος, εἰ
25ὅπερ ὁ θεὸς βούλε[τα]ι νοῆσαι τὸ(ν) διάβολον, ἐνιῆτ̣α̣[ι π]ρὸς ἔλεγχο(ν) αὐτοῦ χαλεπώτα[το]ν, ὅτι οὐ πα‐ ρῆκεν ὁ θεὸς δια̣[νο]ούμενος. οὐ γὰρ ἀγνοητέον 〈μὴ〉 [εἰ]καίαν εἶναι
30τὴν τοῦ θεοῦ πρὸς τ[ὸ]ν διάβολο(ν) ὁμιλίαν· οὐδὲ〈ν〉 γὰρ παρὰ τῷ τὰ ὅλα
συστησαμένωι ε[ἰ]καῖον, ἀλλὰ καὶ τοῦτο πρὸς τὸ [σ]υμφέρον, ὅ‐ πως καταισχύνηται τῆι τοῦ δι‐70
35καίου καὶ ἀμέμπτ[ο]υ ἀνδρὸς πα‐

18

ραθέσει. “παῖδα” τὸν Ἰὼβ ὁ κύριος κέ‐ κληκεν κατ’ ἀμφότερα τὰ σημαι‐ νόμενα· καὶ γὰρ θεράπων αὐτοῦ ὑπῆρχεν κατὰ τὸ εἰρημένον πρὸς
5>τοῦ ψαλμῳδοῦ· “ἐ[γ]ὼ δοῦλος σὸς >καὶ υἱὸς τῆς παιδίσκης σου”, καὶ υἱ‐ ὸς ἀπὸ τῆς θεραπείας καὶ γνησί‐ ας δουλείας τῆς τοῦ πν(εύματο)ς ἀξιωθεὶς χάριτος, κα[ὶ] λέγων καὶ αὐτὸς κα‐
10>τὰ τὸν σοφ[ὸ]ν Παῦλον· “αὐτὸ τὸ πνεῦ‐ >μα συνμαρτ[υρ]εῖ τῶι πνεύματι >ἡμῶν, ὅτ[ι ἐσ]μὲν τέκνα θεοῦ.” “ὁ” >γὰρ “ποιῶν [τὴ]ν δικαιοσύνην ἐκ >τοῦ θεοῦ γεγ[έν]νηται”. ἐμφατικὸ(ν)
15δὲ καὶ τοῦ [λογι]κ[ὸ]ν εἶναι τὸν δι‐ >άβολον τὸ [ῥη]θ[ῆ]ναι· “προσέσχες >τῆι διανο[ίᾳ σο]υ”· λ[ο]γικοῦ γὰρ οἰκεῖ‐ ον τὸ δια[νοε]ῖσθ[αι. ο]ὐκ ἐνταῦθα δὲ μόνον [τοῦτο] π̣ε̣[ρὶ τ]οῦ διαβόλου
20>εἴρηται, ἀ[λλὰ] καὶ ἐν τῷ· “σὺ δὲ εἶπας >ἐν τῆι δ[ια]νοίαι σου· εἰς τὸν οὐρα‐ >νὸν ἀναβήσομαι”, ὅπερ ὡς εἴρη‐ ται παρασ[τ]ατικόν ἐστι τοῦ λογι‐ κὸν αὐτὸν [ε]ἶναι. {γίνεται δὲ} εἰ
25δὲ τὸ δια[ν]οεῖσθαι ἐπ’ αὐτοῦ 〈γίνεται〉, ζη‐
τητέον, μ[ὴ] ἄρα καὶ τὸ μετανοεῖ(ν). μετὰ γὰρ τ[ὸ] νοεῖν τὸ διανοεῖ‐ σθαι καὶ τ[ὸ] μετανοεῖν. καὶ ὡς ἐν τῇ βουλήσει αὐτοῦ κεῖται τὸ δια‐72
30νοεῖσθα[ι, μ]ήποτε καὶ τὸ μετα‐ νοεῖν. ὁ δὲ ταῦτα μὴ διδοὺς ὁρά‐ τω, μὴ τὸν θεὸν αἴτιον τῆς κακί‐ ας αὐτοῦ λ[ά]θῃ τιθέμενος—εἰ γὰρ

19

οὐ κέκτηται λόγον καὶ νοῦν. εἰ δὲ καὶ ἐξήλλακται κατά τι, ἀλλὰ τῶι λο‐ γικὸς εἶναι κοινωνεῖ τοῖς ταύτης οὖσι φύσεως. εἰ γὰρ καὶ ἄνθρωποι
5θνητοί, ἀλλ’ οὐ κατὰ τὸ θνητὸν τὴ(ν) κοινωνίαν εἶναί φαμεν, ἀλλὰ κα‐ τὰ τὸ λογικόν, ὅπερ κοινὸν καὶ ἀθα‐ νάτοις καὶ θνητο[ῖς] ὑπάρχει. καὶ τὸ διανοεῖσθαι δὲ οὐ μόνοις σπου‐
10δαίοις ἢ μόνοις φ[α]ύλοις πρόσε‐ στιν. ὡς γὰρ τὸ αἰσθ[ή]σει χρῆσθαι καὶ σπουδαίῳ κα[ὶ φα]ύλωι κοινόν, ὅπερ ὁ μὲν σπο[υδαῖ]ος καλῶς με‐ θοδεύων οὐ κέ[χρη]ται αὐτῶι κα‐
15τὰ τὸν φαῦλον [ἀναβ]λέποντα εἰς τὸν οὐρανὸν [καὶ θεο]ποιοῦντα τ[ο]ῦ‐ τον, οὕτω κα[ὶ τὸ δια]νοεῖσθαι· ἐν σπουδαίωι κ[αὶ φαύλ]ωι εὑρισκόμε‐ νον κατὰ τ[ὴν] χ[ρῆσι]ν ἐξήλλακται.74
20>“προ[σ]έσχες [οὖ]ν”, φ[ησί, “τ]ῆι διανοίᾳ >σου κατὰ τοῦ παιδ[ός] μου Ἰώβ, ὅτι >οὐκ [ἔσ]τι κατ’ αὐτὸν [τῶ]ν ἐπὶ τῆς γῆς”. οὐ [μάτ]ην δὴ πρό[σκ]ειται· “τῶν ἐ‐ πὶ γ[ῆς].” εἰσὶν γὰρ κα[τ’ α]ὐτὸν καὶ ὑ‐
25πὲρ αὐτὸν λογικ[ὰ ὑ]πὲρ γῆν τυγ‐ χάνοντα. οὐ γὰρ τα[ὐτ]ὸν τὸ εἰπεῖ(ν)· ‘οὐκ ἔστιν κατ’ αὐτ[όν]‘ τῶι εἰπεῖν· “οὐκ ἔστιν κατ’ αὐτὸ[ν] τῶν ἐπὶ τῆς γῆς”. πῶς γὰρ οὐχ ὑπερβάλλων ἅ‐
30παντ[α]ς τοὺς ἐπὶ γῆ[ς] ἐτύγχανε τοῦ θ[ε]οῦ τῶν ὅλων [α]ὐτῷ μαρτυ‐ >ροῦντος ἐν τῷ· “ἄνθρωπος ἄμεμ‐ >πτος, ἀληθινός, θεοσεβής, ἀπε‐ >χόμενος ἀπὸ παντ[ὸ]ς πονηροῦ

20

>πράγματοσ”. ἀπέχεται δὲ κυρίως κακίας ὁ πεφυκὼς αὐτὴν δέχεσθαι. τότε γὰρ καὶ ὁ ἔπαινος χώραν ἔχει, ὅτ〈ε〉 δυνάμενος εἶναι φαῦλος ἀ‐76
5πέχεται κακίας μίσει τῶι πρὸς αὐ‐ τήν. οὐ γὰρ πᾶς ὁ μὴ χρώμενος κα‐ κίᾳ ἀπέχε[σ]θαι ταύτης λέγεται· τὰ γὰρ βρέφ[η] ταύτῃ μὴ χρώμενα οὐκ ἂν εἴπ[οι] τις κυρίως ἀπέχεσθαι
10κακίας· ὁ γὰ[ρ] τοῦτο ἐνεργῶν κρίσει καὶ λόγῳ τ[οῦτ]ο ποιεῖ. τὰ δὲ κακίας καὶ ἀρετῆς [αἰτε]ῖ ἐπιτηδειότητα. καὶ οὐκ ἄν [τις ε]ἴποι τὸ βρέφος ἀκο‐ λασίας ἀπ[έχε]σθαι ἢ σωφρονεῖ(ν)·
15οὔπω γὰρ [εἰς τὴν] τούτων ἥκει δι‐ άκρισιν. δ[ιαλαβό]ντες δὲ περὶ τού‐ των ἐν το[ῖς φθάσ]ασιν, ὅτε καὶ τὰ ἀπὸ τοῦ π[ρώτου] ψαλμοῦ παρε‐ τιθέμεθα, εἶ[ναι κατ’] αὐτὸν θεοσε‐
20βῆ ταῦτα [ἠλέ]γ[ξαμ]εν. ἐ[κ]εῖνος γὰρ τῶι ὄν[τι θ]εοσεβής ἐσ[τι]ν ὁ τὸ̣[ν σεβασμο[ῦ] βίον σέβων, [τ]ῶν τὰ μὴ σεπτὰ [σε]βομένων [ἀσεβῶν τυγχανόν[τ]ων. πρόσεσ[τι δὲ] τῶι
25μακαρίω[ι κα]ὶ̣ τὸ “ἀληθινὸν” κατά τε θεωρί[αν] τῆς ἀληθείας καὶ τὸ
ἐν τοῖς ἠθ[ι]κοῖς ἀνυπόκριτον· οὐ γὰρ ὁ δι[ά τ]ι τὴν ἀρετὴν ἐπιτη‐ >>δεύων ἀ[λ]ηθινός ἐστιν. “ἀπε‐78
30>>κρίθη δὲ [ὁ] διάβολος καὶ [εἶ]πεν ἐ‐ >>ναντίον [τ]οῦ κυρίου.” δυνατὸν πιθανῶς [ε]ἰπεῖν εἰς τό· “ἐναντί‐ ον τοῦ κυρί[ο]υ”, ὅτι ἐναντίως τῆι μαρτυρία[ι] τοῦ θεοῦ εἶπεν φιλόκα‐

21

κος ὢν ἢ ὅτι θρασέως ἐνενό‐ ησεν· ἀναίσχυντον γὰρ ἡ κακί‐ α. οὕτω γοῦν καὶ ἃ ἐπιφέρει ἀπὸ φιλοκάκου γνώμης προφέρει
5τῆς τοῦ δικαίου ἐλαττωτικὰ ἀρε‐ τῆς. τί γάρ φησιν; >>“μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κ(ύριο)ν; >>οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ >>καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ
10>>τὰ ἔξω πάντων τῶν ὄντων αὐ‐ >>τῷ κύκλῳ; τὰ ἔργ[α τ]ῶν χειρῶν αὐ‐ >>τοῦ εὐλόγησας [καὶ] τὰ κτήνη αὐ‐ >>τοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.” ἴδιον τῶν φιλ[οκ]άκων καὶ πρὸς
15ἀρετὴν ἀπ[εχθαν]ομένων τὸ μὴ λογίζε[σθαι γν]ήσια τὰ καλὰ τῶν πέλας, ἀ[λλὰ π]άντως λέγει(ν), ὡς ὅδε τις δ[ίκαιός ἐσ]τιν δι’ ἀδυ‐
ναμίαν [τοῦ] ἀ[δικεῖ]ν, ὅδε τις80
20σώφρων 〈διὰ〉 τὴν κ[αλου]μένην ἠλι‐ θιότ[η]τα, ὅδε πρὸς χρήματα καὶ πορισ]μοὺς οὐκ ἔχει διὰ τὸ πρὸς ταῦτα ἀ]νεπιτήδειον,
23aἐσθ]ότε καὶ τὸν πρᾶον ὑποκριτὴν λογιζομέ‐
23aνο〈υ〉σ,
23καὶ ὅλως οὐδεὶς] φαῦλος ἀποδέχεταί τινος
25ἀρετὴ]ν ὡς γνησί〈α〉ν. ταύτης ἀρ‐ χηγὸς ὢ]ν τῆς κακίας ὁ διάβολος τοιαῦτα] ἐννοῶν [π]ερὶ τοῦ Ἰὼβ ἐφανέρ]ου αὐτὰ τῷ τὸ κρυπτὸ(ν) ἐπιστα]μένωι λέγων, ὡς διὰ τὰ
30ἐκτὸς ἀ]γαθὰ δίκαιός ἐστιν ὁ Ἰώβ. τὸ δὲ “περιέφραξας” ἀντὶ ἀσφαλεί‐ ας αὐτῶι εἴρηται ἔμφασιν παρέ‐ χο]ντος, ὡς διὰ ταῦτα ἀκαθαίρετός ἐσ]τιν καὶ ἔφοδον οὐκ ἔχει, τὴν

22

πληθὺν τῶν ἀδιαφόρων αἰτίαν αὐτῷ τῆς ἀρετῆς εἶναι λογιζόμενος, ὅπερ οὐ καλῶς λέγων ἠλέγχθη. καὶ τούτων γὰρ ἀφαιρεθεὶς ἔμεινεν ὁμοίως ἀήτ‐
5〈τη〉τος. καὶ τῷ ὄντι πλούτου περιουσία πρὸς μὲν τὸν καλῶς αὐτῆι χρώμενον συντελεῖ τι πρὸς ἀρετήν, αὐτὴ δὲ κα‐ θ’ αὑτὴν οὐδὲν εἰς τοῦτο συμβάλλε‐ ται. καὶ ἔδειξεν ὁ μακάριος Ἰὼβ καὶ
10ἐν πενίᾳ καὶ ἐν πλούτωι τὴν ἀρετὴ(ν)
>>ἀδιάστροφο̣[ν. “ἀ]λλὰ ἀπόστειλον τὴ(ν) >>χεῖρά σου καὶ [ἅψ]αι πάντων ὧν ἔχει· >>εἶ μὴν εἰς πρ[ό]σωπόν σε εὐλογήσει.” χεῖρα αὐτοῦ κα[λ]εῖν ἐκλημπτέον {α} δι‐82
15αφόρως ἢ τ[ὴν κολ]αστικὴν καὶ ε[ἰς τοῦτο ὑπη[ρετικὴν δ]ύναμιν, ἅπε[ρ “σκεύη ὀργ[ῆς” ἡ θεί]α γραφὴ ὀνομ[ά‐ ζειν εἴωθ[εν, ἢ τὴ]ν σκεπαστικὴ[ν καὶ φρου[ρητικ]ὴ̣[ν] δύναμιν κ[α‐
20>θὸ εἴρητ[αι· “οὐ]δεὶς δύνα[τ]αι ἁρ[πά‐ >σαι ἐκ τῆ[ς χ]ειρὸς τοῦ πατ[ρό]ς μου.” δυνατὸν καὶ τὸν υἱὸν εἰ[ς χεῖρα πα‐ ραλαβεῖν σκέπουσαν κ̣[αὶ στη‐ ρίζουσαν τοὺς ὑπ’ αὐτὴ[ν ὄντας
25>καθὸ εἴρη[τ]αι· “δεξιὰ κυρί[ου ὕψωσέν με, >δεξιὰ κυρ[ί]ου ἐποίησε[ν δύναμιν.” τὸ δὲ “ἅψα[ι]” μήποτε ση[μαίνει ἐν‐ ταῦθα τὸ κάθαψαι ἀντ[ὶ τοῦ· ἐπάγα‐ γε θλιβηρά. ἔχομεν γὰ[ρ τοῦτο συ‐
30νήθως ἐν τῆι γραφῇ φε[ρόμενον. >τὸ γάρ· “μὴ ἅψεσθε τῶν χρ[ι]σ̣τ̣[ῶν μου” οὐ τὴν ἁπλῆν ἁφὴν ἀπ[αγορεύ‐ ει, ἀλλὰ τὴν κατὰ τῶν ἁγίων [τόλ‐ >μαν ἐπ[ὶ κ]ακώσει. καὶ τό· “ὁ ἁπτ[όμενος

23

>ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης >τοῦ ὀφθαλμοῦ αὐτοῦ” ὁμοίως τὸν ἐ‐ πὶ τοῦ κακοῦν ἁπτόμενον ση‐
μαίνει. εἰ δὲ καὶ ἀποστάτης ὁ διά‐84
5>βολος γέγονεν καὶ “ἐνώπιον κ(υρίο)υ >παντοκράτορος ἐτραχηλίασε(ν)”, ἀλλ’ οὖν ἔχει τι σέβας πρὸς τὸν δημιουργὸν τῶν ὅλων. φησὶν >γάρ· “εἶ μ〈ὴ〉ν εἰς πρόσωπόν σε εὐλο‐
10>γήσει”, ἀντὶ τοῦ καταρ〈ά〉σ〈ε〉ται ἢ βλασφημήσει τα[ύ]τηι τῆι λέξει χρώμενος, ὅπω[ς] μὴ πρὸς θεὸν τὴν τραχυτέρα[ν] προσενέγκη‐ ται, ὡς προείρητ[αι] προφέρ〈ω〉ν.
15>>“τότε εἶπεν ὁ [κ(ύριο)ς τ]ῷ διαβόλωι· >>ἰδοὺ 〈πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ
16χειρί σου〉, >>ἀ]λλ’ αὐτοῦ μὴ ἅψ[ῃ].” τὰ ἐκκ[είμενα] παραστατι‐ κὰ τυγχάνε[ι τ]οῦ μ̣[ὴ ..]. χωρὶς θεί‐
20ας συ[ν]χωρ[ήσε]ω[ς ὑπο]πίπτειν τιν[ὰ] πειρασμοῖς. φ[ησὶ]ν γὰρ ὁ θε‐ ός· ”[ἰδο]ὺ δέδωκα πάντα ἐν τῆι χ]ε̣[ιρί σ]ου.” ἵνα δὲ φανερὸν γένη‐ ται, ὅτι] μέτρωι καὶ τὴν συνχώρη‐
25σιν π]οιεῖται, ἐπιφέρεται· “ἀλλ’ αὐ‐ τοῦ μὴ ἅ]ψῃ.” ὅθεν οὔτε εἱμαρμ〈έ〉‐ νῃ αἱ π]εριστάσεις σ[υ]μβαίνουσι(ν) οὔτε ἐκ τα]ὐτομάτου, ἀ[λ]λ’ ἐκ τῆς τοῦ θ(εο)ῦ συ]νχωρήσεωσ κατὰ μὲν τὰ
30ἤδη π]ροκείμενα ἐπὶ ἀποδείξει τῆς ἀ]ρετῆς τοῦ Ἰώβ, ἐ[σ]θότε καὶ καθ’ ἑ‐
τέ]ρας αἰτίας, περὶ ὧν ἐν τοῖς ἑπο‐ μ]ένοις εἰρηθήσεται. >>“κα]ὶ ἐξῆλθεν ὁ διάβο[λ]ος ἀπὸ τοῦ κ(υρίο)υ.”86

24

κυριολεκτεῖται μᾶλλον ἐπὶ τοῦ διαβό‐ λου, ὅτι ἔξω γίνεται τοῦ κ(υρίο)υ, ὑπὲρ τὸ(ν) Κάιν. καὶ γὰρ περὶ ἐκείνου εἴρηται· >“ἐξῆλθεν γὰρ Κάιν ἀπὸ προσώπου
5>κ(υρίο)υ τοῦ θ(εο)ῦ.” τὸ δὲ ἐξελθεῖν τὸ ἀφάν‐ ταστον θ(εο)ῦ εἶναι αὐτὸν σημαίνει. καὶ οὗτος οὖν ἔξεισιν ἀεὶ τῶν ἔ‐ ξω τυγχάνων, εἰ καὶ προσποιήτως ἦλθεν μετὰ τῶν παραστατῶν
10τοῦ θ(εο)ῦ. >>“καὶ ἦν ὡς ἡ ἡ[μέ]ρα αὕτη, οἱ υἱοὶ Ἰὼβ >>καὶ αἱ θυγατ[έρε]ς αὐτοῦ ἔπινον οἶ‐ >>νον ἐν τῆι ο[ἰκ]ίᾳ τοῦ ἀδελφοῦ αὐτῶ[ν >>τοῦ πρεσβυτ[έρ]ου.” ἀκολούθως καὶ
15τῆς ἡμέρα[ς μνη]μονεύει καὶ τῆ[ς συνηλύσε[ως τῶν] τέκνων, ἵν’ ο[ὕ‐ τω καὶ τὸ το[ῦ θανά]του αὐτῶν γέ‐ νηται πι[στὸν ἀθρ]όως ὑφ’ ἕνα [και‐ ρὸν ὑπὸ τ[ὴν π]τ[ῶ]σιν τῆς οἰκία[ς
20ἀποθαν[όντω]ν. κ̣[.]τ̣αχι̣[.[ ]τ̣ε ἐν̣ τῆι συνη[θεί]αι πολλάκις [. γ]ρ̣αφη̣,
τῶν πολλῶν ὡς γὰρ [ἐ]π[ὶ τὸ] π̣[λεῖ‐ στον τοὺς συνερχομέν[ους εἰς τοι‐ αύτας συνόδους πίνειν [οἰομένων,88
25οὐ μόνον πινόντων [δ’ αὐτῶν ἀλλὰ καὶ ἐσθιόντων κα[ὶ λεγόν‐ των ὡς ἐν [σ]υνελεύσει. [καὶ κατ’ ἀλληγορ[ία]ν τὰ προκ[είμενα >συνεπίσκεψαι, μήποτ[ε “οἶνον”
30>τὸν “εὐφραίνοντα καρδ[ίαν ἀν‐ >θρώπου” ἐποτίζοντο παρ[ὰ τοῦ πρε‐ σβυτέρου ἀδελφοῦ καταρχομ[ένου τῆς θείας παιδεύσεως. >>“καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ἰὼβ

25

>>καὶ εἶπεν αὐτῶι· τὰ ζεύγη τῶν βο‐ >>ῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐ‐ >>βόσκοντο ἐχόμενα〈ι〉 αὐτῶν. καὶ ἐλ‐ >>θόντες οἱ αἰχμαλωτεύοντες ᾐχμα‐
5>>λώ〈τευ〉σαν αὐτοὺς καὶ τοὺς παῖδας ἀ‐ >>πέκτειναν ἐν μαχαίραις. σωθεὶς >>δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀναγγεῖ‐ >>λαί σοι.” παρίσταται διὰ τούτων, ὡς τὰ τῆς ἐ‐
10φόδου ἐν ἡμέραι συνέστη· “ἠροτρί‐ α” γὰρ “τὰ ζεύγη τῶν βοῶν καὶ αἱ ὄνοι ἐχόμενα〈ι〉 ἐβόσκοντο”. ἄγγελον δὲ
τὸν ἀγγέλλοντα ἐκδε〈κ〉τέον καθὰ καὶ ἐν ταῖς Βασιλείαις ἀναγέγραπται.90
15κατανοεῖν δ[ὲ] ἄ[ξι]ον, ὅπως τὰ τῆς ἀπαγγ〈ε〉λίας ἀθρ[όως] γεγενημέ‐ να καὶ ἐκ τῆς δ[ιηγήσ]εως ἔχει τὸ βαρὺ καὶ πρὸς λ[ύπη]ν ὑπερβάλ‐ λουσαν ἐπ[ι]ρ̣ρ[επέσ· ἀ]ροτριῶντα
20γὰρ τὰ ζεύ[γ]η̣ τῶ[ν β]οῶν αἰχμα‐ λωτευθέντα διπλοῦν ἐργάζε‐ ται τ[ὸ] λυπηρόν, καὶ ἐκ τῆς τῶν ζῴ‐ ων ζημίας προσαφαιρεθεισῶν καὶ̣ τ̣ῶ̣ν νομάδων ὄνων, αἵτι‐
25νες̣ [ο]ὐ βραχείαν πρόσοδον πα‐ ρεῖ̣χο̣ν, καὶ ἐκ τῆς τῶν προσδο‐ κ]ω[μ]έ̣νων ἐκ τῆς κατασπορᾶς πόρου τ]ε καὶ περ[ιουσ]ίας προσθή‐ κης. ἀ]νίας ὑπερβαλλούσης καὶ
30ἦν ἡ τ]ῶν παίδων ὑπὸ τῶν αἰ‐ χ[μ]α[λ]ωτιζόντων σφαγὴ μ[ε]τὰ τῶ]ν̣ ἄλλων ἀπαγγελθεῖσα. ἱκα‐ ν]ὰ μὲν οὖν, εἰ καὶ ψευδῶς ἀπηγ‐ γ]έλλετο, ἀθρόως ταράξαι. καὶ ὅμως
35χαλεπῶν τῶν συμβ[ά]ντων ὑπαρ‐

26

χόντων οὐδὲν ἐταράχθη ὁ ἅγιος. εἴ‐ ρηται ἐν ἑνὶ τῶν ψαλμῶν περὶ ἁγί‐ >ου· “ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθή‐ >σεται. ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπί‐
5>ζει〈ν〉 ἐπὶ τὸν κύριον.” εἰ δὲ καὶ κατὰ τὸν μα‐ >κάριον Παῦλον 〈εἶπεν〉· “τίς χωρίσει
>τὸν πιστὸν ἀπὸ τῆς ἀγάπη〈σ〉 θ(εο)ῦ; οὐ >θλῖψις ἢ στενοχωρία, οὐ διωγμός, >οὐ λιμὸς ἢ μάχαιρα”, ἀκολούθως92
10ὁ ἀνδρειότατος Ἰὼβ ἀχώριστος τῆς τοῦ κ(υρίο)υ ἀγάπης διετέλεσεν, τῶν το‐ σούτων ἐπιπόνων ἐπιρρηξάν‐ των. καὶ γὰρ εἴποι τις ἄν, ὡς δυνα‐ τὸν ἦν τῶν ἀλόγων καταφρονῆ‐
15σαι καὶ τῆς ἐξ αὐτῶν ἐργασίας. τὸ δὲ καὶ πε[ρὶ τ]ῆς [σ]φαγῆς τῶν παί‐ δων ἀκη[κοέναι] καὶ ἀνδρείως ἐνεγ‐ κεῖν τοῦτ[ο διαδε]ίκνυσιν τὴν ἀν‐ δρείαν το[ῦ ἁγί]ου καὶ καρτερίαν. πα‐
20ρατηρητέον δέ, μήποτε καὶ ὁ δι‐ ασωθεὶς μόνος, ἵνα ἀπα[γ]γείλῃ, πρὸς πλείονα πειρασμὸν ἐσώζε‐ το. εἰ γὰρ ἀνήκουστος ἦν διατελέ‐ σας τῶν συμβεβηκότων ὁ Ἰὼβ ἄχρι
25τῆς ἑλκώσεως τοῦ ἰδίου σώματος, τῶν μειζόνων ἀνιαρῶν παρ[ό]ν‐ των οὐχ οὕτως ἦσαν ἀη[δ]ῆ τ[ὰ ἐ‐ λάττονα. >>“ἔτι τούτου λαλοῦντος ἦλθ̣[εν ἕτερ]ος
30>>ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· π[ῦ]ρ ἔ‐ >>πεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέ‐ >>καυσεν τὰ πρόβατα καὶ τοὺς πο[ι]μέ‐ >>νας κατέφαγεν ὁμοίως. καὶ σω[θεὶς >>ἐγὼ μόνο[ς] ἦλθον τοῦ ἀναγγεῖλα[ί σοι.”

27

τὸ ἀλλεπάλληλον τῆς τῶν ἀνιαρῶν
ἀπαγγελίας τὴν περιττὴν καὶ θαυ‐ μάσιον ἀνδρείαν τοῦ μακαρίου πα‐ ρίστησιν. ὅρα γὰρ τὴν παρατήρησι(ν),94
5ὡς “ἔτι λαλοῦντος” τοῦ τὰ πρότερα ἀπαγγέλλοντος ὁ δεύτερος ἐπιστὰς οὐ πρὸς θεράπειαν αὐτῶν ἐπέστη, ἀλλὰ πρὸς ἐπίτασιν ἀπαγγέλλω(ν) χαλεπώτερα, εἰωθότος τοῦ τοι‐
10ούτου τρόπου τῆς τῶν ἀνιαρῶ(ν) ἀπαγγελίας ἀντιπεριάγειν τὸ(ν) λογισμὸν καὶ θολοῦν οὕτω καὶ ἐκ‐ ταράττειν, ὡς ἔξω τῆς πρεπούσης καταστάσεως ποιεῖν πρὸς τὰ δι‐
15άφορα τῶν λυπη[ρῶ]ν περιελκό‐ μενον. ἀλλ’ ὁ ἅ̣γ̣ι̣ο̣[ς οὐκ ἦ〈ν〉] τοιοῦτος. ἀλλ’ ὡς ἄρρηκτον [τεῖχος] πλείστων ὅσων ἐπιρραξ[άντω]ν τῶν ἑλεῖ(ν) αὐτὸ δυναμέν[ων] ἔμεινεν ὁ‐
20μοίως ἀκλόνητον, οὕτως ὁ ἅγιος >Ἰὼβ “ἐπὶ τὴν” σωτήριον “πέτραν” >ἔχων “τὸν θεμέλιον” ἐπελθόν‐ των 〈τῶν〉 πειρασμῶν οὐκ ἐκλονήθη. ἄξιον δὲ θεάσασθαι καὶ τὰ τῆς ἀπαγ‐
25γελίας τοῦ δευτέρου, πῶς εἰς ἐ‐ πίτασιν ἐγείρει τὴν ἀνίαν. >“πῦρ”, φησίν, “ἔπεσεν ἐκ τοῦ οὐρανοῦ
>καὶ κα[τ]έκαυσεν τὰ πρόβατα καὶ >τοὺς ποιμένας ἔφαγεν ὁμοίως.”96
30εἰ γὰρ καὶ ὁ ἅγιος τὰ δόγματα τῆς ἀληθείας ἠκριβωκὼς ἐγίγνωσκε(ν), ὡς οὐκ ἄνευ θεοῦ ἡ τῶν πειρα‐ σμῶν ἐπιτροπὴ γέγονεν, ἀλλὰ

28

μεγίστην αὐτῶι ἔφερεν τὸ γιγνόμε‐ νον λύπην διὰ τοὺς σκανδαλιζο‐ μένους ὡς καὶ θ(εο)ῦ κατ’ αὐτοῦ χωροῦ(ν)‐ τος. τὸ γὰρ τοὺς αἰχμαλωτίζοντας
5ἐπελθόντας ἀφαιρῆσαί τε τὰ κτήνη καὶ τοὺς παῖδας κατασφά‐ ξαι ἐδύν〈α〉ντο λογίζεσθαι οἱ ἁπλού‐ στεροι, ὡς νόμωι πολεμίων ἐπελ‐ θόντων τῶν αἰχμαλωτιζόντω(ν)
10ἀταξίᾳ καὶ πρὸς ἔχθραν τοῦτο ποι‐ ούντων οὐκ ἀπὸ θεοῦ τὸ γιγνόμε‐ νον ἦν. ὅτε 〈δὲ〉 πῦρ ἀπήγγελται ἀπ’ οὐ‐ ρανοῦ κατεληλυθός, δέος ἦν, μή τις λογίσηται τῶν ἀσθενῶν, ὡς
15οὐδὲν θαυ[μ]αστὸν ἡ ἀρετὴ καὶ παρὰ θ(εο)ῦ τ[ιμ]ωρουμένου τοῦ ταύ‐ την ἔχον[τος. ἀλ]λὰ καὶ τούτου συμ‐ βάντος ὁ [ἅγιος ο]ὐκ ὤκλασεν ὅλος τῆς τοῦ θεο[ῦ κ]ατανοήσεως γιγνό‐
20μενος. οὐδὲ γὰρ ὁ διάβολος ἐξου‐ σίαν ἔχει πῦρ ἀπ’ οὐρανοῦ καταγα‐ γεῖν, ἀλλὰ θείᾳ κρίσει τοῦτο γεγέ‐ νηται, 〈ὅ〉πως παραστήσῃ τῶι διαβό‐
λῳ ὁ δεδωκὼς αὐτῶι τὴν ἐξουσία(ν)98
25τῶν τοῦ Ἰὼβ θ(εό)ς, ὡς ὅτι οὐδενὸς μέ‐ λει τῶι μακαρίωι τῶν ἀνθρωπ[ί‐ νων, κἂν πολλὰς πλέκῃ μηχανάσ. ἰδοὺ γὰρ καὶ τὸ παρ’ αὐτοῦ γενέσθαι μὴ δυνάμενον ὁ θεὸς πεποίηκε(ν),
30ἵνα τὸ μέγεθος τοῦ ἀθλητοῦ πα‐ ραστήσας ἐλέγξῃ τὸν ἀντικείμενο(ν), γενναίως φέροντος τοῦ Ἰὼβ οὐ μικρά(ν) τινα καὶ εὐτελῆ προσβολήν, ἀλλ’ ἑ‐

29

πτακισχιλίων προβάτων φθορὰ(ν) καὶ μετὰ τῶν ποιμένων οὐ〈κ〉 ὀλίγων δηλονότι τυγχανόντω(ν). ἐφυλάττετο δὲ πάλιν ὁ μηνύων
5δι’ ἣν προειρήκαμεν αἰτίαν. >>“ἔτι τούτου λαλ[ο]ῦντος ἦλθεν ἕτε‐ >>ρος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· οἱ >>ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς >>τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους
10>>καὶ αἰχμαλώτισαν αὐτὰς καὶ τοὺς >>παῖδας ἀπέκτειναν ἐν μαχαίρᾳ. >>ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθο(ν) >>τοῦ ἀναγγεῖλαί σοι.” ἴσως στρατόπεδον ἦν ἐν τῆι χώ‐
15ραι, ὅπερ ἐπῆλθεν εἰς τρεῖς ἀρχὰς διῃρημένον κατὰ τῶν καμήλω(ν). ὡς γὰρ εὔγνωστ[ό]ν φησιν· “οἱ ἱπ‐ πεῖς ἐποίησαν [ἡμῖν] κεφαλὰς τρεῖς.” ἐνδέχεται δὲ καὶ συνεχῆ
20καταδρομὴν ἱππέων πολεμί‐ ων γιγνομένην τότε καὶ ὑπὸ τῆς διαβολικῆς ὑποβολῆς κεκινῆ‐ σθαι καὶ οὕτως διὰ τὸ ἐξ ἔθους γίνε‐ σθαι εἰρηκέναι τὸν ἀγγέλλοντα·100
25>“οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς >τρεῖς.” οὐ μόνον τὰς καμήλους ἀ‐ φήρπασαν, ἀλλὰ καὶ τοὺς παῖδας ἀπέκτειναν. ἐπίστησον δέ, ὅπως ἐν τάξει τινὶ ἀ‐
30νιαρωτέρα ἡ τῶν πειρασμῶν γί‐ νεται συνέχεια. πρῶτα μὲν γὰρ αἰχμαλωτίζεται τὰ ζεύγη τῶν βο‐ ῶν ὄντα πεντακόσια καὶ αἱ θήλει‐ αι ὄνοι νομάδες πεντακόσιαι,

30

ἔπειτα πῦρ κατὰ τῶν προβάτων ἑ‐ πτακισχιλίων ὄντων ἀπ’ οὐρανοῦ κατενεχθὲν χαλεπώτερον ἐποί‐ ει τοῦ φθάσαντος τὸ πάθος. τρίτον
5οἱ κάμηλοι τρισχίλιοι ὄντες ἀφῃρέ‐ θησαν καὶ τῶν παίδων σφαγια‐ σθέντων ὡς καὶ ἐπὶ τῶν πρότερο(ν), πρᾶγμα πολυτελὲς καὶ περιουσί‐ ας οὐκ εὐκαταφρονήτου γνώρισμα.
10μετὰ ταῦτα τῶν τέκνων ἀθρόος θάνατος, ὡς ἐν τοῖς ἐκτεθησομέ‐ νοις ἔσται φανερόν. καὶ γὰρ εἰ πρό‐ τερον ὁ τῶν παίδων θάνατος ἠγ‐ γέλλετο, κοῦφα πάντα ἦν τὰ φθά‐
15σαντα. ὅτε δὲ κατ’ ἐπίτασίν τινα λύ‐ πης συνέβαινεν, τὸ ἀλλεπάλληλο(ν) αὐτῶν δριμὺ καὶ ταράξαι διάνοι‐ αν ἱκανώτε[ρ]ον, ὅπερ καὶ ὁ διάβο‐ λος πονηρῶς πεποίηκεν ἐξαιτη‐102
20σάμενος. καὶ κατ〈ῃ〉σχύνθη πρὸς μηδὲν τοῦ ἁγίου κ{ν}αμφθέντος τὸν λογισμόν. >>“ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος >>ἔρχεται λέγων τῷ Ἰώβ· τῶν υἱῶν
25>>καὶ τῶν θυγατέρων σου ἐσθιόντω(ν) >>καὶ πινόντων παρὰ τῶι ἀδελφῷ >>αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης >>πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρή‐ >>μου καὶ ἥψατο τῶν τεσσάρων γωνι‐
30>>ῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐ‐ >>πὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν. >>ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον >>τοῦ ἀπαγγεῖλαί σοι.”

