TLG 2063 001 :: GREGORIUS THAUMATURGUS :: In Origenem oratio panegyrica

GREGORIUS THAUMATURGUS Scr. Eccl.
(Neocaesariensis: A.D. 3)

In Origenem oratio panegyrica

Source: Crouzel, H. (ed.), Grégoire le Thaumaturge. Remerciement à Origène suivi de la lettre d’Origène à Grégoire [Sources chrétiennes 148] Paris: Cerf, 1969: 94–182.

Citation: Section — (line)

t

〈ΤΟΥ Α〉ΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΣ ΩΡΙΓΕΝΗΝ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ
5ὃν εἶπεν ἐν Καισαρείᾳ 〈τῆσ〉 Παλαιστίνης, μετὰ τὴν παρ’ αὐτῷ πολυετῆ ἄσκησιν, μέλλων ἀπαλ‐ λάττεσθαι ἐπὶ τὴν πατρίδα.

1

〈Ἀγαθόν〉 τι χρῆμα ἡ σιωπὴ τῶν τε ἄλλων πολλοῖς πολλάκις, κἀμοὶ δὲ μάλιστα νῦν, καὶ ἑκόντι καὶ ἄκοντι ἐπιστομιζομένῳ καὶ σιωπᾶν καταναγκαζο‐ μένῳ. Ἀμελετήτως γὰρ ἔχω καὶ 〈ἄπειρ〉ός εἰμι
5λόγων τῶν καλῶν τούτων καὶ εὐπρεπῶν, τῶν ὑπὸ τοῖς ἐπιλέκτοις καὶ δοκίμοις 〈ὀνό〉μασί τε καὶ ῥήμασι κατὰ τὸ ἑξῆς ἀκωλύτῳ τινὶ εἱρμῷ λεγομένων ἢ συνταττο‐ μένων· 〈τά〉χα μὲν καὶ ἧττον πεφυκὼς τὸ χαρίεν τουτὶ καὶ Ἑλληνικὸν ὄντως ἔργον διαπονήσασθαι. Οὐ μὴν
10ἀλλὰ καὶ ὀκταετής μοι χρόνος οὗτος ἤδη, ἐξ οὗ οὔτε
αὐτὸς εἰπώ〈ν〉 τι ἢ γράψας λ〈ό〉γον τ〈ι〉νὰ μέγαν ἢ μικρὸν ὅλως τυγχάνω, οὔτε ἄλλου ἤκουσά του ἰδίᾳ γράφοντος ἢ λ〈έ〉γοντος, ἢ καὶ δημοσίᾳ πανηγυρι‐ κοὺς λόγους καὶ ἀγωνιστικοὺς παρεχομένου, ὅτι μὴ τῶν94
15θαυμασίων τούτων ἀνδρῶν, τῶν τὴν καλὴν φιλοσοφίαν ἀσπασαμένων· οἷς καὶ αὐτοῖς εὐ〈ε〉πείας μὲν ἧττον μέλει καὶ εὐπρεπείας ὀνομάτων· ἐν δευτέρῳ δὲ θέμενοι τὰς φωνάς, τὰ π〈ρά〉γματα αὐτὰ ὡς ἔχει ἕκαστα διερευ‐ νᾶσθαί τε μετὰ ἀκριβείας καὶ ἐξαγγέλλειν ἐθέλουσιν·
