TLG 2074 037 :: APOLLINARIS :: Fragmenta in Matthaeum (in catenis)

APOLLINARIS Theol., vel Apollinarius
(Laodicensis: A.D. 4)

Fragmenta in Matthaeum (in catenis)

Source: Reuss, J. (ed.), Matthäus–Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 61] Berlin: Akademie–Verlag, 1957: 2–54.

Citation: Fragment — (line)

1

(l)

Mt 1, 16
1 Καὶ Ἀπολινάριος δὲ τὴν τελευταίαν μόνην ἀποδεχόμενός φησιν· ἡ μὲν τοῦ Ματθαίου γενεαλογία φυσικὴν ἔχει τὴν διαδοχὴν τῶν γεννηθέντων, ἡ δὲ τοῦ Λουκᾶ νομίζεται τῶν ἐπιγραφέντων υἱῶν κατὰ τὸν νόμον τοῖς μὴ γεννήσασιν· οὕτως γὰρ «Ἰωσὴφ» ἐπιγράφει τῷ «Ἠλὶ»
5γενόμενον ἐξ 〈Ἰακώβ, ἀπογόνου〉 Ἰεχωνίου. οὕτως ἐκ διαφόρων ἀρχῶν ἀρξάμενοι ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ «Σαλομῶνος», ὁ δὲ Λουκᾶς ἀπὸ τοῦ «Ναθὰμ» εἰς τὸν αὐτὸν Ἰωσὴφ ἔρχονται.

2

(l)

Mt 1, 16
1 Φησὶ γοῦν Ἀπολινάριος, ὅτι πατρὶ παῖς ἐπιγράφεται. πατὴρ δὲ αὐτοῦ κατὰ χάριν ὁ Ἰωσὴφ καὶ ἅμα κατὰ σάρκα διὰ τῆς γυναικός.
5καὶ βέβαιον αὐτῷ τὸ εἶναι πατέρα Χριστοῦ τοῦ ἐκ τῆς ἰδίας αὐτοῦ σαρκὸς γεννηθέντος ἥτις ἐστὶ Μαρία, ὅπου γε καὶ τῷ τεθνεῶτι βέβαιον ἦν τὸ ἴδιον εἶναι αὐτοῦ
10παιδίον τὸ γεννώμενον ἐκ τῆς γυ‐ ναικὸς αὐτοῦ καὶ τοῦ ζῶντος ἀδελφοῦ. εἰ γὰρ ἰσχυρὸν τὸ τοῦ νόμου, πολλῷ μᾶλλον τὸ τῆς χάρι‐ τος. ἦν δὲ καὶ ἡ ἐξ ἀρχῆς ἐπαγ‐
15γελία πρὸς ἄνδρα, οὐ πρὸς γυναῖκα. οὗτος γὰρ τὸ προηγούμενον ζῷον καὶ θεῷ προσεχέστερον καὶ οὕτως
ὁ κατ’ εἰκόνα.2

2col2

Κατ’ ἀμφοτέρας τὰς γενέσεις τοῦ Χριστοῦ πατὴρ ἀναδείκνυται ὁ Ἰωσήφ, κατά τε χάριν καὶ κατὰ σάρκα· κατὰ χάριν μὲν διὰ τῆς
5μνηστευθείσης αὐτῷ παρθένου, κατὰ σάρκα δὲ διὰ τὸ ἐκ τῆς αὐτῆς εἶναι φυλῆς τήν τε παρθένον καὶ τὸν Ἰωσήφ.

3

(l)

Mt 1, 19
1 Ἀπολινάριος δὲ τὸ δειγματίσαι καὶ αὐτὸς παραθέμενος τὴν τοῦ μακαρίου Ἰωάννου καὶ Θεοδώρου ἐξήγησιν ἐπήγαγεν.

4

(l)

Mt 2, 1—12
1 Πολλὰ τὰ μαρτυροῦντα ἐξ ἀρχῆς τὴν ἡμετέραν σωτηρίαν, ἀλλὰ τού‐ των ἁπάντων ἀρχὴ φαίνεται εἶναι ἡ τῶν μάγων ἀπαρχή. αὕτη δὲ καὶ τῶν ἐθνῶν ἁπάντων ἀπαρχὴ λέγεται εἶναι. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ
5θεόθεν ὁδηγούμενοι καὶ ὑπὸ ἀστέρος τὰ μέλλοντα γενήσεσθαι ἐδήλωσαν καὶ τὴν τῶν Ἰουδαίων ἀπορίαν λύσαντες κατακρίτους αὐτοὺς ἀπέδειξαν
μὴ πεισθέντας τοῖς σημείοις.3

6

(l)

Mt 2, 18
1 Πῶς εἰς τὸν Ἰσραὴλ εἰρημένην τὴν λέξιν εἰς τοὺς παῖδας μετήγαγεν ὁ εὐαγγελιστής; ὅτι ἐν τύπῳ τοῦ λαοῦ τὰ βρέφη τὰ σφαγέντα ὑπὸ
5Ἡρώδου παρείληπται. ἡ δὲ Ῥα‐ χὴλ ὡς μήτηρ τοῦ 〈πατρὸς τοῦ〉 Ἐφραὶμ ὑπὸ τοῦ προφήτου μνημο‐ νεύεται. ἔστι δὲ μήτηρ καὶ τοῦ Βενιαμίν, οὗ μέρους τοῦ κατὰ Ἰε‐
10ρουσαλὴμ καὶ ἡ λεγομένη Ῥάμα. ὥσπερ οὖν τοῖς βρέφεσιν ἡ ἀνά‐ στασις ἀπόκειται, οὕτω δηλοῦται καθάπερ ἐκ θανάτου σωθησόμενος ὁ λαὸς διὰ τῆς πίστεως.

6col 2

Εἰς τύπον τοῦ λαοῦ τοῦ Ἰσ‐ ραὴλ τὰ ὑπὸ Ἡρώδου σφαγέντα παιδία παρέλαβεν ὁ εὐαγγελιστὴς ἀνάγων εἰς αὐτὸν τὴν τοῦ προφήτου
5λέξιν.

9

(l)

Mt 3, 17
1 Τινὲς δέ φασιν τὴν λέγουσαν φωνήν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἢ ἀγγελικὴν εἶναι ὑπουρήσασαν τῷ προσώπῳ τοῦ πατρὸς ἢ ἑτέραν ἐκ τοῦ παραχρῆμα κατασκευασθεῖσαν. τὸ δὲ ἐν ᾧ εὐδόκησα ἐν παραθέσει ἑτέρων υἱῶν εἰρῆσθαι οὔτε ἀγαπητῶν γενομένων οὔτε
5ἀρέσαι σφόδρα δυνηθέντων αὐτῷ· υἱοθεσίας γὰρ ἠξίωντο καὶ οἱ ἐν τῷ νόμῳ. διὰ δὲ τῆς τοῦ πατρὸς μαρτυρίας καὶ τῆς τοῦ πνεύματος καθόδου
δείκνυνται τῆς ἁγίας τριάδος αἱ ὑποστάσεις.4

10

(l)

Mt 4, 11
1 Ἀπολινάριος ὁ παράφρων τροφάς φησιν ἐκ παραδείσου διηκόνουν αὐτῷ ἵνα ὥσπερ ὁ μὴ ἀποσχόμενος οὗ προσετέτακτο Ἀδὰμ τὴν ἐκεῖ τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό‐ μενος καθ’ ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

11

(l)

Mt 5, 6
1 Παρὰ τῷ Λουκᾷ μνημονεύονται μακαριζόμενοι ἁπλῶς «οἱ πεινῶν‐ τες», νῦν δὲ ὁ Ματθαῖος διορίζει τοὺς ἑκόντας καὶ διὰ τὸν τοῦ καλοῦ πόθον τῶν κατὰ σάρκα ἡδέων ἀπεχομένους. ὁμοίως οὖν ἀμφοτέρων ἀκουσόμεθα. ὁ τὴν δικαιοσύνην τοῦ θεοῦ ποθήσας εὗρε τὸ ἀληθῶς
5ὀρεκτόν, οὗ τὴν ἐπιθυμίαν οὐχ ἑνὶ τρόπῳ τῷ κατὰ τὴν ὄρεξιν ἐνεργου‐ μένῳ ἐπλήρωσεν· οὐ γὰρ μόνον ὡς βρῶσιν τὴν τοῦ δικαίου μετουσίαν ἐπόθησεν· ἡμιτελὴς γὰρ ἦν. νῦν δὲ καὶ πότιμον τὸ ἀγαθὸν τοῦτο ἐποίησεν, ἵνα τὸ ἔνθερμόν τε καὶ διακαὲς τῆς ἐπιθυμίας τὸ πάθος τῆς δίψης ἐνδείξηται. ὁ τοιοῦτός φησιν ἐμπλησθήσεται. ἡ δὲ πλησμονὴ οὐκ ἀπο‐
10στροφήν, ἀλλ’ ἐπίτασιν ποιεῖ τῆς ὀρέξεως.

12

(l)

Mt 5, 8
1 Καρδία θεὸν ὁρᾷ· ἀσωμάτῳ γὰρ τὸ ἀσώματον καταληπτόν· τελειω‐ θεῖσα δὲ ἡ καρδία τὴν ἐνδεχομένην τελείωσιν οὕτως ὄψεται τὸ τέλειον. τοῦτο δὲ αὐτῇ γίνεται ἐκ καθάρσεως τῶν ἐμποδιζόντων, ὥσπερ καὶ ὁ ὀφθαλμὸς ἐκκαθαιρόμενος ἐκ τῶν ἐμποδίων τῆς ὁράσεως ὁρᾷ τὸ φῶς.
5πῶς οὖν ἡ θεία φησὶ γραφή, ὅτι «θεὸν οὐδεὶς ἑώρακεν πώποτε» καὶ «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται» καὶ «ὃν εἶδεν οὐδεὶς
ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται»;5

13

(l)

Mt 5, 8
2ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. πῶς οὖν φησιν, ὅτι τὸν «θεὸν οὐδεὶς ἑώρακε πώποτε»; λέγομεν, ὅτι λόγῳ ὁρᾶται καὶ καταλαμβάνεται· ἢ ἐκ τῆς
5θείας γραφῆς τοῖς τῆς γνώσεως ὀφθαλμοῖς ὁρῶμεν θεὸν ἢ ἐκ τῆς ἐμφαινομένης τῷ παντὶ σοφίας ἔστι τὸν πεποιηκότα στοχαστικῶς ἰδεῖν, καθάπερ καὶ ἐπὶ τῶν ἀνθρωπίνων δημιουργημάτων ὁρᾶται τρόπον τινὰ τῇ διανοίᾳ ὁ δημιουργὸς τοῦ προκειμένου ἔργου. ὁρᾶται δὲ οὐχ ἡ φύσις τοῦ τεχνιτεύσαντος, ἀλλὰ μόνη ἡ τεχνικὴ ἐπιστήμη. οὕτως καὶ ὁ ἐν τῇ
10κτίσει βλέπων τὸν θεὸν οὐ τὴν οὐσίαν, ἀλλὰ τὴν σοφίαν τοῦ τὰ πάντα πεποιη‐ κότος ἀνατυποῦται. οὐκοῦν καὶ ὁ κύριος ἀληθεύει ὀφθήσεσθαι τὸν θεὸν τοῖς καθαροῖς τῇ καρδίᾳ, ἐπαγγειλάμενος καὶ ἡ γραφὴ οὐ ψεύδεται μήτε ἑωρακέναι τινὰ τὸν θεὸν μήτε ἰδεῖν δύνασθαι.

14

(l)

Mt 5, 10
2ὁ δὲ διὰ τὴν δικαιοσύνην ἀφαιρεθεὶς τὰ παρόντα τὰ μέλλοντα ἀντὶ τούτων καρπώσεται, ὅτι οὐκ ἄδικος ἡ δικαιοσύνη πρὸς τοὺς ἑαυτῆς.

15

(l)

Mt 5, 15
1 Σπουδάζειν γὰρ χρὴ τὴν δοθεῖσαν ἡμῖν λαμπρότητα φυλάττειν ἐν ὑψηλῷ καὶ μὴ συγκαλύπτειν ἀργίᾳ, ἧς σύμβολον ἡ κλίνη ἀναπαύουσα τὸ σῶμα ταῖς σαρκικαῖς ἡδοναῖς· οὐ γὰρ φυσικῶς ἡμῖν, ἀλλ’ ἐκ δόσεως τὸ καλόν. τὸ δὲ τοιοῦτον ἀμελούμενον ἀφίσταται. ἀπάγει δὲ ἡμᾶς τῆς
5ἰδίας φιλοδοξίας τὴν τοῦ θεοῦ δόξαν τέλος τῶν ἔργων προτιθείς.6

17

(l)

Mt 5, 16
1Φῶς ἐστιν ἡ ἐνάρετος πολιτεία.

19

(l)

Mt 5, 21—22
1 Ὁ νόμος σαρκικὰ προστάττων τὰ διὰ σαρκὸς πραττόμενα δικάζει, ὁ δὲ κύριος πνεύματα ἁγιάζων πνεύματος ἀπαιτεῖ μακαριότητα. ἀδελφὸν οὖν λέγει τοῦ πνευματικοῦ τὸν κατὰ πνεῦμα οἰκεῖον ὀνομαζόμενον ἀδελφόν. διὰ τοῦτο ὁ Παῦλος ἁμαρτανόντων ἀγανακτήσει *** εἰ δὲ
5μὴ εἴρηται εἰκῇ, ὥς τινες βούλονται μὴ εἶναι *** καθὸ γὰρ ἁμαρτάνει, οὐκ ἔστιν πνευματικός· ὁ δὲ μὴ πνευματικὸς οὐδὲ ἀδελφὸς ἀληθῶς. τὸν φονέα παραδίδωσι τῇ κρίσει τοῦ νόμου, τὸν δὲ ὀργιζόμενον τῇ αἰωνίᾳ κρίσει. Θεόδωρος δὲ καὶ Θεόδωρος παραγράφονται τὸ εἰκῇ ὡς
οὐκ εἰρημένον.7

20

(l)

Mt 5, 22
1 Τῷ τῶν ἁγίων συνεδρίῳ ἔνοχός ἐστιν ὁ τὸν ἀδελφὸν καλέσας ῥακά. ἁμαρτάνει γὰρ εἰς τὸ κοινὸν ὁ τὸ μέρος βλασφημῶν. ῥακὰ μὲν οὖν καλεῖ τὸν κατάπτυστον, ὡς ἄλλος φησίν· οὕτω γὰρ καὶ παρὰ Σύροις ὁ πτύελος καλεῖται. τὸ δὲ εἴπῃ ἐπὶ τῆς κατὰ τὴν ψυχὴν μᾶλλον λέγει
5κρίσεως τε καὶ δοκιμασίας· οὐ γὰρ δή, εἰ ταῦτά τις μόνον εἴποι, ὑπεύθυνος ἔσται τῇ κολάσει, ἀνεύθυνος δὲ πολλῷ βαρύτερα εἰπὼν ἕτερα.

23

(l)

Mt 5, 29—30
1 Περὶ τῶν σωματικῶν μὲν λέγει μελῶν, ὑπερβολικῶς δέ, οὐχ ὅτι τῷ ὄντι ἐκκόψαι δεῖ τὰ μέλη, ἀλλ’ οἱονεὶ νεκρῶσαι καὶ ἀργὰ κατα‐
5στῆσαι πρὸς ἁμαρτίαν ὡς ὁ ἀπό‐ στολος εἴρηκεν· καὶ μὴ φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι’ αὐτῶν τις ἐνέργεια φαύλη κινδυ‐ νεύσαι γίνεσθαι.

23col 2

Οὐ δεῖ τὰ μέλη ἐκκόψαι, ἀλλ’ οἷον νεκρῶσαι ταῦτα καὶ ἀν‐
ενέργητα ποιῆσαι πρὸς ἁμαρτίαν.8

24

(l)

Mt 5, 34
1 Θρόνος τοίνυν ὁ οὐρανὸς τοῦ θεοῦ, ἐπειδὴ ἅγιος ὁ θεὸς καὶ «ἐν ἁγίοις ἀναπαυόμενος»· οὐ περιέχεται δὲ τῷ τοιούτῳ θρόνῳ, ἀλλὰ διήκει ἁπάντων τῇ δημιουργικῇ καὶ ἐποπτικῇ καὶ ἁγιαστικῇ δυνάμει.

25

(l)

Mt 5, 48
1 Τέλειός ἐστιν ὁ ἄνθρωπος ἐν μιμήσει τοῦ θεοῦ ἐν τοῖς ἰδίοις μέτροις.

26

(l)

Mt 6, 1—2
1 Ἐν ἄλλοις τὴν δικαιοσύνην φησὶν οὕτως τὴν ἐλεημοσύνην καλῶν. σκοπὸν δὲ τῆς ἐλεημοσύνης προτίθησιν ἡμῖν τὴν παρὰ θεῷ δόξαν, οὐ τὴν παρὰ ἀνθρώποις· οἷς γάρ τις ἀρέσκειν βούλεται, παρὰ τούτων μισθὸν ἔχει τὸν ἔπαινον. οὐ μὴν ὁ θεαθεὶς ἤδη πρὸς τὸ θεαθῆναι
5πεποίηκεν, ἀλλ’ ὁ θεωρεῖσθαι βουλόμενος καὶ τοῦτο ποιῶν.9

28

(l)

Mt 6, 11
1 Σήμερον τὴν ἐπιοῦσαν καὶ μέλλουσαν τροφὴν τὴν ζωοποιὸν δὸς ἡμῖν καὶ ἐν τῷ παρόντι αἰῶνι ὡς ἐν ἀρραβῶνι χορηγῶν τὸ πνεῦμα τὸ ἅγιον.

29

(l)

Mt 6, 34
1 Εἰ τὸ περὶ μιᾶς ἡμέρας φροντίζειν βαρὺ καὶ κακωτικόν, πῶς τὸ περισσὸν οὐκ ἀφόρητον;

29col 2

Εἰ τὸ περὶ μιᾶς ἡμέρας φροντίζειν βαρύ τε καὶ ἐπαχθὲς ὑπάρχει, πολλῷ ἂν εἴη 〈μᾶλλον〉 τὸ περὶ πολλῶν μεριμνᾶν κα‐
5κωτικόν τε καὶ ἀνόητον.