31

οὐ μάτην πρόσκειται τό· “τῶν υἱῶ(ν) σου καὶ τῶν θυγατέρων σου ἐσθιόν‐ των καὶ πινό[ν]των”, ἀλλὰ πρὸς ἐπί‐ τασιν ἀνίας κα[ὶ] τοῦτο τοῦ ἀρχεκά‐
5κου διαβόλου πραγματευομένου, ἵνα ἡ τῶν {η} γ[ε]γενημένων ἀπαγ‐ γελία βαρε〈ῖα〉 γ[ι]νομένη λύπη(ν) ὑπερβάλλουσαν τῶι ἁγίῳ ἐνποι‐ ῇ. κοιμωμένων γὰρ τῶν τέκνων
10εἰ συμβεβήκει [τ]ὰ τῆς πτώσεως,
ἀνεπαίσθητον τὸ δεινὸν λογι‐ ζόμενος οὐχ οὕτως ἠνιᾶτο. ὁπό‐ τε δὲ καὶ πρὸς θεραπείαν ἀναγ‐ καίαν τοῦ σώμα[το]ς ἀναστρεφο‐104
15μένων ἐπῆγε τ[ὸ]ν π[ε]ιρασμόν, τοῦτο ἔχει τὴν λ[ύ]πη[ν] χαλεπω‐ τέραν. καὶ γὰρ οὐ[κ] ἔστιν ἀμφίβο‐ λον, ὡς παρεστη[κό]τες πλεῖστοι ὡς ἐν τοιούτωι κα̣[ι]ρ̣ῶι ἐτύγχανο(ν),
20ὧν οὐκ ἐμνήσθη [ὁ] ἀπαγγέλ〈λ〉ων ἀρκούμενος τῶι ὑπερβάλλοντι τῶν τέκνων ἀηδ[εῖ ἔ]χ̣ο[ν]τι καὶ τὸ περὶ τῶν παρεστ[ώτω]ν ἑπόμενο(ν). καὶ γὰρ τὸ τοιοῦτο δ[ι’ ἔθο]υς ἐστὶ τῆι
25γραφῆι· τοῦ γὰρ σ(ωτῆ)ρ(ο)ς [τοὺς] πέντε ἄρ‐ τους κλάσαντος, ἐξ [ὧ]ν ἐκόρεσεν πεντακισχιλίους ἄνδρας, ὁ εὐαγ‐ γελιστὴς ἀπομνη[μον]εύει λέ‐ >γων· “χωρὶς γυναικῶν καὶ παιδίω(ν)”,
30τοὺς προηγουμένου[ς] μόνους ἀ‐ ριθμῶν. τί δὲ καὶ “τ[ὸ πν]εῦμά” ἐστι(ν) τὸ “ἐπελθὸν ἐκ τῆς ἐρή[μ]ου καὶ ἁ‐ ψάμενον τῶν τεσσάρων γωνιῶν

32

τῆς οἰκίας” καὶ καταβεβληκὸς αὐτή(ν), συνεπίσκεψαι, πότερον λαῖλαψ με‐ θ’ ὑπερβολῆς κι[νη]θεῖσα καὶ οὕτως ἐπιρράξασα τῆ[ι ο]ἰκίαι καὶ κατενεγ‐
5κοῦσα ταύτην ἢ πνεῦμα τῶι δια‐ βόλωι ὑπηρετ[ού]μενον ἢ αὐτὸς
ὁ διάβολος. καὶ [γ]ὰρ οὗτος πνεῦμα μέγα, πονηρόν, ἁψάμενον τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ106
10κατενεγκὸν [αὐ]τήν. καὶ γὰρ ἀμφο‐ τέρως δυνατὸν ζητουμένου τού‐ του, εἰ 〈ὁ〉 ἀπαγγέλλων ἐδύνατο εἰ‐ δέναι, ὅτι πνεῦμα ὑπηρετούμε‐ νον τῶι δια[β]όλωι ἦν τὸ τοῦτο πε‐
15ποιηκ[ὸ]ς ἢ α[ὐτ]ὸς ὁ διάβολος. εἰ δὲ λαῖλαψ [εἶ]να[ι] νοοῖτο τὸ πνεῦμα, οὕτως ἂ[ν τοῦτο] εἰρῆσθαι ἐκδεκτέ‐ ον ὡς [τ]ὴν κά[θ]οδον τοῦ πυρὸς ἀ‐ π’ οὐραν[ο]ῦ κατ[ὰ τ]ῶν προβάτων, καὶ
20τὰ εἰς α[ὐ]τὸ εἰρημένα καὶ τούτωι ἁρμόζ[ο]ντα. διάβολος γὰρ κινεῖ(ν) ἄνεμον οὐ δύναται. πρόσκειται δὲ καὶ ἐπ̣[ιτεθ]ὲν τὸ ἐξαίφνης ἐμ‐ φατικὸν τ[οῦ] μὴ δύνασθαί τινα δι‐
25αδρᾶναι τ[ῆς π]τώσεως οὕτως συμ‐ βάντος τ[οῦ π]ράγματοσ, ἔξωθεν ἴσως τοῦ [ἀγγέ]λλοντος εὑρεθέντοσ. >>“οὕτως ἀνα[σ]τὰς Ἰὼβ διέρρηξεν τὰ ἱ‐ >>μάτια [αὐτοῦ] καὶ ἐκείρατο τὴν κόμη(ν)
30>>τῆς κε[φ]α[λ]ῆς αὐτοῦ, καὶ πεσὼν χα‐ >>μαὶ προσεκύνησεν καὶ εἶπεν· αὐ‐ >>τὸς γυμ[νὸς] ἐξῆλθον ἐκ κοιλίας >>μητρό[ς μο]υ, γυμνὸς καὶ ἀπελεύσο‐ >>μαι ἐκεῖ. [ὁ] κύριος ἔδωκεν, ὁ κ(ύριο)ς ἀφ‐
34είλατο,

33

>>ὡς τῷ κυρίῳ ἔδοξε[ν, οὕτ]ως [ἐ]γένε‐ >>το. εἴη τὸ ὄνομα κ(υρίο)υ [εὐλο]γημένο(ν).” προλαμβάνει τὰς κ[ακοη]θείας τῶ(ν) πονηρῶν ἀνθρώπ[ων τ]ὸ θεῖον πνεῦ‐108
5μα καὶ αὐτοῦ τοῦ δια[βόλ]ου. ἴσως γάρ τις τῶν τοιούτ[ων ἔ]λεγεν, ὡς οὐ‐ κ ἦν φιλότεκνος ὁ [Ἰώβ], ἐ[π]εὶ μη‐ δὲν συμπαθείας ἄξ[ιον ἐπεπ]οιήκει. τὸ δὲ αἰσθητικὸν [αὐτοῦ καὶ] ἀνδρεῖ‐
10ον ἅμα δείκνυται, ὅ[τι ἐφανέρ]ου μή‐ τε ἀνεπαισθήτως τ[ὸ δεινὸ]ν τοῦ ἀθρόου καὶ οἰκτροῦ θ[ανάτου] τῶν τέ‐ κνων δεδέχθαι μ[ήτε ἀ]γεννῶς· >διὰ μὲν γὰρ τοῦ “διαρ[ρῆξα]ι τὰ ἱμά‐
15>τια καὶ κείρασθαι τὴ[ν κεφ]αλήν” —τούτου τοῖς παλαιοῖ[ς γὰρ] ἐπὶ τε‐ τελευτηκόσιν εἰω[θότο]ς—τὸ συμ‐ παθὲς δείκνυσιν κα[ὶ φι]λόστοργο(ν). τὰ δ’ ἑξῆς τῆς ἀνδρ[είας κ]αὶ ὑπερ‐
20βαλλούσης φρονή[σεως] δεῖγμα ἐκ‐ φέρει προδηλότατ[ον, ε]ἰ γάρ φησι(ν)· “καὶ πεσὼν χαμαί”. ο[ὐκ ἀ]πεδυσπέ‐ τησεν, οὐκ ἀφῆκε φ[ωνὴ]ν ἀνδρὶ συνετῶι ἀνάρμοστ[ον, οὐ] προήγα‐
25γε τὸ ῥῆμα ὀλιγωρί̣[ας, ἀλ]λὰ προσ‐ κυνεῖ τὸν πάντων [γε]νεσιάρχη(ν) πεπεισμένος, ὡς οὐ[κ ἔξ]ω τῆς θεί‐ ας κρίσεως ταῦτα συμ[βα]ίνει καὶ συμβαίνοντα ἀπ’ ἀ[ρχῆ]ς ἀκολού‐
30θως καὶ κατὰ λόγον [τιν]ὰ̣ ὀρθὸν γί‐ νεται. ἐπιφέρει γὰ[ρ καὶ] μετὰ τὸ προσ‐ >κυνῆσαι· “γυμνὸς [ἐξῆ]λθον ἐκ >κοιλίας μητρός μ[ου, γ]υμνὸς καὶ ἀ‐ >πελεύσομαι ἐκεῖ. ὁ [κύριο]ς ἔδωκεν,110
35>ὁ κύριος ἀφείλατο. ὡ[ς τῶι] κυρίῳ ἔδο‐ >ξεν, οὕτως ἐγένετ[ο. εἴ]η τὸ ὄνομα >κ(υρίο)υ εὐλογημένον.” [κα]τανόησον

34

γάρ, ὡ[ς] με[τὰ τ]ῆς ἀνδρείας καὶ φρόνη‐ σις ἐν τῷ [μ]ακαρίωι Ἰὼβ εὑρίσκεται, καθ’ ἣν δ[ιὰ τῶ]ν λόγων δόγματα εἰσάγει θ[εῖα κ]αὶ παντὶ τῶι γένει
5>τῶν ἀνθ[ρώ]πων συμφέροντα. “γυ‐ >μνός”, φη[σίν], “ἐξῆλθον ἐκ κοιλί‐ >ας μη[τρός, γ]υμνὸς καὶ ἀπε‐ >λεύσο[μαι ἐκεῖ]”. περὶ οὗ ἐρωτητέο(ν) τοὺς μ[ηδὲν θ]εῖον περὶ τῆς ἀθανα‐
10σίας τῆ[ς ψυχῆς] διανοουμένους. ποῦ γ[ὰρ ὁ Ἰὼβ γ]υμνὸς ἀπελεύσεται; ἆρά γε [ἐν τῆ]ι κοιλίαι τῆς μητρός; ἐκεῖθ[εν γὰ]ρ γυμνὸς ἐξελήλυθεν κατὰ τ[ὸ λεγ]όμενον. ἀλλ’ ἄπαγε
15τῆς ψε[υδοῦς] ταύτης διανοίας. ἦ δῆ‐ λον, ὅτι [πρὸ]ς διδασκαλίαν τοῦ μὴ συσπε[ίρεσθ]αι τὴν ψυχήν, καθώς τισιν ἔ[δοξ]εν, τοῦτο εἴρηται. ὅμοι‐ ον γὰρ τ[ούτ]ωι καὶ ὁ μακάριος Παῦ‐
20>λος γρά[φει λ]έγων· “οὐδὲν γὰρ εἰση‐ >νέγκα[μεν] εἰς τὸν κόσμον, ὅτι
>οὐδὲ ἐ[ξεν]εγκεῖν τι δυνάμεθα.” ὡς γὰρ τ[ὸ ἐξ]ενεγκεῖν ἐμφαίνει τὸν ἀπο[θαν]όντα ὑφεστῶτα, οὕτω112
25ὁ μὴ ε[ἰσε]νεγκὼν ὑφεστώς ἐστι καὶ ἔκ τι[νος] χώρου εἰσέρχεται μη‐ δὲν το[ιοῦτ]ον ἐπαγόμενος. κἀκεῖ‐ νο δὲ δ[όγμ]α πολλοῖς ἀγνοούμε‐ >νον εἰσ[άγει] λέγων· “ὁ κύριος ἔδωκε(ν),
30>ὁ κύριος [ἀφεί]λατο”, μετὰ τού〈του〉 παριστῶ(ν), ὡς οὐκ ἐ[τύγχ]ανεν αὐτοῦ ἡ κτῆσις ἄδικος [καὶ ἀπό] τινος μὴ προσηκού‐ σης ἐπι[κουρί]ας λαβοῦσα τὴν ἀρχήν. >“κ(ύριο)ς πτω[χίζ]ει καὶ πλουτίζει”, οὐκ ἀλό‐
35γῳ τινι ῥ[οπ]ῇ, καθὰ οἱ τὴν εἱμαρμέ‐

35

νην εἰσάγοντες δ[ια]νοοῦνται, ἀλ‐ λ’ ἐπὶ τῶι γνωσθῆν[αι τὸ]ν ἐν τούτοις τεινόμενον, εἰ πρ[οσηκ]όντως αὐτὰ φέρει, μετὰ τοῦ κα[ὶ ἑτέ]ρας αἰτίας
5εἶναι, ἐνίας μὲν κ[αὶ ἀ]νθρώποις γνωρίμους, ἐνία[ς δὲ] ἀπορρήτους μόνωι θεῷ γιγνω[σκομέ]νας, ἅπερ >ἐπιστάμενος ὁ μ[ακάριός] φησιν· “ὁ >κύριος ἔδωκεν, [ὁ κύριος ἀφ]είλατο. ὡς
10>τῷ κ(υρί)ῳ ἔδοξεν, οὕ[τως καὶ ἐγέ]νετο.” τοῦ “ἔδοξεν” δ’ ἀκουστ[έον μὴ ἁπ]λῶς, ἀλ‐ λ’ ὡς τοῦ θεοῦ οὕτω βε[βαίω]ς κρίναν‐ τος. τούτωι ὅμοιον ἐ[ν ταῖ]ς Πράξε‐ σι τῶν ἀποστόλω[ν φέρ]εται, ὁπη‐
15νίκα ἐπιστολὴν γ[ράφο]ντες πε‐
ρὶ τοῦ μὴ περιτέμν[ειν] τοὺς προσ‐ ερχομένους τῆι θεο[σεβε]ίᾳ ἔλεγον >οἱ ἀπόστολοι· “ἔδοξε[ν τῷ] ἁγίῳ [π]νεύ‐ >ματι καὶ ἡμῖν”, οὐχ ἁ[πλ]ῶς, ἀλλ[ὰ] κε‐114
20κριμένως. εἴη δ’ ἂν [καὶ] τὸν ἀ[ν]‐ τικείμενον τοῦτο τ[λητι]κὸν τὸ ῥῆμα δηλοῦν, ὡς [οὐχ ἕ]νεκα [τ]οῦ θυμηδίαν ἐνβ̣[αλεῖν τ]ῶι διαβό‐ λωι ἐξαιτήσαντ[ι] ὁ [Ἰὼβ ἐ]κδέδο‐
25ται, ἀλλ’ ὅπως τὸ δόξ[αν τ]ῶι κυρίωι γένηται. ἦν δὲ τοῦ[το, ὅ]περ αὐτὸς >ὁ θεὸς πρὸς τὸν Ἰὼβ ἔ̣[φη· “ο]ἴει δέ με >ἄλλως σοι κεχρημα[τικ]έναι ἢ ἵ‐ >να ἀναφανῇς δ[ίκαιο]ς”, καὶ ὅτι οὔ‐
30τε διὰ χρήματα οὔτ[ε διὰ] τέκνα τῆς ἀρετῆς ἀφίστα[ται. θ]αυμάσαι δὲ ἔστιν αὐτοῦ καὶ [τὸ εὐ]χαριστη‐ >τικὸν λέγοντος· “ε[ἴη τὸ ὄ]νομα κυρί‐ >ου εὐλογημένον”, [ὅπερ] ἔλεγχός
35ἐστιν κατὰ τῶν ἀπο[...]ύντων

36

ἐπὶ τοῖς τ[οιού]τοις συμπτώμασιν καὶ τοια[ῦτα π]ροφερόντων, ἅπερ οὐ‐ δὲ λέγει[ν κα]λ̣όν. ἀλλ’ ὁ ἅγιος οὐ τοι‐ οῦτος ἀσύ[νετ]ος ἀκαμπὴς τὸν λογι‐
5σμὸν ὅσω[ν κ]αὶ τοιούτων συμβάν‐ των κῆρ[υξ ἀ]ληθῶν δογμάτων >καὶ θε[ίων γί]γνεται. τό· “οὕτως δι‐ >έρρηξ[εν Ἰὼβ] τὰ ἱμάτια αὐτοῦ” ἀντιτ[ύπως] λημπτέον. πιθανὸν
10δ’ ἂν εἴη [εἰπεῖ]ν, ὅτι διὰ τοῦτο ἑαυ‐ τὸν ἐγ[ύμνωσ]εν, πρῶτον μὲν δει‐ κνὺς τ[ῶι π]ειράζοντι ὅτι· εἰ καὶ τῶ(ν) περιλ[ειπο]μένων ἐπιθυμεῖς, ἔχε καὶ ταῦ̣[τα, ἔ]πειτα συμβολικῶς δεικνύς,116
15ὅτι ὥσ[περ ἀ]γωνιστὴς πρὸς ἀντίπα‐ λον ἐπ[απο]δύεται. εἴη δὲ καὶ ἡ ἀ‐ φαίρεσ[ις τῶ]ν τριχῶν σύμβολον τοῦ λογίζε[σθαι] πάντα τὰ περιττὰ μη‐ δὲν μ[έγα], ἀλλ’ εὐκαταφρόνητα
20δικαίω[ι κα]ὶ συνετῶι, μήτε ἐν ταῖς “ἀνέσε[σιν]” χαυνουμένου μήτε ἐ(ν) ταῖς “θλ[ίψεσι]ν” δυσφοροῦντος, ὅπερ παρι[στῶν] καὶ ὁ μακάριος Δαυὶδ >ἔψαλλ[εν· “ε]ὐλογήσω τὸν κύριον ἐ(ν)
25>>παντ[ὶ καιρ]ῶι.” “ἐν τούτοις πᾶσι τοῖς >>συμβε[βηκ]όσιν αὐτῶι οὐδὲν ἥμαρ‐ >>τεν Ἰὼ[β ἐν]αντίον τοῦ κυρίου καὶ >>οὐκ ἔδω[κε]ν ἀφροσύνην τῶι θεῶι.” μεγάλη [μα]ρτυρία ὑπὸ τοῦ ἁγίου
30πνεύμ[ατος] δίδοται τῶι μακαρί‐ >ῳ Ἰὼβ [ἐν τῶ]ι εἰρῆσθαι· “ἐν τούτοις >πᾶσιν ο[ὐδὲ]ν ἥμαρτεν Ἰὼβ ἐνα(ν)‐ >τίον τοῦ [κ(υρίο)υ.” ἔσ]τιν γὰρ πολλάκις μὴ ἁ‐ μαρτάν[ειν μ]ὲν κατὰ πρόδηλον,
35γίνεσθα[ι δὲ ἐν] τῆι διανοίαι ταραχ[ὴν >καθὸ εἴρ[ητα]ι· “ἐταράχθην καὶ οὐκ ἐλ[ά‐

37

>λησα.” ἀλλὰ προσκεί[μεν]ον τὸ “ἐναν‐ τίον” δείκνυσιν, ὡς ο[ὐδὲ]ν πταῖσμα γέ‐
γονεν· ἦ γὰρ ἂν ὑπ[ὸ θεο]ῦ ἐθεωρεῖ‐ το. οὐ γὰρ ταὐτόν ἐ[στι τό· ‘ο]ὐδὲν ἥμαρ‐118
5>τεν ὅδε τισ‘ καὶ τό· “ο[ὐδὲ]ν ἥμαρτεν >ἐναντίον κυρίου”, [ὅπε]ρ ὑπερβάλλου‐ σαν ἐμφαίνει κα[θαρό]τ[η]τα ὡ[ς] μή‐ τε λόγωι μήτε π[ράξει] μ̣ήτε λογι‐ σμῶι ἢ διανοία[ι τοῦ ἁγίο]υ πταίσαν‐
10τος. εἰς τοῦτο γοῦ[ν τοὺς μ]ετανοοῦ(ν)‐ >τας ὁ θεὸς καλῶν [ἔλεγεν]· “ἀφέλετε >τὰς πονηρίας ἀπ[ὸ τῶν] ψυχῶν >ὑμῶν ἀπέναντ[ι τῶν] ὀφθαλ‐ >μῶν μου”, ὃ δηλοῖ [ὅτι]· μὴ πράξει
15μόνῃ, ἀλλὰ καὶ δια[νοίαι] τῆς κακί‐ ας ἀπεχώμεθα ὡ[ς θεοῦ] ὁρῶντος. τοῦτο καὶ ὁ σ(ωτ)ὴρ ἐν τ[ῷ εὐ]αγγελίῳ >φησιν· “σὺ δὲ [ὅταν] ποιῇς ἐλε‐ >ημοσύνην, μὴ σ[αλπί]σῃς ὥσ‐
20>περ οἱ ὑποκρίται π[οιο]ῦσιν.
20vacat >καί· “ὁ βλέπων ἐν τῷ [κρυ]πτῷ ἀπο‐ >δώσει σοι.” ὡς γὰρ ὁ οὕ[τω π]οιῶν ἐ‐ λεημοσύνην οὐ[κ ἀκο]ύει τὸν ἀπὸ τῶν πολλῶν [ἔπα]ινον, οὕ‐
25τως ὁ μὴ ἀπέναντ[ι κ(υρίο)υ] ἁμαρτά‐ νων πάσης ἐκτό[ς ἐστι] κακίας. >εὖ δὲ καὶ τὸ εἰρῆσθα[ι· “κ]αὶ οὐκ ἔδω‐ >κεν ἀφροσύνην [τῶι θε]ῶι.” ὁ γὰρ πεπεισμένος, ὅτι [προ]νοίᾳ θεί‐
30ᾳ οἰκονομεῖται τ[ὰ συμ]βαίνον‐
τα, οὐ δίδωσιν ἀφρ[οσύ]νην τῶι δι‐ οικοῦντι θ(ε)ῷ, τῶν [ἀπί]στων ἐν τούτοις πολλάκι[ς αἰτ]ιωμένων καὶ λεγόντων· ‘τό̣[δε οὐκ ἔ]δει γενέσθαι120

38

ἢ τόδε, οὐκ [ὤφ]ειλεν ὁ δεῖνα πένε‐ σθαι ἢ πλο[υτεῖ]ν ἢ νοσεῖν ἢ ὑγιαίνει(ν)‘, ἤ· ‘διὰ τί ὁ ν[έος] ἀπῆλθεν τοῦ βίου τῶ(ν) γερόντων [ἔτι] ἐν αὐτῷ ὄντων;‘. καὶ
5ὅλως οἱ το[ιαῦτ]α λέγοντες ἄφρονα ὑποτίθεν[ται] τὴν διοίκησιν. ἀλ‐ λ’ ὁ ἅγιος κα[ὶ ἐν] τοῖς περιστατικοῖς τοσούτ[οις ὢν κ(ύριο)ν] εὐλογεῖ δικαίαν εἶ‐ ναι τὴ[ν κρίσιν] τοῦ θ(εο)ῦ πεπεισμένος.
10>>“ἐγένετο [δὲ ὡς ἡ ἡ]μέρα αὕτη, καὶ ἦλ‐ >>θον οἱ ἄ[γγελοι] τοῦ κ(υρίο)υ παραστῆναι >>ἔναντ[ι κυρίου] καὶ ὁ διάβολος ἦλ‐ >>θεν ἐν [μέσῳ] αὐτῶν. καὶ εἶπεν ὁ >>κύριος [τῷ διαβ]όλωι· πόθεν σὺ ἔρχῃ;
15>>τότε εἶπ[εν ὁ] διάβολος ἐνώπιον >>τοῦ κ(υρίο)υ· δ[ιαπο]ρευθεὶς τὴν ὑπ’ οὐρα‐ >>νὸν κα[ὶ ἐν]περιπατήσας τὴν σύμ‐ >>πασαν π[άρε]ιμι.” κατὰ προτέραν πρόσοδ[ον ἐ]ξουσίαν ὁ διάβολος
20θεόθεν [λαβ]ὼν πάντων τῶν ὑ‐ παρχόν[τ]ων τοῦ Ἰὼβ καὶ τῶν τέ‐ κνων π[άν]τα τε ἀπολέσας ἀνα‐ τρέψα[ι τὴν] πρόθεσιν τὴν ἀν‐ δρείαν [τοῦ ἁ]γίου Ἰὼβ οὐ δεδύνηται.
25ἔμειν[εν γ]ὰρ διὰ μεγαλοψυχίαν
ὁ αὐτός, [ὁ αὐ]τὸς δὲ κατὰ τὴν θεοσέ‐ βειαν. κ[αὶ εἰ]κότως· διέκειτο γάρ, ὅτι ὁ θ(εὸ)ς [πέμ]πει τὰ ἡδέα καὶ ἀφαι‐ ρεῖται. δ[ευ]τέραν ἐπιχειρεῖ ἐ‐122
30ξαίτησιν [κι]νήσασθαι κατὰ τοῦ σώ‐ ματος α[ὐτο]ῦ πόνοις ἀνηκέστοις ὑποβαλ[εῖν α]ὐτὸν σπουδάζων. τῶν αὐτῶ[ν σ]τίχων τοῖς φθάσασι τυγχαν[όντων, τὰ] εἰς ἐκείνους εἰρη‐
35μένα κα[ὶ τού]τοις ἐφαρμοστέον, ἵνα μὴ τ[ὰ αὐ]τὰ πολλάκις λέγηται,

39

τοσοῦτον μόνον [προ]σθέντας, ὅ‐ τι τὸ διαβολικὸν δ̣[...]ς ὑπερβαλ‐ λόντως δείκνυτα[ι. λεχ]θείη δὲ εἰς >τό· “πόθεν σὺ ἔρχῃ;”· [τὸ ἐλ]εγκτικώτα‐
5τα ὑπὸ κ(υρίο)υ πρ[ὸς τὸ]ν διάβολον εἰρῆσθαι ὡς οὐκ [ἔχο]ντος εἰπεῖ(ν) τι ἑαυτοῦ μετὰ π[αρρησί]ας κατόρ‐ θωμα καὶ ἐντρεπ[τικό]ν, ὅτι νε‐ νικημένος ἦν, [ὅπερ] αὐτὸς ἀ‐
10ναισχύντως ο[ὐχ ὡμολ]όγει. ση‐ μειωτέον, ὡς οὐχ [οὕ]τως νῦν ὁ διάβολος ἀποκ[ρίν]εται. τότε >μὲν γὰρ εἶπεν· “πε[ριε]λθὼν τὴν >γῆν καὶ ἐνπεριπ[ατή]σας τὴν ὑ‐
15>π’ οὐρανὸν πάρειμ[ι”, νῦν] δέ· “διαπο‐ >ρευθεὶς τὴν ὑπ’ οὐ[ρανὸ]ν καὶ ἐν‐ >περιπατήσας τὴν [σύμ]πασαν”. καὶ συνεπίσκεψαι, μ[ήπο]τε ὡς ψευ‐
στὴς οὐκ ἠθέλησ[εν μ]νημονεῦ‐124
20σαι, ὅτι “περιῆλθεν [τὴν] γῆν”, ἵνα ὡς μηδὲ τὴν ἀρχὴν π[ροσβ]αλὼν τῷ Ἰὼβ νομισθῇ, τότ[ε δὲ ἀ]π’ ἀναισχυ(ν)‐ τίας. οἶδεν γάρ, ὅτι [οὐδὲν] λανθά‐ νει θεόν. οὐδὲ γὰρ [εἶπε]ν̣ ὅτι· ‘ὧν
25δέδωκάς μοι ἐξο[υσία]ν, πεποί‐ ηκα· ἀφῄρηκα τὰ [ὑπ]άρχοντα τοῦ Ἰὼβ καὶ τὰ τέκν[α ἀ]νεῖλον.‘ τοῦ‐ το γὰρ ἦν ἀκόλουθ[ον ε]ἰπεῖν, καί· ‘ὁ αὐτὸς ἔμεινεν.‘ [ἀλλ’] ἐπὶ δευτέ‐
30ραν αἴτησιν χωρεῖ, [ἐ]ξ ἧς οἴεται ἀ‐ νατρέψαι τὴν πρό[θ]εσιν τοῦ ἁγίου. εἰ δὲ καὶ διάβολος [κρύ]πτει τὸ ἑαυ‐ τοῦ βούλημα ἐν τῷ [ἀ]ντὶ ‘τῆς γῆσ‘ “τὴν σύμπασαν” ε[ἰρη]κέναι, ἀλλ’ ἡ‐
35μεῖς ἐκ τῶν γραφῶ[ν] παραστήσωμε(ν),

