TLG 2074 041 :: APOLLINARIS :: Fragmenta in Psalmos (in catenis) APOLLINARIS Theol., vel Apollinarius Fragmenta in Psalmos (in catenis) Citation: Fragment — (line) | ||
1(t) | Ps 7,8.9a | |
1 | Παραγενομένου τοῦ κριτοῦ, φησίν, κυκλοῦσιν αὐτὸν ἔθνη πολλὰ συγκροτούμενα· τὴν ἐκκλησίαν δηλῶν καὶ διαγγέλλων φησὶν ὁ κύριος συναχθήσεσθαι πρὸς αὐτόν, τούτου δὲ γενομένου ἄνω καὶ πρὸς τὸ ὕψος ἐπιστρέψειν τὸν κριτὴν παραδόντα τὴν βασιλείαν. | |
---|---|---|
2(t) | Ps 8,1 | |
1 | Ληνὸν δὲ καθάπερ καὶ θερισμὸν ἐν τῶ Εὐαγγελίῳ τὴν ἐπὶ συντελείᾳ συναγωγὴν τῶν καρπῶν ὁ λόγος δηλοῖ, καρποὶ δὲ ἀνθρώπων ἔργα καὶ λογισμοὶ κατὰ τὸν Ἡσαΐαν Κἀγώ, φησίν, τὰ ἔργα αὐτῶν καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν. | |
3(t) | Ps 8,5—9 | |
1 | Ἀλλ’ ὁ τῶν τηλικούτων, φησί, ποιητὴς ἔργων μικροῦ παντελῶς ὄντος ἀνθρώπου φροντίζεις, καὶ μνήμην ἐποιήσω μεταπεσόντος ἀπὸ σοῦ καὶ ἐπεσκέψω κατενεχθέντα εἰς ἀρρωστίαν· ἧν δέ σοι καὶ ἀπ’ ἀρχῆς τιμία ἡ ποίησις αὐτοῦ, καὶ τῆς ἀγγελικῆς δόξης ὀλίγον ἠλάττωτο κατὰ τὸ σῶμα τὸ | |
5 | γήϊνον. δόξα γὰρ αὐτῷ περιῆν οἱονεὶ βασιλεύοντι κατὰ γῆν ἔργων τῶν ὑπὸ σοῦ πεποιημένων καὶ τὴν ἄλογον ἅπασαν φύσιν ὑφ’ ἑαυτῷ κατέχοντι, οὐ μόνον τὴν χερσαίαν καὶ ῥαδίως ληπτὴν ἀλλὰ καὶ τὴν ἀέριον καὶ τὴν ἔνυδρον, ὅπερ ἑκάτερον μὲν ἐκφεύγει τὰς ἀνθρώπου χεῖρας, τὸ μὲν διὰ τὴν ἐν ὕψει φοράν, τὸ δὲ διὰ τὴν ἐν βάθει κατάκρυψιν καὶ δι’ ὑδάτων πορείαν, ἁλίσκεται δὲ | |
10 | σοφίᾳ καὶ νῷ καὶ ὁ γήϊνος αἱρεῖ τὰ ἐν οὐρανῷ καὶ ὕδασιν· ἐξ ὧν ἀναφαίνεται κατὰ τὸ νοερὸν ὑπερβάλλων μὲν τὴν ζῴων ἄλογον καὶ ἀνόητον φύσιν, ἐφάμιλλος δὲ τῇ νοερᾷ καὶ ἀγγελικῇ κοινωνὸς ὢν τοῖς ἀλόγοις κατὰ τὸ σωματικόν. | 3 |
4(t) | Ps 15,4cd | |
1 | Τὸν τρόπον λέγει τῆς καινῆς θεοσεβείας τὸν ἄνευ αἱμάτων, καὶ τὴν ἐξαλλαγὴν δηλοῖ τὴν ἐν ἁγίῳ πνεύματι καθ’ ἣν οὐκέτι ἐσμὲν οἱ πρότεροι οὐδὲ ἐπὶ τῶν αὐτῶν ὀνομάτων οὐκέθ’ υἱοὶ ἀνθρώπων ἀλλ’ υἱοὶ θεοῦ. | |
5(t) | Ps 16,6 | |
1 | Καὶ πρότερον γὰρ εἰσακουσθείς, φησίν, αὐτῷ καὶ νῦν εἰσακουσθῆναι δέομαι. προσευχόμενοι γάρ φησιν ὁ Παῦλος μετ’ εὐχαριστίας· ἡ γὰρ τῶν προτέρων μνήμη χάριτας παρασκευάζει τὰς ἐφεξῆς. | |
6(t) | Ps 16,10—12 | |
1 | Ἔργον καὶ σχῆμα τῶν ἐπιτιθεμένων αὐτῷ διηγεῖται, ἔργον μὲν ἐπιβουλὴν φονικὴν καὶ ῥήματα κολακεστικὰ πρὸς ἐνέδραν, εἶναι δ’ αὐτοὺς λιπαρωτάτους μὲν τὸ σῶμα στέατι περιπεφραγμένους, λοξὸν δὲ τοῖς ὀφθαλμοῖς ὑποβλέποντας λέοντι παραπλησίως ἐπὶ θήραν ὁρμῶντι καὶ λαθραίως ὑποκαθημένῳ. τοιοῦτος | |
5 | ἦν πρὸς τὸν Δαυὶδ ὁ Σαούλ, λέγων μὲν αὐτὸν εὑρηκέναι χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ καὶ παρίστασθαι κελεύων καὶ παρεστάτην ἔχων, ὑφορώμενος δὲ καὶ ἐξ ἐνέδρας ἀποκτεῖναι ἐπιχειρῶν. | 4 |
7(t) | Ps 16,14c | |
1 | Παρεσκεύασται, φησίν, αὐτοῖς ἀπόκρυφος κόλασις ἥτις εἴσω τῆς ἐκείνων χωρήσει γαστρὸς κατὰ τὸ λεγόμενον ἐπὶ τοῦ Ἰουδὰ Εἰσέλθοι ἡ κατάρα ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. | |
8A(t) | Ps 26,4 | |
1 | Πάλιν τὴν πρὸς θεὸν ἀγάπην διὰ τῆς πρὸς τὸν ἀφιερωμένον αὐτῷ ναὸν ἀφορίζει. ὁ γὰρ τὸν θεὸν ἀγαπῶν τοῖς ἀφιερωμένοις αὐτῷ τόποις ἐπευφραίνεται, οὐκ εἰς τὴν τούτων θέαν ἀπολαύων τὸν πόθον (μικρὸν γὰρ τὸ χειροποιήτοις ἔργοις ἐπιτέρπεσθαι), ἀλλ’ ὥσπερ τις καὶ ἱμάτιον τοῦ ποθουμένου | |
5 | καὶ βιβλίον ἀσμένως ὁρᾷ ὡς εἰς τὴν ἐκείνου μνήμην διὰ τούτων ἀνεγειρόμενος, οὕτως ὁ φιλόθεος καὶ δι’ οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ τῷ κάλλει τῆς οἰκοδομίας ἀγάλλεσθαι πρὸς ταύτην ὁρᾶν. οἶκος μὲν οὖν οὔπω θεοῦ κατεσκεύαστο. ὅτε ταῦτα ᾖδεν ὁ Δαυίδ, ἀνήγαγε δὲ | |
10 | τὸν λόγον εἰς τὴν σκηνὴν καὶ κατελίμπανεν τοῖς πνευματικῶς ἀκούειν | |
δυναμένοις ἐπὶ τὸν πνευματικὸν οἶκον ἀναβιβάζειν τὸν λόγον. | 5 | |
9(t) | Ps 32,6 | |
1 | Ἐν τοῖς τοιούτοις ἐμφαίνεται ἡ τοῦ ἑνὸς θεοῦ θεολογία τὴν τριάδα περιλαμβάνουσα. εἶτα θεολογεῖται μὲν ὡς δημιουργὸς ὁ θεός, ἡ δὲ δημιουργία τοῦ λόγου ἐνέργημα καὶ τοῦ πνεύματος· καὶ δῆλον μὲν ὅτι ἀνθρώπιναι μὲν αἱ φωναὶ ὅπου καὶ στόμα εἴρηται ἀφ’ οὗ λόγος καὶ πνεῦμα, ἑτέρως δὲ ἐπὶ θεοῦ | |
5 | νοούμεναι κατὰ τὸ ἀσύνθετον καὶ πάντῃ ἀσώματον, τουτέστιν ὢν ὁ λόγος παρὰ τῷ θεῷ ὄντι καὶ ὂν τὸ πνεῦμα, ὁ μὲν ἔκφανσις ὢν τοῦ πατρὸς (κατὰ τοῦτο λόγος ὀνομαζόμενος), τὸ δὲ τοῦ λόγου μετάληψις ὡς πνεῦμα ἐκ στόματος. οὐρανοὺς δὲ εἰπὼν καὶ δυνάμεις οὐρανῶν οὐκ ἐκείνων μὲν τῷ λόγῳ, τούτων δὲ τῷ πνεύματι τὴν δημιουργίαν μερίζει (ἀμέριστα γὰρ τὰ ἐπὶ τῆς τριάδος | |
10 | ἐνεργούμενα), ἀλλὰ διαφόρως φράζει ταὐτόν, ὡς ἐν τῷ Εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον καὶ Ἰσραὴλ παρῴκησεν ἐν γῇ Χὰμ οὐ διαιρεῖται εἴσοδος μὲν ὡς ἑτέρῳ τῷ Ἰακώβ, κατοίκησις δὲ ὡς ἑτέρῳ τῷ Ἰσραήλ· ἐκ παραλλήλου γὰρ ταὐτὸν δηλοῖ, καὶ τοῦτο ἐν πολλοῖς τὸ ἔθος εὕροιμεν ἄν. | |
10(t) | Ps 33,7 | |
1 | Ἑαυτὸν ἐπιδεικνὺς λέγει πτωχεύσαντα, τῇ φυγῇ ἀγωνιάσαντα, τὸν κίνδυνον ἀποφυγόντα τοῦτον βουλήσει θεοῦ, ὡς οὐκ ἄλλως ἰσχύσαντος ἂν τοῦ τῆς μανίας τεχνάσματος εἰ μὴ κατὰ θεοῦ βούλησιν. | |
11(t) | Ps 33,9 | |
1 | Γεῦσιν λέγει τὴν πείραν τῶν πραγμάτων, ἥτις καὶ αὐτῷ παρῆν τότε. | |
τὸ οὖν διαγεγονὸς ἐν αὐτῷ κατὰ χρηστότητα θεοῦ, τὸ μὴ περιοφθῆναι διωκόμενον ὑπὸ βασιλέως ἀλλοτρίου ἀλλ’ ἐκ δύο χαλεπωτάτων πολεμίων καὶ δυνατωτέρων σωθῆναι, τοῦτο εἰς κοινὸν ἅπασιν προστίθησιν ὡς οὐκ ἐπ’ | 6 | |
5 | αὐτοῦ μόνου γινόμενον ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἐσόμενον, ὅσοι τῇ πρὸς θεὸν ἐλπίδι συνάπτουσιν ἑαυτοὺς τῷ θεῷ. ἐν τούτῳ δεῖ εἶναι τὸ μακάριον, οὐκ ἐν ἑτέρῳ τινί, ὅπερ 〈ὁ〉 Δαυὶδ λέγει ἐν τῷ Ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ. | |
12(t) | Ps 33,20 | |
1 | Εἰς τὸ τέλος ἀφορᾶν κελεύει καὶ θαρσεῖν τῇ ἐκ τῶν θλίψεων ἀπαλλαγῇ, μὴ τὴν ἀρχὴν αὐτόθεν δυσχεραίνειν, ἐπειδὰν θλίβεσθαι συμβαίνῃ. οὕτω γὰρ δεῖ παρασκεύασθαι τὴν ψυχήν, οὐχ ὡς μὴ πονήσουσαν ἀλλ’ ὡς μὴ τῶν πόνων ἡττηθησομένην. | |
13(t) | Ps 34,1—3 | |
1 | Εἰς ὅλην ὁμοίωσιν ἀνθρώπου τὸν περὶ θεοῦ σχηματίζει λόγον καθὰ καὶ Ἡσαΐας, ἵνα τὸ ἐν αὐτῷ ἀδύνατον θεῷ δυνατὸν ἐπιδείξῃ πολεμεῖν ἀξιῶν καὶ ὁπλίζεσθαι ἀσπίδι τε καὶ λόγχῃ καὶ τὰς ἐφόδους τῶν πολεμίων ἀποκλείειν τειχίσματι μέσῳ. καὶ τοῦτο δὲ ἐν Χριστῷ δείκνυσιν Ἡσαΐας, ἐκ τιμωρίας τῶν | |
5 | ἀδίκων ἐρχόμενον προορῶν ᾑμαγμένον τε τὸ ἱμάτιον ἐκ τῆς τῶν ἀλλοφύλων σφαγῆς (Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ, καὶ τὰ ἑξῆς;), ὥστε τὰ εἰς πατέρα θεϊκῶς ἀναγόμενα σαφές ἐστιν υἱοῦ τε | |
εἶναι καὶ εἰς υἱὸν πληροῦσθαι. | 7 | |
14(t) | Ps 34,5 | |
1 | Εἰς ἐκείνους τὸ ἀφανεῖς γενέσθαι περιίσταται, ὥσπερ ὁ ἀνέμῳ διωκόμενος χοῦς, ἐξωθεῖσθαι δ’ αὐτοὺς οὐκ ἀνθρωπίνῃ χειρὶ ὅτι δίκαιοι τοῦτο μᾶλλον ὑπ’ ἀδίκων πάσχουσιν ἀλλὰ δι’ ἀγγέλων τοῦτο γίνεσθαι, καθά φησιν ὁ κύριος ὅτι Ἐξελεύσονται οἱ ἅγιοι καὶ ἐκλέξουσιν ἐκ μέσου τῶν δικαίων τοὺς ἀδίκους | |
5 | καὶ ἀφοριοῦσιν αὐτούς. νῦν μὲν γὰρ ἀναμέμικται τὰ ἀσύμφωνα, τότε δὲ διαιρεθήσεται κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. | |
15(t) | Ps 34,6 | |
1 | Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προκόπτουσιν. τοῦτο δὲ ἐπιτελεσθῆναι ἀξιοῖ, σκότῳ κατασχεθῆναι τὴν πρᾶξιν τῶν ἀδίκων εὐχόμενος, ἅτε δὴ καὶ σκότῳ προσήκουσαν, καὶ καταπεσεῖν αὐτοὺς ὀλισθόντας, ὅτι καὶ ὀλισθηρὰν ὁδὸν πορεύονται (οὐδὲν γὰρ ἐν ἀδικίᾳ | |
5 | στηριγμοῦ ἐχόμενον), ἀφανεῖς δὲ αὐτοὺς ὑπ’ ἀγγέλων γενέσθαι διωκομένους ὅπερ αὐτοὶ κατὰ τῶν δικαίων ποιοῦσιν. | |
16(t) | Ps 34,13 | |
1 | Ἐπὶ τὴν ἑαυτοῦ ἰσχύν, φησίν, καταφεύγει, ἥτις ἐστὶ θεός. θεὸν γάρ τις ἐκζητεῖ νηστείαις καὶ ταπεινώσεσιν, ἐπιστρέφων τὴν ὅλην ψυχὴν εἰς ἐπικλήσεις θεοῦ κατὰ τὴν ἀπὸ σωματικῶν ἡδονῶν εὐσχολίαν, ὅτε ἐνσχολάζουσι τῇ διανοίᾳ κατὰ τῆς εὐχῆς καὶ ἐν τῷ κόλπῳ τῆς ψυχῆς | |
5 | παρεισδύονται. | 8 |
17(t) | Ps 35,6 | |
1 | Βέβαια γὰρ καὶ ἀσάλευτα τὰ παρὰ θεοῦ τεταγμένα οἷον τὸ πρὸς 〈Νῶε ῥηθὲν〉 τὸ μηκέτι κατακλυσμὸν ἐπάξαι εἰς διαφθορὰν ζῴων ὃ συμβαίνει τῷ περὶ ἀνεξικακίας θεοῦ λόγῳ. ὥρισται γὰρ καὶ ἡ βεβαιότης τοῦ λόγου διὰ παντός, μεγάλη τις οὖσα καὶ ἐπιφανής. οὕτω δὲ καὶ ὅσα ἄλλα τέτακται καὶ | |
5 | ὥρισται κατὰ δικαιοσύνην καὶ ἀγαθότητα θεοῦ, στερρὸν καὶ ἀσάλευτον ἔχει τὸ διαμένειν εἰς ἀεί· οἷόν ἐστιν καὶ τὸ Ἅπαξ ὤμοσα ἐν τῶν ἁγίῳ μου 〈εἰ〉 τῷ Δαυὶδ ψεύσομαι. εἰς τοῦτο καὶ τὸ Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ τείνει. | |
18(t) | Ps 35,7a | |
1 | Πάλιν τὸ τῆς δικαιοσύνης ὑψηλὸν ὄρεσι παραβάλλει. τοῦτο δὲ ἀπειλὴν ἔχει τῶν ἀνταποδόσεων, ὅτι ἀδύνατον δικαιοσύνης οὔσης ἐφόρου τῶν γινομένων γενέσθαι τι παρὰ τὸ δίκαιον, ὥστε καὶ οἱ νῦν διαφεύγοντες τὰς κολαστικὰς ἀνταποδόσεις ἢ τῶν ἀνταποδόσεων οὐ τυγχάνοντες πάντως εἰς | |
5 | ὕστερον κομιοῦνται· καὶ τοῦτο ἄτρεπτον παρὰ θεῷ, ὡς θαρρῶν ὁ Παῦλος ἔλεγεν ὅτι αὐτῷ τὸν στεφανὸν τῆς δικαιοσύνης ἀποδώσει θεὸς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής. | |
19(t) | Ps 35,10a | |
1 | Τὰ γὰρ εἰς ζωὴν ἄφθονα χορηγεῖται παρὰ θεοῦ, ὧν μὴ χορηγουμένων | |
διαφθείροιτο ἡ ζωή. | 9 | |
20(t) | Ps 35,10b | |
1 | Καταλάμπεται, φησίν, τῷ ἐξ οὐρανῶν φωτὶ ὑπὸ τοῦ θεμένου τὸν ἥλιον εἰς φῶς ἡμέρας· ἀλλὰ ταῦτα μὲν εἰς κοινὸν δικαίοις τε καὶ ἀδίκοις ἐφ’ οἷς καὶ τὸ τῆς φιλανθρωπίας ἐθαύμαζεν μὴ χωριζομένων τῶν ἀχαρίστων τῆς ἀπολαύσεως τῶν παρὰ θεοῦ, τὸ δὲ ἐξαίρετον ἤδη καὶ ἴδιον τῶν οἰκείων θεοῦ. | |
21(t) | Ps 36,7 | |
1 | Ἡσυχάζοντας ἐκδέχεσθαι θεὸν παρακελεύεται μὴ ταραττομένους τοῖς παροῦσιν ἀλλ’ ἐλπίζοντας τοῖς μέλλουσι κατὰ τὸ ἀποστολικὸν Τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, καὶ τοῦ Ἱερεμίου τὸ Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ. καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, δώσει | |
5 | τῷ πταίοντι αὐτὸν σιαγόνα, ἐμπλησθήσεται ὀνειδισμῶν. | |
22(t) | Ps 36,9 | |
1 | Μακρὰν ἀφορᾶν κελεύει καὶ μὴ τοῖς παροῦσιν ἐκπλήττεσθαι, καὶ ἀπώλειαν μὲν προορᾶν τῶν πονηρῶν, κράτησιν δὲ τῶν ἀγαθῶν· ταῦτα δὲ καὶ ἐπὶ τέλους δηλαδὴ καὶ ἐν ἑτέτῳ αἰῶνι, ὡς ὅ γε παρὼν οὐκ ἔχει τὰς τούτων ἐκβάσεις, ἀλλ’ ἐπικρατεῖται μᾶλλον τοῖς πονηροῖς τὰ ἐν τῇ γῇ. διὸ καὶ Ὅλος, | |
5 | φησίν, ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται. | 10 |
23(t) | Ps 36,14ab | |
1 | Αὐτούς φησι καθ’ ἑαυτῶν κινεῖν τοὺς πονηροὺς ἃ κατὰ τῶν δικαίων παρασκευάζονται, ὡσεὶ ξίφος τις σπασάμενος τούτῳ σφαγείη, μάταιόν τε ἔσεσθαι τὴν ἐπιβουλὴν ὥσπερ τόξον χειρὶ τοξότου συντριβόμενον. ἐπὶ δὲ τοῦ Δαυὶδ καὶ σωματικῶς τοῦτο πεπλήρωται τὸ τῇ ἰδίᾳ μαχαίρᾳ παίσειν τὸν | |
5 | Δαυὶδ ἣν κατὰ τοῦ Δαυὶδ ἐσπάσαντο. | |
24(t) | Ps 36,27 | |
1 | Παραίνεσις ἐκ τῆς προρρήσεως ἡ τοιαύτη πάλιν τὸ φεύγειν μὲν ἀπὸ κακοῦ, ἀσκεῖν δὲ πρᾶξιν τὴν τοῦ ἀγαθοῦ ἐπ’ ἐλπίδι τῆς αἰωνίου ἡσυχίας, καὶ λογισμὸς ἐπὶ τῷ πράγματι ὅτι δίκαιος ὁ ἐπόπτης καὶ τοὺς οἰκείους οὐχ ὑπερορῶν. | |
25(t) | Ps 37,4a | |
1 | Σώματι διόλου κακουμένῳ παραβάλλει τὸ πολύπονον καὶ πολυπαθὲς αὐτοῦ, οἷον καὶ παρὰ τῷ Ἡσαΐᾳ τὸ Ἀπὸ ποδῶν ἕως τῆς κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία ἀλλὰ τραῦμα καὶ μώλωψ 〈ἡ ἀπειλῆσ〉 φλεγμαίνουσα· ὀργῆς οὖν εἶναι ταῦτα τὰ σημεῖα, τῆς δ’ ὀργῆς πρόφασιν τὰς ἁμαρτίας, ὥστε εἰς αἴσθησιν | |
5 | ἄγει τῶν ἁμαρτιῶν τὰ παθήματα καὶ κατὰ τοῦτο ὠφελεῖ τὰς ψυχὰς ὥσπερ | |
καὶ τὰ σώματα ἐξ ἀναισθησίας εἰς αἴσθησιν ἀγόμενα. | 11 | |
26(t) | Ps 37,12 | |
1 | Φίλων ἀπόστασιν ὀδύρεται καὶ ἐχθρῶν ἐπανάστασιν, ἅπερ καὶ ἐν τοῖς τοῦ σωτῆρος παθήμασι θεωρεῖται, φόβῳ μὲν τῶν μαθητῶν σκεδασθέντων, πικρίᾳ δὲ πάσῃ καὶ κακοηθείᾳ τῶν πονηρῶν ἐπ’ αὐτὸν κεχρημένων πρὸς οὓς καὶ τὴν σιωπὴν τὴν ἐνταῦθα προλεγομένην ἐπλήρωσεν. | |
27(t) | Ps 37,14 | |
1 | Ἔχων μέν, φησίν, τὰ δίκαια ἀντειπεῖν πρὸς τοὺς συκοφαντοῦντας, εἰδὼς δὲ οὐκ ἐπ’ ὠφελείᾳ τὸν λόγον ἐσόμενον ἀνεξικάκως ἔφερον τὰς ψευδολογίας. καὶ ὡς οὐκ ἀκούων ἐσιώπων καὶ ὡς οὐκ ἔχων ἐλέγχειν· τί γὰρ ἂν καὶ ἔλεγον καὶ ἀπεκρινόμην; εἰς οὐδὲν δὲ ὡς καὶ ἔλεγεν ὁ κύριος Ἐὰν ὑμῖν εἴπω, | |
5 | οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε. ἀνθρώπων δὲ οὐκ ἀκουόντων πρὸς μὲν ἐκείνους ὁ λόγος ἄχρειος, χρήσιμος δὲ πρὸς τὸν ἀκούοντα θεόν. | |
28(t) | Ps 37,22.23 | |
1 | Ἄνθρωποι μὲν 〈οὐ〉 ταῦτα λέγοιεν ὑπὲρ ἑαυτῶν, 〈Χριστὸσ〉 δὲ ἀντ’ ἀνθρώπων ἀνθρώποις καὶ πάσχων δίκαιος ἀπό περ ἀδίκων τὰ ἐκείνων εἰς ἑαυτὸν ἄγων ἂν λέγοι· ὅπου μὲν τὸ Ἵνα τί ἐγκατέλειπές με; ὅπου δὲ τὸ Μὴ ἐγκαταλείπῃς με, καὶ τὸ Μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὡς ἐπ’ αὐτοῦ γε τοῦτο | |
5 | ἀδύνατον. Οὐ γάρ εἰμι, φησίν, μόνος, ἐπεὶ ὁ πατήρ μου μετ’ ἐμοῦ ἐστιν. τὴν σωτηρίαν γε τῶν ἀνθρώπων ὡς ἰδίαν αἰτεῖται, ἔχων μέν τι καὶ πρὸς τὴν | |
αἴτησιν οἰκεῖον ὅσον πρὸς τὸ ἀνθρώπινον ἐν συμμίξει θεότητος (τοῦτο δὲ ἦν τὸ παθητικὸν τὸ σαρκὶ συμφυές), ἔχων δὲ καὶ τὸ τῆς ὑπερανεστηκυίας ἀξίωμα φύσεως ᾧ καὶ τὰ τῆς αἰτήσεως ἐξεπλήρου. | 12 | |
29(t) | Ps 38,4 | |
1 | Καὶ ἀκούων, φησίν, καὶ ἀναλογιζόμενος τὰ θρασέα καὶ λοίδορα τοῦ ἐχθροῦ καὶ ὁρῶν, ὅσῃ τῇ ἐξουσίᾳ τῶν λόγων χρῆται ᾧ μηδὲ φθέγγεσθαι προσῆκον ἦν, ἐξηπτόμην ὑπὲρ τῆς ἀτιμαζομένης δικαιοσύνης. | |
30(t) | Ps 38,8a | |
1 | Οὐ δὴ ἐν ἐμαυτῷ, φησίν, ἔχω τι προσδοκίας ἄξιον, ἀλλὰ παρὰ σοὶ καὶ τὰ σὰ προσδοκῶν ἀναμένω, διακαρτερῶν ἐν τοῖς παροῦσι πόνοις ἐπ’ ἐλπίδι μελλόντων ἀγαθῶν. | |
31(t) | Ps 38,9b | |
1 | Φέρω, φησίν, ὀνειδιζόμενος νῦν καὶ οὐδὲ ἀντιφθεγγόμενος, οὕτω πως εἰδὼς βουλομένου με τοῦ θεοῦ τοῖς ὀνείδεσιν ἐκγυμνάζεσθαι. οὕτως ἤνεγκεν αὐτὸς ὁ Δαυὶδ ὑπὸ τοῦ Σεμεεὶ λοιδορούμενος λέγων ὅτι κύριος εἶπεν αὐτῷ | |
καταρᾶσθαι τὸν Δαυίδ. | 13 | |
32(t) | Ps 39,2—4b | |
1 | Τὴν ἐξ αἰῶνος ἀναμονὴν τῶν δικαίων ἐφ’ ἑαυτοῦ λέγει καὶ τὰς δεήσεις, δι’ ὧν ἀκούσονται τὸν θεὸν ἐπιτελέσαι τὴν ἄνοδον τὴν ἐξ ᾅδου καὶ τὴν βεβαίαν εἰς αἰῶνα ζωὴν καὶ τὸν ἐν ταύτῃ στηριγμὸν ἐν εὐφροσύνῃ καὶ φαιδρότητι καὶ ὕμνοις θεοῦ, οἷα ἦν καὶ ἐν ΚΘ τὸ Ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω | |
5 | με καὶ ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον, καὶ τὰ ἑξῆς· ἐν οἷς σαφῶς τὰ τοῦ Ἀδὰμ εἰς ἑαυτὸν ἀνέφερε. καὶ τὴν ἀνάστασιν ἐπαγαγὼν ἐν τέλει φησὶν Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ. | |
33(t) | Ps 39,4cd | |
1 | Εἰς γὰρ τὴν τῶν ἁπάντων σωτηρίαν διατείνει τὰ Χριστοῦ οὔτε δι’ αὐτὸν γεγενημένα οὔτε ἐν αὐτῷ μόνῳ ἱστάμενα. διὸ ὁ Παῦλός φησιν Εἰ μὴ νεκροὶ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. εἰ γὰρ μὴ τὸ τέλος οὗ χάριν τὸ αἴτιον ἂν ἦν γεγονὸς ἡ Χριστοῦ ἀνάστασις, φοβερὸν δὲ τὸ μυστήριον θανάτου κατάλυσις | |
5 | καὶ ἡ ἐξ ᾅδου τῶν ψυχῶν ἀνάβασις ἡ καὶ τὰς ἀληθεῖς εἰς θεὸν ἐλπίδας ὑπάρχουσα· περὶ ἧς ἐλπίδος ὁ Παῦλος λέγει, συνάπτων αὐτῇ τὴν πίστιν καὶ τὴν ἀγάπην ἐπιφέρων τὴν πρὸς τὸν οὕτω μεγάλα κεχαρισμένον καὶ εἰς αἰῶνα παρατείνων τὰ ἀγαθὰ Ταῦτα μένει, φησίν, τὰ τρία· πίστις ἐλπὶς ἀγάπη. | |
34(t) | Ps 39,5 | |
1 | Ἐν τούτῳ φησὶ τὸ μακάριον ἄνθρωπον ἐν τῷ θεῷ ἐλπίδα ποιεῖσθαι καὶ τὰ αἰώνια ζητεῖν, μὴ τοῖς πρὸς βραχὺ φαινομένοις δελεάζεσθαι μηδ’ ἀποκλίνειν | |
εἰς ψεῦδος ἐκ τοῦ ἀληθῶς ἀγαθοῦ. ψεῦδος γὰρ ἅπαν ὃ νομίζουσιν ἄνθρωποι δι’ ἑαυτῶν πορίζεσθαι, μόνον δὲ ἀληθὲς τὸ παρὰ θεοῦ ὃ δὴ καὶ ἐπέδειξε δι’ | 14 | |
5 | ὅλης τῶν ἀνθρώπων οἰκονομίας πάντα μὲν ἐλέγξας τὰ ἀνθρώπινα, τὸ δὲ παρ’ αὐτοῦ τέλεον ἀγαθὸν ἐπαγαγών. | |
35(t) | Ps 39,12 | |
1 | Ἑαυτὸν λέγων τὴν ἐκκλησίαν δηλοῖ, ἐλέου δὲ ἡμᾶς δεομένους παρίστησιν, ἵν’ ἐν τῇ χάριτι μένωμεν· καὶ ἰσχυρὰ τοῦ ἐλέου ἡ αἴτησις, ὅτι οὐκ εἰς ἀνθρώπους ἀλλ’ εἰς αὐτὸν χωρεῖν λέγεται. οὕτω γὰρ ἄνθρωποι τῶν παρὰ θεοῦ τυγχάνομεν, ὅτι Χριστὸς ἀνθ’ ἡμῶν ὁ τὸ εἰς ἡμᾶς ἀγαθὸν ὑποδεχόμενος, | |
5 | ὥσπερ φησὶν Καὶ ἐγὼ διατίθεμαι ὑμῖν διαθήκην καθὼς διέθετό μοι ὁ πατήρ μου. | |
36(t) | Ps 39,14 | |
1 | Οὐδεμία γὰρ δύναμις εἰς σωτηρίαν τῇ Χριστοῦ ἐκκλησίᾳ πλὴν ἡ παρὰ θεοῦ, ὅτι μήθ’ ὅπλα μήτε χρήματα 〈μήτε〉 τειχῶν περιβολαὶ μήτε γῆς κράτησις μήτε τι τοιούτων ἐν ἡμῖν οἷον ἐν Ἰουδαίοις, ὥστε θαυμάσιον καὶ οὐδενὸς τῶν ἄλλων θαυμάτων ἔλαττον πολεμουμένους ὑπὸ μυρίων ἐθνῶν ἀόπλους | |
5 | ἀνθρώπους καὶ ἀπαρασκεύους καὶ μὴ ἀμυνομένους διαμένειν τε καὶ ἐπαύξεσθαι· οἷον ἦν τὸ τοῦ βάτου θαῦμα τοῦ καιομένου καὶ μὴ κατακαιομένου, καὶ τοῦτο ἐκτύπωσις Χριστοῦ διὰ πάθους νικῶντος. ἡ γὰρ πάσχουσα ἐκκλησία καὶ μὴ καταλυομένη πάντα φέρει ἐν ἑαυτῇ τῆς σοφίας τὰ δείγματα καὶ τῆς | |
ἄνωθεν ἐπικουρίας προφανῆ τὰ γνωρίσματα. | 15 | |
37(t) | Ps 39,18 | |
1 | Εἰς δὲ ταῦτα τὰ τέλη, φησίν, προβήσεται ἡ ἐκκλησία, πτωχεύσασα πρότερον καὶ διὰ πενίας πολλῆς ἐλθοῦσα τῆς ἐν κόσμῳ καὶ τῇ παρὰ σοῦ πλουτήσασα δυνάμει καὶ τῇ παρὰ σοῦ δοξασθεῖσα ἐπικουρίᾳ ἣν αἰτεῖ μὴ χρονίζειν. καὶ διὰ τὴν αἴτησιν οὐ χρονιεῖ, καθὰ λέγεται τὸ Ὁ ἐρχόμενος ἥξει | |
5 | καὶ οὐ χρονιεῖ. | |
38(t) | Ps 40,1 | |
1 | Ἐπισυνάπτεται καὶ οὗτος εἰς τὴν αὐτὴν ὑπόθεσιν. τοῦ γὰρ σωτῆρος τὸ πρόσωπον καὶ τοῦ πάθους ἡ μνήμη καὶ τῆς ἀναστάσεως ἡ πρόρρησις καὶ τῆς εἰς οὐρανὸν ἐπανόδου. ἄρτι μὲν οὖν ἔλεγεν τὸ Ἐγὼ πτωχὸς καὶ πένης, ἐπάγοιτο δ’ ἂν ἀκολούθως ὡς ἐξαιρέτως ὑπ’ αὐτοῦ λεγόμενον εἰς αὐτόν. | |
39(t) | Ps 40,2a | |
1 | Εἰ καὶ ὅτι μάλιστα περὶ πάντας τοὺς ἐν κόσμῳ πτωχεύοντας διὰ δικαιοσύνην ἀγαθὸν ἡ σύνεσις, σύνεσις δὲ ἐν τῷ 〈πλουσίουσ〉 ἡγήσασθαι τοὺς τοιούτους πένητας, τὸν δὲ δὴ ὄντως πλούσιον, δι’ ἡμᾶς δὲ πτωχὸν ὁ γινώσκων καὶ συνιεὶς μακάριος ἀληθῶς· 〈τῇ〉 γνώσει δὲ θεοῦ πᾶσα | |
5 | μακαριότης ἀκολουθεῖ. | 16 |
40(t) | Ps 40,5 | |
1 | Πάλιν τὰς ἀνθρώπων ἁμαρτίας ἰδίας ὁ ὑπὲρ ἀνθρώπων πάσχων λέγει καὶ τὸν ἐπὶ ταύταις ἔλεον εἰς ἡμᾶς ἐφ’ ἑαυτοῦ ζητεῖ, ὃς λύει τὴν τῶν ἀγνοούντων ἐπ’ αὐτῷ καταφρόνησιν ἐκφαίνων τὴν δόξαν, ἐπ’ αὐτοῦ μὲν κατὰ τὴν ἰδίαν δύναμιν, ἐφ’ ἡμῶν δὲ κατὰ τὴν Χριστοῦ χάριν. | |
41(t) | Ps 40,6 | |
1 | Τοῦτο γὰρ ἦν διὰ σπουδῆς, φησίν, προηγουμένως μὲν τοῖς ἀοράτοις, ἔπειτα δὲ τοῖς ὁρατοῖς Ἰουδαίοις τῆς κατὰ φύσιν ἀρχῆς ἐκβαλεῖν τὸν ἀληθῆ βασιλέα λογισαμένοις ἐν κατασχέσει γενέσθαι τῆς μὴ προηκούσης κληρονομίας· διὸ καὶ ἔλεγον Δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. | |
42(t) | Ps 40,9 | |
1 | Σπεύδουσι, φησίν, ἐπὶ τῷ θανατῶσαι τὸν δίκαιον, οὐκ εἰδότες ὕπνον ὄντα τὸν ἐκείνου θάνατον ἐπ’ ἀναστάσει γινόμενον καὶ οὐκ ἀναίρεσιν τῆς ζωῆς ἀλλὰ μετάστασιν εἰς οὐρανὸν παρεισάγοντα κατὰ τὸ Ἤρθη ἀπὸ γῆς ἡ ζωὴ | |
αὐτοῦ. | 17 | |
43(t) | Ps 40,10 | |
1 | Ἔσται, φησίν, ἡ ἀνάστασις διαλύουσα τὴν τῶν ἐχθρῶν ἐφ’ ἡμῖν συγκρότησιν καὶ τῶν φίλων τὴν προδοσίαν. ἤδη γὰρ ἐπανέστη καὶ μαθητής, εἰρήνης ἀξιούμενος τῆς παρ’ ἐμοῦ καὶ ἐν τοῖς πιστευομένοις ἀριθμούμενος καὶ τροφῆς κοινονῶν, ὄφις δὲ ὢν ἐξηλέγχθη, πτέρνης ἐπιλαβέσθαι βουλόμενος. | |
5 | τούτου δὲ καὶ αὐτὸς ὁ κύριος ἐμνημόνευσεν ὡς εἰς αὐτὸν εἰρημένου λέγων Ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ ἐσθίων ἄρτον μου ἐπῆρκεν ἐπ’ ἐμὲ τὴν πτέρνην αὐτοῦ. | |
44(t) | Ps 40,13 | |
1 | Ἐξαιρέτως ἐπὶ Χριστοῦ τὴν ἀκακίαν ἀκούομεν τὴν πάσης κακίας καθαρότητα, ἣν ἐζήτει μὲν παρὰ ἀνθρώπων ὁ δημιουργὸς ἐπὶ τούτῳ γεγενημένων ὡς εἶναι τοῦ ποιήσαντος ἀξίους καὶ διαμένοντας ἐν τῷ καλῷ ὅτι πάντα τὰ τοῦ θεοῦ ποιήματα καλὰ λίαν, ζητῶν δὲ εὗρεν ἐν οὐδενὶ τῶν ἐξ | |
5 | Ἀδάμ, ἐν δὲ τῷ κατὰ σάρκα ἐξ Ἀδὰμ ὄντι μόνῳ καὶ μὴ διαδεδειγμένῳ τὰ ὅμοια τῆς ἐκείνου παραβάσεως ἀλλ’ ἔχοντι τὴν θείαν μορφὴν διαμένουσαν καὶ μετὰ τῆς σαρκικῆς περιβολῆς, καθὸ καὶ ἡ οὐράνιος φωνὴ μαρτυρεῖ τὸ Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς εἰς ὃν εὐδόκησα. ἡ δὴ ἔμπροσθεν θεοῦ διαμονὴ καὶ βεβαίωσις αἰώνιός ἐστιν ἡ ἐν οὐρανῷ, ἣ καὶ ἐν πεντεκαιδεκάτῳ | |
10 | προείρηται μετὰ τὴν ἀνάστασιν ἐν τῷ Πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. ἀναβέβηκεν γὰρ εἰς οὐρανὸν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν, ἐν ἑαυτῷ προσάγων τὸ χωρισθὲν καὶ ἀπαλλοτριωθὲν ἐξ ἀρχῆς. | |
45(t) | Ps 41,3 | |
1 | Ἐκ τούτου συνιέναι ἔστι τῷ συνετῷ ὃν ἡ ἐπιγραφὴ παρακαλεῖ, ὅτι ἐκτὸς προσώπου θεοῦ γέγονεν ἄνθρωπος, ἵν’ ἐπὶ θεοῦ μήσῃ τὴν εἰς θεοῦ πρόσωπον ἀποκατάστασιν. εἰκότως δὴ τὸν ἰσχυρὸν ἐπιζητεῖ, περιπεσὼν ἀσθενείᾳ κατὰ τὸ Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι· ὅθεν ἀναγκαῖον τὸ τῇ νῦν ἀσθενείᾳ | 18 |
5 | περιπεπτωκέναι. μὴ τῇ μικρᾷ γὰρ ἰσχύι τῇ ἑαυτοῦ ἀγαπῶν διαρκεῖσθαι μήτε δυνάμενος ζητεῖ μὴ τῆς ὄντως ἰσχύος ἀπολείπεσθαι. | |
46(t) | Ps 41,4 | |
1 | Τῶν ἐπιλελησμένων, φησίν, παντάπασι τῆς εἰς θεὸν ἐπανόδου ματαίαν ἡγουμένων τὴν ἐπιζήτησιν τοῦ θεοῦ καὶ ὀνειδιζόντων τοὺς τοῦτο ποιοῦντας, εἰς δάκρυα προηγόμην ἐγὼ ἀντὶ τῆς ἡδείας τροφῆς ἀηδεστάτῃ λύπῃ συνὼν κατὰ τὸ ἐν Θρήνοις λεγόμενον Ἐψώμισέ με σποδόν, τῆς μὲν ἐπιθυμίας οὐκ | |
