TLG 2063 006 :: GREGORIUS THAUMATURGUS :: Metaphrasis in Ecclesiasten Salamonis

GREGORIUS THAUMATURGUS Scr. Eccl.
(Neocaesariensis: A.D. 3)

Metaphrasis in Ecclesiasten Salamonis

Citation: Page — (line)

988

(7t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
8tΓΡΗΓΟΡΙΟΥ
9tΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
10tΜΕΤΑΦΡΑΣΙΣ
11tΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ ΤΟΥ ΣΟΛΟΜΩΝΤΟΣ.
16tΚΕΦΑΛ. Αʹ.
17Τάδε λέγει Σαλομὼν, ὁ τοῦ Δαβὶδ βασιλέως καὶ
προφήτου παῖς ἁπάσῃ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, παρὰ

989

πάντας ἀνθρώπους βασιλεὺς ἐντιμότατος, καὶ προ‐ φήτης σοφώτατος. Ὡς κενὰ καὶ ἀνόνητα τὰ τῶν ἀνθρώπων πράγματά τε καὶ σπουδάσματα, ὅσα ἀν‐ θρώπινα. Οὐδὲ γὰρ ἔχει τις εἰπεῖν ὄφελός τι τούτοις
5προσηρτημένον, ἅπερ ἄνθρωποι περὶ γῆν ἕρπον‐ τες, καὶ σώμασι καὶ ψυχαῖς ἐκτελέσαι σπεύ‐ δουσι, τῶν μὲν προσκαίρων ἡττημένοι, ἀνωτέρω δὲ τῶν ἄστρων τῷ γενναίῳ τῆς ψυχῆς ὄμματι, οὐδ’ ὁτιοῦν κατιδεῖν βουλόμενοι. Καὶ κατατρίβεται ὁ τῶν
10ἀνθρώπων βίος ἡμέραν ἐξ ἡμέρας, καὶ ὡρῶν καὶ ἐνιαυτῶν περιόδους, ἡλίου τε δρόμους περιωρισμέ‐ νους, τῶν μὲν παραγινομένων, τῶν δὲ ὑπαπαιρόντων. Ἔοικε δὲ τὸ πρᾶγμα, χειμάῤῥων παρόδῳ, ἀμετρήτῳ θαλάσσης ἐμπιπτόντων βυθῷ σὺν ταράχῳ πολλῷ. Καὶ
15τὰ μὲν δι’ ἀνθρώπους ὑπὸ Θεοῦ γεγονότα, μένει τὰ αὐτὰ, οἷον. τὸ ἀπὸ γῆς γεννᾶσθαι, τὸ εἰς γῆν ἀπιέναι, τὸ αὐτὴν ἑστάναι τὴν γῆν, τὸ τὸν ἥλιον ἅπασαν αὐ‐ τὴν ἐκπεριϊόντα, πάλιν εἰς τὸν αὐτὸν περιτρέχειν ὅρον, καὶ τὰ πνεύματα ὡσαύτως, τούς τε πο‐
20ταμοὺς τοσούτους εἰς θάλασσαν ἐκδιδόντας, καὶ τοὺς ἀνέμους ἐμπίπτοντας, μὴ ἀναγκάζειν αὐτὴν ὑπερ‐ βαίνειν τὰ αὐτῆς μέτρα, μηδὲ αὐτοὺς παρανομεῖν. Καὶ τὰ μὲν ὡς εἰς τουτονὶ συντελοῦντα ἡμῖν τὸν βίον, οὔτως ἄραρε. Τὰ δ’ ὑπ’ ἀνθρώπων ἐπιτεχνώ‐
25μενα ῥήματά τε καὶ πράγματα, μέτρον οὐκ ἔχει. Καὶ λόγων πολὺς μὲν ὅμιλος, ὄνησις δὲ οὐδεμία ἀπὸ τῆς πεπλανημένης φλυαρίας· ἀλλ’ ἄπληστόν ἐστι τὸ τῶν ἀνθρώπων φῦλον, πρός τε τὸ λέγειν, πρός τε τὸ ἑτέρου λέγοντος ἀκούειν· ἔτι δὲ καὶ τὸ ὄμμασιν εἰκαίοις
30ἕκαστα τῶν παραπιπτόντων ὁρᾷν γλίχεσθαι. Τί ἂν γένοιτο ὕστερον, ὅπερ οὐκ ἤδη τετέλεσται, ἢ πρα‐ χθείη πρὸς ἀνθρώπων; Τί καινὸν τὸ μηδέπω εἰς πεῖραν ἐλθὸν, ὅτου καὶ μνησθῆναι ἄξιον; Ἐγὼ μὲν γὰρ οἶμαι οὐδὲν, ὅ τι δ’ ἂν εἴπῃ πρόσφατον, ἢ καινὸν ἀνα‐
35λογιζόμενος εὑρήσει, μηδὲ τοῖς πάλαι ἄγνωστον. Ὥσπερ δὲ τὰ πρότερα λήθῃ κέκρυπται, οὕτω καὶ τὰ ἐνεστῶτα, εἰς τοὺς μετέπειτα χρόνῳ ἀμαυρωθήσεται. Καὶ οὐκ αὐτοσχεδιάζω ταῦτα νῦν ἐκκλησιάζων· ἀλλά μοι βασιλείαν Ἑβραίων ἐν Ἱεροσολύμοις πε‐
40πιστευμένῳ, ἱκανῶς ἄπαντα πεφρόντισται. Ζητήσας δὲ μεμελημένος, καὶ σοφῶς κατανοήσας τὴν περὶ γῆν φύσιν ἅπασαν, ποικιλωτάτην ἔγνων, ὡς ἀνθρώπῳ δέδοται πονεῖν ἐπὶ γῆς, ἄλλοτε ἀλλοίᾳ καμάτου προ‐ φάσει ἐγκαλινδουμένῳ εἰς τὸ μηδέν. Πνεύματος δὲ
45ἀλλοκότου καὶ μυσαροῦ τὰ κάτω ἅπαντα πλήθει, ὥστε μὴ εἶναι αὐτὰ ἀνακτήσασθαι, ἀλλὰ μηδὲ ἀνα‐ θυμηθῆναι τὸ παράπαν ὅση τὰ κατὰ ἀνθρώπους πρά‐ γματα κατείληφεν ἀτοπία. Λογισάμενος γάρ ποτε ἐγὼ κατ’ ἐμαυτὸν, καὶ οἰηθεὶς ὡς ἁπάντων εἴην τότε

989

(50)

τῶν πρὸ ἐμαυτοῦ γεγονότων ἐνταυθοῖ σοφώτερος·

992

ἔγνων παραβολάς τε συνεῖναι καὶ πραγμάτων φύσεις. Ὠιήθην δὲ τηνάλλως ἐπὶ τούτῳ φέρεσθαι, καὶ σοφίᾳ μὲν γνῶσιν ἕπεσθαι, γνώσει δὲ πόνους ἐπακολου‐ θεῖν.
9tΚΕΦΑΛ. Βʹ.
10 Τοῦτο δὴ τοῦθ’ οὕτως ἔχειν νομίσας, ἔγνων ἐπὶ ἑτέραν ἰδέαν τραπέσθαι βίου, καὶ ἐκδοῦναι μὲν ἐμαυτὸν τρυφῇ, πεῖραν δὲ λαβεῖν ἡδονῶν ποικίλων. Νῦν τοίνυν συνῆκα ὡς τὰ τοιαῦτα μάταια σύμπαν‐ τα· καὶ γέλωτα μὲν εἰκῆ φερόμενον ἐπέσχον, ἡδονὴν
15δὲ πρὸς τὸ σωφρονεῖν ἐκόλασα, πικρῶς ἐπιτιμήσας αὐτῇ. Λογισάμενος δὲ, ὅτι ψυχὴ δύναται στῆσαι μεθύουσαν καὶ ῥέουσαν ὥσπερ οἶνον σώματος φύσιν, ἐγκράτεια δὲ δουλοῦται ἐπιθυμίαν· προεθυμήθην κατιδεῖν, τί ποτε εἴη προκείμενον ἀνθρώποις σπου‐
20δαῖον, καὶ τῷ ὄντι καλὸν ὃ καταπράξονται παρὰ του‐ τονὶ τὸν βίον. Διεξελήλυθα γὰρ τὰ λοιπὰ σύμπαντα ὅς’ ἀξιάγαστα νομίζεται, οἴκων τε ὑπερυψήλων ἀνορ‐ θώσεις καὶ φυτείας ἀμπέλων, ἔτι δὲ παραδείσων κατασκευὰς, καὶ παντοίων δένδρων καρποφόρων
25κτήσεις καὶ ἐπιμελείας· ὅπου δὲ καὶ δεξαμεναὶ μεγάλαι πρὸς ὑποδοχὰς ὑδάτων κατεσκευάσθησαν, εἰς δαψιλῆ ἀρδείαν τῶν φυτῶν ἀπονενεμημέναι. Πε‐ ριεβαλόμην δὲ καὶ οἰκετῶν πλῆθος, θεράποντας καὶ θεραπαίνας· ἄλλους μὲν ἔξωθεν κτησάμενος, ἄλλους
30δὲ καὶ παρ’ ἐμαυτῷ γενομένους καρπωσάμενος. Ζώων δὲ τετραπόδων ἀγέλαι, πολλαὶ μὲν βουκολίων, πολλαὶ δὲ ποιμνίων ὑπὸ τὴν ἐμὴν ἦλθον ἐξουσίαν παρ’ ὁντινοῦν τῶν πάλαι. Θησαυροί τε χρυσοῦ τε καὶ ἀργύρου προσέῤῥεον, δορυφόρους τέ μοι καὶ
35δασμοφόρους, τοὺς ἁπάντων βασιλεῖς πεποιημένῳ. Χοροί τε συνεκροτοῦντο παμπληθεῖς, ἀῤῥένων δέ τε ὁμοῦ καὶ θηλειῶν εἰς τὴν ἐμὴν τέρψιν, παναρ‐ μόνιον ἐκπονούντων ᾠδήν. Συμπόσιά γε μὴν καὶ οἰνοχόους εἰς τοῦτο ἀπέταξα τῆς τρυφῆς μέρος ἐξ
40ἑκατέρου γένους ἀνθρώπων ἐξειλεγμένους, οὐδ’ ἂν καταλέγειν ἔχοιμι, τοσοῦτον ὑπερέβαλον τούτοις τοὺς πρὸ ἐμοῦ βασιλεύσαντας Ἱερουσαλήμ. Εἶτα συνέ‐ βαινε, τὰ μὲν τῆς σοφίας μοι ἐλαττοῦσθαι, πληθύνειν δὲ τὰ τῆς οὐκ ἀγαθῆς ἐπιθυμίας. Παντὶ γὰρ ὀφθαλ‐
45μῶν τε δελεάσματι, καὶ καρδίας ἀκράτοις ὁρμαῖς ἐφιεὶς πανταχόθεν προσπιπτούσαις, ἡδονῶν ἐλπίσιν ἐμαυτὸν ἐκδεδωκώς· καὶ πάσαις τρυφαῖς δειλαί‐ αις, τὴν ἐμαυτοῦ ἐγκατέδησα προαίρεσιν. Οὕτω γάρ μου αἱ ἐνθυμήσεις, εἰς δυσπραγίαν

