TLG 2063 009 :: GREGORIUS THAUMATURGUS :: In annuntiationem sanctae virginis Mariae (homiliae 1–2) [Sp.]

GREGORIUS THAUMATURGUS Scr. Eccl.
(Neocaesariensis: A.D. 3)

In annuntiationem sanctae virginis Mariae (homiliae 1–2) [Sp.]

Citation: Volume — page — (line)

33tΤοῦ ἐν ἁγίοις Πατρὸς ἠμῶν Γρηγορίου ἐπισκό‐
34tπου Νεοκαισαρείας Πόντου, τοῦ Θαυματουργοῦ,
35tεἰς τὸν Εὐαγγελισμὸν τῆς ὑπεραγίας θεοτόκου
36tΠαρθένου τῆς Μαρίας, λόγος πρῶτος.
37 Σήμερον ἀγγελικῇ παρατάξει ὑμνῳδίαι φαιδρύνον‐ ται, καὶ τὸ φέγγος τῆς τοῦ Χριστοῦ παρουσίας τοῖς πιστοῖς καταλάμπεται. Σήμερον τὸ ἱλαρὸν ἡμῖν
40ἔαρ, Χριστὸς ὁ τῆς δικαιοσύνης ἥλιος φαιδρῷ τῷ φωτὶ ἡμᾶς περιέλαμψε, καὶ τὰς τῶν πιστῶν ἐννοίας ἐφώτισε. Σήμερον ὁ Ἀδὰμ ἀνακεκαίνισται [ἄλ. ἀνακέκληται], καὶ χορεύει μετ’ ἀγγέλων εἰς οὐρανὸν ἀνιπτάμενος. Σήμερον σύμπασα τῆς οἰκουμένης
45γαῖα χαρὰν περιεβάλετο, ἐπειδὴ τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις εἰς ἀνθρώπους γέγονε. Σήμερον ἡ θεία χάρις, τῶν ἀοράτων ἡ ἐλπὶς διαλάμπει τὰ ὑπὲρ
ἔννοιαν θαύματα, τὸ ἀπ’ αἰῶνος ἀποκεκρυμμένον1145

10

.

1148

μυστήριον ἐμφανῶς ἡμῖν κατοπτεύουσα. Σήμερον ἀρετῆς ἀεννάου στέμματα πλέκονται. Σήμερον τὰς ἱερὰς τῶν φιληκόων καὶ φιλεορτῶν κεφαλὰς κατα‐ στέψαι βουλόμενος ὁ Θεὸς, τοὺς ἐραστὰς τῆς ἀκλινοῦς
5πίστεως, ὡς κλητοὺς καὶ κληρονόμους κέκληκεν· καὶ ἡ ἄνω βασιλεία σπουδάζει καλοῦσα τοὺς οὐρανό‐ φρονας, συνάψαι τῇ θείᾳ λειτουργίᾳ τῶν ἀσωμάτων χορῶν. Σήμερον τὸ τοῦ Δαβὶδ πεπλήρωται λόγιον, τὸ λέγον· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλ‐
10λιάσθω ἡ γῆ. Χαρήσονται [ἄλ. χαρήσεται] τὰ πεδία, καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ [ἄλ. πρὸ] προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται. Καὶ ὁ μὲν Δαβὶδ ξύλα ἔλεγεν, ὁ δὲ τοῦ Κυρίου πρόδρομος, δένδρα ποιοῦντα καρποὺς ἀξίους τῆς μετανοίας,
15μᾶλλον δὲ τῆς τοῦ Κυρίου παρουσίας ἐκάλεσεν. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν χαρὰν τὴν ἀένναον πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπηγγείλατο. Φησὶ γάρ· Ὄψομαι ὑμᾶς, καὶ χαρήσεσθε· καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν. Σήμερον τὸ
20περιβόητον, καὶ ἄφραστον μυστήριον τῶν τὴν ἐλπίδα εἰς Χριστὸν ἐκουσίως [ἄλ. ὁσίως] ἐπεσφραγισμένων Χριστιανῶν ἐμφανῶς ἡμῖν καταγγέλλεται. Σήμερον Γαβριὴλ, ὁ τῷ Θεῷ παριστάμενος, πρὸς τὴν Παρ‐ θένον ἁγνὴν παραγίνεται, τὸ, Χαῖρε κεχαριτωμένη,
25αὐτῇ εὐαγγελιζόμενος. Ἡ δὲ διελογίζετο, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος· ὁ δὲ ἄγγελος εὐθέως ὑπήγαγεν λέγων· Ὁ Κύριος μετὰ σοῦ, μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· διὸ [ἄλ. ἰδοὺ] συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν· καὶ καλέσουσι
30[ἄλ. καλέσεις] τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ
35οὐκ ἔσται τέλος. Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγ‐ γελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γι‐ νώσκω; ἆρα μένω ἔτι παρθένος; ἆρα μὴ τῆς παρ‐ θενίας ἡ ἀξία προδίδοται; Ταῦτα διαποροῦσαν τὴν ἁγίαν Παρθένον, συντόμως ὁ ἄγγελος προφέρει τοῦ
40λόγου τὸ κεφάλαιον, λέγων· Πνεῦμα ἅγιον ἐπελεύ‐ σεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει. σοι. Διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθή‐ σεται Υἱὸς Θεοῦ. Ὃ γάρ ἐστι, τοῦτο καὶ πάντως κληθήσεται. Πρεπόντως ἄρα τὴν ἁγίαν Μαριὰμ ἐκ
45πασῶν γενεῶν μόνην ἡ χάρις ἐκλέλεκται. Σοφὴ γὰρ ὄντως κατὰ πάντα ἐτύγχανεν· οὐκ ὁμοία [ἄλ. ὅμοιος] αὐτῇ ἐκ πασῶν γενεῶν τις γέγονεν πώποτε. Οὐχ ὡς ἡ πρώην [ἄλ. πρώτη] παρθένος Εὔα μόνη ἐν παρα‐ δείσῳ χορεύουσα, χαύνῃ τῇ διανοίᾳ, ἀπεριέργως παρὰ

10

.

1148

(50)

τοῦ ἀρχεκάκου ὄφεως τὸν λόγον ἐδέξατο, καὶ οὕτως ἐφθάρη τὸ τῆς διανοίας φρόνημα [ἄλ. τῷ τῆς καρδίας φρονήματι]· καὶ δι’ αὐτῆς ὁ δόλιος τὸν ἰὸν ἐκχέας, καὶ τὸν θάνατον συγκεράσας, εἰς πάντα τὸν κόσμον εἰσήγαγεν· καὶ διὰ τοῦτο πᾶς [ἄλ. ἅπας] ὁ μόχθος
55τῶν ἁγίων ἐγένετο· ἀλλ’ ἐν μόνῃ τῇ ἁγίᾳ Παρθένῳ,
τὸ ἐκείνης πταῖσμα [ἄλ. πτῶμα] ἀνασέσωσται. Καὶ1147

10

.