20οὐχὶ οὐ βουλόμενοι οἶμαι, ἀλλὰ καὶ ἄγαν βουλόμενοι τὰ καλὰ καὶ ἀκριβῆ τῶν νοημάτων καλῷ καὶ 〈εὐ〉ειδεῖ ἐκτυποῦν τῷ λόγῳ· ἀλλ’ ἴσως οὐ δυνάμενοι οὕτως ἐκ τοῦ προχείρου δύναμιν 〈ἐν τοῖσ〉 νοήμασι τὴν ἱερὰν καὶ θεοειδῆ καὶ λόγον τὸν ἐν ταῖς λέξεσιν εὐεπῆ, δύο ἀνθρώπων
25ἰδίᾳ ἑκάστου 〈πλεον〉εκτήματα, μιᾷ καὶ τῇ αὐτῇ καὶ ταύτῃ μικρᾷ καὶ ἀνθρωπίνῃ περιλαβεῖν ψυχῇ, ὄντα πως 〈ἐναντ〉ιώτατα. Εἴ γε νοήσει μὲν καὶ εὑρέσει φίλον πως καὶ σύνεργόν ἐστι σιωπή· τὸ δὲ εὔλαλον 〈καὶ εὔ〉οχον ἐν λόγῳ οὐκ ἀλλαχόθι ἄν που ζητῶν εὕροις, ἢ ἐν φωναῖς
30καὶ τῇ τούτων συνεχεῖ μελέτῃ. 〈Οὐ μὴν〉 δὲ ἀλλὰ καί γε τὸν νοῦν ἕτερόν τι μάθημα δεινῶς ἐπιλαμβάνει, καὶ τὸ στόμα συνδεῖ 〈τὴν γ〉λ〈ῶ〉τ‐ ταν, εἴ τι καὶ μικρὸν εἰπεῖν τῇ Ἑλλήνων ἐθελήσαιμι φωνῇ, οἱ θαυμαστοὶ ἡμῶν 〈νόμ〉οι, οἷς νῦν τὰ πάντων τῶν ὑπὸ
35τὴν Ῥωμαίων ἀρχὴν ἀνθρώπων κατευθύνεται πράγματα,
〈οὔτε〉 συγκείμενοι οὔτε καὶ ἐκμανθανόμενοι ἀταλαιπώρως· ὄντες μὲν αὐτοὶ σο〈φ〉οί τε 〈καὶ ἀκρ〉ιβεῖς καὶ ποικίλοι καὶ θαυμαστοί, καὶ συνελόντα εἰπεῖν Ἑλληνικώτατοι· ἐκφρασθέντες 〈δὲ καὶ〉 παραδοθέντες τῇ Ῥωμαίων φωνῇ,96
40καταπληκτικῇ μὲν καὶ ἀλαζόνι καὶ συσχηματιζομένῃ 〈πάσῃ〉 τῇ ἐξουσίᾳ τῇ βασιλικῇ, φορτικῇ δὲ ὅμως ἐμοί. Οὐ μὴν ἄλλως πως οὔτε δυνατὸν ἦν, 〈οὔτε〉 βουλητὸν εἶναί μοι εἴποιμ’ ἄν ποτε. Ἐπειδὴ δὲ οὐδὲν ἕτερον ἢ εἰκόνες τινές εἰσι τῶν 〈τῆς ψ〉υχῆς ἡμῶν παθημάτων αἱ λέξεις
45ἡμῶν, τοῖς μὲν δυνατοῖς εἰπεῖν ὥσπερ τισὶν ἀγαθοῖς 〈ζωγρ〉άφοις καὶ τέχνῃ μὲν ὄτι τεχνικωτάτοις, πλουσίοις δὲ καὶ τῇ τῶν χρωμάτων ὕλῃ, 〈οὐχ ὁ〉μοίας μόνον, ἀλλὰ καὶ ποικίλας καὶ περικαλλεῖς τῷ πολυμιγεῖ τῶν ἀνθῶν γράφειν 〈ἐξεῖ〉ναι τὰς γραφάς, κατὰ μηδὲν ἐποδιζομέ‐

1

(50)

νοις, ὁμολογήσαιμεν.