992

(50)

ἠνέχθησαν, ὡς ταῦτα μὲν εἶναι καλὰ, ταῦτα δέ μοι προσήκειν διαπράττεσθαι νομίζειν. Εἶτα ποτὲ
ἀνανήψας ἐγὼ καὶ ἀναβλέψας, κατεῖδον ἅπερ ἐν

993

χερσὶν εἶχον, μοχθηρὰ ὁμοῦ καὶ παγχάλεπα, πνεύματος οὐκ ἀγαθοῦ ποιήματα. Οὐδὲν γὰρ ὁτιοῦν ὑπ’ ἀνθρώπων ᾑρημένον, ἀποδεκτὸν εἶναί μοι νῦν καταφαίνεται καὶ περισπούδαστον ὀρθῷ λογισμῷ.
5Συλλογισάμενος οὖν τά τε σοφίας ἀγαθὰ, καὶ τὰ ἀφροσύνης κακὰ, εἰκότως ἂν ἱκανῶς θαυμάζοιμι ἄν‐ δρα τοιοῦτον, ὅς τις φερόμενος ἀλόγως· ἔπειτα ἑαυ‐ τοῦ λαβόμενος, εἰς τὸ δέον ἐπιστρέψει. Φρονή‐ σεως γὰρ καὶ ἀφροσύνης πολὺ τὸ μέσον, διαφορὰ δὲ
10ἀμφοῖν τοσαύτη, ὅση περ ἡμέρας πρὸς νύκτα. Ἔοικε τοίνυν, ὁ μὲν ἀρετὴν ᾑρημένος, τρανῶς τε ἕκαστα καὶ ἄνω βλέποντι· τῆς* τε ἑαυτοῦ πορείας, λαμπρο‐ τάτου φέγγους καιρῷ πεποιημένῳ· ὁ δ’ αὖ κακίᾳ ἐμπεπλεγμένος, καὶ πλάνῃ παντοίᾳ ὡς ἐν σκοτομήνῃ
15πλανωμένῳ, τυφλός τε ὢν τὴν πρόσοψιν, καὶ ὑπὸ τοῦ σκότους τῶν πραγμάτων ἀφῃρημένος. Τέλος δὲ ἐπινοήσας ἑκατέρου τῶν βίων τούτων ἐγὼ τὸ διά‐ φορον, εὗρον οὐδὲν, καὶ ὡς κοινωνὸν ἀφρόνων ἐμαυ‐ τὸν καταστήσας, τὰ τῆς ἀφροσύνης ἐπίχειρα δέξο‐
20μαι. Τί γὰρ ἢ τῶν σοφισμάτων ἐκείνων ἀγαθὸν, ἢ ποία ὄνησις τῶν πολλῶν λόγων, ὅπου γε τὰ φλυαρίας ῥεύματα, ὥσπερ ἐκ πηγῆς ὁρμᾶται τῆς ἀφροσύνης; Σοφῷ δὲ καὶ ἄφρονι κοινὸν οὐδὲν, οὐ κατὰ ἀνθρώπων μνήμην, οὐ κατὰ Θεοῦ ἀμοιβήν. Τῶν δ’ ἐν ἀνθρώποις
25πραγμάτων, ἔτι ἄρχεσθαι δοκούντων, ἤδη τὸ τέλος ἐπιλαμβάνει ἁπάντων. Σοφὸς δὲ οὐδέποτε ἀσυνέτῳ τοῦ αὐτοῦ κοινωνεῖ τέλους. Ἐμίσησα τοίνυν καὶ τὸν σύμπαντά μου βίον, τὸν ἐν τοῖς ματαίοις ἀναλωθέντα, ὃν διήγαγον τοῖς περὶ γῆν πόνοις προστετηκώς. Ὡς
30γὰρ συνελόντι φάναι, πάντα μοι λυπηρῶς ἐκμε‐ μόχθηται ὁρμῆς ἀλογίστου γενόμενα ποιήματα· καὶ διαδέξεταί τις αὐτὰ ἕτερος, εἴτε σοφὸς, εἴτε ἠλίθιος, τὰς ψυχρὰς τῶν ἐμῶν καμάτων ἐπικαρπίας. Ἀπο‐ λαβομένῳ δέ μοι ταῦτα καὶ ἀποῤῥίψαντι, κατεφάνη
35τὰ τῷ ὄντι ἀγαθὰ προκείμενα ἀνθρώπῳ, σοφίας τε γνῶσις, καὶ κτῆσις ἀνδρείας. Εἰ δέ τις τούτων μὲν οὐκ ἐφρόντισεν, ἑτέρων δὲ ἐπτόηται, ὁ τοιοῦτος εἵ‐ λετο μὲν πονηρὰ ἀντὶ ἀγαθῶν, μετῆλθε δὲ κακίαν ἀντὶ χρηστότητος, καὶ μόχθον ἀνθ’ ἡσυχίας, ταράχοις
40ποικίλοις περιελκόμενος, νύκτωρ τε καὶ μεθ’ ἡμέ‐ ραν συνεχόμενος ἀεὶ, σώματός τε ἐπείγουσι καμά‐ τοις, καὶ ψυχῆς φροντίσιν ἀδιαλείπτοις, σφαδαζού‐ σης αὐτῷ τῆς καρδίας, ἀλλοκότων ἕνεκα πραγμά‐ των. Οὐ γὰρ τὸ τέλειον ἀγαθὸν περὶ βρῶσίν τε καὶ
45πόσιν ἱζάνει· εἰ καὶ μάλιστα ἐκ Θεοῦ ἀνθρώποις γί‐ νονται αἱ τροφαί· οὐδὲν γὰρ τῶν πρὸς σωτηρίαν ἡμῖν δεδομένων ἔξω τῆς αὐτοῦ ὑπάρχει προνοίας. Ἀλλ’ ὁ μὲν ἀγαθὸς ἀνὴρ, σοφίας ἐκ Θεοῦ τυχὼν, εὐφροσύνης ἔτυχεν οὐρανίου· ὁ δ’ αὖ πονηρὸς, θεηλάτοις ἐλαυνό‐

993

(50)

μενος κακοῖς, πλεονεξίαν νοσῶν, πολλά τε ἀθροῖσαι σπουδάζει, καὶ τὸν ὑπὸ Θεοῦ τετιμημένον ἐναντίον τοῦ πάντων Δεσπότου ὀνειδίσαι σπεύδει, δῶρα προ‐ τείνων ἄχρηστα, δολερά τε ὁμοῦ καὶ μάταια τῆς
ἑαυτοῦ ἀθλίας ψυχῆς σπουδάσματα πεποιημένος.

996

(8t)

ΚΕΦΑΛ. Γʹ.
9Χρόνος δὲ οὗτος πάντων γέμει τῶν ἐναντιωτή‐
10των, τοκετῶν, εἶτα θανάτων, βλαστήσεως φυτῶν, εἶτα ἀνατροπῆς· ἰάσεων καὶ ἀναιρέσεων, οἴκων τε εὐορθώσεως καὶ καταλύσεως, κλαυθμῶν καὶ γελώ‐ των, κοπετῶν καὶ ὀρχημάτων. Νῦν μὲν συνάγει τις τὰ ἀπὸ γῆς, νῦν δὲ ἐξέβαλε· καὶ ποτὲ μὲν ἐπιμέ‐
15μηνε γυναικὶ, ποτὲ δὲ αὐτὴν ἀποστυχεῖ. Καὶ νῦν μὲν ἐζήτησέ τις ὁτιοῦν, νῦν δὲ ἀπώλεσε· καὶ νῦν μὲν ἐφύλαξε, νῦν δὲ προήκατο· ἄλλοτε ἀπέκτεινεν, ἄλλοτε ἐφονεύθη· ἐλάλησεν, εἶτα ἡσύχασεν· ἠγάπησεν, εἶτα ἐμίσησε. Τὰ γὰρ ἐν ἀνθρώποις πράγματα ποτὲ μὲν
20πολεμεῖται, ἄλλοτε δὲ εἰρηνεύεται, ὀξυῤῥόπως τῶν πραγμάτων ἐξ ἀγαθῶν εἶναι δοκούντων εἰς ὁμολο‐ γούμενα κακὰ μεταπιπτόντων. Παυσώμεθα τοίνυν ἐξ ἀνονήτων μόχθων. Ταῦτα γὰρ ἅπαντα, ὥς γέ μοι δο‐ κεῖ, κέντροις ἰοβόλοις ἀνθρώπους ἐξοιστρεῖν ἐτέθη.
25Καιροσκόπος δή τις πονηρὸς τὸν αἰῶνα τοῦτον περι‐ κέχηνεν, ἀφανίσαι ὑπερδιατεινόμενος τὸ τοῦ Θεοῦ πλάσμα, ἐξ ἀρχῆς αὐτῷ μέχρι τέλους πολεμεῖν ᾑρη‐ μένος. Πέπεισμαι τοίνυν τὰ μέγιστα ἀγαθὰ ἀνθρώπῳ εὐθυμίαν καὶ εὐποιΐαν ὑπάρχειν, καὶ μέν τοι καὶ τὴν
30πρόσκαιρον ταύτην ἀπόλαυσιν ἐκ Θεοῦ παραγενέσθαι μόνον, εἰ δικαιοσύνη τῶν πράξεων ἡγοῖτο. Τῶν δὲ αἰωνίων καὶ ἀφθάρτων πραγμάτων, ὅσα ὁ Θεὸς παγίως ὥρισεν, οὔτε τι ἀφελεῖν, οὔτε τι προσθεῖναι δυνατόν. Ὧι τινι οὖν, ἀλλ’ ἔστιν, ἐκεῖνα φοβερά τε
35ὁμοῦ καὶ θαυμαστά· καὶ τὰ μὲν γενόμενα, ἕστηκε· τὰ δὲ ἐσόμενα, ἤδη κατὰ τὸ προεγνῶσθαι γεγένηται. Θεῷ δὲ κέχρηται ὁ ἀδικούμενος βοηθῷ. Εἶδον ἐν τοῖς κάτω μέρεσι, κολάσεως μὲν βάραθρον τοὺς δυσσεβεῖς δεχόμενον, εὐσεβέσι δὲ χῶρον ἕτερον ἀνειμένον.
40Ἐλογισάμην δὲ πάντα ὅμοια ὑπάρχειν παρὰ Θεῷ νομίζεσθαι καὶ κρίνεσθαι, ταυτὸν εἶναι δικαίους καὶ ἀδίκους, λογικὰ καὶ ἄλογα. Χρόνον τε γὰρ ἅπασιν ὁμοίως ἐπιμεμετρῆσθαι, καὶ θάνατον ἐπηρτῆσθαι, ταυτόν τε εἶναι παρὰ Θεῷ κτηνῶν τε καὶ ἀνθρώπων
45φῦλα, διαφέρειν δὲ ἀλλήλων, μόνῳ τῷ ἐνάρθρῳ τῆς φωνῆς· συμβαίνειν δὲ αὐτοῖς ἅπαντα παραπλήσια, καὶ τὸν θάνατον χωρεῖν, οὐδὲν μᾶλλον ἐπὶ τὰ λοιπὰ τῶν ζώων, ἤπερ καὶ ἐπ’ ἀνθρώπους. Πνεῦμα γὰρ πᾶσιν ὅμοιον εἶναι, καὶ πλέον ὑπάρχειν ἐν ἀν‐