1149

οὐ πρότερον ἡ ἁγία τὸ δῶρον ἐκαρτέρησεν ὑποδέξα‐ σθαι, πρὶν ἂν μάθῃ τίς ὁ πέμπων, καὶ τί τὸ δῶρον, καὶ τίς ὁ φέρων. Ταῦτα καθ’ ἑαυτὴν διηπόρει ἡ ἁγία λέγουσα, φησὶ, πρὸς τὸν ἄγγελον· Πόθεν ἡμῖν οὕτως
5τὴν εὐλογίαν ἐξεκόμισας; Ἐκ ποίων ἡμῖν θησαυρῶν ὁ μαργαρίτης τοῦ λόγου ἀπέσταλται; Πόθεν ἡμῖν ἡ δωρεὰ τὴν ὑπόθεσιν [ἄλ. ὑπόσχεσιν] κέκτηται. Ἐξ οὐρανοῦ παραγέγονας, ἀλλ’ ἐπὶ γῆς βαδίζεις· ἀνθρώ‐ που χαρακτῆρα ἐπιδεικνύεις, καὶ λαμπάδα φωτὸς
10ἀπαστράπτεις. Ταῦτα ἐν ἑαυτῇ ἡ ἁγία διενοεῖτο, τοιούτοις δὲ λόγοις ὁ ἀρχάγγελος τὴν διάκρισιν αὐτῆς ἔλυσεν, εἰπὼν πρὸς αὐτήν· Πνεῦμα ἅγιον ἐπελεύ‐ σεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθή‐
15σεται Υἱὸς Θεοῦ. Καὶ μὴ φοβοῦ, Μαριάμ· οὐ γὰρ φόβῳ καταπλῆξαί σε παραγέγονα, ἀλλ’ ἀποδιῶξαι τοῦ φόβου τὴν ὑπόθεσιν. Μὴ φόβου, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Τὴν χάριν κατὰ φύσιν μὴ ἀνά‐ κρινε. Νόμοις [ἄλ. νόμῳ] γὰρ φύσεως, ἡ χάρις ὑπο‐
20βαίνειν οὐκ ἀνέχεται. Ἔγνως, ὦ Μαριὰμ, τὰ τοὺς πα‐ τριάρχας καὶ προφήτας λανθάνοντα. Μεμάθηκας, ὦ Παρθένε, ἃ μέχρι τοῦ νῦν κεκρυμμένα καὶ τοῖς ἀγ‐ γέλοις ἐτύγχανον. Ἀκήκοας, ὦ παναγία, ὧν οὐδέπω ὁ χορὸς τῶν θεοφόρων ἠξίωται. Μωϋσῆς καὶ Δαβὶδ,
25καὶ Ἡσαΐας, καὶ Δανιὴλ, καὶ πάντες οἱ προφῆται περὶ αὐτοῦ προεκήρυξαν· ἀλλὰ τὸ πῶς, οὐκ ἐπί‐ σταντο. Σὺ δὲ μόνη, ὦ παναγία Παρθένε, τὰ τούτοις ἅπασιν ἀγνοηθέντα μυστήρια, νῦν ὑποδέχῃ, καὶ μαν‐ θάνεις [ἄλ. ὑποδέχου, καὶ μάνθανε] τὸ πόθεν. Ὅπου
30γὰρ Πνεῦμα ἅγιον, πάντα ἑτοίμως κατήρτισται. Ὅπου θεία χάρις, πάντα τῷ Θεῷ δυνατά. Ἅγιον Πνεῦμα ἐπὶ σὲ ἐπελεύσεται, καὶ δύναμις Ὑψίστου ἐπι‐ σκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Εἰ δὲ Υἱὸς Θεοῦ, καὶ Θεὸς,
35σύμμορφος τῷ Πατρὶ, καὶ συναΐδιος, ἐν ᾧ πᾶσαν κέ‐ κτηται ὁ Πατὴρ τὴν φανέρωσιν· ὁ χαρακτὴρ ἐν τῷ προσώπῳ, καὶ διὰ τοῦ ἀπαυγάσματος ἡ δόξα κατα‐ λάμπεται. Καὶ ὥσπερ ἐκ τῆς ἀεννάου πηγῆς οἱ πο‐ ταμοὶ προέρχονται· οὕτως καὶ ἐκ ταύτης τῆς ἀεν‐
40νάου καὶ ἀειζώου πηγῆς, προέρχεται τὸ φῶς τοῦ κό‐ σμου, τὸ ἀένναον καὶ ἀληθινὸν, Χριστὸς ὁ Θεὸς ἡμῶν. Περὶ ταύτης γὰρ οἱ προφῆται κεκράγασιν· Τοῦ πο‐ ταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι [γρ. τὸ ὅρμημα εὐφραίνει] τὴν πόλιν τοῦ Θεοῦ· οὐ μίαν δὲ πό‐
45λιν, ἀλλὰ πάσας· ὥσπερ γὰρ μίαν πόλιν, εὐφραίνει τὴν οἰκουμένην ἅπασαν. Πρεπόντως τοίνυν ὁ ἄγγελος [ἄλ. ἀρχάγγελος] τῇ ἁγίᾳ Μαρίᾳ Παρθένῳ πρώτῃ πάντων, τό· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, προεσήμανεν· ἐπειδὴ μετ’ αὐτῆς ὅλος ὁ θησαυ‐

10

.

1149

(50)

ρὸς τῆς χάριτος ἐναπέκειτο. Ἐκ πασῶν γὰρ γενεῶν αὕτη μόνη παρθένος ἁγία σώματι καὶ πνεύματι γέ‐ γονεν· καὶ μόνη φέρει τὸν τὰ πάντα τῷ ῥήματι φέ‐ ροντα. Καὶ οὐ μόνον θαυμάζειν ἔστιν τὸ τῆς ἁγίας τὸ ἐν σώματι κάλλος· ἀλλὰ καὶ τῆς ψυχῆς τὸν ἐνά‐
55ρετον τρόπον. Διὸ καὶ τό· Χαῖρε, κεχαριτωμένη, αὐτῇ πρώτῃ ὁ ἅγγελος [ἄλ. ἀρχάγγελος] προσεφώ‐
νησεν· Ὁ Κύριος μετὰ σοῦ, καὶ οὐ γήϊνος νυμφίος·1149

10

.

1152

ἀλλ’ αὐτὸς ὁ τοῦ ἁγιασμοῦ Κύριος, ὁ τῆς ἁγνείας [ἄλ. ἁγίας] πατὴρ, ὁ τῆς ἀφθαρσίας κτίστης, καὶ τῆς ἐλευθερίας δοτὴρ, ὁ τῆς σωτηρίας κηδεμὼν, καὶ τῆς ἀληθοῦς εἰρήνης ταμίας χορηγὸς, ὁ ἐκ τῆς Παρθένου
5γῆς πλάσας τὸν ἄνθρωπον, καὶ ἐκ τῆς ἐκείνου πλευ‐ ρᾶς τὴν Εὔαν προσλαβόμενος [ἄλ. προβαλλόμενος]· οὗτος ὁ Κύριος μετὰ σοῦ, καὶ πάλιν ἐκ σοῦ. Δεῦρο [ἄλ. δεῦτε] τοίνυν, ἀγαπητοὶ, καὶ ἡμεῖς τῷ ἀγγελικῷ αἴνῳ συνεπόμενοι, τὴν κατὰ δύναμιν ὀφειλὴν εὐγνώ‐
10μονες [γρ. εὐγνωμόνως] ἀποτίσωμεν, λέγοντες· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· Σὸν γὰρ τὸ χαίρειν ἀληθῶς· ἐπειδὴ μετὰ σοῦ ἡ θεία χάρις, ὡς οἶδεν, ἐσκήνωσεν· μετὰ τῆς δούλης, ὁ Βασιλεὺς τῆς δόξης· μετὰ τῆς ὡραίας, ὁ ὡραῖος κάλλει παρὰ
15τοὺς υἱοὺς τῶν ἀνθρώπων· μετὰ τῆς ἀμιάντου, ὁ ἁγιάζων τὰ σύμπαντα. Μετὰ σοῦ ὁ Θεὸς, καὶ τέλειος ἄνθρωπος, ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεό‐ τητος. Χαῖρε, κεχαριτωμένη, ἡ πηγὴ τοῦ φωτὸς, τοῦ φωτίζοντος πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας.
20Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἡλίου ἡ ἀνατολὴ [ἄλ. ἡλίου τῆς δικαιοσύνης ἡ ἀνατολὴ], καὶ τὸ τῆς ζωῆς ἀμίαντον ἄνθος. Χαῖρε, κεχαριτωμένη, ὁ λει‐ μὼν τῆς εὐωδίας. Χαῖρε, κεχαριτωμένη, ἡ ἄμπελος ἡ ἀειθαλὴς, ἡ εὐφραίνουσα τὰς ψυχὰς τῶν σὲ δοξαζόν‐
25των. Χαῖρε, κεχαριτωμένη, ἡ ἀγεώργητος καλλίκαρ‐ πος ἄρουρα. Κατὰ φύσιν μὲν, διὰ τὸ καθ’ ἡμᾶς, καὶ διὰ τὸν χρόνον τῆς ἀσκήσεως [κυήσεως]· παρὰ φύσιν δὲ, μᾶλλον δὲ ὑπὲρ φύσιν, διὰ τὸν ἄνωθεν ἐνδημήσαντα Θεὸν Λόγον, καὶ ἐν τῇ ἁγίᾳ σου γαστρὶ τὸν Ἀδὰμ
30ἀναπλάσαντα, καὶ τὸ μὲν γόνιμον, τῇ ἁγίᾳ Παρθένῳ παρέσχεν τὸ ἅγιον Πνεῦμα· ἡ δὲ ἀλήθεια τοῦ σώμα‐ τος προσελήφθη ἐκ τοῦ σώματος αὐτῆς. Καὶ ὥσπερ ὁ μαργαρίτης ἐκ τῶν δύο φύσεων, ἐξ ἀστραπῆς καὶ ὕδατος, ἐκ τῶν ἀδήλων σημείων τῆς θαλάσσης προέρ‐
35χεται· οὕτως καὶ ὁ Δεσπότης ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἀσυγχύτως καὶ ἀτρέπτως, ἐκ τῆς καθαρᾶς καὶ ἁγνῆς, καὶ ἀμιάντου, καὶ ἁγίας Παρθένου Μαρίας προέρχεται, ἐν θεότητι τέλειος, καὶ ἐν ἀνθρωπότητι τέλειος, κατὰ πάντα ὅμοιος τῷ Πατρὶ, καὶ ὁμοούσιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας. Πλεῖστοι τῶν ἁγίων Πατέρων, καὶ πατριαρχῶν, καὶ προφητῶν, ἐπεθύμησαν ἰδεῖν, καὶ αὐτόπται γενέσθαι.
40καὶ οὐ γεγόνασιν. Καὶ οἱ μὲν αὐτῶν, διὰ ὁράσεις αὐτὸν τυπικῶς ἐν αἰνίγμασιν [ἄλ. ἐν αἰνίγματι] ἐθεάσαντο· οἱ δὲ ἐν στόλῳ νεφέλης θείας φωνῆς ἐν ἀκροάσει γεγόνασιν, καὶ ἁγίων ἀγγέλων συνέτυχον ὀπτασίαις· πρὸς Μαριὰμ δὲ Παρθένον μόνην τὴν
45ἁγίαν, Γαβριὴλ ὁ ἀρχάγγελος [ἄλ. ὁ ἄγγελος] φωτι‐ στικῶς παρεγένετο, τὸ, Χαῖρε, κεχαριτωμένη, αὐτῇ εὐαγγελιζόμενος· καὶ οὕτως τὸν Λόγον ἐδέξατο, καὶ ἐν τῷ καιρῷ τῆς σωματικῆς συμπληρώσεως, τὸν πο‐ λύτιμον μαργαρίτην προήνεγκεν. Δεῦτε τοίνυν καὶ

10

.