31

(l)

Mt 7, 6
1 Ἅγιον καὶ μαργαρίτης ὁ λόγος, κύνες καὶ χοῖροι οἱ αἱρετικοί, καταπάτησις τοῦ λόγου ἡ περὶ αὐτὸν ἔρις καὶ λογομαχία, ῥῆξις τῶν
λεγόντων ἡ καταφρόνησις καὶ ἀτιμία.10

37

(l)

Mt 8, 17
1 Πῶς δὲ Ἠσαΐου εἰς τὸν σταυ‐ ρὸν ἀνενέγκαντος τὸ ῥητὸν ὁ εὐαγ‐ γελιστὴς εἰς τὰς ἰάσεις ἀνάγει; ὅτι καὶ τὸ πάθος αὐτοῦ ἴασις ἦν ἀν‐
5θρώπων καὶ οὐδὲν μᾶλλον ἔπασχεν ὁ κύριος ἤπερ ἐνήργει διὰ τῶν εἰς αὐτὸν ἀτιμιῶν καὶ διὰ τοῦ ἰδίου θανάτου τὴν τῶν ἀνθρώπων ζωὴν κατασκευάζων καὶ καταπολεμῶν
10τοὺς κακῶς ἑαυτοὺς διατιθέντας.

37col 2

Ὁ Ἠσαΐας εἰς τὸν σταυρὸν ἀνήνεγκε τὸ ῥητόν, ὁ δὲ Ματθαῖος εἰς τὰς τῶν νοσημάτων θεραπείας· τοῦτο δὲ ἐποίησεν, ὅτι καὶ αὐτὸ τὸ
5πάθος τοῦ σωτῆρος ἴασις ἦν ἀν‐ θρώπων καὶ δηλονότι καὶ ὁ θάνα‐ τος αὐτοῦ τὴν ζωὴν ἡμῖν ἐχαρίσατο.

38

(l)

Mt 8, 29
1 Ἦλθες, φασίν, πρὸ καιροῦ τῶν προφητικῶν λόγων ἀκούοντες οἱ δαίμονες, ὅτι μέλλει παραγενέσθαι εἰς τὸν κόσμον ὁ Χριστὸς διὰ σαρκώ‐ σεως καὶ ὅτι μέλλει αὐτοὺς κρίνειν ἐν τῇ συντελείᾳ. ἦλθες, φασίν, βασα‐ νίσαι ἡμᾶς πρὸ καιροῦ, τοῦτ’ ἔστιν πρὸ τῆς συντελείας.

39

(l)

Mt 8, 31—34
1 Διὰ τί δὲ αὐτοὶ εἰς τοὺς χοίρους ἀξιοῦσιν εἰσελθεῖν; ὅταν κατὰ ἀνθρώπων μὴ δύνωνται, κατὰ ἀλόγων βούλονται τῶν δι’ ἄνθρωπον ὄντων, ὥσπερ αὐτὸν ἢ τὰ αὐτοῦ κακοῦσιν οἱ μισάνθρωποι. ἰδόντες δὲ τηλι‐ κοῦτον σημεῖον οἱ Γεργεσηνοὶ παρακαλοῦσιν τὸν Ἰησοῦν μεταβῆναι
5ἀπὸ τῶν ὁρίων αὐτῶν, ἐπειδὴ πόθον οὐκ εἶχον τοῦ ἀγαθοῦ. καὶ γὰρ οὐχ ὡς ἀναξίους ἑαυτοὺς κρίνοντες τοῦτ’ εἶπον, ἀλλ’ ὡς ἀναίσθητοι καὶ
ἄγαν ἄπιστοι.11

40

(l)

Mt 8, 34
1 Ἐπειδὴ πόθον οὐκ εἶχον τοῦ ἀγαθοῦ, ἀλλ’ ἀργῶς διέκειντο καὶ ὀκνηρῶς πρὸς τὴν τοῦ μεγάλου ἀγαθοῦ κατάληψιν.

41

(l)

Mt 9, 16—17
1 Παλαιὸν ἱμάτιον εἶπεν τὸν παλαιὸν ἄνθρωπον· ῥάκος δὲ ἄγναφον τὸν καινὸν λόγον, ἕνωσιν δὲ τούτων μὴ γίνεσθαι· αὐτίκα ἡ νηστεία ἡ πνευματικὴ χαρά· πνεύματος γὰρ εὐπάθεια ἐν σωματικῷ ἀνθρώπῳ οὐκ ἔστιν· ζητεῖν γὰρ εἰωθὼς τὰ σαρκὸς οὐδέποτε ἐν τῇ τούτων στερήσει
5χαρήσεται, ἀλλὰ σκληρὸν αὐτῷ καὶ ἀφόρητον τὸ πρᾶγμα φανήσεται καὶ χωρισθήσεται ἀπ’ αὐτοῦ μᾶλλον, ὅτι φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ‐ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σαθρὸν οὐ φέρον τὸ δυνατὸν τοῦ πνευματικοῦ βίου. καὶ οὐκ εἰς δέον ἐδόθη τοῖς τοιούτοις ὁ λόγος,
10ἀλλ’ ὅσον ἐπ’ αὐτοῖς εἰς μάτην ἐχώρησεν. ταῦτα οὖν ὁ κύριος λέγων τὴν ἀνακαίνωσιν προεδήλου τῶν μαθητῶν τὴν ἐσομένην ἐν τῇ ἀναστάσει αὐτοῦ, μεθ’ ἣν ἤδη καιρὸς τῶν πνευματικῶν ἐπιτηδεύσεων.

42

(l)

Mt 9, 27—31
1 Κόμπος οὐδείς, ἐὰν ἡ δύναμις λέγῃ περὶ ἑαυτῆς τὸ δύνασθαι· κόμπος δ’ ἂν ἦν τῷ μὴ φύσει τὸ δύνασθαι ἔχοντι, ἀλλὰ διὰ χάριτος λαμβάνοντι λέγειν ὅτι δύναμαι. παρήγγειλε δὲ ὁ σωτὴρ τοῖς τυφλοῖς τὸ μηδενὶ ἐξειπεῖν τὸ γενόμενον, τὸ μὴ δεῖν ἐπιδείκνυσθαι διδάσκων
5ἡμᾶς· οὐ γὰρ θεῷ κόμπος ἦν τὸ τὴν ἀλήθειαν λέγεσθαι περὶ αὐτοῦ. ἡ δὲ τῶν ἰαθέντων ὁμολογία περὶ τῆς ἰάσεως οὐκ ἔγκλημα ἤνεγκεν, ἀλλ’
εὐγνωμοσύνην ἐμαρτύρησεν.12

43

(l)

Mt 10, 5—6
1 Οὐ τελείως ἀπέκοψεν τοὺς ἀπὸ τῶν ἐθνῶν μέλλοντας πιστεύειν οὔτε τοὺς Σαμαρείτας ὁ «πάντας ἀνθρώπους» θέλων «σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν», ἀλλ’ ἔδει πρῶτον ἐπὶ «τὰ πρόβατα τὰ ἀπολω‐ λότα οἴκου Ἰσραὴλ» πορεύεσθαι καθὰ καὶ αὐτὸς πρὸς τὴν Χαναναίαν
5φησίν· «οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ», ἅπερ ὁ θεὸς ζητήσειν ἐπηγγείλατο διὰ Ἰεζεκιὴλ τοῦ προφήτου. ἀπωλώ‐ λεσαν δὲ τὸν δοθέντα αὐτοῖς νόμον οὐ φυλάξαντες.

45

(l)

Mt 10, 7
1 Ἠγγικέναι δὲ λέγει οὐχ ὡς ἀποῦσαν· ἦν γὰρ ἐγγίσασα τοῦ κυρίου σαρκωθέντος, ἀλλ’ ὅσον πρὸς τοὺς μήπω πιστεύσαντας δοκεῖ ὁ Χριστὸς ἀπεῖναι αὐτῶν.

46

(l)

Mt 10, 9—10
1 Ἐλευθέρους γὰρ πάντη καὶ ἀφρόντιδας ἀποδεῖξαι 〈τοὺσ〉 τοῦ εὐαγγε‐ λίου διακόνους βούλομαι μηδεμιᾷ σώματος ἕνεκα μερίμνῃ ταπεινουμένους. καὶ ὁ μὲν Ματθαῖός φησιν καὶ ὁ Λουκᾶς «μήτε ὑποδήματα» «μήτε»
ἱμάτιον «μηδὲ ῥάβδον», ὃ δοκεῖ πάντων εὐτελέστατον εἶναι λαβεῖν, «εἰς13
5ὁδὸν» ἕλησθε. ὁ δὲ Μᾶρκος «ῥάβδον» δοκεῖ ἐπιτρέπειν αὐτοῖς λαμβάνειν καὶ «ὑποδεδέσθαι σανδάλια» ἔν τισι τῶν ἀντιγράφων. ἐν ἄλλοις γάρ φησιν, ὅτι «παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν», μήτε «ῥάβδον» μήτε «πήραν» μήτε «ἄρτον» μήτε «εἰς τὴν ζώνην χαλκὸν» μήτε «ὑπο‐ δεδεμένους 〈σανδάλια〉».

47

(l)

Mt 10, 10
1 Μήτε δύο χιτῶνας, ἀλλὰ τὸν «ἄρραφον» καὶ «ἄνωθεν ὑφαντὸν» Χριστὸν Ἰησοῦν· «ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύ‐ σασθε»· «τὸν» γὰρ «παλαιὸν ἄνθρωπον» ἀποδύσασθαι δεῖ «σὺν ταῖς πράξεσι» καὶ ταῖς ἐπιθυμίαις «αὐτοῦ». τοῦτον καταλείψας Ἰωσὴφ «ἐν
5ταῖς χερσὶ» Αἰγυπτίας γυμνὸς ἐξῆλθεν.

48

(l)

Mt 10, 10
1 Μηδὲ ὑποδήματα. ἀποστόλῳ πρέπον ἐν ταῖς πορείαις μὴ ἔχειν νέκρωσιν, ζῶσι δὲ ποσὶν ὁδεύειν τὸν εἰπόντα· «ἐγώ εἰμι ἡ ὁδός», καὶ ἐκβαίνειν ἁγίας γῆς μηδὲν ὑφορώμενον χαλεπόν· οὐ γάρ εἰσιν «ὁδοὶ ὄφεως ἐπὶ πέτρας», τάχα δὲ οὐδὲ ἄλλου θηρίου.

49

(l)

Mt 10, 10
1 Ὅσον γὰρ ἔχεις τὸν σωτῆρα φωτίζοντα τὸ σκότος σου καὶ φυλάσ‐ σοντα «τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου», οὐκ ἔχεις χρείαν ὑποδη‐
μάτων.14

50

(l)

Mt 10, 10
1 Ὅπου οὐκ ἔστιν ἀταξία, ἀλλ’ ἡμερότης, οὐ χρεία ῥάβδου, ἵνα μὴ ἐν ἀρχῇ δόξῃ ἐκφοβεῖν διὰ τῆς ῥάβδου· τὰ γὰρ καλὰ πρόβατα διὰ μόνης φωνῆς ἐπιστρέφουσι τοῦ ποιμένος, ὥστε εἰ ἔχεις τὸ πρᾶον, μὴ φοβοῦ τὴν ῥάβδον, ἣν Κορινθίοις ἐπανατείνεται ὁ Παῦλος.

51

(l)

Mt 10, 11—15
1 Ταῦτά φησιν ὥστε μὴ εὐκόλου καὶ προχείρου γνώμης ἀποφέρεσθαι δόξαν παρὰ τοῖς τὴν πόλιν οἰκοῦσιν. ἰσόρροπον δὲ τοῖς Σοδομίταις τὴν τιμωρίαν τοῖς μὴ δεξαμένοις ἐπάγει, ἐπειδήπερ οἱ μὲν ἐπὶ ξενίαν ἐλη‐ λυθέναι δοκοῦντας τοὺς ἀγγέλους ἐνύβρισαν, οἱ δὲ ἐπὶ βασιλείαν καλοῦν‐
5τας παρῃτοῦντο.

52

(l)

Mt 10, 16
1 Ὥσπερ ὁ ὄφις ὑποχωρεῖ τοῖς διώκουσι καὶ κατακρύπτει ἑαυτόν, οὕτω καὶ ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε‐ λισμοῦ χρόνον μὴ προαναιρούμενοι.

53

(l)

Mt 10, 19—22
1 Προπαρασκευάζει τοὺς ἀποστόλους ὥστε ἑτοίμους γενέσθαι πρὸς τὰ συμβησόμενα καὶ μὴ θορυβεῖσθαι, ἅμα δὲ καὶ τὴν τοῦ θεοῦ δύναμιν
〈δεικνὺσ〉 τὴν ἐπικουροῦσαν αὐτοῖς καὶ αὐτοῦ τοῦ κηρύγματος καὶ τὴν τῶν Ἰουδαίων μανίαν τε καὶ ἀπιστίαν μὴ φεισομένων μηδὲ τῶν οἰκειο‐15
5τάτων. μισούμενοι δὲ ἔσεσθε, φησίν, ὑπὸ πολλῶν· τοῦτο γάρ ἐστιν τὸ ὑπὸ πάντων· καὶ γὰρ πολλοὶ ὑπῆρχον οἱ παραδεχόμενοι αὐτοὺς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ φιλοῦντες. καὶ ὁ μέχρι τέλους ὑπομείνας, οὗτος σωθήσεται, φησίν· ὁ γὰρ ἐν τῇ ἀρχῇ μόνον θαρρήσας καὶ πιστεύσας, μὴ μέντοι γε μέχρι τέλους, οὐκ ἔστιν οὗτος μέτοχος τῶν
10ἐπηγγελμένων ἀγαθῶν· παντὸς γὰρ πράγματος ἀγαθοῦ τε καὶ φαύλου τὸ τέλος ἐστὶν ἐνδεικτικόν.

55

(l)

Mt 10, 29
1 Εἰ γὰρ καὶ μὴ ταῦτα ἐκ τοῦ θεοῦ, ἀλλ’ οὐκ ἄνευ θεοῦ συγχωρήσεως πρός τι χρήσιμον τέλος ἐπιτρέποντος καὶ ταῦτα τῷ ἐργάζεσθαι αὐτὰ προαιρουμένῳ ὥσπερ ἐπὶ τοῦ Ἰὼβ ἔφηνεν. ἰστέον δὲ καὶ τὸ τῶν στρουθίων ἐξ ὑπερβολῆς εἰρημένον, ἅτε μὴ πάνυ τῷ θεῷ διαφερούσης τῆς περὶ ταῦτα
5προνοίας κατὰ τὸν ἀπόστολον εἰρηκότα «μὴ τῶν βοῶν μέλει τῷ θεῷ»· ἀνθρώπων γὰρ ἕνεκα ταῦτα προνοίας τῷ δεδόσθαι αὐτὰ τοῖς ἀνθρώποις εἰς χρῆσιν, τὸ δὲ ἀσσάριον εὐωνίας σύμβολον.

56

(l)

Mt 10, 32—33
1 Ὑπερέχει ὡς παρὰ θεοῦ τὸ ἔπαθλον· οὐδὲ γὰρ ἴσον ἐπ’ ἀνθρώπων ὁμολογήσαντας ἐπὶ θεοῦ ὁμολογηθῆναι. ἐξ ἀντιστρόφου δὲ ὁ φόβος τοῖς ἀρνουμένοις· μέγα γὰρ καὶ φοβερὸν τὸ ἐπὶ τοῦ πατρὸς τὸν κύριον ἀρνή‐ σασθαι τοὺς δόξαντας εἶναι δούλους ὡς μάτην ἐπιγραψαμένους τὸ ὄνομα.
5δεῖ δὲ τὸν πιστεύοντα καρδίᾳ καὶ στόματι ὁμολογεῖν. «καρδίᾳ γὰρ πιστεύ‐
εται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν».16

57

(l)

Mt 10, 34
1 Τὸ τῶν ἀπίστων ἀσύμφωνον πρὸς τοὺς πιστοὺς αἴτιον τῆς ἐσομένης ἔσται διαφορᾶς. ἐπεὶ οὖν πρεπῶδες αὐτῶν εἶναι δοκεῖ τὸ εἰρηνοποιόν, διὰ τοῦτό φησιν· μὴ νομίσητε αὐτὸ καὶ ἐπὶ πάντων προσήκειν σῴζεσθαι· τὸ μὲν γὰρ ἐξ ὑμῶν εἰρηνεύειν πρὸς πάντας ὀφείλετε. εἰσὶ δὲ οἱ πρὸς
5εἰρήνην τὴν ὑμετέραν ἀντιταττόμενοι, ὧν τὴν εἰρήνην ὑμῖν οὐ παρα‐ δεκτέον· μόνη γὰρ ἡ κατὰ θεὸν πρὸς εἰρήνην συμφωνία· τοῦτο γὰρ μάλιστα εἰρήνη.

58

(l)

Mt 10, 34
1 Εἰ οὖν ἡμᾶς δεῖ φιλεῖν τοὺς πιστοὺς διὰ τὴν τοῦ Χριστοῦ ἀγάπην, κἂν ἀλλότριοι τυγχάνωσι κατὰ συγγένειαν, δίκαιον ἂν εἴη τοὺς ἀπίστους μισεῖν, κἂν ὦσιν οἰκειότατοι.

59

(l)

Mt 11, 2—3
1 Τινές φασιν, ὅτι οὐδὲ τοῖς ἀποστόλοις ἐξ ἀρχῆς ἡ οἰκονομία πρό‐ δηλος ἦν, ἀλλ’ ἐπὶ τῷ τέλει τῶν πραγμάτων γινώσκεται. οὐδὲν οὖν θαυ‐ μαστόν, εἰ καὶ Ἰωάννης ἠγνόει καὶ ὅτι προσεδόκησε μὲν ἥκειν λυτρωτὴν τὸν κύριον, οὐχ ἑώρα δὲ τὴν λύτρωσιν, ἀλλ’ ἦν αὐτὸς πρῶτος ἐν δε‐
5σμωτηρίῳ. διὰ τοῦτο 〈διὰ τῶν μαθητῶν εἶπε〉 μὴ πάντη μὲν ἀπολύειν τὴν ἐλπίδα, διστάζειν δὲ καὶ ὥσπερ ἐπιστηρίζεσθαι βούλεσθαι καὶ διὰ τοῦτο ἐρωτᾶν, εἰ τῷ ὄντι, καθάπερ ᾠήθη μὲν αὐτός, εἴη παραγεγονὼς ἢ ἕτερος προσδοκητέος.