996

(50)

θρώποις μηδὲν, ἀλλὰ πάντα ἑνὶ λόγῳ εἶναι μάταια, ἀπὸ τῆς αὐτῆς γῆς λαβόντα τὴν σύστασιν, καὶ εἰς
τὴν αὐτὴν γῆν ἕξοντα τὴν ἀνάλυσιν. Ἄδηλον γὰρ εἶναι

997

περί τε τῶν ἀνθρωπίνων ψυχῶν, εἰ ἀναπτήσονται ἄνω, καὶ περὶ τῶν λοιπῶν ἃς τὰ ἄλογα κέκτηνται, εἰ κάτω διαῤῥυήσονται. Καὶ ὅ μοι ἐδόκει μηδὲν ἕτερον ὑπάρχειν ἀγαθὸν, εἰ μὴ τρυφὴ καὶ τῶν παρόντων
5χρῆσις. Οὐ γὰρ εἶναι πάλιν ᾠήθην, ἐπὶ τὴν ἀπό‐ λαυσιν τούτων ἐλθεῖν δυνατόν, ἅπαξ ἀνθρώπῳ θανά‐ του γευσαμένῳ.
12tΚΕΦΑΛ. Δʹ.
13 Ἀπὸ δὲ τούτων ἁπασῶν ἐμαυτὸν ἐπιστρέψας τῶν ἐννοιῶν κατεσκεψάμην καὶ ἀπεστράφην πάντα εἴδη
15συκοφαντιῶν τὰ ἐν ἀνθρώποις πλαζόμενα, ἐξ ὧν τινὲς μὲν ἀδικούμενοι δακρύουσι καὶ θρηνοῦσι, βίᾳ καταβεβλημένοι τῶν ἐπαμυνόντων, ἢ ὅλως πα‐ ραμυθησομένων αὐτοὺς πάσης πανταχόθεν κατεχού‐ σης ἀπορίας· οἱ δὲ χειροδίκαι εἰς ὕψος αἴρονται, ἐξ
20οὗ καὶ πεσοῦνται. Τῶν δὲ ἀδίκων καὶ θρασέων, οἱ μὲν ἀποθανόντες, ἄμεινον παρὰ τοὺς μέχρι νῦν ζῶντας ἔπραξαν. Αἱρετώτερος δὲ τούτων ἀμφοτέρων, ὁ ὅμοιος αὐτοῖς ἐσόμενος, μηδέπω δὲ γεγονὼς, ὅτι οὔπω τῆς κατὰ ἀνθρώπους ἥψατο πονηρίας. Φανερὸν δέ μοι
25ἐγένετο καὶ ὁπόσος ἀνδρὶ φθόνος παρὰ τῶν πέλας ἕπεται, οἶστρος ὑπάρχων πονηροῦ πνεύματος· καὶ ὅτι ὁ ὑποδεξάμενός τε αὐτὸν, καὶ οἱονεὶ προστερνισά‐ μενος, οὐδὲν ἕτερον ἔχει, ἢ τὸ διεσθίειν τὴν ἑαυτοῦ ψυχὴν, καὶ διαπρίειν τε καὶ δαπανᾷν μετὰ τοῦ σώμα‐
30τος ἑαυτοῦ λύπην ἀπαραμύθητον, τὴν τῶν ἄλλων εὐπραγίαν τιθέμενον. Ἕλοιτο δ’ ἄν τις εὖ φρονῶν θατέραν ἐμπλῆσαι τῶν χειρῶν, σὺν ῥᾳστώνῃ καὶ πραότητι, ἤπερ ἀμφοτέρας σὺν μόχθῳ, καὶ δολεροῦ πνεύματος πανουργίᾳ. Ἔστι δέ τι καὶ ἕτερον, ὅπερ
35οἶδα συμβαῖνον παρὰ τὸ προσῆκον, ἀνδρὸς ἕνεκα προαιρέσεως οὐκ ἀγαθῆς. Ὃς μεμονωμένος πάντοθεν, καὶ οὔτε ἀδελφὸν ἔχων, οὔτε υἱὸν, κτήμασι δὲ πολλοῖς εὐθηνούμενος, ἀπληστίᾳ συζῶν, χρηστότητι ἑαυτὸν οὐθ’ ὅλως ὁτιοῦν ἐπιδοῦναι θέλει. Ἡδέως οὖν ἂν αὐ‐
40τὸν ἐροίμην, ὅτου χάριν ὁ τοιοῦτος μοχθεῖ, τὸ μὲν ἀγαθόν τι δρᾶσαι προτροπάδην φεύγων, ποικίλαις δὲ τοῦ χρηματίσασθαί ποθεν ἐπιθυμίαις διασπώμενος. Πολλῷ δὲ τούτου βελτίους οἳ κοινωνίαν ἅμα βίου ἐστεί‐ λαντο, ἐξ ἧς καρποῖντο ἂν τὰ βέλτιστα; Δύο γὰρ ἀν‐
45δρῶν τοῖς αὐτοῖς πράγμασιν ὀρθῶς προσκειμένων, εἰ καὶ θατέρῳ τινὶ προσπέσῃ τι· ἀλλὰ μὴν οὐ μικρὰν ἐπικουρίαν ἔχει, τὸν αὐτῷ συνόντα. Μεγίστη δὲ καὶ συμφορὰ ἀνθρώπῳ δυσπραγοῦντι, καὶ ἡ ἐρημία τοῦ ἀνακτησομένου. Οἱ δ’ αὖ ὁμοδίαιτοι, καὶ τὴν εὐπρα‐

997

(50)

γίαν αὐτοῖς ἐδιπλασίασαν, καὶ πραγμάτων ἀβουλή‐ των χειμῶνα παρεμυθήσαντο· ὥστε καὶ μεθημέραν
τῇ ἐπ’ ἀλλήλοις λαμπρύνεσθαι παῤῥησίᾳ, καὶ νύκτωρ

1000

φαιδρότητι σεμνύνεσθαι. Ὁ δὲ βίον ἀκοινώνητον ἕλκων, φρικώδη τινὰ ἑαυτῷ διεξάγει ζωὴν, οὐκ ᾐσθη‐ μένος, ὡς εἰ καὶ ἐπίθοιτό τις ἀνθρώποις συμπεφρα‐ γμένοις, θρασέως καὶ οὐκ ἀσφαλῶς βουλεύεται,
5καὶ ὄτι οὐδὲ σχοῖνος τριπλῇ ῥᾳδίως ἀποῤῥήγνυσθαι πέφυκεν. Ἐγὼ δὲ προκρίνω νέον πένητα σώφρο‐ να, γέροντος βασιλέως ἄφρονος, ᾧ ἐνθύμιον οὐ γεγέ‐ νηται, ὡς δυνατόν ἐστι, τῶν μὲν ἐκ τοῦ δεσμωτηρίου τινὰ εἰς τὸ βασιλεῦσαι καταστῆναι, αὐτὸν δὲ τῆς ἀδί‐
10κου δυναστείας, δικαίως ὕστερον ἐκπεσεῖν. Συμβαίνει γὰρ τοὺς ὑπὸ τῷ νέῳ μὲν, ἔμφρονι δὲ τασσομένους, ἀλύπους εἶναι τοὺς ὅσοι προγενέστεροι. Οἱ γὰρ μετέπειτα γενόμενοι, διὰ τὸ ἑτέρου ἀπειράτως ἔχειν, οὐδὲ τοῦτον ἐπαινεῖν δύνανται, ἀγόμενοί τε γνώμῃ
15ἀλογίστῳ, καὶ ὁρμῇ πνεύματος ἐναντίου. Ἐκκλησιά‐ ζων δὲ πρὸ ὀφθαλμῶν ἔχε τόν τ’ ἑαυτοῦ βίον ὀρθῶς διαπορεύεσθαι, καὶ ὑπὲρ τῶν ἀφρόνων εὔχεσθαι, ὅπως ἐπίσταιντο σύνεσιν λαβόντες, ἐκκλίνειν τὴν πρᾶξιν τῶν πονηρῶν.
25tΚΕΦΑΛ Εʹ.
26 Γλώσσης δὲ φείδεσθαι καλὸν, καὶ εὐσταθούσῃ χρῆ‐ σθαι καρδίᾳ ἐν τῇ περὶ λόγους σπουδῇ. Οὐ γὰρ χρὴ ἀλογίστως αὐτῶν ἔχοντα, κἂν ἄτοπα, ἢ τὰ ἐπὶ νοῦν ἐλθόντα, ταῦτα προΐεσθαι διὰ τῆς φωνῆς· ἀλλ’ ἐνθυ‐
30μουμένους, ὅτι εἰ καὶ πολὺ ἀφεστήκαμεν οὐρανοῦ, γινώσκειν χρὴ, ὅτι ἐπ’ ἐπηκόῳ φθεγγόμεθα Θεοῦ, καὶ ἔστι λυσιτελὲς λαλεῖν ἀπεριπτώτως. Ὥσπερ δὲ φρον‐ τίσι ψυχῆς ποικίλαις παρέπεται ὀνειράτων παντοδαπῇ φαντασίᾳ· οὕτω καὶ ἀφροσύνῃ φλυαρία συνέζευ‐
35κται. Ἐπαγγελία δὲ δι’ εὐχῆς γινομένη, τέλος λαμ‐ βανέτω δι’ ἔργου. Ἀφρόνων δὲ ἴδιον, τὸ ἀποβλήτους εἶναι· σὺ δὲ ἀληθὴς ἔσο, γινώσκων ὡς πολλῷ ἄμει‐ νον μὴ εὔξασθαί σε, μηδὲ ὑποσχέσθαι τὶ δρᾶσαι, ἢ
εὐξάμενον, εἶτα παραλιπεῖν. Δεῖ δὲ παντοίως φεύγειν

