TLG 2063 016 :: GREGORIUS THAUMATURGUS :: Fragmentum in Job (in catenis)

GREGORIUS THAUMATURGUS Scr. Eccl.
(Neocaesariensis: A.D. 3)

Fragmentum in Job (in catenis)

Source: Pitra, J.B. (ed.), Analecta sacra spicilegio Solesmensi parata, vol. 3. Venice: St. Lazarus Monastery, 1883: 589–591.

Citation: Page — (line)

589

(19t)

Τοῦ ἁγίου Γρηγορίου, τοῦ Θαυματουργοῦ, εἰς ὅλον τὸ κεφάλαιον.
21 Πρὸς τὴν ἐν παραδείσῳ μακαρίαν διαμο‐ νὴν, ἀντεξετάζοντες πᾶσαν τὴν ἐν τῇ γῇ ταλαιπωρίαν καὶ πάντα τὸν πόνον, οἱ ἱεροὶ
προφῆται καὶ ἀπόστολοι, στενάζουσι589

590

κατὰ τὸν κόσμον τοῦτον. Διδάσκει γοῦν ἡ‐ μᾶς περὶ τῶν νῦν ἡμερῶν ὁ θεῖος Παῦλος, διὰ βραχέων ἐν οἶς λέγει· Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
5Καὶ περὶ τοῦ Χριστοῦ ὅτι ὑπὲρ τῶν ἁμαρ‐ τιῶν ἡμῶν δέδωκεν ἑαυτὸν, ἵνα ἐξέληται ἡ‐ μᾶς ἐκ τοῦ ἐνεστῶτος πονηροῦ αἰῶνος. Καὶ ὄντες ἐν τῷ σκήνει τούτῳ στενάζο‐ μεν, φησί. Καὶ ὁ Δαυὶδ ὀδύρεται· Οἴμοι,
10ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ὁ Ἱερε‐ μίας· Ἐπικατάρατος, φησὶν, ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου· Ἰδυὺ ἐτέχ‐ θη σοι ἄρσην. Ἵνα τί τοῦτο· ἐκ μήτρας ἐ‐ ξῆλθον; ἀπ’ ὀδυνετοῦντος ἡ φωνὴ καὶ βε‐
15βαρημένου, οὐ φέροντος τὴν πρώτην ἡμέραν τῆς γενέσεως. Τοιοῦτος καὶ τῶν τοῦ μεγάλου ἀθλητοῦ Ἰὼβ λόγων ὁ σκοπός· οὐ γὰρ παραβάλ‐ λων τὸν νῦν βίον τῷ προτέρῳ, τὸν πενῆτα
20καὶ ἐνάπορον τῷ ἐν πλούτοις, ὅποτε εὐθη‐ νοῦντο αὐτῷ τὰ βουκόλια καὶ τὰ ποίμνια, οὐδὲ τῇ νῦν ἀπαιδίᾳ τὴν πρὶν εὐπαιδίαν, ἢ τὴν νόσον τῇ ὑγιείᾳ, ταῦτα ἔλεγεν, ἐπεὶ ἑ‐ ξῆν αὐτῷ εὐλογημένας νομίζειν τὰς ἡμέρας,
25ἐν αἷς ἐτύγχανε πάντων τῶν κατὰ τὸν κόσ‐ μον τοῦτον, κατάρατας δὲ μόνας θέσθαι, ἐν αἷς τὰ ἐναντία ἔπασχεν, ἀλλὰ γὰρ οὐ τοῦτο παθών. Ὡς γὰρ ὁ τοιοῦτος ἀθλητὴς ἐπιλο‐ γισάμενος καὶ ὡς ὁμοῦ πᾶσαι αἱ ἡμέραι αἵ τε
30νῦν αἵ τε πρότερον, αὐτῷ ἦσαν ἡμέραι κακώ‐ σεως, ἀνελθὼν ἐπ’ αὐτὴν τὴν ἀρχὴν, ἐπα‐ ρᾶται τῇ πρώτῃ ἡμέρᾳ καὶ νυκτὶ, ἐν ᾗ ἐτέ‐ χθη. Καὶ μὴ ἔλθοι, φησὶν, εἰς ἠμέραν ἐ‐ νιαυτῶν, μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μη‐
35νῶν, τοιούτων ἡμερῶν καὶ ἐνιαυτῶν ὁποί‐ ων; καὶ ἕτερα περινοεῖ· διελογησάμην, λέγων, ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια, ἀλλ’ οὐ
τῷ διαστήματι τούτῳ τῷ χρονικῷ μετρου‐590

591

μένας. Ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλ‐ θοι ἐπ’ αὐτὴν εὐφροσύνη, μὴ δὲ χαρμονή. Τοῦτο ἐκεῖνος ἔλεγεν ὅπερ ἀπήντηται ἐκ φύσεως· οὐδὲ πώποτε γὰρ ἂν ἔλθοι ἡ ἀληθὴς
5εὐφροσύνη καὶ χαρμοσύνη ἡμέρᾳ καὶ νυκτὶ ταύτῃ, ἀλλὰ καταράσαιτο αὐτὴν, φησὶν, ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλ‐ λων τὸ μέγα κῆτος χειροῦσθαι. Πάλιν κἀνταῦθα ὡς φύσεως ἔχουσιν αἱ ἡμέραι αὗ‐
10ται, οὕτως ὁ προφήτης αἰνίσσεται, εἰπών· Καταράθῃ ἡ ἡμέρα ἐκείνη· εἶτα ἐπενεγκών· Καταράσηται αὐτὸν ὁ καταρώμενος τὴν ἡ‐ μέραν ἐκείνην, οὐχ ἵνα νῦν γένηται, ὃ δὲ γί‐ νεται γενέσθω, εἰπών· Καταράσαιτο τὴν ἡ‐
15μέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κῆτος χει‐ ροῦσθαι, ὡς οἰκειότητός τινος οὔσης τῷ με‐ γάλῳ κήτει πρὸς τὴν ἡμέραν ἐκείνην, ἤ‐ τοι ποιεῖν νῦν παραληφθὲν τὸ κῆτος· τότε γὰρ πρῶτον μεταχειρίζεται ἄνθρωπον, ὁπό‐
20ταν εἰς γένεσιν ἐλθοῦσα ἡ ψυχὴ τὰ πάντα ὑποχείριον γένηται τῷ λεγομένῳ τοῦ κόσ‐ μου πνεύματι· οὐ χαίρει δὲ καὶ οὗτος καὶ πᾶς
ἅγιος ἐν τῇ ἡμέρᾳ ταύτῃ ᾗ τὸ κῆτος χαίρει.591