TLG 2063 005 :: GREGORIUS THAUMATURGUS :: Epistula canonica GREGORIUS THAUMATURGUS Scr. Eccl. Epistula canonica *Canon xi spurius est Citation: Section — (line) | ||
t | ΕΠΙΣΤΟΛΗ ΚΑΝΟΝΙΚΗ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ | |
5 | ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΗ ΚΑΤΑΔΡΟΜΗ ΤΩΝ ΒΑΡΒΑΡΩΝ ΕΙΔΩΛΟΘΥΤΑ ΦΑΓΟΝΤΩΝ Η ΚΑΙ ΕΤΕΡΑ ΤΙΝΑ ΠΛΗΜΜΕΛΗΣΑΝΤΩΝ | |
---|---|---|
1(1t) | Περὶ τῶν μιαροφαγησάντων ἐν τῆ κατα‐ | |
2t | δρομῆ καὶ περὶ τῶν διαφθαρεισῶν γυναι‐ | |
3t | κῶν ὑπὸ τῶν βαρβάρων. | |
1 | Οὐ τὰ βρώματα ἡμᾶς βαρεῖ, ἱερὲ | |
πάπα, εἰ ἔφαγον οἱ αἰχμάλωτοι ταῦ‐ τα, ἅπερ παρετίθεσαν αὐτοῖς οἱ κρα‐ τοῦντες αὐτῶν· μάλιστα ἐπειδὴ εἷς | 19 | |
5 | λόγος παρὰ πάντων, τοὺς καταδρα‐ μόντας τὰ ἡμέτερα μέρη βαρβάρους εἰδώλοις μὴ τεθυκέναι· ὁ δὲ ἀπό‐ στολος φησί· ‘Τὰ βρώματα τῇ κοι‐ λίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ | |
10 | δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταρ‐ γήσει‘. Ἀλλὰ καὶ ὁ σωτὴρ ὁ πάντα καθαρίζων τὰ βρώματα· ‘Οὐ τὸ εἰσπορευόμενον, φησί, κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμε‐ | |
15 | νον‘. Καὶ τὸ τὰς γυναῖκας τὰς αἰχμαλώ‐ τους διαφθαρῆναι, ἐξυβριζόντων τῶν βαρβάρων εἰς τὰ σώματα αὐτῶν· ἀλλ’ εἰ μὲν καὶ πρότερον κατέ‐ | |
20 | γνωστό τινος ὁ βίος, ‘πορευομένης ὀπίσω ὀφθαλμῶν τῶν ἐκπορνευόν‐ των‘ κατὰ τὸ γεγραμμένον, δῆλον ὅτι ἡ πορνικὴ ἕξις ὕποπτος καὶ ἐν καιρῷ τῆς αἰχμαλωσίας, καὶ οὐ προ‐ | |
25 | χείρως δεῖ ταῖς τοιαύταις κοινω‐ | |
νεῖν τῶν εὐχῶν. Εἰ μέντοι τις ἐν ἄκρᾳ σωφροσύνῃ ζήσασα, καὶ κα‐ θαρὸν καὶ ἔξω πάσης ὑπονοίας ἐπι‐ δεδειγμένη βίον τὸν πρότερον, νῦν | 20 | |
30 | περιπέπτωκεν ἐκ βίας καὶ ἀνάγκης ὕβρει, ἔχομεν παράδειγμα τὸ ἐν τῷ Δευτερονομίῳ, τὸ ἐπὶ τῇ νεάνιδι, ἣν ἐν τῷ πεδίῳ εὗρεν ἄνθρωπος καὶ βιασάμενος αὐτὴν ἐκοιμήθη μετ’ | |
35 | αὐτῆς· ‘Τῇ νεάνιδι οὐ ποιήσετε, φησίν, οὐδέν, οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου, ὅτι, ὡς εἴ τις ἀναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ θανατώσει αὐτοῦ τὴν | |
40 | ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο· ἐβόησεν ἡ νεᾶνις καὶ ὁ βοηθῶν οὐκ ἦν αὐτῇ‘. | |
2(t) | Κατὰ πλεονεξίας. | |