40

ὡς 〈ἡ〉 γῆ πολ[λάκι]ς ἡ σύμπασα καλεῖται. >εἴρηται γ[άρ· “ἐν]επλήσθη ἡ σύμπασα >τοῦ γνῶν[αι τὸ]ν κύριον.” καὶ ὁ Ἰὼβ δὲ >ἐν τοῖς ἑ[ξῆς π]ερὶ θεοῦ φησιν· “ὁ ποι‐
5>ῶν τὴν σ[ύμ]πασαν ἐν ὑψίστοις” δηλῶν, ὅ[τι θεὸ]ς ἀπὸ γῆς δι’ ἀρετὴν >>ἕλκει [εἰς οὐρα]νόν. “εἶπεν δὲ ὁ κ(ύριο)ς >>τῶι δια[βόλωι· π]ροσέσχες τῶι θερά‐ >>ποντ[ί μου Ἰώ]β, ὅτι οὐκ ἔστιν κατ’ αὐ‐
10>>τὸ〈ν〉 τῶν [ἐπὶ τῆς γ]ῆς ἄνθρωπος δίκαι‐ >>ος, θεο[σεβής, ἄ]κακος, ἄμεμπτος, ἀ‐ >>πεχόμεν[ος] ἀπὸ παντὸς κακοῦ. ἔτι
>>δὲ ἔχεται [ἀκ]ακίας.” καὶ νῦν τό· “προσ‐ έσχες τῇ{ς} [δι]ανοίᾳ σου” ὡς καὶ πρότε‐126
15ρον εἴρη[ται], ἐπίτασιν ἔχον, ὅτι μετὰ τ[ὴν πά]λην κατῃσχύνθη. ὁ μὲν γ[ὰρ δι]άβολος οἰόμενος, ὅτι ὡς ἐπὶ [ἀγαθ]οῖς χαίρει τοῖς ἔξωθε(ν) >ὁ [Ἰ]ώβ, ἔλ[εγε]ν· “οὐ σὺ περιέφραξας
20>τὰ ἔσω κ[αὶ τ]ὰ ἔξω τῆς οἰκίας αὐτοῦ;” ὅτε δὲ μ[α]ταία γέγονεν αὐτοῦ ἡ προσβ[ολή, τ]ὸ “προσέσχες” λέγεται ἀντὶ τ[οῦ· ‘ἔγν]ως τῆι πείραι‘ ἀνδρεί‐ >αν “θεο[σεβοῦς], ἀμέμπτου, ἀκάκου,
25>ἀπεχο[μέν]ου τε παντὸς κακοῦ”. καὶ πρὸ[ς τού]τοις ἐλέγχων ὁ κ(ύριο)ς ἐπά‐ >γει· “ἔτι δ[ὲ ἔχε]ται ἀκακίας.” προσέ‐ >σχες οὖν, [ὅτι] οὐκ “εἰς πρόσωπόν” >με “εὐλο[γή]σει”, ὡς ἐνόμιζες. ση‐
30μειωτέ[ον], ὡς ἐν τοῖς φθάσασι(ν) >εἴρηται· “ἀ[π]εχόμενος ἀπὸ παντὸς >πονηρο[ῦ π]ράγματος”, νῦν δέ· “ἀ‐ >πὸ παντ[ὸς] κακοῦ”. ἐξ οὗ γιγνώσκε‐ ται, ὡς τὸ [κα]κὸν πονηρὸν εἴρηται.
35>ἀλλὰ καὶ τ[ὸ γε]γραμμένον· “οἱ ἀγαπῶ[ν‐

41

>τες τὸν κ(ύριο)ν μισεῖτ[ε πο]νηρόν”, ἀντὶ τοῦ· μισεῖτε τὴν κ[ακία]ν. νοεῖται
δὲ ἡ 〈ἀ〉κακία διάφο[ρα σ]ημαίνει(ν)· δηλοῖ γὰρ καὶ τὴ[ν τῆς] κακίας στέ‐128
5ρησιν καὶ τὴν εὐ[ήθει]αν. ὅταν γὰρ >λέγῃ ὁ ἅγιος· “κρῖν[όν μ]ε ὁ θ(εό)ς, ὅτι ἐγὼ >ἐν ἀκακίᾳ μου ἐπ[ορε]ύθ[η]ν”, ἀκακί‐ αν λέγει τὴν ἀρ[ετήν· ὁ] γὰρ ἀρε‐ τὴν ἔχων στερε[ῖται κακί]ας. καὶ ἐν
10>ἑτέροις· “ἄκακοι κ[αὶ εὐ]{η}θεῖς ἐκολ‐ >λῶντό μοι” τοὺς [ἐναρ]έ̣τους ἀκά‐ κους φησίν—εὐ{η}θε[ῖς] γὰρ οὗτοι—, τὸ δὲ εὐ{η}θὲς ἀρετῆς ἐ[στι] γνώρισμα. >ὅταν δὲ λέγῃ· “ἐξα[πα]τῶσι τὰς
15>καρδίας τῶν ἀκά[κων]”, καί· “ἄκα‐ >κος πιστεύει παντ[ὶ λόγω]ι”, καὶ πά‐
>λιν· “ἵνα δῷ ἀκάκ[οις πα]νουργ[ί]αν”, τὸ ἀκέραιον σημα[ίνει]. οἷς κα[ὶ] εὔ‐ χεται τὸ πανο[υργί]αν δοθῆ‐130
20ναι, οὐ τὴν ἰσοδυν[αμ]οῦσαν κα‐ >κίᾳ, ἀλλὰ φρονήσ[ει. ὁ Ἰ]ὼβ οὖ[ν] “ἔ‐ >τι εἶχεν ἀκακίαν” [παντὶ] λόγωι κα‐ >>τορθουμένην. “σὺ δ[ὲ εἶπ]ας τὰ ὑ‐ >>πάρχοντα αὐτοῦ δ[ιὰ κεν]ῆς ἀπο‐
25>>λέσαι.” τὸ ματαιούρ[γημα τ]οῦ διαβό‐ λου κατὰ τῶν ἁγίω[ν ὁ] κ(ύριο)ς ἐλέγχει. ματαίως γὰρ πον[εῖ ὁ χ]ωρὶς αἰτί‐ ας ἐνεργῶν τι. εἰ οὖ[ν κ]αὶ ὁ διάβο‐ λος ἐλπίζων ἑλεῖν τὸν ἅγιον
30ἐπιχειρῶν τῆι φθο[ρ]ᾶι τῶν ὑπαρ‐ χόντων καὶ τέκνω[ν] ἀνήνυτο(ν) ἔγν〈ω〉 τὸ ἐπιχείρη[μα] τῇ τῆς ἀν‐ δρείας τοῦ ἁγίου περ[ιου]σίαι, ματαί‐ ως αὐτῶι ἐπολέμη[σε]ν· οὐδὲν γὰρ
35>>ὧν ἤλπιζεν ἀπέ[βη]. “ὑπολαβὼν

42

>>δὲ ὁ διάβολος εἶ[πεν] τῷ κυρίῳ· δέρμα ὑπὲρ >>δέρματο[ς. ὅσα] ὑπάρχει ἀν(θρώπ)ῳ, ὑπὲρ >>τῆς ψυχῆ[ς αὐ]τοῦ ἐκτείσει. οὐ μὴν δέ, >>ἀλλὰ ἀπ[οστεῖ]λον τὴν χεῖρά σου καὶ
5>>ἅψαι τῶν [ὀστῶ]ν αὐτοῦ καὶ τῶν σαρ‐ >>κῶν αὐτο[ῦ· εἶ μ]ὴν εἰς πρόσωπόν
>>σ[ε] εὐλο[γ]ή[σει].” τριῶν [ὄντων] τῶν καλουμένω(ν) ἀγαθῶ[ν, τῶν τ]ε ἐκτός, ἃ διαιρεῖται132
10εἴς τε χρ[ήματ]α καὶ κτήματα καὶ ὑ‐ γίαν καὶ ἄ[λλα τ]ὰ περὶ σῶμα, καὶ ἑτέ‐ ρων τῶν [ἀρε]τῶν, μόνα τὰ ἀδιά‐ φορα ἀγαθ[ὰ] ἡγούμενος νομίζει καὶ τὸν Ἰὼ[β] ταύτης εἶναι τῆς δια‐
15νοίας κα[ὶ ἀ]ναισχύντως λέγει πρὸς τὸν κύρ[ιον—τ]ὸ λέγειν κατὰ τὰ ἔμπρο‐ σθεν ε[ἰρη]μένα νοούντων ἡ‐
μῶν—, ὅ[τι πά]ντα ἂν ἐκτείσοι ὁ ἄνθρω‐ πος ὑπ[ὲρ τ]οῦ μὴ αὐτός τι παθεῖ(ν).134
20ὅπερ πι[θα]νὸν μὲν καὶ ὡς ἐπὶ τὸ πλεῖστ[ον, ο]ὐ μὴν ἐπὶ πάντων ἀ‐ ληθές· π[ολ]λοὶ γὰρ ὑπὲρ χρημάτω(ν) ἐκινδ[ύνευ]σαν. εὐτελίζων δὲ ὁ φιλόκ[ακος] διάβολος τὴν ἀνδρεία(ν)
25τοῦ μα[καρίου] καὶ βουλόμενος ἐπε‐ νεγκεῖ[ν αὐ]τῶι καὶ κατὰ τοῦ σώμα‐ τος ἅπε[ρ ἐπ]ήνεγκεν, εὐκαταφρό‐ νητον [εἶν]αί φησιν τὴν τῶν ἔξω‐ θεν κτ[ῆσι]ν κρύπτων κακοήθως,
30ὅτι ὑπὲρ τέκνων μύριοι ἀπολέ‐ σθαι ηὔξ[α]ντο· οὕτω γὰρ καὶ οἱ πόλε‐ μοι τὴν [σύ]στασιν ἔχουσιν ὑπὲρ τῶ(ν) τέκνων [γεν]όμενοι· ἕκαστος γὰρ προβόλι[ο]ν τῶν ἰδίων παιδίων
35ἱστάμεν[ος] ὑπερκινδυνεύει τού‐ των. ἀλλ’ [ὁ ἀ]ντικείμενος πόθῳ τοῦ

43

κακῶσαι τὸν Ἰὼβ κ[αὶ π]ερὶ τῶν πρα‐ γμάτων ἀλλόκοτ[ον φ]θέγγεται. δι‐ >όπερ ὡς καὶ πρότε[ρόν φ]ησιν· “ἀλλὰ >ἀποστείλας τὴν χ[εῖρά σ]ου ἅψαι τῶ(ν)
5>ὀστέων αὐτοῦ καὶ [τῶν] σαρκῶν αὐ‐ >τοῦ· εἶ μὴν εἰς πρ[όσω]πόν σε εὐλο‐ >γήσει.” οἶδεν γὰρ [εἴπερ] κα[ὶ] ἐξέπε‐ σεν, ὅτι εἰ μὴ θ(εὸ)ς ἐ[πιτρ]έψῃ, οὐδὲν αὐτὸς κατά τινος [δύνατ]αι, τῆς [ἐ]πι‐
10τροπῆς οὕτω νο[ουμέ]νης, ὅτι σο‐
φῶς γίγνεται ἅτε [παρ]ὰ θ(εο)ῦ γιγνομέ‐ >>νη. “εἶπεν δὲ [ὁ κ]ύριος τῶι δι‐ >>αβόλωι· ἰδοὺ παραδ[ί]δωμί σοι αὐ‐ >>τόν, μόνον τὴν ψυ[χὴν] αὐτοῦ δι‐136
15>>αφύλαξον.” ἐπιτρ[έπει] καὶ τοῦ‐ το ὁ κύριος πρὸς ἡμ[ετέρ]αν ὠφε‐ λίαν, ἵνα χαρακτὴ[ρ καὶ] τύπο[ς] ἀν‐ δρείας καθάπερ ἐν [στηλ]ογραφ[ί]‐ αις ὁ Ἰὼβ τεθεὶς σκο[π]ὸς τῆς τοιαύ‐
20της ἀρετῆς καὶ τοῖς τ[ό]τε καὶ το[ῖς μεταγενεστέροις ὑ[πάρξ]ῃ, ὃ κα[ὶ γέγονεν. αὐτοῦ γὰρ [ἔστιν] τοῦ ἀ‐ θλητοῦ καὶ ἀγωνισ[τοῦ ἀ]κοῦσα[ι >λέγοντος· “οἶδα, ὅτι δ[ίκαιο]ς ἀνα‐
25>φανοῦμαι.” παραδ[ιδοὺς] δὲ ὁ κ(ύριό)ς >φησιν· “μόνον τὴν [ψυχ]ὴν αὐτοῦ >〈δια〉φύλαξον”, ὅπερ νοη[θεί]η οὕτως· παρακοπὰς πολλάκις [κ]α̣ὶ̣ τοῦ ἡγε‐ μονικοῦ διαστροφὰς ἔν τισιν
30ὁρῶμεν γιγνομέν[α]ς, δι’ οὓς πάλιν οἶδεν λόγους [ὁ] τὸ κρυπτὸ(ν) ἐπιστάμενος θ(εὸ)ς το[ύτ]ων οὕτω παραδοθέντων. ὅ φ[ησ]ιν οὖν ὁ] κ(ύριο)ς, τοῦτό ἐστιν· μὴ κάρ[ον] αὐτῷ καὶ
35διαστροφὴν τοῦ ἡγεμ[ο]νικοῦ ἐρ‐

44

γάσῃ, ἀλλ[ὰ σαρ]κῶν ἅπτου καὶ ὀστέω(ν) ὧν καὶ ἐξ[ῃτ]ήσω. εἰ δὲ καὶ ἀντὶ τοῦ ‘μὴ ἀπο[κτεί]νῃς αὐτὸν‘ κεῖται τό· >“μόνον [τὴν ψ]υχὴν αὐτοῦ διαφύλα‐
5>ξον”, συν[επίσ]κεψαι. >>“ἐξῆλθεν [δὲ ὁ] διάβολος ἀπὸ τοῦ κ(υρίο)υ καὶ >>ἔπαισ[ε]ν [τὸν Ἰ]ὼβ ἕλκει πονηρῶι >>ἀπὸ ποδ[ῶν μ]έχρι κεφαλῆς.” πᾶς ἁμ[αρτωλὸ]ς ἔξω θ(εο)ῦ ἐστιν, προη‐138
10γ]ουμέν[ως δ]ὲ ὁ διάβολος ὡς ἀρχέ‐ κακος. [εἴρητ]αι δὲ περὶ τούτου καὶ πρότερο[ν. κ]αὶ ἐπεὶ ἐν τῶι διηγ〈ή〉μα‐ >τι εἴρητ[αι], ὡς “ἦλθεν ὁ διάβολος >μετὰ τῶ[ν] ἀγγέλων”, ἀκολούθως
15προσ[άγε]ται τὸ σχῆμα. τῆς ἱστο‐ >ρίας ἔ[χετ]αι τό· “ἐξῆλθεν ὁ διάβο‐ >λος ἀπ[ὸ τοῦ] κ(υρίο)υ.” ἐξελθὼν δὲ οὐκ ἀν[α‐ μένε[ι, ἀλλ’] εὐθὺς ἐνεργεῖ τὸ τῆς ἐ‐ ξαιτήσε[ως] ὁλοσωμάτωι τραύμα‐
20τι περιβ[α]λὼν αὐτόν, προ[σ‐ βολῇ [βουλό]μενος τὸν τόνο(ν) τῆς ἀ[ρετῆ]ς αὐτοῦ διαλύσειν. τῶν δ’ ἄκρω[ν μν]ημονεύει δηλῶν, ὅτι
καὶ τ[ῶν μ]έσων ἥψατο.140
25>>“καὶ ἔλα[βεν ὄ]στρακον, ἵνα τὸν ἰχῶρα >>ξύῃ.” [τὴν] ἐρημίαν καὶ τὸ ἀβοήθητο(ν) αὐτοῦ σ[ημ]αίνει ὁ στίχος μηδενὸς παρόν[το]ς αὐτῷ τοῦ νοσηλεύον‐ τος, ἀλλὰ [κ]αὶ τῆς γυναικὸς ἀπούσης
30διὰ τὴν πρὸς τὸ ἔργον σπουδήν, ἐξ οὗ κα[ὶ α]ὐτὴ{ι} καὶ αὐτὸς ἴσως ἐτρέ‐ φετο· ἐν [γ]ὰρ τοῖς ἑξῆς ἡ γυνὴ λέ‐ >γουσα π[ρὸς] αὐτόν· “κἀγὼ πλανωμ[έ‐ >νη καὶ [λ]άτρις τόπον ἐκ τόπου κα[ὶ
35>οἰκίαν [ἐξ ο]ἰκίας προσδεχομένη >τὸν ἥλ[ιον] πότε δύσεται” τὸ εἰρημ[έ‐

45

νον παρίστησιν. εἰς [τοσοῦ]τον αὐτῷ τὸ σῶμα διελέλυτο, ὥ[στε] εἰς ἰχῶ‐ ρας ἀναλύεσθαι. δι̣[ὸ τῷ ὀσ]τράκωι ἔξυεν αὐτὸς τῆι ψ[υχῇ] ἄνοσος ὢ(ν)
5καὶ ἀκαμπής. >>“καὶ ἐκάθητο ἐπὶ τῆς [κοπ]ρίας ἔξω τῆς >>πόλεως.” εἰκὸς ὅτ[ι ἐ]ν ταῖς πόλε‐ σιν ἐκείναις οὐκ ἐπ[έτρε]πον τὸν ἔχοντα τοιοῦτ[ον σῶ]μα δι‐
10άγειν. διόπερ ἔξω [τῆς π]όλεως ἐ‐ πὶ κοπρίας ἐκαθέζετο [κ]αὶ θεωρεῖ τὴν ἀθρόαν μεταβολήν, ἐξ οἵα[ς εὐ〈ε〉τηρίας καὶ διαγωγῆς εἰς ποί‐ αν μετέβαλεν ὑπὸ τ[ο]ῦ πειράζο(ν)‐
15τος κακοπραγίαν, ὥ[στ]ε καὶ ἔξοι‐ κος εἶναι καὶ ἐπὶ κοπ[ρί]α[ς] καθέζε‐
σθαι, οὐ συνόντος οἰκε[ίου, ἀ]λλ’ οὐδ[ὲ φίλου οὐδ’ αὐτῆς τῆς γ[υναι]κός, ὡ[ς προείρηται· οὐδὲ γὰρ φαίνεται142
20ἀδιαθέτως ἔχουσα π[ρ]ὸς αὐτόν, >>ὡς παρεθέμεθα. “χ[ρόνο]υ δὲ π[ο]λ‐ >>λοῦ προβεβηκότος εἶ[πεν α]ὐτῶ[ι >>ἡ γυνὴ αὐτοῦ· μέχρ[ι τίνος] καρ‐ >>τερήσεις λέγων· ἰδο[ὺ ἀνα]μένω
25>>χρόνον ἔτι μικρὸν π[ροσ]δεχόμε‐ >>νος τὴν ἐλπίδα τῆς [σωτ]ηρίας μου; >>ἰδοὺ γὰρ ἠφάνισταί σο[υ τὸ] μνημό‐ >>συνον ἀπὸ τῆς γῆς, υἱοὶ [κ]αὶ θυγατέ‐ >>ρες, ἐμῆς κο〈ι〉λίας ὠδῖναι καὶ πόνοι,
30>>οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ >>μόχθων. σὺ δὲ αὐτὸς ἐν σαπρίαι >>σκωλήκων κάθῃ δι[αν]υκτερεύω(ν) >>αἴθριος. κἀγὼ πλανῆ[τι]ς καὶ λάτρις >>τόπον ἐκ τόπου καὶ οἰ[κί]αν ἐξ οἰκί‐
35>>ας προσδεχομένη τ[ὸ]ν ἥλιον >>πότε δύσεται, ἵνα ἀν[α]παύσωμαι

46

>>τῶν μό[χθω]ν καὶ τῶν ὀδύνων >>αἵ με ν[ῦν σ]υνέχουσιν. ἀλλ’ εἶπόν >>τι ῥῆμ[α εἰς κ(ύριο)]ν καὶ τελεύτα.” ἀτονήσ[ας ἐκ] τῶν τοσούτων προσ‐
5βολῶν [ὁ δι]άβολος καὶ μὴ δυνη‐ θεὶς α[ὐτὸ]ν καταβαλεῖν ἐκ τῆς ἀφαιρέ〈σε〉ω[ς τ]ῆς περιουσίας καὶ τῆς τῶν τ[έκνω]ν φθορᾶς, ἔτι τε μηδὲ ἐκ τῆ[ς ἀμέ]τρου κακώσεως τοῦ σώ‐
10ματος, [τρί]τον αὐτῷ πλέκει πάλαι‐ σμα τὴν τῆς γυναικὸς ὁμιλία(ν)· ἴσως δι’ αὐτῆς τὸν Ἰὼβ ὡς καὶ διὰ τῆς Εὕας τὸν Ἀδὰμ ἀπατήσειεν. χρόνου γ[ὰ]ρ πολλοῦ προβεβηκότος144
15〈ὡσ〉 οὐδὲ αὐτ[ὸ]ς δεδύνηται σεῖσαι τὸ(ν) ἀθλη[τ]ή[ν], τὰ τῆς ὀλιγωρίας προ‐ φέρε[ι ἡ γυ]νή, ἴσως ἐνθυμουμέ‐ νη τοῦ π̣[α]θ̣ήματος αὐτὸν ἀπαλ‐ λάξαι, εἰ [ῥ]ῆμα πρὸς κ(ύριο)ν εἴποι ἀλο‐
20γίστως. [καὶ] θέασαι καθ’ ἕκαστον ῥῆμ[α, πῶ]ς εἰς ὀλιγωρίαν ἐκκαλεῖ‐ >ται α̣[ὐτόν]· “μέχρι τίνος καρτερή‐ >σεις”· [εἰς π]ολὺν αὐτῶι χρόνον τῆς νόσο[υ πρό]θεσιν εἰς ὀλιγωρίαν ὑ‐
25>ποβά[λλου]σα—εἶτα ἑξῆς· “λέγων· ἰ‐ >δοὺ ἀ[να]μένω χρόνον ἔτι μικρὸ[ν >προσ[δε]χόμενος τὴν ἐλπίδα τῆς >σωτηρίας μου”—τρόπον τινὰ εἰς ἀ‐ δύνατον αὐτοῦ περιάγει τὴν π[ροσ‐
30δοκίαν. ἴσως γὰρ πολλάκις αὐτῆ[ς ἀποδυ[σ]πετούσης αὐτὸς τὰ τῆς ἀ‐ γαθῆς [ἐλ]πίδος προτιθεὶς ἔπαυ[σε τῆς ὀλι[γ]ωρίας, ἣν οὐχ ὁρῶσα ἅτ[ε ἀσθενῆ [λ]ογισμὸν ἔχουσα ὡς ψ[ευ‐
35δῆ αὐτ[ὸ]ν ἐλπίζοντα εἰς ὀλιγω[ρίαν

47

ἐξεκαλεῖτο· φιλεῖ γὰρ [ἄλο]γος ψυχὴ τὰς προσδοκίας ἀεὶ ἀβε[βαίο]υς λογίζε‐ σθαι. ἐπιτείνουσα δὲ [τὴν] παρ’ αὐτῆι
νομιζομένην ἀπ[όδοσ]ιν τῆς παν‐146
5>τελοῦς ἀνελπιστίας [φη]σίν· “ἰδοὺ γ[ὰ]ρ >ἠφάνισταί σου τὸ μ[ν]ημόσυνον >ἀπὸ τῆς γῆς.” οὐχ υἱ[ὸς οὐ] θυγατὴρ πε‐ ριλείπεταί σοι τὴν μνήμην τῆς διαδοχῆς φυλάξ[οντες, μ]ονονου‐
10χὶ λέγουσα ὅτι· εἰ κα[ὶ] ὑγ̣[ι]ᾶ̣ναι συμ[β]αί‐ η, ἀνόνητος ἡ τῆς ὑγίας ἀπόλαυ‐ σις παίδων οὐ〈κ〉 ὄντων, ὑπαρχόν‐ των ἀπολομένων. [κ]αὶ ταῦτα μ[ὲ](ν) εἰ μόνον παρῆν, τάχ’ ἂν εἶχε λόγο(ν)
15ἡ μακροθυμία, φησίν, ἀλλὰ πρὸς >τούτοις καὶ σὺ {αυ} αὐτὸς “ἐ[ν] σαπρίαι [σκ]ω‐ >λήκων κάθῃ”, ἐγὼ δ[ὲ ἀ]πὸ πεν[ία]ς περίειμι “τόπον ἐκ τ[ό]που”. διὰ πάν‐ των τῶν ῥημάτων ἑα[υ]τῆς βέλος
20ὀλιγωρίας ἐξαποστε[ίλ]ασα ἐπά[γ]ει τῆς φαυλοτάτης ὁμιλ[ί]ας πέρας >λέγουσα· “εἶπόν τι ῥῆμ[α] εἰ[ς] κ(ύριο)ν καὶ >τελεύτα”. πρὸς ὃ εἴποι τι[ς] ἄν· πῶς ἡ γυνὴ τοῦτον ἔχουσα λογισμόν,
25ὅτι εἰ εἴποι ῥῆμα εἰς κ(ύριο)ν̣, τελευτή‐ σοι; πρὸς ὃ διαφόρως τις λέξει ἤτοι τοῦ ἀντικειμένου ὑποβαλόντος αὐτῇ τοῦτο, ἵνα τὸ σπουδαζόμενο(ν) >αὐτῶι πληρωθῇ τό· “εἶ μ[ὴ]ν εἰς πρό‐
30>σ]ωπόν σε εὐλογήσει”, ἢ [τ]άχα ἐν ταῖς πόλεσιν ἐκείναις ὁ εἰ[ς κ](ύριο)ν βλασφη‐
μήσας ἀπέθνῃσκεν148
32aὑπὸ ἄρχοντος ἢ τῶν πολιτῶν. ἴσως γὰρ οὐδένα
32aἔγνω καὶ
32bβ]λασφημήσαντα καὶ ζώσαντα. τάχα γὰρ τοῦτο
32bσυνέβαι‐
32cνεν τότε μήπω τῆς κακίας κεχυμέ[ν]ης.
32ἴσως ἐλο‐ γίσατο, ὅτι οὐδὲ θεὸς ἐ̣[ά]σει αὐτὸν ζ]ῆν προέμενον βλά[σφ]ημον λό‐
35>γ]ον. ἐνφαίνει δὲ καὶ δ[ιὰ] τοῦ· “ἰδοὺ γὰρ

48

>ἠφάνισ[ταί σ]ου τὸ μνημόσυνον ἀπὸ τῆς [γῆς]”, ὡς ὅτι· οὐδὲ ἐλπίδα ἕ‐ ξεις εἰς [τὴν] αὐτήν ποτε ἐλθεῖν ἀπόλαυ[σιν] τῶν ἀγαθῶν, ἃ μόνα
5ἀγαθὰ ε[ἶναι] ἐνόμιζεν τῶν κα‐ τ’ ἀλήθει[αν] ἀγαθῶν ἀλογοῦσα. καὶ ἀγνοοῦ[σα δ]ὲ ἑτέρως ἀληθῆ εἴ‐ ρηκε λό[γο]ν· τὸ γὰρ μνημόσυνο(ν) τῶν ὑ[περφρ]ονησάντων τοῦ
10ἀνθρω[πί]ν[ο]υ ζῆν οὐράνιόν ἐστι(ν). ὅτι δὲ τοῦτο ἡ γραφὴ κυροῖ, ὁ ψαλ‐ >μῳδός φησιν· “πρόσωπον κ(υρίο)υ ἐπὶ >ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦ‐ >σαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶ[ν.”
15ὅταν γὰρ ἁμαρτανόντων τινῶ(ν) καὶ λεγό[ν]των “ἐν καρδίαι μὴ εἶ‐ ναι θεὸ[ν]” ἐπίπονα προσαγάγῃ θεός, ἐπ[ιφ]αίνεται, ἵν’ ὠφελη‐ θέντω[ν] αὐτῶν ἀναιρεθῇ ἐκ τῆ[ς
20γῆς τὸ [μν]ημόσυνον αὐτῶν καὶ “ἐν ο[ὐρ]ανῶι ἐνγράφωσιν” με‐ ταβαλόντες εἰς ἀρετήν. καὶ τὰ πε‐ ρὶ τῶν τέ[κ]νων δὲ ὡς γυνὴ εἶπε(ν) λογιζομένη τὴν ἐκείνων σω‐150
25τηρίαν μ[ό]νην εἶναι ἐλπίδα, κενῶς [α]ὐτὰ τετοκέναι φάσκουσα. ἐπιφοιτάζουσα δὲ αὐτὸν καὶ τὰ τῆς ἑαυτῆς κακοπαθείας προφέ‐ >>ρει. “ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ· ὥσπερ
30>>μία τῶν ἀφρόνων γυναικῶν ἐ‐ >>λάλησας. εἰ τὰ ἀγαθὰ ἐδεξάμεθ[α >>ἐκ χειρὸς κ(υρίο)υ, τὰ κακὰ οὐχ ὑποίσομ[εν];” τὸ καρτε[ρ]ὸν αὐτοῦ τῆς ψυχῆς κα[ὶ ἐν τούτ[ῳ] δείκνυται, ἐν τοσαύτα[ις
35ἀλγηδό[σι]ν μὴ ὑπομείναντος

49

δὲ λόγον παρὰ τῆς γυναικὸς ἀναρ‐ μόστως̣ [π]ροενεχθέντα, ἀλλὰ καὶ >εἰπόντος· “ὥσπερ μία τῶν ἀφρό‐ >νων γυναικῶν ἐλάλησας.” ἀτε‐
5νὲς δὲ ἐνβλέψας τοῦτο εἴρηκε(ν), ἐκ τῶν ἐγ[κλ]ημάτων αὐτῆς κατα‐ νοῶν [ὁ ἅ]γιος ὅτι διαβολικῇ ὑ‐ ποβολ[ῇ τα]ῦτα προήνεγκεν, καὶ ἅτε φ[ρόνιμο]ς ὢν ᾔδει τὴ[ν πρ]ώ̣‐
10την π[αραβ]ᾶσαν ὑπὸ διαβόλ[ο]υ τρωθ[ε]ῖ[σα]ν αἰτίαν γεγεν[ῆσθ]αι τῆς τοῦ Ἀ[δ]ὰμ παραβάσεως. διὰ τοῦτο λέγ[ει]· “ὥσπερ μία τῶν ἀφρό‐
νων γυ[να]ικῶν ἐλάλησας.” εἶτα152
15καὶ λο[γ]ι[σμ]ὸν αὐτῇ παραθεὶς τὸν πρέποντα ἐπάγει· “εἰ τὰ ἀγαθὰ ἐ‐ δεξάμεθα ἐκ χειρὸς κ(υρίο)υ, τὰ κακὰ οὐχ ὑποίσομεν;” τῆς γὰρ αὐτῆς συνέσεώς ἐστιν καὶ πρὸς τὰ ἡδέα
20τῶν ἀδιαφόρων μὴ καταφέρε‐ σθαι κ[αὶ] πρὸς τὰ ἐπίπονα μὴ κα‐ ταβάλ[λεσ]θαι. οἶδεν γὰρ ὁ [περὶ τῶν πρ[αγ]μάτων ἐπιστά[μενος, ὅ‐ τι τὰ νο[μ]ιζόμενα ἀγαθὰ [οὐκ
25αὐτῶν φύσει εἰσὶ τοιαῦτα, ἀ[λλὰ τ]ῇ̣ τοῦ χρωμένου ἀκολουθοῦντα γνώμηι, ὡς αὖ καὶ τὰ κακά—τὰ κα‐ κωτικὰ λέγω—οὐ τῷ ὄντι κακὰ τ[υ]γ‐ χάνει, ἀλλὰ πρὸς τὸν ἐν αὐτοῖς
30γιγνόμενόν ἐστιν ἐν αὐτοῖς ἡ
χρῆσις. πολλοὶ γὰρ με〈τ〉ὰ πλούτου καὶ φαῦλοι καὶ σπουδαῖοι ὤφθη‐ σαν ὡς Ἀβραὰμ καὶ οἱ ὅμοιο[ι] α̣[ὐ]‐ τῷ κ[α]ὶ Φαραὼ καὶ οἱ παραπλ[ήσι]ο̣ι̣.154
35πολλ̣ῶ̣ν̣ πάλιν κακώσεων ἐπελ‐ θουσῶν οἱ μὲν ἐνέδοσαν, οἱ δὲ ἀ‐

50

καμπεῖς διέμειναν τὸν λογισμό(ν), ὧν ἔστιν ὁ μακάριος Ἰὼβ καὶ Λάζα‐ ρος, ὡς παρὰ ἰατροῦ καὶ ταῦτα δε‐ χόμεν〈οι〉 τομαῖς καὶ καύσεσιν
5πρὸς σωτηρίαν κεχρημένου. >>“ἐν πᾶσι τούτοις 〈τοῖς συμβεβηκόσιν αὐτῷ〉
6οὐδὲ[ν] ἥμαρτεν Ἰ‐ >>ὼβ τοῖς χείλεσιν ἐναντίον κ(υρίο)υ.” δ[εύτ]ε‐
7ρον τοῦ‐ το εἴρηται, πρῶτο[ν μ]έν, ὅτε καὶ ἡ πρώτη προσβολ[ή, δεύ]τερον
10>δὲ νῦν. καὶ τότε μ[ὲν ε]ἴρηται· “ἐ(ν) >πᾶσι τούτοις τοῖς συμβεβηκόσιν >αὐτῶι οὐδὲν ἥμα[ρτ]εν Ἰὼβ ἐνα(ν)‐ >τίον τοῦ κ(υρίο)υ”, νῦν δέ· ”[ἐν] πᾶσι τούτοις >τοῖς συμβεβηκόσιν [αὐ]τῷ οὐδὲν
15>ἥμαρτεν Ἰὼβ τοῖς χε[ί]λεσιν ἐνα(ν)‐ >τίον τοῦ κ(υρίο)υ.” ἔνιοι μὲν οὖν οὐδὲ(ν) διαφέρειν ἡγοῦνται τὸ ‘τοῖς χείλεσι μηδὲν ἡμαρτηκέναι‘ εἰρῆσθαι καὶ ‘μηδὲν ἡμαρτη‐
20κέναι ἐνώπιον κ(υρίο)υ‘, ἔνιοι δὲ οὕ‐ τως αὐτὰ ἐκλαμβάνο[υσ]ιν, ὡς ἐ‐
πὶ μὲν τῆς ἀφαιρέ[σεως] τῶν ὑ‐ παρχόντων καὶ τοῦ [θ]ανάτου τῶν τέκνων καθάπ[α]ξ εἴρηται156
25“οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κ(υρίο)υ” οὔτε ἐν λόγωι οὔτε ἐν λογι‐ σμῶι, ἐνταῦθα δὲ μετὰ προσθή‐ κης κεῖται τὸ “τοῖς χείλεσιν”, λέγο(ν)‐ τες, ὡς τάχα τις καὶ κλόνος ἐγένε‐
30το οὐκ ἴσος ἁμαρτήματι—τοῦτο γὰρ ἧττα—, ἀλλὰ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης κίνημα, ἐκβι‐ αζομένης τῆς πολλῆς ὀδύνης τῆς περὶ ὅλον τὸ σῶμα. τὸ συγγρα‐
35φ[ι]κὸν οὖν πν(εῦμ)ά φ〈η〉σιν ὅτι—ἵνα δεί‐