2

Ἡμεῖς δὲ οἷά τινες 〈πένη〉τες, ἀποροῦντες τῶν ποικίλων τούτων φαρμάκων, καὶ ἤτοι οὐδὲ κτησά〈με〉‐ νοι πώ〈ποτε〉 ἢ καὶ ἀποβεβληκότες ἴσως, οἷα ἐξ ἀνθρά‐ κων μόνων ἢ ὀστράκων, τῶν συνήθων τούτων 〈καὶ〉
5κοινῶν ὀνομάτων καὶ ῥημάτων, κατὰ δύναμιν τὴν ἡμετέραν τὰ πρωτότυπα τῶν τῆς ψυχῆς ἡμῶν 〈παθη〉μάτων ταῖς ἡμῖν εὐπόροις ὑ〈πογρά〉φοντες φωναῖς ἀπομιμώμεθα, ὑποφαίνειν τοὺς χαρακτῆρας τῶν τῆς ψυχῆς τύπων, εἰ καὶ μὴ ἐναργεῖς μηδὲ κεκαλλωπισ〈μένουσ〉, ὡς ἐν
10ἀνθρακογραφίᾳ γοῦν πειρώμενοι, εἰ μέν τι καὶ εὐειδὲς καὶ εὔγλωττον ἀπ〈αντᾷ〉 ποθεν, ἀσπασάμενοι ἡδέως,
ἐπεὶ καὶ περιφρονήσαντες. Ἀλλὰ γὰρ ἐκ τρίτων αὖθις ἄλλ〈ο τι〉 κωλύει τε καὶ ἀποτρέπει καὶ πολὺ τῶν ἄλλων ἐπέχει μᾶλλον καὶ ἡσυχίαν98
15ἄγειν ἀτεχνῶ〈σ〉 προστάττει, ἡ ὑπόθεσις αὕτη, ἧσπερ ἕνεκα λέγειν προεθυμήθην μέν, μέλλω 〈δὲ〉 καὶ ὀκνῶ. Περὶ γὰρ ἀνδρὸς διανοοῦμαί τι λέγειν, φαινομένου μὲν καὶ δοκοῦντος ἀνθρώπου, τὸ δὲ πολὺ τῆς ἕξεως τοῖς καθορᾶν δυναμένοις ἀπεσκευασμένου ἤδη μείζονι παρασ‐
20κευῇ μεταναστάσεως τῆς πρὸς τὸ θεῖον. Οὐχὶ δὲ γένος οὐδὲ ἀνατροφὰς σώματος ἐπαινέσων ἔρχομαι, εἶτα μέλλω καὶ ἀναβάλλομαι ὑπ’ εὐλαβείας περιττῆς, οὐδέ γε ἰσχὺν ἢ κάλλος· ταῦτα δὴ τὰ τῶν μειρακίων ἐγκώμια, ὧν ἥττων φροντὶς κατ’ ἀξίαν τε καὶ μὴ λεγομένων. Πραγμάτων
25γὰρ οὐ μονίμων οὐδὲ ἑστώτων, φθειρομένων δὲ ποικίλως καὶ ταχέως, λόγον ποιεῖσθαί τινα σεμνοειδῶς καὶ ἀξιοπρεπῶς δὴ ταῖς ἀναβολαῖς, μὴ καὶ ψυχρὸν ἢ πέρπερον ᾖ, οὐκ ἄν μοι τούτων εἴπερ τι λέγειν προὔκειτο, ἀχρήστων μὲν ὄντων καὶ ματαίων καὶ οἵων οὐκ ἄν ποτε ἑκὼν προὐθέμην λέγειν·
30οὐ μὴν ἀλλ’ εἴπερ προὔκειτο, οὔθ’ ἡντινοῦν εἶχεν ἂν εὐλάβειαν ὁ λόγος οὐδὲ φροντίδα, μὴ πή τι λέγων ἥττω〈ν〉 τῆς ἀξίας φαινοίμην. Νυνὶ δὲ ὅ τι θεοειδέστατον αὐτοῦ, καὶ ὅπερ ἐν αὐτῷ σ〈υγ〉γενὲς ὂν τυγχάνει θεῷ, ἐγκαθειργ‐ μένον μὲν τῷ φαινομένῳ καὶ θνητῷ τῷδε, ὅτι δὲ φι〈λο〉‐
35πονώτατα ἐξομοιοῦσθαι βιαζόμενον τῷ θεῷ, τούτου μνημονεύων καὶ ἐφάπτεσθαί πως μέλλων πραγμάτων μειζόνων, καί τινος διὰ τούτου καὶ τῆς εἰς τὸ θεῖον εὐχα‐ ριστίας, ὅτι μοι συγκυρῆσαι τοιούτῳ δεδώρηται ἀνδρί,
παρὰ πᾶσάν γε τὴν ἀνθρώπων προσδο〈κίαν〉 τῶν τε100
40ἄλλων καὶ τὴν ἐμοῦ αὐτοῦ, οὔτε προθεμένου ποτὲ οὔτε καὶ ἐλπίσ〈αν〉τος· τοιούτων ἐφάπτεσθαι μέλλων, μικρὸς ὢν καὶ ἄνους παντελῶς, οὐκ εὐλόγως ἀναδύομαί τε καὶ ὀκνῶ καὶ ἑκὼν σιωπῶ; Καὶ δῆτα τὴν ἡσυχίαν ἄγειν ἀσφαλές 〈μοι〉 κατα‐
45φαίνεται, μή πη προφάσει μὲν εὐχαριστίας, ὑπὸ δὲ προπε‐ τείας ἴσως περὶ σεμνῶν καὶ ἱερῶν ἄσεμνά τε καὶ εὐτελῆ καὶ καταπεπατημένα διεξιών, οὐ μόνον οὐκ ἐφικνῶμαι τῆς ἀληθείας, ἀλλὰ καὶ καθαιρῶ τι, τό γε ἐπ’ ἐμοί, παρὰ τοῖς οὕτως ἔχειν πιστεύουσιν, ὡς ἀσθενὴς ὢν ὁ λόγος,

