TLG 2063 025 :: GREGORIUS THAUMATURGUS :: Fragmenta in Jeremiam (in catenis) GREGORIUS THAUMATURGUS Scr. Eccl. Fragmenta in Jeremiam (in catenis) Citation: Page — (line) | ||
591(24t) | De Simulatione, ad Jeremiae cap. IX, 8—26. | |
25 | v. 8. Τὸ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἐχθράν κτλ. Οὐκ ἂν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι τοῦ λαοῦ τῶν Ἰουδαίων πολὺ τὸ οὐαὶ παρὰ τοῦ σωτῆρος ἐκληρονόμησαν, εἰ μὴ διὰ τὴν | |
---|---|---|
30 | ὑπόκρισιν· ἐν γὰρ τοῖς ἐλέγχοις τῶν ἁμαρ‐ τιῶν αὐτῶν οὐκ ἐπαύσατο κατὰ πᾶσαν αἰ‐ | |
τίαν προλέγων ὁ Κύριος· Οὐαὶ ὑμὶν, | 591 | |
592 | γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, κεκο‐ νιαμένους τάφους ἀποκαλῶν αὐτοὺς, οἱ ἔ‐ ξωθεν μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πά‐ | |
5 | σης ἀκαθαρσίας. Ἐὰν γάρ τι εἰς τὸν πλησίον ἀγαθὸν ἐρ‐ γασώμεθα διὰ τῆς ἀνυποκρίτου ἀγάπης, ἀ‐ κούομεν παρὰ τοῦ σωτῆρος· Ἐφ’ ὅσον ἐ‐ ποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν | |
10 | ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Οὕτω δὲ καὶ εἴ τι φαῦλον διὰ τῆς ἀπατηλῆς καὶ μιαρᾶς ὑποκρίσεως, ἢ καὶ διὰ ὁποιασοῦν ἑτέρας ἁ‐ μαρτίας, εἰς τὸν ἀδελφὸν ἐνδειξώμεθα, ὁ‐ μοίως ἁμαρτάνομεν καὶ εἰς τὸν Θεόν. Δεῖνον | |
15 | οὖν ἡ ὑπόκρισις, ἀδελφοὶ, καὶ πολέμιον· καὶ κεκρυμμένος ἐν τῇ καρδίᾳ δόλος, εἰς ἀπά‐ την τῶν ἁπλῶς προσφερομένων, τοῖς ἀγά‐ πην κεκτημένοις, ἄλλα μὲν ἐκ στόματος λα‐ λοῦσα, ἄλλα δὲ ἐν στέρνοις φέρουσα, δελεά‐ | |
20 | ζει. Οὐκ ἀγαθὸν ἡ ὑπερηφανία, ψευδοδοξίαν ἔχουσα πολλήν· δῆλον γὰρ, δῆλον, ὡς πᾶν ἀγαθὸν τέλειον θεόθεν ἔρχεται· καὶ οὐκ ἔστι ληπτὸν ἄλλως ἀνθρώπῳ, ὡς ὄντως ἀ‐ | |
25 | ληθέστατον εἶναι πάντων τὸ εἰρημένον, ὅτι δέοι τὸν αὐχοῦντα ἐπί τινι τούτῳ μόνον σε‐ μνύνεσθαι, καὶ ἐπὶ τῷ συνιέναι καὶ γινώσ‐ κειν ὅτι Κύριος αὐτός ἐστιν ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην, καὶ ἐν τούτῳ | |