51

ξῃ τὴν ἐπίτασιν τοῦ πόνου καὶ τὴν ἀνδρείαν αὐτοῦ—ὅτι καίτοι τῆς ἀνδρεία[ς] ἐκβιαζομένης μέχρις ἀκου‐ σίου ἐνθυμήματος, τετάρακται
5οὐχ ὥστε πρᾶξαί τι ἀπὸ ὀλιγοψυχί‐ ας καὶ μικροπρεπείας ἢ λαλῆσαι. τοιοῦτ[ό] τι καὶ ὁ ὑμνῳδὸς λέγει· >“ἐταράχθην καὶ οὐκ ἐλάλησα”, δη‐ λῶν ὡς γεγένηται περὶ αὐτόν τι‐
10να τὰ ἐγ[ε]ίροντα τάραχον, ὧν μέ‐
χρι διαν[οί]ας τὴν κίνησιν στήσας οὐκ ἐλάλησεν. συνῳδὰ ἃ Παῦλος >γράφει Κ[ο]ρινθίοις· “οὐ θέλω ὑμᾶς >ἀγνοεῖν, ἀδελφοί, περὶ τῆς θλί‐158
15>ψεως τῆς γεναμένης ἡμῖν ἐν >τῆι Ἀσίαι ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ >δύναμ[ι]ν ἐβαρήθημεν, ὥστε ἐ‐ >ξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. >ἀλλ’ αὐτο[ὶ] ἐν ἑαυτοῖς τὸ ἀπόκριμα
20>τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ >πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, >ἀλλ’ ἐπὶ τῷ θ(ε)ῷ τῷ ἐγείραντι τοὺς >νεκρούς.” >>“ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ
25>>κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ, >>παρεγένετο ἀπὸ τῆς ἰδίας χώ‐ >>ρας ἕκαστος πρὸς αὐτόν· Ἐλιφὰς >>ὁ Θαιμάνων βασιλεύς, Βαλδὰδ ὁ >>Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μι‐
30>>ναίων βασιλεύς.” τὰ ξενίζοντα ὡς ἐπὶ τὸ πλεῖστον ἐξ‐
άκουστα μάλιστα ἐὰν ταῦτα συμ‐ βαίνῃ περὶ πρόσωπα ἐπίδοξα. τῶν οὖν ἐνδοξ〈ο〉τάτων ὑπάρχον‐160
35τος τοῦ Ἰὼβ διά τε πλοῦτον καὶ ἀρε‐ τὴν εἰκότως οἱ φίλοι περὶ τῆς τῶν

52

συμβεβηκότων χαλεπότητος ἀ‐ κηκοότες παρεγένοντο οὐκ ἐξ ἑ‐ νὸς τόπου, ἀλλὰ ἀπὸ τῆς ἰδίας χώ‐ ρας ἕκαστος, ἀπὸ συμπαθείας
5κινηθέντες, καὶ τα[ῦ]τα βασιλεῖς ὑπάρχοντες, καὶ διὰ τοῦτο μὴ ὑ‐ περιδόντες τὸν ἐν [το]σαύτηι γε‐ νόμενον μεταβολῇ. “τύραννον” δὲ λέγει ἢ ἐκ παραλλήλου τὸν βα‐
10σιλέα—οὔπω τοῦ κα[ι]ρ[ο]ῦ ψεκτὸν εἰ‐ δότος τὸ ὄνομα—ἢ [δια]φορὰν ἀρ‐ χῆς παρὰ τὸν βασιλ[έ]α. τοῦτο καὶ ἐν >Παροιμίαις· “δι’ ἐμοῦ [βα]σιλεῖς βασι‐ >λεύουσιν καὶ τύραν[ν]οι δι’ ἐμοῦ
15>κρατοῦσι γῆς.” πρὸς αὐτὸν δὲ οὗτοι παρεγένοντο, οὐχ ἑτέρας αἰτίας ἀγαγούσης αὐτούς. χρή[σ]ιμον τὸ ῥη‐ τὸν πρὸς συμπάθειαν, ἵνα μὴ δι‐ ὰ τὰς μεταβολὰς τὰς [ἐ]νπιπτού‐
20σας τὰ τῆς ἀγάπης καὶ φιλαλλη‐ λίας παρίδωμεν. >>“καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμο‐ >>θυμαδὸν τοῦ παρακαλέσαι καὶ >>ἐπισκέψασθαι αὐτόν.”
25ἀμφότερα ποιῆσαι ἐληλύθασιν, ἐπεὶ καὶ ἀμφότερα πεπονθὼς ἐτύγχανεν· καὶ γὰρ οὐσίας καὶ παί‐ δων ἐστέρητο καὶ ὅλον τὸ σῶμα τῶι τραύματι συνείχετο. “ὁμοθυ‐162
30μαδὸν” δὲ παρεγένοντο πρὸς αὐ‐ τόν, ἢ μετὰ πολλῆς προθυμίας ἢ ὅτι διῃρημένας τὰς οἰκήσεις ἔ‐ χοντες συνθέμενοι συνεληλύ‐ θασιν, ἵν’ οὕτω πρὸς αὐτ[ὸ]ν παραγέ‐
35νωνται ἐπὶ παρακλήσει· οὐδὲ γὰρ

53

παυσάμενα συνῄσθοντο τὰ κακὰ ἀλλ’ ἤδ[η] ἐνεργοῦντα. >>“ἰδόντε[ς] δ[ὲ] αὐτὸν πόρρωθεν οὐκ ἐ‐ >>πέγνωσαν, καὶ βοήσαντες φωνῇ
5>>μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκα‐ >>στος τὴν ἑαυτοῦ στολὴν καὶ κατα‐ >>πασάμενοι γῆν. παρεκάθισαν >>αὐτῷ ἑπτὰ [ἡμ]έρας καὶ ἑπτὰ νύκτας.” δύο ἐν τ[ούτ]ῳ παιδεύει τὰ ἐκτεθέ(ν)‐
10τα, τήν [τ’ ἀ]νδρείαν τοῦ μακαρίου —ἄλλω[ν δυ]σφόρως ἐν〈ε〉γκόντω(ν) διὰ τὴν [ἀ]μετρίαν τῶν συμβε‐ βηκότω[ν]—καὶ τὴν τῶν φίλων συμπάθ[ει]αν, οἳ οὐ μόνον παρε‐
15γένοντ[ο], ἀλλὰ καὶ θεασάμενοι οὐκ ἐπέ[γ]νωσαν διὰ τὴν νόσον αὐτόν, ταύτης καὶ τοὺς χαρακτῆρας αὐτοῦ τῆς μορφῆς ἀλλοιωσάσης,
καὶ βοήσαντες μετὰ μεγάλης φω‐164
20νῆς ἔκ[λα]υσαν διαρρήξαντές τε καὶ τὴν [σ]τολὴν ἕκαστος καὶ κατε‐ πάσαν[τ]ο σποδόν, ἅπερ ἅπαντα, ὡς εἴρηται, καὶ τὴν ἀνδρείαν τοῦ ἁγίου δείκνυσιν καὶ τὸ τούτων συμ‐
25παθές. ἀκαμπὴς γὰρ ἔμεινεν, ὃ καὶ θαυμάσειεν ἄν τις, καὶ διὰ τούτων ὁ Ἰὼβ μὴ ἐρεθιζόμενος εἰς ὀλιγωρίαν ἐκ τοῦ τὸ πάθος τοὺς ἄλλους καταπλήττεσθαι, ὅπερ εἴ‐
30ωθεν ἀνθρώποις συμβαίνειν. συμπ[α]θὲς δὲ καὶ τὸ ἑπτὰ ἡμέ‐ ρας καὶ [ἑ]πτὰ νύκτας αὐτῶι προσ‐ μεῖνα[ι]. ὅθεν οὐκ ὀλιγωρητέον τῆ〈σ〉 πρὸ[ς] τοὺς ἀσθενεῖς καὶ ἀβοη‐
35θήτου[ς] καρτερία〈σ〉 διὰ τούτων ἐπὶ

54

συμπαθὲς ἀγομένους. >>“καὶ οὐθεὶς αὐτῶν ἐλάλησ[ε]ν. ἑώρων >>γὰρ τὴν πληγὴν δειν[ὴ]ν οὖσαν >>καὶ μεγάλην σφόδρ[α].” οἱ διὰ πα‐
5ράκλησιν ἐλθόντε[ς] τ[ῷ] μεγέθει τῶν συμβεβηκότων ἀπεσιώπη‐ σαν. εἰκότως δὲ πρότερ[ο]ν ἐχρῶ(ν)‐ το τῆι συμπαθείᾳ· φ[ιλεῖ γ]ὰρ τοῦτο μάλιστα ἀνύειν ἐν [τοῖ]ς παρακα‐
10λουμένοις. οὐδὲ γὰρ [οὐ]δὲ πρὸς θε‐ ραπείαν ἦν τι αὐτ[οῖς] πόριμον, καὶ τὴν κατὰ ἰατρεί[αν] ἐπικουρία(ν)
ὑπερβαίνοντος το[ῦ π]άθους. εἰκὸς δὲ ὅτι ἅτε διάλημψ[ι]ν ἔχοντες166
15περὶ αὐτοῦ ὡς σοφοῦ καὶ αἰδοῖ σι‐ ωπᾶν ᾑροῦντο, πρὸ αὐτοῦ μὴ τολ‐ μῶντες προενέγκασθαι λόγον. >>“μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα >>αὐτοῦ καὶ κατηράσα[το] τὴν ἡμέ‐
20>>ραν αὐτοῦ λέγων·” ὁ σοφὸς οὐκ ἔστιν ματ[α]ιολόγος οὐ‐ δὲ προφέρει διὰ γλώτ[τ]ης ἃ μὴ οἷ‐ ά τέ ἐστιν γενέσθαι. καταρᾶται δὲ οὐ τὴν ἡμέραν, ὅ ἐστι διάστημα
25χρονικόν, ἀλλὰ τὰ ἐν αὐτῆι συμ‐ βάντα. δι’ ἔθους γὰρ τῇ γραφῇ τὰ συμβαίνοντα ἡμέραν καλεῖ(ν). τοῦτο ὁ ψαλμῳδὸς παιδεύει λέγω(ν)· >“ἐν ἡμέραι πονηρᾶι ῥύσεται αὐτὸ(ν)
30>ὁ κ(ύριο)ς”, πονηρὰν ἡμέρα[ν] οὐ τὴν χρο‐ νικὴν διάστασιν λέγ[ω]ν, ἀλλὰ τὰ ἐν αὐταῖς πονηρὰ συ[μ]βάντα· καὶ >τὸ λεγόμενον δὲ πα[ρ]ὰ Παύλῳ· “ὅ‐ >τι αἱ ἡμέραι πονηραί [εἰ]σ̣ιν”, τῆς αὐ‐

55

τῆς διανοίας. οὕτω τις τοῖσδε μὲν ἀγαθὴν εἶναι λέγοι τὴν ἡμέρα(ν) διὰ τὰ σ[υ]μβαίνοντα, τοῖσδε δὲ κακή(ν). τοῖς γὰρ [λα]οῖς Ἰσδραὴλ ἀπροσδο‐
5κήτως δ[ι]αβᾶσιν τὴν ἐρυθρὰν θάλαττ[α]ν καλὴ ἡμέρα εἴη, τοῖς >δὲ Αἰγυ[π]τίοις κακή· “ἔδυσαν” γὰρ
>“ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῶι”. >>“ἀπόλοιτο [ἡ] ἡμέρα ἐν ἧι ἐγεννή‐168
10>>θην κα[ὶ ἡ] νὺξ ἐν ᾗ εἶπαν· ἰδοὺ >>ἄρσεν. [ἡ ν]ὺξ ἐκείνη εἴη σκότος >>καὶ μὴ [ἀν]αζητήσαι αὐτὴν ὁ κύ‐ >>ριος ἄν[ωθ]εν μηδὲ ἔλθοι εἰς >>αὐτὴν φ[έ]γγος, ἐκλάβοι δὲ αὐτὴ(ν)
15>>σκότος κ[αὶ] σκιὰ θανάτου.” ἄξιον θεω[ρ]ῆσαι εἰ κατὰ τὸν σοφώτα‐ τον Ἰὼβ [κ]αὶ τὴν τούτου ἀνδρείαν ὑπάρχε[ι] καταρᾶσθαί τε τῇ ἡμέραι ἐν ᾗ ἐγεννήθη καὶ νυκτὶ
20ἐν ᾗ εἶπ[α]ν· ἰδοὺ ἄρσεν, ὅπως τε αὐτὴ σκότος [ᾖ] καίτο〈ι〉 πάσης νυκτὸς >οὕτως ο[ὔ]σης—“ἐκάλεσεν” γάρ φη‐ >σιν “τὸ φῶς ἡμέραν καὶ τὸ σκότος >ἐκάλεσεν νύκτα”—, τί τέ ἐστιν ὃ εὔ‐
25χεται μὴ ἀναζητηθῆναι ἄνω‐ θεν τὴν ἡμέραν ὑπὸ κ(υρίο)υ μηδὲ ἐλθεῖν [εἰ]ς ταύτην φ{θ}έγγος, ἐκλα‐ βεῖν τε αὐτὴν σκότος καὶ σκιὰν θανάτου. τούτων ἔνια οὐδὲ πέ‐
30φυκεν γίνεσθαι· περὶ γὰρ τῆς πα‐ ρελθού[ση]ς ἡμέρας καὶ μη〈κέ〉τι ὑπό‐ στασιν [ἐ]χούσης τοιαῦτα ἀρᾶσθαι εὐκτι[κ]ῶς οὐκ ἂν εἴη σοφοῦ. εἰ δὲ καὶ οἱ [φι]λίστορες ἐμμένοιεν τῇ

56

τοῦ ῥητοῦ ἀποδόσει, ὑπεκλύουσι τὴν ἀνδρείαν τοῦ ἁγίο[υ], ἣν ὁ διάβο‐
λος ὑπεκλῦσαι οὐ δεδ[ύ]νηται, το‐ σαύτην αὐτὸν ἔχειν [ὀ]λιγωρίαν ὑ‐170
5ποτιθέμενοι, ἣν εἴπ[ε]ρ εἶχεν οὐ‐ δ’ ἂν οὐδ’ οὕτως κατ[α]ι[σ]χυνθεὶς ὁ διάβολος ἐπὶ τῆι ἀνδρείᾳ αὐτοῦ ἐ‐ τύγχανεν οὐδ’ ὁ κύ[ρι]ος ἔλεγεν >πρὸς αὐτόν· “οἴει δέ [με] ἄλλως σοι
10>κεχρηματικένα[ι ἢ ἵ]να ἀναφα‐ >νῇς δίκαιος;” οὐκοῦ[ν, ἐ]πειδὴ τὰ τοῦ ῥητοῦ χώραν ε[ὔλο]γον οὐκ ἔ‐ χει καὶ πρέπουσαν [τῶ]ι ἁγίωι, κατὰ νόμους ἀλληγορία[ς]
15θεωρητέον τὰ προ[κ]είμενα. πρὶν δὲ ταύτης ἄρξα[σ]θαι, ἀκόλου‐ θον προειπεῖν τινα συντελοῦντα πρὸς τ[ὸ] προκείμε‐
20νον· ἡ τοῦ ἀνθρώπ[ου] ψυχὴ ἀθά‐ νατος ὑπάρχουσα κα[ὶ] οὐ μόνον ἑτέρας οὐσίας παρὰ τὸ [σ]ῶμα, ἀλλὰ καὶ θειοτέρας, τούτωι συνεπλάκη κα‐ τὰ διαφόρους λόγους, ἢ τῆς ἀξίας
25αὐτῆς τῆς κατὰ ῥοπὴν ἰδίαν καὶ πόθον πρὸς τὰ σώματα κοινω‐ νίαν πρὸς αὐτὰ ἐργασαμένης, ἢ διὰ τὸ χρήσιμον τῶν ὠφελίας172
δεομένων τούτῳ συναφθείσης.174
30οὐδὲ γὰρ συνεσπάρη τ[ῷ] σώματι κατὰ τοὺς ἀγνοοῦντ[ας] αὐτῆς τὸ μέγεθος τῷ μὴ οἷόν τ[ε ε]ἶναι ἐκ σω‐ ματικοῦ σπέρματος ἀσ[ώ]ματον οὐσίαν ὑποστῆναι· ο[ὐδ’] αὖ ὑστέ‐

57

ρα τοῦ σώματος πλάττεται προη‐ γουμέ[ν]η τυγχάνουσα· οὐδὲ γὰρ >μετὰ τ[ὸ “κ]αταπαῦσαι τὸν θεὸν ἀ‐ >πὸ πάν[τ]ων τῶν ἔργων αὐτοῦ” ἐκ
5τοῦ μὴ [ὄν]τ[ο]ς τινὰ ὑφίστησιν· >“τί” γάρ φησιν “τὸ γεγονός, αὐτὸ τὸ γε‐ >νησόμ[ενο]ν, καὶ τί τὸ πεποιημέ‐ >νον, αὐ[τὸ τ]ὸ ποιηθησόμενον, >καὶ οὐκ [ἔστι]ν πᾶν πρόσφατον
10>ὑπὸ τὸ[ν ἥ]λιον. ὃ〈σ〉 λαλήσει καὶ ἐρεῖ· >ἰδὲ τοῦ[το] καινόν ἐστιν, ἤδη γέ‐ >γονεν [ἐν] τοῖς αἰῶσιν τοῖς ἐπερ‐
>χομέν[οις] ἀπὸ ἔμπροσθεν ἡμῶ(ν)”. 〈μαρ〉τυρία δ[ὲ τ]οῦ τε δι’ ἰδίαν κακίαν176
15καὶ διὰ τ[ὸ τ]ῶν ἄλλων χρήσιμο〈ν〉 εἰς τὸν β[ίο]ν εἰσάγεσθαί τε καὶ τοῖς σώμασ[ιν] συνπλέκεσθαι ὅ τε Ἰε‐ >ρεμία[ς ἀ]κούων· “πρὸ τοῦ με πλά‐ >σαι σε ἐν [κο]ιλίαι ἐπίσταμαί σε καὶ
20>πρὸ τοῦ [σ]ε ἐξελθεῖν ἐκ μήτρας >ἡγίακά σ[ε], προφήτην εἰς ἔθνη >τέθεικά σ[ε]”, Ἰακώβ τε καὶ Ἠσαύ, περὶ >ὧν ὁ [θ(εὸ)]ς λέγει· “τὸν Ἰακὼβ ἠγά‐ >πησα, τὸν δὲ Ἠσαὺ ἐμίσησα”, ἔτι
25ἐν γαστ[ρ]ὶ τυγχανόντων, καὶ Ἰ‐ ωάννης ἐν γαστρὶ τῆς μητρ〈ὸ〉ς “σκιρτῶν καὶ ἀγαλλιώμενος”. ταῦ‐ τα γὰρ οὐ συνχρόνους τοῖς σώμα‐ σιν ἀπ[ο]δείκνυσιν τὰς ψυχάς· ὁ γὰρ
30ἀγαλλι[α]ζόμενος ἐν κοιλίᾳ μη‐ τρὸς κ[αὶ] πν(εύματο)ς ἁγίου μετέχων ἐκ κοιλία[ς] μητρὸς αὐτοῦ καὶ μισού‐ μενο[ς] πρὶν γεννηθῇ καὶ ἄλλος ἀγαπ[ώ]μενος οὐκ ἀναιτίως ταῦ‐

58

τα ὑφίσταται. ἐπίπον[ο]ν δὲ οὐ μό‐ νον τὸ δι’ οἰκεῖα σφάλ[μ]ατα, ἀλλὰ καὶ δι’ ἑτέρων ὠφελ[ί]ας συνάπτε‐ σθαι σώματι καὶ μοχ[θ]ηρότατον·
5ὡς γὰρ οὐ διὰ τοὺς νικ[ῶ]ντας ἐν πολέμωι τὴν αἰτ[ίαν] τοῦ πολέ‐ μου ἐπαινεῖν πρ[οσ]ήκει πρόφα‐
σιν οὖσαν ἀηδῶν [π]ολλῶν, οὕ‐ τως οὐ διὰ τοὺς κατ[ορθο]ῦντας178
10ἐπαινεῖν ἀκόλου[θον] τὴν εἰς τὸν βίον εἴσοδον, ἀλλὰ [πε]πεῖσθαι, ὅ‐ τι καὶ παρ’ ἑαυτοὺς [ἔνι]οι πειραθέ(ν)‐ τες εἰς ἔσχατον κα[κὸ]ν ἐληλύθα‐ σιν καὶ τοῖς διὰ τὴ[ν τ]ῶν 〈ἄλλων〉 ὠφελί‐
15αν ἥκουσιν αἴτιοι [κα]τέστησαν πό[ν]ων. τὰ τοίνυν διὰ ταύτην [τ]ὴν αἰτίαν συμβαίνοντα κακ[ὰ ἡ]μέραν ὀ‐ δυνηρὰν καὶ ἀξία[ν κ]ατάρας ὁ Ἰ‐
20>ὼβ ἡγούμενός φησ[ι]ν· “ἀπόλοι‐ >το ἡ ἡμέρα ἐν ἧι ἐγ[εν]νήθην.” τοῦτο δὲ ὑπὲρ παντὸς τοῦ γένους λέγει. ἐπεὶ γὰρ ᾔδει{ν̣} [ὁ] ἅγιος ὅτι πολλή τις ταραχὴ τοῖ[ς ὁ]ρῶσι τὰ
25κατ’ αὐτὸν συνέβαινεν ἐπισταμέ‐ νοις ὡς ἀναξίως πάσχει, ἀνάγει τὸν λόγον εἰς τὴν αἰτ[ί]αν πᾶσα(ν), μονονουχὶ λέγων· ‘ε[ἰ] μὴ διὰ τὴ(ν) τῶν πολλῶν πτῶσι[ν], χαρακτῆ‐
30ρος ἀνδρείας οὐκ ἔδε[ι.‘ ὡ]ς γὰρ ἐξ ἀ‐ ταξίας πολλῶν κακώσ[ει] ὑποπε‐ σόντων ὁ φιλόστοργος [ἰ]ατρὸς εἰ‐ κότως καταράσεται τῆ[ι ἀτ]αξίαι,

59

οὕτως ὁ μ[α]κάριος θεραπεύων, ὅτι οὐκ ἀ‐ κρίτως τ[αῦτ]α γίνεται, ἀλλ’ εἱρμοῦ τινος καὶ ἀκ[ολο]υθίας καλούσης ἵν’ ὠ‐
φεληθ[ῶσι]ν [ο]ἱ πεπτωκότες, κατα‐180
5ρᾶται τὴ[ν ἡ]μέραν τῆς πτώσεως τῶ(ν) ἀνθρώ[πων] κοινοποιῶν τὸν λό‐ γον. χρῆ[ται] δὲ ταῖς λέξεσιν διηγη‐ ματικ[ώτερο]ν, ὅπως τὸ σχῆμα τοῦ λόγου [δηλοῖ]το. ἀπόλοιτο οὖ[ν] φη‐
10σιν αἰ[τία κ]αὶ μηκέτι ὑπάρξ[αι] ἡ̣ τὴ(ν) εἴσοδο[ν ἐργ]ασαμένη τοῦ β[ί]ου. εἶ‐ τ’, ἐπειδὴ [καὶ] ἐν νυκτὶ συμβαίνει τοκετὸ[ν γε]νέσθαι, παραλαμ̣βάνει >καὶ τὸ τ[ῆς ν]υκτὸς ὄνομα· “ἡ νὺξ
15>ἐκείνη [εἴ]η σκότος”, ἵν’ ᾖ τὸ λεγό‐ μενον· [μ]ηκέτι ὁδεύοντες, ἀλ‐ λ’ ὡς ἐν σ[κότ]ῳ μὴ εὕροιεν τὴν ὁ‐ δὸν τῆ[ς γε]νέσεως τῆς κακίας ἐμ‐ ποδιζό[με]νοι, ὡσεὶ καὶ περὶ κακουμέ‐
20νων ἐπ’ [ἀ]ταξίας λέγοι τις· μηκέ‐ τι εὐοδ[ω]θείη τὰ τῶν ἀτακτού(ν)‐ >των. “κα[ὶ] μὴ ἀναζητήσαι αὐτὴ(ν) >ὁ κ(ύριο)ς ἄν[ωθ]εν.” ἔπρεπεν γὰρ τῶι ἁγίωι ε[ὔ]χεσθαι ἐπὶ τὴν ἀρετὴν
25ἐλαύνε[ιν] τὰ λογικὰ καὶ μηκέτι ὑ‐ ποστρο[φ]ὴν πάσχειν ἐπὶ χείρο‐ να κατ[ά]στασιν—οὐ γὰρ τὴν αὐτή(ν)— κατὰ τ[οὺ]ς μετενσωμάτωσιν >εἰσάγο[ντ]ας. “μηδὲ ἔλθοι εἰς αὐτὴ(ν)
30>φέγγο[ς.” κ]ωλυθείη ἡ ἐπὶ τὰ χεί‐ ρ]ω ὁρμ[ὴ] ἀφω{ν}τίστων τῶν ἐνερ‐ γούντ[ω]ν μενόντων, ὅπως >κατὰ τ[ὸ] εἰρημένον “φῶς ἀσεβῶ(ν)182

60

>σβεσθήσεται”. “ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου”, ἵν[α τ]οῖς ῥέπουσι(ν) εἰς κακὰ σκοτώδη σφ[αλ]ῇ αὕτη ἡ ἔ(ν)‐ νοια, κωλύουσα τὴν [ἐπ]ὶ τὸ κακὸν
5αὐτῶν ὁρμὴν ο[ἰο]μ̣[έν]ων ὅτι θα‐ νατῶδες ἐστὶν τ[ὸ ἐπιχ]είρημα. ὅμοιον τούτωι ἐ[στὶν τ]ὸ λεγόμε‐ >νον ὑπὸ τοῦ πρ[οφή]του· “ἀνοι‐ >κ[ο]δομήσω τὰς ὁδοὺς [αὐτῆς] ἐν σκό‐
10>λ[ο]ψιν καὶ τὴν τρίβ[ον αὐτ]ῆς οὐ μὴ >εὕρῃ.” μέγα γὰρ α[ὐτὴ]ν τὴν κα‐ κίαν ἐμποδίζεσ[θαι] καὶ φόβωι καὶ ἀγνοίαι. οὕτω [γὰρ] ἐπὶ τὸ μιση‐ τι[κ]ῶς πρὸς αὐτὴ[ν ἔχ]ειν τις ἥξει.
15>>“ἐπέλθοι ἐπ’ αὐτὴν γ[νό]φος, κατα‐ >>ραθείη ἡ ἡμέρα κ[αὶ] ἡ νὺξ ἐκεί‐ >>νη, ἀπενέγκοιτ[ο αὐ]τὴν σκό‐ >>τος.” ταύτας οὐκ ἀ[ρὰς] προσήκει λογίζεσθαι ἀλλ’ εὐχ[ὰς] πρὸς τὸ γε‐
20νέσθαι τῶν κακῶν παῦλαν. κα‐ τὰ γὰρ τὰ προδιηγηθ[έν]τα εὐκτέ‐ ον τὴν αἰτίαν τῆς [πτ]ώσεως καὶ τὴν ὁδὸν ταύτης ἄγνωστον εἶναι, >“ὅπως μὴ γένηται εὐ[ο]δία{ν} ἐν κα‐
25>κοῖς ἀνδρί”. ἀρετ[ῆ]ς γὰρ ἐπι‐
θυμία τὴν ἐπὶ τὴν [κα]κίαν ὁδὸ(ν) ἀγνωστοτέραν ἐργάζεται, αὐτὴ δὲ ἐπιτεινομένη κ[αὶ] παντελῆ λήθη〈ν〉 τῆς ἐνεργείας [αὐ]τῆς ἐνποι‐184
30>εῖ· τοῦτο γὰρ εἴη τὸ “ἀπ[ε]νέγκαι〈το〉 αὐ‐ >τὴν σκότος”. αὐτὴ δ’—αὐ[τ]ὴ ἡ κακία λέγω—καὶ κατάρας ἀξ[ία] ἐστίν, τὰ ἄξια κατάρας τοὺς ἐνε[ργ]οῦντας αὐ‐

61

>>τὴν ἔχε[ιν] παρασκευάζουσα. “μὴ εἴ‐ >>η εἰς ἡμ[έρ]ας ἐνιαυτοῦ μηδὲ ἀριθμη‐ >>θείη εἰς [ἡμ]έρας μηνῶν, ἀλλὰ ἡ >>νὺξ ἐκε[ίν]η ε[ἴ]η ὀδύνη.” ἐν ἀριθμῷ
5καὶ μνή[μῃ ὁ] ἅγιος οὐ βούλεται εἶ‐ ναι τὴ[ν ἡμέρ]αν τῆς ἐκπτώσεως ὀδυνη[ρᾶς γ]ινομένης {διὰ μετα‐ νοίας}
8aδι’ ἐκείνην τὴν σκοτώδη αἰτίαν καὶ νύκτ〈α〉
8aδιὰ τὸ ἐπίπονον
8bκαὶ ἀφεγγὲς καλου[μένη]ν, ἵν’ ἐκ τῆς μετανοίας
8γ[ένητ]αί τις διόρθωσ[ις] ἀφι‐ στῶσι σ̣[... ν]υκτὸς καὶ ἐνάρ[ιθ]μο(ν)
10τὸν ἐν [τῇ με]τανοίαι γεγεν[ημ]έ‐ νον ἀπ[οτελ]ῇ ὡς ἐνπεριέχ[εσθ]αι τῶι ἐνια[υτῶ]ι ἐκείνῳ περὶ οὗ [ὁ ψ]αλ‐ >μῳδός φ[ησι]ν· “εὐλογήσεις τ[ὸν σ]τέ‐ >φανον τ[οῦ ἐ]νιαυτοῦ τῆς χρ[ησ]τό‐
15>τητός σου”, [κα]ὶ ψάλλειν προκ[όπ]το(ν)‐ >τα· “πολυω[ρή]σεις με ἐν βουλῇ σου >>ἐν δυνά[μ]ει σου.” “καὶ μὴ ἔλθοι ἐπ’
>>αὐτὴν εὐ[φρ]οσύνη μηδὲ χ[α]ρμο‐ >>νή.” φιλ[έτ]αιρος ὢν ὁ ἅγιο[ς] εὔχε‐186
20ται μηδ[έν]α πτώσει ἐνευφραί‐ νεσθαι ἢ ἥδεσθαι ἐν τούτωι. πολ‐ λάκις γὰρ [ὁρ]ῶντές τινα ἐπὶ κακὰς πράξεις [σ]πεύδοντα εὐχοίμεθα λέγοντ[ες]· ‘μὴ τύχοι τοῦ σπουδα‐
25ζομένο[υ].‘ ταύτῃ τῇ γνώμῃ καὶ ὁ ἅγιος ἐπ[ε]υχόμενος ψάλλει, οὐ κατα‐ >ρώμενο[ς]· “ἄλαλα γενηθήτω τὰ χεί‐ >〈λ〉η τὰ δό[λι]α τὰ λαλοῦντα κατὰ >τοῦ δικ[αίο]υ ἀνομίαν ὑπερηφανί‐
30>ᾳ καὶ ἐξ[ου]θενώσει.” τὸ δ’ ἄλαλα γενέσθ[αι] τὰ ἄδικα χείλη τί ἕτε‐ ρον εἴη [ἢ] παύσασθαι ἀδίκως λα‐ λοῦντα [ἐ]πιγνόντος τοῦ λαλοῦ(ν)‐ τος ὡς ἀπρεπὲς τὸ τοιοῦτον; καὶ οὗτος