2

(50)

περιϋβρίζων μᾶλλον ἤπερ ἐξομοιούμενος τοῖς ἔργοις τῇ δυνάμει, ὑποτυπώσεται. Καίτοι τὰ μὲν σὰ ἀκαθαίρετα καὶ ἀνύβριστα, ὦ φίλη κεφαλή, καὶ πολὺ μᾶλλον τὰ θεῖα, μένοντα ἐφ’ ἑαυτῶν ὡς ἔχει ἀσάλευτα, οὐδὲν βλαπ‐ τόμενα ὑπὸ τῶν μικρῶν καὶ ἀναξίων ἡμετέρων λόγων·
55ἡμεῖς δὲ οὐκ οἶδ’ ὅπως τὴν τῆς θρασύτητος καὶ προπε‐ τείας δόξαν διαφευξόμεθα, ἐπιπηδήσαντες ὑπ’ ἀνοίας, μικρῷ καὶ νῷ καὶ παρασκευῇ, μεγάλοις καὶ ὑπὲρ ἡμᾶς ἴσως πράγμασι. Καὶ εἰ μὲν ἀλλαχόθι που καὶ 〈ἐπ’〉 ἄλλων τοιαῦτα προεθυμήθημεν νεανιεύσασθαι, θρασεῖς μὲν καὶ
60οὕτως ἦμεν καὶ τολμηροί τινες, οὐ μὴν ἀλλ’ ἀναίδεια τῆς προπετείας αἰτία, τῷ μὴ ἐπὶ σοὶ ταῦτα θρασύνεσθαι· νυνὶ δὲ πᾶν τὸ μέτρον τῆς ἀνοίας ἀποπλήσομεν, ἢ καὶ ἀπεπλήσαμεν ἤδη, ἐπεμβαίνειν τολμήσαντες ἀνίπτοις τοῖς ποσί (τοῦτο δὴ τὸ τοῦ λόγου) ἀκοαῖς, αἷς αὐτὸς ὁ θεῖος
65λόγος οὐδὲν ἐσκεπασμένοις, ὡς ταῖς τῶν πολλῶν ἀνθρώπων,
τοῖς ποσίν, ὥσπερ ὑπὸ παχέων τινῶν δερμάτων, τῶν αἰνιγματωδῶν καὶ ἀσαφῶν λέξεων, ἀλλὰ γυμνοῖς, ὡς ἂν εἴποι τις, σαφὴς καὶ πρόδηλος ἐμβατεύων ἐνεπιδημεῖ. Ἡμεῖς δὲ ὥσπερ ῥύπον ἢ πηλόν τινα τοὺς ἀνθρωπίνους102
70ἡμῶν λόγους φέροντες ἐπαντλεῖν ἐτολμήσαμεν ἀκοαῖς, θείων καὶ καθαρῶν ἀκούειν μεμελετηκυίαις φωνῶν. Ἀρ’ οὖν ἀπόχρη μέχρι τούτου ἁμαρτεῖν, καὶ νῦν γοῦν σωφρονεῖν ἄρξασθαι χρή, μηκέτι μὲν περαιτέρω προβαίνοντας τῷ λόγῳ, αὐτοῦ δὲ καταπαύσαντας;
75ἐβουλόμην μέν· οὐ μὴν ἀλλ’ ἅπαξ μοι θρασυνομένῳ ἐξέστω τὴν αἰτίαν πρῶτον εἰπεῖν, ὑφ’ ἧς ἐπαρθεὶς ἐπὶ τοῦτον ἧκα τὸν ἀγῶνα, εἴ πη καὶ συγγνώμη γένοιτό μοι τῆς προπετείας ταύτης.