1001

τὴν τῶνδε καλῶν ῥημάτων ἐπιῤῥοὴν, ὡς ἀκουσομένου θεοῦ. Τῷ γὰρ ταῦτα ἐνθυμουμένῳ πλέον οὐδέν ἐστιν, ἢ τὸ αἰσθάνεσθαι τῶν ἑαυτοῦ ἔργων ὑπὸ θεοῦ διαφθειρο‐ μένων. Ὥσπερ γὰρ τὰ πολλὰ ἐνύπνια μάταια, οὕτω καὶ
5τὰ πολλὰ ῥήματα. Φόβος δὲ Θεοῦ, ἀνθρώπων σωτήριος, σπάνιος δέ. Ὅθεν [οὐ] χρὴ θαυμάζειν ἀφορῶντα πρός τε πένητας συκοφαντουμένους, καὶ πρὸς δικαστὰς παρα‐ λογιζομένους. Χρὴ δὲ ἐκτρέπεσθαι τὸ τῶν δυνατωτέρων μείζονας εἶναι δοκεῖν. Κἂν γὰρ ἐκγένηται τοῦτο, ἀλλ’
10οὖν τῶν ἐσομένων σοι φοβερῶν, οὐ ῥύσεταί σε ἡ καθ’ αὑτὴν πονηρία. Ὥσπερ δὲ κτῆμα τὸ ἐξ ἁρπαγῆς βλα‐ βερώτατον καὶ ἀνοσιώτατον, οὕτω καὶ ἀνδρὶ ἐπιθυμητῇ χρημάτων οὐκ ἐκγίνεται χόρος, οὔθ’ ἡ παρὰ τῶν πέλας εὔνοια· κἂν ὁτιοῦν μάλιστα πάμπολυ ἀργύριον
15ἐπικτήσωνται. Τοῦτο μὲν γὰρ μάταιον. Ἀγαθότης δὲ τοὺς συνόντας αὐτῇ ὑπερευφραίνουσα, ἀνδρείους ἀπεργάζεται τοῦ καθορᾷν ἕκαστα τῶν πραγμάτων παρέχουσα τὴν δύναμιν. Μέγα δὲ καὶ τὸ μὴ προστετη‐ κέναι τοιαύταις φροντίσιν· ὁ μέν γε πένης, κἂν δοῦ‐
20λος ᾖ, καὶ μὴ ὑπερεμπλήσας τὴν ἑαυτοῦ γαστέρα, προσηνοῦς μεταλαμβάνει τῆς διὰ τοῦ ὕπνου ἀνέσεως· πλούτου δὲ ἐπιθυμία σύνεστι ἀγρυπνίαις καὶ καμά‐ τοις ψυχῆς. Τί δ’ ἂν γένοιτο τούτου ἀτοπώτερον, ἢ τὸ μετὰ πολλῆς σπουδῆς καὶ ἐπιμελείας ἀποθησαυρί‐
25ζοντα τὸν πλοῦτον συντηρεῖν, μυρίων ἑαυτῷ φυλάσ‐ σοντα κακῶν ἀφορμήν; Καὶ τὸν πλοῦτον ἐκεῖνον ἀνάγκη ἀπολέσθαι ποτὲ καὶ διαφθαρῆναι, εἴτε γένοιτο τῷ κτησαμένῳ τέκνα, εἴτε καὶ μή· αὐτόν τε εἰ καὶ μὴ βούλοιτο προσήκει τοιοῦτον εἰς τὴν γὴν πεσεῖν καὶ
30ἀπελθεῖν, οἷος καὶ ὁπότε εἰς τὸ εἶναι παρὼν ἐτύγχανε. Κεναῖς δὲ χερσὶν ἀπιέναι μέλλων, αὔξει τὴν ἑαυτοῦ κακίαν, ὥσπερ οὐκ ἐνθυμούμενος, ὅτι ἐπίκειται αὐτῷ τέλος τοῦ βίου τῇ γενέσει ὅμοιον, καὶ ὅτι ἀνόνητα μοχθεῖ, εἰς δέ τινα μᾶλλον ἀνέμου ὁρμὴν, ἤπερ τῇ
35ἑαυτοῦ σπουδῇ χαριζόμενος, καταναλώσας τὸν ἑαυτοῦ βίον σύμπαντα, ἔν τε ἐπιθυμίαις ἀνοσιωτάταις, καὶ ἐν ὁρμαῖς ἀλόγοις, ἔτι δὲ λύπαις καὶ ἀῤῥωστίαις. Καὶ συνελόντι φάναι, σκότος μέν εἰσι τῷ τοιούτῳ αἱ ἡμέ‐ ραι· πένθος δὲ ἡ ζωή. Ἀγαθόν γε μὴν ἐκεῖνο καὶ οὐκ
40ἀπόβλητον· Θεοῦ γάρ ἐστι δῶρον, τὸ δυνηθῆναι ἀπο‐ λαῦσαι ἄνθρωπον τῶν ἑαυτοῦ καματῶν ἐν εὐφροσύνῃ, θεόσδοτα, καὶ οὐχ ἁρπακτικὰ δεξάμενον κτήμα‐ τα. Οὔτε γὰρ λύπαις οὖτός γε νοσεῖ, οὔτε ὡς ἐπὶ πολὺ ἐνθυμήσεσι πονηραῖς δουλεύει· συμμετρεῖται δὲ τὸν
45ἑαυτοῦ βίον εὐποιίαις τοῖς πᾶσιν εὐθυμούμενος, καὶ ἀγαλλιώμενος τῇ τοῦ Θεοῦ δωρεᾷ.
52tΚΕΦΑΛ. ϛ
53Παρέξομαι δὲ τῷ λόγῳ, τὴν μάλιστα ἐπιπολά‐
ζουσαν ἀνθρώποις κακοπραγίαν. Ὅταν Θεὸς μὲν τὰ