5 | ἀφιστάμενος διὰ τὸν χωρισμὸν καὶ τὸν ὀνειδισμόν, ὑπὲρ δὲ τῆς δικαιοσύνης ὀνειδιζομένης ἀχθόμενος. ἀναγκαίως ἄρα καὶ ἡ τῶν πονηρῶν παρενόχλησις καὶ τὰ ὀνείδη, ἐπειδὴ τὰ ἐκ τούτων δάκρυα τοῖς δικαίοις οὐ βλαβερά. ἐπὶ γὰρ τούτοις ὁ μακαρισμὸς τὸ Μακάριοι οἱ πενθοῦντες ὅτι αὐτοὶ παρακληθήσονται. εὐθὺς οὖν καὶ τὸ τῆς παρακλήσεως. | |
47(t) | Ps 41,6 | |
1 | Μή σε λυπείτω, φησίν, τὰ παρόντα, ὦ ψυχή, μηδὲ ταρασσέτω, ἀλλ’ ἡ ἐλπὶς ἡ εἰς θεὸν παραμυθείσθω ὅτι τευξόμεθα τῶν εὐχαριστίας ἀξίων ἀγαθῶν καὶ σωτηρίας ἕξομεν τὰς ἐν ἐπιφανείᾳ αὐτοῦ, ὅπερ κατὰ τὸν Παῦλόν ἐστι τὸ προσδέχεσθαι τὴν ἐπιφάνειαν τοῦ κυρίου καὶ τὸ βασίλειον αὐτοῦ. ταῦτα δὴ | |
5 | συνετὰ περὶ τῶν μελλόντων καὶ τῶν κατὰ νόμον ἐπαγγελιῶν, ἀνωτέρω χωροῦντα καὶ τὸ μετὰ ταῦτα ῥηθὲν ὑπὸ Παύλου † προφήτας 〈ὧν〉 τὸ κρεῖσσον τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· τὰ δὲ μετὰ τοῦτο διήγησις τῶν ἔτι | |
λυπούντων. | 19 | |
48(t) | Ps 41,7 | |
1 | Τήκει ψυχὴν ἐπιθυμοῦσαν ὁ τοῦ ἐπιθυμουμένου χωρισμός. κεχωρίσθαι δὲ θεοῦ φησιν, ἕως οὔπω παράδεισον ὁρᾷ τὴν ἰδίαν πῆξιν τὴν ἀπ’ ἀρχῆς, ἀλλ’ ἔτι τὴν Ἰορδάνου γῆν οἰκεῖ καὶ τὸ Ἑρμωνιεὶμ ὄρος μικρότατον ὡς πρὸς ἐκεῖνο καὶ οἱονεὶ καταιγίσιν ἀνέμων καὶ κυμάτων ἐμβολαῖς θορυβεῖται ταῖς ἐπ’ | |
5 | ἀλλήλοις συμφοραῖς κρουνηδὸν ἐπιφερομέναις. | |
49(t) | Ps 41,9 | |
1 | τὰ μὲν ἀγαθὰ τοῦ μέλλοντος αἰῶνος εἶναι διδάσκει, τοῦτον ἡμέραν καλῶν εἰς ὃν ἐπήγγελται ὁ θεὸς θήσειν τὸν ἔλεον αὐτοῦ κατὰ τὸ ῥηθὲν ἐν ΠΘ Ἔμπλησον ἡμᾶς τὸ πρωΐας ἔλεός σου· τὸ δὲ νῦν φησιν εἰς εὐφροσύνην, ὅτε νὺξ καὶ σκότος ἡ δι’ ὕμνων ὁμιλία πρὸς θεὸν καὶ ἡ δι’ εὐχῶν ἀπότασις. | |
50(t) | Ps 41,10 | |
1 | Δεήσεως τὰ ῥήματα λέγεται μὲν οὖν καὶ τὰ τῆς δεήσεως ἐν ᾠδαῖς. ἐπεὶ δὲ σὺν εὐχαριστίᾳ τὴν δέησιν προσάγεσθαι χρή, πρόκειται τῆς προσευχῆς ἡ ᾠδή. οὐδεὶς γὰρ ἐπὶ τοῖς πρόσθεν ἀχάριστος ὢν ἰσχυρὸς ἐν ταῖς τῶν μελλόντων αἰτήσεσιν. ἡ δὲ αἴτησις θείαν ἀνάμνησιν ἐπιζητεῖ παρὰ θεοῦ. | |
5 | οὐ γὰρ ἐν μνήμῃ γε, φησίν, ὢν παρὰ σοὶ σκυθρωπὸς ἂν διῆγον καὶ ὑπὸ τῶν ἀδίκων ἐθλιβόμην. δῆλον δὲ ὅτι λήθη θείας φύσεως οὐχ ἅπτεται, μεταβολὴ μνήμης οὖσα, ὅτι τὸ θεῖον ἀμετάβλητον. διὰ τοῦτο καὶ ἐρωτᾷ τὸ Διὰ τί ἐπελάθου μου; οὐδεὶς γὰρ περὶ ἀκουσίου πάθους τῆς λήθης λέγει τὸ Διὰ τί, ἀλλ’ ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν τὸν τῆς παρὰ | |
10 | θεοῦ ἀνάξιον ἐπιμελείας. | 20 |
51(t) | Ps 42,1 | |
1 | Ἀχώριστος οὗτος ὁ ψαλμὸς τοῦ προτέρου μηδ’ ἐπιγραφῇ διαιρούμενος, τῆς τε αὐτῆς ἐχόμενος δυνάμεως τῆς εἰς θεὸν ἐπανόδου, προστιθεὶς καὶ τὴν ὁδηγίαν τὴν διὰ τοῦ ἐπιλάμψαντος φωτὸς τοῦ λέγοντος Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ ἀκολουθῶν με ἐν τῇ σκοτίᾳ μὴ μείνῃ, καὶ ταύτῃ | |
5 | τῇ ἐπιλάμψει παραμυθίαν τῷ λυπουμένῳ παρασκευάζων, ὥσπερ ὁ πρὸ αὐτοῦ τῇ τῶν μελλόντων προσδοκίᾳ τὴν παραμυθίαν τῶν λυπηρῶν ἐποιεῖτο. ἐπεὶ οὖν κατὰ ἔθνος καὶ κατὰ ἄνδρα πολεμεῖται τῶν δικαίων ἡ μερίς, καὶ τῶν κατ’ ἀξίαν οὐ δύναται τυχεῖν εἰ μὴ τὸν οὐράνιον λάβοι κριτὴν καὶ προστάτην ὡσπερεὶ δίκης τῆς πρὸς τοὺς ἐναντίους ἐκείνῳ μελούσης τῷ καὶ δικαίως | |
10 | ἅπαντας κρίνοντι. αὐτὸν καὶ ἐπικαλεῖται ἅτε δὴ οὐκ ἐξ ἀκροάσεως δικάζοντα ἀλλ’ ἐξ ἐπιστήμης τὸ δίκαιον ἐπιφέροντα. διὰ τοῦτο καὶ ἐξ ἔθνους καὶ ἐξ ἀνδρὸς ἀδίκου τὴν ἀποφυγὴν αἰτεῖται. | |
52(t) | Ps 42,2a | |
1 | Ὡς οὐχ ἕτερόν τι πρὸς ἰσχὺν ἔχων τοῦτο λέγει καὶ τυγχάνει θεοῦ, οἷόν ἐστι καὶ τὸ Ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου· εἶτα λέγει καὶ ἐνταῦθα περὶ τῶν ἀντιστατούντων. | |
53(t) | Ps 42,2 | |
1 | Εἰ παρὰ θεοῦ τὸ κρατεῖν, εἰκότως τὸ μὴ κρατεῖσθαι ἀπωσμὸν εἶναί φησιν ἀπὸ θεοῦ λυπηρότατον ὂν τῷ μόνην ταύτην ἐπικουρίαν προβαλλομένῳ, τὸ δὲ Ἵνα τί οὐχ ὡς ἀναιτίως ἢ μάτην τι ποιοῦντος τοῦ θεοῦ (πρὸς ἀγῶνα γὰρ ἡμέτερον τοῦτο γίνεται) ἀλλ’ ὡς πέρας ἔχειν τοῦ ἀγῶνος ὀφείλοντος διὰ τὸν | |
5 | ἔλεον καὶ τοῖς πενθοῦσι παρακλήσεως ὀφειλούσης ἀποδίδοσθαι παρὰ τοῦ | |
τοὺς πενθοῦντας παρακαλοῦντος. τὸν γὰρ θεὸν ὑπεριδεῖν τοὺς δικαίους οὐκ ἔχει λόγον, ὅθεν τὰ παρὰ θεοῦ ζητῶν τὸ Ἵνα τί λέγει οἷον ὅτι Σοὶ πρέπει τὸ ἀντιλαβέσθαι τῶν σῶν καὶ μὴ τοῖς ἐναντίοις ἐπιτρέπειν ἡδονήν· Ἵνα τί οὖν τὸ σὸν οὐκ ἐπιτελεῖται, ἀλλὰ τὸ ἐξ ἡμῶν πλεονάζει, ὥσπερ λέγεται καὶ τὸ | 21 | |
10 | Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὸ Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; εἰ γὰρ καὶ ἐπί τινα χρόνον ἡ κάκωσις ἀναγκαία, ἀλλ’ οὐκ εἰς ἅπαν, καὶ εἰ τὸ καθ’ ἡμᾶς αὐτοὺς εὐλόγως κακούμεθα, ἀλλὰ τό γε κατ’ ἔλεον θεοῦ βοηθείας τυγχάνειν ὀφείλομεν, ὥστε τὴν παιδείαν τοῖς δι’ αὐτὴν γεγυμνασμένοις καρπὸν εἰρηνικὸν ἀποδοῦναι τὸν διὰ | |
15 | φιλανθρωπίας θεοῦ. Ἐπὶ δὲ τοῦ κυρίου παντελῶς τὸ Ἵνα τί ἐγκατέλιπές με λέγεται, ὅταν καὶ τὸ κατ’ αὐτὸν οὐκ ἄξιον ἐγκαταλείψεως· διὸ καὶ ταχεῖα ἡ τῆς οὐρανίου βοηθείας ἐπιφάνεια περὶ τῷ πάσχοντι σώματι δι’ ἐκεῖνο περὶ ἡμᾶς. | |
54(t) | Ps 42,4c | |
1 | Τὴν φαιδρότητα δέδειχε τῇ τῆς κιθάρας προσθήκῃ καὶ τὴν ἀγάπην ἐν τῇ προσφωνήσει τῇ δὶς ἐπαναλαμβανομένῃ. | |
55(t) | Ps 42,5 | |
1 | Αὕτη τῆς παραμυθίας ἡ ὑπόμνησις. εἰ γὰρ καὶ τοῖς παροῦσιν ἀχθόμεθα, φησίν, ἀλλ’ ἐπὶ τοῖς μέλλουσιν εὐχαριστήσωμεν, καὶ ἤδη τῇ προσδοκίᾳ τὸ λυπηρὸν ἀφιστάσθω προσδοκώντων ἡμῶν τὸν θεὸν σωτηρίαν τοῦ πρὸς αὐτὸν | |
ἀφορῶντος ἀνθρώπου. | 22 | |
56(t) | Ps 43,5 | |
1 | Σέ, φησίν, ἔχομεν βασιλέα τὸν θεὸν τὸν προνοοῦντα τῆς σωτηρίας τοῦ ἡμετέρου λαοῦ, καὶ ἴσμεν ὅτι μέλλει σοι ταύτης, καὶ τῇ σῇ βουλήσει θαρροῦμεν. | |
57(t) | Ps 43,6 | |
1 | Σέ, φησίν, ὡσεὶ κέρας ἔχομεν εἰς τὸ ἀμύνεσθαι πάντας ἐχθρούς, καὶ τὸ σὸν ὄνομα τὸ ἐφ’ ἡμῖν δώσει πάτημα τοὺς ἐπανισταμένους καὶ κρατεῖν ἡμῶν ἐλπίζοντας. | |
58(t) | Ps 43,7 | |
1 | Οὐ γὰρ παρασκευάζομαι, φησίν, τόξῳ καὶ δόρατι. διὰ τοῦτο τοῖς ὅπλοις οὐ θαρσῶ, ἐπεὶ μηδὲ τοῖς πατράσι ταῦτα ἤρκεσε μηδὲ κατὰ τὴν τούτων ἰσχὺν τὸ κατόρθωμα πεπεραίωται ἀλλὰ πάσης ἐπέκεινα παρασκευῆς ἀνθρωπίνης τὸ ἔργον. | |
59(t) | Ps 43,8 | |
1 | Τὰ πρότερά φησι διδάγματα πρὸς τὰ ὕστερον συμβαίνοντα. δεδιδάγμεθα δὲ ὡς ὑπὸ σοῦ γέγονεν ἡμῖν ἡ ἐκ τῶν ἐναντίων ἀεὶ σωτηρία, καὶ τὴν ἐκείνων | |
δύναμιν εἰς αἰσχύνην μεταπεπτωκυῖαν εἴδομεν. | 23 | |
60(t) | Ps 43,9 | |
1 | Διὰ τοῦτο, φησίν, καθάπαξ αὐχοῦμεν ἐπὶ σοὶ δι’ ὅλου τοῦ χρόνου καὶ τῷ ὀνόματί σου χάριτας ἀναφέρομεν ᾧ σῳζόμεθα, ὥσπερ καὶ λέγεται διὰ τοῦ Ἱεζεκιὴλ Δι’ ὑμᾶς ἐγὼ οὐ ποιῶ νῖκος Ἰσραὴλ ἀλλὰ διὰ τὸ ὄνομά μου. | |
61(t) | Ps 43,10.11 | |
1 | Ἀλλ’ αἱ μὲν ἐλπίδες, φησίν, αὗται βέβαιοι καὶ ἀμετακίνητοι ὧν οὐκ ἀποστησόμεθα διὰ τὰ συμβεβηκότα, τά γε μὴν συμβεβηκότα τούτοις ἐναντία νῦν. ἀπολελείμμεθα γάρ φησιν σοῦ ἀπωσθέντες καὶ οὐ παρόντος ἡμῶν ταῖς στρατιαῖς, καὶ περιέστηκεν εἰς ἡμᾶς ἡ τότε κατασχοῦσα τοὺς πολέμους | |
5 | αἰσχύνη, καὶ γεγόναμεν ἠλαττωμένοι παρ’ ἐκείνοις ὧν ἐκρατοῦμεν τὸ πρότερον, καὶ διηρπάσθημεν ὑπ’ αὐτῶν οὓς διηρπάζομεν. ἐν τούτῳ γὰρ καὶ μᾶλλον ἀποδέδεικται παρὰ θεοῦ τὸ κράτος ὑπᾶρξαν Ἰσραηλίταις ἐν ᾧ καταλειφθέντες ἡττῶνται, καθὰ καὶ τῷ ἀνθρώπῳ τὸ καταλειφθῆναι θανάτου πρόφασις γέγονεν ἐπιδεικνύον τὸ μὴ εἶναι τὴν ἀνάστασιν ἄλλως ἢ παρὰ θεοῦ. | |
62(t) | Ps 43,12 | |
1 | Δειλίᾳ κατεσχήμεθα, φησίν, οὐ δυναμένῃ ἀμύνεσθαι τοὺς κατεσθίοντας ἡμᾶς ὡς πρόβατα, δειλίαν ἣν καὶ Μωυσῆς ἠπείλησεν ἐπὶ ταῖς παρανομίαις καθέξειν αὐτοὺς ὅτι διώξει αὐτοὺς φωνὴ φύλλου φερομένου· καὶ γεγόναμεν, φησίν, αἰχμάλωτοι καὶ διεσπάρημεν εἰς τὰ ἔθνη οἱ πρότερον ἐξαχθέντες ἐκ | |
5 | τῶν ἐθνῶν καὶ γῆν ἁγίαν σχόντες. ἀνάλυσις αὕτη τῆς τιμῆς ὥσπερ ἀνθρώπῳ τῆς πλάσεως τὸ Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, οὕτω δὴ καὶ περὶ τοῦ λαοῦ φησὶν Ἡσαΐας Ἐγενόμεθα ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐκλήθη τὸ | |
ἔλεός σου ἐφ’ ἡμᾶς. | 24 | |
63(t) | Ps 43,13a | |
1 | Δωρεὰν ἐπράθησαν, ὡς καὶ ὁ Ἡσαΐας λέγει, λέγει δὲ καὶ ὡς ἐπράθησαν ταῖς ἁμαρτίαις αὐτῶν, ὡς καὶ ἐπ’ ἀνθρώπου Παῦλός φησιν Ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. πρᾶσις δὲ ἡ ἀπαλλοτρίωσις καὶ τὸ ὑπ’ ἀνθρώποις γενέσθαι δεσπόταις ἀντὶ θεοῦ, ὅπερ καὶ ἠπειλήσατο Ἱεροβεὰμ καὶ | |
5 | τῷ μετ’ αὐτοῦ λαῷ διὰ Σεμεεὶ τοῦ προφήτου, ὅτι τῷ Αἰγυπτίῳ βασιλεῖ γενήσονται, τῷ Σουσακείμ, εἰς δούλους καὶ γνώσονται τὴν δουλείαν τοῦ θεοῦ καὶ τὴν δουλείαν τῶν βασιλέων τῶν γεῶν. | |
64(t) | Ps 43,15 | |
1 | Παραβολὴ γὰρ τὸ τοιοῦτο τὸ ἐπὶ ταῖς ἀραῖς μνημονεύεσθαι αὐτούς, ὥσπερ ὁ Ἱερεμίας φησὶ κατὰ τῶν ψευδοπροφητῶν Λήψονται ἐπ’ αὐτῷ κατάραν ἐν τῇ ἀποικίᾳ, Ἰούδα, ἐν Βαβυλῶνι λέγοντες Ποιήσαι σοι κύριος ὡς Σεδεκία ἐποίησε καὶ ὡς Ἀχιὰθ οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ δι’ ἣν | |
5 | ἐποίησαν ἀνομίαν ἐν Ἰσραήλ. Παράσχου δὴ ταῦτα νῦν καὶ μάλιστα δικαίως· ὡς πρόβατα μὲν κατ‐ εσθιόμενοι ὅτε Χριστὸν ὡς πρόβατον ἤγαγον ἐπὶ σφαγήν, πεπραμένοι δὲ τοῖς ἔθνεσιν ὡς τὸν κύριον ἀργυρίου προδοθέντα καί τινα τρόπον παραθέντα εἰς θάνατον ἐξωνήσαντο, γελώμενοι δὲ καθάπερ ἐπὶ τῷ κυρίῳ σταυρωθέντι | |
10 | γέλωτα ἐποιοῦντο καὶ κίνησιν κεφαλῶν. | |
65(t) | Ps 43,18—21 | |
1 | Τοῦτο μόνον ὑπολείπεται τῷ Ἰσραὴλ εἰς ἐλπίδα τῆς ἀνακλήσεως τῶν | |
ὑπολειπομένων, ὅπερ ἡ προφητεία προορωμένη λέγει, τὸ μὴ μεταβάλλεσθαι πρὸς τὰ Ἑλλήνων ἔθη κατὰ τὴν εἰδωλολατρείαν ἣν συνέθεντο μηδ’ ὥσπερ ὁδοῦ τῆς ἐπιταχθείσης ἀποκλῖναι τῆς πρὸς ἕνα θεὸν εὐσεβείας καίτοι | 25 | |
5 | ταπεινωθέντας οὕτω καὶ ἐξοικισθέντας καὶ ὑπ’ ἐξουσίαν τῶν θανατούντων θέντας· ὅπερ ἐξαιρέτως τοῖς περὶ τὸν Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαὴλ ἐφυλάχθη καὶ πῦρ ὑπεμείνασιν ὑπὲρ τοῦ μὴ προσδέξασθαι προσκύνησιν. οὐκ εὐσεβῆ πρόσεστι δή πως καὶ τοῖς ὑπολειπομένοις Ἰουδαίων κατὰ τὸν παρόντα χρόνον· αὐτὸ γοῦν τὸ μὴ φοιτᾶν εἰς εἴδωλα ἢ καὶ τὴν περὶ ἐπωδὰς Ἑλληνικὰς | |
10 | νόσον οὐ παντελῶς ἀπολείπουσιν, ἡ δὲ εἰς Χριστὸν ἀσέβεια καὶ οὕτως ἐλέγχεται βλαβερωτάτη ὅτι καὶ μὴ εἰδωλολατροῦντες ὡς πρότερον δεδούλωνται ὡς οὐδέποτε πρότερον. | |
66(t) | Ps 44,2 | |
1 | Τῶν Ἰσραηλιτικῶν πρὸ τούτου μνησθεὶς κακῶν καὶ καταλιπὼν τὴν λυτήριον τῶν κακῶν χάριν ἀρχομένην μὲν ἀπὸ ἐθνῶν, προσλαμβάνουσαν δὲ καὶ ἐκείνων οὐχὶ μικρὰν μερίδα (πολλοὶ γὰρ καὶ οἱ ἐξ Ἰουδαίων πεπιστευκότες), προοίμιόν τι τῆς περὶ τούτων μυσταγωγίας ποιεῖται, λόγον | |
5 | ἀγαθὸν ἐπαγγελλόμενος περὶ τῆς τοῦ βασιλέως ἐπιδημίας ἐφορῶντος τὰ τῶν δικαίων ἔργα εἰς τὴν ἐποπτείαν αὐτοῦ καὶ οἷον ἀκρόασιν ὑπ’ αὐτῶν ἀναγόμενα καὶ τούτοις ἀποδιδόντος τὴν θείαν πλήρωσιν, ὅτι πληρωτὴς ἥκει τῶν μὴ πληρουμένων ἀληθῶς ἐν ἀνθρώποις, νόμιμον τῇ θείᾳ καθαρότητι καὶ παρ’ αὐτοῦ ἁγιαστικῇ μεταλήψει. πολλά τε καὶ ταχέως ἐρεῖν ὑποφαίνει, καλάμῳ | |
10 | γραμματέως ὀξυτάτου τὴν ταῦτα δηλοῦσαν ὁμοιῶν. | |
67(t) | Ps 44,3ab | |
1 | Ὁ μὲν Ἡσαΐας τὸ ἔξωθεν αὐτοῦ εἶδος προορᾷ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων τὴν κατὰ σάρκα προφητεύων ἀδοξίαν, ὁ δὲ Δαυὶδ τὸ θεϊκὸν ἑρμηνεύει κάλλος, ὅπερ καὶ αὐτὸ παρὰ Ἡσαΐᾳ δεδήλωται διὰ τοῦ βασιλέα μετὰ δόξης ὄψεσθαι. καὶ τοῦτο μὲν τῆς ἀπορρήτου δόξης δηλωτικὸν καὶ | 26 |
5 | κάλλους τοῦ ἀοράτου, τὴν δὲ τοῦ κάλλους ἔκφανσιν διά τε λόγων καὶ ἔργων γινομένην προαγορεύει, χάριν ἐν χείλεσιν αὐτοῦ φάσκων ἐκκεχύσθαι, καθὰ καὶ ἐν τοῖς Εὐαγγελίοις δηλοῦται πάντας θαυμάζειν ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις διὰ στόματος αὐτοῦ. | |
68(t) | Ps 44,8bc | |
1 | Ὡς οὖν ἐν καθαρῷ, φησίν, δεκτηρίῳ τὸ θεῖον ἐπικέχρισται μύρον φύσει καὶ οὐ μετοχῇ διὰ τὴν οἰκειότητα συναπτόμενον (οὐ χάριτι δεδόμενον ὥσπερ καὶ τοῖς μετόχοις σου), καὶ θεὸν μὲν προσφωνεῖ τὸν Χριστόν, θεὸν δὲ αὐτοῦ λέγει τὸν χρίοντα, οὐκ ἀναιρῶν τὴν ἀνθρωπίνην σύστασιν καὶ τὴν πρὸς σάρκα | |
5 | σχέσιν τοῦ λόγου καθ’ ἣν καὶ πνεύματος χρῖσις, προηγιασμένης τε καὶ ἐφηγιασμένης τῆς σαρκὸς διὰ τοῦ καὶ ἀπ’ ἀρχῆς παρόντος πνεύματος καὶ πάλιν παραγενομένου. καὶ γὰρ ἐξ ἀρχῆς Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· καὶ πάλιν Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ ὃς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει. εἰ δὲ μὴ ὡς φυσικῷ κάλλει | |
10 | συναπτομένου τοῦ πνεύματος κατ’ οἰκειότητα εἴρηται, τοῦτο δι’ ἄσκησιν ἂν ἡ χρῖσις λέγοιτο. καὶ ποῦ τὴν ἄσκησιν ἔχει τις ἐπιδεῖξαι; τίς δὲ μαθήσεως πόνος παρὰ Χριστῷ, ἵνα καὶ πόνων ἀντίδοσις ᾖ ἁγιασμός; καὶ τῇ μὲν φιλοπόνῳ μαθήσει τὸ τῆς σοφίας ἐπιγένηται πνεῦμα, τῇ δὲ πρὸς τὰ ἡδέα μάχῃ τὸ καρτερὸν καὶ δυνατὸν διὰ πνεύματος ἐπισφραγισθῇ; δῆλον ἄρα ὅτι | |
15 | ὡς ἑπόμενον φύσει καὶ οὐχ ὡς ἀντιδεδομένον πόνῳ τὸ τῆς χρίσεως εἴρηται καὶ οὐχ ὡς ἀνθρώπῳ μισθὸς τὸ πνεῦμα ἐδίδοτο (καίτοι καὶ τοῦτο δυνατόν· χάριτι γὰρ καὶ οὐ μισθῷ τὸ πνεῦμα δίδωσιν ὁ θεός) ἀλλ’ ὡς θεῷ ἅμα καὶ ἀνθρώπῳ τὸ οἰκεῖον παρ’ αὐτοῦ τε καὶ εἰς αὐτὸν ἐξεφαίνετο, καθάπερ θεῷ ἄνθρωποι τὸ οἰκεῖον προσάγοντες λέγομεν Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν | |
20 | ἔθνεσι, κύριε. | |
Τοὺς δὲ μετόχους εἰπὼν ἔδειξεν ἅμα καὶ τῆς χρίσεως τὴν πρόφασιν· ἵνα γὰρ ἡ κατὰ μετουσίαν προχωρήσῃ χρῖσις, διὰ τοῦτο καὶ ἡ κατὰ μετουσίαν προσελήλυθεν. ἐπεὶ ὅσον γε ἐπὶ τῷ κυρίῳ χρίσεως οὐκ ἔδει αὐτοφυῶς ἁγίῳ ὄντι καὶ ἁγίῳ γενομένῳ καὶ τὴν ἁγιότητα τῷ σώματι ἔμφυτον ἐντεθηκότι καὶ | 27 | |
25 | ταύτῃ τὸ ἀνθρώπειον εἶδος πρὸς τὴν ἡλικίαν τελειοῦντι, ἀλλ’ ἐπεὶ τοῦτο οὐκ ἦν ἐν ἡμῖν οὐδὲ δυνατὸν ἐν ἀνθρώποις τὸ ἐκ φύσεως ἅγιον, δωρεᾶς δὲ δεῖ καὶ χάριτος οὐρανίου, διὰ τοῦτο ἐπὶ Χριστὸν τὸ πνεῦμα, ἵνα εἰς ἡμᾶς ἐξ αὐτοῦ πρὸς τὴν μετοχὴν τοῦ πνεύματος ἀγομένους δείξῃ διὰ τῆς κατὰ σῶμα συγγενείας. | |
69(t) | Ps 44,12a | |
1 | Ἡ τῶν πονηρῶν ἀπόστασις ἐθνῶν καλὴν ἀποδείκνυσι τὴν νύμφην καὶ ἐπιθυμητὴν τῷ βασιλεῖ. τοῦτο γὰρ ἡμῶν τὸ καλὸν καὶ τούτῳ καλλωπιζόμεθα καὶ τούτῳ πρὸς θεὸν οἰκειούμεθα, καὶ οὕτω σφόδρα θεῷ περισπούδαστοι γενόμεθα ὡς κατ’ ἐπιθυμίαν αὐτοῦ λέγειν, ὁποῖα ἂν ἐρῶν τις περὶ τοῦ κάλλους | |
5 | λέγοι τῶν ἐρωμένων. | |
70(t) | Ps 44,15 | |
1 | Ἡ μὲν νύμφη πλησίον τοῦ βασιλέως, παρθένοι δὲ ταύτης πλησίον καὶ ταύτης ἀκόλουθοι καὶ διὰ ταύτης οἰκειούμεναι τῷ βασιλεῖ καὶ ὡς ἐπὶ νύμφης ἄβραι συνακολουθοῦσαι νεάνιδες. ταύτῃ κατὰ τὸ Σολομώντειον ᾄσμα καὶ προσφυέστατα εἶεν ἂν αἱ Ἰουδαίων συναγωγαί, δεύτεραι οὖσαι καὶ ἑπόμεναι | |
5 | κατὰ τὸ Ἔσονται οἱ πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι, καὶ τὸ Ὁ προσήλυτος ἐν σοὶ ἔσται εἰς κεφαλήν, καὶ σὺ ἔσῃ εἰς οὐράν. ὅτι δὴ οἱ τὸ παλαιὸν ἐπήλυδες νόμου γενόμενοι πρὸς τὸ οἰκειοῦσθαι θεῷ νῦν αὐτοὶ τῆς | |
πρὸς θεὸν συνόδου κατάρχουσιν, δῆλον δὲ τοῦτο ἔτι ἐκ τῶν ἐπιφερομένων. | 28 | |
71(t) | Ps 44,16b.17 | |
1 | Αὕτη μὲν γὰρ ἡ βασιλὶς παραστάτις ἐστὶ Χριστοῦ καὶ εἰς τὸν ἅγιον αὐτῷ συνεισέρχεται ναόν, τὴν δὲ κόσμου κληρονομίαν καὶ βασιλείαν τὴν ἐπαγγελθεῖσαν τῷ Ἀβραὰμ ἀποδίδωσι τοῖς ἐξ ἐκείνου κατὰ γένος σωματικόν, τοῦ βασιλέως τοῦ βουλομένου καὶ τῆς βασιλίδος ἐπινευούσης. οὐκοῦν ἃς εἶπεν | |
5 | νεάνιδας πατέρας εἶναι, νῦν υἱοὺς λέγει τάξιν υἱῶν εἰληφότας καὶ ὡς υἱοὺς παρὰ μητρὸς κληρονομίας ἀξιουμένους. | |
72(t) | Ps 45,6 | |
1 | Ἀκαθαίρετον ἔσεσθαί φησι τὴν πόλιν, ὥστε ἔσται θεὸς ἐν αὐτῇ, τοῦ δὲ περιόρθρου παυομένης τῆς παρούσης νυκτός. ἔστι γὰρ νύξ, ἔως οὔπω τὸ σκότος ἀνῄρηται πάντῃ οὐδὲ κατήργηται πᾶσα ἐξουσία καὶ δύναμις ἀλλ’ ἔτι πολεμῶν ἐγχειρήσεις κατὰ δικαίων κινοῦσιν. | |
73(t) | Ps 45,11 | |
1 | Οὐδ’ ὅτε, φησίν, ἐξεδόθητε τοῖς ἔθνεσιν ἐαθέντες ὑπὸ θεοῦ, μάτην ἐξεδόθητε, ἀλλ’ ἵνα γνῶτε τοῦ θεοῦ τὸ δυνατὸν τὰ ἔθνη πάντα προσ‐ κτησαμένου πρὸς τὸν ὑμέτερον ἔλεγχον καὶ ἀντὶ μιᾶς χώρας πᾶσαν χώραν ὑπὸ τῷ σεβασμῷ τῷ ἑαυτοῦ κτησαμένου, ὅτι ἐν τῷ αὐτῷ παραπτώματι κατὰ | |
5 | τὸν ἀπόστολον ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς. | 29 |
74(t) | Ps 46 arg | |
1 | Εἰς τὸν Ἰσραὴλ ὁ πρὸ τούτου ψαλμός, οὗτος δὲ εἰς τὰ ἔθνη συναναβαίνοντα εἰς τὴν Ἱερουσαλὴμ καὶ συναπτόμενα τοῖς ἐκ γένους Ἀβραάμ. χαρὰν οὖν τοῖς ἔθνεσι προαγγέλλει καὶ κρότους ἐπινικίους καὶ ἀλαλαγμοὺς ὑμνητικοὺς δι’ ἐπιφάνειαν κυρίου τὴν ἐξ ὕψους τὴν σὺν φόβῳ μεγάλῳ γενησομένην, ὅτι | |
5 | κρατήσει τῆς γῆς κατὰ τὴν ὀπτασίαν τοῦ Δανιὴλ παραδιδοὺς τοῖς ἁγίοις αὐτοῦ τὴν βασιλείαν, καθὰ καὶ τῶν διαδόχων τις τῶν ἀποστόλων εἴρηκεν ὅτι Ὀφθήσεται τῷ βασιλεῖ τοῦ κόσμου ἐν τῷ Ἰησοῦ οὐκ αὐτοῦ βασιλείαν τινὰ ταύτην εἰς δόξαν προσλαμβάνοντος εἰς ἑαυτὸν ἀλλ’ εἰς τοὺς ἰδίους τοὺς διὰ τῆς ἐκλεκτῆς νύμφης τῆς βασιλίδος εἰς τὴν βασιλείαν καθισταμένους, ὡς ἐν | |
10 | τῷ Δαυὶδ προείρηται Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. | |
75(t) | Ps 46,4.5 | |
1 | Βασιλείας, φησίν, ἀπέδειξας ἡμᾶς πάντων ἐθνῶν. καὶ τὸν κλῆρον ἀπέδωκεν ἡμῖν τὸν ἐκ πατέρων ἡμέτερον τὴν Ἰσραηλιτικὴν χώραν τὴν παρ’ αὐτῷ τιμίαν. ἰδίαν δὲ κληρονομίαν λέγουσι τὴν Ἰσραηλιτικὴν χώραν οἱ ἐξ Ἰσραὴλ προφῆται καὶ ἀπόστολοι καὶ κατὰ γένος αὐτοῖς ἀποδιδομένην, ὥσπερ | |
5 | καὶ αὐτὸς ὁ κύριος οὐκ ἔξω τῆς τοῦ σαρκικοῦ γένους διαδοχῆς ἦν. ἠγαπημένην δὲ τὴν γῆν ἐκείνην φασίν, οὐχ ὅτι παρὰ θεῷ διαλλάττειν ἑτέρας δύναται ᾧ μηδὲν τίμιον μηδὲ καλὸν μηδὲ τιμιώτερον ἢ κάλλιον, ἀλλ’ ὅτι τοὺς οἰκήτορας ἠγάπησεν ἀπαρχὴν εὐσεβείας ὄντας ἐν κόσμῳ καὶ τὴν ἀγάπην φυλάττει πρὸς αὐτοὺς καὶ πρὸς ἣν ᾤκησε γῆν οὐδὲν παυόμενον ἔχων ἀλλ’ αἰώνια πάντα. | |
76(t) | Ps 46,9 | |
1 | Ἀδιαστόλως ἐν τῷ υἱῷ σημαίνει τὴν θεότητα. οὗτος γὰρ δήπουθεν ὁ ἀναβαίνων, οὗτος ὁ βασιλεύων, οὗτος ὁ καθήμενος ἐν οὐρανίῳ θρόνῳ, καθεσθεὶς δὲ καὶ ἐπὶ γῆς πρὸ τῆς ἀναβάσεως συναθροίζων περὶ ἑαυτὸν καὶ τοὺς ἐθνῶν ἡγεμόνας καὶ πᾶν τὸ κράτιστον ἐξ ἀνθρώπων καὶ ὑψοῦν εἰς | 30 |
5 | δόξαν οὐράνιον. | |
77(t) | Ps 47,11c.12 | |
1 | Αὕτη δικαιοσύνη σου, φησίν, οὐκ ἔχουσα προσωποληψίαν· καὶ ὁ Πέτρος λέγει τῆς ἐθνῶν αἰσθανόμενος κλήσεως Ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ θεός. προσαχθέντα δὲ ἰδὼν τὰ ἔθνη καὶ τὸν ἔλεον συνιεὶς ὁ σοφὸς Ἰσραὴλ οὐ φθονήσει, ἀλλ’ εὐφρανθήσεται τῷ θεοῦ | |
5 | κρίματι, ὥσπερ ὁ Πέτρος καὶ οἱ ἀπόστολοι τότε. | |
78(t) | Ps 48,4.5 | |
1 | Λόγου, φησίν, ἅψομαι σοφοῦ κεκρυμμένου, μιγνὺς ᾠδῇ τὸ αἴνιγμα. πῶς οὐχὶ τὸ στόμα εἶπεν ἀνοίγειν εἰς παραβολὴν ἀλλὰ τὸ οὖς κλίνειν; ἢ ὅτι δεικνύειν ἑαυτὸν βούλεται μᾶλλον ἀκροατὴν ὄντα πνεύματος λαλοῦντος ἢ αὐτὸν ἐξηγητὴν ἢ καὶ διὰ στόματος αὐτοῦ λαλεῖ τὰ λεγόμενα. καὶ γὰρ | |
5 | Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ ὁ θεὸς ἐν ΠΔ λέγεται ψαλμῷ. | |
79(t) | Ps 48,10a | |
1 | Ἀλλὰ θάνατον μέν φησιν ἑκὼν ὅσον πρὸς τὸν αἰῶνα τοῦτον ὑποστήσεται | |
κόσμῳ τελευτῶν, αἰρόμενος ἀπὸ γῆς τῆς ζωῆς αὐτοῦ, θεῷ δὲ ζῶν. | 31 | |
80(t) | Ps 48,13 | |
1 | Τὸ δὲ τοῦ θανάτου πάθος, φησίν, οὐ γενομένῳ τῷ ἀνθρώπῳ συνῆπτο, ἀλλ’ ἐξ ἀτιμίας ἐπισυμβέβηκεν, ὅτι τῇ πρὸς ἀθανασίαν αὐξήσει τετιμημένος οὐκ ᾔσθετο, μεῖζον ἔχων τῆς φύσεως τὸ ἐκ τιμῆς ἀγαθόν, ὅθεν ἀποπεσὼν τῆς τοῦ θεοῦ ὁμοιώσεως τῆς ἐν ἀθανασίᾳ κτήνεσιν ὁμοιοῦται κατὰ τὸν θάνατον. | |
5 | Ὡς γὰρ ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου, φησὶν ὁ Ἐκκλησιαστής, καὶ πνεῦμα ἓν τοῖς ἅπασιν· καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; οὐδέν, ὅτι πάντα ματαιότης. τὰ πάντα εἰς τόπον ἕνα· τὰ πάντα ἐγένετο ἀπὸ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν. | |
81(t) | Ps 48,15bc | |
1 | Τοῦ δὲ μέλλοντος αἰῶνος, φησίν, ἐνστάντος, ὅπερ ἐστὶ πρωῒ τῆς μελλούσης ἡμέρας, τῶν ἀγαθῶν ἡ βασιλεία ἔσται, πάσης ἀνθρωπίνης δυνάμεως πεπαυμένης, τῆς δὲ παρὰ θεοῦ κρατούσης, ὅτε τὸ μὲν τῶν ἀγαθῶν γένος ἔνδοξον καὶ βασιλικόν, τὸ δὲ τῶν οὐκ ἀγαθῶν ὑπήκοον καὶ δοῦλον, ἐπειδὴ | |
5 | παρελήλυθεν ἡ κατὰ πλοῦτον ἰσχύς, μένει δὲ ἡ κατ’ ἀρετὴν καὶ πᾶν τὸ ὑπολειπόμενον ἀνθρώπων ἐν γῇ τοῖς ἀγαθοῖς ὑπακούσεται βασιλεύουσι κατὰ θεόν. | |
82(t) | Ps 48,17 | |
1 | Μηδὲν τοίνυν λογιζέσθω μέγα πλοῦτος καὶ δόξα· τά γε μὴ συναπιόντα τῷ κτησαμένῳ, ὥσπερ ἡ δικαιοσύνη συναπέρχεται, καὶ ἐπανάγει τοὺς | |
καταχθέντας. | 32 | |
83(t) | Ps 49,6 | |
1 | Ἐφυμνήσει δέ, φησίν, τῇ τοῦ θεοῦ δικαιοσύνῃ τὰ τέλεια γένη τὰ οὐράνια, τοῖς τελείοις ἐπευφημοῦντα λόγοις τοῖς τὸ δικαιότατον ἔχουσιν καὶ κριτικώτατον, τῷ μὴ θύμασιν ἀλλὰ κρίσει θεὸν εὐφραίνεσθαι καὶ ταύτην ἔχειν τὴν εἰς ἀεὶ διαθήκην. | |
84(t) | Ps 49,13 | |
1 | Μὴ γὰρ ἐνδεὴς ἐδεσμάτων, φησίν, ὁ θεὸς καὶ ποτῶν, ἵνα προσέχῃ κρέασιν ὡς ἐδέσμασι καὶ ὡς ποτῷ αἵματι. εἶτα ἀντεισάγων τὴν ἀληθῆ θεοῦ τιμὴν τῷ τῆς θυσίας ὀνόματι τὰ ἐχόμενα προστίθησι. | |
85(t) | Ps 49,14 | |
1 | Ταύτην, φησίν, ἡγοῦ θυσίαν τὴν τῶν εὐεργεσιῶν αἴσθησιν καὶ τὴν ἐκ καρδίας ὁμολογίαν καὶ τὴν τῶν εὐχῶν πλήρωσιν χρέος ὀφειλόμενον παρὰ ἀνθρώπων θεῷ. | |
86(t) | Ps 49,15 | |
