TLG 2063 008 :: GREGORIUS THAUMATURGUS :: Ad Tatianum de anima per capita disputatio [Sp.]

GREGORIUS THAUMATURGUS Scr. Eccl.
(Neocaesariensis: A.D. 3)

Ad Tatianum de anima per capita disputatio [Sp.]

Dup. partim MAXIMUS CONFESSOR Theol. et Poeta (2892 043)

Citation: Volume — page — (line)

10

.

1137

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΓΡΗΓΟΡΙΟΥ
3tΕΠΙΣΚΟΠΟΥ ΤΗΣ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΠΟΝΤΟΥ, ΕΠΩΝΥΜΙΑ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ,
4tΠΡΟΣ ΤΑΤΙΑΝΟΝ
5tΠΕΡΙ ΨΥΧΗΣ ΛΟΓΟΣ ΚΕΦΑΛΑΙΩΔΗΣ
11 Τὸν περὶ ψυχῆς σοι λόγον ἐκέλευσας ἡμῖν, ὦ θαυ‐ μάσιε Τατιανὲ, μετ’ ἐνεργουσῶν ἀποδείξεων διαχα‐ ράξασιν ἀποστεῖλαι· καὶ ταῦτα ἠξίους ποιεῖν, μὴ ταῖς τῶν Γραφῶν μαρτυρίαις χρησαμένους· ὅπερ
15ἔστι τε καὶ τοῖς εὐσεβῶς φρονεῖν ἐθέλουσιν ἀληθὴς τυγχάνει διδασκαλία παντὸς ἀνθρωπίνου λογισμοῦ ἀποδεικτικωτέρα· ἔφης γὰρ μὴ πρὸς τὴν ἐαυτοῦ πληροφορίαν τοῦτο ἐπιζητεῖν, πεπαιδευμένος ἤδη ταῖς θείαις προσανέχειν Γραφαῖς καὶ παραδόσεσι, καὶ
20μὴ στροφαῖς τῶν ἀνθρωπίνων λόγων δονεῖσθαι τὴν διάνοιαν· ἀλλὰ πρὸς ἀνατροπὴν τῆς τῶν ἑτεροδό‐ ξων γνώμης, οἳ πείθεσθαι ταῖς Γραφαῖς οὐκ ἀνέχον‐ ται· δεινότητι δέ τινι περιτρέπειν τοὺς ἀήθεις τῶν τοιούτων λόγων πειρῶνται. Διὸ ἑτοίμως ὑπακοῦσαι
25τῷδε σῷ ἐπιτάγματι προήχθημεν, μηδὲν ὑποστειλά‐ μενοι ὡς ἄπειροι τῆς τοιᾶσδε κατασκευῆς τῶν λό‐ γων, ἀλλὰ τῇ σῇ περὶ ἡμᾶς εὐνοίᾳ θαῤῥήσαντες· καὶ γὰρ οἶδας ἃ μὲν καλῶς ἔχειν δοκιμάζεις, ταῦτα εἰς τὸ κοινὸν προτιθέναι· τὰ δὲ ἔλαττον τοῦ δέοντος
30δοκοῦντα εἰρῆσθαι, ταῦτα παρέπεσθαι καὶ ἀποκρύ‐ πτεσθαι. ἑκάτερα χάριτι τῇ πρὸς ἡμᾶς καὶ φιλίᾳ ποιῶν. Ταῦτα οὖν εἰδὼς, μετὰ πάσης πεποιθήσεως ὡρμήθην ἐπὶ τὴν ἔκθεσιν. Ποιήσομαι δὲ τὸν λόγον τάξει τινὶ καὶ ἀκολουθίᾳ χρησάμενος, ἥνπερ καὶ οἱ
35περὶ ταῦτα δεινοὶ κατεχρήσαντο πρὸς τοὺς ἐπιστημό‐ νως ζητεῖν τι ἐθέλοντας.
39Πρῶτον μὲν οὖν ἁπάντων ὑποθήσομαι, τίνι κριτη‐1137

10

.