30 | ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ. Ἀρέσκεται γὰρ τὸ θεῖον τῷ τοιούτῳ ἀνθρώπῳ, μόνιμά τε καὶ βέβαια φέρει διὰ παντὸς τὰ ἀγαθὰ, ὅταν τούτῳ τὴν αἰτίαν ἀποδιδῷ τῷν παρόντων ἀ‐ γαθῶν τῷ ὄντως αἰτιωτάτῳ, ᾧ τὴν αἰτίαν | |
35 | ἀναφέρειν δεῖ καὶ τοῦ μένειν τὰ ἀγαθά. Πῶς περιτετμημένους ὀνομάσας ὁ λό‐ γος, εἶτα οὐκ Ἰουδαίους μόνον ὀνομάζει, οὐ‐ δὲ Ἰσραηλίτας, οὐδὲ τὸν οἶκον Ἰακὼβ, οὐδὲ | |
αὐτὸ τὸ κείμενον ὄνομα τὸ οἰκεῖον, Ἰούδα, | 592 | |
593 | ἀλλ’ ἐγκαταλέγει τούτοις καὶ Αἴγυπτον, καὶ Ἐδὼμ, καὶ υἱοὺς Ἀμμὼν, καὶ υἱοὺς Μωὰβ, ὡς πάντας ἀπεριτμήτους καρδίας αὐτῶν; ἄ‐ ρα γὰρ τοιοῦτόν τι θέλει εἰπεῖν ὁ λόγος, ὅτι | |
5 | δὴ δοκοῦσι μὲν ἔχειν τὸν νόμον τὸν τῆς πε‐ ριτομῆς οἱ υἱοὶ Ἰσραὴλ, οὐδὲν δὲ διαφέρουσι τῶν λοιπῶν ἐθνῶν τῶν ἀπεριτμήτων, ἀπε‐ ρίτμητοι ὄντες καὶ αὐτοὶ τὰς καρδίας αὐτῶν, οὐκ ἀποτετμημένοι τὰς κακίας; Ἄρα, φημὶ, | |
10 | τοιοῦτόν τι εἰπεῖν βούλεται ὁ λόγος, ὅτι ἔ‐ χουσι μὲν τὸν λόγον τὸν τῆς περιτομῆς καὶ τὰ λοιπὰ λόγια τοῦ Θεοῦ οἱ υἱοὶ Ἰούδα, οὐ‐ δὲν μέν τοι διαφέρουσι τῶν οὐκ ἐχόντων τὸν νόμον τοῦ Θεοῦ, Αἰγύπτου καὶ Ἐδὼμ, υἱῶν | |
15 | Ἀμμὼν καὶ υἱῶν Μωάβ; Ἢ μέν ποτε πάντας ὁμοῦ περιτετμη‐ μένους καλεῖ, οὐ μόνον τοὺς Ἰσραηλίτας καὶ τοὺς Ἰουδαίους, ἀλλὰ δὴ καὶ τὰ λοιπὰ ἔθνη, ὡς δηλοῖ καὶ τὰ ἀναγινωσκόμενα | |
20 | γράμματα; πάντας γὰρ ἐκάλεσε περιτετμη‐ μένους, εἶτα ὑπέταξεν Αἴγυπτον καὶ Ἰούδαν καὶ τὰ λοιπὰ ἔθνη. Καὶ πῶς ἐστι προσαχθῆναι πάντας αὐτοὺς εἰπεῖν περιτετ‐ μημένους; | |
25 | Πάντα τὰ ὀνομασθέντα ταῦτα ἔθνη τὰ προκείμενα, εἴ τις ἄνωθεν συλλογίζοιτο, εὕ‐ ροι ἂν ἐκ σπέρματος Ἀβραάμ. Ἁβραὰμ πε‐ ριετμήθη ὢν ἐτῶν ἐννέα καὶ ἐννενήκοντα, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ, Ἰσμαὴλ καὶ πάντες | |
30 | οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ, καὶ οἱ οἰκογενεῖς, καὶ οἱ ἀργυρόνητοι, οἱ ἐξ ἀλλογενῶν ἐθνῶν· περιέτεμεν αὐτούς. Ταῦτα γὰρ ἐπὶ λέξεως τὰ ἀναγεγραμμένα ἐν τῇ Γενέσει. Πῶς οὖν ἐπ’ Αἰγυπτίους καταβιβάζει, καὶ ἐπ’ Ἐ‐ | |