1 | Καὶ ταῦτα ποιῶν, φησίν, εὔελπις ἔσο τεύξεσθαι θεοῦ βοηθοῦντος ἐν θλίψεσιν, ἵνα καὶ δοξάσῃς αὐτὸν εὐεργετούμενος, ἀπαύστως ἀνάγων | |
εὐχαριστίας. | 33 | |
87(t) | Ps 49,17—19 | |
1 | Παράλυσις ταῦτα τοῦ νόμου, τοῦ μὲν Οὐ κλέψεις τὸ κλέπτῃ συντρέχειν, τοῦ δὲ Οὐ μοιχεύσεις τὸ μετὰ μοιχῶν συντετάχθαι, τοῦ δὲ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σαυτὸν καὶ Οὐ πορεύσει δόλῳ ἐν τῷ ἔθνει σου τὸ λαλεῖν ἐπιβουλευτικὰ καὶ δολερὰ καὶ κατηγορεῖν καὶ μηχανᾶσθαι τῷ πλησίον | |
5 | προσπταίσματα. | |
88(t) | Ps 49,21c | |
1 | Ἀλλ’ ἡ κρίσις ἐπιδείξει τὴν γνῶσιν ὅτι καὶ αὐτόν σε ποιήσω σεαυτῷ θεωρεῖσθαι. τοιοῦτον γὰρ ἑαυτὸν ἕκαστος ὄψεται τῶν καρδιῶν ἀπο‐ καλυπτομένων, οἷος ἐκ τῆς καρδίας ἐτυπώθη. Τὸ δὲ Προσθήσω Στοιβάσω Θεοδοτίων ἑρμηνεύσας τὴν ἀθρόαν τῶν | |
5 | πράξεων ἐδήλωσεν ἄθροισιν ὑπ’ ὀφθαλμοὺς τῷ πράξαντι γινομένην. | |
89(t) | Ps 50,5 | |
1 | Τοῦτο ἦν τὸ Δίκαιος ἑαυτοῦ κατήγορος. οὐ γὰρ ἀναμένω, φησίν, τὸν παρ’ ἑτέρου ἔλεγχον, εἰ καὶ ὁ προφήτης ἤλεγξεν. ἐκεῖνος μέν γε εἰς ἅπαξ, ἐγὼ δὲ διὰ παντὸς ὁρῶ τὸ πταισθέν, ἀλλ’ οὐκ ἀπογινώσκω τὴν ἴασιν διὰ τὸν ἔλεον. | |
90(t) | Ps 50,7 | |
1 | Συγγνώμης αἴτησις ὅτι συμπέφυκεν ἡμῖν ἡ ἁμαρτία κατὰ τὴν πρώτην γένεσιν ἐκ μητέρων τῶν κυουσῶν ἐφ’ ἡμᾶς παραπεμπομένη. ὅτι Δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, καὶ ἐρρίζωται τὸ κακὸν ἐν τῇ πρώτῃ γυναικὶ καὶ ἐξ ἐκείνης διὰ τῶν τοκετῶν ἐπὶ τὰ τικτόμενα διαβαίνει. | 34 |
5 | οἰκειότερον δὲ ἐπὶ τῆς μητρὸς τοῦτο λέγεται, καίτοι καὶ ἀπὸ τοῦ πατρὸς διηκούσης τῆς ἁμαρτίας, ὅτι σπερματικῶς μὲν ἐκ πατρός, ἐντελῶς δὲ ἐκ μητέρων ἐσμὲν ἀποκυούμενοι καὶ διὰ τῶν τοκετῶν εἰς φῶς προϊόντες. | |
91(t) | Ps 50,8a | |
1 | Ἡμεῖς μέν, φησίν, ἐν ἀνομίαις ἐρριζώθημεν καὶ ἐν ἁμαρτίαις γεννώμεθα, σοὶ δὲ ἀρέσκει τὸ ἀληθῶς καλὸν καὶ μηδαμῶς παρατετραμμένον. πῶς οὖν ἔστιν ἀνθρώπους παρὰ τῷ τοιούτῳ κριτῇ δοξασθῆναι ἀλλ’ οὐκ αἰσχύνην ἀπενέγκασθαι κατακρινομένους; | |
92(t) | Ps 50,8b.9 | |
1 | Ἐκ τῆς προϋπαρξάσης εἰς αὐτὸν χάριτος ἀξιοῖ καὶ τὴν νῦν γενέσθαι φείδω. ταῖς γὰρ ἀρχαῖς ταῖς παρ’ ἑαυτοῦ θεὸς ἐπάγει τὰ ἐφεξῆς ἕνεκα τῆς ἰδίας προθέσεως καὶ βεβαιότητος, εἰ καὶ τὰ παρ’ ἡμῶν μὴ παντάπασιν ἄξια εἴη, ὥσπερ καὶ τῆς διαθήκης ἕνεκα τῆς πρὸς Ἀβραὰμ οἰκτείρει τὸ ἐξ αὐτοῦ γένος | |
5 | κακούμενον, τῇ ἀρχῇ τὰ ἐφεξῆς ἐπιφέρων καὶ τὸ τῆς ἐπαγγελίας βέβαιον ὑπὲρ τὸ τῆς ἐξουσίας ἴσον φυλάττων. ἐπεὶ τοίνυν σοφίας οἶδεν παρὰ θεοῦ τετυχηκὼς καὶ ταύτῃ τετιμημένος ὡς καὶ τὰ κεκρυμμένα συνιέναι περὶ ὧν ηὔχεται Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου, διὰ τοῦτο χάριτας μὲν ὁμολογεῖ τῇ τῆς σοφίας δωρεᾷ, ἀξιοῖ δὲ τὸν | |
10 | ἐπιγεγονότα ῥύπον ἀφελεῖν αὐτοῦ προστιθέντα, καὶ τοῦτο τῇ χάριτι. | 35 |
93(t) | Ps 50,10 | |
1 | Ὁ μὲν σωτὴρ τὸν Ἀβραὰμ ἔφη προσδοκῶντά τε τὴν ἡμέραν αὐτοῦ προ‐ ηγαλλιᾶσθαι καὶ παραγενομένης αὐτῆς ἰδεῖν καὶ χαίρειν Ἀβραάμ, λέγων, ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη· ὁ δὲ Δαυὶδ ἀντὶ τῆς ὄψεως ἀκοὴν λέγει, ἀκούσεσθαι λέγων ἐν ᾅδου | |
5 | τὴν αἰτίαν εὐφροσύνης μεγάλης τὴν τῆς παρουσίας ὑπὸ τοῦ πνεύματος αὐτῷ σημαινομένην καὶ εὐφρανθήσεσθαι μὲν ἐν ᾅδου τῷ πνεύματι, συναγάλλεσθαι δὲ αὐτοῦ καὶ τὰ εἴσω μνημάτων ὀστέα τῇ ἁμαρτίᾳ καὶ τῷ θανάτῳ τεταπεινωμένα, συνταφέντος αὐτοῖς τοῦ τῆς ἀναστάσεως αἰτίου σώματος. | |
94A(t) | Ps 70,7 | |
1 | Ἀσθενὲς ἡ ἁμαρτία καὶ ἀσθενείας αἴτιον, ἰσχυρὸν δὲ δικαιοσύνη καὶ ὁ ταύτης προστάτης θεός· τοιαύτη καὶ ἡ θεοῦ προσδοκία καὶ μάλιστα ἡ διηνεκής· καὶ ὥσπερ ἐκ πρώτης γενέσεως νοουμένης ὡς οὐκ ἂν ὑπῆρξεν ἄνευ θεοῦ, ἀνθισταμένη δὲ πρὸς λυπηρῶν ἐναντιότητα μᾶλλον γυμνάζεται. | |
95a(t) | Ps 70,9 | |
1 | 〈Ἐ〉πείπερ ἐν τῷ νέῳ τῆς ἡλικίας καιρῷ τὴν σὴν βοήθειαν, οὐ τὴν σώματος ῥώμην, ἰσχὺν ὑπέλαβον, διὰ τοῦτό μοι καὶ ληγούσης τῆς νεότητος ἡ ἰσχὺς αὕτη παραμεινάτω καὶ παρελθούσης παντάπασι τῆς ἀνθρωπίνης ἰσχύος τὸ παρὰ σοὶ δυνατὸν παρέστω, οἷόν τι τῷ Δαυὶδ ὑπῆρξεν αὐτῷ κατὰ | |
5 | τὸ γῆρας. νέῳ μὲν γὰρ ὁ υἱὸς ἐπανέστη, πρεσβύτῃ δὲ οὐδείς· ἀλλ’ ἐψυγμένος τε ἤδη ὑπὸ τοῦ γήρως καὶ ἄπρακτος ἐπ’ εὐνῆς κείμενος ἦρχε τοῦ Ἰσραὴλ 〈καὶ〉 ἐπέταττε τῷ ἔθνει. [... ἦρχε τοῦ Ἰσραὴλ καὶ καθίστη διάδοχον Σολομῶνα τὸν παρὰ γνώμην | |
αὐτοῦ πειραθέντα βασιλεύειν ἐκβαλὼν Ἀδωνίαν.] | 36 | |
96a(t) | Ps 70,10.11 | |
1 | 〈Ἁρμόζοι〉 ἂν εἰς τὸν καιρὸν ταῦτα τὸν τῆς ἐπαναστάσεως Ἀβεσαλὼμ εἰς ὃν κἀκεῖνα εἴρηται διὰ τοῦ Γ ψαλμοῦ· Πολλοὶ λέγουσι τῇ ψυχῇ μου Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ. κοινωνίᾳ δὲ τῇ περὶ τοὺς δικαίους καὶ ὁ κύριος πέπονθε τὴν τοιαύτην τῶν ἐχθρῶν ἐπανάστασιν λεγόντων Ῥυσάσθω | |
5 | αὐτὸν ὅτι θέλει αὐτόν, καὶ οἰομένων ἐγκαταλελεῖφθαι τὸν κατὰ βουλὴν πάσχοντα τὴν πατρός. Σφαλήτωσαν οὖν, φησίν, τῆς προαιρέσεως οἱ πονηροί, καὶ κατ’ ἐλπίδα τὴν ἐμὴν μὴ καθ’ ὑπόληψιν τὴν ἐκείνων ἔχον φαινέσθω τὸ πρᾶγμα. | |
97A(t) | Ps 70,12 | |
1 | Μὴ γάρ μοι γένῃ μακράν, ἀλλ’ ἐπίσπευσον τὴν βοήθειαν καὶ μετάβαλε τὸ καύχημα τὸ ἐκείνων εἰς αἰσχύνην, ἵν’ ἐπὶ πλεῖον ἐμοὶ τὰ τῆς ἐλπίδος αὔξηται καὶ τὰ τῶν ὕμνων τῶν σῶν. | |
98a(t) | Ps 70,15 | |
1 | Ὁ δὲ Σύμμαχος Οὐκ οἶδα ἐξαριθμῆσαι. ἐπειδὴ γὰρ ὑπέσχετο διηγεῖσθαι τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν εἰς αὐτὸν γεγενημένην σωτηρίαν, μεῖζον δὲ | |
ἢ κατὰ ἄνθρωπον ἡ ὑπόσχεσις ἐπήγαγε ταῦτα. | 37 | |
99A(t) | Ps 70,19.20 | |
1 | Αὐτόθεν ἄρχεται τοῦ ὕμνου ὅθεν ἐπήγγελται παραχρῆμα ποιῶν, τὸ ὑψηλὸν τῶν τοῦ θεοῦ τεραστίων μεγαλοφώνως ἀναβοῶν, τὸ διὰ πολλῶν κακώσεων ἀχθέντας ἀνθρώπους τυγχάνειν ἀγαθῶν ἐν αἰωνίῳ ζωῇ ἐκ νεκρῶν ἀναστάντας· ὃ δὴ τῶν θείων ὕμνων κεφάλαιον καὶ θεοῦ μάλιστα δεικτικόν, | |
5 | καθὸ μηδεὶς τῶν λεγομένων εἶναι θεῶν ἁμιλλήσαιτο ἄν. θεὸς γὰρ ὁ πάντα ζωογονῶν ἐν ᾧ γινώσκεται Χριστὸς υἱὸς ὢν θεοῦ ἀνάστασίν τε καὶ ζωὴν εἶναι λέγων ἑαυτὸν καὶ τοῦτο ἔργῳ δεικνύς, ὥστε, εἰ καὶ παρὰ Χριστοῦ ταῦτα ὡς ἀνθρώπου πρὸς τὸν πατέρα λεγόμενα, προσήκει καὶ πρὸς αὐτὸν λέγεσθαι παρὰ ἀνθρώπων ὡς πρὸς υἱόν τε καὶ εἰκόνα θεοῦ· πρωτότοκος γάρ ἐστιν ἐκ | |
10 | νεκρῶν ἀνθρώπου τρόπῳ κατελθών, ἀνελθὼν δὲ δυνάμει θεοῦ αὐτουργὸς ὢν τῆς ἀνόδου, ὡς λέγει πρὸς Ἰουδαίους, ἐν ᾧ τὸ τῆς θεότητος ἐξαίρετον δείκνυται. | |
100a(t) | Ps 70,21 | |
1 | Εἰ καὶ ἐμφανῆ σου τὴν μεγάλην κατέστησας δύναμιν παραδοὺς τὴν ἀνθρωπίνην φύσιν εἰς θάνατον, ἀλλὰ τῷ παρὰ ἀνθρώποις ἀπελπισθέντι τὴν νέαν ἀπέδωκας καὶ μακαρίαν ζωήν. | |
101a(t) | Ps 71,1.2 | |
1 | Ἡ Χριστοῦ δόξα μετὰ τὸ πάθος ὑμνεῖται. τύπος δὲ ὁ Σολομὼν καὶ ἡ τῆς ἐκείνου βασιλείας εἰρήνη καὶ ἡ τοῦ δικαίου προστασία καὶ τὸ τῆς σοφίας ἔνδοξον καὶ ἡ παρὰ πάντων ἀνθρώπων τιμή, ὑπὲρ δὲ τὸν τύπον τὸ μέχρι συντελείας διαμένειν τὰς ἡμέρας τοῦ βασιλέως καὶ τὴν εἰρήνην αὐτοῦ καὶ τὸν | |
5 | καρπὸν αὐτοῦ διαφανέστατον γίνεσθαι. ταῦτα γὰρ οὐδαμῶς ἥρμοσε Σολομῶνι τῷ βραχὺν μὲν διαγενομένῳ χρόνον, ἐσχηκότι δὲ καὶ τοὺς ἐναντιουμένους, καρπὸν δὲ οὐδένα ἐξ αὐτοῦ καταλιπόντι ἀλλ’ ἕνα παῖδα καὶ τοῦτον οὐ διαφυλάξαντα τὴν παραδοθεῖσαν αὐτῷ βασιλείαν· Χριστοῦ δὲ τὸ διενεκὲς καὶ ἀσάλευτον κράτος καὶ καρπὸς ἐπιφανέστατος οἱ πιστεύσαντες· τελεώτερα δ’ | 38 |
10 | ἐν αὐτῷ καὶ τὰ λοιπὰ τὰ τυπικῶς ἐπὶ τοῦ Σολομῶνος πεφθακότα γενέσθαι ἃ καθ’ ἕκαστον ἐπιὼν ὁ λόγος ἐξηγήσεται. Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τὸν πτωχόν σου ἐν κρίσει. Καὶ βασιλεύς ἐστι καὶ υἱὸς βασιλέως τοῦ Δαυὶδ ὁ δεσπότης Χριστὸς κατὰ | |
15 | τὴν σάρκα καὶ διὰ τοῦτο ἐκ γένους ἀναστὰς τοῦ βασιλικοῦ, ἵνα τὴν πατρῴαν κατορθώσειε βασιλείαν κατὰ τὴν Ἡσαΐου προφητείαν καὶ θείαν αὐτὴν ἀντ’ ἀνθρωπίνης ποιήσειεν καὶ, ὅπερ οὐκ ἦν ἐν ἀνθρωπίνῃ βασιλείᾳ, τὸ τῆς δικαιοσύνης ἀκριβὲς ἐφαρμόσειε τοῖς ὑπηκόοις καὶ τοῖς ἀδικουμένοις ἀποδοίη τὸ μὴ ἀδικεῖσθαι· οὐδὲ γὰρ ἐπ’ αὐτοῦ τοῦτο ἐφυλάχθη τοῦ Δαυίδ· εἰ καὶ τὰ | |
20 | μάλιστα δίκαιος καὶ ἀρέσκων θεῷ παρὰ τοὺς ἄλλους, ἀλλὰ καὶ αὐτουργὸς ἀδικίας ἐγένετο τῆς πρὸς τὸν Οὐρίαν. τὸ γὰρ τοῦ Σολομῶνος καὶ μείζων ἀδικίας ἣν εἰς ἀσέβειαν τεῖνον ἡ τῶν εἰδώλων κατασκευή· ἀλλ’ οὕτως ἐστὶν ὁ καὶ διὰ Ἡσαΐου καὶ διὰ Ἱερεμίου προειρημένος βασιλεὺς δίκαιος καθήμενος ἐπὶ θρόνου μετ’ ἐλέους κατορθουμένου, κρίνων καὶ ζητῶν κρίμα καὶ σπεύδων | |
25 | δικαιοσύνην ὡς ὁ Ἡσαΐας φησίν, συνιεῖς δὲ καὶ ποιῶν κρίμα καὶ δικαιοσύνην ὡς ὁ Ἱερεμίας λέγει. | |
102A(t) | Ps 71,5 | |
1 | Ὁ δὲ Σύμμαχος ἐξέδωκε Καὶ φοβηθήσονται αὐτὸν ἐφ’ ὅσον ὁ ἥλιος· σύμφωνον τῷ πρὸς τὴν ἁγίαν παρθένον ὑπὸ τοῦ Γαβριὴλ Καὶ δώσει αὐτῷ κύριος τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ | |
εἰς τοὺς αἰῶνας. | 39 | |
103A(t) | Ps 71,10.11 | |
1 | Πρὸς δὲ τὴν Ἱερουσαλὴμ ταῦτα καὶ Ἡσαΐας φησὶν Ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν· καὶ ἥξουσιν ἀγέλαι καμήλων καὶ καλύψουσι κάμηλοι Μαδιάμ, καὶ ἐλέφαντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ τὸ σωτήριον τοῦ θεοῦ εὐαγγελιοῦνται. καὶ διὰ Ἁγγαίου | |
5 | δὲ λέγεται Ἔτι ἐγὼ ἅπαξ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν καὶ συσσείσω πάντα τὰ ἔθνη· καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει κύριος παντοκράτωρ. | |
104(t) | Ps 71,16 | |
1 | Κομᾷ γὰρ καὶ τέθηλεν οἰκουμένη πᾶσα τῷ Χριστοῦ καρπῷ καὶ πλῆθος ἀναρίθμητον τῶν ἐφ’ ἑκάστης πόλεως ἀναφαινομένων Χριστοῦ παίδων ὡς ἀπὸ τῆς γῆς πόα. | |
105(t) | Ps 71,20 | |
1 | Ἐνταῦθα τοίνυν πληροῦνται τοῦ Δαυὶδ αἱ εὐχαὶ ἃς ὑπὲρ τῆς εἰς αἰῶνα μονῆς τοῦ θρόνου πεποίηται λέγων Κύριε, ὁ λόγος ὃν ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου καὶ ἐπὶ τὸν παῖδά σου πιστωθήτω ἕως αἰῶνος καὶ ποίησον καθὼς ἐλάλησας καὶ ὑψωθήτω τὸ ὄνομά σου ἕως αἰῶνος λεγόντων Κύριος | |
5 | παντοκράτωρ θεὸς Ἰσραήλ, καὶ ὁ οἶκος Δαυὶδ τοῦ παιδός σου ἀνωρθωμένος. Ἀλόγως οὖν τῷ ἑξῆς ἐγράφη ψαλμῷ τὸ Ἐξέλιπον οἱ ὕμνοι Δαυὶδ τοῦ υἱοῦ Ἰεσσαί· τέλος γάρ ἐστι τούτου καὶ τῆς εὐχαριστίας μέρος ἐπὶ τῇ | |
πληρώσει τῶν Δαυὶδ προσευχῶν. | 40 | |
106a(t) | Ps 72 arg. | |
1 | Κατέληξε καὶ ἡ δευτέρα τῶν ψαλμῶν βίβλος εἰς εὐλογίαν τὴν ἐπιφωνοῦσαν τὸ Ἀμήν, ὥσπερ καὶ ἡ πρώτη Γένοιτο δηλοῖ Καθὰ εἴρηκεν. ἐκείνης μὲν γὰρ ἦν τέλος ὁ Μ εἰς Χριστὸν εἰρημένος, ταύτης δὲ τέλος ὁ νῦν προειρημένος ΟΑ· καταλήγει δὲ ἡ τρίτη, ἵν’ ἤδη καὶ περὶ ἐκείνης προείπωμεν εἰς τὸν ΠΗ | |
5 | ψαλμόν, ὡς εἶναι πάντας ψαλμοὺς ΙΖ ὧν ΙΑ μέν εἰσι τοῦ Ἀσάφ, εἶτα τῶν υἱῶν Κορὲ Δ καὶ τοῦ Δαυὶδ Α καὶ Αἱμὰν τοῦ Ἰσραηλίτου τελευταῖος. | |
107(t) | Ps 72,7b—9 | |
1 | Ἀντὶ δὲ τοῦ Διήλθοσαν εἰς διάθεσιν καρδίας ὁ Ἀκύλας ἡρμήνευσεν Παρῆλθον σκοπιὰς καρδίας, ἀντὶ τοῦ οὐδὲν τῶν κατὰ φύσιν ἐννοημάτων ἐπιτελεῖν ἐθέλουσιν οὐδ’ ἃ νοοῦσιν εὖ ἔχοντα πράττουσιν ἀλλ’ ἀφίστανται τούτων. γέλως δὲ αὐτοῖς ἡ ἀρετή, συκοφαντία κατὰ τῶν ὑποδεεστέρων | |
5 | εὔκολος· ἕτοιμος ἡ κατὰ θεοῦ βλασφημία, πρόχειρος κατὰ ἀνθρώπων ἡ γλῶσσα. καὶ τοῦτό ἐστι Καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. | |
108(t) | Ps 72,11—13 | |
1 | *λους κακο.......... δίκαιοι ἐν τῇ μελλ〈ούσῃ〉 καταστάσει, ὁποῖόν τι κα〈ὶ〉 Ἱερεμίας λέγει τὸ Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε πρὸ | |
προσώπου μου. ἐκεῖ δέ φησιν Καὶ μεταγνώσονται πάντες κακῶς βουλευσάμενοι οἱ τὸ κακὸν προελόμενοι. ἀναφάντων γὰρ τῶν ἀγαθῶν ἐν τῷ γένει τῶν | 41 | |
5 | δικαίων ἐροῦσιν Ἔστιν ἄρα πρόνοια θεοῦ· καὶ πῶς γινώσκει τὰ πραττόμενα; ἡ φωνὴ δὲ ἀπολωλεκότων τὸν κατὰ φύσιν λογισμὸν ὑπὸ τῶν ἀσυμφόρως ὑπαρξάντων αὐτοῖς ἀγαθῶν ἐπὶ τὰς ἀδικίας. τὸ γὰρ μὴ κατὰ λόγον εὐπραγεῖν παρίστησι λογισμοὺς ὡς μὴ κατὰ λόγον διεξαγομένου τοῦ κόσμου μηδὲ δυσκολ.. τέρας ἡμῶν γνώσεται· τῆς δὲ προνοίας ἐφεστώσης τοῖς ὅλοις ἀλλ’ | |
10 | ὅμως, φησίν, οἱ δυσσεβεῖς οὗτοι οἳ καὶ ἐν εὐθυμίαις ἀφόρητοι τῷ φρονήματι καὶ τοῖς κατὰ θεοῦ λόγοις καὶ ἐν ταῖς τῶν δικαίων εὐδο〈κίαισ〉 〈οὔ〉πω πειθόμενοι .............. τῶν ἁπαν... * * καὶ τὸν χειρῶν 〈καρτερ〉ὸν ματαία καρτερί〈α〉 χλευαζομένου καὶ κακῶς ἀκούοντος ἐπὶ τῷ δικαιοσύνην αἱρεῖσθαι. τοῦτο τοῦ ἀνθρωπείου λογισμοῦ τὸ | |
15 | χαλεπὸν τὸ μεταγνῶναι τῆς ἐπ’ ἀρετῇ σπουδῆς ὡς οὐκ ἀγαθῆς οὐδὲ λυσιτελοῦς. ἐπεισέρχεται δὲ πολλοῖς πολλάκις ἐνθυμήματα τοιαῦτα ἃ δὴ καὶ θεραπεύειν μέλλει τῷ λόγῳ. [Εἰς ἀναίρεσιν δὲ τοῦ δυσσεβοῦς λογισμοῦ τὸν εὐσεβέστερον βεβαιοῖ διὰ προσώπου τοῦ θεοῦ· θεοῦ γὰρ ὡς ἀληθῶς ἐγγυητοῦ τὸ λεγόμενον δεῖται τὸ | |
20 | μακαριωτέρους εἶναι τοὺς εὐσεβεῖς ἐν τῇ μελλούσῃ καταστάσει δυσπραγοῦντας νῦν, τῶν διὰ τέλους ἀσεβῶν εὐπραγούντων. τοιοῦτον παρ’ Ἱερεμίᾳ τὸ Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαστήσω σε πρὸ προσώπου μου. τὸ δὲ Καὶ εἶπον Πῶς ἔγνω ὁ θεός; ἀπολωλεκότων τὸν κατὰ φύσιν ἐστὶ λογισμὸν ὑπὸ τρυφῆς ἀσυμφόρου· προνοίας γὰρ οὔσης, μὴ ἂν ἑαυτοὺς εὐπραγεῖν τῶν ἀγαθῶν | |
25 | δυσκληρούντων.] | |
109(t) | Ps 72,24 | |
1 | Παρὰ μὲν *** | 42 |
110A(t) | Ps 72,24 | |
1 | Ὁ δὲ Σύμμαχος ὕστερον ἔφη Τιμὴ διεδέξατο. καὶ ἄλλως δέ· ἀνεπαυσάμην συνειδὼν σιωπᾶν καὶ σοὶ πιστεύειν ὡς καλῶς διοικοῦντι τὰ καθ’ ἡμᾶς καὶ οὕτω σοι συνεῖναι διὰ παντός· διό μου ἀντελάβου· δόξαν ἐνέθηκας ἀγαθήν, εἰς δόξαν μακαρίαν προσήγαγες. | |
111a(t) | Ps 73,4a | |
1 | Ἀναγκαίως ἡ τῶν τόπων μνήμη διὰ τὴν τοῦ λαοῦ παρανομίαν. ὅτι κατὰ τῶν τόπων οὐκ ἦν ἀγανακτήσεως πρόφασις, καὶ οἱονεὶ διὰ τὴν τοῦ τόπου φειδὼ κατασκευάζει πρὸς τὸν λαὸν γενέσθαι φιλανθρωπίαν. τοῦτο δὲ οὐχ ὡς χωρίου τινὸς θεοφιλοῦς εἶναι δυναμένου· θεὸς γὰρ οὐ τόπων ἀλλὰ δικαιοσύνης. | |
112a(t) | Ps 73,15b | |
1 | [Ὁ δὲ Σύμμαχος οὕτως· Σὺ ἐξήρανας ποταμοὺς ἀρχαίους. τὸ γὰρ πηγάς τε ἀναβλυστάνεσθαι καὶ ποταμοὺς ἐξ αὐτῶν προχεῖσθαι, ἑτέρωθι δὲ ξηραίνεσθαι ποταμῶν ἀρχαίων ῥεύματα, τοῦτό ἐστι τὴν τῶν θαυμασίων ἐργάτιν παρέστησε δύναμιν. τοῦτο καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· Ἔθετο ποταμοὺς εἰς ἔρημον καὶ | |
5 | διεξόδους ὑδάτων εἰς δίψαν. ῥάδιον γὰρ αὐτοῦ ὡς βούλεται μετοχετεῦσαι τῶν ὑδάτων τὴν ῥεῦσιν. διὰ μέντοι τούτου καὶ ἕτερον ὁ λόγος παραδηλοῖ· ὡς Ἰουδαίοις μὲν διὰ τὴν παρανομίαν τῶν προφητικῶν ποταμῶν οὐ προσοίσει τὰ νάματα, τὰ δ’ ἔθνη τὰ πάλαι ἔρημα τοῖς ἀπὸ τῆς πέτρας καταρδεύσει κρουνοῖς· | |
Ἡ δὲ πέτρα, φησὶν ὁ θεῖος ἀπόστολος, ἐστὶν ὁ Χριστός, καὶ ἅπαντα δὲ τὰ | 43 | |
10 | εἰρημένα ἀπὸ τοῦ Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς ἡμετέρων εὐεργεσιῶν περιέχει τὸν τύπον. καὶ ταῦτα μὲν οὕτως. Ἰσιδῶρος δὲ ὁ Πηλουσιώτης ἐν ἐπιστολῇ φησὶν ὡς Ἠθὰμ τόπος ἦν οὕτω καλούμενος οὐ πόρρω διεστηκὼς τῆς Ἱερουσαλὴμ ἐνυδρός τε καὶ ἀμφιλαφὴς καὶ σύσκιος· τοῦτον ἐξηράνθαι κατὰ θεοῦ μῆνιν ἐπὶ τοῦ Ῥωμαϊκοῦ λέγεται | |
15 | πολέμου, καθὼς καὶ ὁ Ἰωσῆπος ἐν τῇ Ἀρχαιολογίᾳ φησίν.] | |
113A(t) | Ps 73,20—22 | |
1 | Μνήσθητί σου τῆς συνθήκης καὶ τοὺς εἰς τόπους σκοτεινοὺς ἀπαχθέντας εἰς οἴκησιν [εἰς] τὴν πεφωτισμένην σου πάλιν ἐπανάγαγε, χώραν δεξάμενος δέησιν ταπεινωθέντων κακοῖς καὶ κατῃσχυμμένων καὶ διδοὺς ὑμνῆσαι μετ’ εὐφροσύνης. | |
114a(t) | Ps 74,2—4 | |
1 | Λέγει τῷ προφήτῃ τὰ λεγόμενα νῦν ὁ τῆς ἀφθαρσίας αἴτιος καὶ δημιουργὸς Χριστός, ὁ σῴζων ὡς θεὸς καὶ χάριν ἀναφέρων τῆς σωτηρίας ὡς ἄνθρωπος τῷ πατρί. σοὶ τοίνυν φησὶ τὰς ὑπὲρ τῆς σωτηρίας ἀνοίσομεν ἐξομολογήσεις καὶ εὐχαριστίας, τὰ σὰ θαυμάσια διηγησόμεθα, πάτερ. ὅτ’ ἂν ἡ ἐκ πάντων | |
5 | ἀνθρώπων ἐκκλησία συνελθοῦσα, λέγων, ἀκούειν δύνηται τῶν περὶ σοῦ, καὶ προσάγονται πάντες ἄνθρωποι πρὸς τὸ δουλεύειν σοι. ἐμὴ δέ φησι καὶ ἡ διάκρισις ἐφ’ ἅπασι τοὺς ἀξίους σωτηρίας ἐκ τῶν ἀπολομένων διασῴζουσα, τῶν μὲν τὰ γήϊνα πεφρονηκότων συνδιαλυομένων τῇ γῇ, τῶν δὲ οὐράνια | |
φρονησάντων μενόντων ὡσπερεὶ στύλων εἰς τὴν τῆς νέας ἵδρυσιν κτίσεως. | 44 | |
115a(t) | Ps 74,5—8 | |
1 | Οὐ δεῖ κατατολμᾶν θεοῦ οὐδὲ σοφίας ὑπολήψει θρασύνεσθαι ἢ ὑψοῦσθαι, δεινὰ καὶ ἄδικα κατὰ θεοῦ λέγοντας ὡς οὐ προνοοῦντος οὐδὲ δικαίως ἑκάστῳ βραβεύοντος ἀλλ’ ἀνατολαῖς τε καὶ δύσεσιν ἄστρων ἀφιέντος τὰ πράγματα καὶ ὡς τῶν ἄστρων ἢ καλῶς ἢ κακῶς τὰ περὶ ἀνθρώπους διατιθέντων, ἤδη | |
5 | δὲ καὶ οὐκ ἄστρων μόνον ἀλλὰ καὶ τῶν ἐν ὕψεσιν ὁρίων θρησκευομένων δαιμόνων. ἔχει γὰρ οὐχ οὕτως ταῦτα οὐδ’ ἐγγὺς ἀλλὰ κρίσει θεοῦ δίκαια τὰ σύμπαντα περιείληπται, ταπεινώσεώς τε πέρι καὶ ὑψώσεως ἀνθρώπων τῶν μὲν καθαιρουμένων, τῶν δ’ ἐπαιρομένων. [ὁμοίως καὶ Δίδυμός φησιν.] | |
116A(t) | Ps 74,10.11 | |
1 | Ἐπὶ τῷ τοιούτῳ τέλει, φησίν, ἐν ᾧ συναπολοῦντες τῇ κακίᾳ οἱ κακοὶ τὴν διήγησιν ποιήσομαι τῶν θεοῦ θαυμασίων, καὶ καθαιρίσω τὰ τῶν ἀσεβῶν ἰσχυρὰ καθάπερ κέρατα περικόψας· τὰ δὲ τῶν δικαίων ὑψωθήσεται κέρατα τὴν ἀκαθαίρετον κομησαμένων παρὰ θεοῦ δύναμιν. τότε δὲ ὑψωθήσονται | |
5 | ἐπειδ’ ἂν συμβασιλεύσωσιν τῷ ἐαυτῶν βασιλεῖ. | |
117a(t) | Ps 75 arg. | |
1 | Τέλος ἀγαθὸν καὶ νίκη δικαίων κατὰ θεὸν ἐσομένη προφητεύεται, προ‐ αχθείσης ἐπὶ τὸ σαφέστερόν τε καὶ λαμπρότερον τῆς ἐν τῷ πρὸ τούτου | |
δεδηλωμένης προφητείας. | 45 | |
118A(t) | Ps 75,5—7 | |
1 | Ὄρη θήρας τὰ ἡγιασμένα καλεῖ τουτέστιν ὄρη τροφῆς. τὴν γὰρ τροφὴν θήραν καὶ ἐν τῷ ΡΛΑ κέκληκε λέγων Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, ὃ δὴ Σίτησιν ἐν ἐκείνῳ Σύμμαχος εἴρηκεν. ἐν δὲ τῷ Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν ἐν ΡΙ θήραν Ἀκύλας ἔφη καὶ Σύμμαχος. τὰ οὖν ὄρη τῆς | |
5 | γῆς τῆς ῥεούσης γάλα καὶ μέλι θήρας καὶ τροφῆς ὄρη καλεῖ ἐξ ὧν ἐπιφανῆ καὶ ὑπὲρ μεγέθη τὸν θεὸν ὀφθήσεσθαί φησιν. καὶ τότε τοὺς ὑπερηφάνους παθεῖν τὰ προκείμενα μηδὲ εἰς τὸ ποιεῖν τι τὰς χεῖρας εὑρήσοντας οἱονεὶ νυσταγμῷ καταφερομένους. ἐξέπληξας γὰρ αὐτοὺς τοῦ σοῦ λαοῦ καὶ τῶν σοι καθιερωμένων ὑπερασπίζων χωρίων ὡς ἁρμόσαι τὸ Ψευδὴς ἵππος εἰς | |
10 | σωτηρίαν, καὶ τὸ Οὗτοι ἐν ἅρμασι καὶ ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν ἐπικαλεσόμεθα· αὐτοὶ συνεποδίστησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. ταὐτὸν δὲ τῷ συμποδισμῷ καὶ τῇ πτώσει διὰ τῆς καταφορᾶς καὶ καρώσεως ἐνταῦθα δεδήλωται. | |
119a(t) | Ps 75,11 | |
1 | Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Θυμὸς γὰρ ἀνθρώπου ἐξομολογήσεταί σοι, λείψανον θυμοῦ περιζωσθέν. ἐπεὶ ὅ γε θυμώδης καὶ ὀργίλως καὶ πρὸς ὀργὴν ἅπαντα πράττων οὐ πρὸς τὸ δίκαιον, ἐξομολόγησιν ὑπόκειται καὶ μεταγνώσεσιν περὶ ὧν ἐξαμαρτάνει. εὔκολον γὰρ εἰς ἁμάρτημα θυμὸς, μέχρι | |
5 | καὶ αὐτοῦ φόνου τολμηρός, ὥστε ὁ μετ’ αὐτὸν ὑπολειπόμενος ἐν τῇ ψυχῇ λογισμὸς ἰσχυρὰς ἐπιφέρει μετανοίας περιβαλλούσας ἅπασαν τὴν ψυχὴν ἐπὶ τοῖς οὐκ ὀρθῶς διὰ τοῦ θυμοῦ πεπραγμένοις καὶ εἰρημένοις. | |
120a(t) | Ps 76 arg. | |
1 | Ἀπὸ τοῦ προκειμένου μέχρι τοῦ ΠΒ τὰ χαλεπὰ καὶ τὰ ὀδυνηρὰ περὶ τοῦ | |
λαοῦ διέξεισιν ὁ λόγος καὶ οὕτως εἰς φαιδρότερα 〈καταλέγει〉 τὰ ἑξῆς. λέγει δὲ ἐν τῷ νυνὶ ψαλμῷ χρόνον εἶναι πολὺν ἐν ᾧ τὸ ἔθνος ὑπερῶπται ἱκανὸν περιελεῖν καὶ τὴν ἐλπίδα τῆς παρὰ θεοῦ βοηθείας, εἰ μὴ τῶν προτέρων τις | 46 | |
5 | μνημονεύσας εἰς τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν ἐπιρρωσθείη. | |
121A(t) | Ps 76,2.3 | |
1 | Οὕτω δὴ κἂν τῷ ΟΒ προευφημήσας εὐσεβῶς, οὕτως εἰσάγει λογισμοὺς ἀσθενεῖς ἐπιόντας ἀνθρώποις ἐν ταῖς μακροτέραις κακώσεσιν. καὶ νῦν γὰρ χάριν πρῶτον ὁμολογεῖ τῷ τὰς ἱκετείας δεξαμένῳ θεῷ, τὴν ἐπίμονον εὐχὴν διηγούμενος καὶ τὴν δι’ ὅλων νυκτῶν ἔκτασιν τῶν χειρῶν. | |
122a(t) | Ps 76,17—19 | |
1 | Τῆς σῆς δυνάμεως, φησίν, ἐπιφαινομένης ἐκινεῖτο τὸ πᾶν ὕδατά τε ὤδινεν ἐν φόβῳ καὶ τὰς ἀβύσσους εἶχεν ἀγὼν ταραχώδης. ἠφίετο δὲ καὶ ἄνωθεν ἐκ νεφῶν ὕδατα καὶ νέφη δι’ αἰθέρος ἔτρεχεν σὺν ἤχῳ πολλῷ καὶ τὰ ἐξ οὐρανοῦ βέλη κατεφέρετο· καὶ βροντῆς ἦχοι κατὰ τὸν αἰθέριον κύκλον ἐγίνοντο τῶν | |
5 | νεφελῶν διατρεχουσῶν, καὶ ἀστραπαὶ τὴν οἰκουμένην κατηύγαζον καὶ σεισμὸν ἀνεκίνει τὴν γῆν. ταῦτα δὲ τῶν τε κατ’ Αἴγυπτον καὶ τῶν κατὰ τὴν ἔρημον καὶ τῶν ἐν Ἰουδαίᾳ φανέντων φοβερῶν θαυμάτων ἐστὶ μηνυτικά. ἐπεὶ καὶ Αἴγυπτος ἐβλήθη χαλάζῃ μετὰ πυρὸς καταφερομένῃ, καὶ τῆς ἐρυθρᾶς θαλάσσης εἷξεν ὕδατα καθάπερ εἰ φόβῳ τινὶ συστελλόμενα. βρονταὶ δὲ | |
10 | ἐρράγησαν ἐν αἰθέρι καὶ χάλαζαι κατηνέχθησαν καὶ κατὰ Χαναναίων ἐν τῷ πρὸς Ἰουδαίους πολέμῳ. πρόδηλον δὲ ὅτι καὶ ἀστραπαὶ συνεξέλαμπον. τὸ δὲ τὴν βροντὴν ἐν τροχῷ λέγειν ἠχεῖσαι ἄλλος μέν φησιν ἡνίκα Συνέδησεν τοὺς ἄξονας τῶν ἁρμάτων καὶ κατήγαγεν εἰς θάλασσαν μετὰ τῶν προστάτων | |
αὐτῶν. | 47 | |
123a(t) | Ps 76,19 | |
1 | Κύκλον ἡμῖν αἰθέριον ὑποβάλλει καθ’ ὃν τὰ ἄστρα ὑποδινεῖται καθάπερ ἅλωνα βόες περιελίττοντες. σφαιροειδῆ γὰρ οὐρανὸν κατὰ τὸν Ἑλλήνων λόγον οὐκ ἔστιν ἐν τοῖς θείοις λογίοις εὑρεῖν, ἵν’ ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆς τὴν τροχοειδῆ περιφορὰν ἐννοήσωμεν. ὕδωρ γὰρ ὑπὸ γῆν, οὐκ οὐρανόν, αἱ θεῖαι | |