1152

(50)

ὑμεῖς, ὦ ἀγαπητοὶ, τὰ ἐκ τῆς τοῦ Δαβὶδ θεοπνεύστου κιθάρας, ἠμῖν δεδειγμένα μελῳδήσωμεν, λέγοντες· Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου· σὺ, καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Κιβωτὸς γὰρ ἀληθῶς, ἡ ἁγία Παρθένος, ἔσωθεν καὶ ἔξωθεν κεχρυ‐
55σωμένη, ἡ ὅλον τὸν θησαυρὸν δεξαμένη τοῦ ἁγιάσμα‐1151

10

.

1153

τος. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου. Ἀνάστηθι, Κύριε, ἐκ τῶν κόλπων τοῦ Πατρὸς, ἵνα ἐξαναστήσῃς τὸ πεπτωκὸς γένος τοῦ πρωτοπλάστου. Ταῦτα πρεσβεύων ὁ Δαβὶδ πρὸς τὴν ἐξ αὐτοῦ μέλλου‐
5σαν βλαστάνειν ῥάβδον τὸ καλλίκαρπον ἐκεῖνο ἄνθος, προφητεύων ἔλεγεν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου· καὶ ἐπιθυ‐ μήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός
10ἐστιν Κύριος ὁ Θεός σου, καὶ προσκυνήσεις [ἄλ. προσκυνήσουσιν] αὐτῷ. Ἄκουσον, θύγατερ, τὰ πρώην εἰς σὲ [ἄλ. περὶ σοῦ] προφητευόμενα· ἵνα καὶ τοῖς γνώσεως ὀφθαλμοῖς θεωρήσῃς τὰ πράγματα. Ἄκου‐ σον ἐμοῦ σοι προμηνύοντος, καὶ τοῦ ἀρχαγγέλου σοι
15τὰ ἐντελῆ σοι μυστήρια διαῤῥήδην ἀναγγέλλοντος. Δεῦτε τοίνυν, ἀγαπητοὶ, καὶ ἡμεῖς ἐπὶ τὴν τῶν προ‐ λαβόντων μνήμην ἀναδραμόντες, τὴν ἐξ Ἰεσσαὶ ῥά‐ βδον ὑπερφυῶς οὕτως βλαστήσασαν δοξάσωμεν, ἀνυ‐ μνήσωμεν, μακαρίσωμεν, εὐφημίσωμεν. Οὐ γὰρ
20μόνῳ τῷ [ἄλ. μόνον τὸν] Ἰωσὴφ, ἀλλὰ καὶ τῇ θεο‐ τόκῳ Μαρίᾳ προμαρτυρῶν [ἄλ. προσμαρτυρῶν] ὁ Λουκᾶς, ἐν τοῖς θείοις Εὐαγγελίοις, ἱστορεῖ πρὸς αὐ‐ τὴν τὴν τοῦ Δαβὶδ οἰκειότητα· Ἀνέβη γὰρ ὁ Ἰωσήφ, φησὶν, ἀπὸ τῆς Γαλιλαίας εἰς πόλιν τῆς Ἰουδαίας,
25ἥτις καλεῖται Βηθλεὲμ, ἀπογράψασθαι σὺν Μα‐ ριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ, διὰ τὸ εἶναι αὐτοὺς ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλή‐ σθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκεν
30τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον πάσης τῆς κτί‐ σεως· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Ἐσπαργάνωσεν τὸν ἀναβαλλόμε‐ νον φῶς ὡς ἱμάτιον. Ἐσπαργάνωσεν τὸν πᾶσαν
35κτίσιν δημιουργήσαντα. Ἀνέκλινεν ἐν φάτνῃ, τὸν ὑπὲρ χερουβὶμ καθήμενον, καὶ ὑπὸ μυριάδων ἀγγέ‐ λων ἀνυμνούμενον. Ἐν τῇ τῶν ἀλόγων φάτνῃ ἀνεπαύ‐ σατο ὁ τοῦ Θεοῦ Λόγος, ἵνα τοῖς ὄντως ἀλόγοις ἀνθρω‐ πίνοις [γρ. ἀνθρώποις], κατὰ προαίρεσιν, λογικῆς με‐
40ταδώσῃ αἰσθήσεως. Ἐν τῇ τραπέζῃ τῶν κτηνῶν προε‐ τέθη ὁ οὐράνιος ἄρτος [ἄλ. προσετέθη ἄρτος τῆς ζωῆς], ἵνα τοῖς κτηνώδεσιν τοῖς ἀνθρωπίνοις μυστικῆς βρώ‐ σεως χορηγήσῃ μετάληψιν. Καὶ οὐδὲ τόπος ἦν αὐτοῖς ἐν τῷ καταλύματι. Τόπον οὐκ εἶχεν, ὁ οὐρανὸν καὶ
45τὴν γῆν τῷ λόγῳ κατασκευάσας· ἐπειδὴ, πλούσιος ὢν, δι’ ἡμᾶς ἐπτώχευσεν, ταπείνωσιν ἄκραν ἑλόμε‐ νος [ἄλ. ἀνελόμενος], διὰ τὴν σωτηρίαν τῆς ἡμετέρας φύσεως, τῆς ἐμφύτου αὐτοῦ πρὸς ἡμᾶς ἀγαθότητος. Ὁ ἀποῤῥήτων μυστηρίων [ἄλ. ἀποῤῥήτῳ μυστηρίῳ]

10

.

1153

(50)

τῆς οἰκονομίας πληρώσας πᾶσαν διοίκησιν [ἄλ. δι‐ καιοσύνην] ἐν οὐρανῷ ἐν κόλπῳ τοῦ Πατρὸς, καὶ ἐν σπηλαίῳ ἐν ἀγκάλαις μητρὸς, ἀνεπαύσατο ἐν τῇ φάτνῃ. Ἀγγελικαὶ χορεῖαι περιεκύκλωσαν αὐτὸν, ἐν οὐρανῷ δοξολογίαν, καὶ ἐπὶ γῆς εἰρήνην καταμη‐
55νύοντες. Ἐν οὐρανῷ ἐκ δεξιῶν τοῦ Πατρὸς ἐκαθέζετο·
καὶ ἐν τῇ φάτνῃ ὡς ἐπὶ τῶν χερουβὶμ ἀνεπαύσατο.1153

10

.