60

(l)

Mt 11, 10—13
1 Σαφῶς ἐξηγήσατο τὴν Ἰωάννου πρὸς τοὺς ἄλλους διαφοράν, ὅπερ ἦν τὸ εἶναι αὐτὸν ἀκροτελεύτιον νόμου καὶ προφητῶν καὶ συνάπτειν
πρὸς τὸ κήρυγμα τῆς βασιλείας τῶν οὐρανῶν, ὃ δὴ καὶ ἑξῆς ταῖς ἡμέραις αὐτοῦ 〈παραγενέσθαι〉 ὁ κύριός φησιν. ἐπακολουθεῖ ἕως ἄρτι τὸ κη‐17
5ρυττόμενον, τοῦτ’ ἔστιν ἕως τοῦ διηνεκοῦς· τὸ γὰρ ἕως ἄρτι συμπαρα‐ πεμπτέον τῷ παντὶ χρόνῳ. βίᾳ δὲ τὴν βασιλείαν τῶν οὐρανῶν παρα‐ γίνεσθαί φησιν οἷς παραγίνεται, διότι βίας δεῖ πρὸς τὸ κρατῆσαι φύσεως σωματικῆς καὶ πνεύματι συγκραθῆναι, κόσμῳ μὲν ἀποθανόντας, ζῶντας δὲ τῷ θεῷ, ὅπερ οὔπω νόμος ἔχει καὶ προφῆται.

62

(l)

Mt 11, 14
1 Ἠλίαν δὲ λέγει τὸν Ἰωάννην κατὰ τὴν δύναμιν καὶ τὸ πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν.

63

(l)

Mt 11, 14
1 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ Γαβριήλ· «καὶ αὐτὸς προελεύσεται» ἔμπροσθεν «αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου» δεικνὺς αὐτὸν τοῦτον ὄντα, εἰ καὶ παρ’ ἐκεῖνον ἕτερος ἦν ὁ ὁρώμενος.

64

(l)

Mt 11, 19
1Ἀντὶ τοῦ ἀπεφάνθη πάντα δικαίως γεγενημένα· ἀφ’ ὧν γὰρ ὤνησέν
τινας, ἐδείκνυτο οὐκ ἀργῶς οὐδὲ εἰκῆ καὶ μάτην πεπληρῶσθαι τὰ γεγενη‐ μένα· τοῦτο γὰρ τὸ δικαιῶσαι τὴν σοφίαν, τὸ τοὺς οἰκείους αὐτῆς καθά‐ περ παῖδας ἀποδέχεσθαι τὴν παρουσίαν αὐτῆς. δικαιοῦται δὲ καὶ ἀπὸ18
5ἔργων σοφία κατὰ σοφίαν ἐπιτελουμένων ἢ ἀπὸ λόγων.

65

(l)

Mt 11, 23
1 Καὶ σύ, φησίν, Καπερναούμ, ἀντίρροπον τῇ τιμῇ καὶ τὴν κατά‐ κρισιν ὑπομενεῖς.

66

(l)

Mt 11, 25—26
1 Τὴν ἐπὶ τὰ ἔθνη μετάβασιν τοῦ λόγου προορῶν διὰ τὴν τοῦ Ἰσραὴλ ἀπείθειαν ὑπὲρ ἡμῶν τῶν εὐεργετηθησομένων ὑμνεῖ καὶ δοξάζει τὸν πατέρα. εὐχαριστεῖ δὲ πατρὶ μὲν ἑαυτοῦ, κυρίῳ δὲ οὐρανοῦ καὶ γῆς, συσχη‐ ματιζόμενος τοῖς δούλοις ὁ κύριος καὶ τὰς ὑπὲρ δούλων πρὸς δεσπότην
5ἀναφέρων εὐχαριστίας. λέγει δὲ κατὰ τὴν τοῦ πατρὸς εὐαρέστησιν κε‐ κρύφθαι μὲν ἀπὸ Ἰσραὴλ τοῦ σοφοῦ ἔθνους τὸ κατ’ αὐτὸν μυστήριον, τοῖς δὲ πρῶτον ἀσυνέτοις ἔθνεσιν ἀποκαλυφθήσεσθαι. δι’ ὧν ἀποδείκνυται μὲν ὡς οὐ διέλαθεν θεὸν τὸ ἐσόμενον οὐδὲ ἀπέτυχεν ἡ Χριστοῦ παρουσία τοῦ προκειμένου σκοποῦ, ἀλλὰ προειδότος θεοῦ ταῦτα ἐγένετο καὶ προ‐
10τεταχότος τὴν τῆς χάριτος μεταβολήν. τὸ δὲ δίκαιον τῆς εὐδοκίας ἐνταῦθα παρασιωπᾶται, ἑτέρως δὲ δείκνυται. οὐ γὰρ ἄλογος εὐδοκία θεοῦ, οὐδ’ ἑτέρως ἢ δι’ ἑαυτοὺς ἀποτυγχάνουσι γνώσεως καὶ σοφίας ἄνθρωποι.

67

(l)

Mt 11, 30
1 Εἰ χρηστὸς ὁ ζυγὸς καὶ τὸ φορτίον ἐλαφρόν, πῶς «στενὴν» ἐκάλεσεν «τὴν ὁδόν»; στενή ἐστι τοῖς ῥᾳθύμοις, τοῖς γὰρ σπουδαίοις ἐλαφρὰ τὰ τοῦ κυρίου ἐπιτάγματα· εἰ γὰρ καὶ πρὸς ὀλίγον ἔχει σωματικὸν πόνον, ἀλλ’ ὁ νῦν ἐλπίσιν ἀγαθαῖς τρεφόμενος ὁ θεοσεβὴς κούφως φέρει
5ταῦτα.19

68

(l)

Mt 12,7
1 Πικροὺς ἐξετάσας ἀποδείκνυσιν αὐτοὺς καὶ οὐ φιλανθρώπους κατὰ τῶν οὐδὲν ἀδικούντων. διὸ καὶ μέμνηται τῆς προφητικῆς λέξεως, ἣ τὸ ἐλεεῖν καὶ τοῦ θύειν προτιμᾷ.

69

(l)

Mt 12,13
1 Καὶ σὺ ἄνθρωπε, ἐὰν ἔχῃς χεῖρα ξηράν, ἀκούσας παρὰ τοῦ σωτῆρος· ἔκτεινον τὴν χεῖρά σου ἐπὶ ἔργοις ἀγαθοῖς ἐνεργοῦντος τοῦ Ἰησοῦ, καὶ ἀποκατασταθήσεται ὑγιὴς ὡς ἡ ἄλλη.

71

(l)

Mt 12,19—21
1 Οἱ ἐν ταῖς πλατείαις διδάσκοντες οὐκ ὠφελείας ἕνεκα τοῦτο ποιοῦσιν, ἀλλ’ ὑπερηφανίας ἅμα καὶ ἀλαζονείας. διὸ πρὸς τῷ διαβάλλε‐ σθαι ὑπὸ πάντων καὶ τοῦ σκοποῦ τῆς διδασκαλίας ἀποτυγχάνουσιν. ταῦτα οὖν ὁ σωτὴρ οὐ λόγῳ μόνον, ἀλλὰ καὶ τρόπῳ διδάσκει ἡμᾶς μήτε κραυ‐
5γάζειν μήτε φανητιᾶν καὶ δημοσιεύειν τὰ κατορθώματα· τοσοῦτον γὰρ βλαβερὸν τὸ οὕτως ἡμᾶς διακεῖσθαι, ὅσον τὸ ἐναντίον χρησιμώτατόν τε καὶ ὠφελιμώτατον.

72

(l)

Mt 12,28
1Πάλιν τὸ ἐν πνεύματι 〈ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια〉 δυνατὸν ὡς
ἄνθρωπον ἀτρέπτως δυνάμενον ἔχειν κατὰ τὴν οἰκονομίαν. εἰ δὲ πνεύ‐ ματος ἐνέργεια βασιλεία ἐστὶ θεοῦ, μηδαμῶς ἐπείσακτον τῇ θεότητι τὸ πνεῦμα νομίζωμεν ἀπὸ τῆς δουλικῆς κτίσεως ἐπεισαγόμενον εἰς τὴν τῆς20
5θείας βασιλείας κατασκευήν.

73

(l)

Mt 12,31—32
1 Τὴν εἰς θεὸν βλασφημίαν ἀσύγγνωστον εἶναί φησιν τῷ τοῦ πνεύ‐ ματος ὀνόματι, ἀσυγχώρητον δὲ εἶναι λέγει λοιδορίαν θεοῦ συγγνώμην οὐκ ἔχουσαν· τὴν γὰρ εἰς ἑαυτὸν ἔχειν πρὸς σύγκρισιν ἐκείνης, καθὸ νενόμισται καὶ ἑωρᾶτο ἄνθρωπος ὢν καὶ δι’ εὐτελείας ἐλθὼν καὶ γένους
5εὐκαταφρονήτου. τὸ δὲ μήτε ἐπὶ τοῦ παρόντος αἰῶνος μήτε ἐπὶ τοῦ μέλ‐ λοντος ἀφεθήσεσθαι τὴν κατὰ νόμον ἑρμηνεύει κρίσιν καὶ τὴν μέλλουσαν· ὅτε γὰρ νόμος τὸν καταρώμενον θεὸν θανατοῦσθαι κελεύει καὶ ὁ κύριος ἐπιψηφίζεται τῷ νόμῳ συγγνώμην ἐπὶ τῷ τοιούτῳ μὴ διδούς. παρα‐ σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ
10μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξὺ γάρ πως εὑρίσκεται τῆς ἐν τῷ αἰῶνι τούτῳ καὶ τῆς μελλούσης κατακρίσεως, ὅτι ὁ βαπτιζόμενος ἔξεισιν ἀπὸ τοῦ αἰῶνος τούτου· καὶ μεταξύ πως τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς ἐξετάζεται καὶ οὕτως παραίτησιν τῆς ἐκ νόμου ἐξετάσεως ἴσχει κατὰ τὸν λέγοντα Παῦλον «θεὸς ὁ δικαιῶν·
15τίς ὁ κατακρινῶν». οὐκοῦν τὸ τὰ θαύματα καὶ τὴν τῶν δαιμόνων κατά‐ λυσιν, ἃ μόνου τοῦ πνεύματος ποιεῖν, ταῦτα τῷ δαίμονι περιτιθέναι οὐδεμίαν ὑμῖν συγγνώμην τῆς βλασφημίας καταλιμπάνει. ταῦτα λέγει οὔτε τὴν εἰς ἑαυτὸν βλασφημίαν ἀφεθήσεσθαι ἀποφαινόμενος οὔτε τοῖς βλασφημοῦσι κατὰ τοῦ πνεύματος χώραν μετανοίας, εἰ βούλοιντο, μὴ
20ἀφιείς, ἀλλ’ ἐν παραθέσει τὴν εἰς αὐτὸν βλασφημίαν ὡς εἰς ἄνθρωπον τότε γίνεσθαι μόνον δοκοῦσαν ἐλάττονα φάσκων εἶναι, ὅταν τῇ βλασφημίᾳ τοῦ ἁγίου συγκρίνηται πνεύματος, μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανὸν ἄνοδον καὶ σαφῶς ἀποδειχθῆναι, ὅτι ἐστὶν ἀληθῶς υἱὸς θεοῦ καὶ θεός. εἰ καὶ ἀτρέπτως γέγονεν ἄνθρωπος, οὐδὲ ἡ εἰς αὐτὸν ἀφε‐
25θήσεται βλασφημία, εἰ μὴ διὰ πταίσματός τε εἰλικρινοῦς μετανοίας.

74

(l)

Mt 12,43—45
1Ἐκ τούτου μανθάνομεν, ὅτι μὴ κρατήσει δαίμων ἀνθρώπου τὰ
καλλίω προαιρουμένου, ἀλλ’ ἀνεπίβατος ὁ τοιοῦτος ἔσται αὐτῷ ἔμφραγμα τῆς εἰσόδου τὴν ἀρετὴν προϊσχόμενος καὶ τόπον αὐτοῦ μηδένα ἀφιείς, ὡς ὁ Ἐκκλησιαστὴς παραινεῖ. τοὐναντίον δὲ ὁ κακὸς καὶ ῥᾴθυμος περὶ τὸ21
5ἀγαθὸν ἱππήλατός ἐστι τῷ πονηρῷ πνεύματι. μανθάνομεν δέ, ὅτι καὶ παραμυθίαν τινὰ τὴν εἰς τοὺς ἑαυτοῖς ἐπιτηδείους ἐνοίκησιν οἱ δαίμονες ἴσχουσιν, εἴ γε ὅτε μὴ δύνανται τοῦτο ποιεῖν οὐκ ἀναπαύονται, ὥσπερ ἐκ τῶν ἐναντίων λέγεται καὶ τοῦ θείου πνεύματος ἀνάπαυσις ἡ πρὸς αὐτὸ τῶν ἀνθρώπων ἐπιτηδειότης· «ἅγιος» γὰρ «ἐν ἁγίοις ἀναπαυόμενος» ὁ
10θεός. τὸ δὲ μετὰ πλειόνων ἐπεισιέναι τὸ ἅπαξ ἐξελθὸν αἰτίαν ἔχει τὴν τοῦ ἀνθρώπου ἀμετάβλητον πονηρίαν. ἑπτὰ δὲ πνεύματα λογιστέον τὰ πολλά· ἐπὶ γὰρ πλήθους πολλάκις τὰ ἑπτὰ παρὰ τῇ θείᾳ γραφῇ. κατ’ ἀρχὴν μὲν ἐν τοῖς Ἰουδαίοις ἐνῴκησε τὸ πνεῦμα τὸ πονηρόν, ὅτε κατ’ Αἴγυπτον εἰδωλολάτρουν, ἐξῆλθε δὲ ὅτε προσεκλήθησαν ὑπὸ θεοῦ· μετὰ
15ταῦτα δὲ ὅτε ἐξήμαρτον εἰς τὸν προσκαλεσάμενον, τότε μετέβαινεν ἡ χάρις ἐπὶ τὰ ἔθνη, οἱ δὲ ἐξεδίδοντο. καὶ ἡ μὲν ἐν τοῖς ἔθνεσιν ὥσπερ ἐν ἀνύδροις τισὶ τόποις κατοίκησις ἐγένετο τῶν πονηρῶν χαλεπή τε καὶ δύσβατος θεὸν ὑποδεξαμένων τῶν ἐθνῶν. ἡ δὲ εἰς τὸν Ἰσραὴλ ἐπάνοδος ῥᾷον ἢ πρότερον καὶ μετὰ πολλοῦ πλήθους τῆς ἐφόδου. διὸ κάκιον νῦν
20διάγουσιν ἢ ἐν Αἰγύπτῳ παραταττόμενοι μὲν εἰς τὰς κατὰ Χριστοῦ βλασφη‐ μίας ἀεί, τὴν δὲ πρὸς Ἀβραὰμ διαθήκην οὐκ ἔχοντες κατὰ τὸ δίκαιον προσδοκᾶν κἂν ὥσπερ τότε, ἀλλὰ ἀποκοπτόμενοι τῆς ἐλπίδος, ὅτι τὸν πληρωτὴν ταύτης ἠθετήκασιν. δεδήλωκεν οὖν ἐν τοῖς πρὸς αὐτοὺς λόγοις ὁ κύριος καὶ τὴν ἐσο‐
25μένην ἀποβολὴν αὐτῶν καὶ τὴν ἐπικρίσεως τῆς μελλούσης αἰσχύνην καὶ τὴν ἤδη κράτησιν ὑπὸ τοῦ πονηροῦ.

75

(l)

Mt 12,46
1 Ὅτι δὲ μήπω ἐπεπιστεύκεσαν εἰς αὐτὸν «οἱ ἀδελφοὶ αὐτοῦ», μανθάνομεν παρὰ Ἰωάννου, παρὰ δὲ τοῦ Μάρκου καί τι πλέον ἀκηκό‐ αμεν· ὡς γὰρ ἐξεστηκότα κατέχειν ἐπεχείρουν. ἐπὶ τῇ τοιαύτῃ διανοίᾳ καὶ ὁ κύριος οὐχ ὡς οἰκείων αὐτῶν ἐμνήσθη, ἀλλ’ ἀντεπιδείκνυσι τοὺς
5ὑπηκόους, τούτοις τὰ τῆς συγγενείας προγράφων ἅπαντα τὰ ὀνόματα, οἳ κατ’ οἰκειότητα τῆς ὑπακοῆς αὐτῷ συνήπτοντο. εἰ δὲ καὶ πρόσκαιρον
ἔσχε τὴν Μαρίας ἀντιλογίαν, καθὰ καὶ προεῖπεν ὁ Συμεὼν λέγων· «καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν» καὶ τὰ ἑξῆς, εἰκότως ἐπανῆλθεν ἐπὶ ταῦτα καὶ ὁ κύριος αὐτῆς εὐμενῶς ἐπὶ τοῦ πάθους μνησθεὶς καὶ συνέστησεν αὐτὴν22
10τῷ ἀγαπητῷ μαθητῇ.

76

(l)

Mt 13, 18—23
1 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ’ ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ’ οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς, καίτοι γε μετ’ ὀλίγον τὸν λόγον ἐδήλωσεν ὄντα τὸ σπέρμα ἐν οἷς λέγει συμπνίγεσθαι τὸν λόγον καὶ ἄκαρπον
5γίνεσθαι. λέγει δὲ καὶ ἐν τῇ τῶν ζιζανίων παραβολῇ τὸ «καλὸν σπέρμα» εἶναι «τοὺς υἱοὺς τῆς βασιλείας» οὐ τὸ ἐν αὐτοῖς σπειρόμενον δηλῶν, ἀλλ’ αὐτούς. φαμὲν οὖν, ὅτι καὶ ὁ λόγος σπέρμα καὶ ὁ τὸν λόγον δεξά‐ μενος διὰ τὴν πρὸς αὐτὸν σύγκρισίν τε καὶ ὁμοείδειαν. διά τοι τοῦτο μορφοῦται Χριστὸς ἐν ἡμῖν καὶ ἡμεῖς κατὰ Χριστὸν μορφούμεθα.