1140

ρίῳ πέφυκεν ἡ ψυχὴ καταλαμβάνεσθαι· ἔπειτα, δι’ ὧν δείκνυται ὑπάρχουσα· εἶθ’ ἑξῆς, εἰ οὐσίᾳ τυγχάνει οὖσα, ἢ συμβεβηκός· εἶτα τούτοις ἀκολούθως, εἰ σῶμά ἐστιν, ἢ ἀσώματος· ἔπειτα, εἰ ἁπλῆ, ἢ σύν‐
5θετος· εἶτ’ αὖθις, εἰ θνητὴ, ἢ ἀθάνατος· τελευταῖον δὲ, εἰ λογικὴ, ἢ ἄλογος.
8 Ταῦτα γὰρ μάλιστα ἐν τῷ περὶ ψυχῆς ζητεῖσθαι εἴωθε λόγῳ, ὡς κυριώτατα καὶ δυνάμενα αὐτῆς τὴν
10ἰδιότητα χαρακτηρίζειν. Ἀποδείξεσι δὲ πρὸς τὴν τῶν ἐξετασθησομένων βεβαίωσιν, ταῖς κοιναῖς χρη‐ σόμεθα ἐννοίαις, αἷς τὸ ἀξιόπιστον τὰ ἐν χερσὶ πράγ‐ ματα μαρτυρεῖν πέφυκε. Συντομίας δὲ χάριν καὶ τοῦ χρησίμου, μόνοις τοῖς πρὸς τὸ ἀναγκαῖον τοῦ ζητου‐
15μένου ἔχουσι τὴν ἀπόδειξιν, τὰ νῦν χρησόμεθα συλ‐ λογισμοῖς· ὅπως σαφῆ τε καὶ εὐπαράδεκτα τὰ νοήματα γενόμενα, ἑτοιμότητά τινα ἡμῖν ἐμποιήσῃ πρὸς τὴν τῶν ἀνθισταμένων ἀπάντησιν. Ἀρξόμεθα οὖν τοῦ λόγου ἐντεῦθεν.
22tΤίνι τὸ καταληπτικὸν κριτήριον τῆς ψυχῆς.
23 Αʹ. Πάντα τὰ ὄντα, ἢ αἰσθήσει γνωρίζεται, ἢ νοήσει καταλαμβάνεται. Καὶ τὸ μὲν αἰσθήσει ὑποπί‐
25πτον, ἱκανὴν ἀπόδειξιν ἔχει τὴν αἴσθησιν· ἄμα γὰρ τῇ προσβολῇ, καὶ τὴν φαντασίαν ἡμῖν ἐμποιεῖ τοῦ ὑποκειμένου. Τὸ δὲ νοήσει καταλαμβανόμενον, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ’ ἐκ τῶν ἐνεργειῶν γνωρίζεται. Ἡ τοίνυν ψυχὴ ἄγνωστος οὖσα ἐξ ἑαυτῆς, ἐκ τῶν ἀπο‐
30τελεσμάτων εἰκότως γνωσθήσεται.
33tΕἰ ἔστιν ἡ ψυχή.
34Βʹ. Τὸ σῶμα ἡμῶν κινούμενον, ἢ ἔξωθεν, ἢ ἔνδο‐
35θεν κινεῖται. Καὶ ὅτι μὲν ἔξωθεν οὐ κινεῖται, δῆλον ἐκ τοῦ μήτε ὠθούμενον, μήτε ἑλκόμενον κινεῖσθαι, ὡς τὰ ἄψυχα. Καὶ ἔνδοθεν δὲ πάλιν κινούμενον, οὐ φυσικῶς κινεῖται, ὡς τὸ πῦρ. Ἐκεῖνο γὰρ οὐ παύ‐ εται τοῦ κινεῖσθαι, εἰς ὄσον ἐστὶ πῦρ· ὥσπερ τὸ
40σῶμα νεκρὸν γεγενημένον, ἀκινητεῖ σῶμα ὄν. Οὐκ‐ οῦν εἰ μήτε ἔξωθεν κινεῖται, ὡς καὶ ἄψυχα, μήτε φυσικῶς ὡς τὸ πῦρ, δῆλον ὅτι ὑπὸ ψυχῆς κινεῖται τῆς καὶ τὸ ζῇν αὐτῷ παρεχούσης. Εἰ τοίνυν τῷ σώ‐ ματι ἡμῶν ἡ ψυχὴ δείκνυται τὸ ζῇν παρέχουσα,
45ἔσται καὶ καθ’ ἑαυτὴν ἡ ψυχὴ ἐκ τῶν ἐνεργειῶν γνωριζομένη.
48tΕἰ οὐσία ἐστὶν ἡ ψυχή.
49Γʹ. Ὄτι μὲν οὐσία ἐστὶν ἡ ψυχὴ, δείκνυται οὕτως·

10

.