5 | γραφαὶ παριστᾶσι καὶ ὑπὲρ οὐρανὸν δὲ ὕδατα τέλους δίκην ὑποκείμεναι. Ἐκτείνων γάρ φησι τὸν οὐρανὸν ὡσεὶ δέρριν ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. ἀπ’ ἄκρου τε εἰς ἄκρον ἥλιον διαθεῖν, ἀπ’ ἀνατολῆς εἰς δύσιν, λέγεται καὶ οὐχὶ μέρος ἐλάχιστον αὐτοῦ τῆς ἡμέρας ἐκ δύσεως ἀνατρέχειν· καὶ Ὁ στήσας φησὶν οὐρανόν (οὐχ ὁ κύκλῳ περιάγων αὐτόν) καὶ διατείνας | |
10 | αὐτὸν ὡς σκηνὴν κατοικεῖν (οὐχ ὡς κύκλον περιελίττεσθαι)· καὶ Ἀπ’ ἄκρου θεμελίου οὐρανοῦ φησιν Ἡσαΐας ἔρχεσθαι τοὺς ἐκ γῆς πόρρωθεν ἐρχομένους, ὥστε τεθεμελιωμένου τοῦ οὐρανοῦ καὶ ἑστῶτος ἀλλ’ οὐχὶ κύκλῳ περιθέοντος. ἀλλὰ ταῦτα μὲν βραχείας ὑπομνήσεως χάριν πρὸς τὸ μὴ ἐκφέρεσθαι ἡμᾶς πρὸς τὰ Ἑλλήνων πλάσματα τῶν θείων ἀμελοῦντας γραφῶν. | |
124(t) | Ps 76,20.21 | |
1 | Τὴν θείαν ὁδὸν λέγει μηδὲν ἴχνος ἔχειν θεωρητὸν ὥσπερ τὴν ἀνθρωπίνην· διὸ καὶ πορείαν αὐτὴν εἶπεν Ἐν θαλάσσῃ καὶ ὕδασιν, ἐπεὶ μηδὲ τρίβους νηὸς ποντοπορούσης ὁ Σολομὼν ἐπιγινώσκεσθαι λέγει ὥστε παραβολικὸν τὸ λεγόμενον. καὶ οὐκέτι πορεία τις θεῷ μεταβατική· οὐδὲ γὰρ διὰ θαλάσσης | |
5 | ἐβάδιζον οἱ Ἑβραῖοι, ἵνα καὶ διὰ ταύτης αὐτοῖς καθηγήσαιτο, ἀλλὰ βραχὺ μὲν αὐτοῖς τὸ τῆς ἐρυθρᾶς ἐγένετο κατὰ τὴν πορείαν, πολὺ δὲ καὶ πολυχρόνιον τὸ διὰ γῆς. Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών. Πλὴν καίτοιγε ἀθεάτου τῆς σῆς πορείας οὔσης, τοῦτο γνώριμον καὶ ἐμφανὲς | |
10 | ἀνθρώποις ἐγένετο ὅτι καθηγήσω τῷ λαῷ τὴν ἀπ’ Αἰγύπτου πορείαν ὡς προβάτοις ὑπὸ Μωυσῆ καὶ Ἀαρὼν ἀγομένοις. οὕτω δὴ παράγγελμα ὁ ψαλμὸς | |
... συμφοραῖς διαπρ... * | 48 | |
125(t) | Ps 77,1 | |
1 | [Ἄλλοι δὲ ταῦτα οὕτως ἐξηγήσαντο·] κατέληξε μὲν εἰς σιωπὴν ὁ προειρημένος ψαλμὸς οὔτε ἀναζητήσας οὔτε ἐξειπὼν τὰς αἰτίας δι’ ἃς ὁ λαὸς ἐπὶ τοσοῦτον ὑπερώφθη παρὰ τῷ κηδεμόνι θεῷ, οὗτος δὲ ἄνωθεν τῆς ἀποστροφῆς τοῦ θεοῦ τὴν αἰτίαν ὑποδείκνυσιν ἥνπερ καὶ μετὰ ταῦτα διὰ τοῦ | |
5 | Ἡσαΐου θεὸς ἐξέφηνε λέγων· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνε τὸ οὖς τοῦ εἰσακοῦσαι· ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν τοῦ μὴ ἐλεῆσαι, καὶ τὰ ἑξῆς. μνήμη τοίνυν ἐν τῷ ψαλμῷ γίνεται τῆς ἐν ἐρήμῳ δυσπιστίας καὶ ἀντιλογίας τοῦ Ἰσραήλ, ὅσον εἰς τὸ | |
10 | δεῖξαι τοὺς ἀφισταμένους θεοῦ τῶν κακῶν αἰτίους ἑαυτοῖς γινομένους αὐτοῦ τὰ πράγματα διηγουμένου σαφῶς τοῦ Δαυίδ. καὶ ἄρχεταί γε βασιλικῶς εὐθὺς λαὸν τὸν ἑαυτοῦ κελεύων προσέχειν τῷ οἰκείῳ νόμῳ, ἢ ταῖς ἰδίαις ὑποδείξεσιν ὡς Σύμμαχος ἑρμηνεύει· οἷον γάρ τινα νόμον, φησί, τὴν προκειμένην προσφέρω παραίνεσιν. | |
126(t) | Ps 77,38—39 | |
1 | 〈Κ〉αὶ εἴ γέ φησιν μὴ φιλανθρωπία καὶ οἶκτος θεοῦ καὶ πολὺς ἱλασμὸς διεφύλαξεν αὐτῶν τὴν διαδοχὴν ἀλλ’ ὅλῳ θυμῷ μετῆλθεν αὐτούς, ἀπώλοντο ἂν καὶ ἀνώνυμοι κατέστησαν, τὴν μὲν προαίρεσιν οὐκ ἀποδεξαμένου αὐτῶν τοῦ θεοῦ, τὴν δὲ ἀσθένειαν αὐτῶν οἰκτείραντος ὡς ἐπὶ σαρκῶν φθειρομένων | |
5 | καὶ πνεύματος ἐξιόντος. | 49 |
127a(t) | Ps 78 arg. | |
1 | [Διαφόρως τὴν ὑπόθεσιν τοῦδε τοῦ ψαλμοῦ οἱ ἑρμηνεύσαντες ἐκδεδώκασιν. ὁ μὲν γάρ φησιν ἀποδύρεσθαι τὸν προφήτην ἁπλῶς αἰχμαλωσίαν καὶ τὰ ἐπ’ αὐτῇ γεγενημένα τῇ Ἱερουσαλήμ, μὴ διορίσας ποίαν· ὁ δὲ τὴν ὑπὸ Ῥωμαίων φησὶ δηλοῦσθαι τὴν γενομένην μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ | |
5 | προδοσίαν· ἄλλοι δὲ τὴν ἐπὶ Ἀντιόχου τοῦ ἐπίκλην Ἐπιφανοῦς. διὸ ταύτην ἐάσαντές τινα τῶν ῥητῶν ἐξετάσωμεν.] | |
128(t) | Ps 78,1b—3 | |
1 | Κατὰ τῶν ἐθνῶν ἡ ἔντευξις ὅτι δὴ δυσσεβήσαντες καὶ ἀκάθαρτοι γῆν ἁγίαν ἔχραναν καὶ ναὸν ἱερὸν ἐμόλυναν, ὑπὲρ δὲ τῆς Ἱερουσαλὴμ ἡ παρά‐ κλησις ὅτι πόλις ἁγία κληθεῖσα θεοῦ χῶμα γέγονε καὶ λίθων σωρὸς ὅπερ Θεοδοτίων φησὶν Εἰς λιθολογίαν. | |
5 | Ἀνάμνησις δὲ ταῦτα δύναται τῆς ἐκλογῆς τῆς περὶ Ἱερουσαλὴμ γεγονυίας. ἔτι δὲ καὶ περὶ τῶν οἰκητόρων αὐτῶν λέγει τὸ ἐλεεινόν, ὅτι καὶ μετὰ θάνατον ἄταφοι καὶ πτηνοῖς ἐξετέθησαν βορά, πολὺ καὶ ὠμὸν ἀποδεικνὺς τὸ τῶν πολεμίων ἐπὶ τοῖς ἡλωκόσι καὶ δούλους θεοῦ καλῶν τοὺς ταῦτα πεπονθότας, ὅπερ οἰκείωσιν πρὸς θεὸν καὶ παράκλησιν δύναται πρὸς τὸν δεσπότην. εἰ γὰρ | |
10 | καὶ ἐγκλήματα κατὰ τῶν δούλων εἴη δίκαια, ἀλλὰ καὶ φειδὼ περὶ τὸ οἰκεῖόν ἐστιν ἀπανθρώπως ὑπὸ τοῦ ἀλλοτρίου πορθούμενον. λέγει δὲ καὶ ὁσίων σώματα θηρίοις γεγενῆσθαι βρώματα καὶ τὸ αἷμα αὐτῶν ἀφειδῶς ὕδατος δίκην ἐκκεχῦσθαι πρὸ τῆς Ἱερουσαλήμ, ἴσως μέν που καὶ διὰ τὴν ἐξ ἀρχῆς ἐκλογὴν ὁσίους καλῶν τοὺς ἐπταικότας, ὥσπερ αὖ καὶ ὁ ἀπόστολος ἁγίας | |
15 | λέγει καὶ τοὺς δι’ ἀσέβειαν ἀποκεκλασμένους κλάδους (διότι τῆς ῥίζης ἦσαν | |
ἁγίας), ἴσως δὲ καὶ συναπολωλότας δηλοῖ τοῖς ἀδίκοις ὁσίους, ὅπερ ἐν ἁλώσει καὶ συντελείᾳ πόλεώς τε καὶ ἔθνους γίνεται καὶ διὰ τοῦ Ἱεζεκιὴλ δεδήλωται γινόμενον· τάδε γὰρ λέγει· Φησὶν κύριος Ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκπετάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολοθρεύσω ἐκ σοῦ, | 50 | |
20 | Ἀκύλας δίκαιον καὶ ἀσεβῆ, Ο καὶ ἐκκόψω ἐκ σοῦ δίκαιον καὶ ἀσεβῆ. ὃ δὴ καὶ ἀλληγορικώτερον προείρητο οὕτως· Ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον, Ἀκύλας ὑγρόν, Ο καὶ πᾶν ξύλον ξηρόν· ὑγροῦ μὲν ἀλληγορουμένου ξύλου τοῦ δικαίου ἀνδρός, ξηροῦ δὲ τοῦ ἀσεβοῦς, ὅπερ καὶ τὸ ἀληθὲς δίκαιον ξύλον ἑαυτὸν ὁ κύριος ἐδήλωσε λέγων Εἰ ἐν τῷ ὑγρῷ | |
25 | ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γίνεται; εἰ δὲ ὁ κύριος ἐκοινώνησεν τῶν ἐπιφερομένων τῷ κόσμῳ καθὸ τῆς σαρκὸς ἐκοινώνησεν, ἁμαρτίας δὲ οὐδεμιᾶς, οὐδὲν θαυμαστὸν καὶ ἀνθρώπους δικαίους, μετόχους ἁμῆ γέ πῃ καὶ ἁμαρτίας ὄντας, μετόχους καὶ τῶν ἐφ’ ἁμαρτίαις γίνεσθαι συμφορῶν, ἐν ἴσῳ μὲν τοῖς ἀδίκοις πάσχειν φονευομένους ὥσπερ καὶ αὐτὸς ἐν ἀνόμοις ἐλογίσθη, | |
30 | παρὰ θεῷ δὲ διακεκριμένους· οἷον ἦν τὸ τοῦ Ἱερεμίου μεταξὺ τῶν ἀσεβῶν αἰχμαλώτου λαμβανομένου, ἔχοντος δέ τινα καὶ παρ’ ἀνθρώποις διάκρισιν μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ τιμῇ τῇ παρὰ τοῦ αἰχμαλωτίσαντος. ὁ δὲ καὶ μέχρι θανάτου κοινωνήσειεν τοῖς ἁμαρτωλοῖς δίκαιος ὤν, τούτῳ τὰ μετὰ θάνατον ἤδη χρηστὰ πρὸς διάκρισιν τὴν ἀπὸ πονηρῶν ἀποκείσεται, καθάπερ | |
35 | Ἰωσίᾳ τῷ βασιλεῖ· δικαιότατος γὰρ δὴ καὶ οὗτος ὢν ἐν πολέμῳ τέθνηκεν ἐπικρατοῦντος τοῦ Αἰγυπτίου, τῆς Ἰσραηλιτικῆς ἀσεβείας πολλῆς τε προγεγενημένης καὶ οὐ δεχομένης συγχώρησιν. αὐτοῖς τε οὖν τοῖς δικαίοις, εἰ μετὰ τῶν ἁμαρτωλῶν πάθοιεν, ἀπόκειται τὰ παρὰ τοῦ θεοῦ μετὰ τὸ πάθος καλλίονα· καὶ δὴ καὶ τοῖς δι’ ἁμαρτίας πάσχουσιν ἀδελφοῖς καὶ ὁμογενέσι | |
40 | πολλὴ δι’ αὐτῶν ἐπικουρία, ὥστε τῆς ἐκείνων ἀναιρέσεως ἕνεκα γενέσθαι θεοῦ τινα εἰς τὸ γένος ἐπιστροφήν, ὅπερ καὶ νῦν ὁ προφήτης ἀξιοῖ. | |
129(t) | Ps 78,4 | |
1 | Ταῦτα δικαιολογίας ἤρτηται δεκτῆς παρὰ θεῷ. εἰ γὰρ καὶ ἡμεῖς ἄξιοι, φησίν, ὧν πεπόνθαμεν, ἀλλὰ τὸ ὄνομα τὸ σὸν συνονειδίζεται, ὥσπερ καὶ αὐτὸς ὁ θεὸς διὰ τοῦ Ἡσαΐου λέγει Διὰ παντὸς δι’ ὑμᾶς τὸ ὄνομά μου | |
βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. | 51 | |
130(t) | Ps 78,7 | |
1 | Ὅτι θηρίων δίκην, φησίν, ἐλυμήναντο τὸ θεοσεβὲς ἔθνος καὶ χώραν ἠρήμοσαν ἱεράν. | |
131(t) | Ps 79,3.4 | |
1 | Καθήμενον ἐπὶ τῶν χερουβὶμ ὀνομάσας τὴν ἐξουσίαν δηλοῖ τὴν οὐράνιον δι’ ἣν ὑποχείρια πάντα αὐτῷ καὶ οὐδὲν ἀντιστατεῖν δύναται, εἰ μόνον φανείη· καὶ τὴν δυνάστειαν ἐξεγερθῆναι παρακαλεῖ διὰ τὸ παρασιωπῆσαι καὶ ἡσυχάσαι καὶ περιϊδεῖν τὸν λαὸν πάσχοντα· οἷα πέπονθεν ὑπὸ Ἀσσυρίων | |
5 | ἐλθεῖν τέως, οὐ παρόντα, αὐτοῖς ἀξιοῖ διὰ τὴν ἐγκατάλειψιν. πῶς δ’ ἐλθεῖν ἢ κατὰ τὴν ἐνέργειαν; διὰ τοῦτό φησιν Ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, ὥσπερ εἰ ἔλεγεν Ἐλθὲ κατὰ τὸ σῴζειν. τὸ δὲ Ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου διότι τῆς ἐπιφανείας οὐχ οἷός τε τυχεῖν ὁ ἀπεστραμμένος θεοῦ, εἰ μὴ πρότερον ἐπιστραφείη πρὸς αὐτόν· Ἐπιστράφητε γάρ φησι πρός με, καὶ | |
10 | ἐπιστραφήσομαι πρὸς ὑμᾶς. αἰτεῖ δὴ τοῦτο παρὰ τῆς ὁδηγίας καὶ συνεργίας τοῦ θεοῦ, οἷόν ἐστι καὶ τὸ Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου. θεῷ γὰρ οἱ εὐσεβεῖς τὸ σύμπαν ἀνατίθεισιν. εἰ δὲ ἐπιφανείη, φησί, τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα· ἐπιφάνεια γὰρ θεοῦ σωτηρία. | |
132(t) | Ps 79,9—14 | |
1 | Τῇ σκιᾷ μὲν τὰ ὄρη ἐκάλυψεν ἡ προειρημένη ἄμπελος διὰ τὸ πᾶν ὕψος καὶ πᾶσαν δύναμιν τὴν ὑπὲρ γῆς ὑπερβαλέσθαι, ταῖς δὲ τῶν ἀκρεμόνων ἐκτάσεσι τὰς κέδρους τοῦ θεοῦ διὰ τὸ ταῖς θείαις δυνάμεσιν ὑπερείδεσθαι | |
διήκειν τε ἕως θαλάσσης καὶ ποταμοῦ. διότι καὶ ὅρια τῆς χώρας τῆς | 52 | |
5 | Ἰουδαϊκῆς οὕτως ὑπὸ θεοῦ καλεῖται· Ἀπὸ ἐρήμου ἕως Εὐφράτου καὶ ἀπὸ θαλάσσης ἐρυθρᾶς ἕως θαλάσσης Φυλιστιείμ. ἣν οὖν αὐτός, φησίν, ἐξήγαγες ἐξ Αἰγύπτου καὶ μεταφύτευσας ἄμπελον, ἣν οὕτως ἐμφανῆ κατέστησας καὶ εἰς τοσοῦτον ἐξέτεινας, διὰ τί περιεῖδες οὕτως ἀπογυμνωθεῖσαν τῆς ἀσφαλείας καὶ τρυγωμένην ὑπὸ τῶν παριόντων; | |
133(t) | Ps 80 arg. | |
1 | Σάλπιγγες κατάρχουσι ληνῶν κατὰ τὸν νόμον. νουμηνίᾳ μὲν τοῦ ἑβδόμου μηνὸς σαλπισμὸν ἐπέταξε, πεντεκαιδεκάτῃ δὲ τὴν τῶν σκηνῶν ἑορτήν. αὕτη δὲ ἦν συγκομιδῆς καρπῶν ἐπ’ ἐξόδῳ τοῦ ἐνιαυτοῦ ἐν τῇ συναγωγῇ τῶν ἔργων τῶν ἐκ τοῦ ἀγροῦ, ὡς ἐν τῇ Ἐξόδῳ δεδήλωται. καὶ εἴη ἂν τῷ | |
5 | πνευματικῶς θεωροῦντι τὸν νόμον ὁ μὲν σαλπισμὸς δήλωσις τῶν οὐρανόθεν ἐρχομένων σαλπίγγων, ἡ δὲ πρὸς ἐξιλασμὸν ὡρισμένη νηστεία τῇ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς μήνυσις ἐκείνου τοῦ λεγομένου παρὰ τῷ κυρίῳ· Μακάριοι οἱ πενθοῦντες ὅτι αὐτοὶ παρακληθήσονται. εἰς γὰρ τὴν τῶν σκηνῶν ἀνάπαυσιν καὶ τὴν εὐφροσύνην τὴν ἐν αὐτῷ παρασκευαστικὸν ἐποιήσατο τὴν νηστείαν ὁ | |
10 | νόμος καὶ τὴν ἐν αὐτῇ ταπείνωσιν προεισαγαγὼν τὰς σάλπιγγας αἳ τὸν φόβον δηλοῦσι τῆς ἐξ οὐρανοῦ παρουσίας τοῦ κριτοῦ. ὧν προκαταγγελουσῶν τὴν μέλλουσαν κρίσιν ἡ πρὸς ἐξιλασμὸν ταπείνωσις ἕπεται, καὶ οὕτως ἡ πρὸς ἀνάπαυσιν ἑορτὴ γίνεται. Ὁ δὲ ψαλμὸς ἐπὶ ληνοῖς ᾀδόμενος ἔστω μὲν καὶ τῷ καιρῷ τῆς ἑορτῆς | |
15 | διαφέρων κατὰ τὴν συνήθειαν τοῦ νόμου καὶ διὰ τοῦτο σαλπίγγων ἐν ἀρχῇ μεμνημένος ὡς προοιμίου τῆς σκηνοπηγίας. σημαινέτω δέ· τὸ τέλος περὶ οὗ καὶ ᾄδεται αὐτὸν ἡ ἐπιγραφὴ δηλοῖ· ὅτε συναγαγεῖ ὁ θεὸς καρποὺς ἅπαντας, καὶ τὰς αἰωνίους δίδωσι τοῖς ἑαυτοῦ σκηνάς. ἐν ἐκείνῳ γὰρ τῷ τέλει τὰ ἀγαθὰ τοῖς σῳζομένοις ἀποκαθίσταται καὶ ἡ ἐκ τῶν νῦν κακῶν σωτηρία περὶ | |
20 | ὧν οἱ προειρημένοι ψαλμοὶ τὰς δεήσεις ἐποιοῦντο πρὸς θεόν. [τὰ δ’ ἑξῆς τῷ | |
πρὸ αὐτοῦ ἀκολούθως.] | 53 | |
134(t) | Ps 80,7 | |
1 | Ἄρσεων 〈τουτέστι〉 τῶν βασταγμάτων τῶν ἐπάρσεων· οἱ γὰρ τοῖς τῆς πλινθείας ὑπηρετοῦντες πόνοις κοφίνῳ τὸν πηλὸν ἐκβάλλοντες φέρουσι κατὰ νώτου. τὸν τοίνυν νῶτον αὐτῶν, φησίν, ἀπέστησεν ἀπὸ ἄρσεων, τουτέστιν ἠλευθέρωσε τῶν βασταγμάτων. | |
135(t) | Ps 82,4 | |
1 | [Ἄλλοι δὲ ἀπόκρυφον ἔφασαν εἶναι τὴν τοῦ 〈θεοῦ〉 γ〈νώ〉μην καὶ τὰ μυστήρια.] | |
136(t) | Ps 83 arg. | |
1 | [Ἰστέον δὲ ὥς τινες ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι λελέχθαι τὸν ψαλμὸν ἐξειλήφασιν ἐπιποθούντων τὴν Ἱερουσαλὴμ καὶ τὸν ἐν αὐτῇ νεὼν καὶ τὸ θυσιαστήριον θεάσασθαι.] | |
137(t) | Ps 83,5 | |
1 | [Οἱ δὲ λοιποὶ κατὰ τὴν ἱστορίαν αἰσθητῶς τὸν ἐν Ἱερουσαλὴμ νεὼν | |
ἐξειλήφασιν.] | 54 | |
138(t) | Ps 83,10 | |
1 | Τὴν εὐμένειαν ἄγει τοῦ θεοῦ καὶ τὴν διὰ παντὸς ἐσομένην ἐπακοὴν τῶν προσευχῶν περὶ ἧς ἐν προφητείᾳ Ἡσαΐου λέγεται τὸ Ἔτι λαλούντων αὐτῶν ἐρῶ Ἰδοὺ πάρειμι, ὅτε τῆς διὰ Χριστὸν ἀπολαύσομεν τιμῆς οὕτως ἀφορῶντος εἰς ἡμᾶς τοῦ πατρὸς ὡς εἰς τὸ τοῦ υἱοῦ πρόσωπον, διότι ἔσται Χριστὸς ἐν | |
5 | ἡμῖν. | |
139(t) | Ps 84,11 | |
1 | 〈Ἔλεος καὶ ἀλήθεια συνήντησαν,〉 ἐπειδὰν τῷ ἐλέῳ δι’ οὗ τὰ ἔθνη κέκληται συνέλθῃ καὶ ἡ ἀλήθεια δι’ ἧς ὁ Ἰσραὴλ ἐπαναχθήσεται· Ὑπὲρ ἐλέους μὲν γὰρ τὰ ἔθνη κέκληται, καθά φησιν ὁ ἀπόστολος, ὑπὲρ ἀληθείας δὲ θεοῦ ὁ Ἰσραὴλ εἰς τὸ βεβαιωθῆναι τὰς ἐπαγγελίας τῶν πατέρων. νῦν μὲν | |
5 | οὖν ἡ ἀποβολὴ αὐτῶν καταλλαγή φησι κόσμου, ὕστερον δὲ ἡ πρόσληψις ζωὴ ἐκ νεκρῶν, τελείας τῆς εὐμενείας τοῦ θεοῦ φανείσης ἀνθρώποις, ἐπειδὰν τῶν ἐπαγγελιῶν πληροῖ τῶν πρὸς τοὺς πατέρας, τὸ γένος τὸ ἐξ αὐτῶν προσαγόμενοι οὐ διὰ τὴν ἐκείνων ἀξίαν ἀλλὰ διὰ τὴν ἰδίαν ἀλήθειαν. τέως μὲν γὰρ οἱ δι’ ἀλήθειαν κληθέντες ἀντεῖπον καὶ πρὸς τὴν κλῆσιν οὐχ | |
10 | ὑπήκουσαν ἀλλ’ ἔφθασαν οἱ δι’ ἐλέου κλητοί, τότε δὲ ἀμφότερα συνδραμεῖται καὶ ὁ ἔλεος καὶ ἡ ἀλήθεια, καὶ τότε ἡ ἀδικία πεσεῖται παντελῶς καὶ οἱ ἄδικοι τῆς κατὰ τῶν δικαίων ἰσχύος ἐξωσθήσονται ὥστε εἰρήνης ἀπολαύειν τὸν δίκαιον καὶ οἱονεὶ φιλήματι πρὸς ἀλλήλας ἑνωθῆναι δικαιοσύνην τε καὶ | |
εἰρήνην. | 55 | |
140(t) | Ps 84,12.13 | |
1 | Τῷ ἀνατεῖλαι τὴν ἀλήθειαν ἐκ τῆς γῆς ἐπιφανεῖται τὸ δίκαιον ἐξ οὐρανοῦ καὶ τὰ χρηστὰ πάντα παρὰ θεοῦ, καὶ τὰ ἐκ γῆς ὑπάρξει πάντα ἀγαθά. διότι τὴν τοῦ θεοῦ δικαιοσύνην ὁ κύριος ὑπὲρ ἀνθρώπων ἐπηγάγετο, οὐκ ἄλλως τῆς οὐρανίου κρίσεως μελλούσης τὰ κατ’ ἀνθρώπους δικάζειν καὶ διατιθέναι | |
5 | καλῶς εἰ μὴ Χριστὸς ὑπὲρ τῆς τῶν πραγμάτων κατορθώσεως ἐγεννήθη κατ’ ἀνθρώπους καὶ τὸ ὅλον πρᾶγμα τῆς ἀνθρωπείας φύσεως εἰς ἑαυτὸν ἀνεδέξατο. | |
141(t) | Ps 85,11—13 | |
1 | Ἄλλος ἐκ προσώπου τοῦ υἱοῦ τὸν ψαλμὸν εἰρῆσθαι εἰπών φησιν· τὴν ἐξαίρετον γὰρ καὶ θείαν ἀρετὴν εἰς ἡμᾶς αἰτεῖ παρὰ τοῦ πατρὸς ἀφ’ ἑαυτοῦ ταῦτα λέγων ἅπερ ἡμῖν γενέσθαι βούλεται, ὥστε θεὸν εἶναι τὸν ἄγοντα ἡμᾶς κατὰ τὸ λεγόμενον ὑπὸ τοῦ Παύλου Ὅσοι πνεύματι θεοῦ ἄγονται οὗτοι υἱοί | |
5 | εἰσι θεοῦ, καὶ πορεύεσθαι ἡμᾶς ἐν ἀληθείᾳ θεοῦ τὴν ἀληθῆ καὶ ὄντως λατρείαν τὴν τοῦ πνεύματος λατρεύοντας καὶ περὶ μόνον τὸν θεῖον φόβον ἔχοντας τὴν καρδίαν ἀμέριστον εἰς ἑτέραν φροντίδα, ὁλόκληρον εἰς τὴν ζήτησιν τοῦ ἀληθοῦς ἀγαθοῦ. εἶτα τὸν ὑπὲρ τῆς ἀναστάσεως ὕμνον καὶ τὴν εὐχαριστίαν ἀναφέρει θεῷ αὐτός τε ὁ κύριος, ἐπεὶ κατῆλθεν εἰς τὰ κατώτατα | |
10 | τῆς γῆς, ὡς γέγραπται, κἀκεῖθεν ἀνῆλθεν βουλήσει πατρὸς καὶ τῇ τῆς θεότητος ἐξουσίᾳ, ἡμεῖς τε ἀκολούθως χάριτι τῇ παρ’ αὐτοῦ τὴν ἄνοδον | |
εὑρισκόμενοι. | 56 | |
142(t) | Ps 87 arg. | |
1 | Προείρηται μὲν ἡμῖν ὅτι τοῦ Κορὲ ἀπόγονος Αἰμᾶν, ὁ δὲ Κορὲ τοῦ Καὰθ υἱωνὸς τοῦ τιμιωτάτου τῶν Λευὶ παίδων, ἐξάρχου δὲ τοῦ τάγματος τῶν Λευιτῶν, ᾠδὴν ᾄδει κυριωτάτην. χορεύει γὰρ τῷ Χριστῷ καθὰ καὶ ἐπιγέγραπται ἡ ᾠδὴ Ἐπὶ χορείᾳ· ᾄδει δὲ τὰ πάθη τοῦ σωτῆρος τὰ | |
5 | κοσμοσωτήρια, παράγων αὐτὸ τὸ τοῦ κυρίου πρόσωπον ἐν τῷ λόγῳ, ὡς ἐκ τῶν εἰρημένων δῆλον γίνεται. | |
143(t) | Ps 87,2 | |
1 | Καὶ πολιτείαν ἐπουράνιον ὑπογράφοντος πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν διδάσκοντός τε, ἐπειδὰν ἡμᾶς περιστῇ τὰ κακά, μόνην καταφυγὴν ἡγεῖσθαι θεόν, ὥσπερ καὶ ἐκ τῶν Εὐαγγελίων ἐδιδάχθημεν ἡνίκα ἤδη προσήει τὸ πάθος, συνεχεῖς δεήσεις αὐτὸν καὶ προσευχὰς ποιούμενον. | |
144(t) | Ps 87,6 | |
1 | Ἐπιμένων τοῖς τῆς ὁμοιώσεως ῥήμασι λέγει ὅτι Ὡς οἱ ἀνῃρημένοι καὶ ἐν τάφῳ κείμενοι γέγονα οἳ τοῦτο πάσχουσιν ὅτι τῆς σῆς ἐχωρίσθησαν δυνάμεως τῆς ζωοποιοῦ. δῆλον γὰρ ὅτι τοῦτο οὐκ ἦν ἐπ’ αὐτοῦ. τῆς γὰρ τοῦ θεοῦ δυνάμεως πλῆρες ἦν τὸ Χριστοῦ σῶμα καὶ μετὰ θάνατον. ταύτῃ τοι καὶ | |
5 | αἷμα καὶ ὕδωρ ἐξ αὐτοῦ ἐχεῖτο ὅπερ ἀπὸ νεκρῶν σωμάτων οὐδὲν τῶν | |
τοιούτων πρόεισιν. | 57 | |
145(t) | Ps 87,9b—10a | |
1 | [Ἄλλος φησὶ τὸ Ἔθου με βδέλυγμα αὐτοῖς ἐξηγούμενος·] ὥσπερ ᾐσχύνθησαν οἱ μαθηταὶ ἐπὶ τοῖς παθήμασιν αὐτοῦ, οὐκέτι σωτῆρα οὐδὲ λυτρωτὴν ἐλπίσαντες οἵ γε δὴ καὶ ἔλεγον ὅτι Παρέδωκαν αὐτὸν οἱ ἄρχοντες εἰς κρῖμα θανάτου· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι | |
5 | τὸν Ἰσραήλ. δῆλον δὲ ὅτι καὶ συνεσχέθη ταῖς χερσὶ τῶν ἐχθρῶν παραδοθεὶς ἑκὼν μέν, κατεχόμενος δὲ ὅμως. ἔνθα δὴ καὶ εἰς κάκωσιν ἦλθε τὴν ὑπὲρ ἡμῶν· πάντα γὰρ ὅσα σώματι βαρέα καὶ κακωτικὰ ταῦτα ἤνεγκεν. ἀντὶ γὰρ τοῦ Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ὁ Σύμμαχος Ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως ἐξέδωκεν. | |
146(t) | Ps 87,13 | |
1 | Σῷζε οὖν γένος ὑπὸ σοῦ πεποιημένον ἐπιγνώσει τῇ σῇ καὶ πρὸς ζωὴν ἐπάναγε τοὺς εἰς θάνατον ἑκάτερον πεπτωκότας ἀνθρώπους, οὓς θεατὰς εἶναι δεῖ τῶν σῶν θαυμάτων καὶ τῆς σῆς δυνάμεως ἐξηγήτας· καὶ μὴ μενέτωσαν ἐν λήθῃ παρεωραμένοι ἀλλὰ μνημονευθέντες πάλιν ὑπὸ σοῦ εἰς τὸ ζῆν | |
5 | ἐπαναγέσθωσαν. ταῦτα ὁ προστάτης ἀνθρώπων ὑπὲρ τοῦ κοινοῦ πάντων ἐντυγχάνων γένους καὶ τὴν τοῦ κόσμου ζωὴν ἐξεργαζόμενος βουλήσει πατρός. | |
147(t) | Ps 87,14 | |
1 | Αὐτὸν ὑπὲρ ἡμῶν παρίστησιν ὁ πρεσβευτής τε καὶ ἱερεὺς διηνεκεῖ τῇ παραστάσει ἐξ ἕω καὶ διὰ νυκτὸς μειλίσσεταί τε ὀργὴν θεοῦ τὴν καθ’ ἡμῶν | |
ἣν τοῖς πάθεσιν αὐτὸς ἀνεδέξατο. | 58 | |
148(t) | Ps 87,16b | |
1 | Ὕψωσιν λέγει τὴν ἐν τεραστίοις καὶ σημείοις περὶ ἧς λέγει πρὸς αὐτὸν ὁ πατὴρ ὅτι Ἐδόξασα, λέγοντος τοῦ υἱοῦ Δόξασόν σου τὸν υἱόν. ταύτην εἰς ταπείνωσιν μεταβεβλῆσθαί φησιν, ἡνίκα εἰς τὸ παθεῖν ἐλήλυθε πάσχων τὰ ὑπὲρ ἀνθρώπων καὶ ὑπ’ αὐτῶν ὑπὲρ ὧν ἔπασχεν ἐγκαταλιπόμενος. | |
149(t) | Ps 88,13b | |
1 | Κεῖται δὲ τὸ Θαβὼρ ὄρος ἐν τῇ Γαλιλαίων χώρᾳ, τὸ Ἑρμωνιεὶμ δὲ ἐν τῇ ἐρήμῳ τῇ πρὸς τὸ Σινᾶ. ὑμνεῖσθαι δεῖ τὸν θεόν, φησίν, οὐ μόνον ταῖς περὶ τὸ Θαβὼρ ἐνεργείαις αὐτοῦ ἀλλὰ καὶ τῇ περὶ τὸ Ἑρμωνιεὶμ ἐπιφανείᾳ γενομένῃ. | |
150(t) | Ps 88,14.15 | |
1 | Ἡ σή, φησί, δύναμις ἐπικρατεῖ. φανείτω δή σου τὸ καρτερόν, ἐπιφανές τε καὶ ἔνδοξον ἐν ἀνθρώποις γενέσθω. ταῦτα δὲ πάντα ὡς πρὸς ἕνα λεγόμενα θεὸν ἐμπεριείληφε· τὴν δύναμιν αὐτοῦ τὴν μίαν καὶ μόνην καὶ βραχίονα καὶ χεῖρα τελείαν οὖσαν ἐπιστάμεθα· δι’ αὐτῆς ἁπάντων καὶ γενομένων καὶ | |
5 | γινομένων, ὥστε αὐτὴν καὶ τελείαν οὖσαν ἐφ’ ἑαυτῆς συναριθμεῖσθαι θεῷ κατὰ τὸν ἕνα τῆς θεότητος ἀριθμὸν καὶ μηδαμῶς περιπίπτειν τοῖς περὶ τῶν πολλῶν υἱῶν εἰρημένοις ὧν οὐδένα ὁμοιοῦσθαι πρὸς τὸν ὄντως ὁ λόγος προείρηκεν. οὐ γὰρ οὕτως ἡ μία καὶ ἀληθὴς δύναμις ἀλλ’ εἰκὼν ἀληθινὴ καὶ | |
γνώρισμα τοῦ θεοῦ μόνον, πάντα δι’ αὐτῆς ἐπιτελοῦντος θεοῦ. διὸ καὶ τῇ εἰς | 59 | |
10 | ἀνθρώπους ἐπιδημίᾳ αὐτῆς ἥρμοσε τὰ θεικά, καὶ ἡ τοῦ θεοῦ κρίσις ὑπὸ Χριστοῦ κρίνεται. ὑπάρχουσα μὲν ὡς δυνάμει θεοῦ, δοθεῖσα δὲ ὡς ἀνθρώπῳ, καθάπερ αὐτὸς εἴρηκε, διεῖλε δὲ τοῖς χρόνοις τὸν ἔλεον καὶ τὴν κρίσιν. τὴν μὲν κρίσιν ἔκτοτε προλέγων, ἐπειδὰν ἐλθὼν ὁ βασιλεὺς καθεσθῇ ἐπὶ θρόνου δόξης αὐτοῦ. ἐκεῖνος γὰρ ὁ θρόνος ὡσπερεὶ βάσιν ἔχει τὴν δικαιοσύνην, καθὰ | |
15 | καὶ ἐν Θ προείρηκε ψαλμῷ Ἀκύλας Ἥδρασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. πρὸ δὲ τῆς ἐπιφανείας ἐκείνης ἔλεος κατὰ γῆν πολὺς ὡσπερεὶ πρόδρομος τῆς κριτικῆς παρουσίας ἐλέῳ τοὺς ἀνθρώπους εἰς σωτηρίαν προευτρεπίζοντος τοῦ μέλλοντος ἐπιφανήσεσθαι φοβεροῦ κριτοῦ, μετὰ τοῦ ἐλέου τε ἡ ἀλήθεια ὅτι μὴ οἷόν τε γενέσθαι τι τῶν οὐκ ἀληθινῶν οὐδὲ ὀρθῶν ἐν τῇ τοῦ θεοῦ χρηστῇ | |
20 | μακροθυμίᾳ, κἂν φαίνηται τοῖς ἀγνοοῦσι τὸ μέλλον οὐκ ὀρθῶς ἐπιτρέπεσθαι τοῖς φαύλοις εὐπραγεῖν οὐδὲ εἰκότως περιορᾶσθαι τοὺς ἀγαθοὺς ἐλαττουμένους. | |
151(t) | Ps 88,20—25 | |
1 | Ῥητῶς ἤδη τὴν ἐπαγγελίαν διέξεισι τὴν γεγενημένην διὰ Νάθαν τοῦ προφήτου, προφήτας πληθυντικῶς δηλῶν ἐξ ἑνὸς οὓς καὶ Υἱοὺς θεοῦ καλεῖ ἢ ὡς οἱ λοιποὶ ἑρμηνεύουσιν Ὁσίους θεοῦ. φησὶ δὴ εἰρηκέναι τὸν θεὸν ὅτι δυνάμεως μετέδωκε τῷ Δαυὶδ καὶ εἰς δόξαν προήγαγεν αὐτὸν ἐπιλεξάμενος | |
5 | κατὰ τὸ Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, εὑρών τε αὐτὸν ἀρεστὸν ἐλαίῳ τῷ ἁγίῳ πρὸς τὴν βασιλείαν ἔχρισε παρῆν τε αὐτῷ συγκατεργαζόμενος ἅπαντα καὶ τῶν ἐχθρῶν τὰς ἐπαναστάσεις ἀκύρους ποιῶν καὶ συγκόπτων τὰς ἐκείνων στρατιὰς καὶ εἰς φυγὴν καθιστὰς κατὰ τὸ Ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς | |
10 | ἐπορεύθης καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, ἅπερ εἴρηται διὰ τοῦ προφήτου Νάθαν. ἐλέῳ δὲ τῷ παρ’ ἑαυτοῦ καὶ τῇ προσηκούσῃ περὶ τὸν δίκαιον σπουδῇ φησιν ὑψοῦσθαι αὐτόν, καθὰ καὶ | |
παραδόξως ἤρατο νίκας ἐν πολέμοις καὶ ἀήττητος ἦν. | 60 | |
152(t) | Ps 88,36 | |
1 | Καθ’ ἑαυτοῦ ὄμνυσι θεός, ἐπεὶ κατ’ οὐδενὸς ἔχει μείζονος ὀμόσαι, καθάπερ ὁ Παῦλός φησιν. Ὤμοσα γάρ φησιν ἐν τῷ ἁγίῳ μου, ἢ ὡς ἡ Ε ἔκδοσις Κατὰ τοῦ ἁγιασμοῦ μου ἀντὶ τοῦ Κατὰ τῆς ἁγιωσύνης μου. | |
153(t) | Ps 88,39—46 | |
1 | [Ταῦτα μὲν ὁ Θεοδώρητος ὁμοίως Ἀπολιναρίῳ ἐξέθετο.] | |
154(t) | Ps 88,49 | |
1 | Μεῖζόν τι καὶ ὑπὲρ ἄνθρωπον ἐπιζητῶν φαίνεται, τὸν μὲν βίον ὃν ζῶμεν ἐξευτελίζων ὡς ὄντα οὐδέν, εἰς μάταιόν τι χωρεῖν φάσκων ἀνθρώπους, οὐ μὴν εἰς ματαιότητα γενέσθαι ὅπερ λέγων ἀξιοῖ μὴ προσθῆναι φθορᾷ ὡς τότε καὶ τῆς βασιλείας ἀνορθωθησομένης δηλαδή, ἐπειδὰν καὶ φθορᾷ λυθῇ καὶ τὸ εἰς | |
5 | αἰῶνας ζῆν δοθῇ. πόθεν δ’ ἂν ἡμῖν ἡ θανάτου γένοιτο ἀποφυγή; πόθεν δὲ εἰ μὴ παρὰ σοῦ; οὐ γὰρ παρ’ ἑαυτοῦ ἂν τοῦτό γε ὑπάρξειεν ἀνθρώπῳ· οὐδείς ἐστιν ὃς ζήσεται καὶ οὐκ ἀποθανεῖται, οὐδ’ ἑαυτὸν ἐκ θανάτου δυνήσεται ῥύσασθαι. ταῦτα δὲ ἄντικρυς τὸν οὐράνιον ἐπιζητεῖ βασιλέα τὸν λυτῆρα τῆς ματαιότητος τὸν αὐτόν τε θανάτου κρείττονα καὶ ἀνθρώποις ἐκ θανάτου | |