77

(l)

Mt 13, 47—50
1 Θαλάττῃ τὸν κόσμον ἀφο‐ μοιοῖ διὰ τὴν ἐν αὐτῷ πικρίαν καὶ τοὺς κλύδωνας τῆς ταραχῆς, σα‐ γήνην δὲ ἐπιβαλλομένην τῷ κόσμῳ
5τὴν τοῦ λόγου δύναμιν ἐκ ποικίλων νοημάτων παλαιᾶς καὶ καινῆς γρα‐ φῆς συνάγουσαν ἐξ Ἑλλήνων τε καὶ βαρβάρων, σοφῶν τε καὶ ἀνοήτων, ἀνδρῶν τε καὶ γυναικῶν, ἐλευθέρων
10τε καὶ δούλων, δικαίων τε καὶ πο‐ νηρῶν. πληροῦται δὲ ἡ σαγήνη τότε, ἡνίκα ὁ δεσπότης ὁ ἐπιβάλλων αὐτὴν
οἶδεν· οὐ γὰρ ἀνθρώπου τὸ τοῦτο ἐπιγνῶναι. ὅταν δὲ ἤδη τὸ μέτρον23
15ἔχῃ τῆς πληρώσεως ὁ τῆς διδα‐ σκαλίας λόγος, τότε οὐ πάντες οἱ τὴν τοῦ λόγου μαθητείαν ὑπελθόντες εὑρεθήσονται δόκιμοι τῷ τῆς σα‐ γήνης δεσπότῃ, ἀλλὰ διάκρισις τότε
20γενήσεται πονηρῶν τε καὶ ἀγαθῶν καὶ τοῖς μὲν ἀχρείοις φανεῖσι τὸ τέλος ὄλεθρος, τοῖς δὲ ἀγαθοῖς ἡ παρὰ τῷ κυρίῳ μονὴ κατατιθεμέ‐ νοις εἰς ἀγγεῖα διάφορα· «πολλα»
25γὰρ αἱ παρὰ τῷ πατρὶ «μοναί». οἱ δὲ πονηροὶ καὶ τέως μετὰ τῶν δι‐ καίων ἀριθμούμενοι οὐκέτι τότε τὴν ἀδιάκριτον ἕξουσιν σὺν αὐτοῖς δια‐ τριβὴν τόν τε ἡδὺν αὐτοῖς ἀπολεί‐
30ποντες βίον, ὥσπερ ἰχθύες τὸν ἐν τῇ θαλάττῃ, τὴν ὀδυνηροτάτην ὑπο‐ στήσονται ἐν πυρὶ κόλασιν, ἔνθα μηδὲν εἰς παραμυθίαν κακοῦ λείπε‐ ται.

77col2

Τῇ θαλάττῃ παρείκασεν ὁ σωτὴρ τὸν κόσμον διὰ τὴν ἐν αὐτῷ ταραχήν τε καὶ ζάλην, σαγήνην δὲ ἐπιβαλλομένην τῷ κόσμῳ τὴν τοῦ
5λόγου δύναμιν ἐκ ποικίλων νοημάτων παλαιᾶς τε καὶ νέας συγκειμένην καὶ ἐκ παντὸς γένους Ἑλλήνων τε καὶ βαρβάρων, σοφῶν τε καὶ ἀνοή‐ των πληρουμένην

78

(l)

Mt 14, 17
1 Πλείστων θαυμάτων καὶ μεγίστων γεγονότων παρὰ τοῦ σωτῆρος ἡμῶν οὐκ ἔλαττόν ἐστι τὸ μὴ ἀεὶ τῇ ἐξουσίᾳ χρῆσθαι πρὸς τὴν εὐπορίαν τῆς τροφῆς, ἀλλὰ δεῖσθαι πολλάκις καὶ ἀπορεῖν.

79

(l)

Mt 15, 2—6
1 Εἰς τὰ ἐναντία περιίστησιν ὁ κύριος τὴν πονηρὰν κατάστασιν τῶν Φαρισαίων· οἱ μὲν γὰρ τῶν σωματικῶν φροντίζοντες κατεφρόνουν τῶν πνευματικῶν, ὁ δὲ σωτὴρ τὰ πνευματικὰ παρεισάγων παραιτεῖται τὰ
σωματικά.24

80

(l)

Mt 15, 8
1 Σφόδρα μετὰ τὴν προκειμένην ἀπόδειξιν ἡ τοῦ προφήτου φωνὴ καιρίως ἐπήχθη πολλὴν ἔχουσα τὴν συμφωνίαν.

81

(l)

Mt 15, 21—22
1 Πόθεν ἐξῆλθεν ἡ Χανανῖτις; ἀπὸ τῆς εἰδωλολατρίας Τύρου καὶ Σιδῶνος, ἀπὸ τοῦ λαοῦ αὐτῆς καὶ ἀπὸ «τοῦ οἴκου τοῦ πατρὸς» αὐτῆς. ποῖ ἐξῆλθεν; εἰς ὀσμὴν μύρου τοῦ σωτῆρος· τύπον γὰρ ἐπέχει τῆς ἐξ ἐθνῶν ἐκκλησίας. ἀλλὰ καὶ ὁ σωτὴρ ἐξῆλθεν «ἐκ τῆς συγγενείας» τοῦ
5Ἰσραὴλ «καὶ τοῦ οἴκου τοῦ πατρὸς» αὐτοῦ, τῆς Ἰερουσαλήμ. καὶ ὑποδέχεται αὐτὸν ἡ Χανανῖτις, ἡ καὶ τὸν Ἡλίαν δεξαμένη χήρα· τί δὲ ἐβόα κράζουσα· κύριε, υἱὲ Δαβίδ; πόθεν ᾔδει οὕτως καλεῖν, μήτε νόμον μήτε προφήτας μελετήσασα; κύριον μὲν κατὰ τὴν θεότητα, υἱὸν δὲ Δαβὶδ κατὰ τὴν σάρκα. νόει μοι τὸν τῆς χήρας υἱὸν νεκρὸν ὄντα, τοῦτ’
10ἔστιν τὸ νενεκρωμένον σῶμα, τὴν δὲ ψυχὴν καθαρισθεῖσαν τοῦ δαιμονίου. ἀπεκατέστησε τὰ ἀμφότερα σῶα.

82

(l)

Mt 16, 1—4
1 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί‐ ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ‐ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε
5ὁ σωτὴρ ἐπιθυμίαν ἄλογον πληροῖ πρὸς τὸ δεῖξαι τὴν δύναμιν· οὐδὲ γὰρ αὔξιμον τοῖς τοιούτοις ἐπιδαψι‐ λεύεσθαι τὰς χάριτας οἳ μὴ ταῖς δοθείσαις ἱκαναῖς οὔσαις ἀρκοῦνται.
10ἐξ οὐρανοῦ δὲ σημεῖον αἰτοῦσιν οἷον τροφὰς ὧσπερ ἐπὶ τῶν πατέρων ἢ στάσιν στοιχείων ὡς ἐπὶ τοῦ Ἰη‐ σοῦ τοῦ Ναυῆ. εἰπὼν δὲ αὐτοὺς γενεὰν πονηρὰν καὶ μοιχαλίδα
15καταλείπει ὡς νυμφίος τὴν γενο‐ μένην πόρνην πόλιν πιστὴν Σιὼν
τὴν Ἰουδαίων συναγωγήν.25

82col2

Οὔτε ἰατρὸς ἄκαιρον ἐπιθυ‐ μίαν δίδωσι τοῖς νοσοῦσιν ὡς λύου‐ σαν αὐτῶν τὴν νόσον οὔτε τὴν ἡδο‐ νὴν αὐτῶν ἐμπίπλησι βρωμάτων
5βλαβερῶν, ὡσαύτως καὶ ὁ σωτὴρ ἐπιθυμίαν ἄλογον οὐ πληροῖ πρὸς τὸ δεῖξαι τὴν δύναμιν αὐτοῦ· πολλὰ γὰρ ἑωράκασιν ἐξ οὐρανοῦ ση‐ μεῖα· «πνεῦμα καταβαῖνον ὡσεὶ πε‐
10ριστεράν», τοὺς οὐρανοὺς ἀνεῳγ‐ μένους καὶ τὴν πατρικὴν «φωνὴν λέγουσαν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός».

83

(l)

Mt 16, 23
1 Οὐκ ἀπολογίαν δὲ τοῖς δρῶσιν τὸ πάθος διὰ τούτων παρέχει· οὐ γὰρ συνέπνει τῇ τοῦ θεοῦ βουλῇ τὸ Ἰουδαίων φρόνημα καὶ ἐπιβούλευμα οὐδὲ τότε ἔσπευδον, ὅπερ ᾠκονόμει θεός, ὥστε ἐκείνοις μὲν κατὰ γνώμην τὸ πραττόμενον ἀσέβημα ἦν, θεῷ δὲ καὶ σοφὸν οἰκονόμημα καὶ ἀνθρώ‐
5ποις σωτήριον εὐεργέτημα.

84

(l)

Mt 16, 27
1 Τὸ δὲ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτο· τῇ δόξῃ φησὶ τοῦ θεοῦ, διότι καὶ ἄνθρωπος γενόμενος θεοῦ υἱός ἐστιν ὡς δηλοῖ παράλληλα τιθεὶς ἑκάτερα υἱὸν τοῦ ἀνθρώπου λέγων καὶ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ παρεσόμενον. προσβεβαιοῖ δὲ τὸ λεγόμενον τῷ καὶ μετὰ τῶν
5ἀγγέλων αὐτοῦ· θεοῦ γὰρ οἱ ἄγγελοι, ποιήματος δὲ οὐδενὸς οὐχ ὅπως ἀνθρώπου. διὰ τοῦτο γοῦν καὶ «κύριος τῶν δυνάμεων» ὄνομα θεῷ. ὄνομα δὲ τῆς ἰδιότητος γνώρισμα. τὸν δὲ τοιοῦτον ἐπιφανέντα φησὶν ἀποδώ‐ σειν ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.

85

(l)

Mt 17, 5
1 Πατὴρ υἱὸν μηνύων φαίνεται τῆς ἐκεῖθεν ἠχούσης φωνῆς οἷον ἐκτυ‐ πούσης καὶ αὐτῆς τὴν ἄνωθεν ἐρχομένην παρὰ πάντας μαρτυρίαν· οὐ
γὰρ ἐξάκουστον φωνὴν θεοῦ νομιστέον· οὐδὲ γὰρ αἰσθητὸν ἐξ ἀσωμάτου. καὶ ὥσπερ «οὐδεὶς ἑώρακεν θεὸν πώποτε», οὐδὲ ἀκήκοεν θεόν. τὸ δὲ26
5ἀκούετε αὐτοῦ διαστολῆς ἔχει δύναμιν ἀναγκαίας· αὐτοῦ γάρ φησιν μᾶλλον ἢ Μωσέως εἰσηγησαμένων προφητῶν, ὅτι προελθεῖν ἤδη καιρὸς καὶ μετελθεῖν ἐκ τῆς εἰσαγωγῆς ἐπὶ τὴν τελειότητα, ἐκ τῶν τύπων ἐπὶ τὴν ἀλήθειαν· νόμου γὰρ εἰσαχθέντος διὰ τῆς ἄνωθεν ἐπιφανείας οὐχ οἷόν τε ἦν τὸ μεῖζον ἰσχῦσαι παρὰ ἀνθρώποις μὴ οὐχ ὑπὸ τῆς ἄνωθεν
10ἐπιφανείας εἰσηγμένον.

86

(l)

Mt 17, 22—23
1 Λέγει τοίνυν τὸ συμβησόμενον ἐν Ἰερουσαλὴμ οὔπω πλησιάζοντος οὐδὲ τοῦ χρόνου καθ’ ὃν ἔδει παθεῖν, ἵνα καὶ τὴν πρόγνωσιν θείαν οὖσαν ἀνακαλύψῃ καὶ ὅτι ἑκουσίως πάσχειν ἔμελλεν, ἅτε μὴ ὑπ’ ἀγνοίας ἀπιὼν ἔνθα πείσεσθαι ἔμελλεν. καὶ τοῖς μαθηταῖς δὲ πρὸς ὠφελείας ἐγίνετο
5πρὸς τὸ μὴ ταράσσεσθαι ὡς ἀνθρώπων ἰσχυσάντων κατ’ αὐτοῦ.

87

(l)

Mt 17, 24
1 Νομικὸν ἦν τοῦτο τέλος τῶν διδράχμων διὰ Μωυσέως ὁρισθὲν λέγοντος· «δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς τῆς ἑαυτοῦ κυρίῳ, τὸ ἥμισυ τοῦ διδράχμου». ταῦτα δὴ συνέλεγον οἱ Ἰουδαῖοι παρὰ πάντων καὶ ἐδίδοτο τὸ δίδραχμον δύο ψυχῶν λύτρωσις κατὰ τὸν νόμον οὔτε τοῦ
5πλουτοῦντος προστιθέντος ᾧ ὁ νόμος εἴρηκεν οὔτε τοῦ πενομένου ἐλαττοῦν‐ τος «ἀπὸ τοῦ ἡμίσεως τοῦ διδράχμου». ὅ ἐστιν, φησίν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον, οὐδὲν ἕτερον αἰνιττομένου τοῦ πράγματος ἢ τὸ λύτρον τὸ ἀλη‐ θινόν, ἐπείπερ ἐσκιαγραφεῖτο πάντα εἰς τοῦτο. τὸ δὲ λύτρον τὸ ἀληθινὸν ὁ κύριος ἦν δυνάμει τὸν πατέρα ἔχων ἐν ἑαυτῷ, καθὸ χαρακτήρ ἐστι
10θεϊκός, οὗ δὴ σύμβολον τὸ δίδοσθαι τὸ δίδραχμον, καίτοι δραχμῆς οὔσης τῆς λυτρουμένης καὶ μὴ πλέον τοῦ ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ‐ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννοῆσαι δύνασθαι περὶ τὸν Χριστόν, ὅθεν εἴρηται «πᾶν τὸ πλήρωμα τῆς θεότητος ἐν αὐτῷ κατ‐
15οικεῖν σωματικῶς».27

88

(l)

Mt 17, 27
1 Παρίστησιν ἑαυτὸν καὶ θαλάσσης καὶ τῶν ἐν αὐτῇ καὶ παντὸς στοιχείου δημιουργὸν εἶναι καὶ κύριον ὡς υἱὸν ἴδιον τοῦ θεοῦ καὶ πατρός· ὁ γὰρ ἰχθὺς οὗτος τύπον ἐπεῖχε τῆς ἐκκλησίας τῆς πάλαι τῇ τῆς ἀπιστίας ἅλμῃ καὶ δεισιδαιμονίας κατειλημμένης καὶ βαθέως ἐν βυθῷ κεκα‐
5λυμμένης καὶ ταραχῇ καὶ ζάλῃ τῶν βιωτικῶν ἡδονῶν καταβεβαπτισμένης, ἀναχθείσης δὲ τῷ ἀγκίστρῳ τῶν ἀποστόλων τῷ διδασκαλικῷ καὶ ἁλιευ‐ τικῷ καὶ θηρῶντι λόγῳ πρὸς τὴν τοῦ θεοῦ γνῶσιν, «τοῦ ἐκ σκότους ἡμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς».

89

(l)

Mt 18, 12—13
1 Κατὰ τοῦτο εἰκότως καὶ τὴν εἰς κόσμον αὐτοῦ παρουσίαν τῇ προ‐ κειμένῃ παραβολῇ προσαρμόζει ὡς ἐπὶ τὸ ἀπολωλὸς γεγονυῖαν πρόβατον, τοῦτ’ ἔστιν τὸν ἄνθρωπον ἀπὸ τῶν προβάτων ὄντα τῶν ἑκατόν, ἀπὸ τοῦ πλήθους τῶν οὐρανίων δυνάμεων, ὁμοιογενῆ αὐτοῖς ὄντα καθὸ
5λογικός, καθὸ πρόβατον ἐν προβάτοις ἀριθμούμενον, ἐλάχιστον δὲ ὡς πρὸς τὸ πολὺ πλῆθος καὶ διὰ τοῦτο ἐν προβάτοις ἑκατόν. πλάνη δὲ αὐτοῦ τὸ πταῖσμα τοῦ Ἀδάμ. ζητεῖται δὲ εἰκότως, ὅτι καὶ ὁμοιογενὴς τοῖς παρὰ θεῷ μείνασι καὶ πρὸς ἀναπλήρωσιν αὐτῶν ἀναγκαῖον, ἵνα μὴ ἐνδεὴς εἴη ποιμὴν καὶ κολοβὸς εἴη, καθὸ καὶ ἀνακεφαλαίωσιν «τῶν
10πάντων» εἶπεν ὁ Παῦλος «ἐν Χριστῷ» τὴν τοῦ περιρρυέντος μέρους ἐπανάληψιν οὐκ ἐντελοῦς οὔσης τῆς τῶν ὅλων ἐν Χριστῷ συστάσεως διὰ τὸ ἐκλεῖπον καὶ ἐλλεῖπον.

90

(l)

Mt 18, 25
1 Ἴδιον παραβολῆς τὸ κελεῦσαι πραθῆναι τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει καὶ ἀποδοθῆναι· ἐπὶ μὲν γὰρ τῶν ἀνθρω‐ πίνων πραγμάτων τοῦτο δυνατόν, ἐπὶ δὲ τῆς παρὰ Χριστῷ κρίσεως οὐκ
οἰκείων πιπρασκομένων οὐδὲ χρημάτων ἡ ἀπόδοσις ἂν γένοιτο τῶν ὀφειλο‐28
5μένων. ἀλλ’ ὑποδείκνυται ἡ πάντων ἀφαίρεσις ὧν τις ἔχει τερπνῶν καὶ καθ’ ἡδονὴν καὶ ἡ διὰ τῶν παθημάτων ἀπόδοσις· ἐπὶ δὲ τῶν ἐναντίων τὸ ἐναντίον λύεται· τὰς οὖν ἡδονὰς οἱ πόνοι λύουσιν. διὸ καὶ ὁ σωτὴρ ἀποδοῦναι τὰς ἁμαρτίας τοῦ κόσμου βουληθεὶς πέπονθεν ὑπὲρ ἡμῶν.