1140

(50)

Πρῶτον μὲν, ὅτι τῆς οὐσίας ὅρος, καὶ ἐπ’ αὐτῆς ἂν εἰκότως λεχθείη. Ἔστι δὲ οὗτος· Οὐσία ἐστὶ τὸ ταυτὸν, καὶ ἒν ἀριθμῷ, τῶν ἐναντίων παραμέρος εἶναι δεκτικόν. Ὅτι δὲ ἡ ψυχὴ αὔτη τῆς ἰδίας φύ‐ σεως μὴ ἐξισταμένη, τὰ ἐναντία δέχεται παραμέ‐
55ρος, παντί που δῆλον· δικαιοσύνη γὰρ καὶ ἀδικία, ἀνδρία τε καὶ δειλία, σωφροσύνη τε καὶ ἀκολασία, ἐν αὐτῇ θεωροῦνται ἐναντία ὄντα. Εἰ τοίνυν ἰδίωμα οὐσίας, τὸ τῶν ἐναντίων εἶναι παραμέρος δεκτικὸν,
δείκνυται δὲ ἡ ψυχὴ τούτων ἐπιδεχομένη τὸν ὅρον,1139

10

.

1141

οὐσία ἄρα ἡ ψυχή. Ἔπειτα καὶ τοῦ σώματος οὐσίας ὄντος, καὶ τὴν ψυχὴν οὐσίαν εἶναι ἀνάγκη· οὐδὲ γὰρ οἷόν τε, τὸ ζωοποιούμενον οὐσίαν [ἄλλ. ἐνούσιον] εἶναι· τὸ δὲ ζωοποιοῦν, εἶναι ἀνούσιον. Εἰ μή τις,
5καὶ τὸ μὴ ὃν, τοῦ ὄντος αἴτιον φήσειεν εἶναι· ἢ πά‐ λιν, τὸ ἐν ᾧ τὴν ὕπαρξιν ἔχον, καὶ οὗ ἄνευ εἶναι μὴ δυνάμενον [ἄλ. καὶ ὁ ἄνευ τοῦ εἶναι μὴ δυνάμε‐ νον], αἴτιον ἐκείνου εἶναι τοῦ ἐν ᾧ ἐστι, μανείς τι εἴποι.
11tΕἰ ἀσώματος ἡ ψυχή.
12 Δʹ. Ὅτι μὲν ἐν τῷ σώματι ἡμῶν ἡ ψυχή ἐστιν, ἀνωτέρω ἐδείχθη· δεῖ τοίνυν εἰδέναι πῶς ἐν τῷ σώ‐ ματι· καὶ εἰ μὲν παράκειται αὐτῷ ὡς ψηφὶς ψηφίδι,
15σῶμα μὲν ἔσται ἡ ψυχὴ, ὅλον δὲ τὸ σῶμα οὐκ ἔσται ἔμψυχον· μέρει γάρ τινι παρακείσεται [ἄλλ. παρά‐ κειται]. Εἰ δὲ ἐμμέμικται, ἢ ἐγκέκραται, πολυμε‐ ρὴς ἂν γένοιτο ἡ ψυχὴ, καὶ οὐχ ἁπλῆ, τοῦ ἰδίου τῆς ψυχῆς λόγου ἐκβεβλημένη. Τὸ γὰρ πολυμερὲς, καὶ