62

οὖν εὔχεται ὅπως μ[ηδ]εὶς οὕτως διαστραφθείη ὡς ν[ομί]σαι, ὅτι χαρ‐ τόν ἐστιν ἢ εὐφροσύ[νη]ν ἐμποι‐ οῦν τὸ ὑποπεσεῖν τῇ [κα]ταστάσει
5τῆι ἀγούσῃ εἰς ἀν[θρωπ]ίνην ἀσθέ‐ νειαν. τοῦτο αὐτ[ὸς ὁ σ]ωτήρ φη‐ >σιν· “καλὸν ἦν αὐτ[ῷ εἰ οὐ]κ ἐγεννή‐ >θη ὁ ἄνθρωπος ἐ[κεῖνο]ς”, καὶ ἐν τῷ >Ἐκ]κλησιαστῇ δεί[κνυται]· “ἀγαθὸς ὑ‐
10>π]ὲρ τοὺς δύο τούτ[ους ὃς] οὔπω ἐγέ‐ >νε]το.” τῷ δὲ μήπω [γεγ]εννημένωι κα]τὰ τήνδε δηλ[ονό]τι τὴν γέν‐
ν]ησιν εἰ ἀγαθὸν σ[υμ]βαίνει, οὐκ ἀ‐ >>νυ]ποστάτως συμβ[αίν]ει. “ἀλλὰ κα‐188
15>>τ[αρ]άσεται αὐτὴν [ὁ κ]αταρώμε‐ >>νος τὴν ἡμέραν [ἐκ]είνην, ὁ μέλ‐ >>λων τὸ μέγα κῆτο[ς χε]ιρώσασθαι.” αὕτη ἡ εὐχὴ ὑπὲρ [λύσ]εως τῆς αἰτί‐ ας [τ]ῶν συμβάντω[ν, κ]ακῶν μὲν
20τοῖ[ς] παρ’ ἑαυτοὺ〈σ〉 εἰς τὴ[ν ὁ]δὸν ἐλθοῦ‐ σιν τῆς γενέσεως, π[ό]νων δὲ τοῖς δι’ ἑτέρους. εὔχεται ο[ὖν κ]ατάρᾳ ὑπο‐ π[ε]σεῖν τὴν τῶι ὄντ[ι ἀ]ξίαν κατά‐ ρας αἰτίαν τοῦ ἀνθρωπίνου συμ‐
25πτώματος, ἵνα καὶ ο[ἱ ἐ]ν αὐτῇ γι‐ γνόμενοι ἐπιγνόντ[ε]ς ὅτι κατά‐ ρας ἐστὶ πλήρης φύγω[σι] ταύτην ὡς θεοῦ καταρωμένου. [εὖ] δὲ καὶ τὸ συνάψαι τῶι καταρω[μέ]νῳ θεῶι
30οὐχ ἑτέραν ἐνέργει[αν] αὐτοῦ ἀλλὰ τὴν κατὰ τὴν οἰκονομ[ί]αν. οὐκ εἶ‐ >πεν γάρ· “ἀλλὰ καταράσ[ε]ται αὐτὴν >ὁ καταρώμενος τὴν ἡμέραν ἐκεί‐

63

>νην” κα[ὶ ἐπήγ]αγεν ‘ὁ δημιουργόσ‘ ἢ ‘ὁ δι‐ >δάσκων‘—[οὐ κ]αὶ ταῦτα ἕπεται, ἀλλ’ “ὁ >μέλλω[ν τὸ] μέγα κῆτος χειρώσα‐ >σθαι”. ἐπ[εὶ γὰ]ρ [ὁ] διάβολος {ο} καὶ κῆ‐
5τος εἴρη[ται αἴτ]ιος τῆς πτώσεω[ς τῶν ἀν[θρώπ]ων γεγονώς, ὑπὲ[ρ δὲ ταύ[της, ἵν]α λυθῇ, τὴν εὐ[χὴν ἀναφέ[ρει, ἀκ]ολούθως τῇ πρ[οφη‐
>τείᾳ χρ[ῆται, ὡ]ς “καταργηθήσε[ται190
10>ὁ τὸ κρά[τος ἔχ]ων τοῦ θανάτου [δι‐ >άβολος,” κα[ὶ γὰρ] τοῦτον προεῖδ[εν τῆι καθα[ρότ]ητι τῆς ψυχῆς [ὑπὸ τοῦ ἁγίου [πν(εύματο)]ς 〈κινούμενοσ〉 ὡς καὶ
13τοῖς ἁγίο[ις >δοθῆνα[ι ἐξ]ουσίαν “πατεῖν [ἐπά‐
15>νω ὄφεω[ν] καὶ σκορπίων κα[ὶ ἐ‐ >πὶ πᾶσαν [τὴ]ν δύναμιν τοῦ [ἐχθρο]ῦ”, ἵνα καὶ ο[ἱ ἄλ]λοι ἐκ τούτων ἀν[α‐ νήψαν[τες] ἀπαλλαγῶσι τῆ[ς ἀν‐ τεχούση[ς ἁ]μαρτίας ὡς διὰ τ[ὸ πρ]ο‐
20>κόψαι ἐν [ἀρε]τῇ ἀκοῦσαι· “ἐπ’ [ἀσπί‐ >δα καὶ βα[σιλίσ]κον ἐπιβήσῃ κ[αὶ κα‐ >ταπατή[σεις] λέοντα καὶ δράκ[οντ]α”, ὅς ἐστιν [ὁ δι]άβολος. εἴρηται γ[ὰρ π]ε‐ >ρὶ αὐτοῦ· “ὁ [ἀν]τίδικος ἡμῶν διάβ[ο‐
25>λος ὥστε [λέω]ν περιπατεῖ ζητῶν τί‐ >να καταπ[ί]ῃ”, καὶ πάλιν· “συνέτρι‐ >ψας τὰς κ[ε]φαλὰς τοῦ δράκοντος.” καλῶς δ[ὲ τ]ὸ “ὁ μέλλων” εἴρηται, δηλοῦν [τὸ] κατὰ τὴν ἐνανθρώ‐
30πησιν. ο[ὐ γ]ὰρ ἥρμοζε γυμνῇ θε‐ ότητι κα[τ]αργῆσαι τὸν διάβολον, ἀλλὰ διὰ [το]ύτου ναοῦ τοῦ λόγου γεγενημένου, ὃς ἐκ σπέρματος

64

τοῦ ἀπα〈τη〉θέντος καὶ β[λαβ]έντος ὑ‐ πὸ διαβόλου γεγένη[ται]. καύχημα γὰρ αὐτῷ ἦν εἰ γ[υ]μ[νῇ] θεότητι
χειρωσάμενος α[ὐ]τ[ὸν ὑ]πῆρχεν.192
5τὰ] διάφορα δὲ ὀν[όματα] τοῦ διαβό‐ λ]ου ἐνεργείας α[ὐτοῦ δι]αφόρ〈ου〉ς, οὐ]κ οὐσίας δηλο[ῖ. διάβο]λος γὰρ κ]αὶ ἀντικείμε[νος καὶ] πονηρὸς κ]αὶ λέων καὶ δ[ράκων] καὶ ὄφι〈σ〉
10κ]αὶ κῆτος διὰ τὸ[ν τρόπ]ον λέγε‐ τ]αι, διαφόρως α[ὐτοῦ] τὴν κακί‐ α]ν ἐνεργοῦντ[ος, ὅ]περ ἀνατρε‐ π]τικόν ἐστιν τ[οῦ Μ]ανιχαϊκοῦ δό]γματοσ.
15>>”[σκο]τωθείη τὰ ἄστ[ρα τ]ῆς νυκτὸς ἐ‐ >>κ]είνης καὶ μὴ ὑ[πο]μείναι καὶ >>εἰς φωτισμὸν μ[ὴ ἔ]λθοι, καὶ μὴ >>ἴ]δοι ἑωσφόρ[ον ἀν]ατέλλοντα.” τ[ὰ] ἐν τῇ ἡμέρᾳ [τ]ετάρτῃ γε‐
20γ]ενημένα ἄστ[ρα—τ]αὐτὰ ἄχρι τῆς συ]ντελείας—πάση[ς ἐσ]τὶν νυκτὸς κα]ὶ οὐ τῆσδε μὲ[ν τάδε], τῆσδε δὲ] τάδε, ὥστε τὸ ”[ἐκε]ίνης” προσ‐ κε]ίμενον τῆς ἱσ[το]ρίας ἡμᾶς
25ἀπάγει· οὐ γὰρ μία [ν]ὺξ ἰδικῶς ἕτερα ἄστρα ἔχει, ἵ[ν]α καὶ περὶ αὐτῶν λεχθῇ ὅπ[ω]ς σκοτωθῶ‐ σιν. ἄλλως δέ, πῶ[ς ο]ὐκ ἀπᾷδο(ν) ἀνδρὸς σοφοῦ τὸ ε[ὔχ]εσθαι σκο‐
30τωθῆναι ἄστρα ἃ ὁ [θ(εὸ)ς] εἰς τὸ φαί‐ νειν ἐποίησεν τ[οῦ]τό τε εὔχε‐ σθαι διὰ τὰ περιστ[ατι]κὰ τὰ αὐτῶι συμβάντα, ὅπερ τ[ῆς] ἀνδρείας αὐτοῦ ἐστιν καθαιρ[ετ]ικόν. διό‐194
35περ ἀνακτέον αὐ[τ]ὰ κατὰ τὰ προ‐

65

αποδοθέντα. εὔχεται οὖν ὁ ἅγι‐ ος μὴ α[ἱ]ρετὰ λογίζεσθαι τοὺς ἀνθ[ρώπ]ους τὰ μὴ ὄντα αἱρετά. ἐπ[ειδὴ] αἱ ψυχαὶ αἱ φιλαμαρτή‐
5μο[νες] ἔχουσί τινα τὰ πρὸς κα‐ κία[ν χε]ιραγωγοῦντα, ἢ διδα‐ σκ[αλίαν] τῶν κακῶν ἢ λογισμοὺς ε[ἰς ταῦ]τα ἄγοντ〈α〉ς, ἅπερ φῶς ἀ[π’ αὐτοῦ] λέγεται διὰ τὸ τρόπον
10τ[ινὰ προ]κοπὴν εἰς κακίαν ἐ[νποιεῖσ]θαι, εὔχεται ταῦτα μὴ συνδρα]μεῖν μηδὲ ὑπόθε‐ σιν εἶναι] τοῖς ἐπὶ κακίαν χω‐ >ροῦσιν, λέ]γων· “σκοτωθείη τὰ
15>ἄστρα τῆ]ς νυκτὸς ἐκείνης”, νυκτὸς λ]έγων τῆς ὁδοῦ τῆς εἰς τὴν ἀ]νθρωπίνην κατά‐ στασιν]. μηδὲν φαινέσθω ταῖς ψυχα]ῖς λαμπρὸν μηδὲ χει‐
20ραγω]γοῦν ἐπ’ αὐτήν, ἵνα πολ‐ λῶν δ]εσμὸς γένηται κακῶν ἐν] αὐτῇ. αὐτὴ μὴ ἔστω παρά‐ μο]νος ἀποστραφέντων αὐ‐
τὴ]ν λοιπὸν τῶν λογικῶν196
25δι]ὰ τὸ ἀφώτιστον, ὅ ἐστιν διὰ τὸ μ]ὴ εὑρίσκειν ἢ ἐνγίνεσθαι τοι]αῦτα ὑπεκκαύματα τὰ ἄγο]ντα ἐπ’ αὐτήν. ἐν αὐτῆι δὲ τα]ύτῃ μηδὲ ἑωσφόρος γένοι‐
30το] λόγος δοκῶν εἶναι φωτει‐ ν]ὸς διὰ πιθανότητα τοῦ δεῖν ἀ[ρ]έσκεσθαι τῇ ὁδῷ ταύτῃ. πολ‐ λ[ά]κις γὰρ ὁ φιλαμαρτήμων

66

ἐμμένει τῶι σφάλμ[α]τι ἢ τὴν ἡδο‐ νὴν ἀποδεχόμεν[ος] ἢ λογισμοὺς πιθανοὺς ἀνακιν[ῶν, ἐ]ξ ὧν οἴ‐ εται μὴ σφάλλεσθαι.
5>>“ὅτι οὐ συνέκλεισεν πύλ[ας γασ]τρὸς >>μητρός μου.” τὸ αἴτ[ιον τ]ῆς ἀρᾶς νῦν φαίνεται λέγων, [ὅπερ] ο̣ὐ̣κ̣ ἐπὶ τῆς αἰσθητῆς νυ[κτὸς ἁρ]μ̣ό̣‐ ζει, ἀλλὰ τῆς καταστ[άσεως] ὡς
10ἔφαμεν τῆς ἐπὶ τὸν [βίον ἀ]γού‐ σης. εἰ γὰρ μὴ ἦν αὐ[τὰς οἴξ]ασα, οὐδ’ ἂν ἠνοίγοντο π[ύλαι γασ]τ̣ρ̣[ὸς μητρός, ὅ ἐστιν οὐκ [ἂν ἦν ὁ ἐπώ‐ δυνος οὗτος βίος [οὐδὲ δι’ ἁμ‐
15αρτίαν τοιαύτης .[... ἐγεγόν‐ ει τὸ τοῦ γένους ἁμ[άρτημα. τούτου δ’ ὑπάρχον[τος οὐκ ἂν οὐδ’ ὁ κατ’ οἰκονομίαν κ̣[..... . διάγων διὰ ταύτης [τ]ῆς [καταστά‐
20σεως παρετείνετο, [ἅ]π[ερ εἰ‐ δὼς καὶ ὁ μακάριος Παῦλ[ος ἔφα‐ >σκεν· “κάλλιον ἀναλῦσαι κα[ὶ σὺν >Χ(ριστ)ῷ εἶναι. τὸ δὲ ἐπ[ι]μέν[ειν >τῇ σαρκὶ ἀναγκαιότερον [δι’ ὑ‐198
25>μᾶς”, ὥστε τὸ μὲν διά τ[ι], τὸ δ[ὲ ἀπο‐ λύτως καλὸν ὑπάρχειν. μ[ακά‐ ριον γὰρ τὸ ἐκτὸς εἶναι τ[οῦ ζῆν τούτου. τοῖς γοῦν γνωρίμ[οις ὁ >Ἰ(ησοῦ)ς λέγει· “οὐκέτι ἐστὲ ἐκ τοῦ [κό‐
30>σμου τούτου, ἀλλ’ ἐγὼ ἐξελε[ξά‐ >μην ὑμᾶς.” βέλτιον οὖν τὸ μ[ηδὲ τὴν ἀρχὴν πειραθῆναι τ[οι‐ αύτης ὁδοῦ, κἂν δι’ οἰκονομ[ί]αν

67

συμβαί[ν]ῃ. καλὸν γάρ, εἰ μηδεὶς ἐδέετο [ἰ]ατροῦ ὑγιὴς ὤν. οὕτω γὰρ ἠκο[λ]ούθει τὸ μὴ εἶναι ἐν τῇ αὐτῆι καταστάσει, ᾗ ἀκολουθεῖ
5καὶ ἐπίπονα καὶ ἀηδῆ, ὡς καὶ ἐπιφέ[ρ]ει. >>“ἀπ[ήλ]λα[ξ]εν γὰρ ἂν πόνον ἀπὸ ὀ‐ >>φθαλμ]ῶν μου.” οὐ μόνον τὸ(ν) θλίβο]ντα καὶ περιέχοντα αὐ‐
10τὸν πόν]ον δηλοῖ, ἀλλὰ καὶ ὅτι εἶδεν] πολλοὺς διαστρεφομέ‐ νους]· ὁ γὰρ τοῦ δικαίου ὀφθαλ‐ μὸς ἐκθ]έσμοις ἔργοις ἐνεργου‐ μένοι]ς ἀπὸ τῶν φαύλων βα‐
15ρύνε]ται. καὶ αὐτὸ δὲ τὸ ἐπιχω‐
ρεῖν] τῶι βίῳ πόνος οὐ μικρός. ἐν ἀδ]ικίαι ταῦτα πάντα ἔχει .....]‵ρ̣ε′να, ἅπερ ἤργει κακίας μὴ γινο]μένης. ἀλλὰ καὶ ὁ Ἁμ‐200
20βακοὺ]μ τοιαύτην ἀφίησι φω‐ >νὴν λ]έγων· “ἱνατί μοι ἔδειξας >κόπου]ς καὶ πόνους, ἐπιβλέ‐ >πειν τ]αλαιπωρίαν καὶ ἀσέβει‐ >>αν;”] “διὰ τί γὰρ ἐν κοιλίαι οὐκ
25>>ἐτελεύ]τησα, ἐκ γαστρὸς δὲ ἐξ‐ >>ῆλθον] καὶ οὐκ εὐθὺς ἀπωλό‐ >>μην;] ἱνατί δὲ συνήντησάν >>μοι τ]ὰ γόνατα, ἱνατί δὲ μα‐ >>στοὺ]ς ἐθήλασα;”
30τὴ]ν οἰκονομίαν τὴν διὰ τοὺς ὠ]φελουμένους ὡς ἔοικεν π]αραιτεῖται κατὰ τὸν Ἰωνὰν π]ρὸς τῷ καὶ διδασκαλίαν ἀ‐ π]αιτεῖν τῶν τοῦ θ(εο)ῦ κριμάτω(ν),

68

ὅπερ ἴδιόν ἐστιν τῶν [δι]καίων, οὐκ ἀγνοούντων παντε[λ]ῶς, ἀλλ’ ἵνα οἱ ἄλλοι μάθωσιν τὸ το[ι]ο̣ῦτο εἶδος τῶν λόγων προσωποποιουμέ‐
5νων. ὁ Ἰερεμίας γοῦν προσάγει >πεῦσιν· “δίκαιος εἶ, κ(ύρι)ε, πλὴν κρίμα‐ >τα λαλήσω πρὸς σέ”, ὅπ[ε]ρ δει[κ]τικὸ[ν ὑπάρχει τοῦ εἰδέναι ἃ [τούτοις >γίνεται, περὶ ὧν ἐρωτ[ᾷ· “τί ὅτι
10>ὁδὸς ἀσεβῶν εὐοδοῦ[ται;” τὸ τοῦ θ(εο)ῦ
κρίμα τῶι ὄντι πολλὴ[ν δέχεται ποικιλίαν ἀδίκων μ[ὲν εὐθη‐ νουμένων, δικαίω[ν δὲ στενο‐ χωρουμένων καὶ μυ[σαρῶν μετα‐202
15σχόντων, ὡς αὐτὸς ὁ Ἰ[ερεμίας ἅγιος ὢν ὡς καὶ ἐκ μή[τρας ἡγιά‐ σθαι, παθὼν δὲ τοσαῦτα ὡ[ς καὶ εἰς λάκκον βορβόρου ἐμβ[άλλεσθαι· ἀλλὰ καὶ Λάζαρος κ[αὶ ὁ πλού‐
20σιος—〈ὁ〉 μὲν κακοπαθῶν, [ὁ δὲ ζῶν με‐ τὰ πλείστης εὐπαθείας—τὸ τῶν ἀπορρήτων θ(εο)ῦ κριμ[άτων ἀκρι‐ βὲς ἐκφέρουσιν. “εὐοδ[εῖσθαι” δὲ τοῦτο καλεῖ ὡς πρὸς τ[ὴν τῶν
25πολλῶν δόξαν. οὐκ [ματαιολο‐ γῶν οὖν ἀλλ’ ἐρωτῶν [διὰ τὸ τοὺς ἄλλους μαθεῖν τὰ τοια[ῦτα ἐπι‐ φέρει ὁ ἅγιος. τούτου το[ίνυν ὑπάρχει καὶ τὸ ἐν ἑνὶ τῶν ψα[λ‐
30>μῶν λεγόμενον· “ὡς ἀγαθὸ[ς >τῷ Ἰσδραὴλ ὁ θ(εό)ς, τοῖς εὐθέσ[ι τῇ >καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸ[ν ἐ‐ >σαλεύθησαν οἱ πόδες, παρ’ ὀ[λί‐ >γον ἐξεχύθη τὰ διαβήματά [μου,

69

>ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰ‐ >ρήνην ἁμαρτωλῶν θεωρῶν.” ὅτι δ’ οὐκ ἀμφιβάλλει δῆλον· φη‐ >σὶν γάρ· “ὡς ἀγαθὸ〈σ〉 τῷ Ἰσδραὴλ
5>ὁ θ(εό)ς.” τα[ῦ]τα ποιεῖ νοούμενα πα‐
ρὰ τῶν εὐθεῖαν ἐχόντων καρ‐ δίαν. [ἑ]αυτὸν δ’ ὑποτίθεται σα‐ λ[ευόμ]ενον καὶ βέβαιος ὤν, τῶ(ν) δ[ὲ δυσα]ρεστουμένων πρόσω‐204
10π[ον ἀν]αδεχόμενος, ἵνα λοι‐ π[ὸν μ]ετὰ τὰ ῥήματα τοῦ διστα‐ γ[μοῦ τ]ὰ ῥήματα τῆς διδασκα‐ λίας ἐ]πενέγκῃ. καὶ ὁ Ἰὼβ γοῦ(ν) θ(εο)ῦ πυνθ]ανόμενος μαθεῖν θέ‐
15λει—το]ῦτο γὰρ εἰσάγει πρόσω‐ πον—τ]ῆς τοιαύτης διαγωγῆς αἰτία]ν. καὶ γὰρ πρὸς τὴν αἰτίαν τῆς ἐν] σώματι ὁδοῦ ὡσανεὶ ἀ‐ ναδε]χόμενός φησιν † ὅτι γὰρ
20.....]πεσόντες εἰς τοσαύτην .....]ν κακίαν ὡς δεηθῆναι πρὸς τὸ] σῶμα κοινωνίας καὶ βοηθο]ὺς τοὺς οἰκονομίας χά‐ ριν ἐλθ]όντας, ὥστε λέγειν τὰ ἐκ‐
25>τεθέν]τα. “διὰ τί γὰρ ἐν κοιλίαι >οὐκ ἐτ]ελεύτησα;” εὐλαβείᾳ γὰρ οἱ ἅγι]οι παραιτοῦνται τὸ ἐγχει‐ ρίζεσ]θαι τὴν τῶν ἀσθενεστέ‐ ρω]ν ὠφελίαν. διὰ τοῦτο αὐτὸ
30>κα]ὶ τὰ ἑξῆς δέ φησιν· “ἐκ γαστρὸς >δὲ] ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπω‐ >λό]μην;” ὡσαύτως καὶ τό· “ἱνατί συ‐ >νή]ντησάν μοι τὰ γόνατα; ἱνα‐ >τί δ]ὲ μαστοὺς ἐθήλασα;” ἐβούλετο γὰρ

70

ὁ ἅγιος μὴ συμβῆναι [ν]όσον τοῖς λογικοῖς, ἵνα μὴ ἀκολ[ο]υθία γένη‐ ται τοῖς καθαροῖς δι’ αὐτ[ο]ὺς ἐλθεῖν >ἰατρείας τρόπῳ. εὖ δὲ καὶ τό· “ἱνατί206
5>συνήντησάν μοι τὰ [γ]όνατα;”, ὅπερ δηλοῖ πορείαν. [τ]οῖς μὲν γὰρ ἄλλοις διὰ τὰ ἴδι[α πτ]αίσμα‐ τα ἐνταῦθα ἠκολούθ[ει ὁ βίο]ς, τοῖς δὲ ἁγίοις συνήντ[ησεν] οὐχ
10ὡς ὑπευθύνοις, ἀλλ’ [ὡς οἰκο]νο‐ μίαν ἐκτελοῦσιν. >>“νῦν ἂν κοιμηθεὶς ἡσύχα[σα, ὑπν]ώ‐ >>σας δὲ ἀνεπαυσάμην [μετὰ βα‐ >>σιλέων βουλευτῶν γῆ[ς.”
15εἰ γάρ, φησίν, μὴ τοιαύτη [ἀκολου‐ θία καὶ εἱρμὸς ἐγεγόνε[ι ὡς ὁδεῦ‐ σαί με ἄχρι ταύτης τῆ[ς καταστά‐ σεως διὰ τοὺς χρῄζον[τας θερα‐ πείας, ὅ ἐστιν εἰ ἐν κοι[λίᾳ ἐτύγ‐
20χανον τελευτήσας ἐκ [γαστρὸς μὴ ἐξελθὼν καὶ εὐθὺς π[εριαιρούμε‐ νος 〈καὶ〉 μὴ συναντήσα[ντά μοι ὑπῆρξεν τὰ γόνατ[α μηδὲ μα‐ στοὺς ἐθήλασα, ὅ ἐστιν [εἰ μὴ διὰ
25τὴν ἡμῖν ἐγχειρισθε[ῖσαν ἐ‐ >πίπονον οἰκονομί[αν, “νῦν >ἂν κοιμηθεὶς ἡσύχασα”, [ὅ ἐστιν· παῦλαν ἐσχηκὼς ἐν αὐτ[ῇ τῇ βιοτῇ τῶν θείων καὶ οὐρ[ανί‐
30ων λογικῶν διῆγον διατρ[ιβήν. οἱ βασιλεῖς καὶ βουλευταὶ τ[υραν‐ νοῦσι γῆς τῶν πραέων, π[ερὶ ὧν >εἴρηται· “μακάριοι οἱ πραεῖ[ς, ὅτι208

71

>αὐτοὶ κλ[η]ρονομήσουσι τὴν γῆν”, ἐκλαμβανόντων ἡμῶν βα‐ σιλεῖς μὲν τοὺς ἐν ὑπεροχῇ, βου‐ λευτὰς τοὺς ὑποδεεστέρους,
5ὧν οἱ βασιλεῖς ἄρχουσιν. τοιαύ‐ την ἀναλογίαν περιέχει ἡ πα‐ ραβολὴ ἡ ἐν τοῖς εὐαγγελίοις· >“γίνου ἐ]πάνω δέκα πόλεων ἢ πέντε].” >>“οἳ ἠγαυριῶντο ἐ‐
10>>πὶ ξίφ]εσιν.” οὐ φιλοπόλεμός τις ὢν ὁ ἅ]γιος μετὰ τοιούτων βα‐ σιλέω]ν κατὰ τὸ πρόχειρον δι‐ αγαγ]εῖν ἐβούλετο, οἵτινες ἕτοιμο]ι πρὸς τὸ πολεμεῖν ὄν‐
15τ[ες τ]ὰς ἐν τοιούτοις διαγωγὰς καλὰς] νομίζουσιν, ἀλλ’ ἐπιστά‐ >μενο]ς “ὅτι ἡ πάλη τοῖς ἁγίοις >οὐ πρ]ὸς αἷμα καὶ σάρκα” κατὰ τὸ(ν) >ἀπόσ]τολόν ἐστιν, “ἀλλὰ πρὸς
20>ἀρχάς], πρὸς ἐξουσίας, ἀλλὰ πρὸς >τ[οὺς κ]οσμοκράτορας τοῦ σκότους >τ[ούτου], ἀλλὰ 〈πρὸσ〉 τὰ πνευματικὰ >τ[ῆς π]ονηρίας”, πρὸς οὓς οἱ κα‐ λ[ῶς] πολιτευόμεν〈οι〉 τὴν σωτή‐
25ριον] “πανοπλίαν” ὡπλισμένοι
προμ]άχονται, μετ’ ἐκείνω(ν) ἐβο]ύλετο ἔχειν τὴν διαγωγὴ(ν) μὴ] πειραθεὶς ἀνθρωπίνης γε]νέσεως. ἀλλ’ εἷς ἐκείνων εἰ‐210
30ρην]αίων ἐτύγχανεν καὶ ὁ ὑπὸ Ἰ(ησο)ῦ] τοῦ τοῦ Ναυὴ ὀφθεὶς ἀρχι‐ σ]τράτηγος τοῦ κ(υρίο)υ, ᾧ καὶ εἶπεν· “ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίω(ν);”.

72

διακριτικὸς ὢν ὁ ἅγιο[ς] καὶ οὐ πρό‐ χειρος γιγνώσκ〈ει〉, ὅτ[ι] καὶ ὁ ἀν‐ >τίδικος πολλάκις “μετασχηματί‐ >ζεται εἰς ἄγγελον φωτός”. οὗτοι
5δὲ καὶ γαῦροι τυγχάνουσιν οὐκ ἀλαζονεία〈ν〉 προτιμῶντες, ἀλλὰ τῇ νίκῃ τῇ κατὰ τῶν ἐν[α]ντίων χαί‐ >ροντες καὶ “ἀγαλλιώμ[ενοι ἐν >>θ(ε)ῷ”. “ἢ μετὰ ἀρχό[ντων, ὧν
10>>πολὺς ὁ χρυσός, οἳ ἔπλ[ησαν τοὺς >>οἴκους αὐτῶν ἀργυρίο[υ.” τῆς αὐτῆς ὄντα διανοίας καὶ τὰ ν[ῦν προ‐ εκτεθέντα οἰκείως τῶι [προσώπῳ τοῦ ἁγίου ἐκδεξώμεθ[α. οὐ γὰρ] φιλ‐
15άργυρος ὢν ἢ κόλαξ μ[ετὰ πλο]υ‐ σίων διάγειν εὐκτέο[ν ἡγεῖ]τ̣ο̣, ὅ〈σ〉 γε τὴν πάντων τῶν κ̣[τημά‐ των καὶ χρημάτων ἀ[πώλεια]ν γενναίως ἤνεγκεν π[λοῦτό](ν)
20τε οὐκ ἐδέξατο τῶν φίλ[ων ἀκο‐ λάκευτος ὢν καὶ ἐλευθ[έραν ἔχ]ω(ν)
πρόθεσιν καὶ λόγον ἀ[σάλευτ]ο(ν), ὡς μετὰ τοιούτων ἀρχ[όντω]ν ἐβούλετο αὐτῷ εἶναι τ[ὴν διατρι‐212
25βὴν καὶ βασιλέων, οἳ τῷ [πλού‐ τῳ κεκοσμη〈μέ〉νοι ἐτύγχα[νον. ἀγα‐ θὸν πλοῦτόν τισιν οἰομ[ένοις πεπλουτηκέναι γράφει [ὁ θαυ‐ >μάσιος Παῦλος· “ἤδη ἐπλου[τήσα‐
30>τε· χωρὶς ἡμῶν 〈ἐ〉βασιλεύσατε· [καὶ >ὄφελόν γε ἐβασιλεύσατε, ἵνα [καὶ >ἡμεῖς ὑμῖν συνβασιλεύσωμ[εν.” πολὺν γὰρ χρυσόν, ὃς δηλοῖ [καθαρ‐ ὰν νόησιν, οὗτοι κέκτηντ[αι,

73

καθαροὶ καθαρῶς τῶι φωτὶ τῆς γνώσεως προσπελάζοντες. οὗ‐ τοι δ’ αὐτοὶ καὶ τῷ ἀν〈α〉λόγῳ τῆς φύσεως, {οὐ} 〈τῷ〉 προφορικῶι 〈λόγῳ〉, τοὺς ἰδί‐
5ους οἴ[κ]ους ἐνέπλησαν, τὸν ἑ‐ αυτῶν̣ νοῦν κοσμηθέντες τ[ῇ] μετουσίᾳ λόγου ἐκ τῆς ὑπερ‐ βαλο]ύ̣σης καθαρότητος, μη‐ δὲν τ]ῆς τοιαύτης ἔχοντες κα‐
10ταστά]σεως, ἐν ᾗ γέγονεν ὁ Ἰὼβ οἰκον]ομίας χάριν, ἥτις διὰ τὴν] πρὸς ἀνθρώπους ὁμιλί‐ αν τε κ]αὶ διατριβὴν τὸ ὅμοιον τοῦ τοι]ούτου νοῦ ἀθόλωτον οὐκ
15ἔχει, ὅ]περ ἀποσμηχθείη δι‐ ὰ τὸ μ]ὴ εἶναι ἁμάρτημα, ἄλ‐
λο δέ] τι προσγεγονός, ὃ τῆς ἑ‐ τ[έρω]ν ὠφελίας χάριν συνβέ‐ >>βηκε]ν. “ἢ ὥσπερ ἔκτρωμα214
20>>ἐκπο]ρευόμενον ἐκ μήτρας >>μητρ]ός, ἢ ὥσπερ νήπιοι, οἳ >>οὐκ εἶ]δον φῶς.” >τῷ· ”[ἱνατί] δὲ μαστοὺς ἐθήλασα” τοῦτο] προσαποδίδοται διὰ μέ‐
25σου εἰρ]ημένων τῶν στίχων >ἀπὸ τ]οῦ· “νῦν ἂν κοιμηθεὶς ἡ‐ >σύ]χασα” ἕως τοῦ· “οἳ ἔπλησαν >τοὺ]ς οἴκους αὐτῶν ἀργυρίου.” εἴ]η̣ οὖν ἡ αὐτὴ διάνοια τοῖς
30πρ]ότερον εἰρημένοις· ὡς γὰρ ἀβ]ούλητον ἐτύγχανεν τὸ εἰς γέ]νεσιν ἐλθεῖν, οὕτω καὶ τὸ ἐν] ἐκτρώματι γενέσθαι χαρ‐
τὸν] αὐτῷ, ἵνα μὴ ἐπὶ πλεῖον216