10 | σωτῆρα καὶ τὸ μάταιον τῆς νῦν ζωῆς εἰς ἀλήθειαν μεταβάλλοντα καὶ τὴν | |
βασιλείαν αἰώνιον ἐπ’ αἰωνίου ζωῆς κατασκευάζοντα. | 61 | |
155(t) | Ps 88,51—53a | |
1 | Οὐκ ἀπέγνω τὸν ἔλεον, ἀλλ’ ἐπιζητεῖν τὴν ὑπόσχεσιν καὶ τὸ δίκαιον ἐπικαλεῖται τοῦ θεοῦ κατὰ τῶν ἀσεβῶν ἐθνῶν τῶν ὀνειδιζόντων τὸν δίκαιον κακοπραγήσαντα περὶ τὸ ἐξ αὐτοῦ γένος καὶ πεπτωκότα· οὓς θεοῦ μὲν εἶναί φησιν ἐχθρούς, ὀνειδίζειν δὲ τὸ τοῦ δικαίου βασιλέως ἴχνος ὡς ἐξαληλιμμένον. | |
5 | ταῦτα παρακαλέσας εὐλογεῖ. ἐλπίζοντος δὲ ἡ εὐλογία. τί δὲ ἐλπίζοντος ἢ τὰς εὐχὰς περαιωθήσεσθαι τὴν ἐπαγγελίαν καὶ μὴ διαπεσεῖσθαι καθὰ ἐξ ἀρχῆς πιστεύων φαίνεται, ὡς καὶ ὁ Παῦλός φησιν Οὐχ οἷόν τε ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ; | |
156(t) | Ps 89,4a | |
1 | Εἰ δὲ περὶ χιλίων ἐτῶν οὕτως εἴρηκεν, δῆλον ὅτι βίος ἀνθρώπου διάστημα ἔσται τὸ λεπτότατον καὶ ὥσπερ ἀμέριστον. | |
157(t) | Ps 89,10 | |
1 | Ὅλος μὲν οὖν, φησίν, ὁ ἀνθρώπινος βίος ἐν ἑβδομηκοστῷ που περιγράφεται χρόνῳ. ἐκ τοῦ πλείστου δὲ λέγει τοῦτο. οὐδὲ οὗτος δὲ ἐν ἀνέσει δοθεὶς ἀλλὰ σχεδὸν ὅλος ἐν ταλαιπωρίᾳ· ἢ γὰρ ὡς νήπιοι παιδευόμεθα ἢ ὡς νεανίσκοι κάμνομεν ἢ ὡς γέροντες ταλαιπωρούμεθα. καλῶς οὖν εἶπεν Καὶ τὸ πλεῖον | |
5 | αὐτῶν κόπος καὶ πόνος. οὕτως γὰρ τῆς τάξεως τῆς κατὰ τὴν ἡλικίαν ἐχούσης | |
ὀλίγος ἄγαν ὁ ὑποκλεπτόμενος εἰς εὐφροσύνην εὑρίσκεται χρόνος. | 62 | |
158(t) | Ps 89,17 | |
1 | Νύκτα μὲν εἰκότως τὸν χρόνον ἐκάλεσεν ἅπαντα τοῦτον ἐν ᾧ καθεύδει θανατούμενος ἄνθρωπος, πρωΐαν δὲ τὸν ἐπιόντα ἐν ᾧ ζησόμεθα φανέντος κυρίου καὶ τοῦ ἐλέου κατελθόντος ἐξ οὐρανοῦ. ἀξιοῖ δὲ παραγενέσθαι τὸν ἥλιον καὶ ἡμέραν διαλάμψαι καὶ δοθῆναι 〈διηνεκῆ〉 τοῖς δικαίοις εὐφροσύνην ἀντὶ | |
5 | τῶν ἡμερῶν ἐν αἷς ἐκακώθημεν μυρίοις κακοῖς περιπίπτοντες. οὗτοι δὲ ἦσαν οἱ Καιροὶ τῆς ἀναψύξεως οὓς καὶ Πέτρος προλέγει, εἰς οὓς ἀποσταλήσεσθαί φησι τὸν προκεχειρισμένον Ἰησοῦν τὸν κύριον ἡμῶν. | |
159(t) | Ps 90,7.8 | |
1 | Ἑξῆς χιλιάδα μὲν ἐξ εὐωνύμων πεσεῖσθαί φησιν, μυριάδα δ’ ἐκ δεξιῶν πρὶν καὶ συνεγγίσαι καὶ κακόν τι προστρίψασθαι ὥστε αὐτὸν ἀδεῶς ἐπόψεσθαι πίπτουσι καὶ ἀπολλυμένοις ἀνταποδόσει τῇ παρὰ τοῦ θεοῦ, οἷον τῷ Ἰωσαφὰτ ὑπῆρξε κατ’ ἐπαγγελίαν ὥστε μὴ διαπολεμήσαντι ψάλλοντι δὲ καὶ | |
5 | αἰνοῦντι θεὸν δι’ ἀλλήλων ἰδεῖν τοὺς πολεμίους ἀπολλυμένους· Ἦλθον γάρ φησιν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρημίας καὶ ἐπέβλεψαν καὶ εἶδον τὸ πλῆθος, καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς καὶ οὐκ ἦν σῳζόμενος. παραπλήσιον δὲ τούτῳ καὶ ἐφ’ ἑτέρων βασιλέων εἰς θεὸν ἐλπιζόντων γέγονεν, ἀληθευομένης τῆς ἐπαγγελίας τοῦ θεοῦ τῆς λεγούσης Ἐχθρεύσω τοῖς ἐχθροῖς | |
10 | σου καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σου. οὐ δεῖ δὲ πάντως ἀεὶ νομίζειν ἀμάχους τὰς νίκας τοῖς δικαίοις περιγίνεσθαι. ἐπεὶ καὶ διὰ μάχης ἐλθόντες πολλάκις ἐνίκησαν, ἀλλὰ τὴν ἐπιφανεστάτην ἐν τούτοις λέγει βοήθειαν ἐν ᾗ | |
μάλιστα θεὸς ὁ βοηθῶν φαίνεται. | 63 | |
160(t) | Ps 90,9.10 | |
1 | Πρόσωπον τὸ τοῦ ἐλπίζοντος παρεισήγαγε λέγων παρ’ ἑαυτοῦ πρὸς θεὸν ὅτι αὐτὸν ἔθετο τὴν ἐλπίδα. καὶ πάλιν ἐπιφωνεῖ τῷ τοιούτῳ ὅτι Ἐπειδήπερ εἵλου τὸν ὕψιστον ὥσπερ οἶκον ἀσφαλείας, πρὸς οὐδενὸς κρατηθήσῃ κακοῦ οὐδὲ οἶκος ὁ σὸς πληχθήσεται θεηλάτοις πληγαῖς. δῆλον γὰρ ὡς, εἴ τι πάθοι | |
5 | δίκαιος, καὶ οἶκος δικαίου ἀγώνισμα τοῦτο ἐξ ἀδίκων ἀνθισταμένων καὶ οὐ κόλασις παρὰ θεοῦ. δῆλον δὲ ὅτι μὴ κρατήσῃ τὰ κακὰ τοῦ γυμναστικῶς πάσχοντος ἀλλ’ ὥσπερ ἐξ ὕπνου διαναστήσεται καθάπερ ἐν τῷ τρίτῳ ἐλέγετο ψαλμῷ· κἂν ἑπτάκις πέσῃ κατὰ τὴν παροιμίαν, ἀναστήσεται. | |
161(t) | Ps 92,1b—d | |
1 | Δυνατὸν οὖν καὶ ὅσον πρὸς τὴν εἰς ἀνθρώπους ἐπίγνωσιν λέγεσθαι τὸ ἐνδύεσθαι δόξαν καὶ περιζωννύεσθαι δύναμιν, οἰκειότερον δὲ πρὸς τὴν ἐν προτέρᾳ παρουσίᾳ γενομένην ἀδοξίαν Χριστοῦ καὶ τὸ ἀνθρώπινον ἀσθενές. αὐτὸς δὴ καὶ εἰς ἀγαθὰ βέβαια τὴν οἰκουμένην στηριζομένην προάγει ἐν αὐτῷ | |
5 | ἣν οὐδενὶ τρόπῳ μετακινεῖσθαι ἔτι δυνατόν. | |
162(t) | Ps 93,20—23 | |
1 | Μὴ ταῖς ἀδίκοις φησὶ βασιλείας δυνατὸν μετεῖναι τῆς σῆς δυνάμεως αἳ πόνον ἐπιφέρουσι τοῖς νόμον φυλάττουσιν, ὑφ’ ὧν ὁ δίκαιος εἰς σύλληψιν ἀγρεύεται καὶ ὁ μηδὲν ἀδικῶν φονεύεται. καθόλου δὴ τὴν κατάλυσιν τῆς ἀδικίας ἐν τούτοις ἐνδείκνυται τῇ τοῦ θεοῦ δικαιοσύνῃ συνισταμένῃ. οὐ δώσεις | |
5 | οὖν ἔφη κακοῖς κράτος, ἀλλὰ τῷ δικαίῳ περιθήσεις ἀσφάλειαν ἀντ’ ἐρύματος αὐτῷ καταστὰς καὶ τὰς εἰς σὲ κρατύνας ἐλπίδας· καὶ ἅπερ ᾤοντο οἱ φαῦλοι προχωρήσειν αὐτοῖς κατὰ τῶν δικαίων, ταῦτα εἰς ὀπίσω καὶ ἐπ’ αὐτοὺς ὑποστρέψει· καὶ ὡς ἐπονηρεύσαντο τοὺς δικαίους ἀφανεῖς καταστῆσαι, οὕτως | |
εἰς ἀφανὲς οἰχήσονται· τοῦτο τέλος τῆς ἐκδικίας τῆς παρὰ σοῦ. | 64 | |
163(t) | Ps 95,6 | |
1 | Γινωσκέσθω θεὸς ὃν ἡμεῖς σέβομεν, ὁ τὸν οὐρανὸν καὶ τὴν δόξαν ἔχων ὑπερουράνιον, ᾧ καλλονὴ πάρεστιν, ᾧ δύναμις καὶ σεμνότης ἐν ἀπορρήτῳ· κατὰ τὴν ἀσώματον δηλαδὴ καὶ θείαν ὑπεροχήν, ἐπεὶ τά γε σωματικὰ ναῶν μεγέθη καὶ κάλλη τεχνικαῖς ἀκριβείαις καὶ πλούτου πολυτελείαις ἐπιτετή‐ | |
5 | δευται καὶ τοῖς ἔθνεσι περὶ δαίμονας. ἐν Ἰσραὴλ δέ, εἰ καὶ ταῦτα προσῆν, κατὰ τύπον τῶν ἀοράτων ἀπ’ ἀρχῆς ἐγεγόνει καὶ διὰ Μωσέως εἴρηται καὶ τοῖς ἀοράτοις παραχωρεῖ, μάλιστα μὲν νῦν ἐπὶ τοῦ παρόντος εὐαγγελισμοῦ ὅτε ἡ πνευματικὴ ζητεῖται καὶ θεωρεῖται σεμνότης, οὐ μὴν ἀλλὰ καὶ τὸ παλαιὸν παρά γε τοῖς συνετοῖς ὡς καὶ παρὰ τῷ Σολομῶνι μέγιστον μὲν καὶ | |
10 | πολυτελέστατον ὡς ἂν μεγίστῳ ὄντι τῷ θεῷ φήσαντι ναὸν οἰκοδομεῖν, λέγοντι δὲ ὅτι τὴν θεοῦ δόξαν οὐδὲ ὁ οὐρανὸς χωρεῖν δύναται. | |
164(t) | Ps 96,1—6 | |
1 | Τὸ Ὁ κύριος ἐβασίλευσεν ἑτέρως ἄρτι καὶ ἑτέρως νῦν ἀκουστέον· καὶ γὰρ ἐκ τῆς προτέρας παρουσίας ἐβασίλευσεν ὡς ἐν κεφαλαίῳ κατακρίνας τὴν ἁμαρτίαν ἐν τῇ ἁγίᾳ σαρκὶ καὶ καταργήσας τὸν θάνατον, καὶ ἐν τῇ δευτέρᾳ βασιλεύσει διὰ τῶν καθ’ ἕκαστον τῶν μετόχων αὐτοῦ λελυκὼς τὸ κακὸν καὶ | |
5 | τὴν φθορὰν, ὅτε δὴ καὶ ἀφίξονται ἄνθρωποι θεάσασθαι τὸν τῆς αἰωνίου ζωῆς ταμίαν πληροῦσθαι τῆς παρ’ αὐτοῦ ζωῆς ἤδη δυνάμενοι καὶ τὴν δόξαν τῆς βασιλείας αὐτοῦ θεωρεῖν ἐν αὐτοῖς μὲν ἐμφανιζομένης ὡς ἐν οἴκῳ βασιλείῳ, τοὺς δ’ ἐναντίους ἀφανεῖς καθιστάσης ὡς πῦρ τήκει κηρόν. Ἀγαλλιᾶσθαί τε οὖν πάλιν τὴν γῆν φάσκων καὶ εὐφραίνεσθαι τὰς πολλὰς | |
10 | νήσους τουτέστι τὰ ἔθνη, εἶτα ἑξῆς ὠδίνειν τὴν γῆν καὶ τὰ ὄρη τήκεσθαι· πῇ μὲν τοὺς ἁγίους λέγει, πῇ δὲ τοὺς ἐναντίους ὧν καὶ τὸ ὑψηλὸν δι’ ὑπερηφανίας ὄρεσι ἀπεικάζει καὶ τὴν κατάλυσιν τῆς ὑπερηφανίας αὐτῶν ὀρέων τήξει ὁμοιοῖ. | |
Καὶ τοῖς μὲν ἀλλοτρίοις νεφέλην καὶ γνόφον πρὸ τῆς τοῦ κυρίου θέας | 65 | |
15 | ἀπαντῶντα δείκνυσι τὸν φόβον καὶ τὴν συνοχὴν ὑποσημαίνων, τοῖς δὲ φωτὸς δεκτικοῖς ἀστραπὰς αὐτοῦ λέγει ἐμφαινούσας καὶ δόξαν θεωρουμένην, ἔτι δὲ καὶ πῦρ τὸ δικαστικὸν καταφλέξειν τοὺς ἀσεβεῖς, ἀποκαλυπτομένης τῆς τοῦ κυρίου δικαιοσύνης ἀπ’ οὐρανοῦ καθά φησιν ὁ ἀπόστολος· ὁ δὲ ψαλμῳδὸς τὸ ἀποκαλύπτεσθαι ἀπ’ οὐρανοῦ ἀναγγέλλεσθαί φησιν ὑπὸ τῶν οὐρανῶν τὴν | |
20 | ἐκφάνειαν ἀγγελίαν ὀνομάζων, ἱδρύεσθαι δὲ αὐτὸν τὸν οὐρανὸν ὑπὸ δικαιοσύνης καὶ κρίματος οἷον ἐπί τινος ἐρείσματος λέγων. σαφὲς ποιεῖ μὴ σωματικὸν εἶναι τὸν θρόνον ἀλλὰ θρόνον τὴν βασιλείαν καλεῖσθαι. | |
165(t) | Ps 96,7ab | |
1 | Τοὺς διὰ πολλὴν ἀναισθησίαν καὶ ἠλιθιότητα προσκυνοῦντας οἷς αὐτοὶ ἔγλυψαν ἀγάλμασιν αἰσχυνθῆναι εὔχεται αἴσθησιν εἰληφότας. πρὸς καλοῦ γὰρ αὐτοῖς ἔσται τὸ τοιοῦτον. ἀποστήσονται γὰρ αἰσχυνθέντες τῆς μωρᾶς ταύτης ὑπολήψεως ἧς ὡσπερεὶ θεῶν εἶχον. | |
166(t) | Ps 96,10a | |
1 | Ἐναντίον καὶ ἐχθρὸν τῷ θεῷ τὸ πονηρόν, οὐκ ἐναντιστάσει φύσεως ὄν. οὐ γὰρ ἀντιδιαιρεῖται τῇ ἀγαθῇ φύσει πονηρὸν τὸ παρὰ φύσιν, οὐδὲ φύσιν τινὰ δεικνυμένην ὑπολαβεῖν ἔστιν ἣν καλεῖ πονηρόν· οὐδὲ γὰρ ἔχομέν τινα τοιαύτην ἐν γνώσει, ἵν’ εἰδότες μισήσαιμεν, ἀλλὰ πονηρὸν ἅπαν τὸ κατὰ κακίαν ἔργον | |
5 | ἐπιστάμεθα καὶ τὸ τούτου μῖσος, ἐάνπερ εὖ φρονῶμεν, ἐπιτηδεύομεν ἴσον | |
τοῦτο νομίζοντες ἐκείνῳ τῷ Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. | 66 | |
167(t) | Ps 98,5bc | |
1 | Τὸ ὑποπόδιόν φησι προσκυνεῖν τὴν παγκόσμιον ἐξουσίαν τὴν τότε φανησομένην ἣ μὴ μόνου τοῦ ἡγιασμένου γένους ἀλλὰ καὶ πάντων κρατεῖ, ὑποπόδιον ἀλληγορουμένη θεοῦ τὴν πᾶσαν ἐπέχον γῆν οἰκουμένην ὁμωνύμως καὶ αὐτὴν ὑποπόδιον καλουμένην, ὥσπερ καὶ ὁ Ἰσραὴλ ἐξουσία κέκληται. | |
5 | ὁ ὑπὲρ τὴν ἐξουσίαν ὢν θρόνος δ’ ἂν ἀλληγοροῖτο ἡ πρὸς τὰ ἡγιασμένα οἰκειότης τοῦ θεοῦ, μάλιστα μὲν πρὸς τὰ οὐράνια, ἤδη δὲ καὶ πρὸς τὰ ἐν γῇ. ὁμωνύμως δὲ ταύτῃ κατὰ τὸν Ἡσαΐαν ἀλληγορεῖται θρόνος ὁ οὐρανός, θρόνος δὲ καὶ ἡ Ἱερουσαλὴμ διὰ τοὺς ἐν αὐτῇ ἁγίους ἐν τῷ οὐρανοῦ τρόπῳ· ὃ δὴ τεκμήριον τοῦ μὴ σωματικῶς καλεῖσθαι θρόνον τὸν οὐρανὸν μηδὲ σωματικῶς | |
10 | ὑποπόδιον τὴν γῆν, ὁπότε 〈θρόνον〉 καὶ Ἱερουσαλὴμ τὸ βραχὺ γῆς μέρος, ὑποπόδιον δὲ τὴν ἐποῦσαν τοῖς ἐξουσιαζομένοις ἐξουσίαν φαμέν. ὥσπερ καὶ θρόνος θεοῦ ἐν οὐρανῷ εἶναι λέγεται ἡ οἰκειότης ἡ τοῖς οὐρανίοις ὡς ἁγίοις ἐποῦσα, ὁμωνύμως καὶ τοῦ οὐρανοῦ θρόνου θεοῦ καλουμένου, οὕτω δὲ καὶ ὁ κύριος τοὺς δεξαμένους τὸ καλὸν σπέρμα τὸ τῆς βασιλείας καλεῖ σπέρμα | |
15 | καλῶν ὁμωνύμως, ὥστε οὐ τὴν ὑπεξούσιον γῆν ἀλλὰ τὴν ἐξουσίαν τὴν ἐπ’ αὐτῇ κελεύει προσκυνεῖν αἰσθανομένοις αὐτῆς ἐν τοῖς ἔργοις. Καὶ τὸ Ἅγιός ἐστιν ἐπιφέρων τῶν οὐχ ἁγίων κατατρέχει ψευδωνύμων θεῶν· καὶ τὸ εἰκότως ἀναιρεῖν ἐκ τῆς βασιλείας τοὺς ἀνάγνους ἐνδείκνυται, ἵνα τῆς ἁγιότητος δεκτικὴ γένηται. | |
168(t) | Ps 98,9 | |
1 | Οὐ μόνον τὸ ἐξουσιαστικὸν τοῦ θεοῦ προσκυνεῖν ἀλλὰ καὶ τὸ ἁγιαστικὸν οἰκειοτέρως ἤδη παρακελεύεται, σύμβολον τούτου διδοὺς τὴν ἐν τῷ | |
ἡγιασμένῳ ὄρει προσκύνησιν. | 67 | |
169(t) | Ps 100,8 | |
1 | Ἡ πρωΐα δηλοῖ τὸν σπουδαῖον ὥσπερ θεὸς τῇ σπουδῇ πέμπειν τοὺς προφήτας δηλῶν Ὀρθρίζων φησὶν ἀποστέλλων. νόμιμος δὲ ἡ τῶν πονηρῶν ἐξαίρεσις· Ἐξαιρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. καὶ τοῦτο οὐδ’ ἐφ’ ἡμῶν πέπαυται, εἰ καὶ κολαστικῶς γίνεται. χωρίζονται γὰρ οἱ φαῦλοι, καὶ εἰ μὴ | |
5 | θανάτῳ, μέχρι τῆς μετανοίας. | |
170(t) | Ps 101,3 | |
1 | Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ προϊκετεύοντος περὶ τῆς μελλούσης τῷ λαῷ θλίψεως, ἵνα δὴ ἀκουσθεῖεν ἱκετεύοντες ἐν αὐτῇ, πλὴν ὅτι τὸ λέγον πρόσωπον ἐφ’ ἑαυτοῦ λέγει τὰ πάντων καὶ τὸ μὴ περι‐ οφθῆναι ὑπὸ θεοῦ ὅπερ ἐκινδύνευσε παθεῖν ἕνεκα τῆς ἰδίας κακίας ὁ Ἰσραήλ, | |
5 | ἔτι δὲ καὶ τὴν ἐν μακρῷ χρόνῳ κάκωσιν. | |
171(t) | Ps 101,14 | |
1 | Ποιεῖ τὸν καιρὸν ἡ τῶν θεοῦ δούλων ἱκεσία καὶ ὁ τοῦ θεοῦ οἶκτος, οὐκ ἄλλη τις αἰτία οἵα περὶ χρόνων εἱρμαρμένων ἐν Ἕλλησι πέπλασται. οὗτος δ’ ἐστὶ περὶ οὗ αὐτὸς διὰ Ἡσαΐου φησὶ Καιρῷ δεκτῷ ἐπήκουσά σου· τοῦτον δὲ καὶ ὁ Παῦλος πεπληρῶσθαι τὸν καιρὸν ἐπιδημήσαντος τοῦ σωτῆρος γράφει | |
5 | φάσκων Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. κυρίως γὰρ καὶ ἡ τοῦ σωτῆρος κάθοδος γέγονεν ἐπιλάμψαντος ἐπὶ συντελείᾳ τῶν αἰώνων. ἐπεὶ γὰρ ἆραι τὴν | |
ἁμαρτίαν τοῦ κόσμου ἐλήλυθεν ὁ σωτήρ, οὐκ ἔδει δὲ τὸν τηλικοῦτον ὑπὲρ ὀλίγων ἁμαρτωλῶν ἐλθεῖν καὶ παθεῖν. ὅτε διενέστηκεν ὁ χρόνος καθ’ ὃν εἴρηται Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, οὐκέτι δὲ ὄντος | 68 | |
10 | ἐπὶ γῆς δικαίου συνιέντος τε καὶ ἐκζητοῦντος τὸν θεόν, ἐλήλυθεν ὁ ὑπὲρ πάντων αὐτῶν χάριτι θεοῦ ὑπὲρ παντὸς γευόμενος θανάτου. Ῥηθείη δ’ ἂν καὶ ταῦτα· τοῦ τῶν ἀνθρώπων γένους εἰς κακίαν τραπέντος ἔδει τὸν προνοούμενον τῆς σωτηρίας αὐτῶν θεὸν κωλῦσαι τὴν κακίαν. καὶ δὴ τοῦτο διὰ μηχανημάτων πολλῶν γεγένηται. ἀποσταλέντων πατριαρχῶν τῶν | |
15 | δυναμένων τῇ ἑαυτῶν πολιτείᾳ ὠφελῆσαι τὸν τῶν ἀνθρώπων βίον, ἀπειπόντος δὲ πρὸς τὴν κακίαν καὶ νόμου τοῦ διὰ Μωυσέως δοθέντος αὐτοὶ μὲν κατεφρόνουν τοῦ δεδωκότος θεοῦ· προφητῶν τε καὶ ἀγγέλων ἐπιφανείας ἐπιπεμπομένων αὐτοῖς, ὁ δὲ θεὸς οὐκ ἐπαύετο τῆς αὐτῶν προμηθούμενος σωτηρίας. καὶ ὅμως οὐδὲν μᾶλλον ἐγίνετο ἢ εἰς αὔξησιν κακίας ἐπετρίβοντο. | |
20 | ἐπεὶ οὖν πᾶν φάρμακον καὶ βοήθημα διὰ τῶν ὁμογενῶν προσαγόμενον αὐτοῖς ἠτόνησε πρὸς τὰς ἀνιάτους νόσους αὐτῶν, μετὰ πάντ’ ἐκεῖνα εἰκότως ὁ σωτὴρ ἐλήλυθε, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύων ὡς καὶ τὴν νεκρότητα αὐτῶν καὶ τὸν θάνατον ἀνελεῖν. διὰ ταύτην οὖν τὴν ἀλήθειαν ἐν τοῖς Αὐγούστου χρόνοις ἐπέλαμψεν ὁ σωτήρ, τότε τοῦ καιροῦ πεπληρωμένου | |
25 | καθὸ καταλλήλως ἐγίνετο τὰ τῆς σωτηρίας τῶν ἀνθρώπων. περὶ τούτου καὶ ὁ παρὼν λόγος φησὶν Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι τὴν Σιών, ὦ δέσποτα, καὶ σὺ διὰ σεαυτοῦ ἀναστὰς οἰκτειρήσεις αὐτήν. | |
172(t) | Ps 102 arg. | |
1 | Εὐχαριστίαν ἐχρῆν ἕπεσθαι τῇ προκειμένῃ προφητείᾳ. αὕτη καὶ συντέτακται διὰ τοῦδε τοῦ ᾄσματος· ἔλεός τε θεοῦ καὶ δικαιοσύνη ἡ κριτικὴ δοξάζεται ὅτι δι’ ἐλέου τὸν λαὸν ἐξαιρήσεται τῶν ἀδικούντων, φθορᾶς τε ἀφαίρεσις καὶ ἡ εἰς διαδόχους φυλασσομένη χάρις καὶ ἡ ἐπὶ πάντα διαβησομένη βασιλεία | |
5 | οὐράνιος. | 69 |
173(t) | Ps 103,3a | |
1 | Οὐ σφαιρηδὸν οὐρανὸς τῷ παντὶ περίκειται καὶ περιθεῖ ἀλλὰ στεγάζει γῆν τεταμένος περὶ αὐτήν, μονίμῳ καὶ ἑδραίᾳ τῇ στάσει στεγαζόμενος ἄνωθεν ὕδασιν. | |
174(t) | Ps 103,4a | |
1 | Δῆλον δὲ ὅτι τὸ Ἐκτείνων καὶ Στεγάζων καὶ Ποιῶν ἀντὶ τοῦ ἐκτείνας ἐστὶ καὶ στεγάσας καὶ ποιήσας. οὕτω δ’ ἔχει καὶ τὸ Πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ· τῆς πλάσεως ὑπὸ θεοῦ γεγονυίας εἰς ἅπαξ γῆ καὶ τὰ ἐξ αὐτῆς ἀποτελέσματα διὰ παντὸς γίνεται, καθὸ λέγεται καὶ τὸ Ὁ πατήρ μου | |
5 | ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. συντείνοι δ’ ἂν εἰς τοῦτο καὶ τὸ Ἐγώ εἰμι ὁ ὤν, ὡς τῶν ποιημάτων οὐκ ὄντων ἀλλὰ γινομένων τῶν γενητὴν ἐχόντων φύσιν καὶ διὰ τοῦτο τῆς οὐσίας αὐτῶν ἐν τῷ γίνεσθαι νοουμένης καὶ οὐκ ὄντως οὔσης καθάπερ ὁ ποιῶν. τοῦτο δὲ διήκει διὰ τῆς ἁγίας τριάδος ποιητικῆς οὔσης. | |
175(t) | Ps 103,5.6 | |
1 | Τὸ θαυμαστὸν λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι’ αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπούσης ἀβύσσου στηρίζειν αὐτὴν δυναμένης οὐδὲ ἑδρασούσης ἀλλ’ ἱματίων τρόπῳ σκεπούσης, ὡς εἶναι τὴν ἕδραν ἄρρητον | |
5 | καὶ θεοῦ δυνάμεως, οὐ στοιχείων φύσεως. | 70 |
176(t) | Ps 103,10 | |
1 | Πηγὰς ὕδατος ἀναβλυστανούσας τῆς ἀρχῆς καὶ ταῦτα θεοῦ δυνάμει 〈ἡ γῆ〉 δίδωσι, ξηραινομένας τε πολλάκις θεοῦ φόβῳ φησὶν εἰς ἀφανὲς ἀπιέναι ὅπερ ἐν ἑβδομηκοστῷ τρίτῳ σαφέστερον εἴρηται Σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς ἑτέρους. | |
5 | Θαυμάζει καὶ τῶν ὀρῶν τὴν θέσιν ἀμεταστάτων ἐγηγερμένων ὑπὲρ τὰ πεδία καὶ μὴ κατασυρομένων ὑπὸ τῆς ταχθείσης ἐρείσεως εἰς τὸ καλύψαι τὰ ὑποκείμενα κατὰ τὸ Ἐροῦσι τοῖς ὄρεσι Συγκαλύψατε ἡμᾶς. | |
177(t) | Ps 103,13 | |
1 | Ὑπερῷα θεοῦ τὸν ἀέρα καλεῖ καθάπερ ἐπὶ μιᾶς οἰκίας τοῦ παντὸς κόσμου. ἔργον δὲ τοῦ υἱοῦ λέγει τὸν ὑετὸν ἀφ’ οὗ καρποῦται πλησμονὴν ἡ γῆ. ἔργον δὲ τὴν ἐκ θαλάσσης ἀναγωγὴν τῶν ὑδάτων ἂν λέγοι. | |
178(t) | Ps 103,17b | |
1 | Καὶ περὶ τοῦ ἐρῳδιοῦ δὲ λέγεται διὰ Ἱερεμίου Καί γε ὁ ἀρῳδιὸς ἐν τῷ οὐρανῷ ἔγνω τοὺς καιροὺς αὐτοῦ. | |
179(t) | Ps 103,26b | |
1 | Καταπαίζειν δὲ αὐτοῦ λέγεται ὁ θεὸς τουτέστιν ἐν μηδενὶ τίθεσθαι τὴν | |
πανουργίαν αὐτοῦ. πάντα γὰρ τὸν ἐναντιούμενον αὐτῷ γελᾷ θεὸς διὰ τὸ μάταιον καὶ παιδιὰν τίθεται διὰ τὸ εὐάλωτον, ὡς περὶ Αἰγυπτίων φησὶν Ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις. | 71 | |
180(t) | Ps 103,27.28 | |
1 | [Ἄλλοι δὲ περὶ τῆς χορηγουμένης τοῖς ζῴοις τροφῆς ἐξειλήφασι τὰ προκείμενα. ταύτης γὰρ παρούσης εὐθαλεῖ καὶ χαίρει, ἀπούσης δὲ ἐνδείᾳ πιέζεται καὶ συγχεῖται τῇ τῶν ἀναγκαίων ἐλλείψει.] | |
181(t) | Ps 103,29.30 | |
1 | Τοῦτο ἔργον Χριστοῦ ὃς καί φησιν ἀνάστασιν εἶναι καὶ ζωὴν καὶ ἀναστήσειν πάντας ἐπήγγελται καί, ὅτε παρῆν, ἐζωοποίησεν οὓς ἐβούλετο, ὥστε τὰ λεγόμενα πατρὸς μέν ἐστιν ἀρχικῶς, υἱοῦ δὲ ἐξεργαστικῶς καὶ πνεύματος δὲ μετοχικῶς αὐτοῦ μετεχομένου καὶ οἷον ἐμβιβαζομένου δι’ υἱοῦ | |
5 | εἰς τὴν ἁπάντων ζωὴν κατὰ τὸ Ζωοποιήσει τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος πνεύματος ἐν 〈ὑμῖν〉. ζωοποιὸν μὲν οὗν τὸ πνεῦμα δι’ ἧς ἐργάζεται ζωῆς, θεοποιὸν δὲ δι’ ἧς ἐνδίδωσι μετοχῆς καὶ ὁμώνυμον αὐτῷ τὸ πνεῦμα ἀνθρώπινον κατὰ τὴν ὑπ’ αὐτοῦ μόρφωσιν. | |
182(t) | Ps 103,31 | |
1 | Αἰώνιος ἡ δόξα τοῦ φυλάσσοντος εἰς αἰῶνα τὰ ἔργα· καὶ ἐπείπερ αἰώνιος | |
ἡ δόξα, αἰώνια τὰ δοξάζοντα. | 72 | |
183(t) | Ps 103,32 | |
1 | Τὸ μέγεθος τῆς δόξης δηλοῦται τῷ τῆς κτίσεως φόβῳ, τὴν δ’ ὑπόταξιν ὁ φόβος μηνύει. οὕτω τὸ θάλασσαν ὑποταχθῆναι φοβηθῆναί φησιν ὁ ψαλμός. τὸ γὰρ φοβούμενον ὑποτάσσεται· καὶ γῆς ὑπόταξις ὁ τρόμος τῆς ἐποπτείας τοῦ θεοῦ καὶ ὀρῶν καπνισμὸς οἷον καιομένων ὃ καὶ σωματικῶς ἐπὶ τοῦ Σινᾶ | |
5 | γινόμενον ὄρους ἑωρᾶτο. | |
184(t) | Ps 103,33.34 | |
1 | Τοῦτο τῆς ζωῆς τὸ κέρδος, ἐπὶ τοῦτο καὶ ζῆν ἄξιον, διὰ τοῦτο δεινὸς ὁ θάνατος ὁ κατασιγάζων τὸν ὑμνητήν· ἀπώλειά τε ὁ θανάτος διότι Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, καὶ μόνη ὕπαρξις ἡ ζωὴ ὅτι Οἱ ζῶντές σε, φησίν, αἰνέσουσιν. ἐν γὰρ τῇ πρὸς τὸν ὄντα συναφείᾳ τὸ εἶναι ἔχομεν, καὶ ἡ | |
5 | διάστασις φθορά. 〈Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ κυρίῳ·〉 καὶ εὐχῆς δὲ ἄξιον, ἵνα τοῖς ὕμνοις ἡμῶν θεὸς εὐφράνηται, ἡμῖν δὲ πάντως εὐφροσύνη δι’ ὑμνῶν. κἂν ᾖ δι’ ὅλου τοῦτο ὥστε καὶ τὰς πράξεις ἁπάσας ἡμῶν ὕμνον εἶναι θεοῦ, εὐφρανθήσεται ἡμῖν θεὸς οἷσπερ ἐξ ἀρχῆς ηὐφραίνετο. | |
185(t) | Ps 104,7 | |
1 | Οὐκ ἀγνοητέον, φησίν, ὅτι αὐτός ἐστι κύριος ὁ θεὸς ἡμῶν οὗ πρόνοια τὸν σύμπαντα κόσμον θείοις κρίμασι διοικεῖ ὡς μηδὲν ἀκρίτως μηδὲ ἄνευ τῆς | |
αὐτοῦ προνοίας γίγνεσθαι. | 73 | |
186(t) | Ps 104,15a | |
1 | Χριστοὶ ἦσαν τὴν χρῖσιν λαβόντες τὴν διὰ πνεύματος ἀόρατον ἢ καὶ ὡς ἐκλεκτοὶ γενόμενοι. | |
187(t) | Ps 104,27—36 | |
1 | Ἀδιαφόρως τῇ τάξει κέχρηται τῶν πληγῶν καὶ οὐδὲ πάσας καταλέγει, ὅτι, οἶμαι, τὸ δυνατὸν τοῦ θεοῦ καὶ ἐκ τῶν ἑκάστοτε λεγομένων τεράτων δείκνυται· δεῖ δὲ θεοῦ γνωρίζεσθαι δύναμιν καὶ οὐχ ἱστορίαν πραγμάτων ἀπαράλειπτον πάντως γίνεσθαι. οὐκ εἰς γῆν δὲ ἁπλῶς τοὺς βατράχους | |
5 | γεγενῆσθαί φησιν ἀλλ’ εἰς τοὺς οἴκους καὶ τῶν οἴκων τοὺς ἐπιφανεστάτους καὶ τὰ τούτων ἐνδοτάτω, ὡς ἂν ἀκωλύτου τῆς ἐπιφορᾶς αὐτῶν γινομένης καὶ βιαιοτάτης καὶ μηδενὸς ἀποκωλῦσαι δυναμένου μηδὲ τῶν δυνατωτάτων. παράδοξον δὲ καὶ τὸ καθ’ ὅλης τῆς γῆς χυθῆναι τὸν σκνῖπα καὶ τὴν κυνόμυιαν καὶ μέχρι τῶν ὅρων ἵστασθαι μὴ περαιτέρω χωροῦντας, ὡς ἂν κατὰ μόνης | |
10 | Αἰγύπτου τὴν δίκην ἐνεργεῖσθαι τότε φαίνοιτο. διὸ καὶ τὴν ἐξαιμάτωσιν τοῦ ποταμοῦ μέχρι τῶν ὁρίων συνέβαινεν ἵστασθαι, εἰς δὲ τὴν πλησιόχωρον μηκέτι τὰς ἐκροὰς εἶναι τοιαύτας, ὅτι κατ’ Αἰγυπτίων ἡ κόλασις ἦν τὴν εὐπορίαν ἀφαιρουμένη τοῦ ποταμοῦ. | |
188(t) | Ps 104,37 | |
1 | Πρὸς τῇ σωτηρίᾳ τῇ δοθείσῃ καὶ τὴν εὐπορίαν λέγει τὴν ἐκ θεοῦ δυνάμεως ἣ τοὺς Αἰγυπτίους ἀπηγάγετο παρασχεῖν αἰτοῦσι τοῖς ἐξιέναι τῆς χώρας μέλλουσι πολλά τε καὶ πολυτελῆ. μέγα δὲ καὶ τὸ ἐκ χώρας τὰ | |
χείριστα παθούσης ἀπαθεῖς ἀπαλλάττεσθαι μέχρις ἑνός. | 74 | |
189(t) | Ps 105,14—18 | |
1 | Ὅτε μὲν τὸν θεὸν ἐπείρασαν ἐν ἀνύδρῳ, ἀπείραστος ὢν καὶ ἀμνησίκακος οὐκ ἀμειψάμενος αὐτοὺς Ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, ἀλλὰ καὶ ὅτε Παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ τότε ἐγνώρισεν αὐτοῖς τὴν δυναστείαν αὐτοῦ· ὅτε δὲ παρώργισαν τὸν Μωυσῆν καὶ τὸν Ἀαρὼν | |
5 | ἐν τῇ παρεμβολῇ, τὸ τηνικαῦτα Ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτούς. ἔδει γὰρ μὴ καταφρονηθῆναι τοὺς θεράποντας. ἀλλὰ καὶ ἐπείπερ χρηστότης ἐστὶ καὶ ἀποτομία παρ’ αὐτῷ κατὰ τὸ Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ, πρῶτα τὰ τῆς χρηστότητος αὐτοῖς παρέσχετο· ὡς δ’ οὐκ ὤναντο δι’ αὐτῆς, ἀκολούθως καταλλήλῳ μετέρχεται αὐτοὺς φαρμάκῳ τῷ κολαστηρίῳ. | |
10 | Μωυσῆν μὲν οὖν παρώργισαν οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν εἰπόντες Μὴ Μωυσῇ μόνῳ ἐλάλησεν ὁ θεός; οὐχὶ καὶ ἡμῖν; τὸν δὲ Ἀαρὼν Κορὲ καὶ ἡ συναγωγὴ αὐτοῦ πῦρ ἀλλότριον προσαγαγεῖν καὶ θυσίας τῷ θεῷ ἐν χώρᾳ τῶν ἱερέων τολμήσαντες. ἀλλὰ τοὺς μὲν καταλαλήσαντες τοῦ Μωυσέως, τὸν Δαθὰν παγγενεί, διανοιχθεῖσα ἡ γῆ κατέπιε καὶ συνεκάλυψεν ἐπὶ τὴν | |
15 | συναγωγὴν Ἀβειρών, τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐτῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν. | |
190(t) | Ps 105,23 | |