91

(l)

Mt 18, 31
1 Οἱ σύνδουλοι οἱ καὶ μηνύοντες τὸν ἀπηνῶς χρησάμενον τῷ συν‐ δούλῳ ἄγγελοί τέ εἰσι καὶ ἄνθρωποι τὴν οἰκονομίαν ἐγκεχειρισμένοι ὁποῖος ἦν Παῦλος ὁ τῷ διαβόλῳ παραδοὺς τὸν αἴσχιστα ἠδικηκότα. καὶ ὥσπερ ὁ τὸ χρέος ἐκτείσας ἐλεύθερος γίνεται, οὕτως ὁ παθὼν ὑπὲρ ὧν
5ἠδίκησεν ἐλευθεροῦται πρὸς σωτηρίαν. προσεκτέον δὲ κἀκείνῳ, ὅτι περὶ τοῦ δεῖν συγχωρεῖν ἀλλήλοις τοῖς ἀνθρώποις διαλεγόμενος καὶ πρὸς τοῦτο τῇ παραβολῇ κεχρημένος οὕτως ἤρξατο· «διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν».

92

(l)

Mt 18, 31—35
1 Οὐ φέροντες γὰρ τὴν πονηρίαν ἡμῶν οἱ ὁμόδουλοι ἡμῶν ἄγγελοι κατηγοροῦσιν ἡμῶν ἐπὶ θεῷ, οὐχ ὡς ἀγνοοῦντι, ἀλλ’ ὡς ἀγανακτοῦντες κατὰ τῶν τοὺς φιλανθρωπίας πατούντων νόμους. βασανιστὰς δὲ τοὺς ἐπὶ τῶν κολάσεων τεταγμένους ἀγγέλους λέγει. τὸ δὲ ἕως οὗ ἀποδῷ
5πᾶν τὸ ὀφειλόμενον, τοῦτ’ ἔστιν διηνεκῶς αὐτὸν παρέδωκεν εἰς τὸ
5βασανίζεσθαι· οὐ γὰρ ἠδύνατο ἀποδοῦναί ποτε· ἐνταῦθα μὲν γὰρ ἐπι‐ στρέφων τὸν ἄνθρωπον ὁ θεὸς πειρασμοῖς καὶ νόσοις καὶ βασάνοις ἑτέραις παραδίδωσιν, ἐν δὲ τῷ μέλλοντι ἀκαταπαύστως βασανίζεσθαι εἰς τὸ διηνεκές. οὐκ εἶπε δὲ οὕτως καὶ ὁ πατὴρ ὑμῶν ποιήσει ὑμῖν,
10ἀλλ’ ὁ πατήρ μου· ἀνάξιοι γὰρ οἱ τοιοῦτοι ὀνομάζεσθαι υἱοὶ θεοῦ. διαγράφει τοίνυν ὡς ἐν συντόμῳ ὁ λόγος τὴν ἄφατον τοῦ θεοῦ φιλαν‐ θρωπίαν, ἣν ὁ μὴ μιμησάμενος κατὰ τὸ δυνατὸν ἀπότομον ὑποστήσεται τιμωρίαν παρὰ τοῦ δικαίου κριτοῦ. εἰ δὲ καὶ εἴρηται· «ἀμεταμέλητα τὰ χαρίσματα» τοῦ θεοῦ, ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα‐
15τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν
ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν τῷ πταίοντι.29

93

(l)

Mt 19, 4
1 Τοῦτο ἀνθρωπίνῳ τρόπῳ διείλεκται ὁ σωτὴρ κατὰ τὸ σχῆμα τὸ διδασκαλικόν, οὐκ ἀποκαλύπτων ἑαυτὸν εἶναι τὸν δημιουργὸν λόγον οὐδὲ μὴν χωρίζων ἀπὸ τοῦ κτίζοντος πατρὸς τὸν κτίσαντα υἱόν, ἀλλ’ ἐν πατρὸς ὀνόματι καὶ τὸν λόγον ἐμπεριλαμβάνων εἴγε «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ
5χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν».

94

(l)

Mt 19, 9
1 Μοιχείαν δέ φησι τὸ τῇ ἰδίᾳ μὴ συνεῖναι· οὐκ ἰδίᾳ δὲ σύνεστιν ὁ τὴν ἰδίαν ἀπολιπών. διὰ τοῦτο «μοιχᾶται ἐπ’ αὐτήν», τοῦτ’ ἔστιν ἐπὶ τὴν δευτέραν, ἣν ἐπεισάγει τῇ κατὰ φύσιν αὐτῷ συνημμένῃ, ἐὰν τὸν ἴδιον καταλίπῃ. πῶς οὖν ὁ νόμος οὐ συνεχώρει ὁ τὸ «οὐ μοιχεύσεις» λέγων;
5ἐροῦμεν, ὅτι ὁ μὲν νόμος τὴν προφανῆ μοιχείαν ἀπεκώλυσεν, ὅτε τὴν συνοικοῦσαν ἕτερός τις διαφθείροι· ὁ δὲ σωτὴρ καὶ τὴν οὐχ ὁμολογου‐ μένην παρὰ πᾶσιν οὐδὲ γινωσκομένην τῇ φύσει οὐδὲ διελεγχομένην, ὅτι μοιχεία ἐστίν, τὴν μέντοι πορνεύσασαν ἀποστῆσαι συγχωρεῖ Χριστός, ὅτι δὴ διέλυσεν αὕτη τὴν φυσικὴν σύζευξιν καὶ οὐκέτι ὑπὸ τοῦ ἀνδρὸς τοῦτο
10γίνεται.

95

(l)

Mt 19, 10—12
1 Πάρεστιν ἀπὸ τῆς τοῦ κυρίου διαιρέσεως τοῖς μὲν ἐν 〈τῷ〉 κάτω βαδίζουσιν ὑπομένειν τὸ ἐν κόσμῳ
λυπηρὸν μᾶλλον ἢ τοῦ δικαίου κατα‐30
5φρονεῖν, τοῖς δὲ δυναμένοις ὑπερ‐ βαίνειν τὸν κόσμον οἷον ὑπὸ πτέ‐ ρυγος φέρεσθαι πρὸς τὴν ἄνω δι‐ καιοσύνην, ἀλύπους δὲ ὄντας καὶ ἐλευθέρους ἀπὸ τῶν ἐν κόσμῳ λυ‐
10πηρῶν. οὐκ ἐπιβάλλων οὖν βρόχον εἶπεν· οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ’ οἷς δέδοται. τὸ δὲ οἷς δέδοται χαρισμάτων φυσικῶν ἐστι δηλωτικόν, ὅπερ ἄν τις καὶ
15φύσεως ἐπιτηδειότητα λέγοι καὶ τὴν ἀπὸ γεννήσεως εὐφυίαν εἰς τὸ τῆς σωφροσύνης κατόρθωμα· εἰσὶ γάρ τινες καὶ ἐκ φύσεως διαφοραὶ πρὸς ἑκάστην ἀρετήν, τῶν μὲν μᾶλλον,
20τῶν δὲ ἧττον πρὸς αὐτὴν πεφυκό‐ των. εἰ καὶ ὅτι μάλιστα μὴ ἐντελῆ τὰ φυσικά, μηδ’ ἂν ἀμετακίνητα καὶ ἀκατόρθωτα παντελῶς, ἀλλὰ καὶ τὸ ἐπιτήδειον εἰς ἀγαθὸν ἀσκήσει
25τελειοῦται καὶ τὸ μὴ ἐπιτήδειον ἀγῶνι πολλῷ θεραπεύεται.

95col 2

(11)

Οὐ πάντες φησὶν χωροῦσι τὸν λόγον, ἀλλ’ οἷς δέδοται. τὸ δὲ οἷς δέδοται χαρισμάτων φυσι‐ κῶν ἐστι δηλωτικὸν καὶ τῆς ἀπὸ
15γεννήσεως εὐφυίας εἰς τὸ τῆς σω‐ φροσύνης κατόρθωμα.

96

(l)

Mt 19, 14—15
1 Μόνη κακία καὶ διαφθορὰ τῆς δημιουργίας ἀποκωλύει προσελθεῖν τῷ δημιουργῷ, τὸ δὲ τῆς φρονήσεως ἐνδεὲς οὐ κωλυτικὸν τῆς προσόδου· πλήρωσιν γὰρ ἐπιζητεῖ, ταύτῃ δὲ ἡ πρόσοδος χαρίζεται. διὸ καὶ ἀκριβὴς ἡ λέξις τῶν τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· οὐ γὰρ
5τούτων εἶπεν, ἀλλὰ τῶν τοιούτων, ἐπειδὴ πρόσεστιν καὶ τὸ τῆς φρο‐ νήσεως ἐνδεὲς τοῖς παισὶν οὗπερ ἀποτρέπων ὁ ἀπόστολος ἔλεγεν· «μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε». ὁ δὲ Μᾶρκος καὶ ἐπεξῆλθε τὴν αἰτίαν λέγων καὶ οἷον ἑρμηνεύων· «τῶν τοιούτων ἐστὶν ἡ βασιλεία» τῶν οὐρανῶν· «ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασι‐
10λείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν». τὸ δὲ αὐτὸ καὶ ὁ Λουκᾶς καὶ ἀνωτέρω δὲ ἔλεγεν ὁ Ματθαῖος· «ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν»· ἅπερ γὰρ ἐκεῖνα ἔχει τῇ φύσει, ταῦτα ἡμᾶς ὁ θεὸς θέλει ἔχειν τῇ προαιρέσει, τὴν ἁπλότητα, τὴν ἀμνησικακίαν, τὸ ἀγαπᾶν τοὺς γονέας,31
15κἂν τύπτηται ὑπ’ αὐτῶν. ἐπετίθη δὲ τὰς χεῖρας τοῖς παιδίοις τῆς ἐπι‐ θέσεως τῶν χειρῶν διδασκούσης τὴν τῆς θείας δυνάμεως ὅπλισιν.

97

(l)

Mt 19, 17
1 Καλὴ ἡ τοῦ νόμου προπαίδεια καὶ οὐκ ἀναιρεῖ ὁ Χριστὸς αὐτήν, ἀλλ’ εἰ θέλεις, φησίν, εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρει τὰς ἐντολὰς ἀρχὴν τῆς ὁδοῦ ταύτης ἐπιδεικνύων, οὐ συμπλήρωσιν· καὶ τὸ μὴ ἀλλό‐ τριον εἶναι ἑαυτοῦ τὸν νόμον διὰ τούτου μαρτυρῶν· ἡ τελειότης δὲ παρ’
5αὐτοῦ.

98

(l)

Mt 19, 23—26
1 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα»· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμοίωσις· «στενὴ γὰρ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν». ἆρ’ οὖν καὶ τὰ κακά; ὅπου γὰρ ὁ θεός, εἴρηται, τὸ καλὸν ἕπεται καὶ οὐδ’ ἂν ἐννοήσαι τις
5ὑγιαίνων, ὅτι τὰ κακὰ θεῷ δυνατὰ οὐδὲ ἀδυναμίᾳ εἴποι ἂν τὰ καλὰ μὴ ποιεῖν· ἀσθένεια γὰρ τοὐναντίον ἡ τῶν κακῶν ποίησις καὶ ἀσθενείας τὰς ἁμαρτίας ὁ Παῦλος καλεῖ λέγων· «ἔτι γὰρ ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν Χριστὸς ὑπὲρ ἀσεβῶν ἀπέθανεν» καὶ ὁ ψαλμῳδός· ἐπλήσθησάν φησιν «αἱ ἀσθένειαι αὐτῶν»· τὰς ἁμαρτίας ἀσθενείας καλεῖ λέγων. ἀλλ’
10οὐδ’ ἐκεῖνό τις ἂν ἐγκαλέσειεν τῷ λόγῳ τῷ λέγοντι πάντα θεῷ δυνατὰ οἷον λέγειν εἰώθασιν. ἆρ’ οὖν καὶ τὸ γένος ποιῆσαι μὴ γεγονέναι θεῷ δυνατόν ἐστιν; ἀχρεῖον γὰρ αὐτῷ πάλιν τὸ τοιοῦτον· οὐδὲν δὲ ἀχρεῖον
ἐπὶ θεοῦ δυνάμεως παραλαμβάνεται. ὥστε περισσαὶ πᾶσαι αἱ κατὰ τοῦ λόγου συκοφαντίαι. εἰπὼν δὲ ὁ Μᾶρκος, ὅτι «Ἰησοῦς ἐμβλέψας αὐτῷ32
15ἠγάπησεν ἀυτὸν» ζήτησιν κινεῖ, πῶς ἠγαπήθη ὁ μὴ μέλλων ἀκολουθεῖν ἐπὶ «τὴν ζωήν». ἔστι δὲ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας καὶ ταῦτα ἐκ νεότητος, τῇ δὲ περὶ τὸ τέλειον ὀλιγωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην τελείαν οὐκ εἴασε γενέσθαι, ὥσπερ οὐδὲ τὴν τελειότητα ἐδείξατο. διόπερ ὁ Παῦλος ἀτελὲς ἅπαν τὸ ἐν νόμῳ κατα‐
20λαβὼν ἐπὶ τὴν τελειότητα ἔσπευσεν.

99

(l)

Mt 19, 27
1 Οὐχ ὡς μεγάλα τινὰ καταλελοιπότες, ἀλλ’ αὐτῶν, ὧν εἶχον, ἐκ‐ στάντες καὶ τὴν προαίρεσιν ἐπιδείξαντες τὴν ἁπάντων προτιμῶσαν Χριστόν.

100

(l)

Mt 19, 28—29
1 Κρινοῦσιν οἱ ἀπόστολοι τῇ ἀρετῇ τὴν κακίαν ἐλέγχοντες. ἔστι δὲ «νῦν» ἡ τῶν πολλαπλασίων ἀπόλαυσις κατὰ τὴν κοινωνίαν, οὐ κατὰ τὴν κτῆσιν· ὥσπερ δὲ προτέθεικεν ὁ σωτὴρ τὰ τῶν ἀδελφῶν ἅπαντα τοῖς ὑπὲρ τοῦ εὐαγγελίου στρατευομένοις οὕτως καὶ οἰκίας πολλὰς καὶ
5ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς ὕπαρξιν τοῖς τὰ ἴδια καταλείπουσιν, ὅτι ἡ ἀγάπη πᾶσαν ἐπλήρωσεν οἰκειότητα καὶ πᾶσαν χρείαν. προστέθεικεν δὲ ὁ Λουκᾶς καὶ περὶ γυναικός· τοῦτο δὲ κατὰ τὸν Παῦλον κελεύοντα τιμᾶν «πρεσβυτέρας» μὲν «ὡς μητέρας, νεωτέρας δὲ ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ». ὥσπερ γὰρ ἀδελφοὺς δίδωσι
10τοὺς οὐκ ἀδελφοὺς καὶ γονεῖς τοὺς οὐ γονεῖς, τέκνα τὰ οὐ τέκνα, οὕτως καὶ γυναῖκα τὴν οὐ γυναῖκα ἑτέρῳ τρόπῳ δηλαδὴ τὰς οἰκειότητας ἐκ‐ πληρῶν, οὐ σωματικῶς. ἀπολείπειν δὲ οὖν κατὰ σάρκα γένος ἀγαθόν ἐστι διὰ τὴν πνευματικὴν ζωήν, καθὰ καὶ πάλαι περὶ τῆς Λευὶ φυλῆς ἔλεγεν Μωυσῆς· «ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ οὐχ ἑόρακά σε, καὶ
15τοὺς υἱοὺς αὐτοῦ, ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου δι‐ ετήρησεν. δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ἰακὼβ καὶ τὸν νόμον σου
τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσι‐ αστήριόν σου»· ἐκεῖ τε γὰρ διὰ τὴν θείαν σπουδὴν τοῦ γένους ἀπόστασις καὶ ἐνταῦθα τὸ ἴσον· οὐδὲ γὰρ ὡς ἀλλοτρίων ὄντων θεοῦ τὸν χωρισμὸν33
20ἀποδέχεται, ἀλλ’ ὡς οὐ σχολὴν οὖσαν περὶ ταῦτα διατρίβειν τὸν ἀνακεῖσθαι μέλλοντα τῇ τοῦ εὐαγγελίου λειτουργίᾳ. οὕτως τοίνυν οὐδὲ τὸν ἀπὸ γυναικὸς καὶ γάμου χωρισμὸν ὡς ἀπό τινος πονηροῦ νομιστέον ἐπαινεῖσθαι, ἀλλ’ ὥστε μηδὲ τοῦτο ἐμπόδιον εἶναι τῷ λειτουργῷ καὶ καθάπαξ ἡ τῶν πνευματικῶν προτίμησις οὐκ ἀλλότρια δείκνυσι τὰ
25σαρκικὰ ὡς ἐπιχειροῦσιν οἱ Μανιχαῖοι τὴν τοῦ θεοῦ κτίσιν ἀθετοῦντες. ἀδιάφορον δὲ τὸ λέγειν ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος ἢ «ἕνεκεν τοῦ εὐαγγελίου» ὡς ὁ Μᾶρκος ἢ «ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ» ὡς ὁ Λουκᾶς. τό τε γὰρ ὄνομα τοῦ Χριστοῦ δύναμίς ἐστι τοῦ εὐαγγελίου καὶ τῆς βασιλείας, τό τε εὐαγγέλιον εἰς ὄνομα ἀνήρτηται τοῦ Χριστοῦ καὶ
30ἡ βασιλεία τοῦ θεοῦ διὰ τοῦ ὀνόματος αὐτοῦ χαρίζεται.

102

(l)

Mt 20, 10—12
1 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ‐ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι τοῦτο νομιοῦσιν ἐν τῷ καιρῷ τῆς ἀναστάσεως οὐδὲ ἐγκαλέσουσι τότε. πλεῖόν τι τοῖς προτέροις ὀφείλεται, ὅτι θανάτου καὶ διαβόλου κρα‐
5τοῦντος ἐπολιτεύοντο· τοῦτο γάρ ἐστιν τὸ βάρος τῆς ἡμέρας καὶ ὁ καύσων, ὅτε μηδὲ ἡ τοῦ πνεύματος δρόσος παρῆν ἐπικουροῦσα πρὸς
δικαιοσύνην ἀνθρώποις.34

103

(l)

Mt 20, 22
1 Ποτήριον δὲ καὶ βάπτισμα τὸν θάνατον λέγει· ποτήριον μὲν ἐκπιεῖν λέγων ὥσπερ οἴνου καθὰ ἐν τῷ Ἰερεμίᾳ λέγεται τὴν τιμωρίαν «οἴνου ποτήριον» εἶναι καρῶσαι καὶ καταβαλεῖν δυναμένου· βάπτισμα δὲ διὰ τὴν κάθοδον εἴρηκεν τὴν εἰς ᾅδου, ὃ τὴν ἐκεῖθεν ἄνοδον ἔσχεν,
5ὥσπερ ὁ βαπτιζόμενος καταδύεται εἰς ὕδωρ καὶ πάλιν ἀναδύεται· ὕδωρ δὲ εἰπὼν τὸ ταραχῶδες τῶν ἐν ᾅδου δεδήλωκεν.