74

τῆς κατὰ γένεσιν ταύτην μετα‐ σχῇ διαγωγῆς καὶ συντριβῆς ἢ εἰ κἂν νήπιος γέγονε〈ν〉, πάλιν ὑποστρέψας ᾖ{ν}, ὅπω[ς] μὴ ἐν ἕ‐
5ξει ἡλικίας μετὰ τὴν νηπιώδη γένηται. καὶ γὰρ τῶι ὄντι οὐκ ἔ‐ ξω ἀπορίας καὶ ζητήσεως ε̣ἴ̣η ἂν τὸ τοιοῦτον, τῶν μὲν ο̣ὐ̣[κ εἰς τὸ ζῆν ἡκόντων, τῶν δὲ με[τὰ τὴν ἀ‐
10πότεξιν εὐθὺς πάλι[ν ἀποθνῃ‐ σκόντων, ἅπερ ὁ φιλό[σοφος ἐ‐ ρευνῶν εἴσεται οὐ〈χ〉 ὡς α̣[ὐτὰ τυ‐ χικῶς γίνεται, δικαίο[υ καὶ ἀγα‐ θοῦ τοῦ θ(εο)ῦ τυγχάνοντ[ος καὶ
15λόγωι καὶ τάξει καὶ μέ[τρῳ στ]α‐ θμῷ τε τὰ πάντα τοῦ θ(εο)ῦ τῶν [ὅλων διοικοῦντος. οἶδεν [αὐτὸς κ]αὶ ὁ ἅγιος τὸ κρίμα καὶ οὐκ [ἀμερ]ι̣‐ μνῶν τοῦτό φησιν, ἀ[λλὰ τὴ]ν
20βελτίονα κατάστασιν [αἰνῶν κ]αὶ ταύτην προτιμητέα[ν εἶναι πειθόμενος. >>“ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν [θυμὸν >>ὀργῆς, ἐκεῖ ἀνεπαύ[σαντο κα‐
25>>τάκοποι τῷ σώματι, ὁ[μοθυμαδὸν >>δὲ οἱ αἰώνιοι.” ὅλος ὁ εἱρμὸς τῶν ὑπὸ τοῦ Ἰὼ[β εἰρη‐ μένων διανοίας θείας π[ει‐
ρώμενος διδασκαλίαν [ἐπά‐218
30γει τῆς τῶν ἀνθρώπων δ[ια‐ φόρου γενέσεως. διαλαβὼ[ν γὰρ περὶ τοῦ εὐκτέον αὐτῷ ε[ἶναι μὴ πλησιάσαι τῆι ὁδῷ τῇ [ἀνθρω‐ πίνῃ μηδὲ γεννηθῆν[αι ἢ

75

γεννηθέντα εὐθὺς τοῦ ζῆν τού‐ του ἀπαλλαγῆναι, ἐπάγει καὶ α[ἰ]τίαν τινὰ διδάσκων, ὡς ταῖς ἀντικ[ει]μέναις δυνάμεσιν χαρ‐
5τ[ὸ]ν ὑπάρχον τοῦτο οὐ μικρῶς ἐ[σ]πουδάζετο. ἐπεὶ γὰρ ὁ λόγος ἔ[δ]ειξεν, ὡς διὰ σφάλματα γε‐ ν[έ]σεως διαφόρου{ς} ἔτυχον αἱ ψ[υχαί], φιλαμαρτήμονες δὲ
10δ[ιάβο]λος καὶ οἱ σὺν αὐτῷ ὡς κ[αὶ δ]ιεγείρειν εἰς κακίαν τοὺς δ[ιδο]μένους αὐτῇ, αὐτὸ τοῦτο >ἑρμ]ηνεύει λέγων· “ἐκεῖ ἀσεβεῖς >ἐξέκ]αυσαν θυμὸν ὀργῆς”, “ἐκεῖ”
15λέγω]ν τὸν ἕτερον παρὰ τοῦτο(ν) >κόσ]μον ὡς ἐν τῷ· “γυμνὸς ἐξ‐ >ῆλθ]ον ἐκ κοιλίας μητρός μου, >γυμ]νὸς καὶ ἀπελεύσομαι ἐκεῖ.” ὅμω]ς̣ δ’, εἰ καὶ χαρτὸν ταῖς πονη‐
20ραῖς δ]υνάμεσιν τὸ τοιοῦτο(ν), προεῖδ]ε θεὸς οἰκονομῶν καὶ ἑκάσ]τῳ νόμους δέδωκεν κωλύο]ντας τὸ ἁμαρτάνειν,
ὥστε] ἐν τούτωι διάγοντας220
25τῷ σώ]ματι οὐράνια φρονεῖν καὶ] ποθεῖν τὴν ἐκεῖ ὡσαύτως δια]τριβήν, ἵνα κεκμηκὼς τῷ] σώματι καὶ κατάκοπός τις γ]εγενημένος τῷ παλαίειν
30πρ]ὸς τὴν κακίαν ἀνάπαυσι(ν) >ἔχ]ῃ. τοῦτο γὰρ σημαίνει τό· “ἐ‐ >κε]ῖ ἀνεπαύσαντο κατάκοποι

76

>τῷ σώματι.” οἱ γὰρ ἅγιοι εὐαρ〈ε〉στήσα(ν)‐ τες διὰ πολλῶν ἐπὶ γῆς {διὰ πολ‐ λῶν} θλίψεων, ἐξ ὧν [κ]ατάκοποι τῶι σώματι καὶ οὐ τῶι φρον[ή]μα‐
5τι γίγνονται, τὴν ἀνάπαυ[σι]ν μετ’ ἀγγέλων ὁμοθ[υ]μ〈αδ〉ὸν [ἔ]χου‐ σιν αἰωνίων τυγχανόν[τ]ω(ν). εἰ δὲ ἐκεῖνοι αἰώνιοι, ὁμο[θυ]μα‐ δὸν δὲ ἡ ἀνάπαυσι〈σ〉 α[ὐτῶν] ὑ‐
10πάρχει, δῆλον ὡς καὶ α̣[ἱ ψυχ]αὶ αἰώνιοι· ἀθάνατοι γὰ[ρ καὶ τ]ῶ(ν) προσκαίρων καταφρ[ονή]σ̣α‐ σαι τὰ αἰώνια ἔχουσι. σ̣[ημει‐ ωτέον, ὅτι τὸ αἰώνιον [κατὰ
15πλείονας λέγεται τρό[πους· σημαίνει καὶ τὸ ἄναρχ[ον καὶ >ἀτελεύτητον ὡς ἐν τῷ· [“θ(εὸ)ς αἰ‐ >ώνιος.” λέγεται γὰρ αἰώ[νιος ὁ θ(εὸ)ς τῷ μήτε ἀρχὴν μή[τε τέλος
20ἔχειν ὑπάρξεως. καὶ ἄ̣[λλο τι τὸ
>αἰώνιον, καθ’ ὃ εἴρητα[ι· “τὰ μὴ βλε‐ >πόμενα αἰώνια.” οὔτ[ε γὰρ ὡς θ(εὸ)ς ταῦτα αἰώνια, ἀλλ[ὰ διὰ τὸ μὴ διαπίπτειν μένον[τα ἀεὶ ἐν τῷ222
25αὐτῷ. καὶ ἑτέρως τὸ αἰώ[νιον, ὅταν συνμετρῆται τῷ π[αρόν‐ >τι, καθ’ ὃ εἴρηται· “φρονιμώ[τεροί >εἰ〈σιν〉 οἱ υἱοὶ τοῦ αἰῶνος τ[ούτου >ἐν τῇ ἑαυτῶν γενεᾷ.” λέγε[ται
30δὲ καὶ ὁ παρεκτείνων τῇ ζ[ωῇ τοῦ ἀνθρώπου χρόνος α[ἰών. περὶ γοῦν τοῦ Ἑβραίου τοῦ [μὴ βουληθέντος ἐλευθερωθ[ῆναι ἐν

77

>τῷ [ἑ]βδόμῳ ἔτει κεῖται, ὅτι “ἔσται >σο[ι δ]οῦλος εἰς τὸν αἰῶνα”. οὐ γὰρ δ[ιόλ]ου ἀνθρώπου τις δοῦλος μέ‐ ν[ει κ]αὶ μετὰ τὸν θάνατον. κα‐
5τ[ὰ το]ῦτο τὸ σημαινόμενον >κ[αὶ] Παῦλος γράφει· “εἰ κρέα σκαν‐ >δ[αλ]ίζει τὸν ἀδελφόν μου, οὐ >μ[ὴ] φά[γ]ω κρέας εἰς τὸν αἰῶνα”, ἀ[ντὶ] τοῦ· διὰ βίου.
10>>“οὐ[κ ἤκουσ]αν φωνὴν φορολόγου.” ε̣[ἰσφορ]ᾶς γὰρ πεπλήρωται ο[ὗτος ὁ] αἰών, ἐν ᾧ διάγων οἰ‐ κ̣[ονομί]ας χάριν ἐνταῦθα ἧκε(ν). πολλοὶ] γὰρ εἰσίν, ὅσοι ὑπὸ τὸ
15ζυγὸν τῆ]ς ἁμαρτίας γεγενημέ‐ νοι φόρ]ους καὶ τέλη τῶι ἀν‐
τικει]μένῳ παρέχουσιν. τοιού‐ τοις φ]όροις ὑπόχρεων γεγενη‐ μένην τ]ὴν Ἱε(ρουσα)λ(ὴ)μ ὁ προφήτης Ἰ‐224
20ερημί]ας ἐθρήνει λέγων πε‐ >ρὶ αὐτ]ῆς· “ἄρχουσα ἐν χώραις >ἐγενή]θη εἰς φόρον.” ἥτις ἐστὶ(ν) πιστ]ῶ̣ν̣ ψυχῶν σύνοδος ἢ .....]....α τῆς οἰκείας ἐλευ‐
25θερία]ς τῷ ὠμοτάτῳ τυράννῳ .....].ω ὑπέταξεν ἑαυτήν. .....] ἅ̣γ̣ι̣οι οὗτοι καὶ δεικνύ(ν)‐ τες ..] τὸ ἐν τῶι εὐαγγελίῳ ὁ‐ πηνί]κα vacat

78

vacat
1vacat
1vacat
1βασιλέων δέ ἐστιν τὸ μὴ εἶ̣[ναι] ὑπο‐ τελεῖς. οὗτοι οὖν οἱ ἀπ[ο]λ[ελυμ]έ‐ νοι τῶν προσκαίρων [ἢ διὰ τ]ὸ μὴ πεπειρᾶσθαι αὐ[τῶν ἢ καὶ] με‐
5τὰ πεῖραν ἀνωτέρω [αὐτῶν ὄ]ν‐ τες, ἑκατέρως δὲ ἀλλ̣[οτρίω]ν ἔξω φόρου εἰσὶν μὴ [τοῖς πειρα‐ σμὸν ἐνποιοῦσιν .[..... ...
8vacat >>“ὁ μικρὸς καὶ μέγας {ε} ἐκεῖ [ἐστιν,
10>>καὶ θεράπων δεδοικὼ[ς τὸν >>κ(ύριο)ν καὶ τετευχὼς σκιᾶς.” τὸ ἀπροσωπόλημπτον [τοῦ διοι‐
κοῦντος ἐν τοῖς προκ[ειμένοις δείκνυται. οὐδὲ γὰρ ἑτέ[ρως κ(ύριο)ς226
15καὶ ἑτέρως δοῦλος ἢ π[ένης εἰς τὸν βίον εἰσέρχεται. οὐ [γὰρ ἐν τῷ· >“βασιλεύς τις ἢ τύρανν[ος” ἡ Σο‐ >φία διαγορεύει “ἑτέραν” [τινὰ >“γενέσεως ἀρχήν”· “μία” [γὰρ “πάν‐
20>των εἴσοδος εἰς τὸν β[ίον ἔξο‐ >δός τε ἴση”, καὶ εἰ διάφ[ορος κα‐ τὰ τὴν κίνησιν ὑπῆ[ρξεν. οὗ‐ τοι οὐχ ἑτέρως ἐγεννήθ[ησαν. ἀλλὰ καὶ ὁ θεράπων ὁ τῷ [κ(υρί)ῳ ὑ‐
25πηρετούμενος, εἰ καὶ μὴ [κ(ύριό)ς ἐ‐ στιν ἀλλὰ δοῦλος κ(υρίο)υ διὰ π[άσης

79

τῆ[ς] ὁδοῦ, σκιᾶς τυγχάνει, ἵνα ἐκ τα[ύ]της τῆς σκιᾶς συμβόλου λόγο(ν) ἐχούσης ἀναχθῇ ἀπὸ τῶν νό‐ μων τῶν δοθέντων καὶ ἐνταῦ‐
5θ[α] ἐπὶ τὴν οὐράνιον πολιτεί‐ αν]. ἐκδε〈κ〉τέον καὶ ἑτέρως· ἐν τῇ ζωῇ] ταύτῃ τῇ προσκαίρῳ μικροῦ καὶ] μεγάλου καὶ δούλου διαφο‐ ρὰ κα]θέστηκεν, τῆς πλεονεξί‐
10ας α]ὐτὴν εἰσαγαγούσης τὴν ποικ]ιλίαν. ἐν δὲ τῷ μέλλοντι >αἰῶν]ι “οὐκ ἔνι ἄρσεν” φησὶν >ὁ Παῦ]λος “καὶ θῆλυ, οὐκ ἔνι δοῦ‐ >λος ο]ὐδὲ ἐλεύθερος”. ὁμοίως δ’
15ἂν εἴ]ποι, ὡς οὐδὲ πλούσιος ἢ πέ‐
νης], ἀλλ’ ἡ τῶν ἔργων ἐπίδειξις, καθ’ ἣ]ν συμβήσεται τὸν ἐν τῶι ζῆν τ]ούτωι μικρὸν ἢ δοῦλον ἐκεῖ] μέγαν καὶ ἐλεύθερον νο‐228
20>μίζε]σθαι. “εἶδον” γάρ φησιν “δού‐ >λους ἐ]φ’ ἵππους καί” vacat πᾶν τὸ] ὑπολαμβανόμενον μέγα] ἐκεῖ ἐν κολάσει εὑρίσκε‐ ται]. τάχα δὲ καὶ οὕτω δυνατό(ν),
25ὅτι] ἀπεντεῦθεν ὁ μέγας παρ’ ἕ‐ κασ]τον ὢν μέγας κατὰ ἀρετὴν κἀ]κεῖ οὕτω εὑρεθήσεται καὶ ὁ μι]κρὸς ὡσαύτως. κατὰ ταύτη(ν) τὴ]ν διάνοιαν καὶ τὸ ἐν τῶι Ἐκ‐
30κλη]σιαστῆι φερόμενον ἐξεί‐ >λη]μπται οὕτως ἔχον· “ὅπου ἐὰν

80

>πέσῃ τὸ ξύλον, ἐκεῖ μενεῖ”, ξ[ύ]λο(ν) λέγων τὸν ἄνθρωπον, ὅστ[ι]ς εἰ ἔπεσεν ἐν κολάσει τουτέστ[ιν εἰ τέλος ἔσχεν τούτου τοῦ ζῆν ἐ(ν)
5>ἁμαρτίαις ὤν, οὕτως “ἔσται [ἐ]κεῖ”. >εἰ δὲ καὶ ἐν ἀρετῇ, ὁμοίω[ς· “π]ά(ν)‐ >τας” γὰρ “δεῖ παραστῆναι τ[ῷ βή‐ >ματι τοῦ Χριστοῦ, ἵνα κομ[ίσηται >ἕκαστος πρὸς ἃ διὰ τοῦ σώ[ματος
10>ἔπραξεν”. καὶ ὁ θεράπω[ν ὁ τῷ θεῷ δουλεύων νοη[μόνως ἐκεῖ ἐστιν σκιᾶς τυγχάν[ων καὶ ἀναπαύσεως, διαφυγὼ[ν τὸν
>καύσωνα τοῦ βίου· “διεσ[ώθη230
15>ἀπὸ καύματος υἱὸς νοή[μων”, οὐ καταφλεγεὶς ὑπὸ το[ῦ καύσω‐ νος κατὰ τοὺς ἐν τῆι πα[ραβολῇ μὴ εἰς βάθος τὸν σπόρο[ν ἀπ‐ οδεξαμένους καὶ ὑ[ποπεσόν‐
20τας τῷ φλογμῷ τῆς ἁμ[αρτίας. αὕτη ἡ ἐπαγγελία τῷ Δ[αυὶδ >λέγεται ἐν Ψαλμοῖς· “ἡμ[έρας ὁ ἥ‐ >λιος οὐ συνκαύσει σε κα[ὶ ἡ σελή‐ >νη τὴν νύκτα”, ὅπερ κ[ατὰ τὸ
25ῥητὸν οὐκ εὑρίσκομε[ν]. α̣[ὐτὸς γὰρ δίκαιος ὢν κατεπον[εῖτο ὑπὸ καύσωνος τοῦ αἰσθη[τοῦ, ἀκαταπόνητος ὢν ὑπὸ κα[ύσω‐ νος ἁμαρτίας. κοινὸν γὰρ [τὸ
30τῶν ἔξωθεν προσπιπτό[ντων ἀντιλαμβάνεσθαι δικα[ίου καὶ ἀδίκου, ἴδιον δὲ τοῦ σπουδ[αίου τὸ διαφεύγειν τὸν ἀπὸ τῆς [κακίας

81

>>καύσωνα. “ἱνατί γὰρ δέδοται [τ]οῖς >>ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύ‐ >>ναις ψυχαῖς; οἳ ὁμείρονται τ[ο]ῦ >>θανάτου καὶ οὐκ ἐπιτυγχά[ν]ου‐
5>>σιν ἀνορύσσοντες ὥσπερ θ[η]σαυ‐ >>ρ]ούς, περιχαρεῖς δὲ ἐγένοντο ἐὰ(ν) >>κατατύχωσιν.” τὸ κεκρυμμέ‐ νον καὶ οὐ πᾶσι φανερὸν κρίμα τῆς προνοίας ἐξετάζει ὁ ἅγιος
10παιδεύσεως τῶν ἀκουόντων ἕνεκα, ἵνα πρῶτον μὲν μ[ὴ] δυσ‐ αρεστῶνται τοῖ[ς] συμβαίνουσι(ν), ἔπειτα καὶ γ[ιγνώσκ]οντες ὅτι παρὰ θ(εο)ῦ γίν[εται, μή]τε ταὐτόματο(ν)232
15μήτε εἱμα[ρ]μένην αἰτίαν τῶν γιγνομένων λογίζωνται. ποικίλων γὰρ ὄντων 〈τῶν〉 ἀκολου‐ θούντων ἀν(θρώπ)οις συμπτωμά‐ των ὡς τὸν μὲν πένεσθαι, τὸν δ’
20ἐκ πλούτου εἰς π[ε]νίαν μεθί‐ στασθαι καὶ ταῦτ[α] διαφόρως, τὸν δὲ ἐν περιστά[σεσ]ι διαφόρ〈ο〉ις καὶ ἄλλον ἐν {κε} κακώσει, καὶ οὐ πάντως φαύλω[ν τ]οιούτων
25πεῖραν δεχομ[ένω]ν, ἀλλὰ καὶ σπουδαίων, ἐξ̣[ετάζων] τὸ κρίμα >ἐρωτᾷ λέγων· ”[ἱνατί γὰρ] δέδοται >τοῖς ἐν πικρίᾳ [φῶς;” εἰ] γὰρ καὶ οἶδεν, ἀλλὰ γο[ῦν ὑπομ]ενη[τι]κοὺς
30καὶ ἡμᾶς εἶναι β[ουλό]μενος παιδεύει, ὡς παρ[ὰ] θεοῦ τὴν τούτων ἀπεκδέχεσθαι διδα‐ σκαλίαν προσήκει. εἴη δὲ καὶ περὶ τῶν πικραινομένων

82

διὰ τὰς τῶν ἀνθρώπων ἀδικί‐ >ας λέγων· “ἱνατί γὰρ δέδοται τοῖς >ἐν πικρίᾳ φῶς;” τοιοῦτόν τι καὶ ὁ Ἰε‐ >ρεμίας αἰνιττόμενος ἔφη· “κατὰ
5>μόνας ἐκαθήμην, ὅτι πικ[ρ]ίας >ἐνεπλήσθην.” πικρίας δὲ ἐνε‐ πίπλατο διὰ τὸ θεωρεῖν τὰς περὶ τοὺς ἀν(θρώπ)ους ἀνωμαλίας καὶ ἀδικίας. οἱ δ’ αὐτοὶ οὗτοι καὶ234
10ὀ]δυνῶνται. ἢ οὐκ ὀδύνην εἶχεν ὁ μακ[ά]ριος Παῦλος λέ‐ >γων· “λ[ύπη] μ̣[οί] ἐστιν μεγάλη >καὶ ἀδι[άλειπτο]ς ὀδύνη τῇ καρ‐ >δίᾳ μου. ε[ὐ]χ[ό]μην γὰρ ἐγὼ ἀ‐
15>νάθεμα εἶν[α]ι ὑπὲρ τῶν ἀδελ‐ >φῶν μου τῶν συγγενῶν μου >κατὰ σάρκα”, οἵτινες διὰ τὸ “ἀπο‐ στρέφεσθαι τὴν ἀλήθειαν” ἐ‐ κτὸς αὐτ[ῆ]ς ἐτύγχανον; προσ‐
20έτι δὲ κ[αὶ] τοῦ θανάτου ὁμεί‐ >ρονται [λέ]γοντες· “κάλλιον ἀ‐ >ναλῦσα[ι κ]αὶ σὺν Χ(ριστ)ῷ εἶναι”, κα‐ >θάπερ ”[θη]σαυρὸν ἀνορύσσο(ν)‐ >τες” τὸν [εἰς το]ῦτο πόθον, ὡς λέ‐
25>γειν ἕ[να τῶ]ν ἁγίων· “οἴμμοι, >ὅτι ἡ [παροικί]α μου ἐμακρύν‐ >θη”, κ[αὶ Παῦλ]ον περὶ τῶν ὁμοί‐ >ων γρ[άφει]ν̣· “οὐ γὰρ ἔχουσιν ὧ‐ >δε μέν[ου]σαν πόλιν, ἀλλὰ τὴ(ν)
30>μέλλουσαν ἐπιζητοῦσιν.” διὸ οὐδὲ φιλόζωοι ὄντες ἕτοιμοι πρὸς τὸ ἀποθανεῖν εἰσιν, ὡς

83

λέγειν Παῦλον τὸν μακάριον·
>“καθ’ ἡμέραν ἀποθνῄσκω.” διὰ γὰρ τὴν ἑτοιμότητα τοῦτο [οὕ]τως ἔγραφεν. φιλόζωος δ’ οὐ[κ] ἂν236
5εἴποι τοῦτο. ἐπίστανται γὰρ οἱ ἅγιοι, ὅτι ἂν ἐξέλθωσιν ἐκ τού‐ του τοῦ βίου, τὰς θείας ἀμοιβὰς ἀ‐ >πολήμψονται. “ὥσπερ” οὖν “θη‐ >σαυρὸν ἀνορύττοντες” οὕτως
10εἰσίν, εἰ γὰρ καὶ τὸ ἀνορύττειν μετὰ καμάτ[ο]υ γ[ί]νεται. ὥσπερ οὖν καὶ αὐτ[οὶ οἱ ἅγι]οι διὰ πολ‐ λῶν 〈πόνων〉 εἰς τὴ[ν βασ]ιλείαν προσ‐ δοκῶσιν ε[ἰσ]έρχεσθαι—ἀλλ’ ἡ
15ἐλπὶς κουφίζει τὸν πόνον—, οὕτω καὶ οἱ ἐν ἀγῶνι ἀθλοῦν‐ τες πολλὰ κάμνουσι πρὸς τὸ(ν) στέφανον ἀποβλέπο[ν]τε[ς]. τοῖς αὐτοῖς ἁγίοις [ἁρ]μόζει καὶ τὸ
20ἑξῆς ἡμιστίχιο[ν], εἰ γάρ φησι(ν)· >“περιχαρεῖς δὲ ἐγ[έ]νοντο, ἐὰν >κατατύχωσιν.” οὐδ[εὶς] τῶν φαύ‐ λων, εἰ καὶ ἐν π[ερισ]τάσει ἐστὶ(ν) καὶ διὰ ταύτην [ἐπιθυ]μεῖ τοῦ
25βίου ἐξελθεῖν, π[εριχαρ]ὴς ἀπελ‐ θὼν γίγνετα[ι. εἰ γὰρ κα]ὶ̣ τῶν ἐνταῦθα θλι[βηρῶν ἀ]πέστη, ἀλλά γε διαδέχ[ονται αἱ] διὰ τὰ βε‐ βιωμένα κολ[άσε]ις. ἔτι δὲ καὶ
30ἀναχωροῦντε[ς] συναπερχο‐
μένας ἔχουσιν καὶ τὰς τῆς ψυ‐238

84

χῆς ὁρμὰς ἢ θυμοὺς ἢ ἀγριό‐ τητας ἢ ἕτερα πάθη, ἅπερ παρα‐ πεπήγασιν αὐτῇ ἐνταῦθα κρα‐ τυνθέντα. διὰ ἑπομένων κο‐
5λάσεων οὔκ εἰσι περιχαρεῖς. ἀκόλουθον οὖν καὶ τοῦτο περὶ τῶν ἁγίων νοῆσαι· ἢ οὐ περι‐ χαρεῖς εἰσιν ὑπ’ ἀγγέλων πα‐ ραπεμπόμενοι καὶ εἰς κόλπους
10Ἀ[β]ραὰμ καὶ ἐν βασιλείᾳ καταν‐ τῶντες ἀντι[κ]αταλαττόμε‐ νοι ταύ[την τῶν] περιστάσεων ὧν ἔξω[θεν πε]πόνθασιν καὶ ὧν ὑπὲρ ἀρ[ε]τ[ῆς † ε]ἰσήνενκαν
15πόνων; καὶ {α} Δα(υὶ)δ ὁ μακάριος εἰς ἐκεῖνα βλέπων καίτοι βασιλεὺς ὢν τὸ ζῆν καθάπερ δεσμωτήριον εἶναι λογιζό‐ >μενος ἔψ[α]λλεν πρὸς θ(εό)ν· “ἐξά‐
20>γαγε ἐκ φ[υ]λακῆς τὴν ψυχήν >μου.” οὐδ[ὲ γ]ὰρ αἰσθητῇ φυλακῇ ἐφυλάτ[τε]το. ἔστιν καὶ {η} ἀπὸ τοῦ ἐπιφ[ερ]ομένου λογίσασθαι, ὡς τὴν [ἐντεῦ]θεν ἀπαλλαγὴ(ν)
25>ἐπόθε[ι· λέγε]ι γάρ· “ἐμὲ ὑπομε‐ >νοῦσ[ιν δίκαιο]ι, ἕως οὗ ἀνταπο‐ >δῷς μ[οι.” καὶ γὰ]ρ ἰσοδυναμεῖ τῷ· >“ἵνα μ[ὴ χωρὶς] ἡμῶν τελειωθῶ‐
>σιν.” ὧν [ἀληθ]ιναὶ αἱ ἀνδραγα‐240
30θίαι, καὶ τὰ τ[ῶ]ν ἐπαγγελιῶν. εἰ δὲ τοῦτο, πῶς οὐ περιχαρεῖς οἱ ἅγιοι κατατ[υ]χόντες τοῦ τέλους

85

τοῦ ζῆν τούτου, μεθ’ ὃ ἡ τῶν οὐ(ρα)νῶν βασιλεία διαδέξεται; >>“θάνατος ἀνδρὶ ἀνάπαυσις· συν‐ >>έκλεισεν γὰρ ὁ θ(εὸ)ς κατ’ αὐτοῦ.” εἰ κατὰ
5τὸ πρόχειρόν τις ἐκλαβεῖν ἐθέ‐ λοι τοῦτο, εἴη ἂν λέγων, ὅτι τοῖς ἐν περιστάσει καὶ πόνοις ἀνά‐ παυσίς ἐστιν ὁ θάνατος, ἐπεὶ “συ(ν)‐ έκλεισεν ὁ θ(εὸ)ς κατ’ αὐτοῦ”, ἀποφη‐
10νάμενος τὰ περιστατικ[ά]. ὁ δὲ τῆι πρώτηι διανοίᾳ ἑπόμενος οὐδὲν ἕξε[ι ἐ]π[ικομ]π̣άζον φά‐ σκων, ὡς οὐ [πάντε]ς οἱ τελευ‐ τῶντες ἐν 〈ἀν〉[α]π[αύ]σει γίγνον‐
15ται τῷ τοὺς φαύλους διαδέχε‐ σθαι κολάσεις. παρασημειώσαι‐ το δὲ καὶ τοῦτο, ὡς οὐκ εἶπεν· ‘θάνατος ἀν(θρώπ)ῳ‘, ἀλλ’ “ἀνδρί”· ὁ γὰρ ἀνδρείαν ἔχων καὶ ἐν τῆι ἀρε‐
20τῆι ὢν ἀκατάπ[λ]ηκτός ἐστιν πρὸς τὸν θάνατ[ο]ν, ἑτοιμότα‐ τα ἔχων πρὸς αὐτὸν καὶ ψάλ‐ >λων· “ἑτοίμη ἡ κ[αρ]δία μου, ὁ θ(εό)ς, >ἑτοίμη ἡ καρδ[ία μο]υ.” οὗτος δ’
25αὐτὸς καὶ ἀνά[παυσι]ν ἕξει δι‐
αδεχομένω[ν αὐτὸν ἐ]παγγε‐ λιῶν. ἔτι δὲ π[ονῶν ἀν]άπαυ‐ σιν ἕξει, ὅτι ὅπ[ερ “συν]έκλεισεν κατ’ αὐτοῦ” ὁ θ(εὸ)ς [διὰ τῆ]ς κοινῆς242
30ἀποφάσεως τ[ῆς κ]ατὰ τοῦ Ἀδὰμ λέγων· “γῆ εἶ κα[ὶ] εἰς γῆν ἀπε‐ λεύσ〈ῃ〉”, λέλυτα[ι λο]ιπὸν “ἀπο‐ δράσης” αὐτῷ “ὀδύν〈η〉ς καὶ λύπης

86

>καὶ στεναγμοῦ” διὰ τὸ ἀκοῦσαι· “εἴσ‐ >ελθε εἰς τὴν χαρὰν τ〈ο〉ῦ κ(υρίο)υ σου.” >>“πρὸ γὰρ τῶν σίτων μου στεναγμός >>μοι ἥκει, δακρύω δὲ ἐγὼ συνε‐
5>>χόμενος φόβῳ. φόβος γὰρ ὃν ἐ‐ >>φρόντισα ἦλθέν μοι, καὶ ὃν ἐ‐ >>δεδοίκειν συνήντησέν μοι.” οὐκ ἀεὶ ὁ φόβος τὸν παθητικὸν σημαίνει οὐδὲ τὸν ἀστεῖον
10καὶ τέλειον, ἀλλὰ καὶ μέσον, περὶ ὃ{ν} οὔτ’ ὁ παθητικὸς οὔτ’ ὁ ἀστεῖος συ[μ]β[αί]νει, ἀλλ’ ὡς ἂν εἴποι τις ἐ‵γγ′[.....]τ̣ι τούτων διὰ τὴν ἑτέρ[ω]ν [ὠ]φελίαν γινό‐
15μενος ἢ διὰ π[τ]ῶσιν. ἐὰν γὰρ >λέγῃ ὁ μακάριος Παῦλος· “φο‐ >βοῦμαι, μή πως ὡς ὁ ὄφις ἐξ‐ >ηπάτησεν Εὕαν”, οὐ παθη‐ τικῶς ἔχει τὸν φόβον οὐδ’ ὁ τέ‐244
20λειος καὶ [κα]θαρὸς ἐν τούτωι σημαίνε[τ]αι, εἰ καὶ εἶχεν αὐ‐ τὸν ὁ σοφὸς Παῦλος, ἀλλ’ ἡ διὰ τὴν ἑτέ[ρω]ν σωτηρίαν φρον‐ >τίς. εἴρη[ται π]ερὶ τοῦ τελείου· “φό‐
25>βος κ(υρίο)υ π[άντα] ὑπερέβαλεν”, περὶ [δὲ τοῦ πα]θητικοῦ, ἵνα μὴ ἐ[πιφέρητ]αι, φησὶν τὸ λό‐ >γιον· “τ[ὸν δὲ φό]βον αὐτῶν μὴ >φοβηθ[ῆτε”, κ]αὶ· “μὴ φοβεῖσθε
30>ἀπὸ τῶν ἀ[πο]κτεννό〈ν〉των τὸ >σῶμα”, καί· “ἐ[κ]εῖ ἐφοβήθησαν >φόβον, οὗ οὐκ ἦν φόβος.” καὶ ταῦ‐