35 | δώμ, καὶ ἐπὶ υἱοὺς Μωὰβ, καὶ ἐπὶ υἱοὺς Ἀμ‐ μὼν τὴν περιτομήν; Περιτέτμηται μὲν ὁ Ἰσμαὴλ, ὡς ἔφην, κατὰ νόμον, τρισκαιδε‐ καετής που ὢν, οἷα δὴ υἱὸς ὢν τοῦ Ἁβραὰμ ἐκ τῆς Ἄγαρ τῆς παιδίσκης τῆς Αἰγυ‐ | |
40 | πτίας. Καὶ μετ’ ὀλίγα. Καὶ κατῳκίσθη, φησὶν, ὁ | |
Ἰσμαὴλ ἐν τῇ ἐρήμῳ, καὶ ἐγένετο τοξότης, | 593 | |
594 | καὶ ᾤκησε τὴν ἔρημον. Ἠγάγετο δὲ αὐτῷ ἡ μήτηρ αὐτοῦ τὴν αἰγυπτίαν γυναῖκα. Τίνος ἕνεκέν μοι ταῦτα πάντα μεμυθολογεῖσ‐ θαι; ζητῶ τοὺς περιτετμημένους κατὰ Αἴ‐ | |
5 | γυπτον, καὶ ζητῶ τοὺς περιτετμημένους τοὺς ἐν τῇ ἐρήμῳ, πάντας οὓς ἀναγράφει ὁ λόγος. Ἐοίκασιν οὖν ἐκ τοῦ γένους εἶναι τοῦ Ἰσμαὴλ, ὃς ᾤκησε μὲν τὴν ἔρημον, ἠ‐ γάγετο δὲ τὴν αἰγυπτίαν γυναῖκα· καὶ οὐ‐ | |
10 | κέτι ἀμφιβάλλω τούτους που εἶναι, ἢ τοὺς ἐν Αἰγύπτῳ περιτετμημένους, καὶ τοὺς πε‐ ρικειρομένους κατὰ πρόσωπον, καὶ κατοι‐ κοῦντας ἐν τῇ ἐρήμῳ. Εἶκος γὰρ τὸν Ἰσ‐ μαὴλ παραλαβόντα τὸν νόμον τὸν πατρῷον | |
15 | τοῦ Ἁβραὰμ, ὡς θεοφιλοῦς πατρὸς ὄντα, καὶ ἀναχωρήσαντα τῆς οἰκείας, ἅπερ ἐνόμι‐ ζεν αὐτῷ εἶναι ἀσφαλέστατα, πατροπαρά‐ δοτα ὄντα, ταῦτα ποιεῖν καὶ ἐπὶ τοῖς ἐγγό‐ νοις τοῖς ἑαυτοῦ. Οὕτως δὲ μέντοι περιτετ‐ | |
20 | μημένους ἔστιν εὑρεῖν Αἰγυπτίους ἢ τοὺς τὴν ἔρημον οἰκοῦντας. Πῶς δὲ καὶ τὸν Ἐδώμ; ὁ Ἐδὼμ οὖτος κα‐ ταβαίνει καὶ αὐτὸς ἐκ τοῦ σπέρματος τοῦ Ἁβραάμ· τῷ γὰρ Ἁβραὰμ ἐγένετο μὲν | |
25 | παῖς Ἰσμαὴλ ἐκ τῆς Ἄγαρ, ἐγένετο δὲ καὶ ὁ Ἰσαὰκ ἐκ τῆς Σάῤῥας· τῷ δὲ Ἰσαὰκ πά‐ λιν παῖδες δύο, ὅ τε Ἡσαῦ καὶ ὁ Ἰακώβ. Καὶ ὁ μὲν Ἰακὼβ οὐκ ἠγάγετο γυναῖκαν αἵμα‐ τος ξένου, οὐδὲ τῶν Χαναναίων, ταῦτα ἐπι‐ | |
30 | σκέψαντος τοῦ πατρός. Ὁ μέντοι Ἡσαῦ ἠ‐ γάγετο γυναῖκα τὴν θυγατέρα Ἰσμαὴλ, ἀ‐ δελφὴν τοῦ Νεβεώθ, ἀνεψιὰν δήπουθεν ἀγόμενος ἑαυτοῦ γυναίκα πρὸς πατρὸς, ξέ‐ νην δὲ πρὸς μητρὸς, καὶ γίνεται παίδων | |
35 | πολλῶν πατήρ. Πρωτότοκος δὲ αὐτοῦ ὁ Ἐ‐ δὼμ, καὶ μαρτυρήσει μοι τὸ ἱερὸν λόγιον λέ‐ γον· Αὖται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδώμ. Οὐκοῦν ἄπερ ἐλέγετο μικροῦ πρόσ‐ θεν περὶ τοῦ Ἰσμαὴλ, ὅτι δὴ παραλαβὼν νό‐ | |
40 | μον πατρόθεν, τὸν τῆς περιτομῆς, παρεδί‐ | |