3

Δεινόν μοι ἡ ἀ〈χ〉αριστία καταφαίνεται, δεινὸν καὶ πάνδεινον. Παθόντα γάρ τι καλῶς μὴ καὶ ἀμείβεσθαι πειρᾶσθαι, εἰ καὶ μὴ ἄλλως δυνατόν, εὐχα‐ ριστίαις γοῦν ταῖς διὰ λόγων, ἢ ἀνοήτου πάντη καὶ
5ἀναισθήτου τῶν εὐεργεσιῶν, ἢ ἀμνήμονος. Ὅτῳ δὲ καὶ αἴσθησις καὶ γνῶσις ὧν ἔπαθε καλῶν προσεγένετο πρῶτον, εἰ μὴ καὶ μνήμη διασώζεται εἰς τὸν ἔπειτα χρόνον, εἰ μὴ καὶ ἀναφέροι τινὰ χάριν τῷ ἄρξαντι τῶν ἀγαθῶν, ἀργὸς οὗτος καὶ ἀχάριστος καὶ ἀσεβής, ἐξαμαρτάνων οὐ
10συγγνωστὰ οὔτε μεγάλῳ οὔτε μικρῷ· εἰ μὲν μέγας τίς ἐστι καὶ μεγαλόνους, οὐκ ἀνὰ στόμα φέρων σὺν πάσῃ εὐχαριστίᾳ καὶ τιμῇ τὰς μεγάλας αὐτοῦ εὐεργεσίας· εἰ δὲ μικρὸς καὶ εὐκαταφρόνητος, οὐκ ἀνυμνῶν καὶ εὐφημῶν
πάσῃ τῇ αὐτοῦ δυνάμει τὸν οὐ μεγάλων μόνον, ἀλλὰ καὶ104
15μικρῶν εὐεργέτην. Τοῖς μὲν οὖν μείζοσι καὶ διαβεβηκόσι δυνάμει ψυχῆς, οἷα δὴ ἐκ πλείονος περιουσίας καὶ μεγάλου πλούτου, μείζους καὶ φιλοτιμοτέρας ἀναγκαῖον ἀποδιδόναι τοῖς εὐεργέταις τὰς κατὰ δύναμιν εὐφημίας· τοῖς δὲ μικροῖς καὶ ἐν στενῷ καθεστῶσιν οὐδ’ αὐτοῖς ἀμελεῖν οὐδὲ
20ῥᾳθυμεῖν προσῆκον, οὐδ’ ἀναπεπτωκέναι, ὡς οὐδὲν ἄξιον φέρειν οὐδὲ τέλειον δυναμένοις· ἀλλ’ οἷα πένητας μέν, εὐγνώμονας δέ, οὐ τὴν τοῦ τιμωμένου, τὴν δ’ αὑτῶν δύναμιν μετρήσαντας, ἐκ τῆς παρούσης δυνάμεως ἀναφέρειν τὰς τιμάς, χαριέσσας ἴσως ἐσομένας καὶ καταθυμίους τῷ
25τετιμημένῳ, καὶ οὐκ ἐν δευτέρᾳ χώρᾳ παρ’ αὐτῷ τῶν μεγάλων καὶ πολλῶν, εἰ σύν τινι προθυμίᾳ μείζονι καὶ γνώμῃ προσφέροιεν ὁλοκλήρῳ. Οὕτως ἐν ἱεραῖς βί‐ βλοις φέρεται, ὅτι δὴ μικρά τις καὶ πτωχὴ γυνὴ ἅμα πλουσίοις καὶ δυνατοῖς, οἳ προσέφερον ἐκ τοῦ πλούτου
30μεγάλα καὶ πολυτελῆ, μόνη μικρὰ μὲν καὶ ἐλάχιστα, πάντα δὲ ὅμως τὰ ὄντα αὐτῇ συμβαλλομένη, τὴν τῆς πλείονος δόσεως μαρτυρίαν ἀπηνέγκατο. Οὐ γὰρ οἶμαι τῷ ποσῷ τῆς διδομένης ὕλης, οὔσης ἔξωθεν, ταῖς δὲ προφερούσαις γνώμαις μᾶλλον καὶ προαιρέσεσι τὴν
35φιλοτιμίαν καὶ τὴν μεγαλοπρέπειαν ὁ ἱερὸς λόγος ἐσταθμή‐ σατο. Οὐ τοίνυν οὐδὲ ἡμᾶς ἀποκνεῖν πάντη προσῆκον δέει τοῦ μὴ ἐξισωθήσεσθαι τὴν εὐχαριστίαν ταῖς εὐεργεσίαις, ἀλλὰ πᾶν τοὐναντίον τολμᾶν καὶ πειρᾶσθαι, εἰ καὶ μὴ τὰς ἴσας, τὰς γοῦν δυνατὰς προφέρειν ὡς ἐν ἀμοιβῇ τιμάς·
40εἴ πως τῶν τελείων διαμαρτάνων, τῶν ἐπὶ μέρους γοῦν
τεύξηται ἡμῖν ὁ λόγος, τὴν παντελῆ τῆς ἀχαριστίας δόξαν διαδράς. Ἄχρηστον γὰρ ἀληθῶς ἡ παντελῶς σιωπή, ὑπὸ πιθανῷ τῷ τοῦ μὴ δύνασθαι ἄξιόν τι λέγειν προκαλύμματι· εὔγνωμον δὲ ἡ πεῖρα ἡ πρὸς τὰς ἀμοιβὰς106
45ἀεί, κἂν ἥττων τῆς ἀξίας δύναμις τοῦ τὴν χάριν ἀναφέροντος ᾖ. Οὐ γὰρ εἰ μὴ κατ’ ἀξίαν οἷός τέ εἰμι λέγειν, σιωπήσομαι· ἀλλ’ εἰ ἀποπλήσω πάνθ’ ἅ μοι δυνατόν ἐστι, καὶ σεμνυ‐ νοῦμαι. Ἔστω δή μοι ὁ λόγος ὅδε χαριστήριος· θεῷ μὲν