1 | Ταῦτα μέντοι τοιαῦτα. Δεινὴ δὲ ἡ πλεονεξία καὶ οὐκ ἔστι δι’ ἐπιστολῆς μιᾶς παραθέσθαι τὰ θεῖα γράμματα, ἐν οἷς οὐ τὸ λῃστεύειν | |
5 | μόνον φευκτὸν καὶ φρικῶδες καταγ‐ γέλλεται, ἀλλὰ καθόλου τὸ πλεονε‐ κτεῖν καὶ ἀλλοτρίου ἐφάπτεσθαι ἐπὶ αἰσχροκερδείᾳ, καὶ πᾶς ὁ τοιοῦτος ἐκκήρυκτος ἐκκλησίας θεοῦ· τὸ δὲ | 21 |
10 | ἐν καιρῷ τῆς καταδρομῆς ἐν τοσαύτῃ οἰμωγῇ καὶ τοσούτοις θρήνοις τολ‐ μῆσαί τινας τὸν καιρὸν τὸν πᾶσιν ὄλεθρον φέροντα νομίσαι ἑαυτοῖς κέρδους καιρὸν εἶναι, ἀνθρώπων ἐ‐ | |
15 | στὶν ἀσεβῶν καὶ θεοστυγῶν, οὐδὲ ὑπερβολὴν ἀτοπίας ἐχόντων. Ὅθεν ἔδοξε τοὺς τοιούτους πάντας ἐκκηρῦξαι, μήποτε ἐφ’ ὅλον ἔλθῃ τὸν λαὸν ἡ ὀργή, καὶ ἐπ’ αὐτοὺς | |
20 | πρῶτον τοὺς προεστῶτας τοὺς μὴ ἐπιζητοῦντας· ‘Φοβοῦμαι γὰρ, ὡς ἡ γραφὴ λέγει, μὴ συναπολέσῃ ἀ‐ σεβὴς τὸν δίκαιον‘· ‘Πορνεία γάρ, φησί, καὶ πλεονεξία, δι’ ἃ ἔρχεται | |
25 | ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείασ‘· ‘μὴ οὖν γίνεσθε συμ‐ μέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκό‐ τος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς | |
30 | τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνη καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, δοκιμάζον‐ τες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ | 22 |
35 | καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινό‐ μενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται‘. Τοιαῦτα μὲν ὁ ἀπόστολος. Ἐὰν δὲ διὰ τὴν | |
40 | προτέραν πλεονεξίαν τὴν ἐν τῇ εἰ‐ ρήνῃ γενομένην δίκην τιννύντες, ἐν αὐτῷ τῷ καιρῷ τῆς ὀργῆς πάλιν πρὸς τὴν πλεονεξίαν ἐκτραπῶσί τι‐ νες, κερδαίνοντες ἐξ αἵματος καὶ | |
45 | ὀλέθρου ἀνθρώπων ἀναστάτων γε‐ νομένων ἢ αἰχμαλώτων ἢ πεφονευ‐ μένων, τί ἕτερον προσδοκᾶν χρὴ ἢ ὡς ἐπαγωνιζομένους τῇ πλεονεξίᾳ ἐπισωρεῦσαι ὀργὴν καὶ ἑαυτοῖς καὶ | |
2(50) | παντὶ τῷ λαῷ; | |
3(t) | [Περὶ τοῦ Ἄχαρ] | |
1 | Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημ‐ μελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀνα‐ θέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν | |
Ἰσραὴλ ἐγενήθη ἡ ὀργή; Καὶ οὗτος | 23 | |
5 | εἶς μόνος ἥμαρτε· μὴ μόνος ἀπέ‐ θανεν ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ; Ἡμῖν δὲ πᾶν τὸ μὴ ἡμέτερον, ἀλλὰ ἀλλό‐ τριον τῷ καιρῷ τούτῳ κέρδος ἀνά‐ θεμα νενομίσθαι προσήκει. Κἀκεῖνος | |