87

>τα μὲν διὰ τὸ εἰρῆσθαι· “δακρύω >δὲ ἐγὼ συνεχόμενος φόβῳ.” ἴδωμεν δὲ ἐξ ἀρχῆς τὰ συνεκ‐ >τεθέντα· “πρὸ γὰρ τῶν σίτων
5>μου στεναγμός μοι ἥκει”, ὅπερ διδακτικόν ἐστιν, ὅτι οἱ μὲν ἄλλοι ἄνθρωποι ἁβροδιαίτῳ βίῳ κεχρημένοι καὶ ὅλοι τρυ‐ φῆς καὶ ἡδονῆς τυγχάνον‐
10τες 〈καὶ〉 οὐδενὸς ἑτέρου φροντίζο(ν)‐ >τες ἔργοις αὐτοῖς βοῶσιν· “φάγω‐
>μεν καὶ πί[ω]μ[εν]· αὔριον γὰρ ἀ‐ >ποθν〈ῄ〉σκ[ομεν”, ὁ] δὲ ἅγιος καὶ κατὰ τὸν μακά[ρι]ον Παῦλον φά‐246
15>σκων· “τίς ἀ[σθ]ενεῖ καὶ οὐκ ἀσθε‐ >νῶ, τίς 〈σ〉κανδαλίζεται καὶ οὐκ >ἐγὼ πυροῦμαι;”, τὴν τροφὴν τὴν αἰσθητὴν οὐ χωρ[ὶ]ς στενα‐
18aγμοῦ προσίεται τῆς ἀνθρω[πίνης] ἀσθενείας
18aκαὶ οὐχ ἡδονῆς
18bἕνεκεν, ἐννοῶν δὲ τὴν [κ]αθαρὰν καὶ ἄϋλον ζωὴν
18cκαὶ τὴν τράπεζαν ἐκείνην, ἣν ἐπηγγείλατο ὁ
18cσω(τὴ)ρ τοῖς ἰδίοις
18d>μαθηταῖς λέγων· ”〈ἵνα ἔσθητε καὶ πίνητε〉 ἐπὶ
18dτῆς τραπέζης μου
18e>ἐν τῇ βασιλείᾳ”
19τῶν οὐ(ρα)νῶν, στενάζει· ἔτι ταύ‐
20την δεχόμεν[ο]ς ψάλλει τῆι >διανοίᾳ· “ἐπιπο[θ]εῖ καὶ ἐκλείπει >ἡ ψυχή μου εἰς τὰ[ς α]ὐλὰς τοῦ κ(υρίο)υ.” εἶτ’ ἐπεὶ ὁ ἅγιος κ[ἂ]ν τέλειος ὑ‐ πάρχῃ οἶδε[ν, ὅτι ἐ]νδέχεται
25τὸν ἄν(θρωπ)ον ἕω[ς ἐ]ν τῷ βίωι ἐστὶν περιπ[εσεῖν π]τώμα‐ >τι, ἐπάγει· “δακ[ρύω δὲ ἐ]γὼ περι‐ >εχόμενος φ[όβῳ].” διανοίας δὲ ἐρρωμέν[ης τ]ὸ δακρύειν
30>ἐν τοῖς πόνο[ις] κατὰ τὸ λεγόμενο(ν)· “λ[ο]ύσω
30καθ’ ἑκά‐ >στην νύκτα τὴν κλίνην μου,
>ἐν δάκρυσίν μ[ου] τὴν στρωμνήν248

88

>μου βρέξω.” ταῦτ〈α〉 δὲ ποιοῦσιν οἱ ἅγιοι οὐ χαυνοῦντες ἑαυτούς, ἀλλὰ διεγειρόμενοι τῶι φρονή‐ ματι, ἵνα διὰ τούτων ἐκκαλέσω(ν)‐
5ται τὸν θ(εὸ)ν εἰς ἐπικου〈ρ〉ίαν, κα‐ θάπερ καὶ ὁ μακάριος Δα(υὶ)δ τῶν ὁμοίων αὐτῷ σύλλογον συνκα‐ >λῶν φησιν· “δεῦτε, προσκυνή‐ >σωμεν καὶ προσπέσωμεν αὐ‐
10>τῷ καὶ κλαύσωμεν ἐνώπιον >κ(υρίο)υ τοῦ ποιήσαντος ἡμᾶς.” μέ‐ γα γὰρ ἀγαθὸν ἡ δ[ι]ὰ τὴν ἀπόπτω‐ σιν φροντίς, [ἥντι]να ἔχειν τοὺς μαθητὰ[ς ὁ κ(ύριο)ς βο]υλόμενός φη‐
15>σιν· “γρηγορεῖτ[ε] ὅτι οὐκ οἴδατε ποίᾳ ὥρ[ᾳ >ὁ κλέπτης ἔρχεται.” οὐδὲν δ[ὲ ἧττον καὶ διὰ τοὺς ἐπαγομέ‐ νους πειρασμοὺς ἐμμελε[ῖς εἰσιν οἱ ἅγιοι, οὐκ ἀμελείᾳ ἑαυ‐
20τοὺς ἐνδιδόντες, ἀλλὰ παρα‐ σκευάζον[τ]ες ἑαυτοὺς πρὸς τού‐ τους, φοβούμενοι, μή πως ἄλ‐ λοις κηρύξαντες αὐτοὶ ἀδόκι‐ μοι γένω[ν]ται. καὶ οὐ παραιτοῦν‐
25ται δὲ τὰ [πτα]ίσματα. οὐκ ἀφρο(ν)‐ τίστως δὲ [λόγο]ν ἔχοντες ἕτοι‐ μοι πρ[ὸς παρασ]κευήν εἰσιν. δι‐ ὰ τοῦτο [καὶ αὐτὸ]ς ὁ μακάριος ἀεὶ
διαμέ[νει καθε]λὼν τὰς ἀπὸ τοῦ250
30διαβόλο[υ ἐπα]ναστάσεις. ἐβού‐ λετο μὲν μ̣[ὴ γ]ενέσθαι ἐν πε‐ ριστατικοῖς, ἐ[π]εὶ ἡ ἀνθρωπίνη ἀσθένεια, ὅ[σο]ν ἧκεν εἰς τὸ ἑαυ‐

89

τῆς μέτρον, οὐ φέρει τὰς τῶν πό‐ νων ἀμετρίας, εἰ μὴ λογισμὸς ἀνδρεῖος ὑπερβάλῃ τὴν ἀσθέ‐ νειαν. διὰ τοῦτο γὰρ ἐπιφέρει·
5>“φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέ(ν) >μοι, καὶ ὃν ἐδεδοίκειν συνήν‐ >τησέν μοι.” ταῦτα δὲ οὐ καταπτή‐ ξας ἔλεγεν, ἀλλὰ κατὰ τὴν ἀπο‐ δοθεῖσαν διάνοιαν. φόβον γὰρ
10εἶχε, μὴ ἐπιβραδύνας τῶι βίωι καὶ θλίψεών τε καὶ περιστά‐ σεων πειρ[α]θῇ, [ἐ]ξ ὧν ὀκλάσαι τοὺς πολλ[οὺς συμ]βαίνει. κἂν γὰρ ἀκαταμ[ά]χ̣[ητ]οι ὦσιν, οὐ βού‐
15λονται ἐφ[έ]λκεσθαι τοὺς πει‐ ρασμούς, ἵνα μήτε ὁ ἀντικεί‐ μενος καὶ δι’ αὐτοὺς ἔχῃ περισ‐ σοτέραν κόλασιν καὶ μὴ τὰ τῆς ἀνθρωπίνης ὡς ἔφαμεν
20ἀσθενείας ὀκλάσαι ποιήσῃ, ἐ‐ πεὶ καὶ κυβερνή[τ]ης κατευθὺ ἄγων τὸ σκάφο[ς] οὐ βούλεται χειμῶνος πειρ[αθ]ῆναι, μή πως καὶ πταίσματ[ι π]εριπέσῃ. ὅτι
25δὲ οὐ δειλίᾳ τ[ὰς πε]ριστάσεις παραιτοῦντ[αι, ἔστι]ν ἑνὸς αὐ‐ τῶν ἀκοῦσα[ι περὶ τ]οῦ κοινοῦ >αὐτῶν λέγον[τος· “ὁ θ(εὸ)ς] ἡμῶν >καταφυγὴ καὶ [δύναμ]ις, βοηθὸς252
30>ἐν θλίψεσιν τ[αῖς] εὑρούσαις ἡ‐ >μᾶς σφόδρα. δ[ιὰ] τοῦτο οὐ φοβη‐ >θησόμεθα ἐν [τ]ῷ ταράσσ〈ε〉σθαι >τὴν γῆν καὶ με[τ]ατίθεσθαι ὄρη

90

>ἐν καρδίαις θαλασσῶν.” οἷς συμ‐ φώνως καὶ ὁ ἀπό〈σ〉τολός φησιν· >“τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης >τῆς ἐν Χ(ριστ)ῷ Ἰ(ησο)ῦ; θλῖψις ἢ στενοχω‐
5>ρία ἢ διωγμὸς ἢ λιμὸς” καὶ τὰ ἑξῆς. ὅτι δ’ οὐκ ἀνιδρωτὶ ταῦτα >ὑφίστανται, ἐπάγει· “ἀλλ’ ἐν τού‐ >τοις πᾶσιν ὑπερνικῶμεν δι‐ >ὰ τοῦ ἀγαπήσαντος ἡμᾶς”, ὅπερ
10ἐστὶ δεῖγμα {διὰ} τῆς ἐναγωνίου μάχης, μεθ’ ἣν ἡ νίκη συμβαί‐ νει. εὖ δὲ κ[α]ὶ τ[ὸ] “συν〈ήν〉τησέν μο[ι”· ὡς γὰρ ἀθλ[ητῇ σ]υνήντησεν τὰ παλαίσμ[α]τ[α. ο]ὐ γὰρ τοῖς τυχ[οῦ‐
15σιν ὁ διάβολο[ς] μάχεται, ὡς κ[αὶ ὁ σωτὴρ δηλοῖ λέγων πρὸς το[ὺς >μαθητάς· “ἰδοὺ ἐξῃτήσατο ὑμ[ᾶς >ὁ σατανᾶς τοῦ σινιάσαι ὡς τὸν >σῖτον.” συνήντησεν καὶ τούτῳ
20ἑτοιμότατα ἔχοντι πρὸς μάχη[ν
ὡς καὶ τὸ π[ρ]ᾶγμα ἔδειξεν καὶ τὰ >>ἑξῆς δηλο[ῖ]. “οὔτε εἰρήνευσα οὔ‐ >>τε ἡσύχασ[α ο]ὔτε ἀνεπαυσάμην, >>ἦλθεν δ[έ μ]οι ὀργή.” τὸ ἐνπαρά‐254
25σκευον α[ὐτοῦ] πρὸς τὸ〈ν〉 ἀντικεί‐ μενον [ἐκ τούτ]ων δηλοῦται. ἐπάγρ[υπνος γ]ὰρ ὢν καὶ ἔχων τὴν ἐ[λπίδα καὶ] τὸ τοῦ πν(εύματο)ς χάρι‐ σμα ἵστ[ατο πρ]ὸς τὸν ἀντίπα‐
30λον εἰδὼς [τοῦτο] καὶ Παῦλος ὡς >“οὐκ ἔστιν [τοῖς] ἁγίοις ἡ πάλη >πρὸς αἷμα [καὶ] σάρκα, ἀλλὰ πρὸς >ἀρχάς, πρὸς [ἐξ]ουσίας, πρὸς τοὺς

91

>κοσμοκράτορας τοῦ σκότους, πρὸς >τὰ πνευματικὰ τῆς πονηρίας”, καὶ πρὸς αὐτὸν τὸν ἀρχέκακον >διάβολον, ὅστις “ὡς λέων περιπα‐
5>τεῖ ζητῶν τίνα καταπίῃ”. ὅμως καὶ οὕτως αὐτοῦ ἐγρηγορότος οὐκ ἠμέλησεν ὁ διάβολος, ὡς ἐξαι‐ τήσασθαι, ἵν’ ἐπαγάγῃ αὐτῷ ἃ ἐ‐ πήγαγεν, ἅπερ ὀργὴν διὰ τὰ ἐ‐
10πίπονα καλεῖ, ἐπιστάμενος ὡς οὐ διὰ κακ[ί]αν ἐπήχθησαν. >φησὶν γάρ· “ο[ἶδ]α [ὅτ]ι δίκαιος ἀνα‐ >φανοῦμα[ι.” καὶ ἄλλ]ως δὲ οἶδεν τὰ ἐπίπον[α ὀ]ργὴν ὀνομάζει(ν).
15>“ἐξαπέστειλας” γάρ φησιν “τὴν >ὀργήν σου καὶ κατέφαγεν αὐ‐
>τοὺς ὡς καλάμην”. ὀργὴν δὲ ἂν ἀκούωμεν θεοῦ, μὴ πάθος αὐτοῦ εἶναι ταύτην κατὰ ἀν‐256
20θρώπινα λογιζ[ό]μεθα. τὸ γὰρ τοιοῦτο πάθος οὐ πέφυκεν ἐξ‐ αποστέλλεσθα[ι, ἐ]ν τῆι ψυχῇ φωλεῦον. ἡ δ[ὲ λεγ]ομένη θε‐ >οῦ ὀργὴ ἐξαπ[οστέλ]λεται· “ἐξα‐
25>πέστειλας” γ[ὰρ “τὴν ὀρ]γήν σου”, ὅ ἐστιν τὰ ἐπ[ίπονα]. ταῦτα γὰρ καὶ ἐπιπέμπ[εται. κα]ὶ οὗτος οὖ(ν) ταῦτα ὀργὴ〈ν〉 ὀν[ομά]ζει, ἅπερ αὐ‐ τῷ συμβέβηκ[εν. ο]ὕτω δὲ ἀπο‐
30τείνας ὁ ἅγιος ο[ὗτ]ο̣ς διήγησιν τοιαύτη〈ν〉, ἐν ᾗ τῶ[ν] κριμάτων τοῦ θ(εο)ῦ

92

διδασκαλία τυγχάνει, καὶ μυ‐ στηρίων θείων, 〈ἃ〉 κατὰ τὸ δυνατὸ(ν) ἐξεθέμεθα, δῆλός ἐστιν οὐ περι‐ παθὴς γενόμενος διὰ τὰ συμ‐
5βεβηκότα, ἀλλὰ καὶ ἐν αὐτοῖς τῆς θείας θεωρίας πόθον καὶ
ἔρωτα {καὶ} οὐράνιον ἔχων. >>“ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανί‐ >>της λέγει· μὴ πολλάκις σοι λε‐258
10>>λάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥ[η‐ >>μάτων σου τίς ὑποίσει; εἰ γὰρ >>σὺ ἐνουθέτησ[α]ς πολλοὺς κα[ὶ >>χεῖρας ἀσθ[ενοῦ]ς παρεκάλεσ[ας >>ἀσθενοῦν[τάς τε] ἐξανέστησα[ς
15>>ῥήμασιν γόν[α]σίν τε ἀδυν[α‐ >>τοῦσιν θάρσος περιέθηκας, >>νῦν δὲ ἥκει ἐπὶ σὲ φόβος κα[ὶ >>ἥψατό σου, σὺ δὲ ἐσπούδασας.” πάσης διδασκαλίας καὶ διαλήμ‐
20ψεως εἰσὶν ἀρχαί, ὧν εὖ ἐχου‐ σῶν πάντ[α] κατὰ λόγον χωρεῖ. ὅταν δὲ μ[ὴ] καλῶς ἔχωσιν αἱ ἀρ‐ χαί, πολλὰ [ἕ]πονται σφάλμα‐ τα. καὶ ἔστ[ω ἀ]φ’ αἱρέσεων τὸ πα‐
25ράδειγμα· [εἰ γάρ] τις ἀσεβῶν θείη προϋπάρ[χοντα] τὸν π(ατέ)ρα τοῦ υ(ἱο)ῦ, ταύτῃ [τῇ ἀρχῇ σ]αθρᾷ οὔσῃ πολ‐ λὰ ἕπε[ται ψευδ]ῆ· κτίσμα γὰρ εὐ‐ θυντὸν [τὸν υ(ἱὸ)ν ὑ]πολήμψεται, οὐκ
30ἀΐδιον· οὐ [γὰρ ο]ἷόν τε ἀϊδίου προϋπάρχ[οντος]. εἰ δὲ προϋπάρ‐ χει κατὰ τὴ[ν σ]αθρὰν ὑπόθεσιν αὐτῶν ὁ π[(ατή)ρ], οὐκ ἂν εἴη ὁ υἱ(ὸ)ς

93

ἀΐδιος. κτίσμα δὲ καὶ ποίημα αὐ‐ τὸν εἶναι ἕπεται, οἷς ἀκολουθεῖ τὸ
τρεπτὸν εἶναι αὐτὸν καὶ ἀλλοιω‐ τόν. τούτου οὕτως ἔχοντος οὐκ ἔσται260
5κατ’ οὐσίαν θ(εό)ς. διόπερ εἴ ποτε σα‐ θροῖς δόγμασιν περιτύχοις, τὴν ἀ]ρχὴν αὐτῶν ζήτει. ταύτ〈ησ〉 γὰρ ἀ]νατραπείσης συναπέρχεται ὅ]λα. ἐκκείσθω δὲ καὶ δεύτερον
10τ]οῦ αὐτοῦ παράδειγμα. εἰσίν τινες, οἳ] τὴν δόκη[σι]ν εἰσάγουσ[ι]ν, τῶι δοκεῖν πε[φ]άν[θ]αι τὸν σ(ωτῆ)ρα φρο‐ νοῦντες. ζ[ητητέ]ον, τίνος ἕνε‐ κα ἐπεδ〈ή〉μ[ησ]εν, καὶ δῆλον, ὡς
15τ]ῆς τῶν ἀν[θ]ρώπων σωτηρίας χάριν. εἰ δὲ δ[ο]κήσει ὤφθη καὶ εἰ διδασκαλία δοκήσει γέγονε, καὶ ὁ σταυρὸς κα[ὶ] ἡ ἀνάλημψις, οἷς ἕπεται δο[κ]ήσει καὶ τὴν σω‐
20τηρίαν καὶ οὐ[κ] ἀ[λ]η{λ}θείᾳ γεγε‐ νῆσθαι. ὅπερ [κατὰ] τὴν ἄτοπον ἀρχὴν ἠκολο[ύθησ]εν. καὶ ἐπὶ τῶν ἐκτεθέντ[ων] τοίνυν ὑπὸ τοῦ Ἐλι‐ φὰζ λόγων το[ιοῦτό]ν τι ἔστιν.
25δύο εἰσὶν ἀρχα[ὶ ἀνα]ντίρρητοι τῶν ἐπιφερο[μένων] ἀνθρώ‐ ποις σκυθρω[πῶν], μία μὲν ἡ κατὰ διόρθ[ωσιν ἁ]μαρτημά‐
των, ἑτέρα δὲ [ἡ πρ]ὸς τὸ ἀνα‐262
30δειχθῆναι ἀν[δρεία]ν καὶ δοκι‐ μὴν τῶν θλι[βομ]ένων, ὅπερ σημαίνει τὸ [οὕτ]ως ἔχον λό‐ >γιον· “μακάριο[ς ἀ]νὴρ ὃς ὑπο‐

94

>μένει πειρασμόν, ὅτι δόκιμος γε‐ >νάμενος λήμψεται τὸν στέφα‐ >νον τῆς ζωῆς, ὃν ἐπηγγείλατο >τοῖς ἀγαπῶσιν αὐτόν.” καὶ πάλι(ν)·
5>“πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελ‐ >φοί μου, ὅταν πειρασμοῖς π[ε]ρι‐ >πέσητε ποικίλοις, ὅτι τὸ δ[ο]κί‐ >μιον τῆς θλίψεως κατεργά[ζ]ε‐ >ται ὑπομονήν, ἡ δὲ {δ} ὑπο[μ]ο‐
10>νὴ δοκιμήν, ἡ δὲ δοκιμ[ὴ ἐλ‐ >πίδα.” ἔστιν δὲ καὶ τοῦ ἑτέ[ρου εἴδους ἐκ τῶν [ἁ]γίων γραφῶ[ν δέξασθα[ι μαρτ]ύρια. εἴρητ[αι >γάρ· “ὀργὴν κ[(υρίο)υ ὑπ]οίσω ὅτι ἥμ[αρ‐
15>τον αὐτῷ.” τὴν [γ]ὰρ ἐπαγωγὴ[ν
δι’ ἁμάρτημά φησιν γενέσ[θαι. κοινὰ τοίνυν τὰ ἐπίπονα κ[αὶ σπουδαίῳ καὶ φαύλῳ, ἀλλ’ ὁ τρ[ό‐ πος τῆς αἰτίας διάφορος. ἀμ[έλει264
20γοῦν τὰ το[ῖ]ς ἁμαρτωλοῖς διὰ τ[ὰς γεγενημ[ένα]ς κακίας ἐπαγό‐ μενα “μάσ[τιγε]ς” λέγονται ἐν τῷ· >“πολλαὶ α[ἱ μάσ]τιγες τοῦ ἁμαρτω‐ >λοῦ, τὸν [δὲ ἐ]λπίζοντα ἐπὶ κ(ύριο)ν
25>ἔλεος κυ[κλώσ]ει.” καὶ πάλιν· “ἐὰν >ἐνκατ[αλίπωσι]ν οἱ υἱοὶ αὐτοῦ τὸ(ν) >νόμον [μου κα]ὶ ἐν τοῖς κρίμασί(ν) >μου μὴ [πορευ]θῶσιν, καὶ τὰ δι‐ >καιώμα[τά μου] μὴ φυλάξωσιν,
30>καὶ τὰς ἐν[τολ]άς μου μὴ τηρή‐ >σωσιν, ἐπ[ισκέ]ψομαι ἐν ῥάβδωι >τὰς ἀνομ[ίας] αὐτῶν καὶ ἐν μά‐ >στιξιν τὰς ἁ[μ]αρτίας αὐτῶν.” τὰ αὐ‐

95

τὰ ταῦτα συμπτώματα καὶ τὰ αὐ‐ τὰ ἀνιαρὰ καὶ π〈ε〉ρ〈ι〉στατικὰ τοῖς δικαίοις ἐπαγόμενα οὐ λέγονται >“μάστιγες” ἀ[λ]λὰ “θλίψεις”· “πολλαὶ
5>αἱ θλίψεις τ[ῶ]ν δικαίων”, καί· “ἐν >θλίψει τοῦ [κ](υρίο)υ ἐμνήσθην.” ἀλλὰ καὶ περὶ τοῦ δικαίου τοῦ ὡς ἐπὶ τὸ πλεῖστον θλιβομένου κατὰ >τὸ εἰρημέν[ο]ν· “ἐν παντὶ θλιβό‐
10>μεν]οι, ἀλλ’ ο[ὐ] στενοχωρούμενοι” >λέγ]εται· “καὶ [μ]άστιξ οὐκ ἐγγιεῖ τῷ
>σκ]ηνώματ[ί σ]ου.” τὰ ἐπαγόμενά τιν]ι θλιβηρ[ά, ὡς π]ροείρηται, κα]τὰ δύο ἀ[ναντ]ιρρήτους ἀρχὰς266
15συ]μβαίνει, [ἢ ἐπι]τιμίας ἕνεκα κ]αὶ διορθώσ[εως] ἢ ἵνα τις μεγα‐ λο]ψύχως ἐν[εγκ]ὼν αὐτὰ ἐπὶ κ]αρτερίᾳ κα[ὶ ἀν]δρείᾳ στεφάνω(ν) τύχῃ. τοῦτο ἀγ[νο]ήσαντες οἱ
20φίλοι τοῦ Ἰὼ[β κατ]ὰ τὸν ἕτερον τῶν δύο τού[των τ]ρόπον ᾠ〈ή〉θη‐ σαν ὡς πα[ρατρεπ]όμενος διὰ ἁμαρτήματ[α θλίβ]εται. οὐκ ἐ{ν}‐ τίθεσαν γοῦν [τὸν] ἕτερον τρό‐
25πον, καίτοι μη[δὲν] συνειδότες τῷ Ἰὼβ ἁμάρ[τημα. π]ῶς γὰρ οἷ‐ όν τε ἦν, μ[αρτυρουμ]ένου αὐτοῦ, ὡς καθ’ [ἡμέραν τ]ῇ πρὸς θ(εὸ)ν παρεδρί[ᾳ καρτε]ρῶς προσ‐
30εῖχεν ἀναφ[έρων] ὑπὲρ τῶν υἱ‐ >ῶν θυσίας “μή[〈ποτε κακὰ〉 ἐ]νενόησαν”. οὐδὲν γὰρ φαι[νόμ]ενον αὐτῶ(ν) ἐτύγχανεν [ἁμά]ρτημα. διὸ καὶ

96

ὑπὲρ τῆς ἐννοίας αὐτῶν τὴν προσ‐ φορὰν ἐποίει. το[ῦ]το δὲ καὶ μεῖζο(ν), ὅτι καὶ ὑπ〈ὸ〉 θ(εο)ῦ ἐμαρτυρεῖτο λέ‐ >γοντος ὡς “ἀνὴ[ρ] δίκαιος ἦν,
5>ἄμεμπτος” καὶ τ[ὰ] ἑξῆς. ὅμως δὲ οἱ φίλοι κατ[ὰ] μόνον ὡς εἴ‐ ρηται τὸν ἕτε[ρ]ον τρόπον τὰς
ἐπαγωγὰς ἐπι[π]έμπεσθαι νο‐ μίζοντες δικ[α]ίῳ προ[σθε]ῖν̣[αι268
10ταύτας οὐκ ἐτό[λ]μων, δ[ηλοῦν τὴν πρόνοια[ν] θέλον[τες, ὅ‐ τι πρὸς τὰ π[ε]π[ρ]αγμένα [τὰς θλίψεις ἐπ[άγει. δ]ιὰ ταύτη[ν δὲ τὴν ἑαυτῶ[ν ὑ]πόλημψ[ιν ἀν‐
15τίθετα πρὸ[ς τὸ]ν Ἰὼβ ἐλάλ[ησα(ν). διὸ καὶ ὁ θ(εὸ)ς σ[υγγν]ώμην αὐτ[οῖς ἀπένειμε[ν κ]αὶ ὑπὲρ ἀγν[οί‐ ας ἐποίησε[ν π]ροσαγαγεῖν [θυ‐ σίαν. ὅτι δ’ ο[ὐ κα]κῇ προθέσε[ι
20τοῦτο ἐπ[οίησ]αν ἀλλ’ ὡς δικα[ι‐ οῦντες τὴ[ν πρό]νοιαν, τοῦτ[ο ἔλεγον, εἰ [καὶ τὴ]ν ἀκρίβειαν ἠγνόησ[αν. ἀ]πὸ ταύτης γοῦν τῆς διαλ[ήμψ]εως καὶ τὰς λέξεις
25ἐπιφέρε[ι ὁ πρ]ῶτος ἀρξάμενος >φάσκω[ν· “μὴ π]ολλάκις σοι λελά‐ >ληται [ἐν κόπ]ῳ”, ὅπερ δηλοῖ ὅ‐ τι· καὶ [αὐτὸς σὺ π]ολλάκις ἐχρήσω λόγοις πρ[ός τι]νας 〈περι〉πεπτωκό‐
30τας θλιβη[ροῖς], ἵνα τὸ λελάλη‐ ται ἐνεργ[ητι]κῶς ἀκούσωμε(ν) ὡς τὸ πέπ[ρακτ]αί σοι. δύναται καὶ παθητ[ικῶ]ς εἰρῆσθαι, ἵν’ ᾖ

97

τ]ὸ λεγόμενον· ἦ νῦν πρῶτο(ν)
ἐν κόποις γεγενημένος ἔσχες τὸν λαλοῦντά σοι τὰ τῆς παρακλή‐ σεως; τοῦ μὴ ἀντὶ τοῦ οὐχὶ λαμβα‐270
5νομένου. οὐδὲ γὰρ τό〈τε〉 μόνον ἐν περιστάσει ἦν ὁ Ἰώβ. εἰκὸς γὰρ αὐ‐ τὸν ἐν πλείονι χρόνῳ ἐν τοῖς θλιβηροῖς εἶναι. εἶτα τῶν εἰ‐ ρημένων πρὸς τοῦ Ἰὼβ ἑτέ‐
10ρως ἐξειληφὼς τὴν διάνοιαν καὶ ὡς παρὰ ὀλιγωροῦντος ἀκού‐ >σ]ας αὐτοῦ τὰ ῥήματα ἐπάγει· “ἰσχὺ(ν) >δὲ ῥημάτων τίς ὑποίσει;” αὐτὸς μὲν πολλοῖς παράκλησιν προσ‐
15ήγαγες, τὰ δὲ σὰ ῥήματα ὀλιγωρί‐ ας πεπληρωμένα οὐδεὶς οἷός τέ ἐστι φέρειν. ταῦτα δὲ ἔλεγεν ἀγνοῶν τὸ μέγεθος τῶν παρ’ α[ὐ‐ τοῦ εἰρημένων. καὶ δέχεται
20δῆθεν ἀπ’ αὐτοῦ τὴν σύνκρισι(ν) >λέγων· “εἰ γὰρ σὺ ἐνουθέτησας πολ‐ >λοὺς” καὶ τὰ ἑξῆς, δηλῶν ὅτι· ἃ σὺ τοῖς ἄλλοις εἰς παραμυθίαν παρ‐ ήγαγες διανιστῶν τρόπον τινὰ
25τοὺς παρεθέντας ὑπὸ λύπης οὐχ ὑπομιμνῃσκόμενος “ἐσπούδ[α‐ σασ”—ἀντὶ τοῦ τετάραξαι—, καὶ πρὸς ἐπικουρίαν καὶ παράκλησιν πολ‐ λὰ ποιῶν τοῖς θλιβομένοις ὡς δε‐
30ξιὰν ὀρέγειν αὐτοῖς κατὰ τὸ ἐν Ἠ‐
σαίᾳ λεγόμενον πρὸς τοὺς ἄρχο(ν)‐ >τας· “παρακαλεῖτε τῆι χειρί”, τὴν σύνπνοιαν καὶ συνπάθειαν δηλοῦ(ν)‐272

98

>τος τοῦ λόγου. “γόνασιν δὲ ἀδυνατ[οῦ‐ >σιν θάρσος περιέθηκας”, ἀσθενεί[ᾳ πεπιασμένοις ἀνθρώποις ἰσχὺ[ν παρέχων διὰ τῆς εἰς αὐτοὺς σπ[ου‐
5δῆς. κατὰ δὲ ἀναγωγὴν γόνατα παραλελυμένα ἔχει “ὁ τῇ Βάαλ αὐ[τὰ κάμπτων”, ὁ θ(εὸ)ν ἕτερον ἀναγορ[εύ‐ ων, ὁ δουλεύων ᾗ ποιεῖ ἁμαρτί[ᾳ. >“νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥ‐
10>ψατό σου”, τοῦ ἥψατο δηλοῦντος σφοδρὰν ἐπίτασιν τῆς περιστά‐ σεως. πρὸς τοῖς εἰρημένοις ἐκεῖ ἐννοεῖν ἀκόλουθον ὡς χαλε‐ πωτέρα τῆς περιστάσεως θλῖψις
15ὑπῆρχεν ἡ παρὰ τῶν φίλων διὰ τῶν λόγων προσαγομένη καταδρομή. πρὸς γὰρ τῷ ἀπαρά‐ κλητον εἶναι τὸ δεινὸν ἔτι καὶ οἱ λόγοι φορτικοὶ ὄντες οὐ μικρὰ(ν)
20παρεῖχον ἀνίαν. >>“πότερον οὐ〈χ〉 ὁ φόβος σού ἐστιν ἐν ἀ‐ >>φροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακί‐ >>α τῆς ὁδοῦ σου;” τοῦ συνγραφικοῦ πν(εύματο)ς μαρτυρήσαν‐
25τος τῷ Ἰὼβ ὅτι οὐκ ἔδωκεν ἀφρο‐ σύνην τῷ θεῷ, οὗτος ἑτέραν διά‐
λημψιν ἔχων περὶ τῶν ἐπαχθέ(ν)‐ των αὐτῷ καὶ λογιζόμενος, ὅτι διὰ ἁμαρτήματα πάσχει, οἰόμενός274
30τε αὐτὸν ἐξ ὀλιγωρίας εἰρηκέναι >ἃ ἐφθέγξατο, φησίν· “πότερον οὐ〈χ〉 ὁ >φόβος σού ἐστιν ἐν ἀφροσύνῃ”—οἰό‐ μενος γὰρ σαυτὸν δίκαιον—

99

>“καὶ ἡ ἐλπίς σου κα[ὶ] ἡ κακία τῆς ὁδοῦ{ς} >σου”. ἀφροσύνη δέ, φησίν, καὶ τὸ ἐλπί‐ ζειν ὅτι δίκαιος ὀφθήσει. δικαίῳ{ς} γὰρ τοιαῦτα οὐκ ἐπάγεται. αὐτὴ δ’ αὕ‐
5τη ἡ ὁδὸς ὁδὸς κακίας εἴρηται διὰ πάντων νομίζοντι τῷ Ἐλιφὰζ ὅτι δι’ ἁμαρτίας πάσχει ὁ μακάριος. οὕτως καὶ ἀφροσύνην αὐτῷ προσ‐ ῆπτεν.
10>>“μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλε‐ >>το ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώ‐ >>λοντο. καθ’ ὃν τρόπον εἶδον τοὺς >>ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπεί‐ >>ροντες αὐτὰ ὀδύνας θερίσουσι(ν) ἑαυτοῖς.
15>>ἀπὸ προστάγματος κυρίου ἀπολοῦ(ν)‐ >>ται, ἀπὸ δὲ πν(εύματο)ς ὀργῆς αὐτοῦ ἀ‐ >>φανισθήσονται.” ἔτι τῆς αὐτῆς ἐχόμενος διανοίας ὡς δι’ ἁμαρτίας ὁ Ἰὼβ τῶν περιστα‐
20τικῶν εἰλήφει πεῖραν, ταῦτά φη‐ σιν πρὸς αὐτόν, οἰόμενος ὡς οὐ‐ δεὶς ἄνθρωπος καθαρὸς ὢν τῶι
βίῳ θλιβηροῖς περιέπεσεν καὶ “ὁλό‐ ρριζος ἀπώλετο”, αἰνιττόμενος276
25τὴν τέκνων καὶ χρημάτων καὶ κτημάτων ἀπώλειαν. τὸ γὰρ ἀπώ‐ λοντο τοῦτο αὐτῷ σημαίνει. πα‐ ραβάλλει δὲ τοὺς φαύλους, τούτους