1004

καταθύμια αὐτῶν ἅπαντα ἐπιχορηγήσας. μηδένος οὐτινοσοῦν τῶν εεἰς ἐπιθυμίαν ἐλθόντων αὐτὸν ἀφέ ληται, μὴ περιουσίας, μὴ πολυδοξίας, μὴ τῶν λοι‐ πῶν περὶ ὅσα ἄνθρωποι ἐπτόηνται· ὁ δὲ τοῖς πᾶσιν
5εὐθηνούμενος, ὥσπερ τούτῳ μόνῳ θεηλάτῳ κακῷ συνεχόμενος, τῷ μὴ ἀπολαύειν, ἑταίρῳ τῷ αὐτοῦ ταμιεύσεται, πεσὼν ἄκαρπος καὶ ἑαυτῷ, καὶ τοῖς πλησίον. Τοῦτο μέγα τεκμήριον καὶ ἔλεγχον περιφανῆ ὑπερβαλλούσης ἐγὼ τίθεμαι πονηρίας·
10ἄνδρα τε ἐκεῖνον, ὃς πλείστων πατὴρ ὀνομασθεὶς τέκνων ἀσινῶς, βιοὺς δὲ χρόνον μακρὸν, οὐκ ἐπλήσθη χρηστότητος τὴν ψυχὴν ἐπὶ τοσοῦτον, θάνατον πεῖραν οὐ λαβών· τοῦτον ἔγωγε, οὔτε τῆς πολυπαι‐ δίας, οὔτε τῆς πολυημερίας ζηλώσαιμ’ ἄν· καὶ προ‐
15κρίνω δὲ αὐτοῦ ἄωρον γαστρὸς μητρῴας ἐκπεσὸν ἔμβρυον. Ἐκεῖνο γὰρ ὥσπερ ἦλθε ματαίως, οὕτως ἄπεισι καὶ λαθραίως ἐν ἀμνηστίᾳ, οὐχ ἁψάμενον κα‐ κῶν, οὐδὲ προσβλέψαν ἡλίῳ. Τοῦτο κουφότερον, ἤπερ τῷ πονηρῷ, κἂν χιλίοις ἔτεσι τὴν ἑαυτοῦ ζωὴν ἀνα‐
20μετρησαμένῳ ἀγαθότητα μὴ ἐπιγνῷ. Τέλος δὲ ἀμφοῖν θάνατος. Ἐλεγχομένου ἄφρονος, μάλιστα τῷ πλησμονὴν μηδεμιᾶς λαμβάνειν ἐπιθυμίας. Ὁ δὲ σώφρων, τούτοις οὐκ ἐνίσχεται τοῖς πάθεσιν. Ὡς δ’ ἐπὶ τὸ πλεῖστον εὐθύτης ζωῆς ἄνθρωπον τῇ πε‐
25νίᾳ ὁδηγεῖ. Ἐξίστησι δὲ πολλοὺς ὀφθαλμῶν λίχνων θεάματα, τὴν ψυχὴν ἐρεθίζοντα, ἐπ’ ἀνόνητον σπου‐ δὴν ἕλκοντα, διὰ τῆς τοῦ ὀφθῆναι κενῆς ἐπιθυμίας. Τὰ μέν τοι νῦν γεγεννημένα ἤδη ἔγνωσται· καὶ σα‐ φὲς τυγχάνει, ὡς τοῖς ὑπὲρ αὐτὸν ἄνθρωπος ἀντι‐
30τάσσεσθαι οὐχ οἷός τε. Φλυαρίαι γε μὴν κατὰ ἀνθρώ‐ πους στρέφονται, τὴν τῶν χρωμένων ἄνοιαν ἐπαυξά‐ νουσαι.
37tΚΕΦΑΛ. Ζʹ.
38 Μηδαμῶς γὰρ πλέοντι ὠφελουμένου τοῦ γινώσκον‐ τος τὰ αὐτῷ συμβησόμενα παρὰ τὸν βίον καταθύμια·
40θῶμεν γὰρ τοῦτο· ὅμως δὲ καὶ τῶν ἀνθρώπων περιεργίᾳ ἐπιτεχνᾶται, ὡς καὶ τὰ μετὰ θάνατόν τινος ἑκάστου ἐσόμενα, πολυπραγμονεῖν τε καὶ δοκεῖν εἰδέναι. Μνήμη δὲ ἀγαθὴ ψυχῇ προσηνεστέρα, ἤπερ σώματι ἔλαιον· καὶ βίου ἔξοδος, ἀμείνων γενέσεως·
45καὶ αἱρετώτερον πενθεῖν, ἢ κωμάζειν, καὶ τὸ παρ‐ εῖναι τοῖς λυπουμένοις, ἢ τοῖς μεθυσκομένοις. Ἔστι γὰρ οὕτω, λαβόντα τινὰ τοῦ βίου τέλος μὴ εὐλαβη‐ θῆναι περὶ τῶν ἀμφ’ αὐτόν. Γέλωτος δὲ θυμὸς ἔμ‐ φρων προτιμότερος· αὐστηρᾷ γὰρ διαθέσει προσώ‐

1004

(50)

που, κατορθοῦται ψυχή. Αἱ μὲν τοίνυν τῶν σοφῶν ψυχαὶ, σκυθρωπάζουσι καὶ συστέλλονται, αἱ δὲ τῶν ἀφρόνων ἐπαιρόμεναι διαχέονται. Πολὺ δέ ἐστιν
εὐκταιότερον ἐπίπληξιν σοφοῦ ἑνὸς δέξασθαι, ἢ ὅλου

1005

χοροῦ ἀνθρώπων φαύλων καὶ δυστήνων ᾀδόντων γε‐ νέσθαι ἀκροατήν. Τῶν γὰρ ἀφρόνων ἀνθρώπων ὁ γέλως, ἀκανθῶν πολλῶν λάβρῳ πυρὶ καιομένων ἤχῳ προσέοικεν. Ἄθλιον δὲ καὶ τοῦτο, κακόν γε μὴν μέ‐
5γιστον ἡ συκοφαντία· αὕτη γὰρ σοφῶν ἐπιβουλεύει ψυχαῖς, καὶ ἐπιχειρεῖ διαφθείρειν τὴν γενναίαν ἔν‐ στασιν τῶν ἀγαθῶν. Λόγων δὲ οὐκ ἀρχόμενον, ἀλλὰ παυόμενον ἐπαινεῖν προσήκει, καὶ τὸ μέτριον ἦθος ἀποδέχεσθαι, καὶ μὴ τὸ μετεωριζόμενον καὶ
10τετυφωμένον. Πάνυ δὲ χρὴ θυμοῦ φείδεσθαι, καὶ μὴ εἰς ὀργὴν προχείρως καταφέρεσθαι, ᾗτινι ἄφρονες δουλεύουσιν. Ἁμαρτάνουσι δὲ οἱ λέγοντες τοῖς προ‐ τέροις ἀμείνονα δεδόσθαι βίον, καὶ οὐ συνιᾶσιν, ὅτι πάμπολυ διαφέρει σοφία τῆς τῶν χρημάτων περιου‐
15σίας· καὶ τοσοῦτόν ἐστι φανερωτέρα, ὅσον ἄρ‐ γυρος λαμπρότερος φαίνεται τῆς ἑαυτοῦ σκιᾶς. Ζωὴ γὰρ ἀνθρώπου, οὐκ ἐξ ἐπικήρου πλούτου κτήσεως, ἀλλ’ ἐκ σοφίας περιγίνεται. Τίς δὲ καὶ δυνήσεται, εἰπέ μοι, τὴν τοσαύτην καὶ οὕτω χρηστὴν τοῦ Θεοῦ
20πρόνοιαν ἐξειπεῖν; ἢ τίς ἀνακαλέσασθαι τὰ δο‐ κοῦντα παρημελῆσθαι ὑπὸ Θεοῦ δικαίως; Πράττων δὲ οὐκ ὀρθῶς πρότερον ἔγωγε κατενόησα τὰ σύμπαν‐ τα, καὶ δίκαιον ἐμμένοντα τῇ δικαιοσύνῃ, καὶ μέχρι θανάτου μὴ ἐξιστάμενον, ἀλλὰ καὶ δι’ αὐτὴν ἐπιβου‐
25λευόμενον, καὶ ἀσεβῆ συναποθνήσκοντα τῇ ἑαυτοῦ κακία. Χρὴ δὲ δίκαιον ὄντα μὴ πάνυ τοιοῦτον εἶναι δοκεῖν, μηδὲ ἄγαν σοφὸν καὶ ὑπερμέτρως· ὅπως μή τι πταίσας, πολλαπλασίονα ἁμαρτήσῃ. Καὶ μὴ ἔσο τολμηρὸς καὶ προπετὴς, μή σε θάνατος ἁρπάσῃ
30ἄκαιρος. Μέγιστον δὲ ἀγαθὸν ἀντιλαμβάνεσθαι Θεοῦ, καὶ ἐν τούτῳ ὄντα μηδὲν ἁμαρτάνειν. Τῶν γὰρ ἀμιάντων χειρὶ ἀνάγνῳ ψαύειν, μυσαρόν. Ὁ δὲ μετὰ φόβου Θεοῦ ὑπείκων ἅπαντα διαφεύγει τἀναντία. Σοφία δὲ βοηθείας, στίφους ἀνδρῶν τῶν δυνατωτά‐
35των ἐν πόλει μείζονα δύναται, ἢ καὶ συγγινώσκει δικαίως πολλάκις τῶν δεόντων ἀποτυγχάνουσιν. Ἄπταιστος γάρ ἐστιν οὐδὲ εἷς. Ἀσεβῶν δὲ λόγοις, οὐδ’ ὁπωσοῦν τι χρὴ προσιέναι, ὅπως μὴ τῶν κατὰ σοῦ λόγων αὐτήκοος γενόμενος, ὥσπερ δούλου πονη‐
40ροῦ φλυαρίας· ἔπειτα δηχθεὶς τὴν καρδίαν, ὕστερον ἐν πολλαῖς πράξεσιν εἰς τὸ ἀντικαταράσασθαι καὶ σὺ ἐκτραπῇς. Ἔγνων δὲ ταῦτα ἐγὼ ἅπαντα, σοφίαν ἐκ Θεοῦ λαβὼν, ἣν ὕστερον ἀποβαλὼν, οὐκέτι οἷός τε ἤμην ὅμοιος εἶναι. Ἔφυγε γὰρ ἀπ’ ἐμοῦ σοφία εἰς
45μῆκος ἄπειρον, καὶ εἰς βάθος ἀμέτρητον, ὡς μὴ εἶναι αὐτῆς λαβέσθαι μηκέτι. Ὥστε ὕστερον καὶ τοῦ ἐπιζητεῖν αὐτὴν, τέλειον ἀπεσχόμην· καὶ οὔτε ἐνεθυμούμην ἔτι τοῦ κατανοεῖν τὰς τῶν ἀσεβῶν ἀφροσύνας καὶ βουλὰς ματαίας, καὶ ἀλύοντα βίον.

1005

(50)

Οὕτω δὲ διακείμενος, εἰς αὐτὰ διηνέχθην, καὶ ἐπιθυμίᾳ συσχεθεὶς θανατηφόρῳ, ἔγνων τὴν γυναῖκα,
γῆν τινα, ἢ εἴ τι ἕτερον τοιοῦτον ὑπάρχουσαν.