10 | μὲν ὁ Ἄχαρ ἐκ τῆς προνομῆς ἔλαβε, καὶ αὐτοὶ νῦν ἐκ προνομῆς· κἀκεῖνος μὲν τὰ τῶν πολεμίων, οἱ δὲ νῦν τὰ τῶν ἀδελφῶν, κερδάναντες ὀλέ‐ θριον κέρδος. | |
4(1t) | Περὶ τῶν ἐν τῇ καταδρομῆ τὰ τῶν ὁμο‐ | |
2t | φύλων ἁρπασάντων πράγματα. | |
1 | Μηδεὶς ἐξαπατάτω ἑαυτὸν, μήτε ὡς εὑρών· οὔτε γὰρ εὑρόντι κερ‐ δαίνειν ἔξεστι· φησὶ τὸ Δευτερο‐ νόμιον· ‘Μὴ ἰδὼν τὸν μόσχον τοῦ | |
5 | ἀδελφοῦ σου καὶ τὸ πρόβατον πλα‐ νώμενον ἐν τῇ ὁδῷ, περιίδῃς αὐ‐ τά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγί‐ ζῃ ὁ ἀδελφός σου πρὸς σέ, μηδὲ | |
10 | ἐπιστῇ αὐτόν, συνάξεις αὐτά, καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ἐκζητή‐ σῃ αὐτὰ ὁ ἀδελφός σου καὶ ἀ‐ ποδώσεις αὐτά. Καὶ οὕτω ποιήσεις τὴν ὄνον αὐτοῦ, καὶ οὕτω ποιήσεις | 24 |
15 | τὸ ἱμάτιον αὐτοῦ, καὶ οὕτω ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελφοῦ σου, ὅσα ἂν ἀπόληται παρ’ αὐτοῦ καὶ εὕρῃς αὐτά‘. Ταῦτα τὸ Δευ‐ τερονόμιον. Ἐν δὲ τῇ Ἐξόδῳ, οὐ | |
20 | μόνον ἐὰν τὰ τοῦ ἀδελφοῦ τις εὕρῃ, ἀλλὰ καὶ ἐχθροῦ· ‘Ἀποστροφῇ, φη‐ σίν, ἀποστρέψεις αὐτὰ εἰς τὸν οἶκον τοῦ κυρίου αὐτῶν‘. Εἰ δὲ ἐν εἰρήνῃ ἄρα ῥᾳθυμοῦντος καὶ τρυφῶντος καὶ | |
25 | τῶν ἰδίων ἀμελοῦντος ἀδελφοῦ ἢ ἐχθροῦ κερδάναι οὐκ ἔξεστι, πόσῳ μᾶλλον δυστυχοῦντος καὶ πολεμίους φεύγοντος καὶ κατὰ ἀνάγκην τὰ ἴδια ἐγκαταλείποντος; | |
5(1t) | [Περὶ τῶν ἁρπαζόντων τὰ ἀλλότρια ἀντὶ | |
2t | τῶν ἰδίων] | |
1 | Ἄλλοι δὲ ἑαυτοὺς ἐξαπατῶσιν, ἀντὶ | |
τῶν ἰδίων τῶν ἀπωλομένων ἃ εὗρον ἀλλότρια κατέχοντες· ἵνα, ἐπειδὴ αὐτοὺς Βοράδοι καὶ Γότθοι τὰ πο‐ | 25 | |
5 | λέμου εἰργάσαντο, αὐτοὶ ἄλλοις Βο‐ ράδοι καὶ Γότθοι γίνωνται. Ἀπεστείλαμεν οὖν τὸν ἀδελφὸν καὶ συγγέροντα Εὐφρόσυνον διὰ ταῦτα πρὸς ὑμᾶς, ἵνα κατὰ τὸν ἐνθάδε | |
10 | τύπον καὶ αὐτοῦ δῴη ὁμοίως, καὶ ὧν δεῖ τὰς κατηγορίας προσίεσθαι καὶ οὓς δεῖ ἐκκηρῦξαι τῶν εὐχῶν. | |
6(1t) | Περὶ τῶν βίᾳ κατεχόντων τοὺς ἐκ τῶν | |
2t | βαρβάρων ἀποφυγόντας αἰχμαλώτους. | |
1 | Ἀπηγγέλη δέ τι ἡμῖν καὶ ἄπιστον ἐν τῆ χώρᾳ ὑμῶν γενόμενον, πάντως που ὑπὸ ἀπίστων καὶ ἀσεβῶν καὶ μὴ εἰδότων μήτε ὄνομα κυρίου· ὅτι | |
5 | ἄρα εἰς τοσοῦτόν τινες ἀπανθρω‐ πίας καὶ ὠμότητος προεχώρησαν, | |
ὥστε τινὰς τοὺς διαφυγόντας αἰχ‐ μαλώτους βίᾳ κατέχειν. Ἀποστεί‐ λατέ τινας εἰς τὴν χώραν, μὴ καὶ | 26 | |