1 | Κατὰ μὲν τὸ δίκαιον ὁ τῆς ἀπωλείας ὅρος, κατὰ δὲ τὸ φιλανθρώπινον ἡ τοῦ σῴζεσθαι συγχώρησις. τῇ δὲ συγχωρήσει χώραν ἡ πρεσβεία δέδωκε διά τε τὴν ὁσιότητα τοῦ πρεσβεύοντος καὶ τὴν ὑπὲρ κόσμου πρόνοιαν καθ’ ἣν ὁ πρεσβευτὴς ἱκέτευεν, ἵνα μὴ ἀτελὴς ἡ χάρις τοῦ θεοῦ νομισθείη περὶ τὸν | |
5 | Ἰσραήλ, καὶ διὰ τὴν μνήμην τῶν πατέρων καὶ τὴν ἐπαγγελίαν τὴν πρὸς αὐτοὺς ἧς ὁ Μωυσῆς ἀπεμνημόνευσεν ἱκετεύων, ἐπεὶ κατά γε τὴν ἀσέβειαν | |
καὶ τὴν πρόγνωσιν τῆς ὅλης κακίας αὐτῶν ἀπώλοντο ἄν. | 75 | |
191(t) | Ps 105,24—27 | |
1 | Καὶ ἡ περὶ τῆς γῆς ἀντιλογία πρεσβυτέρα τῆς Κορὲ καὶ Δαθὰν στάσεως ἀλλὰ μείζων καὶ δυσσεβεστέρα πρὸς ἐπαγγελίαν θεοῦ διαμαχομένη καὶ οὐ περὶ θεραπείας θεοῦ φιλοτιμουμένη, εἰκότως οὖν τῇ εἰς θεὸν ἀσεβείᾳ τῇ προειρημένῃ συντέτακται διὰ δειλίαν γεγονυῖα καθάπερ ἐκείνη διὰ | |
5 | μικροψυχίαν, δυσελπιστίαν τοῦ κατορθώματος τῆς δειλίας ἐπαγούσης ὥσπερ ἡ μικροψυχία διὰ τὸν Μωυσέως χωρισμὸν δυσελπιστίαν ἐποίει τῆς ἐπανόδου Μωυσέως. οὐ γὰρ ἐπιθυμίαι μόνον ἀλλὰ καὶ δειλίαι καὶ μικροψυχίαι τῶν πρὸς θεὸν ὀφειλομένων καὶ τῶν πρὸς ἀνθρώπους τὴν πλήρωσιν ἀφαιροῦνται, τὸ καρτερικὸν ἐν ὑπακοῇ θεοῦ καὶ τὸ εὔτακτον ἐν ἀνθρώπων τιμαῖς | |
10 | ἐμποδίζουσαι, τῆς κατὰ σάρκα φύσεως τὴν κατὰ πνεῦμα λυμαινομένης καὶ τῷ ἰδίῳ τερπνῷ καὶ ἀπόνῳ τὸ παρ’ ἐκείνῃ καλὸν ἐξαφανιζούσης. θεὸς δὲ παιδεύσεως τρόποις ἐπάγει τὰ πράγματα· τῆς δὲ παιδεύσεως τὸ τέλος ἡ πρὸς τὸ ὀρθὸν τοῦ ἀνθρώπου κατόρθωσις ἐν ἡγεμονίᾳ πνεύματος, ὑπακοῇ δὲ σαρκός. διὰ τοῦτο τῶν τε ἡδέων τὰς χορηγίας ὑπερετίθετο παιδεύων τὴν | |
15 | τούτων ἐπιθυμίαν ὑποτετάχθαι τῇ κατὰ βούλησιν θεοῦ διανοίᾳ, καὶ ἐπὶ κινδύνους ἦγε διαγυμνάζων ὑπομένειν τὰ ἄλλως φευκτὰ δι’ ἐλπίδα τὴν πρὸς θεὸν ἣ προσήκει τοῖς ὀρθῶς διανοουμένοις. καὶ ἐπείπερ ἄνθρωποι σαρκικώτεροι τῇ νῦν καταστάσει, τὰ μὲν πρῶτα καὶ ἀνίει τῆς δίκης τοὺς ἀπειθεῖς καὶ μικροψύχους, ὕστερον δὲ πρὸς ἐπιστροφὴν ἐκόλαζεν. ἐπεὶ γοῦν | |
20 | τῆς ἐρυθρᾶς θαλάσσης δειλιῶντας καὶ ἀντιλέγοντας μὴ κολάσας, ἐπὶ τῇ ἐπηγγελμένῃ γῇ κολάζει τοὺς μὴ θαρρήσαντας ἐπὶ ταύτην ἀκολουθεῖν αὐτῷ. ἀπιστίας γὰρ ἦν προφανῶς τεκμήριον. τοὺς γὰρ τοσούτων καὶ τοιούτων θαυμάτων αὐτόπτας θαρρεῖν εἰς ἅπαντα δίκαιον ἦν τῇ τοῦ σεσωκότος δυνάμει. καὶ μὴν 〈ἐπεὶ〉 τῆς μοσχοποιΐας καίτοι δυσσεβεστέρας οὔσης ἐλαττόνως | |
25 | τιμωρησάμενος ἐν μερικοῖς, θανάτῳ τοῦ λαοῦ χαλεπώτερον ἐκόλασεν ἐν τῇ παντὸς τοῦ τότε λαοῦ ἀπειθείᾳ τῇ περὶ καθέξεως τῆς γῆς, ὅτι διὰ τῆς προτέρας δίκης οὐκ ἐσωφρονίσθησαν καὶ τῷ πειράζειν θεὸν ἐπὶ πλεῖστον | |
ὑπέμειναν. | 76 | |
192(t) | Ps 105,28 | |
1 | Οὐ τὸ τῆς εἰδωλολατρείας αἴτιον εἶπεν ὅπερ ἦν ἡ πορνεία εἰς κοινωνίαν τοῦ σεβάσματος αὐτοὺς ἐπαγομένη (ἦν γὰρ τοῦτο τῇ γαστριμαργίᾳ συναφές), ἀλλὰ τὸ ἀποτέλεσμα κατηγορεῖ οὗ χάριν καὶ τὴν ἐπιμιξίαν τῶν ἀλλοφύλων γυναικῶν ἀπεῖπεν ὁ νόμος, ὡς μὴ τῇ συμπαθείᾳ τῶν γυναικῶν εἰς κοινωνίαν | |
5 | τῆς ἀσεβείας ὑπάγοιντο, ὃ δὴ καὶ γέγονεν. εἰς τοσοῦτον γὰρ αὐτοὺς ἀπονοίας προήγαγεν, ὡς μυεῖσθαι τὰ τοῦ Βεελφεγὼρ καὶ θυσίαις νεκρῶν τελουμέναις συμμολύνεσθαι. | |
193(t) | Ps 105,46.47 | |
1 | Τὴν δι’ ἐλέου τῶν αἰχμαλωτισάντων ἐπάνοδον οὐκ ἀσάλευτον ἐσομένην ἐν τούτῳ δείκνυσιν εὐχὴν ἐπαγαγὼν περὶ τῆς ἐξ ἐθνῶν ἐπισυνάξεως καὶ εἰς ταύτην καταλήξας, ἵνα τὴν βεβαίαν καὶ ἀμετακίνητον εὕρωνται τὴν παρ’ αὐτοῦ τοῦ θεοῦ σωτηρίαν καὶ διὰ παντὸς εὐχαριστῶσι τῷ σεσωκότι καὶ τὴν ἐν θεῷ | |
5 | καύχησιν ἔχωσι. καὶ χρὴ τὸν ἔλεον ἐκδέχεσθαι τὸν μετὰ τὴν νῦν ἀπείθειαν, ὡς ὁ ἀπόστολός φησιν, ἵνα χορεύσωσι θεῷ πάσας τὰς ἡμέρας δεηθέντες, ὡς ὁ Ζαχαρίας προαγορεύει. | |
194(t) | Ps 106,6—9 | |
1 | Περὶ τῶν Ἰουδαίων εἰρῆσθαι ταῦτά φησι πάλαι μὲν ἐλευθερωθέντων ἐκ τῆς ἐν Αἰγύπτῳ διαγωγῆς ἐκ τοῦ κεκραγέναι πρὸς κύριον, νυνὶ δὲ τὸ αὐτὸ πεισομένων καὶ τῆς παντοδαπῆς πλάνης ἀπαλλαττομένων, εἰ πρὸς κύριον κεκράξοιντο καὶ τῆς δι’ αὐτοῦ τοῦ Χριστοῦ τελείας ἐλευθερίας ὀρεχθῶσι | |
5 | τυχεῖν. | 77 |
195(t) | Ps 106,10—12 | |
1 | Καὶ αὕτη περὶ τῶν αὐτῶν ἡ ἀλληγορία ὅθεν οὐχ ἥκιστα καὶ ἀλληγορ‐ ούμενα ταῦτα φαίνεται. κυριολογούμενα γὰρ οὐ συνᾴδει τὸ τοὺς αὐτοὺς ἐν ἐρήμῳ πλανᾶσθαι καὶ ἐν σκοτεινῷ δεσμωτηρίῳ δεδέσθαι. δῆλος δὲ κατὰ τὸν Ἡσαΐαν ὁ λέγων τοῖς ἐν δεσμοῖς Ἐξέλθατε καὶ τοῖς ἐν τῷ σκότει | |
5 | Ἀνακαλύφθητε, περὶ οὗ καὶ Ζαχαρίας ὅτι Αἵματι διαθήκης αὐτοῦ ἐξαπέστειλε δεσμίους ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. Χριστὸς οὖν παρὰ πατρὸς σωτὴρ καὶ πατὴρ διὰ Χριστοῦ. ὑπὸ θανάτου δὲ καλυπτόμενος τὰ νῦν ὁ Ἰσραὴλ καὶ ταπεινότητι δεδεμένος καὶ ἀνάγκῃ δουλείας. σκιὰ μὲν γὰρ τὸ καλύπτον, πενία δὲ ἡ ταπεινότης, σίδηρος δὲ ἡ ἀνάγκη. εἰς αὐτὸ δὲ τοῖς ἔθνεσι καθιστᾶσιν | |
10 | ἀποβληθέντες εἰς χώραν ἐθνῶν τῶν ἐξ ἀρχῆς πενήτων περὶ ὧν ὁ ΚΑ ψαλμὸς τὸ Φάγονται πένητες καὶ ἐμπλησθήσονται. | |
196(t) | Ps 106,23—32 | |
1 | Πλάνην καὶ λιμὸν καὶ δίψαν καὶ σκότος καὶ δεσμοὺς ἀλληγορήσας τὰ Ἰουδαίων κακὰ χρῆται καὶ θαλαττίων νῦν ἀλληγορίᾳ, τὰς ἐν θαλάττῃ ταραχὰς καὶ τὰς ἐκ τούτων εἰς εὐδίαν μεταβολὰς καὶ ἄχρι λιμένος εὐδίου σωτηρίας εἰς ταὐτὸν ἄγων τοῖς τούτων πόνοις· καὶ τῇ διαδεξομένῃ τοὺς | |
5 | πόνους ἀναπαυλῇ οὐκ ἄνευ θεοῦ ταραχθεῖσαν εἰς κλύδωνα τὴν πάλαι γαλήνην αὐτῶν ἀλλὰ θείῳ προστάγματι δείκνυσιν, ὥσπερ καταιγίδα τοῦ προστάγματος ἐγείραντος καὶ τοῖς κύμασιν ἀνακινήσαντος αὐτῶν τὸν πρότερον εὔδιον πλοῦν, ὑφ’ ὧν κορυφουμένων εἰς ὕψος ἀναγομένους αὐτοὺς καὶ ἀναρρεόντων καταγομένους, οἷον ἐν θαλάττῃ γίνεσθαι φιλεῖ, ταπεινοῦσθαί τε καὶ συγχεῖσθαι | |
10 | καὶ ἀσυνετεῖν ὑπ’ ἐκστάσεως, εἶτα τυγχάνειν μεταβολῆς ὑπέντος τοῦ πνεύματος, ἡνίκα καὶ τοῦτο θεὸς ἐπιτάξειε καὶ τὸ σφοδρὸν τῶν ἀνέμων εἰς αὔραν πραείαν ἀνείη καὶ τῶν κυμάτων τὸν ἦχον κοιμήσειεν, ἔνθα τὴν ἐκ τῆς ἐρημίας εὐφροσύνην ἕξειν αὐτοὺς καὶ ἧς ὀρέγονται τεύξεσθαι καταγωγῆς εἰς λιμένα, ἐφ’ οἷς προσήκει χάριτας θεῷ ὁμολογεῖν ἐν ἐκκλησίᾳ τε λαοῦ καὶ ἐν | |
15 | καθέδρᾳ πρεσβυτέρων ὑμνεῖν τὸν ἕνεκα μὲν ἁμαρτημάτων, ὡς προείρηται, κλύδωνι παραδόντα τὸ ἔθνος, ἐλέῳ δὲ εἰς ἀγαθὰ μεταστήσαντα. Δηλοῖ δὲ καὶ ὁ ἔλεος αὐτὸς τὸ ἐξ ἁμαρτημάτων προκεκομίσθαι. ἐλεοῦνται γὰρ οἱ μὴ ἄξιοι τῶν ἀγαθῶν ἀλλ’ ἐπὶ τοῖς κακοῖς ἐλεεινοί· οὗ δὴ κοινὸν τὸ πρᾶγμα οὐχ οἷον ἐν θαλάττῃ πολλάκις γίνεται, καὶ τοὺς ἀγαθοὺς χειμάζεσθαι | 78 |
20 | καὶ ναυαγεῖν, ὥσπερ καὶ τὸν Παῦλον, καὶ τοὺς φαύλους ἐξ οὐρίων κομίζεσθαι, κοινῶν ἐφ’ ἑκατέροις ὄντων τῶν συμβαινόντων, ἵν’ ἐν τοῖς αὐτοῖς ἐξεταζόμενοι πράγμασιν ἐν τῇ γνώμῃ τὸ διάφορον ἐκφάνοιε πρὸς ἣν ὕστερον ἥξουσαν ἀνταπόδοσιν ὀρθὴν καὶ δικαίαν τοῖς ἔργοις αὐτοῖς προμεμαρτυρημένην. οὐ δὴ περὶ τῶν πλεόντων θάλατταν ὁ λόγος ἀλλὰ περὶ τοῦ χειμαζομένου δι’ | |
25 | ἁμαρτίας καὶ δι’ ἔλεον ἥξοντος εἰς λιμένα λαοῦ, οὗ καὶ ἐκκλησία πρὸς ἐξομολόγησιν καὶ πρεσβυτέρων καθέδρα πρὸς ὕμνον θεοῦ. | |
197(t) | Ps 108,21 | |
1 | Ἔλεος τὸ εἰς ἀνθρώπους ὃ ὑπὲρ ἀνθρώπων αἰτεῖ· οὐκ ὢν κατά γε ἑαυτὸν ἐν χρείᾳ ἐλέου ὃς τοῖς ἀξίοις ἐπικουφίζει τὰ δεινὰ χρηστὸς ὢν ἐν τῷ χαρίζεσθαι καὶ οὐ τὸ ἴσον ἀντιμετρῶν, ἀλλὰ γὰρ ἥκει τὰ πάντα εἰς Χριστὸν καὶ ἐλεεῖται ὑπὲρ ἡμῶν· καθὸ αὐτός ἐστιν ἡμεῖς καὶ ὡς πένης καὶ ταπεινὸς | |
5 | οἰκτείρεται, καὶ ὡς ἐν ταραχαῖς ὢν καθὸ μετεῖχε τῆς ταραττομένης ἐν κακοῖς φύσεως, καὶ ὡς εἰς ἀφανὲς ἀπιὼν καθ’ ὅσον ἡ σωματικὴ διέλειπεν ἐπιφάνεια αὐτοῦ, καὶ ὡς ἀνακινηθεὶς καὶ ἀνακουφισθεὶς οἷον δή τι τῶν κουφοτάτων καθὸ τοῖς συναρπάσασιν ἐξέδωκεν ἑαυτὸν τήν τε ἐκ νηστείας ἀσθένειαν καὶ τὸ ἐξ ἀναλειψίας αὐχμηρὸν ἐξ ἡμῶν εἰς ἑαυτὸν ἀναφέρει, μηδὲν μεταξὺ τιθεὶς | |
10 | ἡμῶν τε καὶ ἑαυτοῦ, χλεύην τε ἐπὶ τούτοις λέγει τὴν παρὰ τῶν πολεμούντων ἣν δι’ ἡμῶν νῦν ἔχει τῶν ὀνειδιζομένων ἐν ὀνόματι αὐτοῦ. | |
198(t) | Ps 109,1b—2 | |
1 | Ἐπὶ πάντα τὸν κόσμον διαπεμφθήσεσθαι δηλοῖ τὴν δυνατὴν ἐξουσίαν τοῦ θείου βασιλέως ἀρξαμένην ἀπὸ τῆς Ἱερουσαλὴμ κατὰ τὸ Ἐγὼ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, καὶ πάντας ὑπακούσεσθαι | |
καὶ δουλεύσειν. | 79 | |
199(t) | Ps 109,3c.4a | |
1 | Ἀπολινάριος δὲ τὴν Συμμάχου παραθεὶς ἑρμηνείαν φησίν· τὸ διηνεκὲς τῆς ἀκμῆς καὶ ἀμάραντον οἰκεῖον αἰώνιον ζωῇ παραβαλλόμενον δρόσοις ἑωθιναῖς, ὥσπερ ἡ λυθεῖσα ζωὴ σκιᾷ παρεβάλλετο κλινομένῃ, Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, καὶ τὰ ἑξῆς. | |
200(t) | Ps 109,4 | |
1 | Αἰώνιος ἱερεὺς ὁ ζῶν αἰωνίως, βέβαιος ἱερωσύνη καθάπερ ὅρκῳ βεβαιωθεῖσα, τύπος ὁ Μελχισεδὲκ οὗ μὴ δηλοῦται θάνατος εἰς σημεῖον τοῦ μηδὲ ὄντος θανάτου· ἄρτι δὲ βασιλεὺς δηλωθείς, νῦν καὶ ἱερεὺς ἐπιδείκνυται ὅπερ ἀδύνατον ἐν Ἰσραὴλ καὶ νόμῳ. ὑποτετύπωτο δὲ ἐν Μελχισεδὲκ καὶ | |
5 | τοῦτο. | |
201(t) | Ps 109,7 | |
1 | Δῆλον γὰρ ὡς Χριστὸς καὶ πρὸ τοῦ τὴν ἐξ ἀνθρώπων ὕψωσιν ὑψωθῆναι ἦν ὑψηλός, ἅτε δὴ ὢν ἐν μορφῇ θεοῦ καὶ καταβὰς ἐξ οὐρανοῦ. ταπεινότητος δὲ σύμβολον ὁδοιπορεία καὶ ποτὸν ὕδωρ ἐκ ποταμοῦ· καὶ ὁρῶμέν γε πεζοποροῦντα τὸν κύριον καὶ ποτὸν ὕδωρ αἰτοῦντα τὴν Σαμαρείτινι. | |
202(t) | Ps 110 arg. | |
1 | Λέγεται ἐν τῷ παρόντι διὰ βραχέων ὁ ὕμνος, καὶ διὰ τῶν εἴκοσι δύο | |
στοιχείων τῶν Ἑβραίων αἱ πρῶται φωναὶ τῶν στίχων προΐασι κατὰ τὴν Ἑβραΐδα ἀπὸ πρώτου μέχρι τελευταίου τουτέστιν ἀπὸ τοῦ Ἄλεφ ἕως τοῦ Θαῦ, γραμματικὴν εὐπρέπειαν ἐχούσης τῆς τοιαύτης συνθέσεως καὶ προ‐ | 80 | |
5 | καλουμένης εἰς ἐμπειρίαν γραμμάτων καὶ βιβλίων μάθησιν, καθὸ καὶ εὐθὺς ἐναργῆ προτρέπουσιν ἐπὶ τὴν τοῦ νόμου μελέτην οἱ ψαλμοί, παραγγείλαντος ἄνωθεν καὶ τοῦ Μωυσέως ταὐτὸν καὶ γραμματοεισαγωγεῖς καταστῆσαι κελεύσαντος καὶ τοὺς παῖδας διδάσκειν τὸν νόμον, ὅτι καὶ δι’ ἀκοῆς εἶχον τὴν μάθησιν, οὐ διὰ πνεύματος τὴν σοφίαν ὡς οἱ κατὰ Χριστὸν τελειούμενοι. | |
203(t) | Ps 111,9 | |
1 | Τὴν δικαιοσύνην τοῦ μακαριζομένου μὴ σβέννυσθαί φησι μηδὲ ἄχρι τοῦ παρόντος ἵστασθαι ἀλλὰ καὶ παρεκτείνεσθαι καὶ εἰς τὸν μέλλοντα αἰῶνα· ἐν ᾧ αἰῶνι Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ, τουτέστιν ἡ βασιλεία ἧς καταξιωθήσεται τυχὼν τῶν σωτηρίων ἐπαγγελιῶν. σύνηθες γὰρ τῇ γραφῇ | |
5 | τὴν βασιλείαν Κέρας ὀνομάζειν. | |
204(t) | Ps 113,16 | |
1 | Ἀλλὰ καὶ δίκαιον τοὺς ὡς καλλίω σέβοντας καὶ 〈θεῖα〉 νομίζοντας τὰ ἄψυχα εἰς ὅμοιον αὐτοῖς καταστῆναι. καὶ οὐκ ἂν αὐτοῖς τοῦτο δικαίως φανείη κατάρα ἀλλ’ εὐχῆς 〈ἄξιον〉 τὸ θεοὺς γενέσθαι, καθάπερ οἴονται καὶ ἔχειν ὃ θαυμάζουσιν. | |
205(t) | Ps 115,2 | |
1 | Κενὸν γὰρ καὶ διάψευσμα ὁ ἄνθρωπος ἐν τῷ εἶναί τε καὶ μὴ εἶναι, ὅτι καὶ | |
εἶναι δοκῶν οὐκ ἔστιν ἀλλ’ ἐν εἰκόνι ζωῆς μᾶλλον ἢ ἐν ἀληθείᾳ στρέφεται. | 81 | |
206(t) | Ps 115,7—10 | |
1 | Λύσεως δεῖ τῶν ἐν ᾅδου δεσμῶν, ἵν’ ὁ ζώντων θεὸς καὶ μὴ νεκρῶν θεὸς ἡμῶν εἴη καὶ ἡμεῖς αὐτοῦ λειτουργοὶ ἐν τῇ ἐπουρανίῳ ἐκκλησίᾳ εἰς ἣν ἐπανερχόμεθα τοὺς θανάτου δεσμοὺς ἀποφεύγοντες. | |
207(t) | Ps 117,7—9 | |
1 | Θαρρεῖ μὲν ὡς ἐπακουσθείς, ἐλπίζει δὲ ὡς τῆς βοηθείας τευξόμενος· ῥώννυται δὲ τῇ ἐλπίδι πρὸς τὸ μὴ δεδοικέναι τὰς ἀνθρώπων ἐπιβουλὰς μηδὲ θαυμάζειν τὰς ἐκείνων δυνάμεις ἀλλὰ προορᾶν τὴν πτῶσιν αὐτῶν. ταῦτα δὲ πάλαι μὲν ἦν περὶ τὸν Ἰσραὴλ ἐπικειμένων αὐτῷ τῶν ἄλλων ἐθνῶν (εἴρηται | |
5 | δὲ ὑπερβολικῶς ὁ λόγος), μετὰ δὲ ταῦτα περὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν πολεμουμένην ἐπαναστάσεσι τῶν ἀπιστῶν. οἱ γὰρ ἐν ἑκάστῳ ἔθνει πεπιστευκότες τοὺς παρὰ τῶν ἀπιστούντων θορύβους καὶ κινδύνους ὑπέμενον, ἀλλ’ ὅμως καὶ οὗτοι κἀκεῖνοι τῷ θεῷ τεθαρρηκότες τοὺς ἀντιπάλους ἐνίκησαν. | |
208(t) | Ps 117,10.11 | |
1 | Οἱ μὲν πολεμοῦντες τοῖς θεῷ δουλεύουσιν ἀνθρωπίνῃ τε ἐπαίρονται δυνάμει καὶ ἀνθρωπίναις ἡγεμονίαις, οἱ δὲ θεοῦ σέβας ἑλόμενοι τῇ θεοῦ βοηθείᾳ θαρσύνονται καὶ ταύτην ἁπάσης ἰσχύος ἰσχυροτέραν εὑρίσκουσι· καὶ περιφανέστατά γε οἱ Χριστοῦ δι’ ὀνόματος τοῦ κυρίου μόνον πρὸς τοῖς ὁρατοῖς | |
5 | καὶ τοὺς ἀοράτους πολεμίους ἀμύνονται. | 82 |
209(t) | Ps 117,27a | |
1 | Τὴν τοῦ κυρίου σαφῶς ἐπιφάνειαν ὑμνεῖ, δι’ ἧς ἡ σωτηρία τοῖς πᾶσιν ἀποκαθίσταται, θεόν τε εἰπὼν κατὰ τὸ πατρικὸν καὶ κύριον κατὰ τὸ υἱοῦ ὄνομα, διότι καὶ ὁ κύριος θεὸς καὶ ὁ θεὸς κύριος, ἐπιφανείς τε ὡς κύριος ἐκυρίευσεν ἡμῶν τε αὐτῶν εἰς ζωὴν κατὰ τὸ Ἵνα νεκρῶν καὶ ζώντων | |
5 | κυριεύσῃ, καὶ τῶν ἐναντίων εἰς κόλασιν κατὰ τὸ καταργεῖν πᾶσαν ἐξουσίαν καὶ δύναμιν. | |
210(t) | Ps 117,27bc | |
1 | Σύστασιν ἑορτῆς προστάττει διὰ πλήθους ἱερείων ἐπιτιθεμένων τῷ θυσιαστηρίῳ μέχρι τῶν κεράτων αὐτοῦ καὶ τῶν ἄλλων ἐξοχῶν. ἐπὶ δὲ τὰ ἡμέτερα ἱερεῖα προϊὼν ὁ λόγος δηλοῖς τοὺς κατὰ τύπον Χριστοῦ παριστάντας ἑαυτοὺς θυσίαν ζῶσαν τὴν ὄντως εὐάρεστον θεῷ, ὧν καὶ τὸ πλῆθος ἀνα‐ | |
5 | πληροῖ τὸ θυσιαστήριον ἄχρι πρὸς τὸ ἀκρότατον ὕψος τὸ συναπτόμενον τοῖς οὐρανίοις ἀγγέλοις, διὰ τῆς αὐτῆς δυνάμεως ἣ τά τε οὐράνια πρὸς ὕψος ἀνέχει καὶ τὰ ἐπὶ γῆς ἀνυψοῖ θυσιαστηρίου τρόπῳ δεχομένη τοὺς θεῷ προσιόντας. | |
211(t) | Ps 118,1bc | |
1 | Οὗτοι δὲ ἦσαν οἱ μὴ πορευθέντες ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν μὴ στάντες ἀλλὰ τὸν νόμον ἑλόμενοι καὶ τὴν ἐν τούτῳ πορείαν. ἄμωμον δὲ οὐ 〈τὸ〉 παντάπασιν ἀπερίπτωτον μώμοις καὶ ἁμαρτήμασι λέγει. Χριστῷ γὰρ τοῦτο ἀπέκειτο καὶ τοῖς Χριστοῦ μετόχοις δι’ αὐτοῦ, ἀλλ’ ἐκείνοις τὸ ἄμωμον | |
5 | ἐν τοῖς κατὰ δύναμιν ἐκρίνετο συγγνώμῃ τῇ παρὰ θεοῦ καὶ οὐκ ἀκριβείᾳ τῇ περὶ τὰ προστάγματα. οὐ γὰρ ἀπαιτεῖ ὁ θεὸς τὸ μὴ δυνατόν, ἀλλὰ νομοθετεῖ διελέγχων τὸ ἐνδεές, συγχωρεῖ δὲ τὸ ἀσθενὲς ἐγνωκὼς καὶ τῇ τότε ἔτι μελλούσῃ μετουσίᾳ Χριστοῦ, τοῦ δυνατοῦ θεοῦ, πορίζων τὴν σωτηρίαν. ἡμῖν | |
οὖν ἁρμόττει τὸ ἄμωμον βιοῦσι κατὰ Χριστόν. | 83 | |
212(t) | Ps 118,5 | |
1 | Ἐπειδὴ πλεῖστα ἦν πρὸς ἀρετὴν ἐναντιώματα εἰκότως καθάπερ ὁδοῦ πταίσματα, τὴν τούτων ὑφαίρεσιν αἰτεῖ. οὕτω γὰρ ὁδὸς εὐτρεπίζεται τῶν ἐμποδισάντων ἀναιρουμένων κατὰ τὸ Διαρρίψατε ἐκ τῆς ὁδοῦ τοῦ λαοῦ μου τὰ σκῶλα· οἷον ἐγένετο τῷ θείῳ Δαυὶδ σκῶλον ἡ γυνὴ καὶ ἡ τοῦ θεάματος | |
5 | οὐκ ἐν καιρῷ περίπτωσις, ἄλλῳ δὲ ἔδεσμα πρὸς ἡδονὴν ὀφθὲν οἷον τῷ Ἡσαῦ, ἄλλῳ δὲ δόξα ὥσπερ τῷ Σαούλ, ἄλλῳ δὲ κτῆμα ὥσπερ τῷ Ἀχαάβ· πρὸς ἅπερ ἅπαντα θεοῦ τοῦ ἑτοιμάζοντος εἰς τὴν ὁδὸν δεῖ, ἥτις ἀποσκευάζοιτο ταῦτα καὶ τὴν φιλόκαλον προθυμίαν περιέποι † τὰ βιαιότερα τῆς προθέσεως ἐφέλκοντα καὶ οἷον ἀνικμάζοντα διὰ τὸ τῆς φύσεως ἐπιρρεπές. | |
213(t) | Ps 118,6 | |
1 | Ἡμῖν δὲ πρὸς τὸ πνεῦμα τὸ θεῖον ἀφορῶσιν ἔσται τὸ μὴ αἰσχύνεσθαι, ἐπειδὰν συνηρμοσμένους αὐτῷ θεωρῶμεν ἡμᾶς αὐτοὺς ἁπανταχῆ καὶ μηδαμῇ μετατιθεμένους πρὸς τὴν σάρκα μηδὲ ἐκ μετεώρου πτώσεως κατενεχθέντας. | |
214(t) | Ps 118,7b.8a | |
1 | Ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου τὰ δικαιώματά σου φυλάξω. σύνεσιν αἰτεῖ, φησί, καὶ ταύτην οὐκ ἄκαρπον ἕξειν ἐπαγγέλλεται. | |
οὐ γὰρ μαθήσομαι μόνον, φησίν, ἀλλὰ καὶ φυλάξω τὰ δικαιώματά σου. | 84 | |
215(t) | Ps 118,10 | |
1 | Ἀκύλας φησὶ Μὴ ἀγνοηματίσῃς με [πρὸς ὅπερ ἐροῦμεν]. ἐπιθυμίᾳ τῇ περὶ τὸν νόμον χρώμενος δέδοικε τὴν ἀσυνεσίαν ἣ πολλοῖς τὴν σπουδὴν εἰς τοὐναντίον περιίστησιν. καὶ ἐν οἷς δοκοῦσι κατορθοῦν, ἐσφάλησαν κατὰ τὸ λεγόμενον παρὰ Σολομῶνι Ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθῆ εἶναι, | |
5 | τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. | |
216(t) | Ps 118,12b | |
1 | Οὐ γὰρ εὐθὺς ἀπὸ τῆς μνήμης ἡ σύνεσις ἀλλ’ ἀπὸ τοῦ θείου φωτισμοῦ· δικαιώματα δὲ τὰ δικαιῶσαι δυνάμενα. | |
217(t) | Ps 118,21 | |
1 | Μήτηρ παρανομίας ὑπερηφανία. διὰ γὰρ ταύτην οὐκ ἀνέχονται ὑπακούειν προστάγμασι θεοῦ, οἷός ἐστιν ὁ ἀπειθὴς λαὸς λέγων Οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι. τοῦτο δὲ λέγει τὴν αὐτοῦ προθυμίαν ἐπιδεικνὺς θεῷ τὴν πρὸς ὑπακοὴν τῶν ἐντολῶν. ὅτι συνίησιν ἐνόχους, ἐπιτιμήσει τοὺς δι’ | |
5 | ὑπερηφανίας ἀπειθεῖς καὶ ἀνυποτάκτους. | |
218(t) | Ps 118,22.23 | |
1 | Εὔχεται τὴν ἀληθῆ φυγεῖν ἀδοξίαν τὴν παρὰ θεῷ ἣν φοβερωτάτην ὁ κύριος ὑποδείκνυσι λέγων ἐπαισχυνθήσεσθαι τοὺς ἐπαισχυνθέντας αὐτόν· | |
οὗ δὴ τὸ ἐναντίον ἐνδεικνύμενος ὁ νόμιμος οὗτος ἄνθρωπος ἐνταῦθα λέγει χλευαζόμενος ὑπὸ μεγάλων καὶ ὑπερηφάνων μὴ ἀφίστασθαι τῆς τῶν ἱερῶν | 85 | |
5 | λογίων μελέτης καὶ τῆς ὑπ’ αὐτῶν διορθώσεως, καὶ μικρὸν ὕστερον Ἐλάλουν, φησίν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην· οἷός ἐστι καὶ ὁ Παῦλος λέγων Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον. | |
219(t) | Ps 118,25 | |
1 | Ὅπερ αὐτὸς λέγει θυσίαν εἶναι θεῷ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην, τοῦτο νῦν πεπληρωκέναι φησὶ καταγαγὼν τὴν ψυχὴν ὥσπερ εἰς ἔδαφος καὶ ταπεινωθεὶς ἑκουσίως, ὡς περὶ τῆς ἀκουσίου λέγει ταπεινώσεως τὸ Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ | |
5 | γαστὴρ ἡμῶν. προσαγαγὼν οὖν ἑαυτὸν ὡς προσήκει ταπεινόν, ἀμοιβὴν ζητεῖ παρὰ θεοῦ τὴν ἐπὶ βίον ἔννομον ἀγωγὴν καὶ τὴν κατὰ λόγον θεοῦ ζωήν. ταπεινοῦ δὲ καὶ αὐτὸ τοῦτο τὸ μὴ ἐφ’ ἑαυτοῦ τίθεσθαι τὴν ἀγαθὴν ζωὴν ἀλλὰ παρὰ θεοῦ ζητεῖν. | |
220(t) | Ps 118,26.27 | |
1 | Μέγα τὸ πάντα πράττειν ὡς ἐν ὀφθαλμοῖς θεοῦ καὶ λέγειν ταῦτα καὶ διηγεῖσθαι καὶ τὴν ἐπὶ τούτοις αἰτεῖν ἀποκάλυψιν διορθωτικὴν ἢ βεβαιωτικήν, περιέσεσθαι δὲ αὐτῷ καὶ τὴν εἰς ἄλλους ὠφέλειαν ἐκ θειοτέρας συνέσεως διαλεγομένῳ καὶ τὴν θαυμασίαν εὐεργεσίαν ἐξαγγέλλοντι τὴν θεοῦ τὴν τοῖς | |
5 | ὅσια πράττουσιν ἀποκειμένην. ὁ γὰρ τὰ περὶ δικαιοσύνης διδάσκων διδάσκει καὶ τὰ περὶ τοῦ τέλους, ὅπερ ἀπόκειται αὐτῇ, θαυμασίου τινὸς ὄντος καὶ παραδόξου ὅτι θεὸς μεγάλως καὶ ὑπὲρ τὴν ἀξίαν ἀμείβεται. διελέγετο καὶ Παῦλος περὶ ἐγκρατείας καὶ δικαιοσύνης καὶ τοῦ κρίματος τοῦ μέλλοντος ὡς ἔμφοβον γενέσθαι τὸν ἡγεμόνα. | |
10 | Ἀντὶ δὲ τοῦ Ἀδολεσχήσω ὁ μὲν Ἀκύλας Ὁμιλήσω, ὁ δὲ Σύμμαχος | |
Ἐξηγήσομαι. | 86 | |
221(t) | Ps 118,36 | |
1 | Ἐγκειμένης τῆς καρδίας τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, θεοῦ δεῖ τοῦ μετακινοῦντος αὐτὴν ἐπὶ τὰ δίκαια προστάγματα, τουτέστιν ἐνάξοντος τὸ προαιρετικὸν ἡμῶν οἰκονομίαις τε καὶ πραγμάτων καὶ θείου πνεύματος ἐλλάμψει. | |
222(t) | Ps 118,37 | |
1 | Ματαιότης ἐστὶν ἡ περὶ τὰς θέας μανία, ἡ περὶ τῶν μηδὲ ὄντων θεωρία, καὶ ἡ κατὰ διάνοιαν δὲ ἄτοπος φαντασία ἣν καὶ σαφηνίζει ὁ Παῦλος λέγων Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ. ὅρα ματαιότητα νοὸς λεγομένην ὅταν ἔχῃ τις νοῦν καὶ | |
5 | τούτῳ μὴ χρήσηται πρὸς τὴν τῶν ἀληθῶν θεωρίαν, ἀλλὰ παρέχει αὐτὸν τῷ δεσμεύοντι σατανᾷ. τοῦτο τοίνυν εὐχόμενός φησιν Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητας· τοῦτο γὰρ χάρις θεοῦ. οὕτω γὰρ δυνήσεται τῆς τοιαύτης κατανοήσεως ἀποστὰς ἐν τῇ ὁδῷ τοῦ θεοῦ ζῆσαι, αὐτὴν βαδίζων καὶ πρὸς αὐτὴν ζωοποιούμενος· ἅμα γὰρ τὸ ὁδὸς εἶναι καὶ ζωή ἐστιν. διό φησιν ὁ | |
10 | σωτὴρ Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωή. | |
223(t) | Ps 118,40b | |
1 | Καὶ ἐπεὶ δικαιοσύνη τοῦ πατρὸς ὁ υἱός, ὁ ἐν υἱῷ ζῆσαι βουλόμενος τοῦτό | |
φησι· Δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. | 87 | |
224(t) | Ps 118,50 | |
1 | Μόνον φησὶν ἱκανὸν ἡμᾶς ἐν ταῖς κακώσεσι παραμυθεῖσθαι τὸ ζωῆς ἀληθινῆς ἔχειν ἐπαγγελίαν· τοῦθ’ ἡμῖν ἐπιτέλεσον. Εἰ γὰρ ἐν τῇ ζωῇ ταύτῃ μόνον ἐν Χριστῷ ἠλπικότες ἐσμέν, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν, ὅτι καὶ κακούμεθα νῦν καὶ οὐκ ἐπ’ ἐλπίδι μελλούσης ζωῆς. ζωὴ δὲ ἡ | |
5 | μέλλουσά ἐστιν ἀναζώωσις, καθὸ τὴν ψυχὴν ἰδίαν ζωὴν οὐδὲ ἀληθῆ ζωὴν εἶναι μανθάνομεν, εἴπερ οὐκ ἄνθρωπος ἡ ψυχή. εἰ γὰρ ἐν τῇ καθ’ ἑαυτὴν ζωῇ τὸ ἀληθὲς εἶχε τοῦ ζῆν, οὐκ ἀναζωώσεως τὸ τεθνηκὸς ἐδεῖτο. διὸ καὶ ὁ κύριος τοὺς τεθνεῶτας θεῷ ζῆν εἶπεν ὡς οὔπω τὸ ζῆν ἔχοντας πλὴν ὅσον ἐν δυνάμει θεοῦ τοῦ ζωοποιήσαντος· καὶ ἀπολωλέναι φησὶν ἑαυτούς, εἰ μὴ τῆς | |
10 | ἀναστάσεως τύχοιεν, λέγων ἀναστήσειν τοὺς ἑαυτοῦ, ἵνα μὴ τὸ ἓν ἐξ αὐτοῦ ἀπώληται. καὶ ὁ Παῦλος ὁμοίως φησὶν Εἰ μὴ ἔστιν ἀνάστασις νεκρῶν, ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. οὐ γὰρ ἀσώματον ἀπ’ ἀρχῆς ζωὴν ἔδωκεν ὁ θεὸς τῇ ψυχῇ, ἀλλ’ εὐθὺς τὴν ἐν σώματι, εἰς τὸ σῶμα τὴν πνοὴν τῆς ζωῆς ἐμφυσήσας. | |
225(t) | Ps 118,53 | |
1 | Τῷ μὲν ἁμαρτωλῷ γέλοιον ἦθος ἡ θεοσεβεία, τῷ δὲ θεοσεβεῖ φρικτὸν παρανομία, διότι προορᾷ τὸ φοβερὸν τῆς τιμωρίας. | |
226(t) | Ps 118,54 | |
1 | Ἐμοὶ δέ, φησί, καὶ παραμυθία μόνη τὸ πρὸς τὰ σὰ βλέπειν κρίματα καὶ εὐθυμία τὰ προστάγματά σου δι’ ᾠδῆς ἀναλαμβανόμενα καὶ εἰς εὐφροσύνην ἄγοντα τῇ μελῳδίᾳ. καὶ τοῦτο μόνον ἀγαθὸν οἰησάμην ὡς ἐν ξένῃ καὶ ἀλλοτρίᾳ κατοικήσει καὶ μηδὲν ἀγαθὸν ἔχειν ἀληθὲς δυναμένῃ, διότι τῷ ξένῳ | |
5 | τὰ οἴκοι ποθεινὰ καὶ πρὸ τῆς εἰς ταῦτα ἐπανόδου πάντα λυπηρά. | 88 |
227(t) | Ps 118,73 | |
1 | Θεὸς δὲ οὐ πλάστου δίκην ἀνθρώπου διαπλάττει κἂν πλάττειν λέγεται, ἀλλ’ οἷον ἄν τις πλάττων ἐργάσηται, τοιοῦτον ἀποτελεῖ δυνάμει τῇ τὸν τοιόνδε σχηματισμὸν ἐνεργούσῃ· καὶ ἐπ’ ἐκείνην δὲ τὴν πρώτην πλάσιν ἀναφέρεσθαι δεῖ τὰς νῦν λεγομένας πλάσεις, οἷον καὶ τὸ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ | |
5 | ἐπίσταμαί σε· καθὸ καὶ Ἰὼβ λέγει τὸ Πηλόν με ἔπλασας, τὴν ἐν τῷ Ἀδὰμ πηλοπλαστίαν δηλῶν ἐφ’ ἑαυτοῦ. Αἴτησις δ’ ἐπὶ τῆς ποιήσεως εὐχαριστία, μαλ’ ἀκολούθως ἡ τῆς νοητικῆς δυνάμεως τῆς συνιέναι ποιούσης τὰς ἐντολάς. περὶ ταύτης καὶ ὁ Παῦλός φησι Νόει ἃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. ἀκόλουθον δὲ ὡς | |
10 | πρὸς δημιουργὸν τὸ αἴτημα οἱονεί· τοῦ σοῦ φρόντισον ποιήματος καὶ τελείωσον τῇ νοήσει τὸ ζῷον τὸ νοητικόν· καὶ ὃ πρὸς οἰκείωσιν τὴν σὴν παρεσκευάσας, τοῦτο διὰ τῆς σῆς γνώσεως τῶν βουλημάτων οἰκείωσαι. ἐπεὶ καὶ ἐξ ἀρχῆς προστάγματος ἄνθρωπος ἐδεήθη ὃ τῶν πολλῶν ἐπιταγμάτων αὐτῷ ἀνεπιδεῆ καθίσθη τὸν νοῦν, καὶ δὴ ἀποσφαλεὶς ἐκείνου πλειόνων δεῖται τῶν τὴν | |
15 | μείζονα πληρούντων ἔνδειαν. | |
228(t) | Ps 118,74—76 | |
1 | Χωρὶς γὰρ τῆς ἐν πολλοῖς πονηροῖς γυμνασίας καὶ παρ’ ἐλπίδα γινομένης θεοῦ βοηθείας οὐκ ἔστι βεβαίως ἄνθρωπον ἐν ἀρετῇ παγῆναι. εὐσάλευτοι γὰρ ἀγῶνος ἐπελθόντος οἱ ἀναγώνιστοι. τὴν οὖν ἐκ τῶν πολλῶν κακοπαθειῶν βεβαίωσιν ἐν αὐτῷ ἐπιγνούς, τὴν βεβαιωτικὴν θεοῦ πρόνοιαν ἀνυμνεῖ· εἶτα δὴ | |
5 | τὴν ἐκ τῶν πόνων ἀνάπαυσιν αἰτεῖ λέγων Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ | |
παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. | 89 | |
229(t) | Ps 118,83 | |
1 | Ἴσως νεκροὶ μᾶλλον ἢ ζῶντες ὑπὸ τῶν κακώσεων γίνονται οἱ δίκαιοι ὡς ἀσκοῖς ἐοικέναι μᾶλλον ἢ ἀνθρώποις ἀποψυχόμενοι καθάπερ πάχνη περιπηγνυμένη, τὸ δὲ θερμὸν καὶ πρακτικὸν προαιρούμενοι, ὡς ἀλλαχοῦ λέγει Ἐκάθισάν με ἐν σκοτεινοῖς ὡσεὶ νεκροὺς αἰῶνος· ἀλλὰ καὶ ἐν τοσούτοις | |
5 | γινόμενος, φησί, τῆς θεοδιδάκτου δικαιοσύνης οὐκ ἀφιστάμην, ὥσπερ Ἰωσὴφ τὴν δικαίαν σωφροσύνην φυλάττων. | |
230(t) | Ps 118,86.87 | |
1 | Ἐντολὰς τὰς ἐπαγγελίας καλεῖ. θαρρῶν, φησί, ταῖς σαῖς ἐπαγγελίαις καὶ τῇ τούτων ἀληθείᾳ ζητῶ τὴν παρὰ σοῦ τοῦ θεοῦ μου βοήθειαν. | |
231(t) | Ps 118,88 | |
1 | Μὴ ἐκδοθῆναι ταῖς τῶν ἐπιβουλευόντων χερσὶν εἰς θάνατον ἀξιοῖ, ζωὴν αἰτῶν οὔπω τὴν αἰωνίαν ἀλλὰ τὴν παροῦσαν. οὐχ ὡς τέλος ταύτην αἰτεῖ ἀλλ’ ὡς ἀγαθοῦ τέλους συναίτιον ἐσομένην, ὅτι ζήσας φησὶ Φυλάξω τοῦ θεοῦ τὰ προστάγματα, δι’ ὧν καὶ τὴν αἰώνιον ἔστι περιποιήσασθαι ζωήν. | |
232(t) | Ps 118,93 | |
1 | Τοῖς σοῖς νόμοις ἕψομαι, φησίν. ἕξω γὰρ ἐν αὐτοῖς τὴν ζωήν, καθὰ δή | |
μοι καὶ εἴρηκας ὅτι Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. ζῶν οὖν μόνος ὁ δίκαιος κἂν τεθνηκέναι δοκῇ, νεκροὶ δὲ οἱ ἄδικοι κἂν ζῆν φαίνωνται. οἱ μὲν γὰρ ἔχουσι τὴν τῆς ζωῆς σύστασιν ἐν αὐτοῖς τὴν δικαιοσύνην, οἱ δὲ | 90 | |
5 | ταύτην οὐκ ἔχοντες τοῖς οὐ παρ’ ἑαυτῶν ἀλλ’ ἔξωθεν κινουμένοις ἀψύχοις ἐοίκασιν, ὅτι δὴ τὸ ζωτικὸν αὐτῶν ἔξωθεν, καὶ οὐδὲ μίαν ζωὴν ἔχουσιν ἐν αὐτοῖς. διὸ καὶ ὁ κύριος αὐτὸς ὢν ἡ ὄντως δικαιοσύνη ἑαυτόν τε ἀποφαίνει τὴν ζωήν, καὶ τοὺς μὴ μετέχοντας αὐτοῦ ζωὴν οὐκ ἔχειν φησὶν ἐν ἑαυτοῖς· καὶ ὅ γε θάνατος τοῦ σωτῆρος οὐ ζωὴ μόνον ἐστὶν ἀλλὰ καὶ ζωοποιὸς | |
10 | ἀνθρώπων ἐπιλύσει θανάτου γενόμενος. | |
233(t) | Ps 118,97 | |
1 | Οἱ μὲν ἄδικοι καὶ τυφλώττουσι πρὸς τὸ τῆς δικαιοσύνης κάλλος καὶ τῶν περὶ αὐτῆς λόγων τὸ σεμνὸν καὶ εὐπρεπὲς οὐ καθορῶσιν, ὁ δὲ τούτους ἑλόμενος καὶ τούτων εἶναι βουληθείς, οὗτος καὶ μόνος ἐν συνέσει καθίσταται, ὅτι καὶ μόνοις τοῖς ἐρασταῖς ἑαυτῆς ἡ σοφία τὸ ἴδιον κάλλος ἀποκαλύπτει κατὰ | |
5 | τὸ Ἐράσθητι αὐτῆς, καὶ τιμήσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ. | |
234(t) | Ps 118,99.100 | |
1 | Πάντα διὰ μελέτης ἐν ἀνθρώπῳ καλὰ, ὅθεν καὶ τῇ τῆς μελέτης ἐπιτάσει συνεπεκτείνετο, ὡς διὰ ταύτης ὑπερβαίνειν τὸν πρεσβύτερον καὶ τὸν νέον καὶ τὸν μαθητὴν τοὺς διδασκάλους. | |
235(t) | Ps 118,107 | |
1 | Ταπεινὸν καὶ ὑπήκοον ἑαυτὸν παριστὰς τὴν ἐπὶ τούτῳ σωτηρίαν αἰτεῖ παρὰ θεοῦ τοῦ ταπεινοῖς διδόντος χάριν καὶ τοῖς ἀγαπῶσιν αὐτὸν ἐπαγγειλαμένου | |
τὸν ἔλεον. | 91 | |
236(t) | Ps 118,109.110 | |
1 | Μείζων τῆς προθυμίας ἀπόδειξις τὸ καὶ διὰ κινδύνων ἰόντα μὴ ἀφίστασθαι τοῦ νόμου καὶ ἐν ἐπιβουλαῖς ὄντα μὴ ἀφέλκεσθαι τῶν δικαίων ὀργῇ καὶ παροξυσμῷ τῷ πρὸς τοὺς ἐπιβουλεύοντας, ὡς οὐκ ἐπλάνησε τὸν Δαυὶδ ἡ τοῦ Σαοὺλ ἐπιβουλὴ πρὸς τὸ ἀμύνασθαι πρὸς τὸ προσῆκον. | |
237(t) | Ps 118,111 | |
1 | Ἐπέτεινε τὴν ἔνδειξιν τῆς περὶ νόμον σπουδῆς, ὁπότε κλῆρον ἴδιον ἔφη τεθεῖσθαι τὸν νόμον, οὐ πρόσκαιρον ἀλλ’ εἰς ἅπαν ἐν τούτῳ προσελόμενος ζῆν ὡς οὐχ ὑπό τι ζυγὸν ἀνάγκης ἀλλ’ ἁγίως ἐν εὐφροσύνῃ ψυχῆς. τοῦτο γὰρ δὴ καὶ μόνιμον καὶ δυσμετάστατον ὅπερ εὐφροσύνῃ πράττεται. | |
238(t) | Ps 118,113 | |
1 | Εἰ καὶ μὴ μισητοὶ καθὸ ἄνθρωποι, καθὸ καὶ θεῷ μισητοὺς λέγεσθαι τοὺς τοιούτους οὐκ ἀνάξιον θεῷ 〈κατὰ〉 τὸ Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ὥστε ἀπόδειξις μεγίστη τοῦ τὸν νόμον ἀγαπᾶν τὸ μισεῖν τοὺς παρηλλαγμένους τοῦ νόμου· διὸ καὶ τῷ Ἰωσαφὰτ ἡ πρὸς τὸν τοιοῦτον φιλία | |
5 | μέμψις ἐγένετο διὰ τοῦ προφήτου, ὅτι τὸν ὑπὸ θεοῦ μισούμενον ἠγάπα. | |
239(t) | Ps 118,118.119 | |
1 | Θεοῦ μίμησιν ἐνδείκνυται. εἰ θεῷ τε ἐξευτέληται πᾶς ὁ τῶν δικαιωμάτων ἀποστατῶν ἐπὶ ματαίοις ἐνθυμήμασι, καὶ αὐτῷ καταφαίνονται στεμφύλων ἢ σκωρέας οὐδὲν τιμιώτεροι· διὸ καὶ πρὸς ἀγάπην τῶν θείων διατάξεων ἐπεγείρεται, τὸ μάταιον τῶν φαύλων εἰς προτροπὴν τῆς περὶ τὸ καλὸν | 92 |
5 | ἐπιμελείας λαμβάνων. Ἡ δὲ Ε ἔκδοσις Εἰς οὐδὲν ἐλογίσθησαν. | |
240(t) | Ps 118,122 | |
1 | Ἀνεξικακίᾳ θεοῦ τὸ ἐλλεῖπον ἀναπληροῦσθαι ποθεῖ, περιμένοντος αὐτοῦ τὴν ἔτι μέλλουσαν ἀγαθουργίαν οἷον ἐγγυωμένου ταύτην ὡς ἐκπληρωθησο‐ μένην, καθάπερ οἱ τοὺς ὀφείλοντας ἐγγυώμενοι πρὸς τὸ μὴ ταῖς ἀπατήσεσι χαλεπῶς ὑποπίπτειν. | |
5 | Σύμμαχος Ἀνάδεξαί με τὸν δοῦλόν σου εἰς ἀγαθόν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων Ἐγγύησαι ἐκδεδώκασιν. | |
241(t) | Ps 118,129 | |
1 | Οἱ μὲν ἄλλοι, φησί, χρυσίον θαυμάζουσι καὶ λίθους τιμίους, ἐγὼ δὲ θαυμάσιον καὶ μόνον καλὸν ἐπιστάμενος τὰ θεῖα προστάγματα τοῦτον ἔχομαι καὶ θησαυροῦ παντὸς μᾶλλον διαφυλάττω. | |
242(t) | Ps 118,130 | |
1 | Διανοίξεως δεῖται τὰ λόγια· διὸ καὶ ὁ κύριος διήνοιξε τὸν νοῦν τῶν μαθητῶν τοῦ συνιέναι τὰς γραφάς, καὶ τὴν δι’ ἡδονῆς ἢ δόξης ἀπάτην | |
ἀφίστησιν ἡ διὰ τῶν λόγων ἐνδιδομένη σύνεσις. | 93 | |
243(t) | Ps 118,134 | |
1 | Τοῦτο δὲ αἰτεῖ, ἐπειδὴ καὶ δύσκολος ἐν ταραχαῖς καὶ λύπαις ἡ περὶ τὸν ὑγιῆ λόγον ἀκρίβεια. | |
244(t) | Ps 118,139 | |
1 | Ὅρα τὴν ἔχθραν ἣν ἔχουσιν οἱ δίκαιοι. αὕτη δὲ ἦν πρὸς τὴν ἀδικίαν αὐτῶν καὶ τὴν λήθην τοῦ νόμου. | |
245(t) | Ps 118,141 | |
1 | Δύναται μὲν κατὰ τὴν ἱστορίαν ἀναφέρεσθαι ἐπὶ τὸν Δαυὶδ τὰ ἐγκείμενα λέγοντα αὐτὰ περὶ ἑαυτοῦ. βραχύτατος γὰρ ἦν πάντων τῶν Ἰεσσαὶ παίδων ἀλλὰ καὶ ἐξουδενώμενος. πάντων γοῦν τῶν ἀδελφῶν αὐτοῦ παραληφθέντων ὑπὸ τοῦ πατρὸς εἰς ἣν ηὐτρέπισε Σαμουὴλ ἑστίαν, ὁ Δαυὶδ ἐν τοῖς προβάτοις | |
5 | τοῦ πατρὸς ἦν οὐ παραληφθεὶς εἰς τὴν εὐωχίαν· ἀλλὰ καίτοι νεώτερος ὢν καὶ ἐξουδενώμενος τὴν βασιλείαν αὐτὸς ἔσχε ψήφῳ θεοῦ, ἐπεὶ οὐκ ἐπελέληστο τὰ τοῦ θεοῦ δικαιώματα. νεώτερος δὲ καὶ ὁ τοῖς θείοις λόγοις στοιχειούμενος καὶ ἐξουδενώμενος διὰ τὸ ταπεινοῦν ἑαυτόν, καὶ ὁ ἀπὸ τῶν ἐθνῶν δὲ λαὸς κληθεὶς μετὰ τὸν πρεσβύτην καὶ πρωτότοκον Ἰσραὴλ φθέγξαιτο τὸ | |
10 | προκείμενον ῥητόν. ἐξευτελίζουσι γὰρ αὐτὸν οἱ ἐκ περιτομῆς ἀλήστῳ μνήμῃ | |
φυλάττοντα τὰ δικαιώματα τοῦ θεοῦ. | 94 | |
246(t) | Ps 118,162 | |
1 | Ἔχει μὲν καὶ τὸ ἴδιον τοῦ Δαυὶδ ὁ λόγος, ὅτι μάτην καὶ κατὰ φθόνον ὑπὸ τοῦ Σαοὺλ διωκόμενος φόβῳ τῷ πρὸς θεὸν ἐπέσχε τὸ ἀμύνασθαι· διήκει δὲ καὶ εἰς τὸ κοινόν, ὅτι τῶν ἀρχοντικῶν πολέμων οὐκ ἔστιν ἑτέρως ἀβλαβεῖς ἀπαλλάττεσθαι μὴ οὐχὶ φόβῳ θεοῦ φρουρουμένους. | |
247(t) | Ps 118,173 | |
1 | Μετὰ τὴν τῆς σοφίας δόσιν πάλιν αὖ τὴν ἐκ κινδύνων σωτηρίαν αἰτεῖ· μισθὸν καὶ τοῦτο τῆς περὶ τὸν θεῖον νόμον ἑκουσίου σπουδῆς. | |
248(t) | Ps 118,174.175 | |
1 | Ὄντως ἄρα τὴν αἰώνιον σωτηρίαν ἄρτι μὲν ἔλεγε προσδοκᾶν, νῦν δὲ καὶ ποθῶν αὐτῆς τοῦ νόμου μελέτης ταύτην πεποιῆσθαι σκοπόν. ἀναζήσεσθαι γὰρ δὴ καὶ αἰνέσειν θεὸν λέγει τοῖς πανσόφοις αὐτοῦ κρίμασιν εἰς τοῦτο βοηθηθείς, ὃ δή ἐστι Χριστὸς ἀντ’ ἀνθρώπων εἰς τὸν σωτήριον ἀνθρώποις θάνατον | |
5 | καταβαίνων καὶ τῷ παθεῖν ἐξωνούμενος τοὺς ἐν πάθεσι καὶ τοὺς ἀποθνῄσκον‐ τας διὰ τοῦ θανάτου λυτρούμενος· ᾧ καὶ ἀκολούθως ἐπάγεται τὸ Ζήσεται ἡ ψυχή μου, καὶ τὰ ἑξῆς. | |
249(t) | Ps 119,2 | |
1 | Τοῦτο ἦν μὲν εὐθὺς μετὰ πρώτην ἀπόστασιν τοῦ ἀνθρώπου καὶ δόλῳ τὸν | |
ἀδελφὸν ὁ Κάϊν κατέβαλεν, ἔστι δὲ καὶ διὰ τοῦ παντὸς αἰῶνος τοῦ παρόντος, ὡς ἐν τοῖς ἄλλοις καὶ ἐν τῷ παρόντι πράγματι δείκνυται. τοῦτ’ οὖν καταπονούμενος καὶ θλιβόμενος ὁ πρὸς θεὸν ἀφορῶν ἄνθρωπος τὴς ἐξ αὐτοῦ | 95 | |
5 | σωτηρίαν αἰτεῖ. οὐ προορᾷ τὴν παῦλαν ἐσομένην τότε, ἐπειδὰν ἀναβιβασθῇ πρὸς τὴν τῆς εἰρηνικῆς πόλεως οἴκησιν καὶ τὴν σὺν ἀγαθοῖς καὶ κακοῖς πολιτείαν. | |
250(t) | Ps 119,5 | |
1 | Δηλοῖ δὲ ἄλλος καὶ τὴν ἀλλόφυλον χώραν ἐξ ἑνὸς μέρους, εἰς ἣν ἐκπεσὼν παρῴκησεν ὁ Ἰσραήλ, καὶ τό γε ἐπὶ μακρότατον παρατεῖναι τὴν παροικίαν αὐτοῦ. προφητεύων ἐν ὀδυρμῷ τοῦτο ἐκφέρει ὡς ἐφικνεῖσθαι καὶ τῆς νῦν καθεστώσης· αὕτη γὰρ ἡ μακροτάτη. | |
251(t) | Ps 119,7 | |
1 | Οἱ μὲν γὰρ ἀγαθοὶ καὶ θεοσεβεῖς τὸ ἐξ αὐτῶν καὶ μετὰ πάντων ἀνθρώπων εἰρηνεύουσιν, ὁπότε μὴ κριτικῆς δέοι τιμωρίας ἣν κατὰ Χαναναίων καὶ Ἀμορραίων ἐπέταττεν ὁ θεὸς τὴν φιλίαν ἀπαγορεύων τὴν πρὸς αὐτούς· οἱ δὲ φαῦλοι καὶ θεὸν ἀγνοοῦντες οὐδέ ποτ’ ἂν ἀγαθοῖς εἰς φιλίαν συμβαῖεν, ἀλλὰ | |
5 | βδελύττονται θεοσέβειαν καὶ τὸ χρηστόν τι παρὰ τῶν θεοσεβῶν οὐκ εὐμενῶς ἀποδέχονται οὐδὲ ἡμεροῦνται τῇ παρ’ ἐκείνων φιλανθρωπίᾳ. | |
252(t) | Ps 120,1b—2 | |
1 | Ὄρη λέγει ἐνταῦθα τὰς ἀοράτους καὶ οὐρανίους δυνάμεις· καὶ τὴν βοήθειαν διὰ τούτων περιμένων, οὐκ ἐκ τούτων ὁρμᾶσθαι τὴν βοήθειαν ἀλλὰ | |
παρὰ τοῦ δημιουργοῦ λέγει. | 96 | |
253(t) | Ps 121,1b—4 | |
1 | Εὐφροσύνη ἐστὶ τὸ ἀκοῦσαι λεγόμενον ὑπὸ τῶν ἀγγέλων δηλαδὴ τῶν λαλούντων προφήταις καὶ οἷον ἀγέλης ἐξαρχόντων τῆς Ἰσραηλιτικῆς, οἷός ἐστιν ὁ διὰ Ζαχαρίου δηλούμενος πρεσβεύων τε ὑπὲρ τῆς πεπτωκυίας Ἱερουσαλὴμ καὶ τὴν μέλλουσαν αὐτῆς λέγων κατοίκησιν. ταῦτα δὴ καὶ ὁ | |
5 | ὑμνῳδὸς ἀκηκοὼς ηὐφρᾶνθαί φησι καὶ προεωρακὼς τὴν βεβαίαν κατοίκησιν ἐν τῇ ἁγίᾳ πόλει καὶ οἱονεὶ παρόντος τοῦ πράγματος αἰσθόμενος προφητικῶς. τοῦτο γὰρ τὸ Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἱερουσαλήμ. στάσις δὲ ποδῶν ἡ ἀμετακίνητός ἐστι κατοίκησις ἣν καὶ οἱ ἅγιοι προφῆται προαγορεύουσιν, οὗ τοὐναντίον ἦν ὅτε κατὰ τὴν ἱστορίαν ἐσάλευσεν ὁ θεὸς τὸν | |
10 | πόδα Ἱερουσαλὴμ ἀπὸ γῆς τῆς οἰκείας. ἀνοικοδομίαν οὖν λέγει τῆς πόλεως ὁ ὑμνῳδός, τεθεωρημένην αὐτῷ καθάπερ καὶ τῷ Ἱεζεκιήλ, τὴν δὲ οἰκοδομίαν ὡς πόλεως ἡνωμένης εἶναι, οὐ κατὰ τὸ σύνηθες δηλαδὴ περιβόλων αὐτὴν ἑνούντων ἀλλὰ τῶν οἰκητόρων πρὸς ἀλλήλους ἡνωμένων. διὸ καὶ οὐ πόλιν εἴρηκεν ἀλλ’ ὡς πόλιν συνάφειαν ἔχουσαν ὁμοῦ. οὐδὲ γὰρ ὑπὸ τείχεσιν αὐτὴν | |
15 | ὁ Ἱεζεκιὴλ οἰκηθήσεσθαι προδηλοῖ οὐδὲ Ζαχαρίας ἀλλ’ ἀτείχιστον, τεῖχος δὲ αὐτῆς τὸν κύριον ἔσεσθαι καθότι τῆς τῶν ἁγίων ἑνότητος φύλαξ καὶ συνοχεὺς ὁ θεός. ἑρμηνεύει δὴ τὸ δι’ αὐτῶν τῶν οἰκητόρων εἶναι τὴν ἕνωσιν, λέγων Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ κυρίου μαρτύριον τῷ Ἰσραὴλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου. | |
20 | Οὐχ ὅτι τείχη περιεβάλλοντο, διὰ τοῦτο ἡνώθησαν, ἀλλ’ ὅτι αὐτοὶ δι’ ἑαυτῶν. μαρτύριον μὲν τῷ Ἰσραήλ, τὴν ἀλήθειαν δηλαδὴ τῶν ἐπαγγελιῶν μαρτυροῦν, τοῦ ἐξομολογήσασθαι δὲ τῷ ὀνόματι κυρίου, ὅτι τῷ πληρώσαντι δηλαδὴ τὴν θαυμασίαν ἐπαγγελίαν ἐξομολόγησις χαρίτων ὀφείλεται παρὰ τῶν εὐεργετουμένων. | |
25 | Θρόνους τε τοῦ οἴκου Δαυὶδ ἱδρυθῆναι ἐπ’ αὐτῆς φησιν, ἐπεὶ καὶ βασιλείαν τὴν πάντων ὁ Δανιὴλ προφητεύει, οὐ μόνον ἀρχικήν τινος οὐδὲ ἑνὸς τὴν ἀρχὴν ἀλλὰ κοινὴν ὑπὲρ τῶν ἀρίστων καὶ θεοσεβεστάτων, δι’ ὧν ἡ βασιλεία Δαυὶδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ ὃς τοῖς δώδεκα ἔδωκεν ἀποστόλοις τὸ | |
ἐπὶ δώδεκα θρόνοις καθεζομένους κρίνειν τὸν Ἰσραήλ. | 97 | |
254(t) | Ps 124,3 | |
1 | Ἀλλ’ οὔτε πονηροῖς δαίμοσιν ἐάσει διαφθείρεσθαι τοὺς ἀγαθοὺς ὑπηκόους, ἀλλ’ ὀλίγον πονήσαντας ὑπὸ τούτων τοὺς ἀγαθοὺς ἐλευθερώσει δουλείας βλαβερᾶς οὐ τολμώσης ἐπελθεῖν τοῖς ὑπὸ θεοῦ ἀρχομένοις. | |
255(t) | Ps 126,1.2 | |
1 | Σαλομῶν ἐπιγράφεται τῷ ᾄσματι, διότι τὸν ναὸν ᾠκοδόμησε. σημαίνει δὲ τὸν ἀληθῆ Σολόμωνα κύριον ἡμῶν, αἴτιον τῆς ἀληθινῆς καὶ εἰρηνικῆς οἰκοδομίας. διὸ καὶ θεοποίητος ἡ οἰκοδομία αὕτη δηλοῦται καὶ ἡ φυλακὴ βέβαιος ἐν τῷ φυλάττεσθαι κατὰ θεόν· καὶ τοῦτο εἰκότως ὅτι διέπεσον εἰς | |
5 | μάταιον αἱ δι’ ἀνθρώπων οἰκοδομίαι καὶ φρουραὶ καὶ ἀγρυπνίαι φρουρούντων ἐν νυκτὶ καὶ τὸ δι’ ἡμέρας ἐπιμελὲς καὶ ἐπίπονον. διὸ καὶ προεισῆλθε τὰ ἀνθρώπεια τοιαῦτα ὄντα, ἵνα ἐπιγνωσθείη τὰ θεῖα μόνα δὴ τὸ βέβαιον καὶ ἀμετάστατον ἔχοντα, ὥσπερ καὶ δικαιοσύνη προσῆλθε διὰ νόμου, ἵν’ ἡ θεοῦ δικαιοσύνη μετ’ αὐτὸν ὀφθείη τὸ γνήσιον καὶ τὸ μόνον ἀληθινὸν ἔχουσα καὶ | |
10 | ζωή γε ἀληθὴς μετὰ τὴν ἐν σκιᾷ καὶ ἐν εἰκόνι. Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. τὴν παρὰ θεοῦ δεδήλωκεν ἀνάπαυλαν ὕπνῳ ἐοικυῖαν ἐξ ἀγάπης δοθησομένην. | |
256(t) | Ps 126,4a | |
1 | Ἐνέτεινα γάρ σε, φησίν, Ἰούδα, ἐμαυτῷ ὡς τόξον. καὶ ἐνταῦθα βέλη τοῦ δυνατοῦ τοὺς καταλειπομένους ἁγίους λέγει πρὸς ἧτταν τῶν ἀσεβῶν καὶ σὺν | |
ἀδικίᾳ βιαίων. | 98 | |
257(t) | Ps 127,1 | |
1 | Πολλαὶ μὲν καὶ διάφοροι αἱ τῆς εἰσαγωγῆς ὁδοὶ καὶ πολύτροποι τῶν ἀρχομένων οἱ βίοι, μία δὲ ἡ εἰς ἄκρον φθάνουσα τελειότης. χαρακτηρίζει δὲ τοὺς φοβουμένους τὸν κύριον, ὁποῖοί τινές εἰσιν ἑξῆς εἰπών· Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. οἱ γὰρ μὴ τοῦτο ποιοῦντες οὐ φοβοῦνται τὸν κύριον. φόβος | |
5 | μὲν γὰρ κυρίου κακῶν ἀποτροπή, ὁ δὲ τῶν κακῶν ἀποτετραμμένος ἕτοιμος εἰς τὰς θείας ὁδούς. | |
258(t) | Ps 129,1b.2 | |
1 | Δύναιτο δὲ τὸ ἐκ βάθους οἷον ὑδάτων τῶν περικεχυμένων θλίψεων, ἡ δὲ ὑπομονὴ καὶ ἡ τῶν αὐτῶν ἐπανάληψις ἐξεχομένου καὶ ἐξηρτημένου καὶ μὴ θέλοντος τὴν ἱκεσίαν ἀνεῖναι διὰ τὴν ἐπιθυμίαν. διὰ τοῦτο Εἰσάκουσον τῆς φωνῆς μου καὶ γενηθήτω τὰ ὦτά σου προσέχοντα. | |
259(t) | Ps 131,6 | |
1 | Οὐ προεννοήσαντι τῷ Δαυὶδ ἐκ τοῦ πράγματος αὐτοῦ καταφανὴς ὁ τόπος ἐγένετο. διὸ καὶ Ἠκούσαμεν καὶ εὕρομεν λέγει, ὅτι πρόσταγμα θεοῦ τὴν ἅλωνα ὑπέδειξε τὴν Ὀρνᾶ ἐφ’ ἧς τὸ θυσιαστήριον ᾠκοδόμησε πρὸς ἀποτροπὴν τοῦ φθείροντος θανάτου τὴν Ἑβραίων γενεάν. ὑπεραγαπήσας τε τὴν εὕρεσιν | |
5 | ὡς ἂν τὸ πάλαι ποθούμενον ἐγνωκώς, χαίρει τῷ πράγματι καὶ τὴν ἐνταῦθα προσκύνησιν ἀγαπᾷ. ἔνθα δὴ καὶ θεοῦ φησιν ἐπιδημίαν γενέσθαι, διότι καὶ | |
ἐκφανὴς ἡ θεοῦ δόξα διὰ τῆς τοῦ ἀγγέλου παρουσίας ἐγένετο. | 99 | |
260(t) | Ps 131,8 | |
1 | Ὁμοίως, φησί, τὸν καιρὸν προλέγει τὸν ἐπὶ Σολόμωνος· ἐν ᾧ μετάγεται ἡ κιβωτὸς ἀπὸ τῆς σκηνῆς καὶ εἰς τὸν ναὸν ἵδρυται, θεία τε ἐπεφαίνετο δόξα καὶ νεφέλης ἐμπίπλα τὸν οἶκον. | |
261(t) | Ps 131,9 | |
1 | Ταῦτα, φησίν, ὁρῶμεν ἐπὶ Σολόμωνος γεγενῆσθαι κατὰ τοὺς Δαυὶδ λόγους. | |
262(t) | Ps 131,10 | |
1 | Πρὸς γὰρ Δαυὶδ τὸ εὐμενές. εἰ καὶ εἰς τοὺς μετ’ αὐτὸν ἡ εὐεργεσία ὥσπερ καὶ ἄντικρυς λέγεται πρὸς τὸν Σολόμωνα διὰ τὸν Δαυὶδ μὴ ἀποπεσεῖσθαι πάντῃ τῆς βασιλείας αὐτόν, καὶ δὴ καὶ εἰς τοὺς ἀπογόνους διαβέβηκεν ἦ διὰ τὸν Δαυὶδ φειδώ, ὥσπερ καὶ πρὸς τὸν Ἐζεκίαν λέγεται Ὑπερασπιῶ ὑπὲρ τῆς | |
5 | πόλεως ταύτης διὰ Δαυὶδ τὸν δοῦλόν μου. | |
263(t) | Ps 131,15—17 | |
1 | Ταῖς προτέραις καὶ βραχείαις δωρεαῖς τὴν μεγίστην ἐπιφέρει τὴν ἁπασῶν ἐκείνων περισωστικήν. τροφῆς γὰρ εὐπορίαν ἔδωκεν ἐξ ἀρχῆς ἣν Θήραν καλεῖ, σίτησιν δὲ ἕτερος ἑρμηνεύει. καὶ τοὺς οἰκήτορας ἀνενδεεῖς καταστήσειν ἐπαγγέλλεται, περί τε ἱερέων καὶ ὁσίων βουλὴν πεποίηται σῴζεσθαί τε | |
5 | αὐτοὺς καὶ τοῖς ὕμνοις τοῖς ἱεροῖς προσεδρεύειν. τούτων δὲ ἁπάντων ἤδη διεφθαρμένων καὶ μήτε τῶν τῆς γῆς ἀγαθῶν ἀπολαύειν δυναμένου τοῦ ἔθνους διὰ τὸ Ῥωμαίων ἐξουσίᾳ περιπεσεῖν τῆς τε ἱερατείας διαπιπτούσης καὶ τῆς εὐφροσύνης τῆς ἐν τῷ ναῷ διαλελυμένης ἁπάσης, ἡ μεγάλη δύναμις ἀνέτειλεν αὐτόθι τὸ κέρας τοῦ Δαυὶδ ὃ πᾶσαν ἐχθρῶν κερατίζει δύναμιν, λύχνος | 100 |
10 | εὐπρεπὴς οὐρανίῳ φωτὶ καταλάμπων τῷ Δαυὶδ καὶ τῷ ἐκείνου γένει ὃς καὶ αὐτόθι ἀρξάμενος ἐπὶ πάντα κόσμον ἐκπέμπει τὴν λαμπηδόνα καθά φησιν ὁ προφήτης Συμεὼν Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. | |
264(t) | Ps 132,3 | |
1 | Καὶ θείου μὲν πράγματος ἦν παραβολὴ καὶ ἡ τοῦ μύρου, ἐπιφανέστερον δὲ τὸ ἐκ θεοῦ κατὰ τὴν τῆς δρόσου παραβολὴν γίνεται τὴν ἐξ οὐρανοῦ κατιοῦσαν ἐπὶ τὰ ὄρη. οὐράνιον γὰρ τὸ δῶρον καὶ τὸ ἀγαθόν, οὐκ ἀνθρώπειον οὐδὲ χωρὶς τῆς ἄνωθεν δωρεᾶς ἐν ἀνθρώποις φαινόμενον. | |
265(t) | Ps 133,1.2 | |
1 | Προσημαίνει τὸ τῶν ὕμνων ἔργον ἐσόμενον κατὰ τὴν ἐπισύνοδον ἁπάντων ἁγίων, ὡς μήτε ἡμέρας μήτε νυκτὸς διαλιπεῖν ἅτε μηδὲ τοῦ ὕπνου νικῶντος ἐν τῇ τότε δυνάμει τῶν ἀφθάρτων καὶ ἀκαμάτων σωμάτων. | |
266(t) | Ps 134,1.2 | |
1 | Ὕμνοι 〈μὲν〉 τέλος τῶν ἀγαθῶν, ὕμνων δὲ ὑπόθεσις τὰ ἔργα τοῦ θεοῦ καὶ δῶρα καὶ εὐεργετήματα. οἱ δὲ ὑμνοῦντες οὐχ οἱ ξένοι καὶ μακρὰν ἑστῶτες ἀλλ’ οἱ πρόσεδροι καὶ παραμένοντες, ὥσπερ καὶ κατέστησεν ἐπὶ τούτῳ | |
μενοῦντας τοὺς ὑμνῳδοὺς ὁ Δαυίδ. | 101 | |
267(t) | Ps 134,3.4 | |
1 | Εἴποι δ’ ἄν τις εὐεργεσίαν εἶναι μεγάλην καὶ κεφάλαιον ἁπάντων εὐεργετημάτων παρὰ θεοῦ τὸ προσοικειώσασθαι ἀνθρώπους, καθάπερ τὸν Ἑβραίων προσῳκειώσατο λαὸν καὶ ἐξαίρετον ἑαυτῷ παρὰ πάντα τὰ ἔθνη τότε κατέστησε περισσόν τι καὶ ὑπερέχον θέμενος αὐτούς, καθὸ καὶ ἴδιος | |
5 | αὐτοῦ θεὸς ἐν οἰκειότητι ὁ πάντων θεὸς ἐν δημιουργίᾳ. | |
268(t) | Ps 134,6.7 | |
1 | Τῶν περὶ τὸν Ἰσραὴλ παραδόξως γενομένων μνημονεύων τῶν οὐ φύσει τῇ κατ’ ἀρχὴν ἐκφανείσῃ πραχθέντων ἀλλὰ θελήματι τῷ ὑπὲρ φύσιν (τοῦτο μὲν οὐρανίων οἷον πυρὸς καὶ χαλάζης καὶ σκότους, τοῦτο δὲ ἐπιγείων οἷον δὴ βάτραχοι καὶ ἀκρίδες καὶ σκνῖπες καὶ ἡ κατὰ πρωτοτόκων τιμωρὸς ἐνέργεια, | |
5 | τοῦτο δὲ τῶν ἐν θαλάσσῃ καὶ βυθῷ πεπραγμένων οἷα τὰ κατὰ τὴν ἐρυθράν), ἐπαναφέρει πρὸς τὴν δημιουργικὴν ἐξουσίαν, συνάπτων ταῦτα ἐκείνοις ὡς ἐκ τῆς αὐτῆς γεγονότα δυνάμεως φάσκων ὅτι καὶ καθάπαξ αὐτός ἐστιν ὁ νεφέλας μετεωρίζων ἀπ’ ἄκρων γῆς καὶ ἀστραπὰς ἐκφαίνων ὑετῶν προοίμια καὶ ἀνέμους ἐξ ἀοράτου τῆς ἀρχῆς ἐπιπέμπων· οὐ πρότερον γινωσκομένων ἔνθα | |
10 | εἰσὶ πρὶν ἢ καὶ πνεύσωσι· θεοῦ δὲ θησαυρὸν τὸ τῆς τῶν ἀνέμων γενέσεως ἀθεώρητον καὶ ἄγνωστον εἶναι λέγει, συνεχῶς ἀποκειμένους νοεῖσθαί που τοὺς ἀνέμους καθάπερ ἐν τοῖς σωμάτων ἔχει θησαυροῖς. | |
269(t) | Ps 134,13 | |
1 | Οὐχ ὑπὲρ τοῦ Ἰσραὴλ μόνον γεγενημένα τὰ τεράστια σημαίνει ἀλλ’ εἰς τὴν διὰ πάσης γῆς καὶ χρόνου παντὸς ἐπίγνωσιν θεοῦ, οὐ μόνον ἕως ἐπράττετο τὰ | |
ἔργα γνωριζομένου τοῦ πράττοντος ἀλλὰ καὶ εἰς ὕστερον διὰ μνήμης. | 102 | |
270(t) | Ps 134,15 | |
1 | Ἄνω μὲν οὖν αὐτοὺς θεοὺς ὠνόμασε κατὰ τὴν τῶν ἐθνῶν συνήθειαν τοὺς οὐ θεούς, νῦν δὲ ἐπ’ αἰσχύνῃ τῶν ψευδονύμων θεῶν εἴδωλα ὀνομάζει τῇ τε ὕλῃ διαβάλλων ὅτι ἀργύριον καὶ χρυσίον καὶ τῇ ἐργασίᾳ καθαίρων ὅτι ὑπὸ ἀνθρώπων καὶ τῷ ἀψύχῳ μετὰ τοῦ ματαίου τῶν ψυχῶν ὁμοιώματος διὰ τὸ | |
5 | μὴ ἐνεῖναι πνεῦμα ζωῆς ἐπ’ αὐτοῖς· ὅπερ ἅπαντα τοῦ τε σεβάσματος ἔχει τὴν ἐξ ἐμφανοῦς διαβολὴν καὶ τῶν δαιμόνων τὸν κατὰ τὸ ἐμφανὲς ἔλεγχον ὅτι μὴ θεοὶ ὧν τὰ τοιαῦτα ὁμοιώματα. θεῖον γὰρ τὸ ὁμοίωμα τοῦ θεοῦ· διὸ καὶ ἄνθρωπος εἰκὼν ὁ θεῖος, οὐχ ὁ τῆς θεότητος ἐστηρημένος. | |
271(t) | Ps 135,16—22 | |
1 | Οὐχ ἧττον τοῦ ὑποτάξαι τοὺς πολεμοῦντας αὐτοῖς τὸ δι’ ἐρήμης θρέψαι καὶ ἀνενδεεῖς ὁδηγῆσαι καὶ τὰς τῶν Ἀμορραίων δὲ βασιλέων ἀναιρέσεις ἐλέου θεοῦ δεῖγμα τίθεται χώραν εἰς ἐνοίκησιν ἀγαθὴν παρέχοντος Ἑβραίοις τὴν ἐκείνων. καὶ τοῦτο ἦν τὸ θησαυρίζεσθαι δικαίοις πλοῦτον ἀσεβῶν. οὐδὲ γὰρ | |
5 | αὖ ἑτέρως ἀπώλοντο ἂν μὴ οὐκ εἰς πλήρωσιν ἥκοντες τῶν ἁμαρτιῶν, ὥσπερ θεὸς εἴρηκε πρὸς Ἀβραάμ· καὶ Μωυσῆς γέ φησιν οὐ διὰ τὰς αὐτοῦ δικαιοσύνας τὸν Ἰσραὴλ κεκρατηκέναι τῆς γῆς αὐτῶν ἀλλὰ διὰ τὰς ἐκείνων ἀνομίας καὶ δι’ ἀγάπην θεοῦ 〈τὴν〉 πρὸς τοὺς πατέρας, ὥστε κατ’ ἐκείνους μὲν δικαίαν εἶναι τὴν ὀλοθρευτικὴν κρίσιν, πρὸς δὲ τούτους φιλανθρώπινον τὴν | |
10 | εὐεργετικὴν δόσιν εἰς δὲ τὴν μετοχὴν τῆς φιλανθρωπίας παρασκευὴν γεγενῆσθαι τὴν τῶν πατέρων εὐσέβειαν. οὕτω γὰρ δικαίως καὶ ἀγαθῶς καὶ ἁρμοζόντως εἰς κόσμον ἐκφαίνεται τὰ παρὰ θεοῦ. | |
272(t) | Ps 136,1.2 | |
1 | Ἐν ἐρημίᾳ αὐτοὺς ἐσομένους δηλοῖ οἷα δὴ τὰ τῶν αἰχμαλώτων μετὰ τὴν ἐκ τῶν ἰδίων πόλεων μετανάστασιν. τοῦτο γὰρ τὸ Ἐπὶ ταῖς ἰτέαις ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. | 103 |