1008

Καρδία μὲν γὰρ αὐτῆς σαγηνεύει τοὺς παριόντας, χειρὶ δὲ χεῖρα συνάψασα μόνον, κατέχει ἢ εἰ δεσμοῖς περιβάλλουσα εἷλκε. Μόνος δ’ ἂν ἀπ’ αὐτῆς ῥυσθείης, τὸν Θεὸν ἵλεω καὶ ἐπόπτην ἐσχηκώς· ὡς
5ὅ γε ἁμαρτίᾳ δεδουλωμένος οὐκ ἂν ἐκφύγοι. Ζητήσας δ’ ἐγὼ διὰ πασῶν γυναικῶν σωφροσύνην αὐτῶν, εὗ‐ ρον ἐν οὐδεμιᾷ. Καὶ ἄνδρα μέν τις ἐν χιλίοις γνοίη ἂν σώφρονα, γυναῖκα δὲ οὔ. Κατενόησα δὲ ἐκεῖνο μάλιστα, ὅτι ἄνθρωποι ὑπὸ Θεοῦ ἁπλοῖ ταῖς ψυχαῖς
10γενόμενοι, ἑαυτοῖς ἐπισπῶνται λογισμοὺς ποικί‐ λους καὶ ζητήσεις ἀπεράντους, καὶ σοφίαν ζητεῖν προσποιούμενοι, περὶ ῥημάτια κατατρίβονται.
21tΚΕΦΑΛ. Ηʹ.
22 Σοφία δὲ ἐν ἀνθρώπῳ ἐξεταζομένη, καὶ διὰ προσ‐ ώπου φαίνεται φωτίζουσα τὸν κεκτημένον· ὤσπερ οὖν ἀναίδεια, μίσους εὐθὺς ὀφθέντα ἄξιον ἐκεῖνον
25ἐλέγχει, ᾧπερ ἐνῴκησε. Πάνυ δὲ χρὴ ἐπιμελῶς τοῖς τοῦ βασιλέως προσέχειν λόγοις, ὅρκον δὲ ἐκ παντὸς τρόπου φεύγειν, μάλιστα τὸν εἰς Θεοῦ ὄνομα γινό‐ μενον. Ἐφίστασθαι δὲ ὅμως προσήκει λόγῳ πονηρῷ· ἀλλὰ φυλάσσεσθαι ἅπασαν τὴν εἰς τὸν Δεσπότην
30βλασφημίαν. Οὐ γὰρ δὴ ἐπάγοντός τι μέμφεσθαι ὑπάρξει, οὐδὲ ἀντιλέγειν τοῖς τοῦ μόνου δυνάστου καὶ βασιλέως δόγμασι. Βέλτιον δὲ, καὶ λυσιτελέστε‐ ρον ἐμμένοντα ταῖς ἱεραῖς ἐντολαῖς, λόγων τῶν πο‐ νηρῶν ἐκτὸς καθεστάναι. Σοφὸς γὰρ ἀνὴρ ἐπίσταται
35καὶ προγινώσκει τὴν εἰς καιρὸν κρίσιν, ὅτι δικαία ἔσται. Πάντα γὰρ τὰ ἐν τῷ βίῳ τῶν ἀνθρώπων πράγματα περιμένει τὴν ἄνωθεν κόλασιν· πλὴν ὅ γε πονηρὸς, οὐ λίαν γινώσκειν ἔοικεν, ὅτι πολλῆς ἐπ’ αὐτῷ οὔσης προνοίας, οὐδὲν ὁτιοῦν εἰς τὸ μετέ‐
40πειτα λήσεται. Οὐ γὰρ οἶδε τὰ ἐπιόντα· οὐδὲν γὰρ αὐτῶν κατ’ ἀξίαν τις ἀναγγεῖλαι δυνήσεται· ὅτι οὐχ οὕτως τις ἰσχυρὸς ὑπάρξει, ὡς τὸν ἀφαιρούμενον τὴν ψυχὴν αὐτοῦ ἄγγελον κωλῦσαι δύνασθαι, οὐδέ τις ὅλως μέθοδος εὑρεθείη ἂν τοῦ παραγράφασθαί πως
45τὸν καιρὸν τῆς τελευτῆς· ἀλλ’ ὥσπερ ἐν πολέμῳ μέσῳ ληφθέντα, ἄφυκτα πανταχόθεν ἔστιν ὁρᾷν, ἀσέβεια δὲ πᾶσα ἀνθρώπου συνεξόλλυται. Καὶ ἐκπέπληγμαι δὲ, ὁπότ’ ἂν ἀπίδω οἷα καὶ ὅσα εἰς βλάβην τῶν πέ‐ λας ἄνθρωποι ἐπιτετηδεύκασιν. Ἐπίσταμαι δὲ προ‐

1008

(50)

αναρπαζομένους ἐνθένδε τοὺς ἀσεβεῖς καὶ γινομένους

1009

ἐκ ποδῶν, ἄνθ’ ὧν ἑαυτοὺς ματαιότητι δεδώκεσαν. Ἐπειδὴ γὰρ οὐκ ἐφ’ ἁπάντων μετέρχεται ἡ τοῦ Θεοῦ πρόνοια ὀξέως διὰ τὴν πολλὴν ἀνεξικακίαν, οὐδὲ παραυτίκα τιμωρεῖται ἐπὶ ταῖς πλημμελείαις, τούτου
5χάριν οἴεται δεῖν ὁ πονηρὸς ἀνὴρ ἁμαρτάνειν ἐπὶ πλεῖον, ὡς ἀθῶος ἀπαλλάξων· οὐ συνιεὶς, ὅτι καὶ μετὰ πάμπολυν χρόνον ἀδικήσας οὐ λήσεται· ἀγαθόν γε μὴν μέγιστον, εὐλαβεῖσθαι Θεόν· οὗπερ ἀσεβὴς ἐκπεσὼν, οὐ πολὺν χρόνον τῇ ἑαυτοῦ μωρίᾳ κατα‐
10χρήσεται. Χειρίστη δὲ καὶ ἐψευσμένη δόξα ἀνθρώπους ἐπινέμεται πολλάκις, περί τε δικαίων καὶ ἀδίκων. Ὑπολαμβάνουσι γὰρ περὶ ἑκατέρων τἀναντία· καὶ δίκαιός γε τὶς ὢν, οὐ τοιοῦτος ἔδοξε· καὶ πάλιν ἀσε‐ βὴς, ἔμφρων ἐνομίσθη. Ταύτην ἔγωγε τὴν πλάνην
15χαλεπὴν ἐν τοῖς μάλιστα τίθεμαι. Ἔδοξα δέ ποτε τὸ μέγιστον τῶν ἀγαθῶν βρῶσιν εἶναι καὶ πόσιν· κἀ‐ κεῖνον θεοφιλέστατον, ὃς ἂν τούτων ἀπολαύῃ παρὰ τὸν βίον, ὡς οἷόν τε μάλιστα· καὶ παραμυθίαν τῆς ζωῆς, τὴν τοιαύτην εὐθυμίαν μόνην ἡγησάμην·
20καὶ τοίνυν προσεῖχον οὐδενὶ ἑτέρῳ, ἢ τῇ οἰήσει ταύτῃ, ὡς μήτε νύκτωρ μήτε μεθημέραν ἁπάντων, ὅσα πρὸς τρυφὴν ἀνθρώποις εὕρηται, ἐμαυτὸν ἀπάγειν. Ἔγνων τε τοσοῦτον, ὅτι ἐν ἐκείνοις τὶς ἐμφύρων, οὐδαμῶς δυνήσεται, οὐδὲ πολλὰ μοχθήσας, εὑρεῖν τὸ ὄντως
25ἀγαθόν.
30tΚΕΦΑΛ. Θʹ.
31 Ὤιμην γὰρ ἅπαντας τότε τῶν αὐτῶν ἀνθρώπους ἠξιῶσθαι· καὶ εἴ τέ τις σοφὸς, δικαιοσύνης μὲν ἐπεμελήθη, ἀδικίαν δὲ ἐξετράπη, καὶ ἔχθραν ἔφυγε πρὸς ἅπαντας δεξιὸς ὢν, ὅπερ ἐστὶν ἀρεστὸν Θεῷ,
35οὗτος ματαιοπονεῖν ἐφαίνετο. Τέλος δὲ ἓν ἐδόκει δι‐ καίου τε καὶ ἀσεβοῦς, ἀγαθοῦ τε καὶ κακοῦ, καθαροῦ τε καὶ ἀκαθάρτου, καὶ Θεὸν ἱλασκομένου καὶ μή. Ὅτε γὰρ ἄδικος καὶ ὁ ἀγαθὸς, ὅτε ἐπίορκος, καὶ ὁ τέλεον ὅρκον ἐκτρεπόμενος, εἰς ταὐτὸ τέλος ἐλαύνειν
40ἠλπίζετο, κατάγνωσίς τέ τις ὕπεισι τοῦ εἰς ὅμοια τελευτᾷν ἅπαντας. Γινώσκω δὲ νῦν ὡς ἀφρόνων ταῦτα ἐνθυμήματα, καὶ πλάναι καὶ ἐξαπάται. Καὶ πολλὰ λέγουσιν, ὡς ὁ ἀποθανὼν οἴχεται τέλεον· καὶ προτι‐ μητέον τὸν ζῶντα τοῦ τεθνηκότος, κᾶν ἐν σκότῳ
45κείμενος ᾖ, κἂν κυνὸς τρόπον, τὸν βίον διαπορεύηται, παρὰ τὸν λέοντα τὸν τεθνηκότα. Οἱ μὲν γὰρ ζῶντες τοῦτο γοῦν ἐπίστανται, ὅτι τεθνήξονται· οἱ δὲ νεκροὶ οὐδ’ ὁτιοῦν γινώσκουσιν. Ἀμοιβαὶ δὲ οὐδενὸς πρό‐ κεινται μετὰ τὸ ἀποπληρῶσαι τὸ χρεών. Ἥ τε ἔχθρα

1009

(50)

καὶ ἡ φιλία ἡ πρὸς τοὺς τεθνηκότας, τέλος ἔχει. Ἐκείνων γὰρ, εἴτε ζῆλος, ἐξέλιπεν· εἴτε βίος, ἠφά‐ νισται. Μέτεστι δὲ οὐδενὸς τῷ ἅπαξ ἐντεῦθεν ἀπελ‐ θόντι. Ταῦτα ἡ πλάνη ἐπᾴδουσα ἔτι, καὶ τοιαῦτα συμβουλεύει· Τί πράττεις, ὦ οὗτος, καὶ οὐ τρυφᾷς,
55οὐδὲ ἐμφορῇ μὲν ἐδεσμάτων παντοίων, οἴνου δὲ ὑπερ‐ εμπίπλασαι; Οὐκ αἰσθάνῃ, ὡς ἐκ Θεοῦ ταυτὶ δέδοται
πρὸς ἀπόλαυσιν ἀνεπικώλυτον; Περιβαλοῦ ἐσθῆτα