20διαιρετὸν, καὶ διαλυτόν· τὸ δὲ διαλυτὸν, σύνθετον· τὸ δὲ σύνθετον, τριχῆ διαστατόν. Τὸ δὲ σῶμα σώματι προστιθέμενον, ὄγκον ποιεῖ· ἡ δὲ ψυχὴ ἐν τῷ σώματι οὖσα, ὄγκον οὐ ποιεῖ, ἀλλὰ μᾶλλον ζωοποιεῖ. Οὐκ ἄρα ἔσται ἡ ψυχὴ σῶμα, ἀλλ’ ἀσώματος.
27 Ἔτι εἰ σῶμά [ἐστιν] ἡ ψυχὴ, ἢ ἔξωθεν ἢ ἔνδοθεν κινεῖται. Οὔτε δὲ ἔξωθεν κινεῖται· οὐ γὰρ ὠθεῖται, ἢ ἕλκεται, ὡς τὰ ἄψυχα· οὔτε δὲ ἔσωθεν κινεῖται, ὡς τὰ
30ἔμψυχα· ἄτοπον γὰρ ψυχῆς ψυχὴν λέγειν· οὐκ ἔσται οὖν σῶμα· ἀσώματος ἄρα.
34Καὶ πάλιν, εἰ σῶμά ἐστιν ἡ ψυχὴ, καὶ τὰς ποιότη‐
35τας αἰσθητὰς ἔχει, καὶ τρέφεται· ἀλλ’ οὐ τρέφεται. Καὶ εἰ τρέφεται, οὐ σωματικῶς τρέφεται ὡς τὸ σῶμα, ἀλλ’ ἀσωμάτως· λόγῳ γὰρ τρέφεται· οὐ τοίνυν ποιό‐ τητας αἰσθητὰς ἔχει· οὔτε γὰρ ὁρᾶται δικαιοσύνη, οὔτε ἀνδρία, οὔτε τῶν τοιούτων οὐδέν· τῆς δὲ ψυχῆς
40αἱ ποιότητες αὗται· οὐκ ἔστιν οὖν σῶμα· ἀσώματος ἄρα.
43 Ἔτι, πάσης τῆς σωματικῆς οὐσίας εἰς ἔμψυχον καὶ ἄψυχον διαιρουμένης, εἰπάτωσαν οἱ σῶμα [ἄλ.
45σωματικὴν] τὴν ψυχὴν λέγοντες, εἰ ἄψυχον αὐτὴν λεκτέον, ἢ ἔμψυχον. Ἔτι, εἰ πᾶν σῶμα καὶ κέχρωσται, καὶ πεπόσω‐ ται, καὶ ἐσχημάτισται· οὐδὲν δὲ τούτων ἐν τῇ ψυχῇ θεωρεῖται, οὐκ ἄρα σῶμα ἡ ψυχή.
50tΕἰ ἁπλῆ ἡ ψυχὴ, ἢ σύνθετος.
51 Εʹ. Δείκνυται τοίνυν, ὅτι εἰ ἁπλῆ ἡ ψυχὴ, ἐξ ὧν μάλιστα ἀσώματος ἀπεδείχθη. Εἰ γὰρ σῶμα οὐκ ἔστι, σῶμα δὲ πᾶν σύνθετόν ἐστι· τὸ δὲ συγκείμενον ἐκ μερῶν σύγκειται, οὐκοῦν καὶ πολυμερὴς ἔσται. Ἀσώ‐
55ματος δὲ οὖσα, ἁπλῆ ἐστιν· ἐπειδὰν καὶ ἀσύνθετος, καὶ ἀμερής.
58tΕἰ ἀθάνατος ἡμῶν ἡ ψυχή.
59ϛʹ. Ἀκόλουθον οἶμαι δεῖν τῷ ἁπλῷ, τὸ ἀθάνατον.1141

10

.