10 | σκηπτοὶ πέσωσιν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. | |
7(1t) | Περὶ τῶν ἐγκαταλεχθέντων τοῖς βαρβάροις | |
2t | καὶ ἄτοπά τινα κατὰ τῶν ὁμοφύλων | |
3t | τολμησάντων. | |
1 | Τοὺς μὲν οὖν ἐγκαταλεχθέντας τοῖς βαρβάροις καὶ μετ’ αὐτῶν ἐν τῆ αἰχμαλωσίᾳ ὄντας, ἐπιλαθομένους ὄτι ἦσαν ποντικοὶ καὶ χριστιανοί, | |
5 | ἐκβαρβαρωθέντας δὲ ὡς καὶ φονεύειν τοὺς ὁμοφύλους ἢ ξύλῳ ἢ ἀγχόνη, ὑποδεικνύναι δὲ ἢ ὁδοὺς ἢ οἰκίας ἀγνοοῦσι τοῖς βαρβάροις, καὶ τῆς ἀκροάσεως ἀπεῖρξαι δεῖ, μέχρις ἂν | |
10 | κοινῇ περὶ αὐτῶν τι δόξῃ συνελ‐ θοῦσι τοῖς ἁγίοις, καὶ πρὸ αὐτῶν | |
τῷ ἁγίῳ πνεύματι. | 27 | |
8(1t) | Περὶ τῶν οἴκοις ἀλλοτρίοις ἐπελθεῖν | |
2t | τολμησάντων ἐν τῇ τῶν βαρβάρων ἐπι‐ | |
3t | δρομῇ. | |
1 | Τοὺς δὲ οἴκοις ἀλλοτρίοις ἐπελθεῖν τολμήσαντας, ἐὰν μὲν κατηγορη‐ θέντες ἐλεγχθῶσι, μηδὲ τῆς ἀκροά‐ σεως ἀξιῶσαι· ἐὰν δὲ ἑαυτοῖς ἐξεί‐ | |
5 | πωσι καὶ ἀποδῶσιν, ἐν τῇ τάξει τῶν ὑποστρεφόντων ὑποπίπτειν αὐ‐ τούς. | |
9(1t) | Περὶ τῶν ἐν τῷ πεδίῳ ἢ ἐν τοῖς ἰδίοις | |
2t | οἴκοις εὑρόντων τὰ ὑπὸ τῶν βαρβάρων | |
3t | καταλειφθέντα. | |
4 | Τοὺς δὲ ἐν τῷ πεδίῳ εὑρόντας τι | |
5 | ἢ ἐν ταῖς ἑαυτῶν οἰκίαις, καταλει‐ φθέντα ὑπὸ τῶν βαρβάρων, ἐὰν μὲν κατηγορηθέντες ἐλεγχθῶσιν, ὁμοίως ἐν τοῖς ὑποπίπτουσιν· ἐὰν δὲ ἑαυ‐ τοῖς ἐξείπωσι καὶ ἀποδῶσι, καὶ τῆς | |
10 | εὐχῆς ἀξιῶσαι. | 28 |
10(t) | Περὶ τοῦ μὴ ἀπαιτεῖν εὕρητρα. | |
1 | Τοὺς δὲ τὴν ἐντολὴν πληροῦντας ἐκτὸς αἰσχροκερδείας πάσης πλη‐ ροῦν δεῖ, μήτε μήνυτρα ἢ σῶστρα ἢ εὕρητρα ἢ ᾧ ὀνόματι ταῦτα κα‐ | |
5 | λοῦσιν, ἀπαιτοῦντας. | |
11(t) | Περὶ τῶν τόπων τῆς μετανοίας. | |
1 | Ἡ πρόσκλαυσις ἔξω τῆς πύλης τοῦ εὐκτηρίου ἐστίν, ἔνθα ἑστῶτα τὸν ἁμαρτάνοντα χρὴ τῶν εἰσιόντων δεῖσθαι πιστῶν ὑπὲρ αὐτοῦ εὔχεσθαι. | |
5 | Ἡ ἀκρόασις ἔνδοθι τῆς πύλης ἐν τῷ νάρθηκι, ἔνθα ἑστάναι χρὴ τὸν ἡμαρτηκότα ἕως τῶν κατηχουμέ‐ νων καὶ ἐντεῦθεν ἐξέρχεσθαι· ἀκού‐ ων γάρ, φησί, τῶν γραφῶν καὶ τῆς | |
10 | διδασκαλίας ἐκβαλλέσθω καὶ μὴ ἀξιούσθω προσευχῆς. Ἡ δὲ ὑπό‐ πτωσις, ἵνα ἔσωθεν τῆς πύλης τοῦ ναοῦ ἱστάμενος, μετὰ τῶν κατηχου‐ μένων ἐξέρχηται. Ἡ σύστασις, ἵνα | 29 |
15 | συνίσταται τοῖς πιστοῖς καὶ μὴ ἐξέρχηται, μετὰ τῶν κατηχουμένων. Τελευταῖον δὲ ἡ μέθεξις τῶν ἁ‐ | |
γιασμάτων. | 30 |