1156

Θρόνος ἀληθῶς καὶ οὗτος χερουβικός· θρόνος βασιλι‐ κός· Ἅγιος ἁγίων, ἔνδοξος μόνος ἐπὶ τῆς γῆς, τῶν ἁγίων ἁγιώτερος· ἐν ᾧ ἀνεπαύσατο Χριστὸς ὁ Θεὸς ἠμῶν. Ὧι ἡ δόξα, τιμὴ, καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ ἀχράντῳ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
7tΤοῦ αὐτοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου
8tἐπισκόπου τῆς Νεοκαισαρείας Πόντου, τοῦ
9tΘαυματουργοῦ, ἐγκώμιον εἰς τὸν Εὐαγγελισμὸν
10tτῆς παναγίας θεοτόκου καὶ ἀεὶ παρθένου τῆς
11tΜαρίας, λόγος βʹ.
12 Ἑορτὰς μὲν ἁπάσας καὶ ὑμνῳδίας, δέον ἡμᾶς θυσιῶν δίκην προσφέρειν τῷ Θεῷ· πρώτην δὲ [ἄλ. πρῶτον δὲ] πάντων, τὸν Εὐαγγελισμὸν τῆς ἁγίας
15Θεοτόκου, τὸ, Χαῖρε, κεχαριτωμένη, τὸν παρὰ τοῦ ἀγγέλου πρὸς αὐτὴν γεγονότα· ἐπειδὴ καὶ πρώτη πάσης σοφίας [ἄλ. πρὸ τῆς σοφίας πάσης] καὶ σω‐ τηρίου διδασκαλίας ἐπὶ τῆς νέας διαθήκης, τὸ Χαῖρε κεχαριτωμένη, παρὰ τοῦ Πατρὸς τῶν φώτων ἡμῖν
20ἀπεστάλη. Κεχαριτωμένη δὲ εἰπὼν, πᾶσαν τὴν φύσιν τῶν ἀνθρώπων συμπεριέλαβεν. Χαῖρε, κεχα‐ ριτωμένη, ἐπὶ τῇ ἁγίᾳ συλλήψει καὶ ἐπὶ τῇ ἐνδόξῳ κυήσει Εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ. Πάλιν ἐπὶ τὸ σωτήριον πάθος
25ὁ Κύριος ἐρχόμενος, ἔλεγεν· Ὄψομαι ὑμᾶς, καὶ χαρίσεσθε, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἱρεῖ ἀφ’ ὑμῶν. Καὶ μετὰ τὸ ἀναστῆναι, πάλιν διὰ τῶν ἁγίων γυναικῶν, πρῶτον τὸ χαῖρε [ἄλ. χαίρετε] ἡμῖν εὐαγ‐ γελίζεται. Πάλιν παραπλήσια τούτοις ὁ Ἀπόστολος
30κέκραγεν· Πάντοτε, λέγων, χαίρετε· ἀδιαλείπτως προσεύχεσθε· ἐν παντὶ εὐχαριστεῖτε. Ὁρᾶτε τοί‐ νυν, ὦ ἀγαπητοὶ, πῶς τὴν ὑπὲρ ἔννοιαν καὶ ἀένναον χαρὰν, ἀδιαιρέτως πανταχοῦ ἡμῖν ὁ Κύριος ἐδωρή‐ σατο. Ἐπειδὴ γὰρ ἡ ἁγία Μαρία ἐν σαρκὶ οὖσα,
35τὴν ἄφθαρτον πολιτείαν ἐκέκτητο, ἀρεταῖς τε παν‐ τοίαις πολιτευσαμένη, καὶ βιώσασα κρεῖττον ἢ κατὰ ἄνθρωπον· διὰ τοῦτο, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος σάρκα ἀναλαβεῖν, καὶ τέλειον ἀνθρώπινον ἐξ αὐτῆς κατη‐ ξίωσεν· ἴνα δι’ ἧς σαρκὸς ἡ ἁμαρτία εἰς τὸν κόσμον
40εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, διὰ τῆς αὐτῆς σαρκὸς κατακριθῇ ἡ ἁμαρτία ἐν τῇ σαρκὶ, καὶ νικηθῇ ὁ τῆς ἁμαρτίας πειραστὴς, ἐν τῇ ταφῇ [ἄλ. ἐν τῆ ἀφῇ] τοῦ ἁγίου σώματος· καὶ ἀρχὴ ἀνα‐ στάσεως ἅμα ἀποδεχθῇ, καὶ ζωὴ αἰώνιος ἐν κόσμῳ
45πολιτευθῇ, καὶ Θεοῦ Πατρὸς ἀνθρώποις γένηται κοι‐ νωνία. Καὶ τί εἴπωμεν, ἢ τί παραλείπωμεν; ἢ τίς ἐξηγήσεται τοῦ μυστηρίου τὸ ἀκατάληπτον; Ἀλλὰ νῦν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Πρὸς Παρθένον ἁγνὴν Γαβριὴλ ἀπέσταλται· ὁ ἀσώματος πρὸς τὴν ἐν

10

.

1156

(50)

σώματι μετελθοῦσαν τὴν πολιτείαν τὴν ἄφθαρτον,
ἐν ἁγνείᾳ, καὶ ἐν ἀρεταῖς βιώσασαν. Καὶ ἐλθὼν πρὸς1155

10

.

1157

αὐτὴν, πρῶτον τὸ, Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, αὐτῇ εὐαγγελίζεται οὕτως· Χαῖρε, κεχα‐ ριτωμένη. Σὺ γὰρ τὰ τῆς ὄντως χαρᾶς πράττεις ἄξια· ἐπειδὴ σὺ τὸν ἄσπιλον χιτῶνα ἐνδέδυσαι, καὶ
5τὴν ζώνην τῆς σωφροσύνης περίκεισαι. Χαῖρε, κεχα‐ ριτωμένη, δοχεῖον τῆς ἐπουρανίου εὐφροσύνης τυγ‐ χάνουσα. Χαῖρε, κεχαριτωμένη· διὰ σοῦ γὰρ ἡ χαρὰ πάσῃ τῇ κτίσει βραβεύεται, καὶ τὸ γένος τῶν ἀνθρώ‐ πων ἀπολαμβάνει τὸ ἀρχαῖον ἀξίωμα. Χαῖρε, κεχα‐
10ριτωμένη· ὅτι ἐν ταῖς ἀγκάλαις σου ὁ κτίστης τῶν ἁπάντων μέλλει βαστάσεσθαι. Ἡ δὲ ἐπὶ τῷ λόγῳ τούτῳ διεταράχθη· ἀήθης γὰρ πρὸς πάσας τὰς δια‐ λέξεις τῶν ἀνθρώπων ἐτύγχανεν· καὶ τὴν ἡσυχίαν, ὡς μητέρα σωφροσύνης καὶ ἁγνείας, ἠσπάζετο, κα‐
15θαρὸν ὑπάρχουσα, καὶ ἀκέραιον, καὶ ἀμόλυντον ἄγαλμα, αὕτη τὴν ἀγγελικὴν ὄψιν οὐκ ἐδειλίασεν, ὡς οἱ πλείονες [ἄλ. πολλοὶ] τῶν προφητῶν· ἐπειδὴ καὶ παρθενία ἀληθὴς πρὸς ἀγγέλους συγγένεια τυγχά‐ νει, καὶ ἰσομοιρία. Ἐπιμελῶς γὰρ ἡ ἁγία Παρθέ‐
20νος τὴν λαμπάδα τῆς παρθενίας φυλάττουσα, καὶ πολλὴν τοῦ μὴ σβεσθῆναι, ἢ σπιλωθῆναι, πρόνοιαν εἶχε. Καὶ καθάπερ ἄν τις λαμπρὰν στολὴν περιβε‐ βλημένος, πολὺν ποιεῖται λόγον, μή τις μολυσμὸς, ἢ ῥύπος πόθεν προσγένηται· οὕτως ἡ ἁγία Μαρία
25ἐν ἑαυτῇ διενοεῖτο, καὶ ἔλεγεν· Μή τινα ἆρα κατα‐ σκευὴν ἢ θωπείαν ἡ θεραπεία κέκτηται; Μὴ τὸ χαῖρε τοῦτο λύπης αἴτιον μοι γενήσεται, καθὼς πάλαι τῇ προμήτορι Εὔᾳ ἡ ὀφεοδαίμονος συνέργητος παρα‐ δοχὴ τῆς χρηστολόγου ὑποσχέσεως τῆς θεώσεως; Μὴ
30πάλιν εἰς ἄγγελον φωτὸς μετασχηματισθεὶς ὁ ἀρ‐ χέκακος δαίμων, καὶ τῷ ἐμῷ μνήστορι φθονῶν τῆς ἄγαν σωφροσύνης, καὶ τούτῳ προβαλὼν δι’ ὁμιλίας τάχα χρηστῆς, καὶ μὴ ἰσχύσας ὡς στεῤῥὸν νοῦν, τὸν ἄνδρα ἀπατῆσαι, ἐμοὶ προσῆλθεν ὡς ἁπαλωτέρᾳ κε‐
35κοσμημένῃ τῇ διανοίᾳ, καὶ τὸ χαῖρε ἐπιφωνεῖ τὸ ἐς ὕστερον ἄχαρι; Μὴ ἄρα ὁ μακαρισμὸς καὶ ἀσπασμὸς ἐν εἰρωνείᾳ· γέγονε; Μή τις ἰὸς ἐν τῷ μέλιτι κέκρυ‐ πται; Μὴ λόγος μὲν εὐαγγελιζομένου, σκοπὸς δὲ συ‐ λοῦντος; Ἣν γὰρ οὐκ οἶδεν αὐτὸς, πόθεν ἀσπάσεται;
40Ταῦτα ἐν ἑαυτῇ διηπόρει, καὶ ἔλεγεν. Τότε πάλιν ὁ ἀρχάγγελος προσφωνεῖ αὐτῇ χαρὰν τοῖς πᾶσι πιστὴν, καὶ ἀδιαίρετον, προμηνύων καὶ λέγων αὐτῇ· Μὴ φοβοῦ, Μαριὰμ [ἄλ. χαρὰν ἀδιαίρετον, καὶ λέγει· Μὴ φοβοῦ, Μαριὰμ], εὗρες γὰρ χάριν παρὰ τῷ
45Θεῷ. Ἔχεις σύντομον τὴν τῶν ῥηθέντων ἀπόδειξιν. Οὐ μόνον γάρ σοι, τὸ μηθὲν φοβεῖσθαι, ἀλλὰ καὶ τῆς ἀφοβίας τὸν τρόπον αἰνίττομαι. Δι’ ἐμοῦ γὰρ πᾶσαι αἱ οὐράνιαι δυνάμεις, σὲ τὴν ἁγίαν Παρθένον ἀσπά‐ ζονται· αὐτὸς δὲ μᾶλλον ὁ κυριεύων πασῶν τῶν οὐ‐

10

.