273(t) | Ps 136,4 | |
1 | Καὶ κατὰ τὴν πνευματικὴν δὲ λατρείαν ἀλλοτρίαν γῆν ἡγοῦντο τὰς ἀλλοτρίας ψυχὰς καὶ φυλάττεσθαι δὲ ἐν τούτοις ἐκφέρειν τὰ θεῖα καθάπερ εἰς ἀλλότριον ἐξ ἰδίου τόπου μετοικιζόμενα, ὥς φησι τὸ θεῖον στόμα Χριστοῦ Μὴ δότε τὰ ἅγια τοῖς κυσὶ μηδὲ βάλλετε τοὺς μαργαρίτας ἔμπροσθε τῶν | |
5 | χοίρων. τοιοῦτος ἦν καὶ ὁ τὰ σημεῖα τοῦ Χριστοῦ θεάσασθαι βουλόμενος Ἡρῴδης, οὐκ ἐπὶ σεβασμῷ τοῦτο ζητῶν ἀλλ’ ἐπὶ θέᾳ τερπνῇ, διόπερ οὐδ’ ἐτύγχανεν. | |
274(t) | Ps 136,5 | |
1 | Οὐ χρήσομαι, φησίν, ἑτέρᾳ γῇ καθάπερ σοί, ὦ Ἱερουσαλήμ, οὐδ’ ἐν ἴσῳ θήσω τὴν ἀκάθαρτον τῇ καθαρᾷ οὐδὲ τὸ βέβηλον τῷ ἱερῷ παραπλήσιον λογιοῦμαι, ἀλλά μοι καὶ ἐκτὸς ὄντι τῆς σῆς διατριβῆς ὁ σὸς ἐγγίσεται πόθος· καὶ ὁπότε τούτου μετασταίην, μετασταίη μου δύναμις ἅπασα. διά τοι τοῦτο καὶ | |
5 | τὰς εὐχὰς πρὸς τὴν Ἱερουσαλὴμ ἀφορῶντες ἐποιοῦντο καὶ τὸ δυνατὸν τῶν εὐχῶν ἔνθα ἐκομίζοντο κατὰ τὰς Σολόμωνος αἰτήσεις καὶ τὰς θείας ἐπαγγελίας, ὥσπερ ἡμῖν τὴν πρὸς τὴν οὐράνιον Ἱερουσαλὴμ ἀφορᾶν ἀναγκαῖον. | |
275(t) | Ps 136,6a | |
1 | Οὐδὲ γὰρ τὸ τῶν λόγων ὄργανον ἐρρῶσθαι δίκαιον, ὁπότε μὴ εἰς ἃ δεῖ παραλαμβάνοιτο. διὸ καὶ τὴν ζωὴν ἅπασαν οἱ μακάριοι ἄνδρες τῇ περὶ τοὺς ὕμνους ἀνετίθεσαν φροντίδι λέγοντες Ἄισω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω. τίμιος δὲ καὶ ἡ πόλις αὐτοῖς διὰ τὴν ἐν αὐτῇ | 104 |
5 | καθεστηκυῖαν λατρείαν θεοῦ, ὥσπερ καὶ προείρηται τὸ Ἕνεκα τοῦ οἴκου τοῦ θεοῦ μου ἐξεζήτησα ἀγαθά σοι. | |
276(t) | Ps 136,6b | |
1 | Τὸ γὰρ ἄκρον καὶ καθαρὸν τῆς εὐφροσύνης ἐν τῷ μεμνῆσθαι τῆς ἱερᾶς πόλεως τίθεται. οὕτω γὰρ καὶ τὰς ἑπομένας εὐφροσύνας ἀγαθὰς εἶναι συμβήσεται, καθὰ ἡμῖν ὁ κύριος τὰς ἱερὰς τροφὰς πρὸ τῶν κοινῶν καὶ σωματικῶν εἰσηγεῖται. | |
277(t) | Ps 136,8.9 | |
1 | Τὸ δίκαιον εὔχονται κομίσασθαι Βαβυλωνίους ἅπερ δεδράκασι. τοῦτο γὰρ τὸ ὅσιον κρίμα κατὰ τὸ Γινώσκεται κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. μακάριον δὴ καὶ τὸν τοῦτο δυνησόμενον ἀποφαίνεται δι’ οὗ τὴν δικαίαν κρίσιν ὁ θεὸς ἐκφαίνει καὶ | |
5 | στρέψει κατὰ τῶν διαρπασάντων τὸ διαρπάζεσθαι καὶ κατὰ τῶν ἀνῃρηκότων τὸ ἀναιρεῖσθαι. θεοῦ γὰρ ἡ λειτουργία, μακάριος δὲ ὁ θεῷ λειτουργῶν. προσκεῖσθαι δὲ δεῖ καὶ τὸ μετὰ γνώσεως καὶ τῆς οἰκείας προαιρέσεως, ὥστε οὐ Κῦρον μακαρίζει τὸν Περσῶν βασιλέα Βαβυλωνίων κρατήσαντα ὅτι μηδ’ ἔγνω τοῦ χάριν τὴν κατ’ ἐκείνων ἰσχὺν ἐλάμβανε μηδὲ τὸν δεδωκότα | |
10 | ταύτην θεὸν (Σὺ γὰρ οὐκ ἔγνως με, φησί) μηδὲ συνῆκε διὰ τὴν τοῦ Ἰσραὴλ ἄφεσιν εἰς ἐξουσίαν προαγόμενος, ὡς ἔχει τὰ διὰ τοῦ Ἡσαΐου προφητευθέντα· ἀλλ’ ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς ἀποδιδόντας τὰ ἀμοιβαῖα τῇ Βαβυλῶνι καὶ τὸν τὰ νήπια αὐτῆς προσαράσσοντα τῇ πέτρᾳ καὶ ἀναιροῦντα αὐτά. καὶ γὰρ τῷ ὄντι τὸ μὲν πρῶτον μακάριον ἦν τὸ μὴ θεάσασθαί ποτε τὴν | |
15 | Βαβυλῶνα μηδὲ ἐν τῇ συγχύσει γενέσθαι τῶν ταύτης κακῶν· εἰ δ’ ἅπαξ τις γένοιτο ἐν αὐτῇ ἀποπεσὼν τῶν κρειττόνων, μακάριος ἂν εἴη, εἰ ἃ πέπονθε ποιήσειε καὶ ἀνταιχμαλωτίσειε τοὺς Βαβυλωνίους καὶ αὐτὰς τὰς τῶν Βαβυλωνίων ψυχὰς μεταγάγοι ἐπὶ τὸν τοῦ θεοῦ φόβον· εἰ δὲ καὶ τὰ νήπια αὐτῶν μὴ συγχωρήσειεν αὐξῆσαι ἀλλὰ καὶ συντρίψειε πρὸς τῇ πέτρᾳ, πολλῶν | 105 |
20 | ἂν γένοιτο μακαριώτερος. Βαβυλῶνος δὲ νήπια τὰ σπέρματα τῆς κακίας καὶ τὰς ἀρχὰς τῶν συγχυτικῶν ἁμαρτημάτων οὐκ ἂν ἁμάρτοις εἰπών, ἃ δὴ τῷ λόγῳ τῷ σωτηρίῳ (ἡ πέτρα γὰρ ἦν ὁ Χριστὸς) ἀναιρεῖν πρὸς τὸ μὴ αὐξεῖν μηδὲ εἰς ἔργα προέρχεσθαι σπουδάσει ὁ ἐν τούτοις μακαριζόμενος. | |
278(t) | Ps 137,1.2 | |
1 | Ἀπόκειται μὲν τῷ Ἰσραὴλ ἡ τῶν κατ’ αὐτὸν πραγμάτων διόρθωσις, ὡς αἱ προφητεῖαι λέγουσι, προεισέρχεται δὲ ἡ ἐξ ἁπάντων ἐθνῶν ἐκκλησία δευτέραν ἀπολιποῦσα χώραν τοῖς ἀπὸ Ἱερουσαλὴμ ἐπιστραφησομένοις. οὕτω δὴ καὶ ἐν τοῖς προκειμένοις αἰχμαλωσίαν μὲν τοῦ ἔθνους ἀρτίως ἠκούομεν καὶ | |
5 | δέησιν ὑπὲρ τῆς τιμωρίας τῶν αἰχμαλωτισάντων, ἀκολουθεῖ δὲ τὸ νῦν ᾆσμα τὴν τοῦ λόγου τοῦ θεοῦ κατὰ πᾶσαν οἰκουμένην ἐπιφάνειαν ἀπαγγέλλον, ὥσπερ καὶ ἐν Ἡσαΐου τῷ προφήτῃ προαποδυρομένου τοῦ λόγου τὴν Σιὼν ὅτι ἐγενήθη ἔρημος καὶ εἰς κατάραν τὸ ἅγιον εὐθὺς ἡ παρὰ τοῖς ἄλλοις ἔθνεσι γνῶσις τοῦ θεοῦ προαγγέλλεται κατὰ τὸ Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐρωτῶσιν, | |
10 | εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. τοιαύτην οὖν εἶχε τάξιν καὶ ἡ τούτων σύνθεσις τῶν ᾀσμάτων, μετὰ τὴν ὑπὲρ Ἰσραὴλ δέησιν εὐχαριστίας ἀκολουθήσης καὶ ὕμνων προδηλουμένων καὶ προσκυνήσεων τῶν πρὸς θεόν, ἐπεί τε τῷ ἐλέει αὐτοῦ καὶ τῇ ἀληθείᾳ διὰ τὴν τοῦ λόγου τοῦ θεοῦ ὑπὲρ ἅπαν ὄνομα αὐτοῦ δόξαν (τουτέστι τὸ νῦν ἐπιτετελεσμένον) τὸ δοξάζεσθαι τὸν θεὸν ἐν τῷ τοῦ | |
15 | λόγου ὀνόματι ὡς οὔ ποτε πρότερον ἐδοξάσθη, διότι γῆς μόριον κατεῖχεν ἡ τοῦ θεοῦ λατρεία πρὸ τῆς ἐκφανείας τοῦ λόγου. καὶ ποιητὴς μὲν ἁπάντων ἀνυμνεῖτο καὶ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ κατηγγέλλετο, ταῦτα δὲ πάντα μέχρι τοῦ Ἑβραίων ἔθνους εἶχε τὴν γνῶσιν καὶ τὴν τιμήν· ὁπότε δὲ τὸ ζῶν λόγιον αὐτοῦ πέφηνεν ἐξελθὸν παρὰ θεοῦ καὶ εἰς τὸν κόσμον διὰ σώματος | |
20 | ἐκκαλυφθέν, τότε πᾶν ἔθνος καὶ πᾶσα ἡ οἰκουμένη πρὸς τὴν τοῦ θεοῦ λατρείαν συντρέχει καὶ τῷ ὀνόματι τοῦ λόγου δουλεύει καὶ τὸν θεὸν ἐν τῇ τοῦ λόγου παρουσίᾳ δοξάζει, νῦν μὲν ἐν ἔθνεσι τὸ σέβας πεπλεονακὸς κατὰ τὸν ἔλεον, | |
φυλαττόμενον δὲ καὶ τῷ Ἰσραὴλ κατὰ τὴν ἀλήθειαν τὴν τῶν ἐπαγγελιῶν. | 106 | |
279(t) | Ps 137,3 | |
1 | Μεγάλην δηλοῖ τὴν εὐμένειαν καὶ ταχείαν τὴν ὑπακοὴν ἐν ὀνόματι τοῦ Χριστοῦ καὶ δυνάμεως ἐπιχορηγίαν εἰς ψυχὰς διδομένην. λέγει γὰρ Χριστὸς Ἐάν τι αἰτήσητε ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ποιήσω· καὶ τοῦ πνεύματος ἐπιχορηγίαν ὁ ἀπόστολός φησιν εἰς τοὺς πιστεύοντας γίνεσθαι. | |
280(t) | Ps 137,5 | |
1 | Ὑμνείσθω ἡ θεοῦ πρόνοια διότι μέγας θεὸς καὶ τὸ μεγαλεῖον αὐτοῦ διὰ τῆς προνοίας ἐκφαίνεται, καθὰ καὶ διὰ τῶν σεραφὶμ ἀνυμνεῖτο τὴν ἐν τῇ παρούσῃ προνοίᾳ καὶ οἰκονομίᾳ δόξαν θεοῦ βοώντων ἐν τῷ λέγειν Ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. | |
281(t) | Ps 137,6 | |
1 | Ὅτι, φησίν, ἀπολαύει τῆς τοῦ θεοῦ δωρεᾶς ἡ ἀνθρωπίνη κτίσις, καὶ ταύτης γε ἡ ἐλάττων καὶ ἀτιμωτέρα πρότερον οὖσα ἐθνικὴ οὐδὲ αὐτὴ νῦν ὑπεροφθεῖσα, διότι θεῷ πάντα ταπεινὰ καὶ τὰ ὑψηλότατα, ὡς καὶ ταῦτα πόρρωθεν γινώσκεσθαι διὰ τὸ μὴ δύνασθαι τῷ ἀνεφίκτῳ ὕψει τοῦ θεοῦ | |
5 | συνεγγίζειν. ἅτε οὖν πάντων ὄντων μικρῶν πρὸς θεόν, οὐδὲν θαυμαστόν, εἰ καὶ ἐπὶ τὰ μικρότατα διήκει ταῖς εὐεργεσίαις, τουτέστιν ἐπὶ τοὺς ἐλπίδα μὴ | |
ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ οὓς μηδὲ ὄντας ὁ ἀπόστολος κέκληκεν. | 107 | |
282(t) | Ps 137,7.8a | |
1 | Δεύτερον ἐπιφέρει τὸ τοῦ Ἰσραὴλ μέρος θλίψεσι μὲν ἐναποληφθέν, ἐπισκευασθησόμενον δὲ εἰς σωτηρίαν· δι’ οὗ σοι πολέμιοι πλήσσονται πρὸς θεοῦ, αὐτοὶ δὲ σωτηρίας τῆς παρὰ θεοῦ τεύξονται. Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ· ἀνταποδώσει γὰρ ὑπὲρ ἠδικημένου τοῦ ἔθνους ὥστε αὐτοὺς ἐκ τῶν | |
5 | βιαζομένων χειρῶν ἐξελέσθαι. | |
283(t) | Ps 137,8c | |
1 | Εἰ καὶ καρπούς, φησίν, ἀξίους τῆς σῆς ἀγάπης οὐ παρεχόμεθα, ἀλλ’ ὅτι γέ ἐσμεν ἔργα σά, μὴ παροφθῆναι ἀξιοῦμεν. | |
284(t) | Ps 138,5 | |
1 | Ἐνταῦθα δὲ φαίνεται καὶ ψυχὴν καὶ σῶμα εἰς ἓν τιθεὶς καὶ ὑπὸ μίαν πλάσιν ἑκάτερα τάττων, ὅτι δὴ τῶν ψυχικῶν ἰδιωμάτων τὴν γνῶσιν ἀπὸ τῆς διαπλάσεως ἔχειν φησὶ τὸν θεόν, καθὰ καὶ ἕτερος εἴρηκεν Ὁ πλάσας πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. οὐ γὰρ ἐν διαστάσει τὸ ποίημα, ἀλλ’ εἰ καὶ | |
5 | καλλίων ἡ τῆς ψυχῆς ποίησις παρὰ τὴν τοῦ σώματος, οὐχ οἱονεὶ χειροποιητὸς οὖσα κατὰ τὴν τῆς ὕλης μόρφωσιν ἀλλ’ ἐμπνευστὴ κατὰ τὴν ἐκ θείας δυνάμεως ὑπόστασιν. ὅλως γοῦν εἰς ἓν ἑκάτερα συντελεῖ, καθὰ καὶ ὀνόματος ἑνὸς κοινωνεῖ ποτε μὲν ψυχὴ τὸ συναμφότερον, ποτὲ δὲ σὰρξ ὀνομαζόμενον· καθὰ καὶ εἰκόνα θεοῦ τὸν ἄνδρα λέγων ὁ ἀπόστολος τῆς ἐμπνεύσεως ἕνεκα | |
10 | τῆς εἰς αὐτὸν γεγονυίας παρὰ θεοῦ ἣ μὴ γέγονεν ἐπὶ γυναικός, δῆλός ἐστι συμπεριλαμβάνων τῇ ψυχῇ καὶ τὸ σῶμα καθὸ διακρίνεται τὸ ἄρσεν τοῦ | |
θήλεος. | 108 | |
285(t) | Ps 138,9.10 | |
1 | Οἷον δὴ καὶ ἐπὶ τοῦ Ἰωνᾶ πέφηνεν εἰς θάλασσαν ἀποφυγόντος καὶ ὡς τὴν δύναμιν εὑρόντος τοῦ θεοῦ περί τε τὴν ὑδάτων κίνησιν κλύδωνας ἐγειρόντων καὶ περὶ τὴν τῶν ζῴων φύσιν, κήτους τε αὐτὸν ὑποδεχομένου καὶ μὴ συντρίβοντος, αὐτοῦ τε ἐν κήτει φυλαττομένου καὶ μηδεμίαν φθορὰν | |
5 | ὑπομένοντος. | |
286(t) | Ps 138,15.16 | |
1 | Αὐτήν, φησί, τὴν ὑπόστασίν μου γινώσκεις, καὶ σὸν ἔργον ἡ τῶν ἐμῶν ὀστῶν σύνθεσις· ἐν ἀποκρύφῳ μητρώας γαστρὸς ὥσπερ εἴσω γῆς 〈διαπεποικιλμένον〉 ἔγνως με καὶ πρὶν ἢ μορφωθῆναι· καὶ γέγραμμαι παρὰ σοὶ καθάπερ ἐν βιβλίῳ, καὶ πᾶς ὅλως ἄνθρωπος ὁ δημιουργούμενος χρόνῳ | |
5 | μεμετρημένῳ ἡμερῶν ποσότησιν· ὃ δὴ καὶ θαυμάσιον τῆς τάξεως καὶ τῆς ἀκριβοῦς συμμετρίας τὸ μηδεμιᾶς ἐνδεούσης ἡμέρας τὴν ζωογονίαν ἀποδίδοσθαι. | |
287(t) | Ps 138,17.18 | |
1 | Καὶ οὐδὲ βραχεῖς ᾠήθην, φησίν, εἶναι τοὺς δικαίους διὰ τὸ καθ’ ἕκαστον καιρὸν ὀλίγους εὑρίσκεσθαι, ἀλλ’ εἰς τὸ πᾶν πλῆθος ἀπεῖδον τὸ ἐξ αἰῶνος ὑπάρξαν πολλούς τε εἶδον αὐτοὺς καὶ ἀριθμῷ πλείονας, οὓς ἡ ἀνάστασις ἀθρόους ἐπιδείξει καὶ μάλιστά γε νῦν εἰς πλῆθος αὐξηθέντας ἐπὶ τῆς Χριστοῦ | |
5 | παρουσίας κατὰ τὸ Ἐπλήσθη ἡ γῆ σύμπασα τοῦ γνῶναι τὸν κύριον, καὶ τὸ | |
Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. | 109 | |
288(t) | Ps 138,23.24 | |
1 | Τιμίων ὄντων παρὰ σοὶ τῶν δικαίων ἀνδρῶν καὶ εἰς δόξαν αἰωνίαν κειμένων, εἰς ἀπώλειαν δὲ τῶν πονηρῶν, ἱκετεύω καθαρθῆναι πονηρίας ἁπάσης τῇ παρὰ σοῦ καθάρσει, ὃς καὶ ἐν οἷς ἀγνοοῦμεν κακίᾳ περιπίπτοντες καθαίρειν ἡμᾶς δυνατῶς ἔχεις. παντὸς οὖν με κακοῦ, φησί, καθήρας τοῦ πρὸς | |
5 | ὄλεθρον ἄγοντος δι’ ἀγαθῶν ἄγοις πράξεων ἐφ’ αἷς αἰώνιος ἀποκείσεται ζωή. | |
289(t) | Ps 139,9 | |
1 | Ἄξιον θεοῦ τὸ λεγόμενον τὸ μὴ δοθῆναι τῇ παρανομίᾳ φρόνημα μηδ’ ἔπαρσιν κατὰ τῆς δικαιοσύνης μηδὲ τὸ πικρὸν καὶ ὀλέθριον αὐτοῖς εἰς πέρας ἐκβῆναι καὶ συγχωρηθῆναι κρατῆσαι τούτων ἐφ’ οἷς τὴν πικρίαν ἔχουσιν. ἐπιτυγχάνουσα γὰρ ἀδικία πολὺ χαλεπωτέρα καὶ εἰς βλασφημίαν αὔξεται τὴν | |
5 | κατὰ τοῦ θεοῦ τῆς δικαιοσύνης. | |
290(t) | Ps 139,11 | |
1 | Καὶ πεσοῦνται πτῶσιν, οὐχ οἵαν οἱ δίκαιοι πίπτοντες καὶ ἀνιστάμενοι ἀλλὰ τὴν ἀνίατον καὶ μηκέτι εἰς ἀνάστασιν ἐρχομένην· οἰχήσονταί τε εἰς ἀφανές, οὐ δυνηθέντες ἐπὶ γῆς ἑδραῖοι γενέσθαι ἀλλ’ ἐξωθέντες ἀπ’ αὐτῆς ἐν ταῖς φθοροποιαῖς τιμωρίαις. | |
291(t) | Ps 140,2 | |
1 | Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ δικαίων, | |
νύκτα καὶ ἑσπέραν τὸν παρόντα νοήσωμεν, ἑσπέραν μὲν ὡς ἔχοντά τι φωτὸς δι’ ἀπολειπομένην γνῶσιν τοῦ καλοῦ καὶ δώρων ἕνεκα τῶν παρὰ θεοῦ, νυκτὰ δὲ κατὰ τὸ σκοτῶδες τῆς πονηρίας καὶ τὴν τῶν κοσμοκρατόρων τοῦ σκότους | 110 | |
5 | καταδυναστείαν. ἐντενοῦς τοίνυν βοήσεως δεῖται νῦν ἄνθρωπος, ὅτι πεπίληται σκότῳ καὶ βαρύνεται τοῖς ἐνεστῶσι κακοῖς, πρὸς τὸν μόνον φωτίσαι δυνάμενον καὶ ὄρθρον ἐξ ἑσπέρας καὶ ἡμέραν ἐκ νυκτὸς ἐπιδεῖξαι καὶ τῶν κακῶν ἐργάσασθαι μεταβολήν. | |
292(t) | Ps 140,4.5 | |
1 | Τὸν κατὰ κακίας τοίνυν ποιεῖται λόγον, καθαρὸς ἐξ αὐτῆς καὶ ἀλλότριος τῶν ἐν ταύτῃ ζώντων εἶναι βουλόμενος. Ἀξιοπιστότερα γὰρ τραύματα φίλων ἢ ἑκούσια φιλήματα ἐχθρῶν. | |
293(t) | Ps 140,6.7 | |
1 | Ὅτι, φησί, χλευάζουσι τὸ καλὸν καὶ αὐτὸ τὸ ὁμολογουμένως κάλλιστον, τὴν προσευχὴν κατὰ τὸ ἑαυτῶν βούλημα διασύροντες. τοῦτο δὲ αὐτούς, φησί, καὶ ἀναστάτους ἐκ γῆς ἀπολεῖ καθάπερ ἐξορυχθέντας διὰ πέτρας ὠθούσης καὶ τὴν ῥίζωσιν ἐκτοπούσης. καὶ γέλωτα ἔθεντο καὶ ἡδονὴν λόγους τοὺς ἐμούς, τὰ | |
5 | σεμνὰ γελῶντες διὰ τὸ τοῖς ἀσέμνοις χαίρειν καὶ χρονίᾳ τῇ περὶ ταῦτα συνηθείᾳ τὴν αἴτησιν ἐκκεκόφθαι τὴν περὶ τὰ καλὰ καὶ ὄντως ποθεινὰ καὶ τερπνά. δεύτερον τὸ περὶ τοῦ θανάτου λέγει τὸ λυπηρὸν τῆς τοῦ ἀνθρώπου διαλύσεως διηγούμενος ὅτι βώλου τρόπῳ διαλυομένου σκεδάννυται. | |
294(t) | Ps 140,10 | |
1 | Ὁ Σύμμαχος· Ἐμπέσοιεν εἰς τὰ δίκτυα ἑαυτῶν παράνομοι. εἰς αὐτούς, φησί, περισταίη μηχανήματα καὶ μὴ εἰς τοὺς ἀναιτίους ἡμᾶς. ἐκκλινῶ δέ, φησίν, ἐγὼ τὴν πρὸς τοὺς πονηροὺς ἀνάμιξιν, ἕως ἂν αὐτοὺς καὶ διαφυγεῖν δυνηθῶ. αὕτη γὰρ ἀσφάλεια πρὸς τὸ μηδὲν ὑπ’ αὐτῶν λυμανθῆναι τὸ μηδὲ | 111 |
5 | πλησιάζειν μηδὲ συμφύρεσθαι. τοῦτο καὶ Ἱερεμίας φησὶν Ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ· καθήσεται κατὰ μόνας καὶ σιωπήσεται. νῦν δὲ ἡμῖν πνευματικὸς ὁ ἐκ τῶν πονηρῶν χωρισμὸς ὅτι ἀδύνατος ὁ σωματικός, ἐπεὶ ὀφείλομεν ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν ὡς ὁ Παῦλος λέγει. | |
295(t) | Ps 141,2 | |
1 | Καλὴ μὲν οὖν καὶ ἡ τῆς δυάδος ἑνότης ἐπὶ τοιούτου τιθεῖσα τὸν κύριον καὶ τὸν θεόν, γνωριστικωτέρα δὲ τοῖς τὰ τέλεια μεμαθηκόσιν ἡ τῆς δυάδος ἐν τῇ ἑνότητι κατάληψις ἣν ὁ Παῦλος παρίστησιν, ἕνα μὲν θεὸν ἕνα δὲ κύριον ἐξηγούμενος, οὓς καὶ δύο ὄντας ἑνοῖ τὸν θεὸν μὲν ἐν κυρίῳ κύριον δὲ ἐν θεῷ | |
5 | νοεῖσθαι· καθὸ τὰ τῆς θείας καὶ κυριευτικῆς οὐσίας ἐν ταυτότητι θεωρεῖται, ἐκ πατρὸς μὲν εἰς υἱὸν ὁρμηθέντα κατὰ τὸ θεϊκόν, ἐξ υἱοῦ δὲ εἰς θεὸν ἀναγόμενα κατὰ τὸ κυριευτικόν. | |
296(t) | Ps 141,8 | |
1 | Οὐ τῷ φυγεῖν δὲ τὴν ὑπ’ ἐχθρῶν πολιορκίαν τίθεται τέλος, ἀλλὰ τὸ ἔτι κάλλιον τῷ θεῷ χάριν ἀνενεγκεῖν· τοῦτο γὰρ δὴ τὸ ἀκρότατον τέλος. | |
297(t) | Ps 142 arg. | |
1 | Ἄλλοι δέ φασι μὴ εἶναι ἀνεπίγραφον τὸν ψαλμὸν ἀλλ’ ἐπιγεγράφθαι Ψαλμὸς τῷ Δαυίδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδίωκεν. οὐ διὰ πασῶν μέντοι τῶν ἑρμηνειῶν πρόσκειται τοῦτο. τὰ δὲ λεγόμενα οὐκ ἀλλότρια· οὐδὲν δὲ κωλύει | |
περὶ τῆς ὑπὸ Σαοὺλ διώξεως εἰρῆσθαι αὐτά. | 112 | |
298(t) | Ps 142,8ab | |
1 | Κατὰ δὲ τὴν ὅλην τῆς τῶν δικαίων ζωῆς ὑπόθεσιν ἢ τὸν τέλεον ἔλεον οὔπω νῦν ἐπιδέχεται, ἀλλὰ τὴν μέλλουσαν ἐπιφάνειαν τὴν ἐξ οὐρανοῦ μηνύουσαν τὸ πρωΐ, ὅτε καταυγάσει δικαίους ὁ δεσπότης ἐξ οὐρανοῦ φανείς. | |
299(t) | Ps 142,11 | |
1 | Τὸ τῆς ἀγαθότητος ὄνομα τῆς τοῦ θεοῦ σωτηρίας πρόφασιν ἑαυτῷ γίνεσθαι ἀξιοῖ κατὰ τὸν ἀπόστολον λέγοντα Εἰς ἔπαινον τῆς δόξης τῆς χάριτος αὐτοῦ. | |
300(t) | Ps 143,4.5 | |
1 | Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. | |
301(t) | Ps 144,1 | |
1 | Κατὰ μὲν τὸν νῦν βίον τοῦ κατὰ διαδοχὴν ἑνὸς ἀνθρώπου ταῦτα ἂν εἶναι δύναιτο, ὅτι τῶν προτέρων ἀπιόντων εἰς τὴν ἐκείνων χώραν εἰσὶν οἱ διαδεχόμενοι· διὸ καὶ τῷ τοῦ Ἀδὰμ ὀνόματι καλούμεθα πάντες ὡς ἐκεῖνος ὄντες αὐτοί, καὶ ὁ θεὸς Ἐγώ, φησίν, ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, | |
5 | ἕνα τοὺς πάντας λογιζόμενος. κατὰ δὲ τὴν μέλλουσαν ζωὴν καὶ ἐφ’ ἑκάστου ταῦτα ἀληθινὰ διηνεκῶς καὶ αἰωνίως ὑμνοῦντος θεὸν καὶ ὡς οὐκ ἐξαρκοῦντος | |
πρὸς ὀλίγον ὑμνῆσαι προστίθεται τὸ Εἰς αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | 113 | |
302(t) | Ps 144,4 | |
1 | Ἐπεὶ πάντα ἃ ἐποίησεν ὁ θεὸς μένει εἰς τὸν αἰῶνα κατὰ τὸν Ἐκκλησιαστήν, ἑκάστη γενεὰ βλέπουσα αὐτοῦ τὰ ἔργα ἐπαινεῖ αὐτὰ, ὑπὲρ πάντα ἔπαινον τυγχάνοντα αὐτὰ ὁρῶσα. Καὶ ἀπαγγέλλουσι τὴν δύναμίν σου, καθ’ ἣν εἰς ὕπαρξιν ἤγαγες αὐτά. αὕτη δέ ἐστιν ἡ σοφία καθ’ ἣν πάντα | |
5 | πεποίηκας, δύναμις δὲ καὶ σοφία σου τὸ γέννημα τὸ μονογενές σου· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία. | |
303(t) | Ps 144,12 | |
1 | 〈Γνωρίζουσι δὲ〉 ὅτι τὴν ἐπὶ πᾶσιν ἔχει δυναστείαν, εἰ καὶ μὴ ταύτην ἐκφαίνει οὔπω τῶν ἀνθρώπων ἐχόντων δεκτικῶς. μικροὶ γὰρ οἱ ἄνθρωποι πρὸς τὸ δηλωθῆναι τὴν μεγαλειότητα τῆς θείας βασιλείας ἐν αὐτοῖς· διὸ ἐπιφέρει τὸ πρέπον θεῷ. | |
304(t) | Ps 144,16 | |
1 | Χειρῶν θεοῦ λέγων ἄνοιξιν τὴν τῶν δημιουργουμένων τροφῶν χορηγίαν δῆλός ἐστιν οὐ σωματικὰς χεῖρας παριστὰς ἀλλὰ τὸ δημιουργικὸν οὕτως 〈ὁμοιῶν.〉 | |
305(t) | Ps 144,17 | |
1 | Εἰ γὰρ μὴ διὰ πάντων, φησί, θεωρεῖται τὸ φιλάνθρωπον, ἀλλὰ πρόσεστι | |
τοῖς τερπνοῖς καὶ σωτηρίοις πολλὰ καὶ ἐπίπονα καὶ φθαρτικά, οἷα δὴ καρπῶν τε ἀφορία καὶ θηρίων γενέσεις ὀλεθρίων καὶ νόσων καταβολαί· ἀλλ’ οὖν οὐδὲν τούτων ἐκτὸς δικαιοσύνης καλῶς συμπεπλεγμένης τῇ ἀγαθότητι πρὸς | 114 | |
5 | τὸ μὴ φθαρῆναι τὴν περὶ τὸ καλὸν σπουδὴν διὰ τὴν ἐν παρανομήσασιν ἀνεπιτίμητον εὐθυμίαν. | |
306(t) | Ps 144,21 | |
1 | Πάλιν δ’ ἐπὶ τὸ μακρὸν καὶ ἀνατείνει τὰς ὑμνήσεις καὶ οὐκ ἐφ’ ἑνός τε ἴστησι 〈καὶ τοῦ〉 ἰδίου προσώπου, ἀλλὰ πάντας ἀνθρώπους τὸ ἴσον ποιήσειν *** εἰς τὸν ἄπειρον αἰῶνα, εἰ καὶ ὄψεταί ποτε σὺν δραμουμένοις, δηλῶν εἰς κοινωνίαν τῶν δικαίων οἳ γεγόνασιν ἀρχὴ θεῷ κατὰ τὸν | |
5 | ἀπόστολον. | |
307(t) | Ps 145,1.2 | |
1 | Ἔοικε διδάσκειν ὅτι τοῦτο τῆς ζωῆς ἔργον, τοῦτο τοῦ ὑπάρχειν ὄφελος, εἰ πρὸς τὴν ὄντως ζωὴν συναπτόμεθα καὶ πρὸς τὸν ὄντως ὄντα· τοῦτο γὰρ ἐφόδιον καὶ εἰς τὴν ὄντως ζωὴν καὶ εἰς τὸ ἀϊδίως ὑπάρξαι, ἐπείπερ ἐκ τῆς νῦν ζωῆς ἐφόδιον πρὸς τὴν μέλλουσαν ἐπαγόμεθα. | |
308(t) | Ps 145,5 | |
1 | Οὕτω μὲν ἡ εἰς ἀνθρώπους ἐλπὶς ἀθλία, ἡ δὲ εἰς θεὸν μακαρία. ἀληθὴς γὰρ βοηθός, αἰώνιος καὶ τῶν ἁπάντων κρατῶν· ἐν τούτῳ ἡ ἐξουσία ὡς ἐξ | |
ἀφθόνου πλούτου καὶ ἀπείρου μεγάλα ῥᾳδίως εὐεργετεῖν. | 115 | |
309(t) | Ps 146,4 | |
1 | Τοσοῦτος καὶ τηλικοῦτός ἐστιν ὡς μηδὲ τοὺς ἀναρίθμους ἀστέρας ἐκτὸς εἶναι τῆς γνώσεως αὐτοῦ ἀλλ’ ὑπ’ αὐτοῦ 〈ῥυθμισθέντασ〉 αὐτῷ δὴ καὶ ἀκριβῶς ἐγνῶσθαι τὴν ἑκάστου φύσιν καὶ δύναμιν διακρίνοντι καθάπερ ὀνόματα τῶν διορισμῶν. | |
310(t) | Ps 146,5 | |
1 | Ἰσχὺν μὲν οὖν καὶ σύνεσιν, εἰ καὶ ἀνθρωπίνως ἀκούομεν, μὴ ἀνθρωπίνως νοῶμεν οἵα ἐστὶν ἰσχὺς καθ’ ἣν ὁ ἰσχυρὸς ἄνθρωπος ἐνεργεῖ καὶ σύνεσις καθ’ ἣν ὁ σοφὸς βουλεύεται προσγινόμενόν τε καὶ ἀπογινόμενον ἔχων τὸ δυνατὸν καὶ σοφόν. ὡς θεὸς γὰρ οὐχ οὕτω δυνατὸς καὶ σοφὸς ὅς γε μηδ’ ἔχει τι | |
5 | κάλλιον καὶ ἧττον ἐν ἑαυτῷ, οἷον τὴν δύναμιν καὶ τὸ πεπληρωμένον δυνάμεως σοφίαν τε καὶ σοφίας πλῆρες, ὅλως ὢν τὸ τελεώτατον καὶ διὰ τοῦτο οὐ πληροῦσαν αὐτὸν δύναμιν καὶ σοφίαν ἔχων ἀλλὰ πλήρη προελθοῦσαν ἐξ ἑαυτοῦ, καθὰ καὶ Σολομὼν γέννημα τὴν σοφίαν λέγει καὶ ἐκ θεοῦ προσεληλυ‐ θυῖαν τὴν αὐτοσοφίαν παρίστησι, τῇ δὲ σοφίᾳ γεγενῆσθαι τὰ δημιουργήματα | |
10 | φάσκων μεῖζόν τι τῆς αὐτουργικῆς δημιουργίας τὸν τῆς σοφίας γεννήτορα εἶναι διδάσκει, ᾧ καὶ ἡ μακρὰ προσῆκεν ὑπεροχὴ ἡ 〈τὴν〉 πρὸς τὰ ποιήματα συνάφειαν ὑπεραναβεβηκυῖα τῇ 〈προσούσῃ〉 τῷ δημιουργοῦντι, ἀδυνάτου ὄντος ἐννοηθῆναί τι μεῖζον τοῦ μεγίστου ὥστε ὅπερ νοεῖται μέγιστον τῷ πᾶσαν ἐκβεβηκέναι τὴν πρὸς τὰ ποιήματα σχέσιν τοῦτό ἐστι περὶ τὸν τῆς σοφίας καὶ | |
15 | δυνάμεως πατέρα· καὶ οὕτω μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ σύνεσις ὡς ἐξ αὐτοῦ τε οὖσα καὶ σὺν αὐτῷ γέννημα καὶ καρπὸς καὶ υἱός, οὐχ ὡς ἐν αὐτῷ συμβεβηκός, περὶ ἧς εἴρηται Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία· εἶτ’ ἐπεὶ καὶ σοφία ἐστὶν ἡ δύναμις αὐτὴ συνωνύμως ἔχουσα πρὸς τὴν σύνεσιν ἐν ᾗ τὸν οὐρανὸν πεποίηκε κατὰ τὸ λεχθὲν Τῷ ποιήσαντι τὸν οὐρανὸν ἐν συνέσει, πρὸς | |
20 | τὸ εἶναι ἰσχὺς μεγάλη καὶ σύνεσις αὐτοῦ τυγχάνει ἀριθμὸν οὐκ ἔχουσα 〈ἀναρίθμητοσ〉 καὶ ἀνεξιχνίαστος ἡ θεοῦ σύνεσις, ὅθεν γέγραπται Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ. βαθυτάτη γὰρ οὖσα ἡ σύνεσις αὐτοῦ δι’ ἀκαταληψίαν ἀριθμὸν οὐκ ἔχει. εἰ δὲ καὶ διὰ τὸ ὑπερβάλλον πλῆθος τῶν ἐν αὐτῇ θεωρημάτων μὴ ἔχειν ἀριθμὸν λέγεται, καὶ σὺ αὐτὸς ἐπιστήσεις. | 116 |
311(t) | Ps 148,2 | |
1 | Ἄγγελοι μὲν ἂν εἶεν οἱ ἐν οὐρανοῖς, δυνάμεις δὲ καὶ τούτων ὑπεράνω τοῖς ὑψίστοις προσήκουσαι, ὑπὲρ τὸ διαγγέλλειν ἀνθρώποις οὖσαι, 〈ἐν〉 δὲ μόνῃ τῇ παρὰ θεῷ βεβαιότητι διηνεκῇ τὸ μακάριον ἔχουσαι, ὁποῖαι καὶ αἱ καλούμεναι παρὰ ἀποστόλῳ θρόνοι ἐνδεικνυμένου τοῦ ὀνόματος τὸ ἐφιδρῦσθαι αὐταῖς τὸν | |
5 | θεὸν τὰς δὲ ὑποκεῖσθαι τῇ θείᾳ καὶ ὑπὲρ κτίσιν μεγαλειότητι, ἐν τούτῳ δὴ καθεστηκυίας ἀεὶ καὶ τὸ στάσιμον καὶ πεπηγὸς ἐχούσας ἐν τῇ τῆς θείας δόξης ὑποδοχῇ. | |
312(t) | Ps 148,3.4 | |
1 | *** φέγγη *** οὐρανῷ μεθ’ ἡμέραν καὶ νύκτωρ φωτίζοντα αὐτόν τε τὸν οὐρανὸν τὸν ἀνωτάτω, τουτέστι τὸ κατὰ Μωυσέα στερέωμα, καὶ δὴ 〈τού〉 του δὲ ἀνώτερον ὕδωρ ὑμνεῖν τὸν θεὸν παρακελεύεται. δῆλον ὅτι πάντα ταῦτά ἐστιν ὕμνος θεοῦ κάλλει καὶ δυνάμει καὶ ἐνεργείᾳ τῇ ἑαυτῶν τὸ πανύμνητον | |
5 | ἐμφανίζοντα τοῦ δημιουργήσαντος. | |
313(t) | Ps 148,14 | |
1 | Καὶ πᾶσι δὲ λέγων ὁσίοις τοὺς ἐξ ἅπαντος ἔθνους ὑποδείκνυσι. προφητείᾳ τὸν δὲ Ἰσραὴλ ἐπεισάγων διὰ τὸ ἐξ ἀρχῆς πεπλησιακέναι ἐπακολούθησιν | |
αὐτοῦ δηλοῖ τὴν μετὰ τὰ ἔθνη. | 117 | |
314(t) | Ps 149,5 | |
1 | Τῶν οὖν κεκοιμημένων τὴν μετὰ τὸν θάνατον ἀνάπαυλαν καὶ τὴν ἐν τούτῳ ἀγαλλίασιν ἀναγκαίως ὁ λόγος ἐθέσπισε κατὰ τὸ Ἐν εἰρήνῃ [ἐπὶ τὸ αὐτὸ] | |
κοιμηθήσομαι καὶ ὑπνώσω. | 118 |