TLG 2063 010 :: GREGORIUS THAUMATURGUS :: Sermo in omnes sanctos [Sp.]

GREGORIUS THAUMATURGUS Scr. Eccl.
(Neocaesariensis: A.D. 3)

Sermo in omnes sanctos [Sp.]

Citation: Volume — page — (line)

10

.

1197

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΓΡΗΓΟΡΙΟΥ
3tΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
4tΛΟΓΟΣ
5tΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΠΑΝΤΑΣ
9Εὐλόγησον, Δέσποτα.
10 Ἡρεμεῖν ἐβουλόμην, καὶ μὴ δημοσιεύειν ἀγροι‐ κίζουσαν γλῶσσαν· μέγα γὰρ σιωπὴ, ὅτ’ ἂν ὁ λό‐ γος εὐτελής· καὶ θαυμαστὸν ἡσυχία, ἀπαιδευσίας παρούσης· φιλόσοφός τε ἄκρος διὰ σιγῆς καλύπτων
ἀμαθίαν. Τοῦτο κἀγὼ πράττειν προῃρούμην τὸ ἀσθε‐1197

10

.

1200

νὲς τῆς οἰκείας ἐπιστάμενος γλώσσης· ἀλλ’ ἕλκει με πρὸς τὸ λέγειν τῶν ὁρωμένων ἡ ὄψις. Ἐπεὶ οὗν ἡ πανήγυρις λαμπρὰ καὶ τὸ θέατρον συνεχὲς, καὶ ζέων ἐστὶ τῇ πίστει ὁ ἡμέτερος σύλλογος· ἐπὶ τὴν
5ἀρχὴν τοῦ λόγου θαῤῥοῦντος τραπήσομαι· μάλιστα τοῦ Πατρὸς εὐχομένου, τῆς Ἐκκλησίας συναγωνιζο‐ μένης, μαρτύρων ἁγίων πρὸς τοῦτο ῥωννύντων τὸ ἀσθενές. Οὗτοι γὰρ καὶ γέροντας ἔπεισαν σὺν ἱδρῶτι πολλῷ μακρὰν ἐξανύσαι πορείαν, καὶ τὰ σφαλλόμενα
10βήματα τῇ βακτηρίᾳ τοῦ λόγου στηρίζειν κατηνάγκα‐ ζον· καὶ τὸ θῆλυ προέτρεψαν συνοδοιπορεῖν νεανί‐ σκοις· καὶ τὴν νηπιάζουσαν ἡλικίαν ἕρπουσαν ἐν‐ ταῦθα παρήγαγον μάρτυρες κατὰ θανάτου σκιρτῶν‐ τες, ξίφεσιν ἐγγελῶντες, θυμὸν τυραννικὸν διαρπά‐
15ζοντες, θάνατον ἀθανασίας πρόξενον ἀνθαρπάζοντες,
ἐν ἰδίῳ πτώματι τὴν νίκην οἰκειούμενοι, διὰ σώμα‐1199

10

.