1157

(50)

ρανίων δυνάμεων, ἀπὸ πάσης τῆς κτίσεως, σὲ τὴν ἁγίαν καὶ παγκόσμιον ἐκλέλεκται· καὶ διὰ τῆς ἁγίας καὶ ἁγνῆς, καὶ καθαρᾶς, καὶ ἀμιάντου σου γαστρὸς, ὁ φωτιστικὸς μαργαρίτης προέρχεται εἰς σωτηρίαν πάσης τῆς οἰκουμένης· ἐπειδὴ πάσης ἀνθρωπίνης
55φύσεως [ἄλ. κτίσεως], καὶ σὺ ἡ ἁγία, ἐνδοξοτέρα, καὶ καθαρωτέρα, καὶ ὁσιωτέρα γεγέννησαι· λαμπρο‐
τέραν μὲν ὑπὲρ χιόνα ἔχουσα τὴν διάνοιαν, παντὸς1157

10

.

1160

δὲ χρυσίου δοκιμωτέρου κεκαθαρμένον τὸ σῶμα· γα‐ στέρα δὲ, οἵαν ὁ Ἰεζεκιὴλ ἐθεάσατο, καὶ ποίαν δὲ ἱστόρησεν, τοιάδε λέγων· Ὁμοίωμα ζώων ὑπὲρ κε‐ φαλῆς, ὡσεὶ στερέωμα, καὶ ὡς ὅρασις κρυστάλ‐
5λου φοβεροῦ, καὶ ὁμοίωμα θρόνου ἐπ’ αὐτῶν, ὡς ὅρασις λίθου σαπφείρου· καὶ ἐπάνω τοῦ θρόνου, ὡς ὁμοίωμα ἀνθρώπου, καὶ ὡς ὅρασις ἠλέκτρου· καὶ ἔσωθεν αὐτοῦ, ὡς ὅρασις πυρὸς, κύκλῳ. Σα‐ φῶς δὲ τὸν ἐκ τῆς ἁγίας Παρθένου τεχθέντα ὁ προ‐
10φήτης τυπικῶς ἐθεάσατο· ὃν σὺ, ἁγία Παρθένε [ἄλ. μακαρία Παρθένε], φέρειν οὐκ ἴσχυες, εἰ μὴ πάσης δόξης, καὶ ἀρετῆς κατὰ τὸν χρόνον ἐκεῖνον [ἄλ. τὸν θρόνον ἐκείνου] ἐξήστραπτες. Ποίοις οὖν ἐγκωμίων ῥήμασι τὴν παρθενικὴν διαγράψωμεν ἀξίαν; Ποίοις
15ἐπαίνων νεύμασι καὶ κηρύγμασι τὸν ἄσπιλον ἀνυμνή‐ σωμεν χαρακτῆρα; Ποίαις πνευματικαῖς ὑμνῳδίαις καὶ λέξεσι δοξάσωμεν τὴν ὑπερένδοξον ἐν ἀγγέλοις; Αὕτη ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένη, ὡς κατά‐ καρπος ἐλαία, ἐν ᾗ τὸ Πνεῦμα τὸ ἅγιον ἐπεσκίασε
20[ἄλ. ἐπισκιάζει]· δι’ ἧς υἱοὺς καὶ κληρονόμους ἡμᾶς κέκληκεν τῆς τοῦ Χριστοῦ βασιλείας. Αὕτη, ὁ ἀειθα‐ λὴς τῆς ἀφθαρσίας παράδεισος· ἐν ᾗ τὸ ζωοποιὸν ξύλον φυτευθὲν, τοῖς πᾶσιν χορηγεῖ ἀθανασίας καρ‐ πούς [ἄλ. ἀφθαρσίας καρπόν]. Αὕτη, παρθένων τὸ
25καύχημα, μητέρων τὸ ἀγαλλίαμα. Αὕτη, πιστευόν‐ των στήριγμα, καὶ εὐσεβῶν κατόρθωμα. Αὕτη, φωτὸς ἔνδυμα, καὶ ἀρετῆς [ἄλ. ἀληθείας] ἐφέστιον. Αὕτη, πηγὴ ἀένναος, ἐν ᾗ τὸ ζωὸν ὕδωρ ἔβλυσε τὴν ἔν‐ σαρκον τοῦ Κυρίου παρουσίαν. Αὕτη, δικαιοσύνης
30ἐχύρωμα, καὶ ὅσοι ταύτης γεγόνασιν ἐρασταὶ, καὶ τῆς παρθενικῆς ἐρῶσι γνησιότητος καὶ καθαρότητος, τῆς ἀγγελικῆς ἀπολαύσονται χάριτος. Ὅσοι τοῦ οἴνου τῆς μέθης [ἄλ. οἴνου καὶ τῆς μέθης], καὶ τῶν σι‐ κέρων ἀπέχονται τῆς ἡδυπαθείας, ἐκ τοῦ γεννήμα‐
35τος εὐφρανθήσονται τῆς ζωηφόρου φυτείας. Ὅσοι τὴν λαμπάδα ἄσβεστον διετήρησαν τῆς παρθενίας, τὸν ἀμαράντινον στέφανον ἀναδήσονται τῆς ἀφθαρσίας. Ὅσοι τὸν τῆς σωφροσύνης ἄσπιλον περιεποιήσαντο χιτῶνα, εἰς τὸν μυστικὸν τῆς δικαιοσύνης παραλη‐
40φθήσονται νυμφῶνα. Ὅσοι τοῦ ἀγγελικοῦ βαθμοῦ πλησιαίτεροι γεγόνασι, γνησιαίτερον τοῦ δεσποτι‐ κοῦ κατατρυφήσουσι μακαρισμοῦ. Ὅσοι τὸ φωτιστι‐ κὸν ἔλαιον τῆς διανοίας, καὶ τὸ καθαρὸν τοῦ συνειδό‐ τος θυμίαμα κέκτηνται, τῆς εὐωδίας τῆς πνευματι‐
45κῆς, καὶ τῆς υἱοθεσίας [ἄλ. πνευματικῆς υἱοθεσίας] κληρονομήσουσι τὴν ἐπαγγελίαν. Ὅσοι ἀξίως τὸν Εὐαγγελισμὸν ἑορτάζουσι τῆς θεοτόκου Παρθένου Μαρίας, γνησιαίτερον τῆς ἀγγελίας, τοῦ, Χαῖρε, κεχαριτωμένη, κομίζονται μισθαποδοσίαν. Δεῖ οὖν

10

.

1160

(50)

ἡμᾶς τὴν ἑορτὴν ταύτην ἑορτάζειν, ἐπειδὴ χαρᾶς καὶ εὐφροσύνης πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσεν. Ἑορτά‐ ζωμεν δὲ ἡμεῖς ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευ‐ ματικαῖς. Ἑόρταζεν ποτὲ καὶ Ἰσραὴλ, ἀλλ’ ἐν ἀζύ‐ μοις, καὶ πικρίσι· περὶ ὧν ὁ προφήτης λέγει·
55Μεταστρέψω τὰς ἑορτὰς αὐτῶν εἰς λύπας, καὶ εἰς πένθος, καὶ τὴν χαρμονὴν αὐτῶν εἰς κατήφειαν. Τὰς δὲ ἡμετέρας λύπας ὁ Κύριος ἡμῶν, διὰ τῶν καρ‐
πῶν τῆς μετανοίας, εἰς χαρὰν μεταστρέψαι διεβε‐1159

10

.

