TLG 2063 013 :: GREGORIUS THAUMATURGUS :: Fragmentum in evangelium Matthaei 6.22–23 (in catenis) GREGORIUS THAUMATURGUS Scr. Eccl. Fragmentum in evangelium Matthaei 6.22–23 (in catenis) Citation: Volume — page — (line) | ||
10.1189(19) | Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. | |
20 | Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶ‐ μά σου φωτεινὸν ἔσται. Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ, σκότος ἐστὶ, τὸ σκότος πόσον; | |
---|---|---|
25 | Ἀπλοῦς ὀφθαλμὸς, ἡ ἀνυπόκριτός ἐστιν ἀγάπη, δι’ ἧς ὅταν τὸ σῶμα φωτίζηται, τὰ αὐτὰ τοῖς ἔσωθεν νοούμενοις, καὶ διὰ τῶν ἔξωθεν μερῶν προφέρουσα; ὁ δὲ πονηρὸς ὀφθαλμός ἐστιν ἡ προσποίητος ἀγάπη, ἥτις καὶ ὑπόκρισις καλεῖται· δι’ ἧς ἅπαν τὸ σῶμα | |
30 | σκοτίζεται τοῦ ἀνθρώπου. Ἄξια μὲν σκότους πράγ‐ ματα ἐννοούμενον ἔσωθεν· διὰ δὲ τῶν ἔξωθεν μερῶν, φωτὸς εἶναι δοκοῦντα προφέρον ῥήματα· λύ‐ κοι γάρ εἰσιν ὡς ἀληθῶς, προβάτων περιβεβλημένοι δοράς· οἱ τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος | |
35 | μόνον πλύνοντες, καὶ οὐκ εἰδότες, ὅτι ἐὰν μὴ τὸ ἔσω‐ θεν τούτων καθαρισθῇ, οὐδὲ τὸ ἔξωθεν καθαρὸν δύνα‐ ται γενέσθαι. Διόπερ τούτους σαφῶς ἐλέγχων, φησὶν ὁ Σωτὴρ, ὅτι· Εἰ τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον; Τουτέστιν· εἰ ἡ δοκοῦσά σοι ἀγάπη εἶναι φῶς, | |
40 | διὰ τὴν ἐν σοὶ κεκρυμμένην ὑπόκρισιν σκότους ἄξιόν | |
ἐστιν ἔργον, τί τὰ προφανῆ σου παραπτώματα; | 1189 |