1201

τος ἀναπηδῶντες πρὸς οὐρανόν. Τὰ μέλη διασκορπί‐ ζοντες ἵνα σφίγξωσι τὰς ψυχὰς, τὰ κλῇθρα τῆς ζωῆς διαῤῥήξαντες ἵνα τὰς κλεῖς ἀνοίξωσι τῶν οὐρανῶν. Ὁ ἀπιστῶν ὅτι θάνατος καταλέλυται, ᾅδης πεπάτη‐
5ται, ὅτι τούτου τὰ δεσμὰ διεῤῥάγη· ὅτι τύραννος δέδεται· βλεπέτω μάρτυρας κυβιστῶντας κατὰ θα‐ νάτου, καὶ τὴν τοῦ Χριστοῦ νίκην ἀνευφημοῦντας. Ὢ τοῦ θαύματος. Ἀφ’ οὗπερ Χριστὸς τὸν ᾅδην ἐσκύλευσεν, ἄνθρωποι κατωρχήσαντο τοῦ θανάτου.
10Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ἐσκύλευται ὁ ᾅδης καὶ ὁ διάβολος; καὶ τῆς ἀρχαίας ἀφῄρηται πανοπλίας· καὶ τοῦ οἰκείου κρά‐ τους ἐκβέβληται· καὶ καθάπερ ὁ Γολιὰθ τῷ οἰκείῳ ξίφει τὴν κεφαλὴν ἀπετμήθη, οὔτω καὶ ὁ διάβολος
15θάνατον γεννήσας, διὰ θανάτου τροποῦται· καὶ τὴν εὐχερῆ μέθοδον τῆς οἰκείας ἀπάτης, ὄργανον ἰσχυ‐ ρὸν τῆς ἰδίας ἀπωλείας εὑρίσκει· καθάπερ ἄγκιστρον περιπαρεὶς τῇ Θεότητι, καὶ τὸ σύνηθες δέλεαρ κα‐ ταπιὼν ἀγρεύεται σαφῶς ὁ ἀγρεύειν οἰόμενος· καὶ
20Θεὸν ἀντὶ ἀνθρώπου κρατήσας. Διὰ τοῦτο μάρτυρες σκιρτῶσιν τὴν τοῦ δράκοντος κεφαλήν· καὶ πᾶν εἶ‐ δος βασάνων ὑπερορῶσιν. Ἀφ’ οὗ γὰρ ὁ δεύτερος τὸν πρῶτον Ἀδὰμ ἐκ τοῦ πυθμένος τοῦ ᾅδου ὡς τὸν Ἰωνᾶν ἐκ τοῦ κήτους ἀνήγαγεν, καὶ τὸν ἀπατηθέντα,
25εἰς ἐντροπὴν τοῦ ἀπατήσαντος, οὐρανοπολίτην ἀνέ‐ δειξεν· ἐξ ἐκείνου πύλαι ᾅδου ἐκλείσθησαν· καὶ πύ‐ λαι οὐρανοῦ ἀνεῴχθησαν· ἀκώλυτον τοῖς μετὰ πί‐ στεως ἀνιοῦσιν παραχωροῦσαι τὴν εἴσοδον. Πάλαι μὲν Ἰακὼβ κλίμακα ἐστηριγμένην ἕως τοῦ οὐρανοῦ ἐθε‐
30άσατο, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας· νυνὶ δὲ διὰ τὸν ἄνθρωπον ἄνθρωπος γενόμενος ὁ φιλάνθρωπος τὸν ἀπάνθρωπον λακτίσας τῷ ποδὶ τῆς θεότητος, καὶ τὸν ἅνθρωπον βαστάσας τῇ χειρὶ τῆς χριστότητος, τὸν ἄβατον αἰθέρα ποσὶν
35ἀνθρωπίνοις πεζεύσασθαι παρεσκεύασεν. Τότε οἱ ἄγ‐ γελοι ἀνέβαινον καὶ κατέβαινον· νυνὶ δὲ ὁ τῆς μεγά‐ λης βουλῆς Ἄγγελος οὐκ ἀναβαίνει καὶ καταβαίνει· καὶ πόθεν γὰρ ποῦ μεταστήσεται ὁ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν, καὶ ἐν τῇ χειρὶ συνέχων τὰ [κό‐
40σμου] πέρατα; Ἅπαξ γὰρ κατέβη καὶ ἅπαξ ἀνέβη· οὐ1201

10

.

1204

μεταβάσει χρησάμενος φύσεως, ἀλλὰ συγκαταβάσει φιλανθρώπου χριστότητος· ὁ Λόγος τῷ Πατρὶ συγκαθ‐ ήμενος, καὶ ὁ Λόγος ἐν τῇ μήτρᾳ αὐλιζόμενος, καὶ ὁ Λόγος πανταχοῦ εὑρισκόμενος, καὶ [τοῦ] τῶν ὅλων
5[Θεοῦ] μηδέποτε χωριζόμενος. Ἐγέλα ποτὲ πλατὺν κατὰ τῆς ἀνθρωπίνης φύσεως ὁ διάβολος γέλωτα, καὶ ταῖς συμφοραῖς ἡμῶν ἑορταῖς ἐπευφραίνεται. Ἀλλ’ ὁ μὲν γέλως τριήμερος· ὁ δὲ θρῆνος αἰώνιος· καὶ πλατὺς γέλως θρῆνον αὐτῷ πλατύτερον κατε‐
10σκεύασεν, δάκρυον ἀδιάλειπτον, κλαυθμὸν ἀπαρηγό‐ ρητον· βέλος ἐγκάρδιον. Τοῦτο τὸ βέλος ἐν τῇ παρ‐ θενικῇ καμίνῳ, οἷον ἠθέλησεν, καὶ ὡς ἠθέλησεν, διὰ πυρὸς κατὰ τοῦ ἐχθροῦ ὁ πολεμάρχης ἐχάλκευ‐ σεν· καὶ στομώσας τῇ ἐνεργείᾳ τῆς ἀηττήτου θεότη‐
15τος, καὶ βάψας τῷ ὕδατι τοῦ ἀχράντου βαπτίσμα‐ τος, καὶ ἀκονήσας τοῖς ἀπαθέσι παθήμασιν, καὶ στιλβώσας διὰ τῆς μυστικῆς ἀναστάσεως· δι’ ἑαυ‐ τοῦ πανστρατιᾷ τὸν ἀλάστορα ἐθανάτωσε. Ποῖος οὖν λόγος ἢ τὴν ἡμετέραν χαρὰν ἢ τὴν ἐκείνου συμφο‐
20ρὰν διηγήσηται; Ὁ γὰρ ποτὲ ἀρχάγγελος, νῦν διά‐ βολος· ὁ ποτὲ ἐν οὐρανοῖς διαιτώμενος, νῦν ὡς ὄφις ἐπὶ γῆς θεωρεῖται συρόμενος· ὁ ποτὲ μετὰ τῶν χε‐ ρουβὶμ ἀγαλλόμενος, νῦν ἐν τῇ φυλακῇ τῶν χοίρων ἐγκέκλεισται ὀδυνόμενος· ὅνπερ τροπωσόμεθα ἐναν‐
25τία τῆς ἐκείνου φρονήσαντες προαιρέσεως· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
Ἀμήν.1203