1161

βαιώσατο. Εἶχεν μὲν καὶ ἡ πρώτη διαθήκη δικαιώ‐ ματα λατρείας, ὡς ἐπὶ τοῦ προπάτορος Ἀβραὰμ, ἀλλ’ ἐν πόνοις σαρκίνης ἀλγηδόνος διὰ περιτομῆς, μέχρι χρόνων συμπληρώσεως. Νόμος ἐκείνοις διὰ Μωϋ‐
5σέως εἰς παιδείαν ἐδόθη· ἡμῖν δὲ ἡ χάρις, καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ δεδώρηται [ἄλ. ἐγένετο]. Πάντων ἡμῖν τῶν ἀγαθῶν ἀρχὴ γέγονεν ὁ Εὐαγγελι‐ σμὸς τῆς κεχαριτωμένης Μαρίας, ἡ πολυύμνητος τοῦ Σωτῆρος οἰκονομία, ἡ ἔνθεος αὐτοῦ καὶ ὑπερκόσμιος
10διδασκαλία. Ἐντεῦθεν ἡμῖν ἀνατέλλουσιν τοῦ νοεροῦ φωτὸς αἱ ἀκτῖνες. Ἐντεῦθεν ἀναβρύουσιν ἡμῖν αἱ πηγαὶ τῆς σοφίας, καὶ τῆς ἀθανασίας, διειδῆ καὶ κα‐ θαρὰ ἐκχέουσαι τῆς εὐσεβείας τὰ νάματα. Ἐντεῦθεν ἡμῖν ἀπαστράπτουσιν οἱ θησαυροὶ τῆς θεογνωσίας.
15Ζωὴ γὰρ αὕτη ἐστὶν αἰώνιος, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν. Καὶ πάλιν· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς εὑρήσετε ζωὴν αἰώνιον [ἄλ. δοκεῖτε ζωὴν αἰώνιον ἔχειν]. Διὰ τοῦτο γὰρ, τοῖς ἐρευνῶσι τὰ θεῖα λόγια
20ἀνακαλύπτεται ὁ θησαυρὸς τῆς τοῦ Θεοῦ γνώσεως. Θησαυρὸν ἡμῖν ἥπλωσε σήμερον τῆς θεοπνεύστου Γραφῆς ὁ Παράκλητος. Θησαυρὸς δὲ ἡμῖν ἔστω σο‐ φίας, ἡ προφητικὴ γλῶσσα, καὶ ἡ ἀποστολικὴ διδα‐ σκαλία· οὐ γὰρ ἔστι χωρὶς νόμου καὶ προφητῶν, ἢ
25εὐαγγελιστῶν [ἄλ. Εὐαγγελίων], καὶ ἀποστόλων, ἔχειν τὴν ἀκριβῆ τῆς σωτηρίας ἐλπίδα. Διὰ γὰρ τῆς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων γλώττης ὁ Κύριος ἡμῶν φθέγγεται, καὶ ταῖς τῶν ἁγίων φωναῖς ὁ Θεὸς ἐγκαλλωπίζεται, οὐ τῆς λέξεως χρῄζων, ἀλλὰ τῇ
30διαθέσει χαίρων, οὐδὲν ἐξ ἀνθρώπων καρπούμενος, ἀλλὰ τῇ εὐγνώμονι ψυχῇ τῶν δικαίων ἐπαναπαυόμε‐ νος. Οὐ γὰρ ἐξ ὧν ἡμεῖς φθεγγόμεθα, Χριστὸς με‐ γαλύνεται, ἀλλ’ ἐξ ὧν εὐεργετούμεθα, τὴν εὐεργεσίαν εὐγνωμόνως κηρύττομεν· οὐχ ἵνα τῆς ἀξίας ἐφικνώ‐
35μεθα, ἀλλ’ ἵνα τὴν κατὰ δύναμιν ὀφειλὴν ἀποτίσω‐ μεν. Ὅταν δὲ ἀναγινώσκεται τὸ Εὐαγγέλιον, ἢ ἀπο‐ στολικὸν, μὴ προσχῇς τῇ βίβλῳ, ἢ τῷ ἀναγινώσκοντι· ἀλλὰ τῷ ἀπ’ οὐρανοῦ φθεγγομένῳ Θεῷ. Βίβλος μὲν γὰρ, τὸ ὁρώμενον· Χριστὸς δὲ, τὸ θεολογούμενον·
40εὐαγγελίζεται τοίνυν ἡμῖν τὴν πολυύμνητον τοῦ Σω‐ τῆρος οἰκονομίαν· ὅτι Θεὸς ὢν, διὰ φιλανθρωπίαν ἄνθρωπος γέγονεν· οὐ τὴν προαιώνιον ἀξίαν ἀποθέ‐ μενος, ἀλλὰ τὴν σωτηρίαν οἰκονομίαν ἐνδυσάμενος· εὐαγγελίζεται ἡμῖν τὴν πολυύμνητον τοῦ Σωτῆρος
45οἰκονομίαν, ὅτι τοῖς κάμνουσιν ἰατρὸς ἐπεδήμησεν, οὐ φαρμάκοις θεραπεύων, ἀλλὰ νεύματι φιλανθρω‐ πίας ἰώμενος. Εὐαγγελίζεται ἡμῖν τὴν πολυύμνητον τοῦ Σωτῆρος οἰκονομίαν· ὅτι τοῖς πεπλανημένοις ἡ ὁδὸς τῆς σωτηρίας ἀνεδείχθη, τοῖς ἀπεγνωσμένοις ἡ

10

.

1161

(50)

σωτήριος χάρις, διαφόρως πάντας εὐεργετοῦσα, τοὺς πεπλανημένους ἀναζητοῦσα, τοὺς ἐσκοτισμένους φω‐ τίζουσα, τοὺς τεθανατωμένους ζωοποιοῦσα, τοὺς δού‐ λους ἐλευθεροῦσα, τοὺς αἰχμαλώτους ἐξαγοράζουσα, καὶ τοῖς πᾶσιν ἡμῖν τὰ πάντα γέγονεν, ἡ ὁδὸς [ἄλ.
55εἰς ὁδὸν] σωτηρίας· οὐ διὰ τὴν ἡμετέραν εὐγνωμο‐ σύνην, ἀλλὰ διὰ τὴν αὐτῷ τῷ εὐεργέτῃ πρέπουσαν
ἀγαθότητα. Πάντα γὰρ ἐποίησεν ὁ Σωτὴρ, οὐχ ἵνα1161

10

.

1164

ἑαυτῷ ἀρετὴν πραγματεύσηται, ἀλλ’ ἵνα ἡμῖν περι‐ ποιήσηται ζωὴν τὴν αἰώνιον. Ἐν εἰκόνι γὰρ Θεοῦ διαπλάσας τὸν ἄνθρωπον, ἐν παραδείσῳ τρυφῆς προσ‐ έταξεν διάγειν· οὗτος δὲ φθόνῳ διαβόλου ἀπατηθεὶς,
5καὶ τῆς θείας ἐντολῆς παραβάτης γενόμενος, ὑπό‐ δικος γέγονε θανάτου. Ὅθεν καὶ οἱ ἐξ αὐτοῦ τικτό‐ μενοι, κατὰ διαδοχὴν τῷ πατρικῷ χρέει ὑπέκειντο, τῆς καταδίκης τὸ λογοθέσιον ἀπῃτημένοι [ἄλ. ἀπαι‐ τούμενοι]. Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ
10μέχρι Μωϋσέως. Ὁ δὲ φιλάνθρωπος Κύριος, ἰδὼν τὸ πλάσμα τὸ ἴδιον ὑπὸ τοῦ θανάτου κρατούμενον, οὐκ εἰς τέλος ἀπεστράφη, ὃν κατ’ εἰκόνα ἐποίησεν· ἀλλὰ καθ’ ἑκάστην γενεὰν ἐπισκεπτόμενος, οὐ διέλει‐ πεν· καὶ πρώην μὲν ἐν τοῖς Πατράσιν ὀπτανόμενος,
15καὶ ἐν νόμῳ κηρυττόμενος, καὶ ἐν προφήταις ὁμοι‐ ούμενος, τὴν σωτήριον οἰκονομίαν προεμήνυεν. Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τῶν καιρῶν τῆς ἐνδόξου παρ‐ ουσίας αὐτοῦ, τὸν ἀρχάγγελον Γαβριὴλ πρὸς τὴν Παρθένον Μαριὰμ εὐαγγελιζόμενον προαπέσταλκεν.
20Ὁ δὲ, ἀπὸ τῶν ἀφράστων ἄνω δυνάμεων πρὸς τὴν ἁγίαν Παρθένον παραγενόμενος, πρῶτον, τὸ, Χαῖρε, κεχαριτωμένη, αὐτῇ προσεφώνησεν· τῆς δὲ φω‐ νῆς, τοῦ Χαῖρε, κεχαριτωμένη, πρὸς αὐτὴν γενομέ‐ νης διὰ τῆς ἀκοῆς εἰσῆλθεν τὸ Πνεῦμα τὸ ἅγιον εἰς τὸν
25ἀμίαντον ναὸν τῆς Παρθένου· καὶ ἡγιάσθη ἡ ἔννοια σὺν τοῖς μέλεσι· καὶ ἔστη ἡ φύσις ἄντικρυς, καὶ ἡ συνου‐ σία πόῤῥωθεν, μετὰ θάμβους θεωροῦσαι τὸν Δεσπότην τῆς φύσεως παρὰ φύσιν, μᾶλλον δὲ ὑπὲρ φύσιν πρᾶγμα θαυματουργοῦντα ἐν τῷ σώματι· καὶ δι’ ὧν
30ὅπλων ὁ διάβολος ἠγωνίζετο, διὰ τῶν ἐναντίων ὁ Χριστὸς ἡμᾶς ἔσωσεν, ἀναλαβὼν τὸ ὁμοιοπαθὲς ἡμῖν σῶμα, ἵνα τῷ λείποντι μείζονα χάριν [ἄλ. χα‐ ρὰν] δωρήσηται. Καὶ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Πρεπόντως δὲ ἡ χάρις πρὸς
35τὴν ἁγίαν Παρθένον ἀπέσταλται. Οὕτως γὰρ καὶ περιέχει τῆς εὐαγγελικῆς ἱστορίας τὸ λόγιον· Τῷ μηνὶ δὲ τῷ ἕκτῳ, ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ· καὶ τὸ
40ὄνομα τῆς παρθένου, Μαριὰμ, καὶ τὰ λοιπά. Πρῶ‐ τος δὲ μὴν οὗτος πρὸς τὴν ἁγίαν Παρθένον· καθώς φησιν ἐν τῇ νομικῇ βίβλῳ· Ὃ μὴν οὗτος ὑμῖν, ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν, ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Πάσχα ἅγιον ἑορτάσατε [ἄλ. ἑορτάσετε]
45τῷ Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν. Ἕκτος δὲ μὴν πρὸς Ζαχαρίαν. Εἰκότως δὲ ἡ ἁγία Παρθένος ἐκ γένους Δαβὶδ ἐτύγχανεν, καὶ τὴν Βηθλεὲμ πατρίδα ἐκέκτητο, καὶ τῷ Ἰωσὴφ κατὰ νόμους συγγενείας δι‐ καίως ἐμεμνήστευτο. Καὶ φύλαξ ἦν ὁ μνήστωρ, καὶ

10

.