104

(l)

Mt 21, 2
1 Σημεῖον τὸ γινόμενον· οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν ἐλαιῶν εἰς Ἰερου‐ σαλὴμ εἰσιόντι τῷ κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι, ὃς τὴν Ἰου‐ δαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζός, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον
5ἡγεμόνα καὶ βασιλέα τῆς Ἰερουσαλήμ· τὸ γὰρ νέον τῆς κλήσεως ἐδή‐ λωσεν ὁ πῶλος, ἀλλὰ καὶ τὸ πάλαι μὴ καθαρὸν τῶν νῦν καλουμένων· ὄνος γὰρ οὐ καθαρὸν κατὰ τὸν νόμον, ἀλλ’ ἑκατέροις τοῖς γνωρίσμασι τῆς ἀκαθαρσίας κεχωρισμένον ἀπὸ ζῴων καθαρῶν, ὅτι καὶ μονῶνυξ καὶ μὴ μαρυκώμενος ὁ ὄνος.

105

(l)

Mt 21, 2
1 Ὁ ἀδάμαστος πῶλος ὁ λαός, ἐφ’ ὃν οὔτε νόμος οὔτε προφῆται ἐκάθισαν, ἐκδεχόμενος τὸν αὐτῶν κύριον· τοῦτο γὰρ καὶ ὁ σωτὴρ εἶπεν τοῖς ἀποσταλεῖσι μαθηταῖς· λύσαντες ἀγάγετέ μοι. τίνι οὖν ἐδέδετο ἡ ὄνος; τῇ ἀμπέλῳ κατὰ τὸ εἰρημένον· «δεσμεύων πρὸς ἄμπελον τὸν
5πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὴν ὄνον». λύσαντες οὖν ἀπὸ τῆς ἀμπέλου, ἀπὸ τῆς πρώτης διαθήκης, ἀγάγετέ μοι, ἵνα πληρωθῇ τὸ εἰρημένον·
«ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ».35

106

(l)

Mt 21, 12—13
1 Περὶ τῶν χρόνων οὐ πάνυ τοῖς τρισὶν εὐαγγελισταῖς ἐμέλησεν ἐν τῇ διηγήσει τῆς ἀνόδου εἰς τὴν Ἰερουσαλήμ· ὁ γὰρ Ἰωάννης ἀκριβέστερον τοῦτο προϊστορήσας ἐν τῇ πρώτῃ ἀνόδῳ ταῦτα πεπρᾶχθαί φησιν καὶ ἐν τρίτῳ πάσχα τὸ πάθος ἱστορεῖ. τοῦ οὖν ἱστορῆσαι τὸ πρᾶγμα μόνον
5ἐμέλησεν αὐτοῖς καὶ τὰς διαφόρους ἀνόδους μίαν πεποιήκασιν.

108

(l)

Mt 21, 17
1 Τὸ καταλιπὼν τὴν ὡς ἀπὸ ἀναξίων ἀναχώρησιν δηλοῖ· ἥκει γὰρ ἐπὶ τὸ πάθος δι’ αὐτοῦ τὴν βασιλείαν ἀφαιρησόμενος τῆς Ἰερουσαλὴμ καὶ ἐφ’ ἡμᾶς μετοίσων τὴν χάριν καθὰ προελέγετο διὰ τῶν προφητῶν ὡς ὁ Ἰερεμίας προφητεύει· «ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κλη‐
5ρονομίαν μου» καὶ τὰ ἑξῆς. ἦλθεν οὖν ὡς ἐπὶ κληρονομίαν ἰδίαν, κατα‐ λιμπάνει δὲ αὐτοὺς ὡς ἀλλοτρίους, ὥστε τὸ ἀναχωρεῖν εἰς τὴν Βηθα‐ νίαν εἰς τύπον τῆς μελλούσης ἀναχωρήσεως ἐποίει καὶ ταῦτα ἔπραττε μετὰ καὶ τοῦ οἰκτείρειν τὴν πόλιν. καὶ τοῦτό φησιν Λουκᾶς· «καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ αὐτὴν» καὶ τὰ ἑξῆς.

109

(l)

Mt 21, 18—19
1 Συκῆν δὲ νοητέον ὧδε τὴν τῶν Ἰουδαίων συναγωγὴν καὶ τὴν ἐν τύποις καὶ σκιαῖς λατρείαν καρπὸν οὐκ ἔχουσαν βρώσιμον καὶ ἀρέσκοντα τῷ θεῷ,
τὴν ἐν πνεύματι λατρείαν. διὸ ὡς μὴ ποιοῦσαν καρπὸν γλυκὺν ἐξήρανεν αὐτὴν ὁ κύριος Ἰησοῦς τρόπον τινὰ πεινῶν καὶ τὸν ἐκ τῆς ἀνθρω‐36
5πότητος ζητῶν καρπόν. οὐκοῦν ἐξ ὧν εἶπεν, ὅτι οὐ μὴ ἐκ σοῦ καρπὸς γένηται, διδάσκει, ὅτι οὐκέτι αἱ κατὰ νόμον λατρεῖαι ὠφελῆσαι δύ‐ νανται τοὺς Ἰουδαίους.

110

(l)

Mt 21, 33—41
1 Οἰκοδεσπότην μὲν λέγει τὸν τῶν ὅλων δεσπότην θεόν, ἀμπελῶνα δὲ τὸν διὰ τῆς εὐσεβείας κατασκευασθέντα λαὸν Ἰσραήλ, λέγων καὶ φραγ‐ μὸν τὴν ὑπὸ τῆς τοῦ θεοῦ βοηθείας ἀσφάλειαν παρασχεθεῖσαν αὐτῷ, καθ’ ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας
5γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς προσκομίζειν τῷ θεῷ, ἅπαντα πληροῦντας ἐκεῖ τὰ κατὰ νόμον. ἀλλὰ μὴν καὶ ληνὸν τὸν βωμόν, ἐφ’ οὗ τὸ τῶν θυσιῶν ἐξεχεῖτο τὸ αἷμα, γεωργοὺς δὲ τὸ ἱερατικὸν τάγμα καὶ ἅπαντας τοὺς τοῦτο ἐγκεχειρισ‐ μένους, ὥστε σκευάζειν τὸν λαὸν τὴν ἀπὸ τῆς τοῦ νόμου διδασκαλίας
10ἐπικαρπίαν τῷ θεῷ δι’ «ἀγαθῆς» προσάγειν «συνειδήσεως». ἀποστα‐ λέντας δούλους τοὺς κατὰ καιρὸν λέγει προφήτας, οἳ ἀπεστέλλοντο πρὸς τὸ εὐγνώμονα γενέσθαι τὸν λαὸν περὶ τὰ ὀφειλόμενα τῷ θεῷ ἢ καὶ τοὺς ἱερέας· συνεχὴς γὰρ αὐτοῖς ὁ ἔλεγχος κατ’ ἐκείνων μάλιστα ἐγίνετο ὡς καὶ τοῖς λοιποῖς αἰτίων τῆς βλάβης· παθόντες δὲ ὅσα μυρία παρὰ
15τῶν Ἰουδαίων κακὰ καὶ μάλιστα παρὰ τῶν ἡγεῖσθαι δοκούντων ἐν αὐτοῖς διετέλεσαν ἀνύοντες πλέον οὐδέν· ἄφιξιν δὲ λέγει τοῦ υἱοῦ τὴν αὐτοῦ παρουσίαν παθόντος ὑπ’ αὐτῶν καὶ ἀναστάντος καὶ κακῶς ἀπ‐ ολέσαντος αὐτούς·

111

(l)

Mt 22, 2—14
1Γάμος οὗτος ἐκκλησίας συναπτομένης τῷ λόγῳ καὶ παρασκευὴ
τοῦ γάμου διὰ τῆς τῶν πλουσίων χαρισμάτων δόσεως, ἅπερ εἰκάζεται ταύροις καὶ σιτιστοῖς ἐν εὐωχίᾳ πλουσίᾳ παρασκευαζομένοις· «ἐν παντὶ» γὰρ «πεπλουτίσθαι» ἡμᾶς ἐν Χριστῷ ὁ Παῦλός φησιν, «ἐν λόγῳ37
5καὶ γνώσει». πρῶτοι δὲ καὶ δεύτεροι δοῦλοι καλοῦνται, πρῶτοι μὲν οἱ κατὰ τὴν τοῦ κυρίου παρουσίαν προσδραμόντες ἀποστόλων συνεργοὶ καὶ διάδοχοι. ἀμέλεια δὲ κωλύει τοὺς καλουμένους· οἱ γὰρ «κατὰ σάρκα περιπατοῦντες» οὐχ ἕπονται κλήσει θείᾳ τῇ κατὰ Χριστόν. εἶτα λοιπὸν ἡ κλῆσις τῶν ἐθνῶν καὶ οὐκέτι διάκρισις γένους οὐδὲ τῷ Ἰσραὴλ ἡ
10προνομία, ἀλλὰ καὶ τοῖς ἠμελημένοις καὶ τοῖς ἀπερριμμένοις ἡ χάρις, «σοφοῖς τε καὶ ἀνοήτοις» ὡς ὁ Παῦλός φησιν, πονηροῖς τε καὶ ἀγα‐ θοῖς ὡς ἡ παραβολὴ λέγει· τοὺς γὰρ ποσωσοῦν ἑαυτῶν ἐπιμεληθέντας συγκρίσει τῶν ἐξ ὅλου φαύλων οὕτως καλεῖ. καὶ οἱ πονηροὶ δὲ πρὸς μετάστασιν τὴν ἐκ πονηρίας, ἐάνπερ ὅλως ὑπακούσωσι τῇ κλήσει τῇ
15ἀγαθοποιῷ καὶ «ἐνδύσαιντο τὸν καινὸν ἄνθρωπον»· εἰ δὲ μὴ τοῦτο, ἐκλήθησαν μέν, οὐκ ἐξελέχθησαν δέ, ἀλλὰ καὶ ἡ κλῆσις αὐτῶν ἀνα‐ τρέπεται· ἐλέγχονται γὰρ καὶ τὴν εἴσοδον οὐκ ἀληθῆ πεποιημένοι. διάκονοι δὲ οἱ ἐκβάλλοντες τοὺς τοιούτους ἄγγελοί εἰσιν. ποδῶν δὲ καὶ χειρῶν δέσις ἡ πάσης ἐνεργείας ἐποχή· οὐ γὰρ ἔτι πρᾶξις οὐδε‐
20μία τοῖς πονηροῖς ἐνδίδοται πεπληρωμένου τοῦ καιροῦ τῶν ξένων ἐν ᾧ πεπράχασιν οὐδὲν ἀγαθόν. σκότος δὲ ἐξώτερον λέγων τὰ πορρω‐ τάτω λέγει τῆς θείας ἀρετῆς τε καὶ δόξης.

112

(l)

Mt 22, 16
1 Ἀλλ’ ὅτι οἱ τὸν Ἡρώδην Χριστὸν εἶναι λέγοντες, ὡς ἱστορεῖται, τούτους δὴ ὡς ἐναντιωτάτους τῷ ἀληθινῷ Χριστῷ καὶ ὡς περὶ τὸν ἄρ‐ χοντα ὄντας καὶ δυναμένους κατηγορεῖν μάρτυρας παρεῖναι βούλονται τῇ ἐρωτήσει τῶν πειραζόντων.

113

(l)

Mt 22, 23—33
1 Ἴσμεν δέ, ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος ἔτι διαμάχονται ἐπὶ ψυχὰς ἀνάγοντες τὸν λόγον· ταύτας γὰρ ζῆν καὶ περὶ τούτων εἰρηκέναι τὸν κύριον ὡς τούτων ὄντος θεοῦ τοῦ θεοῦ. οὐ δήπου δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἦν ἡ ἀντιλογία, ἀλλὰ
5περὶ σωμάτων, ὥστε περὶ τούτων ἡ ἀπόκρισις. λέγεται δὲ τότε ἀνίστα‐ σθαι ὁ νεκρός, ὅτε μετὰ σώματος ἡ ψυχή, οὐχ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ’ ὡς ἀπράκτου οὔσης καὶ τὰ τῆς ζωῆς ἴδια ὅσα μετὰ σώματος οὐκ ἐχούσης· ἓν γάρ τι τὸ συναμφότερόν ἐστιν ἄνθρωπος καὶ ἡ ζωὴ κοινὴ καὶ ἑκατέρων δεῖ πρὸς τὸ τὴν ἐκ θανάτου ζωὴν πάλιν38
10συστῆναι.

114

(l)

Mt 22, 43
1 Οὐκ εἶπε δὲ τοῦ πνεύματος κύριον, ἀλλὰ τοῦ Δαβίδ· οὐ γὰρ ἐπειδὴ ἐν πνεύματι λαλῶν κύριον ἐκάλεσεν τὸν Χριστόν, διὰ τοῦτο δουλοποιητέον τὸν πατέρα ὡς τολμῶσιν οἱ εἰς τὸ πνεῦμα ἀσεβοῦντες. λέγει γοῦν «καὶ υἱὸν» αὐτὸν «τῆς παιδίσκης» τοῦ θεοῦ ὁ Δαβὶδ καὶ
5οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ’ εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ». καὶ οὐδέπω τῷ πνεύματι ἥρμοζεν «μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ τὸ πνεῦμά σου»· οὐ γὰρ αὐτὸ ἑαυτῷ ἔμελλεν ἀνταν‐ αιρεῖσθαι οὐδὲ ὅτε ἁμαρτίας ἐξωμολογεῖτο καὶ αὐταὶ τοῦ πνεύματος
10ἦσαν ἐξομολογήσεις.

115

(l)

Mt 23, 15
1 Ὅρα, ὅτι οὐ φύσει τινὲς υἱοὶ γεέννης· ζητητέον δὲ εἰ πρὶν ἰου‐ δαΐσαι οἱ ἐθνικοὶ οὐκ ἦσαν οἱ υἱοὶ γεέννης.

116

(l)

Mt 23, 16—22
1 Ἐπειδὴ γὰρ χρυσὸν ἐθαύμαζον, τὸν ἐν τῷ ναῷ χρυσὸν ὑπὲρ τὸν ναὸν ἐτίμων δέον μὴ τὴν ὕλην τιμᾶν, ἀλλὰ τὸ ὄνομα, ὅτι θεοῦ ὀνό‐ ματι ὁ ναὸς ἀνέκειτο καὶ ὁ χρυσὸς διὰ τὸ ὄνομα τοῦ ναοῦ τίμιος ἀπε‐ δείκνυτο. καὶ ἐπειδὴ τῶν θυσιῶν ὠρέγοντο διὰ τὰ ἐξ αὐτῶν κέρδη, τὸ
5δῶρον τοῦ θυσιαστηρίου μᾶλλον ἐδόξαζον ὃ πρὶν μὲν ἐπιτεθῆναι τῷ θυσιαστηρίῳ πρόβατον ἦν ἢ μόσχος ἤ τι τοιοῦτον, διὰ δὲ τὴν ἐπὶ τὸ
θυσιαστήριον ἐπίθεσιν θῦμα ἤδη θεοῦ ἦν καὶ ὠνομάζετο καὶ ἅγιον ἐπεδείκνυτο· καὶ γὰρ τὸ μὲν θυσιαστήριον ἐχρίετο τῷ ἁγιάζοντι χρί‐ σματι, τὸ δὲ δῶρον δι’ ἐκείνου μετελάμβανεν ἁγιασμοῦ. οὐ μὴν ἐπί γε39
10τῶν πνευματικῶν οὕτως· χρυσὸς γὰρ ἐν τῷ νῦν ναῷ θεοῦ τῷ πνευμα‐ τικῷ τὸ πνεῦμα ἦν αὐτὸ καὶ δῶρον ἐπὶ τοῦ πνευματικοῦ θυσιαστηρίου τὸ σῶμα τοῦ Χριστοῦ. διόπερ τὰ ἐνόντα μείζονα νῦν ἢ τὰ δεχόμενα· ταῦτα μὲν γὰρ ἁγιάζει, ἐκεῖνα δὲ ἁγιάζεται.

117

(l)

Mt 23, 25—26
1 Διὰ συμβόλων ὁ νόμος ἐδίδασκεν τὴν ἐν τῷ βίῳ καθαρότητα. καὶ ἡ κατὰ Ἰουδαίους συνήθεια τοιαύτη τις ἦν, ἐκ τῶν ἀρχαίων παραδόσεων ἀποκλύζειν τὰ ποτήρια καὶ τὸ τοῦ ὄψου σκεῦος, ἵνα καθαρὸν ἐκ τῆς τῶν ἁμαρτωλῶν ἐπαφῆς τοῦτο κατέχοιεν καὶ οὕτως τὴν τῶν ἁμαρτωλῶν φεύγοιεν
5κοινωνίαν, ὡς μηδὲ ὧν ἐφήψαντο σκευῶν ἐφάπτεσθαι. πολλῷ δὲ μᾶλλον παρεσκευάζοντο διὰ τῶν τοιούτων ἐθῶν αὐτὴν φεύγειν τὴν ἁμαρτίαν. οἱ δὲ τὰ μὲν ἔθη ταῦτα ἐφύλαττον ἐπιμελῶς, αὐτοὶ δὲ ἁρπάζοντες καὶ βιαίως κερδαίνοντες βδελυροὶ διὰ τῶν ἔργων ἐγίνοντο. ταύτην οὖν, φησίν, ἀπόφυγε τὴν ἀδικίαν, ὦ Φαρισαῖε τυφλὲ καὶ μηδὲ ἃ πράττεις ὁρῶν·
10καὶ καθαρά ἐστί σοι τὰ ἐν τῷ ποτηρίῳ καὶ ἐν τῇ παροψίδι μὴ ἐξ ἀδικίας λαμβανόμενα. πολὺ κάλλιον καθαίρει τὸ σκεῦος ἡ δικαιοσύνη παρὰ τὸ ὕδωρ.