1012

νεόπλυτον, καὶ μύρῳ τὴν κεφαλὴν χρισάμενος, ὅρα τὴν γυναῖκα ταύτην, κἀκείνην δὲ ματαίως τὸν μά‐ ταιον πάρελθε βίον; Ἕτερον γὰρ οὐδὲν ὑπολεί‐ πεταί σοι παρὰ ταῦτα, οὐκ ἐνθάδε, οὐδὲ μετὰ θάνατον.
5Ἀλλὰ πράττε τὰ προστυχόντα. Οὔτε γὰρ λογισμὸν σέ τις τούτων εἰσπράξεται· οὔθ’ ὅλως γινώσκεται ἐκτὸς ἀνθρώπων τὰ ὑπ’ ἀνθρώπων γινόμενα. Ἅιδης δὲ, ὅ τί ποτε καὶ ἔστιν, εἰς ὃν ἀπιέναι λεγόμεθα, σοφίας καὶ αἰσθήσεως ἀμοιρεῖ. Ταῦτα μὲν οἱ μά‐
10ταιοι. Ἐγὼ δὲ εὖ οἶδα, ὡς οὔτε οἱ κουφότατοι δο‐ κοῦντες τὸν μέγαν δρόμον ἐκεῖνον ἀνύσουσιν, οὔτε οἱ δυνατοὶ καὶ φοβεροὶ παρὰ ἀνθρώποις δεδοξασμέ‐ νοι, τὸν φοβερὸν πόλεμον νικήσουσιν. Ἀλλ’ οὐδὲ ἐν ἐδωδῆς πλήθει φρόνησις δοκιμάζεται, οὐδὲ σύνεσις
15πλούτῳ κοινωνεῖν εἴωθεν. Οὐδὲ συγχαίρω τοῖς οἰο‐ μένοις ἅπαντας τῶν ὁμοίων τεύξεσθαι. Πάνυ δὲ ὑπνώττειν ἐοίκασιν οἱ τὰ τοιαῦτα ἐνθυμούμενοι, καὶ μὴ λογιζόμενοι, ὡς δίκην ἰχθύων καὶ ὀρνέων ἀνάρ‐ παστοι γινόμενοι, ἐν κακοῖς κατατριβήσονται, ἄφνω
20τῆς ἀξίας λαχόντες ἐπιτιμίας. Ἐγὼ δὲ σοφίαν οὕτω τι μέγα ἡγοῦμαι, ὡς καὶ πόλιν μικρὰν ὑπ’ ὀλίγων μὲν οἰκουμένην, ὑπὸ δὲ μεγάλου πολιορκουμένην βα‐ σιλέως χειρὶ, πολλὴν καὶ μεγάλην ἡγοῦμαι, εἰ καὶ ἕνα σοφὸν ἄνδρα πολίτην ἔχοι πένητα. Δύναιτο γὰρ
25ἂν οὗτος καὶ ἐκ τῶν πολεμίων, καὶ ἐκ τῶν χαρακω‐ μάτων τὴν ἑαυτοῦ διασῶσαι πόλιν. Καὶ ἄλλοι μὲν τὸν σοφὸν ἐκεῖνον οὐ γινώσκουσι πένητα· ἐγὼ δὲ καὶ πάνυ προκρίνω τὴν ἐν σοφίᾳ ἰσχὺν ταύτης τῆς δη‐ μώδους δυνάμεως. Ἀλλ’ ἐνθάδε μὲν ἀτιμάζεται
30σοφία πενίᾳ συνοικοῦσα· ἀκουσθήσεται δὲ μετέ‐ πειτα ὑπερφωνοῦσα δυνάστας καὶ τυράννους κακῶν ὀρεγομένους. Σοφία γὰρ καὶ σιδήρου δυνατωτέρα· Ἀφροσύνη τε ἑνὸς πολλοῖς κίνδυνον ἐργάζεται, κἂν πολλοῖς καταφρόνητος ᾖ.
42tΚΕΦΑΛ. Ιʹ
43 Καὶ γὰρ μυῖαι ἐμπεσοῦσαι μύρῳ, καὶ ἐναποπνι‐ γεῖσαι, ἀσχήμονα τοῦ ἡδέος ἐκείνου χρίσματος, τήν
45τε ὄψιν, καὶ τὴν χρίσιν ἐργάζονται· σοφίας δὲ καὶ ἀφροσύνης οὐδὲν ἐν ταυτῷ μεμνῆσθαι προσῆκον. Ὁ μέν γε σοφὸς ἑαυτὸν ἐπὶ δεξιὰ τῶν πραγμάτων
ὁδηγεῖ· ἄφρων δὲ εἰς ἀριστερὰ ἀπονένευκεν, οὐδ’

1013

ἔστιν ὅτε καλῶν ὁδηγῷ πραγμάτων ἀφροσύνῃ χρήσε‐ ται. Μάταια δὲ αὐτοῦ καὶ τὰ ἐνθυμήματα, ἀφροσύ‐ νης ἀναπεπλησμένα. Εἰ δὲ καὶ πνεῦμά σοί ποτε, ὦ φίλος, πολέμιον προσπέσοι, ἔνστηθι ἐῤῥωμένως, γι‐
5νώσκων ὡς καὶ πολλῶν ἁμαρτημάτων πλῆθος Θεὸς ἱλάσασθαι δύναται. Τυράννου δὲ ἔργα ταῦτα, καὶ πα‐ τρὸς πάσης πονηρίας· τὸν μὲν ἄφρονα εἰς ὕψος αἴρε‐ σθαι, τὸν πλούσιον δὲ φρονήσει ταπεινοῦσθαι· καὶ δούλους μὲν ἁμαρτιῶν ἐπὶ ἵππον φερομένους, ἄνδρας
10δὲ ἱεροὺς βαδίζοντας ἀτίμως ὁρᾶσθαι, τῶν πονηρῶν γαυρουμένων. Εἰ δέ τις ἑτέρῳ ἐπιβουλεύει, λέληθεν αὑτὸν ὡς ἑαυτῷ πρώτῳ καὶ μόνῳ ἔνεδρον ἐργάζεται. Ὁ δὲ καθαιρῶν ἄλλου ἀσφάλειαν, περιπεσεῖται ὄφεως δήγματι. Ἀλλὰ μὴ [ἴς. μὴν] ὁ λίθους ἐξαιρούμενος,
15ὑποίσει πόνον οὐ μικρόν· ἀλλὰ καὶ σχίζων ξύλα, ἐν αὐτῷ τῷ οἰκείῳ ὅπλῳ τὸν κίνδυνον οἴσει. Ἐὰν δὲ συμβῇ τοῦ στελεοῦ τὸν πέλεκυν ἐκπηδῆσαι, θορυβηθήσεται ὁ ταῦτα ἐργαζόμενος, οὐκ ἐπ’ ἀγαθῷ συγκομίζων, καὶ ἐπαύξων αὐτὸς τὴν ἑαυτοῦ ἄδικον καὶ ὠκύμορον δύ‐
20ναμιν. Ὄφεως δὲ δῆγμα λαθραῖον· οὐδὲν παραμυθή‐ σονται οἱ ἐπᾴδοντες· μάταιοι γάρ εἰσιν. Ἀλλ’ ὁ μὲν ἀγαθὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται αὑτῷ τε καὶ τοῖς πλη‐ σίον· ὁ δὲ ἄφρων εἰς ὄλεθρον ἐμπεσεῖται διὰ τῆς αὐτοῦ φλυαρίας. Καὶ ἄπαξ ἀνοίξας τὸ στόμα, ἄρχε‐
25ται ἀφρόνως, καὶ παύεται ταχέως, διὰ παντὸς ἐνδει‐ κνύμενος τὴν ἑαυτοῦ ἄνοιαν. Ἀνθρώπῳ δὲ ἀδύνατόν τι γνῶναι, καὶ παρὰ ἀνθρώπου μαθεῖν τὰ ἀπ’ ἀρχῆς, ἢ τὰ ἐπιόντα. Τίς γὰρ ἔσται ὁ μηνύσων; Ἄνθρωπος δὲ ὃς οὐκ οἶδεν εἰς τὴν ἀγαθὴν πορευθῆναι πόλιν, κά‐
30κωσιν ὑπομένει, τοῖς τε ὀφθαλμοῖς, καὶ τῷ παντὶ προσώπῳ. Πόλει δὲ ἐκείνῃ κακὰ προλέγω, ἧς ὅ τε βασιλεὺς νέος, καὶ οἱ ἄρχοντες γαστρίμαργοι. Μακα‐ ρίζω δὲ γῆν τὴν ἀγαθὴν, ἧς βασιλεύει ὁ τοῦ ἐλευθέ‐ ρου υἱός· ἔνθα εὐκαίρως ἀπολαύσουσιν ἀγαθῶν, οἱ
35ἐκεῖσε ἄρχειν ἠξιωμένοι. Ὀκνηρὸς δὲ καὶ ἀργὸς, οἶκον ἐλαττοῦσι χλευασταὶ γενόμενοι· καὶ εἰς τὴν ἑαυτῶν λαιμαργίαν, τοῖς πᾶσι καταχρώμενοι, ἀργυ‐ ρίῳ ἀγώγιμοι, ἕνεκα ὀλίγου τιμήματος πάντα αἰσχρῶς καὶ ταπεινῶς πράσσειν ὑπομένοντες. Βασι‐
40λεῖ δὲ, καὶ ἄρχουσιν, ἢ δυνάσταις ὑπακούειν προσήκει, καὶ οὐκ ἀπεχθάνεσθαι, οὐδ’ ὅλως λυπηρόν τι εἰς αὐ‐ τοὺς ῥῆμα ἀποῤῥίπτειν. Δέος γὰρ, μὴ τὸ καὶ τὸ κα‐ ταμόνας εἰρημένον, εἰς φανερόν πως ἔλθῃ. Τῷ γὰρ μόνῳ καὶ πλουσίῳ καὶ μεγάλῳ βασιλεῖ ἄγγελοι ὀξεῖς
45καὶ ὑπόπτεροι ἅπαντα διακομίζουσι, πνευματικὴν ὁμοῦ καὶ λογικὴν τελοῦντες ὑπηρεσίαν.
50tΚΕΦΑΛ. ΙΑʹ.
51 Κοινωνεῖν γε μὴν ἄρτου καὶ τῶν ἀναγκαίων, ἃ πρὸς τὸν βίον ἀνθρώποις, δίκαιον. Εἰ γὰρ καὶ παραυτίκα τισὶ δόξεις ἀπολλύναι, ὥσπερ ὕδατι τὸν ἄρτον παρα‐ διδοὺς, ἀλλ’ οὖν προϊόντος τοῦ χρόνου, οὐκ ἀνόνητός
55σοι φανεῖται ἡ φιλανθρωπία. Δίδου δὲ ἀφειδῶς, καὶ μέριζε τὰ σαυτοῦ πλείοσιν· οὐ γὰρ ἐπίστασαι τί ποτε ἡ ἐπιοῦσα ἐποίησεν ἡμέρα. Κατέχουσι δὲ οὐδὲ
νεφέλαι τὸν ἑαυτῶν πολὺν ὑετὸν, ἀλλὰ τὸν ὄμβρον ἐπὶ