1164

(50)

ὁ ἀφθαρσίας ἀκηράτου σύνοικος. Καὶ τῇ ἁγίᾳ Παρ‐ θένῳ λίαν πρέπον ὄνομα. Μαρία γὰρ ἐκέκλητο· ὅπερ δὴ φωτισμὸς ἑρμηνεύεται. Τί γὰρ τοῦ φωτὸς τῆς παρθενίας λαμπρότερον; Ὅθεν καὶ τὰς ἀρετὰς παρθέ‐ νους ὀνομάζουσιν, οἱ τὰς οὐσίας αὐτῶν ἀγαθῶς στοχα‐
55ζόμενοι. Εἰ δὲ τοσοῦτον ἀγαθὸν, παρθένον ἔχειν καρ‐ δίαν, ἡλίκον ἡ σὰρξ μετὰ τῆς ψυχῆς τὴν παρθενίαν
ἀσκήσασα; Οὕτως καὶ ἡ ἁγία Μαρία ἐν σαρκὶ οὖσα,1163

10

.

1165

τὴν ἄφθαρτον πολιτείαν ἐκέκτητο, καὶ τὰ παρὰ τοῦ ἀρχαγγέλου λεχθέντα, πίστει ἐδέχετο. Καὶ τότε μετὰ σπουδῆς πρὸς τὴν Ἐλισάβετ τὴν συγγενίδα αὐτῆς, εἰς τὴν ὀρεινὴν ἐπορεύετο. Καὶ εἰσελθοῦσα εἰς τὸν
5οἶκον τοῦ Ζαχαρία, ἠσπάσατο τὴν Ἐλισάβετ, μιμησαμένη τὸν ἄγγελον. Ὡς δὲ ἤκουσεν τὸν ἀσπα‐ σμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέ‐ φος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλή‐ σθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ. Οὐκοῦν ἡ φωνὴ
10τῆς Μαρίας ἐνήργησε, καὶ Πνεύματος ἁγίου τὴν Ἐλι‐ σάβετ ἐνέπλησε [ἄλ. ἐπλήρωσε]· καὶ καθάπερ ἐξ ἀεννάου πηγῆς διὰ τῆς γλώττης ποταμὸν χαρισμά‐ των, διὰ τῆς προφητείας τῇ συγγενίδι ἐξέπεμψεν· καὶ τοῖς ποσὶ τοῦ βρέφους τῇ γαστρὶ δεδεμένοις, ἅλλε‐
15σθαι καὶ σκιρτᾷν παρεσκεύασεν. Ὅπερ ἦν χορείας θαύματος σύμβολον. Ἔνθα γὰρ ἡ κεχαριτωμένη πα‐ ραγεγένηται, χαρᾶς τὰ πάντα πεπλήρωται. Ἀνε‐ φώνησε δὲ φωνῇ μεγάλῃ ἡ Ἐλισάβετ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ
20καρπὸς τῆς κοιλίας σου· καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Εὐ‐ λογημένη σὺ ἐν γυναιξί. Σὺ γὰρ αὐταῖς ἀρχὴ τῆς ἀναπλάσεως [ἄλ. ἀναστάσεως] γέγονας. Σὺ παῤ‐ ῥησίαν ἡμῖν τῆς εἰς παράδεισον εἰσόδου δέδωκας, καὶ
25τὴν ἀρχαίαν ὀδύνην ἐδίωξας. Οὐκέτι γὰρ μετὰ σὲ, τὸ γένος τῶν γυναικῶν ὀνειδίζεται. Οὐκέτι οἱ κληρο‐ νόμοι τῆς Εὔας φοβοῦνται τὴν ἀρχαίαν κατάραν, οὐδὲ τοῦ τοκετοῦ τὴν ὠδῖνα. Ἐπειδὴ Χριστὸς ὁ τοῦ γένους ἡμῶν Λυτρωτὴς, ὁ Σωτὴρ ὅλης τῆς φύσεως, ὁ
30πνευματικὸς Ἀδὰμ, ὁ τοῦ χοϊκοῦ τὴν πληγὴν ἰασάμε‐ νος ἐκ τῆς ἁγίας γαστρός σου προέρχεται. Εὐλογη‐ μένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Ὁ γὰρ πάντων τῶν ἀγαθῶν φυ‐ τουργὸς, σὸς καρπὸς ἀναδέδεικται. Λαμπρὰ μὲν
35ὁρῶμεν καὶ τῆς στείρας τὰ ῥήματα· λαμπρότερα δὲ πάλιν ἡ ἁγία ἐφθέγξατο Παρθένος, καὶ ᾠδὴν τῷ Θεῷ εὐχαριστίας, καὶ εὐωδίας, καὶ θεολογίας γέμου‐ σαν τῷ Θεῷ ἀνατίθησιν· μετὰ τῶν ἀρχαίων τὰ νέα καταγγέλλουσα· μετὰ τῶν ἀπ’ αἰῶνος τὰ ἐπὶ συντε‐
40λείᾳ τῶν αἰώνων κηρύττουσα, καὶ ἐν βραχεῖ τῷ λόγῳ ἀνακεφαλαιωσαμένη τοῦ Χριστοῦ τὰ μυστήρια. Εἶ‐ πεν δὲ Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύ‐ ριον. Καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, καὶ τὰ ἑξῆς. Ἀντελάβετο Ἰσραὴλ
45παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους αὐτοῦ, καὶ ἧς ἔθετο [ἄλ. διέθετο] διαθήκης τῷ Ἀβραὰμ, καὶ τῷ σπέρματι αὐτοῦ, ἕως αἰῶνος. Θεωρεῖς πῶς ἡ ἁγία Παρθένος, καὶ τὴν πατριαρχικὴν ὑπερέβαλεν τελειό‐ τητα, καὶ βεβαιοῖ τὴν πρὸς Ἀβραὰμ τοῦ Θεοῦ δια‐

10

.

1165

(50)

θήκην, λέγοντος· Αὕτη ἡ διαθήκη, ἣν διαθήσο‐ μαι ἀναμέσον ἐμοῦ καὶ σοῦ. Διὸ ἐλθὼν κυροῖ [ἄλ. πληροῖ] τὴν πρὸς Ἀβραὰμ διαθήκην, μυστι‐ κῶς τὸ σημεῖον τῆς περιτομῆς ἀναδεξάμενος, καὶ πλήρωμα νόμου καὶ προφητῶν γενόμενος. Ταύ‐
55της οὖν τῆς προφητείας [ἄλ. ταύτην οὖν ᾠδὴν] τὴν ᾠδὴν ἡ ἁγία Θεοτόκος τῷ Θεῷ ἀνέπεμπεν
[ἄλ. ἀπένειμε], λέγουσα· Μεγαλύνει ἡ ψυχή1165

10

.