118

(l)

Mt 23, 34
1 Σοφοὺς τοὺς πνευματικὴν σοφίαν ἔχοντας, ἣν ὁ Παῦλός φησιν, καὶ γραμματεῖς τοὺς τὰ παλαιὰ καινῶς ἑρμηνεύοντας, ὥστε τὰ μὲν ὀνόματα τὰ αὐτὰ τοῖς πάλαι προφήταις καὶ σοφοῖς καὶ γραμματεῦσιν, οὐ τὰ αὐτὰ δὲ πράγματα· οὐδὲ γὰρ περὶ τῶν αὐτῶν ἡ προφητεία οὔτε
5ἡ σοφία οὔτε ἡ γραμματεία. τὸ δὲ ἀποστελῶ εἰπὼν τὸ θεϊκὸν ἔδειξεν· θεοῦ γὰρ τὸ ἀποστέλλειν προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς τοῦ δυναμένου τὸ πνεῦμα διδόναι τῆς προφητείας καὶ σοφίας καὶ γνώ‐
σεως.40

121

(l)

Mt 23, 37
1 Ὑπὲρ οὗ ἔμελλε πληγὰς αὐτῇ ἐπαγαγεῖν διὰ τὸ εἶναι αὐτὴν μιαι‐ φόνον. αἰτιᾶται τοίνυν αὐτὴν ὡς φονικήν· ἡ ἀποκτείνουσα γάρ, φησίν, τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν καὶ ὅτι πολλάκις δυναμένη τυχεῖν ἐλέους οὐκ ἠθέλησεν· τὸ γὰρ
5ποσάκις πολλοὺς ἔδειξε χρόνους καὶ πολλὰς γενεάς, ὅτε τὸν λαὸν ἐξ αἰχμαλωσίας ἐπανήγαγεν. οἱ δὲ ἐσκόρπιζον ἑαυτοὺς διὰ τῶν ἁμαρτιῶν. εἰπὼν δὲ πτέρυγας καὶ σκέπην διδάσκει τὸ θεοπρεπὲς αὐτοῦ καὶ ἐν ἀνθρωπίνῃ μορφῇ οἷον τὸ ὑπὸ Μωυσέως εἰς θεὸν εἰρημένον· «διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς»· καὶ ὁ Δαβίδ· «οἱ δὲ υἱοὶ τῶν ἀνθρώ‐
10πων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν»· ἐπειδὴ γὰρ ὁ σατανᾶς διεσκόρπιζεν αὐτοὺς πῇ μὲν εἰς εἰδωλολατρίαν, πῇ δὲ εἰς φιληδονίας, ἀπέστειλε προφήτας, εἶτα καὶ δι’ ἑαυτοῦ ἦλθεν ὥστε «συναγαγεῖν» αὐτοὺς «εἰς ἕν». οἱ δὲ οὐκ ἠνέσχοντο ὑπὸ τὴν σκέπην αὐτοῦ εἶναι· ἐγὼ μὲν γάρ, φησίν, ὡς ὄρνις φιλόστοργος ἀεί σε εἶχον προσεπισπᾶσθαι πρὸς ἐμαυτόν,
15σὺ δὲ οὐκ ἤθελες, ἀλλ’ ἐσκόρπιζες ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν
ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα ὑπὲρ αὐτῶν.41

122

(l)

Mt 24, 5—14
2διὸ καὶ δύο συντελείας προαναφωνεῖ· μίαν μὲν τὴν τῶν Ἱεροσολύμων, δευτέραν δὲ τὴν τῆς οἰκουμένης πάσης. καὶ τίνες ἦλθον ἐπὶ τῷ ὀνόματι αὐτοῦ; Σίμων ὁ μάγος λέγων ἑαυτὸν εἶναι
5τὴν δύναμιν τὴν μεγάλην, ἦλθεν Μανιχαῖος, ἦλθεν Δοσίθεός τις Σαμα‐ ρείτης τὸν ὑπὸ Μωσέως ἀνακηρυχθέντα προφήτην λέγων ἑαυτόν. Μον‐ τανὸς εἶπεν ἐν οἰκείοις συγγράμμασιν· ἐγώ εἰμι ὁ λόγος, ὁ νυμφίος, ὁ παράκλητος, ὁ παντοκράτωρ, ἐγὼ τὰ πάντα.

123

(l)

Mt 24, 26
2τὴν ἔρημον δὲ λέγει διὰ τὸ τηνικάδε τὸν Ἰωάννην ἐν ἐρήμῳ διάγειν, ἐν δὲ τοῖς ταμείοις διὰ τὸ τὸν Χριστὸν ἐν τῇ πρώτῃ παρουσίᾳ ἐν σπηλαίῳ καὶ οἰκίσκῳ μικρῷ γεγεννῆσθαι.

124

(l)

Mt 24, 26
1 Τῇ ἀοικήτῳ ἐρήμῳ ἀντιδιαστέλλων τὴν οἰκουμένην 〈ἣν〉 διὰ τῶν ταμιείων σημαίνει, φησίν.

125

(l)

Mt 24, 27—28
1 Ὥσπερ γὰρ ἐπὶ νεκρῷ ζῴῳ οἱ ἀετοὶ καταρράσσουσιν, ἵνα τραφῶσιν, οὕτω καὶ τοῦ Χριστοῦ ὀφθέντος συνενεχθήσονται αὐτῷ οἱ ἅγιοι· οὐ γὰρ
ὥσπερ ἐπὶ τῇ πρώτῃ παρουσίᾳ ἀπὸ τόπου εἰς τόπον ἐποιεῖτο τὴν μετά‐ βασιν διὰ τὴν σάρκα, οὕτω καὶ ἐπὶ τῆς δευτέρας ἔσται, ἀλλ’ «ἐν ῥιπῇ42
5ὀφθαλμοῦ» πᾶσι κατάδηλος ἔσται ἡ παρουσία αὐτοῦ, ὡς ἀστραπὴ μὴ δεομένη τοῦ μηνύοντος. καὶ εὐθέως πρὸς αὐτὸν συνάγονται πάντες οἱ ἅγιοι πτεροφυήσαντες ὡς ἀετο· ὅπου γὰρ τὸ κατὰ τὴν οἰκονομίαν τοῦ πάθους πτῶμα πεσόντος Ἰησοῦ, ἵνα τοὺς πεσόντας στήσῃ, συνα‐ χθήσονται οὐχ οἱ τυχόντες, ἀλλ’ οἱ πτεροφυοῦντες μαθηταὶ καὶ κατὰ
10τὸν Σολομῶνα κατασκευάσαντες πτέρυγας.

126

(l)

Mt 24, 27—28
1 Καθ’ ὁμοίωσίν τινα καὶ παραβολὴν εἴρηται καὶ παράδειγμα· ὥσπερ γάρ, ὅταν πτῶμα καὶ σῶμα νεκρὸν εὑρεθείη παρακείμενον, ἀπὸ τῶν ὑψηλο‐ τάτων τόπων δι’ ἀέρος φερόμενοι καὶ ἀετοὶ καὶ ἄλλοι σαρκοφάγοι ὀρνίθων ἐκ τοῦ ἀφανοῦς ἀδοκήτως ὑφίστανται τραφησόμενοι, τὸν αὐτὸν
5τρόπον, φησίν, ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· φαινο‐ μένου γὰρ αὐτοῦ πάλιν ἐπὶ τῆς γῆς κατὰ τὴν δευτέραν καὶ ἔνδοξον παρου‐ σίαν ἐπὶ τῷ κρῖναι τὴν οἰκουμένην καὶ ἀγγέλων τάγματα δορυφοροῦντα φανήσεται καὶ πάντες οἱ ἅγιοι διαναστάντες «ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ» κατὰ τὴν σάλπιγγα τὴν ἐσχάτην, ὥς φησιν ὁ ἀπόστολος, καθάπερ ἀετοί τινες
10πτηνοὶ καὶ ὀξεῖς τὴν κίνησιν ἐκ τοῦ ἀφανοῦς θᾶττον ἐπιφανήσονται, μάλα εἰκότως ἀετοῖς παρεικασθέντες διὰ τὸ φρονεῖν τὰ ὑψηλὰ καὶ οὐράνια καὶ ἀξίως τῆς βασιλείας τῶν οὐρανῶν πολιτεύεσθαι. τινὲς δὲ τὸ ῥητὸν τοῦτο οὕτως ἐπειράθησαν ἐπεξηγήσασθαι καὶ ἔφασαν ὡς ἐν τῇ παρουσίᾳ τῇ δευτέρᾳ τοῦ κυρίου πάντες οἱ δικαίως πολιτευσάμενοι
15καὶ κατὰ τοὺς ἀετοὺς ὑψηλοὶ καὶ οὐράνιοι τῷ φρονήματι τὸν παρά‐ δεισον ἀπολείψονται καὶ κατ’ ἐκεῖνον συναχθήσονται τὸν τόπον, ὅπου τὸ πτῶμα γέγονε τοῦ Ἀδὰμ καὶ τῆς ἐντολῆς ἡ παράβασις, δι’ ἧς εἰς ἁμαρτίαν κατέπεσεν.

127

(l)

Mt 24, 31
1Ἀποστελεῖ λέγων τοὺς ἀγγέλους αὐτοῦ ὁ υἱὸς τοῦ ἀνθρώπου
θεὸν ἔδειξε τὸν υἱὸν τοῦ ἀνθρώπου· θεοῦ γάρ εἰσιν ἄγγελοι, καὶ τὸ ἀποστέλλειν αὐτοὺς ἴδιον θεοῦ. τὸ δὲ ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν διδάσκει ἡμᾶς τὰ αὐτὰ εἶναι καὶ γῆς καὶ οὐρανοῦ43
5ἄκρα, ὥστε Χριστῷ πιστεύειν δεῖ καὶ μὴ ἀπατᾶσθαι ὡς ἐλαχίστου μορίου τῆς γῆς οὔσης ἐν μέσῳ τοῦ οὐρανοῦ ἀπείροις μεγέθεσιν ὑπερβάλλοντος αὐτήν.

128

(l)

Mt 25, 24
1 Σκληρόν, φησίν, τὸ ἐπίταγ‐ μά σου συνεῖδον, τὸ ζητεῖν παρὰ ἀνθρώπων ὑπακοήν, οἷς οὐκ ἐνε‐ ποίησας διὰ τοῦ λόγου τὸ εὐήκοον.
5διὸ φοβηθεὶς μὴ ἄπρακτος γένω‐ μαι τὸ κατ’ ἐμαυτὸν ἐφύλαξα μόνον, τὸ δὲ περὶ ἑτέρους οὐκ ἐσπούδασα.

128col2

Σκληρόν, φησίν, συνεῖδον τὸ ἐπίταγμά σου διὰ τὸ ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ‐
5ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ’ ἐμὲ ἐφύ‐ λαξα μόνον μὴ ἐσπουδακὼς περὶ ἑτέρους.

129

(l)

Mt 25, 34—46
1 Ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐμβάλλετε, τὸ ἔγκλημα εἰς ὑμᾶς περι‐ ίσταται. δηλοῖ δὲ τῶν πραγμάτων τὴν δύναμιν ἡ τῶν λόγων ὑπο‐ τύπωσις ὡς ἐρούντων ταῦτα τῶν δικαίων καὶ ὡς ἀκουσομένων ἅπερ ἡ τοῦ πράγματος ἔχει φύσις· δῆλον γὰρ ὅτι οὐκ ἐροῦσιν αὐτὰ τότε καὶ
5οὐ ζητήσουσιν, ὁπότε λέλυται ἐν τῷ εἰρημένῳ ὑπὸ Χριστοῦ· ἀλλ’ οὕτω πολλάκις ἐν ταῖς γραφαῖς ῥήμασι χαρακτηρίζεται τὰ ἐν τοῖς πράγμασι κείμενα.

130

(l)

Mt 26, 17—18
1 Μᾶρκος δὲ καὶ ὁ Λουκᾶς οὐκ εἶπον αὐτὸν εἰρηκέναι, ὅτι ἔδομαι τὸ πάσχα ὡς ἕτερός φησιν, ἀλλὰ «ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω». δύναται δὲ ταῦτα τὴν «παρα‐
σκευὴν τοῦ πάσχα» δηλοῦν, οὐ τὴν βρῶσιν· ὁ γὰρ Ἰωάννης δηλοῖ κατὰ44
5τὴν τοῦ πάσχα ἡμέραν μήπω τὸ πάσχα βρωθὲν ὑπὸ Ἰουδαίων, ἐπει‐ δήπερ ὡς ἐλέγομεν ἐχρῆν κατὰ τὴν αὐτὴν ἡμέραν καὶ ὥραν τό τε τυπι‐ κὸν πάσχα καὶ τὸ ἀληθὲς ἐπιτελεσθῆναι. οὐδέπω δὲ ἔμελλεν τῷ ἀνθρώπῳ δηλοῦν, ὅτι παρασκευάζεται μὲν τὸ πάσχα, πρὸ δὲ τῆς γνώσεως αὐτοῦ ἔδει πάσχα, εἰ μή τι καὶ τοῦτο ὑπεσήμηνεν εἰπὼν ὁ καιρός μου
10ἐγγύς ἐστιν. δηλοῖ δὲ καὶ ἐν αὐτῷ 〈τῷ〉 δείπνῳ, ὅτι ὃ βέβρωκεν αὐτὸς τὸ δεῖπνον· λέγει γὰρ ὁ Λουκᾶς· «ὅτε ἐγένετο ὥρα, ἔπεσεν, καὶ οἱ ιβʹ ἀπόστολοι σὺν αὐτῷ. καὶ εἶπεν πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν· λέγω γὰρ ὑμῖν οὐ μὴ φάγω αὐτὸ ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ»· οὐ γὰρ
15εἶπεν οὐκέτι μὴ «φάγω αὐτό», ἀλλ’ «οὐ μὴ φάγω» δηλῶν μὲν τὴν συμπάθειαν αὐτοῦ τὴν εἰς τοὺς μαθητάς, ὅτι ᾤκτιρεν αὐτοὺς μέλλοντας τὴν ἑορτὴν ἀνεόρταστον ἕξειν τῇ ἀπολείψει αὐτοῦ· τοῦτο γὰρ τὸ «ἐπε‐ θύμησα μεθ’ ὑμῶν φαγεῖν τὸ πάσχα πρὸ τοῦ με παθεῖν», ἐπιφέρων δέ, ὅτι λύπην ἕξουσιν καὶ προτιμήσει τῆς ἐκείνων εὐθυμίας τὸ καὶ αὐτοῖς
20καὶ παντὶ κόσμῳ συμφέρον τὸ μὴ φαγεῖν τὸ πάσχα, ἀλλ’ αὐτὸν πάσχα γενέσθαι, οὗ ἡ πλήρωσίς ἐστιν «ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ», ὅτε παντελῶς ὑπερβαίνει θάνατον· τοῦτο γὰρ ἡ λέξις τοῦ πάσχα δηλοῖ ὑπέρβασιν σημαίνουσα.

131

(l)

Mt 26, 20
1 Ἡ μὲν ἑτοιμασία γέγονε τοῦ πάσχα. δεῖπνον δέ ἐστιν καὶ οὔπω τοῦ πάσχα βρῶσις· οὐδὲ γὰρ ἦν σχῆμα τῶν τὸ πάσχα ἐσθιόντων, ἀλλ’ ἀνέκειντο δειπνοῦντες. καὶ ὁ Ἰωάννης δὲ δεῖπνον εἴρηκεν οὐδεμίαν μνή‐ μην τοῦ πάσχα ποιησάμενος λέγων· «πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς
5ὁ Ἰησοῦς, ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτοὺς» καὶ τὰ ἑξῆς. «πρὸ τῆς ἑορτῆς τοῦ πάσχα» λέγει, οὐκ ἐν τῇ ἑορτῇ τοῦ πάσχα, ὥστε καὶ «τὴν πρώτην τῶν ἀζύμων» οἰκείως
ἐδεξάμεθα τὴν πρὸ τῶν ἀζύμων νοήσαντες.45

132

(l)

Mt 26, 24
1 Τὸ δὲ καλὸν εἶναι τὸ μὴ γεγεννῆσθαι πρὸς τὴν κόλασιν εἴρηται· κακῆς γὰρ ὑπάρξεως ἀνυπαρξία αἱρετωτέρα.

133

(l)

Mt 26, 26
1 Ὅτι προεξῆλθεν Ἰούδας, Ἰωάννης ἐδήλωσεν· οὐ γὰρ ἂν ἐδέξατο τῆς σωτηρίου κοινωνίας τύπον ὁ τῆς χριστοκτονίας ὑπηρέτης· καίτοι τὰ ἄλλα πάντα ἤνεγκεν αὐτὸν ὁ κύριος, ἀλλὰ τοῦτο οὐκέτι συνεχωρεῖτο. καὶ ἡμῖν ὁ τύπος εἰς τὸ τῆς ἁγίας κοινωνίας ἀπείργειν τοὺς πονηρούς, εἰ
5καὶ εἰς τὰ ἄλλα πάντα δι’ ἀνεξικακίας φέρομεν αὐτούς· δῆλον γάρ, ὅτι ὀλέσειν τὸν σωτῆρα «ἐξῆλθεν» παραδοθεὶς τῷ διαβόλῳ· «μετὰ» γὰρ «τὸ ψωμίον εἰσῆλθεν», φησίν, «εἰς ἐκεῖνον ὁ σατανᾶς», ὥστε λαβὼν αὐτὸν ἔκδοτον ἀπήγαγεν.