1144

Καὶ ὅπως, ἄκουσον· Οὐδὲν τῶν ὄντων, αὐτὸ ἑαυτοῦ φθαρτικόν ἐστιν, ἐπεὶ οὐκ ἂν οὔτ’ ἐξ ἀρχῆς συνέστη. Τὰ γὰρ φθειρόμενα, ἐκ τῶν ἐναντίων φθείρονται· διὸ πᾶν φθειρόμενον, διαλυτόν ἐστι· τὸ δὲ διαλυτὸν, σύν‐
5θετον· τὸ δὲ σύνθετον, πολυμερές· τὸ δὲ ἐκ μερῶν συγκείμενον, δῆλον ὅτι [ἄλ. δηλονότι] ἐκ διαφόρων σύγκειται μερῶν· τὸ δὲ διάφορον, οὐ ταυτόν· οὐκοῦν ἡ ψυχὴ ἁπλῆ οὖσα, καὶ μὴ ἐκ διαφόρων συγκειμένη μερῶν, ἀσύνθετος καὶ ἀδιάλυτος οὖσα, διὰ τοῦτο
10ἄφθαρτος καὶ ἀθάνατος ἔσται.
13 Ἔτι, πᾶν τὸ ἔκ τινος κινούμενον, οὐκ ἐξ ἑαυτοῦ ἔχον τὸ ζωτικὸν, ἀλλ’ ἐκ τοῦ κινοῦντος, τοσοῦτον δια‐
15μένει, ὅσον ὑπὸ τῆς ἐνεργούσης ἐν αὐτῷ διακρατεῖται δυνάμεως· ἐπειδὰν δὲ παύσηται τὸ ἐνεργοῦν, διαλεί‐ πει καὶ αὐτὸ, τὸ ἐξ αὐτοῦ τὴν κίνησιν ἔχον. Ἡ δὲ ψυχὴ αὐτοκίνητος οὖσα, οὐδέποτε τοῦ εἶναι διαλείπει. Ἀκολουθεῖ γὰρ τῷ αὐτοκινήτῳ, τὸ ἀεὶ κινητὸν εἶναι·
20τὸ δὲ ἀεικίνητον, ἄπαυστόν ἐστι· τὸ δὲ ἄπαυστον, ἀτελεύτητον· τὸ δὲ ἀτελεύτητον, ἄφθαρτον· τὸ δὲ ἄφθαρτον, ἀθάνατον. Εἰ τοίνυν ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, ὡς ἀνωτέρω ἀπεδείχθη· ἔσται ἄφθαρτος καὶ ἀθάνατος κατὰ τὸν προλεχθέντα [ἄλ. προτεθέντα]
25συλλογισμόν.
28 Ἔτι, πᾶν ὑπὸ τῆς ἰδίας κακίας μὴ φθειρόμενον, ἄφθαρτόν ἐστι· τὸ δὲ κακὸν τῷ καλῷ ἐναντίον, διὸ
30καὶ φθαρτικόν ἐστιν αὐτοῦ. Οὐδὲν γάρ ἐστιν ἕτερον σώματος κακία, ἢ πάθος, καὶ νόσος, καὶ θάνατος· ὥσπερ ἀρετὴ, κάλλος, ζωὴ, ὑγεία, καὶ εὐεξία. Εἰ τοίνυν ἡ ψυχὴ ὑπὸ τῆς ἰδίας κακίας οὐ φθείρεται, κακία δὲ ψυχῆς δειλία, ἀκολασία, φθόνος, καὶ τὰ πα‐
35ραπλήσια, ταῦτα δὲ πάντα οὐκ ἀφαιρεῖται αὐτῆς τὸ ζῇν τε καὶ τὸ κινεῖσθαι· ἀθάνατος ἄρα ἐστίν.
39tΕἰ λογικὴ ἡμῶν ἡ ψυχή.
40 Ζʹ. Ὅτι δὲ λογικὴ ἡμῶν ἡ ψυχὴ, ἐκ πολλῶν ἄν τις δείξειε· καὶ πρῶτον μὲν, ἐκ τοῦ τὰς τέχνας χρησί‐ μους οὔσας τῷ βίῳ αὐτὴν εὑρηκέναι. Οὐδὲ γὰρ ἁπλῶς, καὶ ὡς ἔτυχε, εἴποι τις συνεστάναι τὰς τέχνας· ἐπεὶ μήτε ἀργὰς, καὶ ἀνωφελεῖς αὐτὰς τῷ βίῳ ἀποδείξει.
45Εἰ τοίνυν αἱ τέχναι συντελοῦσι πρὸς τὸ χρήσιμον τῷ βίῳ· τὸ δὲ χρήσιμον ἐπαινετόν· τὸ δὲ ἐπαινετὸν, λόγῳ κατασκευαστὸν, ψυχῆς δὲ εὕρημα αὗται· λογικὴ ἄρα ἡμῶν ἡ ψυχή.
51 Ἔπειτα, ἐκ τοῦ τὰς αἰσθήσεις ἡμῶν μὴ ἱκανὰς εἶναι πρὸς τὴν τῶν πραγμάτων κατάληψιν, λογικὴ ἡμῶν ἡ ψυχὴ ἀποδείκνυται. Οὐδὲ γὰρ ἀρκούμεθα πρὸς εἴδησιν τῶν ὄντων, τῇ τῆς αἰσθήσεως προσβολῇ.
55Ἐπεὶ μηδὲ στῆναι περὶ αὐτὰ θέλομεν, αὐτίκα γοῦν τὰ τῷ σχήματι ἶσα, καὶ τῇ χροιᾷ ὅμοια καὶ διῃρη‐ μένα ταῖς φύσεσιν [ἄλ. ὄψεσιν], ἡ αἴσθησις ἄλογος οὖσα διακρῖναι ἀσθενεῖ. Εἰ τοίνυν αἱ αἰσθήσεις ἄλογος
οὖσαι, ψευδῆ ἡμῖν φαντασίαν τῶν ὄντων ἐμποιοῦσιν1143