1168

μου τὸν Κύριον. Καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου, ἐπὶ τῷ Θεῷ σωτῆρί μου. Ὅτι ἐποίησέν μοι μεγαλεῖα ὁ δυνατὸς, καὶ ἅγιον τὸ ὄνο‐ μα αὐτοῦ Θεοτόκον γὰρ ποιήσας με, πάλιν παρθένον
5διεφύλαξεν· καὶ διὰ τῆς ἐμῆς γαστρὸς, πασῶν γενεῶν εἰς ἁγιασμὸν ἀκακεφαλαιοῦται τὸ πλήρωμα. Πᾶσαν γὰρ ἡλικίαν ηὐλόγησεν, ἀνδρῶν τε καὶ γυναικῶν, νεανίσκων καὶ παίδων, καὶ γερόντων. Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, ὑπὲρ ἡμῶν, κατὰ τοῦ
10θανάτου, καὶ κατὰ τοῦ διαβόλου, καὶ τῶν ἡμετέρων ἁμαρτιῶν διαῤῥήξας [ἄλ. διέῤῥηξε] τὸ χειρόγραφον. Διεσκόρπισεν ὑπερηφάνους διὰ ἐννοίας καρδίας [ἄλ. διανοίᾳ τῆς καρδίας] αὐτῶν· αὐτόν τε τὸν διά‐ βολον διεσκόρπισεν, καὶ πάντας τοὺς ἐκείνῳ στρα‐
15τεύοντας δαίμονας. Ἐκεῖνος γὰρ τῇ καρδίᾳ κυρίως ἦν ὑπερήφανος, ἐπειδὴ λέγειν ἐτόλμησεν· Ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Πῶς δὲ νῦν αὐτὸν διέσπασεν, διὰ τῶν ἑξῆς ὁ προφήτης ἐδήλωσεν, εἰ‐
20πών· Νῦν δὲ εἰς ᾅδην καταβήσῃ [ἄλ. εἰς ᾅδου κα‐ ταβιβασθήσῃ], καὶ πάντα τὰ στρατεύματά σου. Πανταχοῦ γὰρ τοὺς βωμοὺς αὐτοῦ, καὶ τὰς τῶν μα‐ ταίων θεῶν λατρείας διεσκόρπισεν· καὶ ἐξ ἐθνῶν λαὸν περιούσιον ἑαυτῷ κατεσκεύασεν. Καθεῖλεν δυ‐
25νάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς. Τοι‐ γαροῦν τὴν τῶν Ἰουδαίων ἐκβολὴν, καὶ τὴν τῶν ἐθνῶν εἰσαγωγὴν ἐν ἐπιτόμῳ ἐμήνυσεν. Ἰουδαίων γὰρ πρεσβύται, καὶ γραμματεῖς ἐν νόμῳ, καὶ οἳ ταῖς λοιπαῖς πρεσβείαις πλουτοῦντες ἐτύγχανον,
30ὅτιπερ κακῶς τῷ πλούτῳ καὶ τῇ δυναστείᾳ παρανό‐ μως ἐκέχρηντο, ἐντεῦθεν αὐτοὺς ἀπὸ παντὸς θρόνου καθεῖλεν, προφητείας τε καὶ ἱερωσύνης, νομοθεσίας τε καὶ διδασκαλίας, καὶ πατρῴου πλούτου, θυσιῶν τε καὶ πλήθους ἑορτῶν, καὶ τοῦ τῆς βασιλείας ἀξιώμα‐
35τος. Τούτων ἀπάντων ἐκεῖνοι κενοὶ, καὶ φυγάδες, καὶ γυμνοὶ εἰς αἰχμαλωσίαν ἐξαπεστάλησαν· ταπει‐ νοὶ δὲ, ἀντ’ αὐτῶν, οἱ ἐξ ἐθνῶν λαοὶ, δικαιοσύνην πεινῶντες, ὑψώθησαν· ἐπειδὴ τὴν ἑαυτῶν ταπείνω‐ σιν, καὶ τὸν συνέχοντα αὐτοὺς τῆς θεογνωσίας λιμὸν
40ἐπιδείξαντες, τοῦ θείου λόγου, δίκην ψιχίων, καθά‐ περ Χαναναία, ἐπρέσβευον· καὶ διὰ τοῦτο, τοῦ πλού‐ του τῶν θείων μυστηρίων ἐπλήσθησαν· ὅλον γὰρ τὸν κλῆρον τῶν θείων ἀγαθῶν ὁ ἐκ Παρθένου τεχθεὶς Χριστὸς ὁ Θεὸς ἡμῶν, εἰς τὰ ἔθνη μετατέθηκεν.
45Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ· καὶ οὐ τοῦ τυχόντος Ἰσραήλ· ἀλλὰ τοῦ παιδὸς αὐτοῦ, ὅστις τῷ ἔργῳ ἐξευγενίζει τοῦ Ἰσραὴλ τὴν εὐγένειαν. Καὶ διὰ τοῦτο, παῖδα καὶ κληρονόμον αὐτὸν ἡ Θεοτόκος ἐκάλεσεν [ἄλ. ἐδήλωσεν]. Κάμνοντα γὰρ εὐρὼν τῷ

10

.

1168

(50)

γράμματι, καὶ τῷ νόμῳ κοπιῶντα, τῇ χάριτι παρε‐ κάλεσεν· οὐκοῦν τὸν τοιοῦτον Ἰσραὴλ καλέσας, ἀντε‐ λάβετο, μνησθῆναι ἐλέους. Καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ, καὶ σπέρ‐ ματι αὐτοῦ, ἕως αἰῶνος. Ἐν ταύταις δὲ ταῖς ὀλί‐
55γαις λέξεσιν, ὅλον τὸ τῆς οἰκονομίας ἀναλαμβάνει
μυστήριον. Διασῶσαι γὰρ τὸ γένος τῶν ἀνθρώπων,1167

10

.

1169

καὶ τὴν διαθήκην τὴν πρὸς τοὺς πατέρας πληρῶσαι βουλόμενος ὁ Χριστὸς, οὐρανοὺς ποτὲ μὲν ἔκλι‐ νεν, καὶ κατέβη. Οὕτως δὲ ὡς χωροῦμεν ἡμεῖς ἐμφανίζεται, ἴνα ἰδεῖν αὐτὸν, καὶ ψηλαφῆσαι, καὶ
5ἀκοῦσαι λαλοῦντος ἰσχύσωμεν. Καὶ διὰ τοῦτο ὁ Θεὸς Λόγος σάρκα καὶ τέλειον ἄνθρωπον ἐκ γυναικὸς ἁγίας Παρθένου ἀναλαβεῖν κατηξίωσεν, καὶ ἐγεννήθη ἄν‐ θρωπος, ἵνα ἐκτίσῃ τὸ ἡμέτερον ὄφλημα, καὶ πλη‐ ρώσῃ μέχρις ἑαυτοῦ, τῆς πρὸς Ἀβραὰμ διαθήκης,
10περιτομῆς τε καὶ τῶν ἐφεξῆς νομίμων τὰ ἐντάλματα. Μετὰ δὲ τοὺς λόγους τούτους, ἡ ἁγία Παρθένος εἰς τὴν Ναζαρὲτ ἐπορεύετο· ἐκεῖθεν δὲ πάλιν δόγμα Καίσαρος εἰς τὴν Βηθλεὲμ ἀνελθεῖν αὐτὴν παρε‐ σκεύασεν· αὕτη δὲ ὡς ἀπὸ τῆς βασιλικῆς πατριᾶς
15προϋπάρχουσα, εἰς τὴν βασιλικὴν τοῦ Δαβὶδ πατριὰν μετὰ Ἰωσὴφ τοῦ μνηστῆρος ἐστέλλετο. Καὶ τὸ τοῦ παντὸς ἐπέκεινα θαύματος ἠκολούθει μυστήριον. Παρθένος τίκτουσα, καὶ χερσὶ βαστάζουσα τὸν ῥή‐ ματι πᾶσαν τὴν κτίσιν βαστάζοντα. Καὶ οὐδὲ τό‐
20πος ἦν αὐτοῖς ἐν τῷ καταλύματι. Τόπον οὐκ εἶχεν ὁ πᾶσαν τῆν γὴν τῷ ῥήματι θεμελιώσας. Γά‐ λακτι τρέφουσα τὸν πᾶσαν πνοὴν διατρέφοντα, καὶ ζωογονοῦντα. Σπαργάνοις δεσμοῦσα τὸν λόγῳ πᾶσαν τὴν κτίσιν δεσμεύοντα. Ἐν φάτνῃ ἀνέκλινεν τὸν
25ἐπὶ καθέδρας χερουβὶμ ἐποχούμενον. Φῶς ἐξ οὐρανοῦ περιέλαμπε τὸν πᾶσαν τὴν κτίσιν φωτίσαντα. Στρα‐ τιαὶ οὐράνιαι δοξολογοῦσαι παρίσταντο τῷ πρὸ αἰώνων ἐν οὐρανοῖς δοξαζομένῳ. Ἀστὴρ δᾳδουχῶν κατεμή‐ νυεν τοὺς ἐκ γῆς πόῤῥωθεν ἐλθόντας πρὸς τὸν ὄντως
30ἀνατολήν. Ἐξ Ἀνατολῶν ἥκασι δωροφοροῦντες τῷ δι’ ἡμᾶς πτωχεύσαντι· ἡ δὲ ἁγία Θεοτόκος συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς, ὡς ὅλων τῶν μυστηρίων ὑπάρχουσα δοχεῖον. Σοῦ μὲν, ὦ παναγία Παρθένε, ἀνώτερος πάσης εὐφημίας
35ὁ ἔπαινος, διὰ τὸν ἐκ σοῦ Θεὸν σάρκα φορέσαντα, καὶ γεννηθέντα ἄνθρωπον. Σοὶ πᾶσα φύσις ἐπουρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων [ἴς. ὑποχθονίων] σέ‐ βας προσφέρει τὸ πρόσφορον. Σὺ γὰρ ἀληθῶς θρόνος χερουβικὸς ἀναδέδειξαι. Σὺ ἐν τοῖς ἄκροις τῶν νοη‐
40τῶν [ἄλ. νότου] βασιλειῶν, φωτὸς ἀπαύγασμα ἀπα‐ στράπτεις· ἔνθα δοξάζεται Πατὴρ ὁ ἄναρχος, οὗ τὴν δύναμιν ἔσχες ἐπισκιάζουσαν· προσκυνεῖται ὁ Υἱὸς, ὃν κατὰ σάρκα σὺ τέτοκας· δοξολογεῖται [ἄλ. δοξάζεται] Πνεῦμα τὸ ἅγιον, ὅπερ ἐν τῇ γαστρί σου,
45τὴν γέννησιν τοῦ μεγάλου Βασιλέως ἐνήργησεν. Διὰ σοῦ, κεχαριτωμένη, Τριὰς ἁγία καὶ ὁμοούσιος ἐν τῷ κόσμῳ γνωρίζεται. Μετὰ σοῦ, καὶ ἡμᾶς καταξίωσον μετασχεῖν τῆς τελείας σου χάριτος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ’ οὗ, τῷ Πατρὶ δόξα,

10

.

1169

(50)

ἄμα τε τῷ ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεὶ, καὶ εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν [ἄλ. ᾧ ἡ δόξα, καὶ τὸ
κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν].1169