1016

γῆν ἀφιᾶσι· καὶ οὐδὲ δένδρον εἰς ἀεὶ ἕστηκεν, ἀλλὰ κἂν ἄνδρες αὐτοῦ φείσωνται, ἀνέμῳ γοῦν ἀνατραπή‐ σεται. Πολλοὶ δὲ βούλονται καὶ τὰ ἐκ τοῦ οὐρανοῦ ἐσόμενα προγινώσκειν, καί τις εἴς τε νεφέλας ἀφο‐
5ρῶν, καὶ περιμένων ἄνεμον, ἀμήτου ἢ λικμητοῦ ἀπέ‐ σχετο, ἐπὶ μηδενὶ πεπεισμένος, μηδὲ γινώσκων τὶ τῶν ἐκ Θεοῦ ἐσομένων· ὥσπερ οὐδὲ οἷον ἡ κυοφοροῦσα τέξεται. Σπείρας δὲ ἐν καιρῷ, συγκόμιζε τοὺς καρ‐ ποὺς, ὁπότ’ ἂν τούτου καιρὸς ἐνστῇ· ἄδηλον γὰρ,
10ὁποῖα αὐτῶν ἔσται ἀμείνω τῶν φυέντων. Γένοιτο δὲ ἅπαντα εἰς ἀγαθόν. Λογιζόμενος δέ τις, ὡς καλὸς μὲν ὁ ἥλιος, ἡδὺς δὲ οὗτος ὁ βίος, ἀγαθὸν δὲ καὶ τὸ πο‐ λυχρόνιον γενέσθαι διαπαντὸς εὐφραινόμενον, καὶ ὡς φοβερὸν ὁ θάνατος, καὶ ἀΐδιον κακὸν, καὶ εἰς τὸ μηδὲν
15ἄγων, οἴεται χρῆναι, πάντων μὲν ἀπολαύειν τῶν παρ‐ όντων καὶ δοκούντων ἡδέων. Συμβουλεύει δὲ καὶ τοῖς νέοις, τῇ ἑαυτῶν ὥρᾳ καταχρῆσθαι ἀνέντας τὰς ἑαυτῶν ψυχὰς εἰς πᾶσαν ἡδονὴν, καὶ χαρίζεσθαι μὲν ἐπιθυμίαις, πράττειν δὲ τὰ αὐτοῖς δοκοῦντα, καὶ
20βλέπειν τὰ τέρποντα, καὶ ἀποστρέφεσθαι τὰ μὴ οὕτως ἔχοντα. Πρὸς ὃν τοσοῦτον λέξω· Ὅτι ἀνοηταίνεις, ὦ οὗτος, μὴ προσδοκῶν τὴν ἐφ’ ἅπασι τούτοις ἐκ Θεοῦ κρίσιν ἐσομένην. Πονηρὸν δὲ ἀσωτία καὶ ἀσέλ‐ γεια, καὶ ῥυπαρὰ σωμάτων ἡμετέρων ὕβρις ὀλέθριος.
25Νεότητι μὲν γὰρ ἄνοια παρέπεται· ἄνοια δὲ ἄγει εἰς ὄλεθρον.
30tΚΕΦΑΛ. ΙΒ.
31 Χρὴ δὲ ἕτι νέον ὄντα φοβεῖσθαι Θεὸν, πρὶν ἢ ἑαυ‐ τὸν παραδοῦναι κακοῖς, πρὶν ἐλθεῖν τὴν τοῦ Θεοῦ με‐ γάλην ἡμέραν καὶ φοβερὰν, ὁπότε ἥλιος μὲν οὐκέτι λάμψει, οὐδὲ σελήνη, οὐδὲ οἱ λοιποὶ ἀστέρες, κινηθή‐
35σονται δὲ αἱ ὑπέρτεραι δυνάμεις, ἐν ἐκείνῳ τῷ ὅλων χειμῶνι καὶ ταράχῳ, οἱ κοσμοφύλακες ἄγγελοι· ὡς παύσασθαι μὲν ἄνδρας δυνάστας, παύσασθαι δὲ καὶ γυναῖκας ἐργαζομένας, φευγούσας εἰς τὰ σκο‐ τεινὰ τῶν οἰκημάτων, κεκλεισμένων ἁπασῶν τῶν θυ‐
40ρῶν· καί τις γυνὴ τοῦ ἀλήθειν ἀποσχομένη διὰ τὸ δέος, ἰσχνοτάτῃ φωνῇ χρήσεται ὥσπερ λεπτότατον ὄρνεον· ἅπασαι δὲ ἄναγνοι γυναῖκες εἰς γῆν πεσοῦν‐ ται, καὶ πόλεις καὶ αἱ τούτων ἀρχαὶ αἱ μιαιφόνοι, πε‐ ριμένουσαι τὴν ἄνωθεν κόλασιν, ἐνστάντος καιροῦ
45πικροτάτου καὶ αἱματώδους, ὥσπερ ἀνθοῦντος ἀμυγδά‐ λου καὶ συνεχῶν ἐπικειμένων κολάσεων, ὥσπερ πλή‐ θους ἐφιπταμένων ἀκρίδων, καὶ ἐκποδῶν ῥιπτουμένων τῶν παρανόμων, ὥσπερ μελαίνης καὶ εὐκαταφρονή‐ του καππάρεως. Καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ εἰς αἰώνιον

1016

(50)

οἶκον τὸν ἑαυτοῦ χαίρων πορεύσεται· οἱ δέ γε φαῦλοι, πάντα τᾲ αὐτῶν ἐμπλήσουσι κοπτόμενοι, καὶ οὔτε ἀργύριον ἀποτεθησαυρισμένον, οὔτε χρυσίον δόκιμον
ἐπωφελὲς ἔτι. Μεγάλη γὰρ ἅπαντα καθέξει πληγὴ,

1017

καὶ μέχρις ὑδρίας ἑστώσης πρός τινι κρήνῃ, καὶ τρο‐ χοῦ ὀχήματος, ὃν ἂν τύχῃ καταλελεῖφθαι ἐν τῷ κοι‐ λώματι παυσαμένης, χρόνον τε περιδρομῆς, καὶ τῆς δι’ ὕδατος ζωῆς παροδεύσαντος τοῦ λουτροφόρου
5αἰῶνος. Ἀνθρώπων δὲ ἐπὶ γῆς κειμένων μία σω‐ τηρία, εἰ ἐπιγνοῖεν αὐτῶν αἱ ψυχαὶ, καὶ πρὸς αὐτὸν ἀναπταῖεν ὑφ’ οὗ καὶ γεγέννηνται. Λέγω τοίνυν αὖθις ἂ καὶ πρότερον εἴρηκα, πάνυ ματαίως ἀνθρώπους διακεῖσθαι, καὶ μήτε ὑπερβολὴν ὅλως ἐνδέχεσθαι τῶν
10ἐπινοουμένων πραγμάτων τὴν ματαιότητα. Περιττὸς δέ μοι ὁ κάματος ἐκκλησιάζοντι σοφῶς, ὅτι διδάσκειν ἐπιχειρῶν τὸν λαὸν τοῦτον ἀδιδάκτως καὶ ἀνιάτως ἔχοντα. Δεῖ δὲ ἀνδρὸς γενναίου, πρὸς τὸ συνιέναι λό‐ γους σοφίας δυνηθῆναι. Ἐγὼ δὲ ἤδη πρεσβύτης ὢν,
15καὶ μακρὸν βίου διελθὼν χρόνον, ἔκαμον εἰς τὸ ἀνευρεῖν τὰ τῷ Θεῷ ἀρεστὰ διὰ τῶν τῆς ἀληθείας μυστηρίων. Ἐπίσταμαί τε ὡς ἐπεγείρει ψυχὰς, καὶ νύττει οὐχ ἧττον τὰ τῶν σοφῶν παραγγέλματα, ἢ διατίθεται σώματα βουκέντρῳ, ἢ ἥλῳ ἐμπερονη‐
20θέντα. Δώσουσι δέ τινες τὰ σοφὰ ἐκεῖνα διδά‐ γματα, παρ’ ἑνὸς ἀγαθοῦ λαβόντες ποιμένος καὶ δι‐ δασκάλου, ὥσπερ ἐξ ἑνὸς στόματος ἅπαντες αὑτοῖς συμφώνως δαψιλέστερον τὰ πιστευθέντα διηγούμενοι. Λόγων δὲ πολλῶν οὐδὲν ὄφελος· οὐδέ σοι συμβουλεύω,
25ὦ φίλος, ἀνόνητα καταγράφειν τὰ περὶ τὸ προσῆ‐ κον, ἐν οἷς τοῦ κάμνειν εἰκῆ ἐστὶν οὐδὲν πλέον. Ἀλλά μοι λοιπὸν ἐπιλόγου δεήσει τοιοῦδέ τινος, ὅτι· Ὦ ἄνθρω‐ ποι, ἰδοὺ διαῤῥήδην ὑμῖν καὶ συντόμως προαγορεύω, φοβεῖσθαι μὲν Θεὸν τὸν πάντων δεσπότην τε ὁμοῦ καὶ
30ἐπόπτην, τηρεῖν δὲ αὐτοῦ καὶ τὰ παραγγέλματα· πείθεσθαι δὲ, πάντα τινὰ μετέπειτα καὶ κριθήσεσθαι, καὶ κατ’ ἀξίαν ἀπολήψεσθαι ἔκαστον τῶν αὑτοῦ ἔργων
τὴν ἀμοιβὴν ἀγαθῶν τε ὁμοῦ καὶ φαύλων.