100

καὶ ὑποτιθέμενος ταῖς κακώσεσι(ν) ὑποπίπτειν—λέγων τι ἀληθὲς ὡς >“οἱ σπείροντες ἄδικα ὀδύνας θερί‐ >ζουσιν”—, τὴν ἀνταπόδοσιν ὑποβάλ‐
5λων νοεῖν, ἥντινα ἐπιπέμπε‐ σθαι ἐκ θ(εο)ῦ φησ[ιν], καὶ περὶ τοῦτο ὀρθῶς >διακείμενος δ[ι]ὰ τοῦ λέγειν· “ἀπὸ >προστάγματος κ(υρίο)υ ἀπολοῦνται, ἀ‐ >πὸ δὲ πν(εύματο)〈σ〉 ὀργῆς αὐτοῦ ἀφανισθ[ή‐
10>σονται.” ᾧ ὅμοιον παρὰ τῷ μακα‐ >ρίῳ Παύλῳ λέγεται· “ὃς ἀποδώσει >ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.” “σθένος >>λέοντος, φωνὴ δὲ λεαίνης, γαυ‐ >>ρίαμα δὲ δρακόντων ἐσβέσθη. μυρ‐
15>>μηκολέων ὤλετο παρὰ τὸ μὴ ἔ‐ >>χειν βοράν, σκύμνοι δὲ λεόντων >>ἔλιπον ἀλλήλους. εἰ δέ τι ῥῆμα ἀ‐ >>ληθινὸν 〈ἐ〉γεγόνει ἐν λόγοις σου, οὐ‐ >>δὲν ἄν σοι τούτων κακὸν ὑπήντη‐
20>>σεν.” εἰ καὶ διεσφάλησαν οἱ τοῦ Ἰ‐ ὼβ φίλοι, ὧν ἦν καὶ οὗτος, κατὰ τὸ δια‐ κεῖσθαι περὶ αὐτοῦ ὡς δι’ ἁμαρτή‐ ματα περιπεσόντος τοῖς θλιβηροῖς,
ἀλλὰ γοῦν ἔχουσιν ἀνθρωπίνην278
25σύνεσιν, ἥτις οὐκ ἔστιν ἀδιάπτω‐ τος. διόπερ ἐπιβάλλοντες αὐτοῖς τοῖς λόγοις τοῖς μὲν ἐκ συνέσεως λεγομέ‐ νοις οὐκ ἀπαρεσκόμεθα διακεί‐ μενοι, ὡς οὐκ ἐξίσχυσαν ἅπασαν
30τὴν περὶ τὰ φρονητέα ἀλήθεια(ν) καταλαβεῖν καὶ ἐκ τοῦ νῦν ἐκτεθέ(ν)‐ >τος ἐπὶ τέλει· “εἰ γάρ τι”, φησίν, “ῥῆμα >ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου,

101

>οὐδὲν ἄν σοι τούτων κακὸν συνήν‐ >τησεν”, ὅπερ ὡς ἔφαμεν οὐκ οἰκεί‐ ως οὐδὲ συνετῶς παρ’ αὐτοῦ εἴρηται. ταύτην γὰρ μόνην αἰτίαν τῶν θλι‐
5βηρῶν ᾤετο, τὴν δι’ ἁμαρτίας λέγω{(ν)}. διέξεισιν δὲ τὰ[ς] περὶ τοὺς ἀνθρώ‐ πους μεταβολ[ὰ]ς οὐκ ἀσυνετῶς λέ‐ >γων· “σθένος λέοντος, φωνὴ δὲ λε‐ >αίνης, γαυρίαμα δὲ δρακόντων
10>ἐσβέσθη.” τροπολογίας γὰρ εἴδει ταῦτά φησιν, πολλῶν ὑπερηφά‐ νων καὶ μέγα ἐπὶ τοῖς ἀνθρωπί‐ νοις φρονούντων μεταβολὴν πεπονθότων, οἷος ὁ Ναβουχοδοσὸρ
15ἐκ βασιλείας εἰς ἔσχατον ἰδιώτου ἐλθών. ἀλλὰ καὶ τὸ τῶι πλουσίωι >εἰρημένον εἰπόντι· “καθελῶ >μου τὰς ἀποθήκας καὶ μείζονας >οἰκοδομήσω. —ἄφρων, ταύτηι τῇ
20>νυκτὶ τὴν ψυχήν σου αἱροῦσιν >ἀπὸ σοῦ”, ταύτης τῆς διανοίας ἐστὶ παραστατικόν. “λέων” μὲν οὖ(ν) διὰ τὸ ὠμόθυμον αὐτῶι εἴλημ‐ πται καὶ γαῦρον ὡς “ἐφ’ ἑαυτῶι πε‐280
25ποιθέναι”. ὅπερ νοῶν καὶ ὁ μα‐ κάριος Παῦλος περὶ Νέρωνος ἔ‐ >φη· “ἐν τῆι πρώτῃ μο〈υ〉 ἀπολογίᾳ >οὐδείς μοι παρεγένετο, ὁ δὲ κύρι‐ >ός μοι παρέστη καὶ ἐρύσατό με ἐκ
30>στόματος λέοντος.” ἀλλὰ καὶ ὁ Ἰε‐ >ρεμίας λέγων· “πρόβατον πλα‐ >νώμενον Ἰσδραήλ, λέοντες ἐξῶ‐ >σαν αὐτόν” ἑξῆς ἑρμηνεύει, τίνες

102

>οἱ λέοντες, λέγων· “ὁ πρῶτος κατ[έ‐ >φαγεν αὐτὸ〈ν〉 βασιλεὺς Ἀσσοὺρ” κα[ὶ >τὰ ἑξῆς. ἀλλὰ καὶ τό· “ὁ θ(εὸ)ς συνέτριψ[εν >τὰς μύλας τῶν λεόντων” τὴν κ[α‐
5τὰ τῶν ὑπερηφάνων καὶ ὠμ〈ο〉θ[ύ‐ μων ἀνθρώ[π]ων ἧτταν σημ[αί‐ νει. τὴν δὲ “λέαιναν” ἀντὶ ἀπλ[ήσ‐ του τρόπου εἴη δεχόμενος, ἥτι[ς φύσιν ἔχει τοιαύτην. καὶ γὰρ ὅτ[ε
10τροφῆς δεῖται, οὐ βοᾷ, ἵνα μὴ τ[ῶν ὀφειλόντων τροφὴ〈ν〉 αὐτῆι γενέ‐
σθαι θηρίων φυγὴ γένηται. εἰ δὲ καὶ ὁ ἄρρην ταύτης ἐστὶ τῆς φύ‐ σεως, ἀλλ’ ἀπὸ τοῦ ἐπικρατεστέ‐282
15ρου καὶ πρὸς βασιλικόν τε καὶ ὑ‐ περήφανον αὐτοῦ ἐμνήσθη. καὶ τῶν “δρακόντων” δὲ μνήμη(ν) 〈π〉εποίηται, αἰνιττόμενος τοὺς ὀ‐ φιώδεις ἀνθρώπους, ὡς καὶ αὐ‐
20τοὶ καταλύονται μεταβολῆς καὶ περὶ αὐτοὺς γιγνομένης. δολε‐ ροὶ δὲ οὗτοι καὶ ἀπάτην ἐργαζό‐ μενοι, κατ’ ἐκεῖνο περὶ οὗ εἴρηται· >“φοβοῦμαι δέ, μή πως ὡς ὁ ὄφις
25>ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουρ‐ >γίᾳ αὐτοῦ φθαρῇ τὰ νοήματα ὑμῶ(ν).” “μυρμηκολέων” δὲ ἔοικεν ἀνθρώ‐ πωι ἀλάζονι καὶ προπετεῖ, ὅστις διὰ τὸ ἀβέβαιον καὶ ἀστάθμητο(ν)
30θᾶττον ἀποπίπτει. λέγεται δὲ οὗτος τίκτεσθαι ἀπὸ λέοντος συν‐ ελθόντος μύρμηκι, οὐ τῷ ζῳϋφαρίῳ,

103

ἀλλὰ ἄλλῳ, ὃ μέγεθος μὲν ἔχει ἄρκου,
οὕτω δὲ καλεῖται. φασὶν δὲ οἱ ἱστοροῦ(ν)‐ τες, ὡς διὰ μὲν τὸν πατέρα σαρκο‐ φάγον ὄντα καὶ διὰ τὴν μητέρα284
5ποηφάγον ἀπόλλ〈υ〉ται μὴ δυνά‐ μενος διὰ τὴ[ν] ἐξ ἀμφοτέρων γέ‐ νεσιν μιᾷ τρ[ο]φῇ χρῆσθαι. ὅπως δὲ ἔχει ταῦτα, κρινέτω ὁ ἐντυγχά‐ νων. εἰσὶν δὲ οἱ εἰς τὸν διάβολον
10τοῦτον δεχόμενοι πιθανῶς λέ‐ γοντες, ὅτι τοῖς μὲν ἁγίοις μύρμηξ ἐστὶν δι’ ἀσθένειαν, τοῖς δὲ ἁμαρ‐ τάνουσι λέων διὰ τὸ “τόπον δεδω‐ >κέναι αὐτῷ”. “σκυμνοὶ δὲ λεόντω(ν)
15>ἔλιπον ἀλλήλ[ο]υς”, ὅπερ ἔφη αἰνιτ‐ τόμενος τοὺς 〈ἀ〉διαθέτους καὶ ἀγρί‐ ους ἀνθρώπους. καὶ γὰρ οἱ σκυμνοὶ ἕως μὲν ὑπὸ τὴν μητέρα τυγχά‐ νουσιν, ἅμα εἰσίν, ἐπειδὰν δὲ ἀν‐
20δρυνθῶσιν, διασχίζονται ἀλλή‐ λων. οὕτω καὶ πανοῦργος ἄνθρω‐ πος καὶ ἄγριος ἕως μέν τινα ἔχει ὠφελίαν—ἀνθρωπίνην λέγω— παρὰ τοῦ συνόντος, κρύπτει τὴ(ν)
25κακουργίαν, πληρωθεὶς δὲ τοῦ σπουδαζομένου μικρὰ φροντί‐ ζει τοῦ εὐεργέτου. “ἀληθινὸν” δὲ “ῥῆμα” νοεῖν δεῖ τὸ ἀπὸ διαθέσε‐
ως 〈π〉ροϊὸν ἀψευδοῦς· ἔστι γὰρ καὶ286
30ἐν ψυχῇ λόγος. καὶ τοῦτο δὲ λεκτέ‐ ον, ὡς οὐ παντὸς προσώπου τοῦ ἐν τῇ γραφῇ κειμένου τοὺς λόγους

104

σπουδαίους ἢ ἀξίους συνέσεως ἡγεῖσθαι προσήκει. ἐν γοῦν τοῖς εὐαγγελίοις τὰ μὲν τῶν Ἰουδαίων ἀσύνετα, ἀλλὰ καὶ Νικόδημος λ[ό‐
5γοις ἐχρήσατο [ο]ὐ φρονίμως· τοῦ >γὰρ σ(ωτῆ)ρ(ο)ς λέγο[ν]τος· “δεῖ ὑμᾶς γεν‐ >νηθῆναι ἄνωθεν”, εἶπεν αὐτός· >“μὴ δύναταί τις γέρων ὢν γεν‐ >νηθῆναι ἢ δεύτερον εἰς τὴν
10>κοιλίαν τῆς μητρὸς εἰσελθεῖν.” οὕτως οὐκ ἀεὶ ἀπαιτεῖν δεῖ σύνεσι(ν) παρὰ παντὸς προσώπου ἐν τῆι γραφῇ κειμένου. >>“πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσι‐
15>>α παρ’ αὐτοῦ, φόβῳ δὲ καὶ ἠχὼ νυ‐ >>κτερινή, ἐπι〈πί〉πτων φόβος ἐπ’ ἀ(νθρώπ)ους, >>φρίκη δέ μοι συνήντησεν καὶ >>τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ >>συνέσεισεν, καὶ πν(εῦμ)α ἐπὶ πρόσωπό(ν)
20>>μου ἐπῆλθεν, ἔφριξαν δέ μου >>τρίχες καὶ σάρκες. ἀνέστην καὶ >>οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν >>μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ’ >>ἢ αὔραν καὶ φωνὴν ἤκουον.”288
25ἐπεὶ πλείοσιν ἐχρήσατο λόγοις, τὰ μὲ(ν) πρῶτα δόξασιν εἶναι παρακλη‐ τικοῖς, ἔπειτα καθαπτομένοις ὡς ἂν σπεύσαντος αὐτοῦ τοῦ Ἰὼβ διὰ τὰ συμβεβηκότα καὶ ὅτι
30δι’ ἁμαρτίας πέπονθεν—τοῦτο γὰρ ἐξ ἀρχῆς ἐνόμισεν ὁ Ἐλιφάζ, καὶ πρὸς τούτοις, ὅτι τὰ πράγματα τὰ ἀν‐

105

θρώπινα, κἂν ᾖ ἐπίδοξα, πολλὴν δέχεται τὴν μεταβολήν—, λογισά‐ μενος ὡς ἐνδέχεται τὸν ἀκού‐ ο]ντα μὴ προ[σέ]χειν τοῖς παρ’ αὐ‐
5τοῦ εἰρημένο[ις] πιστοποιήσεως χάριν ἐπάγε[ι τ]ὰ ἐκτεθέντα λέγω(ν)· >“πότερον οὐ δέ[ξ]εταί μου τὸ οὖς >ἐξαίσια παρ’ αὐτοῦ”, μονονουχὶ φά‐ σκων· μηδεὶς τῶν ἀκουόντων
10ο]ἰέσθω ἀσύνετόν με τυγχάνει(ν). δέχεται γάρ μου τὸ οὖς τῆς δια‐ νοίας θαυμαστὰ παρ’ αὐτοῦ, αὐτοῦ λέγων τοῦ θ(εο)ῦ. αὐθεντίας γὰρ >τοῦτο σημαντικὸν ὡς ἐν τῷ· “αὐ‐
15>τὸς ὁ λαλῶν π[άρ]ειμι”, καὶ ἐν τῶι· >“αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακά,
>καὶ ὁ νόμος αὐτοῦ οὐ μὴ ἀθετηθῇ”, δηλονότι τοῦ θ(εο)ῦ. καὶ γὰρ τῷ ὄντι ἐὰν ἀνθρωπ[ί]νη σύνεσις ἐπιβάλ‐290
20λῃ τοῖς παρὰ τοῦ θ(εο)ῦ, φόβου πιμ‐ >πλάνεται κατὰ τὸ λεγόμενον· “κα‐ >τενόησα τὰ ἔργα σου καὶ ἐξέστην.” τῷ δ’ αὐτῷ τούτῳ καὶ “ἦχος” ἕπεται “νυκτερινός”, ὅ ἐστιν ἀσαφία πολ‐
25λή, ἐξ ἧς φρίττειν καὶ φοβεῖσθαι συμβαίνει τῶι ἀρξαμένῳ νο‐ εῖν τι τῶν θ(εο)ῦ κριμάτων. οὐ μὴν ἀλλὰ καὶ “τὰ ὀστᾶ” τοῦ τοιού〈του〉 ταράτ‐ τεται, ἅ ἐστιν δύναμις ψυχῆς.
30πᾶς γὰρ ἀνθρώπινος λογισμὸς ἐξασθενεῖ πρὸς τὴν τῶν θείω(ν) ἀκριβῆ κατανόησιν. τοῦτο αὐ‐ τὸ καὶ Ἀμβακοὺμ ἐπιστάμενός

106

>φησιν· “ἀπὸ φωνῆς προσευχῆς με >εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μ[ου.” τῷ οὖν ὡς προείρηται θείων ἔρ‐ γων φοβερῶ[ν] τυγχανόντων
5βουλομένῳ ἐπαΐειν κατὰ τὸ δ[ι‐ ανοητικὸν γ[ί]νεταί τις τύπος νοήσεως οὐκ [ἀ]κριβής, ὅστις δη‐ >λοῦται διὰ τοῦ· “καὶ πν(εῦμ)α ἐπὶ πρό‐ >σωπόν μου ἐπῆλθεν.” ἑξῆς κ[αὶ
10>ἔστιν τό· “ἔφριξαν δέ μου τρίχ[ες >καὶ σάρκες.” θόρυβον γὰρ ὑπομέ[ν]ει οὐ μικρὸν ἄνθ[ρ]ωπος, εἰ τολμή‐
σειεν ἐπιβαλεῖν τοῖς θ(εο)ῦ κρίμα‐ >σίν τε καὶ θα[υ]μασίοις. “ἀνέστην,292
15>καὶ οὐκ ἦν μ[ο]ρφὴ πρὸ ὀφθαλ‐ >μῶν μου”, ἵν’ ᾖ τὸ λεγόμενον ὅτι· κἂν διεγεῖραι αὑτὸν θέλῃ ἄνθρωπος πρὸς κατανόησι(ν), διαφεύγει αὐτὸν ἡ ἀκρίβεια
20μορφὴ εἰρημένη. τούτῳ ὅμοι‐ >ον ἂν εἴη τό· “βαθὺ βάθος, τίς εὑρή‐ >σει αὐτήν.” “ἀλλ’ ἢ αὔραν καὶ φω‐ >νὴν ἤκουον.” θαυμαστὰ γάρ τι‐ να καὶ ἀπηχήματα τῆς διοική‐
25σεως τῆς ἀπὸ θ(εο)ῦ δέχεται συνέ‐ σει τις χρώμενος. καὶ οὐ πάντηι σθένει γε καταλαβεῖν, καὶ μάλα εἰκότως· εἰ γὰρ Παῦλος ἐν Χ(ριστ)ῷ λα‐ >λῶν φησιν· “ὦ βάθος πλούτου καὶ
30>σοφίας καὶ γνώσεως θεοῦ. ὡς ἀνε‐ >ξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ >ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ”,

107

πόσῳ ὁ τοῖς ἀνθρωπίνοις λογισμοῖς ἐπιβάλλων ἀτονήσει πρὸς τὴν >>κατάλημψιν; “τί γάρ; μὴ καθαρὸς >>ἔσται βροτὸς ἐ[να]ντίον κ(υρίο)υ ἢ ἀπὸ
5>>τῶν ἔργων αὐ[τ]οῦ ἄμεμπτος ἀνήρ;” σύνεσιν ἀνθ[ρω]πίνην ἔχειν ὑ‐ πεθέμεθα κα[ὶ] ἐν τοῖς προλαβοῦ‐ σιν τοὺς φίλους τοῦ Ἰώβ. καὶ γὰρ οὐ μικρὸν δεῖγμα συνέσεως τὸ βασι‐
10λεῖς ὄντας καταλιπεῖν μὲν τὰς χώρας, παραγενέσθαι δὲ διὰ συ(ν)‐ πάθειαν τοῦ Ἰώβ, καίτοι διαλαμ‐ βάνοντες ὡς οὐκ ἀπήλλακται ἁ‐ μαρτημάτων. ὅμως δ’, εἰ καὶ ἀν‐294
15θρωπίνοις χρ[ῶν]ται λογισμοῖς, ἀλλὰ γοῦν καὶ [δια]σφάλ〈λ〉ονται. ὡς γὰρ οὖν προείρηται, μίαν αἰτία(ν) τῶν ἐπαγωγῶν τιθέμεν〈οι〉 οἴον‐ ται καὶ τὸν Ἰὼ[β] δι’ ἁμαρτίας πεπο(ν)‐
20θέναι, ἀπὸ π[ι]θανοῦ λόγου ἐπὶ τοῦτο ἀγόμενοι, τὸ ἀσθενὲς τῆς ἀνθρωπίνη[ς] ἐννοοῦντες φύσε‐ ως. διὸ καὶ ὁ Ἐλιφὰζ τὰ προκείμε‐ >νά φησιν· “τί γάρ; μὴ καθαρὸς ἔσται βρο‐
25>τὸς ἐναντίον κ(υρίο)υ, ἢ ἀπὸ τῶν ἔργω(ν) >αὐτοῦ ἄμεμπτος ἀνήρ;” τοῦτο με‐ νοῦν πιθανὸν ὑπάρχον, εἰ κατὰ τὴν ἔννοιαν αὐτοῦ ἐξετάζοιτο, ἔχει τὸν ἔλεγχον. εἰ γὰρ δι’ ἁμαρ‐
30τίας ὁ περιπίπτων ἀνιαροῖς θλί‐ βεται, οὐδεὶς δὲ καθαρός, οὐδεὶς ἐκτὸς ἀνιαρῶν ὑπῆρξεν ἄν. ἀλλὰ ταῦτα μὲν οὗτος, ἡ δὲ θεία παίδευσις

108

διδάσκει, ὡς καὶ πονηροὶ ἄνθρω‐ ποι καὶ τὰ πάντα ἐν ἁμαρτίαις [ὄν‐ τες ἀπερίστατο[ν] τὸν βίον ἑαυτῶν δ[ι‐ ήγαγον. ὧν ἐσ[τι]ν ὁ σὺν τῷ Λαζάρῳ
5πλούσιος καθ’ [ἡ]μέραν εὐφραινό‐
μενος λαμπ[ρῶ]ς βύσσον τε κα[ὶ πορφύραν ἐν[δ]ιδυσκόμενος μέ‐ χρις ὑστέρας ἀναπνοῆς διαμείνας ἐν ἡδίστῃ διαγωγῇ, τοῦ Λαζάρου296
10δικαίου μαρτυρουμένου καὶ μὴ ἐσχηκότος ἐνταῦθα ἀνάπαυσι(ν). >ἀλλὰ καὶ 〈ὁ〉 ἀκού[σ]ας· “ἄφρων, ταύτηι τῇ >νυκτὶ αἱροῦσιν τὴν ψυχὴν ἀπὸ >σοῦ. ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;” οὐ
15περιστάσει [κο]ινωνήσας ἀνα‐ γέγραπται. κ[αὶ τ]οῦτο δὲ παιδεύει ὁ θεῖος λόγος, εἰ κ[α]ὶ οὗτος αὐτὸ εἶπε(ν) ἀνθρωπίνως, ὅτι οὐχ ὁ καθαρὸς πάντως καὶ ἐναντίον κ(υρίο)υ τοι‐
20οῦτός ἐστιν. τοῦτ[ο] δὲ δείκνυται ἐκ τοῦ· >“ἄστρα δὲ οὐ καθα[ρ]ὰ αὐτοῦ ἐνώπιο(ν)”, >καὶ τοῦ ἐν Ψαλμ[ο]ῖς· “οὐ δικαιωθή‐ >σεται ἐνώπιον σοῦ πᾶς ζῶν.” οὐ γὰρ εἶπεν· ‘οὐδεὶς δικαιοῦται‘, ἀλλ’·
25‘ἐπίπροσθεν σοῦ‘. εὑρήσεις γοῦν ὡς πρὸς θ(εὸ)ν ἀπολειπομένους πάν‐ τας, καὶ οὐ καθ’ ὑπ[ε]ρβολὴν ἔχουσι(ν). >ὁ Μωσῆς μὲν γὰρ καίτοι “πεπαιδευ‐ >μένος πάσῃ σοφίαι Αἰγυπτίων”
30>φησίν· “οὔκ εἰμι ἱκανὸς λαλῆσαι >πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης >καὶ ἀφ’ οὗ σὺ ἤρξω λαλεῖν τῶι θερά‐ >ποντί σου.” 〈παρ〉όντος γὰρ τοῦ ὑπερ‐

109

βάλλοντος δο[κεῖ] ἐλάττων εἶναι.
>ἢ καὶ μεθ’ ἕτερα [λέγω]ν· “ἐγὼ δὲ ἄλο‐ >γ]ός εἰμι.” ἀλλὰ κ[αὶ Ἀ]βραὰμ ὁ “φίλος >θ](εο)ῦ” χρηματίσα[ς λέγ]ει· “ἐπειδὴ ἠρ‐298
5>ξ]άμην λαλεῖν [πρὸ]ς τὸν κύριόν >μο]υ, ἐγὼ δέ ε[ἰμι γῆ] καὶ σποδός.” οὐ κα]θάπαξ δ[ὲ ἀτι]μ̣ά̣ζει ἑαυτόν, ἀλ‐ λὰ] ἀφ’ οὗ ἤρ[ξατο] λαλεῖν πρὸς θ(εό)ν. “β]ροτὸς” δὲ καὶ “ἀ[ν]ὴρ” εἰ παρὰ τοῦ Ἐλι‐
10φὰζ ἐκ παραλλ[ή]λου εἴρηται, ἀλλ’ ἡμεῖς ἀκριβέσ[τε]ρον ἐπιβαλόν‐ τες τῶι λόγωι φ[αμέ]ν, ὅτι τὸ μὲν βροτὸς οἷόν τέ ἐ[στ]ι ἐπὶ γυναικὸς τετάχθαι. τὸ γὰρ [ἀν]ὴρ οὐκ ἐπὶ παν‐
15τὸς ἀνθρώπου [λέγετ]αι. >>“εἰ κατὰ παίδων [αὐ]τοῦ οὐ πιστεύει, >>κατὰ δὲ ἀγγέλω[ν] αὐτοῦ σκολιόν >>τι ἐπενόησε[ν, τ]οὺς δὲ κατοικοῦ(ν)‐ >>τας οἰκίας πηλ[ί]νας, ἐξ ὧν καὶ αὐ‐
20>>τοὶ ἐκ τοῦ αὐτο[ῦ] πηλοῦ ἐσμεν, >>ἔπαισεν αὐτοὺ[ς] σητὸς τρόπον. καὶ >>ἀπὸ πρωΐθε[ν] μέχρις ἑσπέρας >>οὐκέτι εἰσίν.” ἀπὸ τοῦ μείζονος τὴν ἀπόδειξιν
25ἐπαγαγεῖν βούλεται καὶ πιστο‐ ποιῆσαι, ὅτι πᾶς ἄνθρωπος ὑ〈φ〉’ ἁμαρτίαν ἐστὶν λέγων, ὅτι καὶ οἱ παῖδες τοῦ [θ]εοῦ παρ’ αὐτῶι οὐ πιστεύονται, ὅ ἐστιν· οὐ〈χ〉 ὡς ἄτρε‐300
30>πτοί εἰσιν. “κατὰ 〈δ〉ὲ ἀγγέλων ἑαυτοῦ >σκολιὸν ἐπενόησεν” ἁμαρτόν‐ των. εἰ δὲ τοῦτο, πολλῷ πλέον κατὰ τῶν οἰκούντων τὰς πηλίνας

110

οἰκίας. καὶ α[ὐτῶ]ν ἐκ τοῦ αὐτοῦ π[η‐ λοῦ τυγχ[ανό]ντων ἁμαρταν[όν‐ των οὐ φ[είσεται], σητὸς τρόπον τὰς κολάσ[εις αὐ]τοῖς ἐπιπέμπ[ων,
5οἳ καὶ κρίμ[ατι αὐ]τοῦ ἀπὸ πρωΐ[θεν πολλάκις [ἕως ἑσπ]έρας οὐχ ὑ[πο‐ μενοῦσιν. ἀ[λλὰ μ]ὲν οὖν αὕ[τη ἡ ὁλ〈ο〉σχερεσ[τάτη] νόησις τ[ῶν εἰρημένων, [ζη]τήσειεν δ’ ἄν [τις, πό‐
10θεν οὗτος ἔ[χε]ι διάλημψιν πε‐ ρὶ τῶν πα[ραβε]βηκότων ἀγγέ‐ λων, καθ’ ὧ[ν σκ]ολιὸν ἐπινενοη‐ κέναι τὸν θ[εόν] φησιν. πρὸς ὃ λε‐ χθείη, ὅτι ἅ[τε] συνετὸς ὢν ἀνὴρ
15οἶδεν, ὡς ο[ὐ κα]τὰ φύσιν ἀγαθοὶ τυγχάνου[σιν, ἀ]λλὰ τρεπτοὶ οἱ ἄγ‐ γελοι. οὐκ ἄτ[ο]πο〈ν〉 δὲ αὐτὸν καὶ ἐκ τῶν δαι[μο]νιζομένων ἀν‐ θρώπων τοῦτ[ο] ἐννοεῖν, περὶ
20ὧν ἡ θεία διδ[α]σκαλία φησίν·
>“ἀγγέλους δὲ το[ὺ]ς μὴ τηρήσαν‐ >τας τὴν ἑαυτῶ[ν] τάξιν ὑπὸ ζό‐ >φον τετήρηκεν.” κατοικεῖν δὲ οἰ‐ κίας πηλίνας τοὺς ἀνθρώπους302
25φησὶν ἀντὶ το[ῦ] ὑλικάς, ἁπλού‐ στερον καὶ τοὺς [ἀ]ν(θρώπ)ους ἐκ τοῦ αὐ‐ τοῦ πηλοῦ συνε[σ]τάναι λέγων. οὐ γὰρ καὶ ἡ ψυχὴ ἐκ πηλοῦ· τὸ γὰρ >σῶμα πήλινον εἴρηται. “ἔπαισε(ν)
30>αὐτοὺς σητὸς τρόπον.” τὴν κατ’ αὐτῶν ὡς εὐτελῶν ἐπιπεμπο‐ μένην κόλασιν δηλοῖ. τοῦτο ἐν

111

τ]ῇ Σοφίαι δηλο[ῦται].
1vacat
1vacat
1vacat
1vacat
1vacat >ἀλ]λὰ καὶ ὁ π[ροφ]ήτης φησίν· “ὁ ἄρχω(ν) >αἰτ]εῖ καὶ ὁ κ[ριτὴς] εἰρηνικοὺς λόγους >ἐ]λάλησεν· κατ[αθ]ύμιον ψυχῆς αὐ‐
5>τοῦ ἐστιν. καὶ ἐ[ξελ]οῦμαι τὰ ἀγαθὰ αὐ‐ >τῶν ὡς σὴς ἐκτ[ρώγ]ων καὶ βαδίζω(ν) >ἐπὶ κάνονος ἐ[ν ἡ]μέρᾳ σκοπιᾶς”, ὅπερ δηλοῖ τὸ [ἀθρ]όον καὶ αἰφνί‐
διον τῶν κολ[άσε]ων καὶ τὸ κεκρι‐304
10μένον. τοῦτο γ̣[ὰρ] κανὼν δηλοῖ. >εἰ γὰρ μὴ “ὀργὴ[ν ἐ]πάγει καθ’ ἑκά‐ >στην ἡμέραν”, [ἀλ]λ’ “ἀποδίδωσ〈ιν〉 ἑκά‐ >στῳ κατὰ τὰ ἔρ[γ]α αὐτοῦ”, κανόνι τοῦ‐ το ποιεῖ μετὰ [τ]οῦ κεραννύ〈ν〉αι τὴ(ν)
15ἀγαθότητα. >>“παρὰ τὸ μὴ δύ[ν]ασθαι αὐτοὺς ἑαυ‐ >>τοῖς βοηθῆσαι ἀπώλοντο. ἐνε‐ >>φύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράν‐ >>θησαν, ἀπώλοντο παρὰ τὸ μὴ
20>>ἔχειν αὐτοὺ[ς] σοφίαν.” ἔτι τῆς αὐ‐ τῆς ἀρχῆς ἐχ[ό]μενος, καθ’ ἣν οἴε‐ ται δι’ ἁμαρτ[ί]ας τὰ περιστατικὰ συμβαίνειν, [κ]αὶ ταῦτά φησιν. ἐ‐ πειδὴ γὰρ δι’ ἀρετῆς οὐκ ἐδυνή‐
25θησαν μεταγνόντες τῶν κακῶ(ν) βοηθῆσαι ἑαυτοῖς, ἠκολούθησεν
αὐτοῖς τὰ θλιβηρά. καὶ τοῦτο δὲ ὑπο‐306

112

βάλλει νοεῖ̣[ν· δι’ ἀ]σθένειαν τὴν τ[ῶν ἐπελθόντω[ν] δεινό‐ τητα ἀπώ[σασθ]αι μὴ δυνηθέ(ν)‐ τες ἀπώλ〈λ〉υ[ντο], τὸ εὐτελὲς τῆς
5ἀνθρώπου [δυν]άμεως ἐπιδεικνύ[ντες. τοῦτο γοῦν [καὶ τὸ] ἐπιφερόμε[νον >φαίνεται ση[μαῖν]ον· “ἐνεφ[ύση‐ >σεν γὰρ αὐτο[ῖς καὶ ἐξ]ηράνθη[σαν.” δηλοῖ γάρ, ὅτ[ι οὐκ] ἐδέησεν ὑ[περ‐
10βαλλούσης ἐ[πι]φορᾶς κατ’ αὐτῶ[ν, ἀλλ’ ἐμφυσή[σαν]τος μόνον, ὅπερ ἤρκεσεν ἐ[πὶ ἀν]αίρεσιν αὐτῶν, ἣ(ν) ἀπώλειαν εἶ[πε]ν. τῆς αὐτῆς δὲ τῆς φθασά[σης] διανοίας ὑπάρ‐
15>χων ἐπάγε[ι τό· “ἀ]πώλοντο διὰ >τὸ μὴ ἔχειν [αὐ]τοὺς σοφίαν”, ἀγνο‐ ῶν, ὅτι πολλ[οὶ σ]οφοὶ ἀνιαροῖς ὑ‐
περβάλλου[σι] περιέπεσαν.308