δου ἐγγόνοις τοῖς ἑαυτοῦ, ταῦτα λέγειν ἡμῖν | 594 | |
595 | ἔξεστι περὶ τοῦ Ἡσαῦ, ὅτι ὢν παῖς Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραὰμ, ὃν παρέλαβε νόμον παρά τε τοῦ πάππου, παρά τε τοῦ πατρὸς ἥκον‐ τα εἰς αὐτὸν, παρεδίδου καὶ τοῖς παισὶ, καὶ | |
5 | περιέτεμέν που καὶ αὐτὸς τὸν Ἐδώμ· οὐκέτι οὖν ἀσαφές; Πῶς δὲ καὶ υἱοὶ Ἀμμὼν καὶ υἱοὶ Μωάβ; τούτους γινώσκουσί που οἱ φιλοπονώτεροι εἶναι τοὺς υἱοὺς Λὼτ, τοῦ ἀδελφιδοῦ Ἁ‐ | |
10 | βραάμ. Καὶ μετ’ ὀλίγα. Ἐτέχθῃ οὖν ἐκ τοῦ Λὼτ, ὅ τε Ἀμμὼν καὶ ὁ Μωὰβ, ἐκάτερος ἐκ τῶν θυγατέρων αὐτοῦ, ὁπηνίκα ὑπονοήσασαι ἔ‐ ρημον εἶναι τὴν γῆν, οὕτω διασώσασθαι τὸ | |
15 | γένος τῶν ἀνθρώπων ἐβουλήθησαν αἱ θυγα‐ τέρες Λώτ· ἐτέχθη γὰρ τῇ μὲν πρεσβυτέρᾳ ὁ Μωὰβ, ἑρμηνευόμενος ἐκ πατρὸς, καὶ τῇ δευτέρᾳ Ἀμμὼν, ἑρμηνευόμενος ὁ υἱὸς τοῦ γένους. Ταῦτα πάντα εἰρημένα οὐκέτι δυσ‐ | |
20 | κόλως ἡμᾶς συγκατατίθεσθαι παραπείθει, πάντας τοὺς περιτετμημένους οὕτω καλεῖσ‐ θαι ὑπὸ τοῦ ἱεροῦ λόγου, μαρτυροῦντος αὐ‐ τοῦ Ἱερεμίου καὶ περὶ υἱῶν Μωάβ, καὶ περὶ τῶν υἱῶν Ἀμμὼν, ὅτι ἐν τοῖς περιτετμημέ‐ | |
25 | νοις κατέλεξε καὶ τούτους. Καὶ μετ’ ὀλίγα. Εἰ δὲ καὶ ὠφελείας τινος ἡμῖν προσγίνεσθαι δεῖ ἐκ τῶν εἰρημένων τούτων, οὕτως ἄν τις ὀρθῶς εἴποι, ὡς τὰ πολλὰ γένη τῶν ἀνθρώπων προσποίησιν | |
30 | μὲν ἔχει δικαιοσύνης, καί τινα μὲν ἴχνη φέρειν νόμου Θεοῦ, καὶ σχηματίζεσθαι πως, καὶ ἐπιπλάστως ἐπιμελεῖσθαι ἀρετῆς, μέχρι μέντοι σχήματος αὐτοῖς ἵσταται τὰ τῆς προαιρέσεως, μέχρι προσποιήσεως καὶ τοῦ | |
35 | καθυποκρίνεσθαι, οὐ μέντοι καὶ τέλεον ἐσ‐ πουδάσαμεν τὴν κακίαν ἐκκόπτειν ἐξ ἡμῶν καὶ τὰ ὀνείδη ἐπ’ Αἴγυπτον καὶ ἐπὶ τὴν Ἰ‐ δουμαίαν. Cap. x, 2. Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν, | |
40 | μὴ μανθάνετε. Τί δὲ μανθάνετε; Νόμον μανθάνετε Θεοῦ, τὸν λέγοντα· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, θεοὶ, οἱ οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου | |
45 | τῆς γῆς καὶ ὑποκάτω τοῦ οὐρανοῦ. | 595 |