10

.

1145

λογιστέον ἡμῖν, εἰ καταληπτέα τὰ ὄντα, ἢ μὴ, ὡς ἀλη‐ θῶς· καὶ εἰ μὲν καταληπτέα, ἑτέρα ἐστὶν ἡ δύναμις, καὶ κρείττων παρὰ τὰς αἰσθήσεις, ἡ τούτων ἐφικνου‐ μένη. Εἰ δὲ μὴ καταλαμβάνεται, οὐδὲ ἔσται ἡμῖν τὰ
5ἑτέρως παρὰ ὅ ἐστι θεωρούμενα [καταλαμβάνειν]. Ὅτι δὲ καταληπτὰ ἡμῖν ἐστι τὰ πράγματα, δῆλον ἐξ οὗ οἰ‐ κείως ἑκάστῳ πρὸς τὸ χρήσιμον χρώμεθα, καὶ πάλιν κατασκευάζομεν εἰς ἃ ἐθέλομεν. Οὐκοῦν εἰ τὰ ὄντα ἡμῖν καταληπτὰ ἐδείχθη, αἱ δὲ αἰσθήσεις ἄλογοι οὖσαι, ψευ‐
10δῶς δοκιμάζουσι, νοῦς ἔσται ὁ τὰ πάντα λόγῳ διακρί‐ νων [ἄλ. ὁ πάντα λόγον διακρίνων], καὶ ἔστι ὡς ἀληθῶς τὰ ὄντα ἐπιγινώσκων· νοῦς δὲ ψυχῆς τὸ λογικὸν μέ‐ ρος· λογικὴ ἄρα ἡ ψυχή.
17 Ἔτι, ὅτι οὐδὲν ποιοῦμεν μὴ πρότερον ἑαυτοῖς δια‐ γράψαντες· τοῦτο δὲ, οὐδὲν ἕτερόν ἐστιν ἢ τῆς ψυχῆς ἀξίωμα· οὐδὲ γὰρ ἔξωθεν αὐτῇ προσγίνεται ἡ τῶν
20ὄντων εἴδησις, ἀλλ’ αὐτὴ ὥσπερ ταῖς ἑαυτῆς ἐπινοίαις τὰ ὄντα κοσμεῖ. Διὰ τοῦτο ἐν ἑαυτῇ προαναζωγρα‐ φοῦσα [ἄλ. προαναζωγραφεῖ] πρότερον τὸ πρᾶγμα, εἶθ’ οὕτως εἰς ἔργον ἐκφέρει. Ἀξίωμα δὲ τῆς ψυχῆς, οὐδέν ἐστιν ἕτερον, ἢ τὸ μετὰ λόγου πάντα ποιεῖν·
25ταυτῇ γὰρ καὶ διαφέρει, καὶ τῶν αἰσθήσεων. Ἐδείχθη ἄρα λογικὴ ἡ ψυχή [ἄλ. ταύτῃ γὰρ διαφέρειν καὶ
τῶν αἰσθήσεων. Ἐδείχθη ἄρα λογικὴ ἡ ψυχή].1145