TLG 2063 021 :: GREGORIUS THAUMATURGUS :: Sententiae (ap. Antonium Melissam) GREGORIUS THAUMATURGUS Scr. Eccl. Sententiae (ap. Antonium Melissam) frr. 1–6 Citation: Fragment — (line) | ||
1 | Εὐσεβείας ἐπὶ πᾶσι φροντιστέον, ἣν μητέρα φασὶ τῶν ἀρε‐ τῶν, ὀρθῶς λέγοντες· αὕτη γάρ ἐστιν ἀρχὴ καὶ τελευτὴ τῶν ἀρετῶν | |
2 | Τὸ εἰδέναι θεὸν καὶ τὴν πάντων συνεκτικήν τε καὶ ποιητικὴν αἰτίαν καὶ ὄψις διδάσκαλος καὶ ὁ φυσικὸς νόμος· ἡ μὲν τοῖς ὁρω‐ μένοις προσβάλλουσα καὶ πεπηγόσιν, ὁ δὲ δι’ αὐτῶν τῶν ὁρωμένων καὶ τεταγμένων τὸν ἀρχηγὸν τούτων συλλογιζόμενος | |
3 | Κρεῖσσον [so zu lesen statt κρεῖστον] ὑπαίθριος πίστις πο‐ λυτελοῦς εὐσεβείας, καὶ τρεῖς συνηγμένοι ἐν ὀνόματι κυρίου πολλῶν | |
ἀρνουμένων θεότητα | 52 | |
4 | Οὐδὲν οὕτω τῷ θεῷ μεγαλοπρεπὲς, ὡς λόγος κεκαθαρμένος καὶ ψυχὴ τελεία τοῖς τῆς ἀληθείας δόγμασιν | |
5 | Μόνον ἀμετάπτωτον ἀγαθὸν καὶ παραμένον ἡ εὐσέβεια | |
6 | Τὸ γὰρ οὐκ ἐφικτὸν οὐδὲ πιστόν πως διὰ τὸν φθόνον· | |
ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον | 53 |