134

(l)

Mt 26, 26—28
1 Περὶ πολλῶν δὲ λέγων ἐκχύννεσθαι τὸ αἷμα περὶ πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς μετοχῆς τοῦ σώματος καὶ αἵματος τῆς ἐν πνεύματι τελουμένης εἰς
5τοὺς πιστεύοντας ἐκτυπώσας καὶ τῷ ἄρτῳ τὸ σῶμα καὶ τῷ οἴνῳ τὸ αἷμα. ἐπειδὴ καὶ «ἄρτος ἐπιούσιος» τὸ πνεῦμα τοῦτ’ ἔστιν τροφὴ ζω‐ οποιὸς εἰς τὸν ἐπιόντα αἰῶνα «καὶ ὁ ἄρτος, ὃν ἐγὼ δώσω» ὑμῖν «ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς», καὶ τὸ αἷμα ζωτικὸν ἐν σώματι, καὶ διὰ τοῦτο Μωυσῆς «ψυχὴν πάσης σαρκὸς» εἶπεν «τὸ αἷμα» ὡς
10ἑνουμένην αἵματι δηλῶν· ἐναργῶς δὲ τὸν τύπον τῷ τῆς ἀληθείας ὀνόματι προσηγόρευσεν εἰπών· τοῦτό ἐστιν τὸ σῶμά μου· καὶ διὰ τοῦτο δὲ τοῖς τῆς ἀληθείας ὀνόμασιν ὠνόμασεν τοὺς τύπους, ἵνα μὴ πρὸς τὸ
ὁρώμενον ἐξευτελίζωνται, ἀλλὰ πρὸς τὴν δύναμιν θαυμάζωνται. ἡ βρῶσις οὖν καὶ ἡ πόσις ἐδήλωσε τὴν μετοχὴν τὴν οὐκ ἄνευ σώματος γινο‐46
15μένην· εἰ γὰρ μὴ σώματι συνήφθη καὶ αἵματι ἡνώθη ἡ θεία δύναμις, οὐκ ἂν ἔσχομεν μετουσίαν δι’ αὐτῆς πρὸς θεόν.

136

(t)

Mt 27,5
1 Ἰστέον, ὅτι ὁ Ἰούδας οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ, ἀλλ’ ἐπε‐ βίωσεν κατενεχθεὶς πρὸ τοῦ ἀπο‐ πνιγῆναι. καὶ τοῦτο δηλοῦσιν αἱ τῶν
5ἀποστόλων πράξεις, ὅτι «πρηνὴς γενόμενος ἐλάκησεν» καὶ τὰ ἑξῆς. τοῦτο δὲ σαφέστερον ἱστορεῖ Πα‐ πίας ὁ Ἰωάννου τοῦ ἀποστόλου μαθητὴς λέγων· μέγα ἀσεβείας ὑπό‐
10δειγμα ἐν τούτῳ τῷ κόσμῳ περι‐ επάτησεν ὁ Ἰούδας· πρησθεὶς γὰρ ἐπὶ τοσοῦτον τὴν σάρκα, ὥστε μὴ δύνασθαι διελθεῖν ἁμάξης ῥᾳδίως διερχομένης, 〈λέγεται〉 ὑπὸ τῆς
15ἁμάξης πταισθέντα τὰ ἔγκατα ἐκκε‐ νωθῆναι.
πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρ‐ κα ὥστε μηδὲ ὁπόθεν ἅμαξα ῥᾳ‐ δίως διέρχεται, ἐκεῖνον δύνασθαι δι‐47
20ελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον· τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν φασι το‐ σοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν, τοὺς
25ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἰατρικῆς διόπτρας ὀφθῆναι δύνα‐ σθαι· τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν αἰσχύνης ἀηδέ‐
30στερον καὶ μεῖζον φαίνεσθαι, φέ‐ ρεσθαι δὲ δι’ αὐτοῦ τοὺς ἐξ ἅπαντος τοῦ σώματος συρρέοντας ἰχῶρας καὶ σκώληκας εἰς ὕβριν δι’ αὐτῶν μό‐ νων τῶν ἀναγκαίων. μετὰ δὲ πολλὰς
35βασάνους καὶ τιμωρίας ἐν ἰδίῳ φασὶ χωρίῳ τελευτήσαντος ἀπὸ τῆς ὀ‐ σμῆς ἔρημόν τε καὶ ἄοικον τοῦτο τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι, ἀλλ’ οὐδὲ μέχρι σήμερον δύνασθαί τινα
40ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ.

136col2

Οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ ὁ Ἰούδας, ἀλλ’ ἐπεβίω καθαιρεθεὶς πρὸ τοῦ ἀποπνιγῆναι. καὶ τοῦτο δηλοῦσιν αἱ τῶν ἀποστόλων πράξεις,
5ὅτι «πρηνὴς γενόμενος ἐλάκησε μέ‐ σος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ». τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας ὁ Ἰωάννου μαθητὴς λέγων οὕτως ἐν τῷ τετάρτῳ τῆς ἐξηγήσεως
10τῶν κυριακῶν λόγων· μέγα δὲ ἀσε‐ βείας ὑπόδειγμα ἐν τούτῳ τῷ κό‐ σμῳ περιεπάτησεν Ἰούδας.
17 πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρ‐ κα, ὥστε μηδὲ ὁπόθεν ἅμαξα ῥᾳ‐ δίως διέρχεται, ἐκεῖνον δύνασθαι
20διελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν ὄγκον τῆς κεφαλῆς αὐτοῦ· τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασι τοσοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέ‐
25πειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἰατροῦ διόπτρας ὀφθῆναι δύνασθαι· τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν ἀσχημο‐
30σύνης ἀηδέστερον καὶ μεῖζον φαί‐ νεσθαι, φέρεσθαι δὲ δι’ αὐτοῦ τοὺς ἐξ ἅπαντος τοῦ σώματος συρρέον‐ τας ἰχῶράς τε καὶ σκώληκας εἰς ὕβριν δι’ αὐτῶν μόνων τῶν ἀναγ‐
35καίων. μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας ἐν ἰδίῳ φασὶν χωρίῳ τελευτήσαντος καὶ τοῦτο ἀπὸ τῆς δυσωδίας ἔρημον καὶ ἀοίκητον τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι,
40ἀλλ’ οὐδὲ μέχρι τῆς σήμερον δύ‐ νασθαί τινα ἐκεῖνον τὸν τόπον παρ‐ ελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ. τοσαύτη διὰ τῆς σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη‐
45σεν.

137

(l)

Mt 27, 11—14
1Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον‐
τες ἐζήτουν τὸ ἀληθὲς καὶ κατὰ κοινοῦ ἡ ἀπόκρισις, ὃ καὶ ἔδειξε κατὰ τὴν ἱστορίαν τοῦ Λουκᾶ εἰπὼν πρὸς τοὺς ἐρωτῶντας «εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ48
5ἀποκριθῆτε».

138

(l)

Mt 27, 26
1 Αἱ μάστιγες ἀντὶ τῶν ἁμαρτιῶν τοῦ κόσμου, ὅτι πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ καὶ κατὰ τὴν προφητείαν τὴν λέγουσαν «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας». καὶ πεπλήρωται μὲν τὸ δίκαιον ὑπὲρ τῶν ἁμαρτω‐ λῶν, πεπλήρωται δὲ τὸ τῆς ἀγαθότητος ἄκρον, ὁπότε «δίκαιος ὑπὲρ
5ἀδίκων» πέπονθε, ἵνα «τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν», ὡς Ἠσαΐας φησίν.

139

(l)

Mt 27, 28—29
1 Οὐχ ὅτι ἐκεῖνοι ἴσχυον, ἀλλ’ ὅτι θεῷ ἐδόκει ταῦτα γίνεσθαι πρὸς τὴν τῶν ἀνθρώπων ἐκλύτρωσιν ἀτιμασθέντος ὑπὲρ ἡμῶν τοῦ «κυρίου τῆς δόξης» διὰ τὴν ἡμῖν ἐπιβάλλουσαν ἀτιμίαν καὶ δοξάζοντος τὴν ἡμέραν τῶν δικαίων τὴν ἀεὶ διαπαιζομένην ὑπὸ τῶν ἀπαιδεύτων. ἐπειδὴ χρώ‐
5ματι αἵματος ἡ χλαμὺς ἐκέχρωστο, διὰ τοῦτο οἱ φονῶντες κατ’ αὐτοῦ ἐνέδυσαν αὐτὸν μὴ νοοῦντες, ὃ ἐποίουν, μᾶλλον δὲ τοῦ ἐν Ἰησοῦ τοῦ Ναυῆ κοκκίνου ῥάμματος καὶ τοῦ ἐνδήσαντος «τὴν χεῖρα» ἑνὸς τῶν ἐκ τῆς Θάμαρ Ἰούδα υἱῶν σύμβολον ἡ χλαμὺς αὕτη τῷ τὰ αἵματα τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ ἀνθρώπων ἀνειληφέναι ὑπὲρ σωτηρίας
10πάντων τὸν σωτῆρα. οἱ δὲ «ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν» συμ‐ πνιγόμενοι λαβόντες τὸν λόγον τοῦ θεοῦ καὶ μὴ τελεσφοροῦντες πλέ‐ κοντες ἀκάνθας στεφανοῦσι τὸν Ἰησοῦν ἀτιμάζοντες, ὁ δὲ τὰς ἀκάν‐ θας ἡμῶν ἀναλαβὼν ἀναλίσκει τῇ ἑαυτοῦ κεφαλῇ. κάλαμον δὲ ἔθηκαν
ἐν τῇ δεξιᾷ αὐτοῦ οἱ διάκενον νομίζοντες αὐτοῦ εἶναι τὴν βασιλείαν.49

140

(t)

Mt 27, 28—30
1 Οἱ μὲν Ἰουδαῖοι διαπαίζοντες τὸν κύριον ὡς πρὸς τὸ ὄνομα τοῦ προφήτου τὴν παιδιὰν ἐποιοῦντο, ἔνθεν καὶ ἔλεγον· «προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε», οἱ δὲ στρατιῶται πρὸς τὸ ὄνομα τοῦ βασι‐ λέως διαπαίζουσιν· πρὸς τοῦτο γὰρ καὶ χλαμὺς ἀντὶ τῆς πορφύρας
5κοκκίνη καὶ ἐξ ἀκανθῶν στέφανος ἀντὶ χρυσοῦ καὶ ὁ κάλαμος ἀντὶ σκήπτρου καὶ τὸ προσκυνεῖν ὡς πρὸς βασιλέα καὶ λέγειν· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων. ἐφ’ οἷς ἦν καὶ τὸ ἐμπτύειν καὶ τύπτειν τῷ καλάμῳ στρατιωτῶν ἀπαιδεύτων ἔργον καὶ ἄφρονος λαοῦ τοῦ παίζειν ὑπόθεσιν ποιοῦντος, ὥσπερ εἰώθασιν ἀεὶ τὰ σεμνὰ διαπτύειν πληρουμένης
10ἐξαιρέτως ἐπὶ τοῦ κυρίου τῆς προφητείας τῆς λεγούσης· «ὄνειδος ἄφρονι ἔδωκάς με. ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποιήσας με».

142

(l)

Mt 27, 45
1 Καὶ Φλέγων δέ τις παρ’ Ἕλλησι φιλόσοφος μέμνηται τούτου τοῦ σκότους ὡς παραδόξως γεγενημένου ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σε‐ λήνης, ὅτε οὐ πέφυκεν ἔκλειψις γίνεσθαι, ὅτε ἀπέχει πολὺ τοῦ ἡλίου διάστημα, ὅσον ἀπ’ ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους· τότε γὰρ γίνονται
5ἐκλείψεις, ὅταν πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες· γίνεται γὰρ ἡλίου ἔκλειψις συνόδῳ ὑποδραμούσης αὐτὸν σελήνης, οὐ πανσελήνῳ, ὅτε διάμετρός ἐστι τῇ σελήνῃ. τοῦτο δὲ γέγονεν, ὡς πενθούσης τῆς
κτίσεως ἐπὶ τῷ γεγονότι καὶ διὰ τοῦτο δηλούσης, ὅτι τῆς παροινίας ταύτης πραχθείσης ἐκ Ἰουδαίων ἐσκοτίσθη αὐτῶν ὁ νοῦς καὶ ἀπέστη50
10ἀπ’ αὐτῶν ὁ νοητὸς ἥλιος. εἴτε γὰρ αὐτὸν ἐνόμιζον—ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο καὶ δεῖγμα τοῦ μέλλοντος λαβεῖν τοὺς μιαιφόνους· διὰ τοῦτο γὰρ μετὰ πάντα τὰ τῆς παροινίας τοῦτο γίνεται, ὅτε κόρον ἔλαβον τῶν σκωμμάτων καὶ πάντα ἐφθέγξαντο ὅσα ἐθέλησαν.

143

(l)

Mt 27, 50
1 Τοῦτο δὲ καὶ ἀρχὴ τῆς τῶν ψυχῶν εἰς τὰ οὐράνια μεταθέσεως. ὅσαι δὲ ἀκολουθοῦσι Χριστῷ, μεθίστανται, ὅπερ ἐνεφάνισε Στέφανος εἰπών· «κύριε Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμά μου» καὶ ὁ Παῦλος· «κρεῖσσον τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι». τοὐναντίον δὲ ἐπὶ τῶν παλαιῶν ἐλέ‐
5γετο τὸ προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ»· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τὰ ἄνω μεθίστησι δι’ ἑαυτοῦ.

144

(l)

Mt 27, 52
1 Τὸ τὰ σώματα τῶν ἁγίων ἀνίστασθαι ἐδήλου τὸν θάνατον τοῦ Χριστοῦ ζωῆς αἴτιον ὄντα· οὐ μὴν ἐνεφανίσθησαν πρότερον πρὶν τὸν κύριον ἀναστῆναι, ἐπειδὴ πρώτην ἔδει τὴν τοῦ σωτῆρος γνωσθῆναι ἀνά‐ στασιν καὶ τότε τοὺς δι’ αὐτοῦ ἀναστάντας ὀφθῆναι· δῆλον δέ, ὅτι καὶ
5τεθνήκασι πάλιν σημείου χάριν ἀναστάντες· οὐδὲ γὰρ ἐνεδέχετο πρωτο‐ τόκους τῶν νεκρῶν ἐπὶ τῇ αἰωνίῳ ζωῇ τινας ἐγερθῆναι, ἀλλ’ οὕτως ὥσπερ οἱ λοιποί. λέγει δὲ ὁ Λουκᾶς τοὺς ὄχλους τοὺς παραγενομένους «τύπτοντας τὰ στήθη ὑποστρέφειν»· οὕτως οὐδὲ Ἰουδαίους ἔλαθεν καὶ ἐν αὐτῷ τῷ πάθει καὶ τῇ ἀδοξίᾳ τοῦ σωτῆρος ἡ θεία ὑπερβολή, ἀλλ’
10ἡ συνήθης τοῖς ἀνθρώποις λήθη κατέσκεν αὐτοὺς καὶ ἡ τῶν διδασκάλων
ἀπάτη παρῆγεν πολλούς.51

145

(l)

Mt 27, 54
1 Ἵνα μὴ νομισθῇ φαντασία εἶναι τὸ γεγενημένον, πολλοῖς ἐνεφανί‐ σθησαν. καὶ ὁ κεντουρίων ἐπίστευσε καὶ οἱ οὕτω παίζοντες καὶ χλευά‐ ζοντες ὑπὸ τῶν γεγενημένων μετεβλήθησαν. τινὲς δέ φασιν, ὅτι καὶ μαρ‐ τύριόν ἐστι τοῦ κεντουρίωνος τούτου ἀνδρισαμένου μετὰ ταῦτα ἐν τῇ πίστει.

146

(l)

Mt 27, 62
1 Καὶ κινοῦνται μὲν ἐκ τῆς ἑαυτῶν πονηρίας, ὑπηρετοῦσι δὲ τῷ συμ‐ φέροντι τοῦ πράγματος μὴ βουλόμενοι· ὁ γὰρ ἀντιπράττων θεῷ δι’ ὧν ἀντιπράττει συνεργεῖ ὡς οἱ τὸν Ἰωσὴφ πεπρακότες διὰ τῆς πράσεως κατεσκεύασαν τὴν προειρημένην δόξαν ἣν κωλύσειν τῇ πράσει προσεδό‐
5κησαν.

148

(l)

Mt 28, 9
1Ὁ σωτὴρ τὴν μὲν προσκύνησιν οὐκ ἀποκωλύει, τὴν δὲ ἐπαφὴν
ἀπεκώλυσεν, ὡς Ἰωάννης γράφει· τὸ γὰρ ὁμοίως ἀναμίγνυσθαι αὐτῷ καθὰ καὶ πρότερον οὐκέτι δυνατὸν ἦν πρὸ τῆς ἀνακαινώσεως τῶν ἀνθρώ‐ πων· καινοῖς γὰρ καινοῦ ἅπτεσθαι προσήκει.52

149

(l)

Mt 28, 11—15
1 Καὶ Ἰούδας μὲν ἀργυρίων προδίδωσι τὸν Ἰησοῦν ἐπιλαθόμενος ὧν εἶδεν σημείων, οἱ δὲ στρατιῶται ἀργύρια ἱκανὰ λαβόντες ἃ μὲν ἰδόντες προαπήγγειλαν τοῖς ἀρχιερεῦσι τεράστια ἐσιώπησαν, εἰρή‐ κασι δὲ τὰ μὴ γενόμενα.

150

(l)

Mt 28, 11—15
1 Οὐ γὰρ ἂν κλέψαντες τὸ σῶμα οἱ μαθηταὶ ὡς αὐτοὶ διεφήμισαν οὕτω γνησίως αὐτοῦ τῇ διδασκαλίᾳ συνηγωνίζοντο ὡς καὶ ἀδοξεῖν καὶ ἀποθνῄσκειν δι’ αὐτήν.

151

(l)

Mt 28, 16—19
1 Καὶ γὰρ οὐδὲ ἀπὸ σκοποῦ μοι δοκεῖ τὸ ἐν τῷ ὄρει τῆς Γαλιλαίας καὶ μὴ ἑτέρωθί που ταῦτα εἰρῆσθαι τὰ ῥήματα· Γαλιλαία γὰρ ἡ κατα‐ κυλιστὴ τῇ Ἑλλάδι γλώσσῃ ἑρμηνεύεται. διὸ καὶ Γελγὲλ ὁ τροχὸς ὀνο‐ μάζεται. καθάπερ οὖν ἐξ ὄρους ὑψηλοῦ τοῦ σωτηρίου στόματος ἐξε‐
5νεχθέντα ταῦτα τὰ ῥήματα δίκην τροχοῦ κατὰ τῆς οἰκουμένης ἐκυλίσθη καὶ πᾶσαν ἐπέδραμε, καὶ ἐβαπτίσθησαν ἅπαντες καὶ τὰ ἔθνη καὶ πόλεις εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύ‐
ματος.53