3

(50)

τῷ τῶν ὅλων οὐκ ἂν ἐθελήσαιμι λέγειν· καίτοι γε ἐκεῖθεν ἡμῖν πᾶσαι μὲν αἱ τῶν ἀγαθῶν ἀρχαί, ἐκεῖθεν δὲ καὶ ἡμᾶς τῶν εὐχαριστιῶν ἢ ὕμνων καὶ αἴνων ἄρχεσθαι χρή. Ἀλλὰ γὰρ οὐδ’ εἰ ὅλον ἐμαυτόν, μὴ οἷος μὲν νῦν εἰμι βέβηλος καὶ ἀκάθαρτος, ἀναμεμιγμένος καὶ πεφυρμένος
55παναγεῖ καὶ ἀκαθάρτῳ κακῷ, γυμνὸν δὲ αὑτὸν ὅτι καθαρώτατον λαμπρότατόν τε καὶ εἱλικρινέστατον καὶ ἀμιγῆ παντὸς χείρονος, οὐδ’ εἰ ὅλον, φημί, γυμνὸν ὥσπερ τινὰ γενόμενον φέρων ἐπιδοίην, φέροιμι ἄν τι παρ’ ἐμαυτοῦ δῶρον ἄξιον εἰς τιμὴν καὶ ἀμοιβὴν τῷ πάντων ἡγεμόνι
60καὶ αἰτίῳ· ὃν οὔτε ἰδίᾳ ἕκαστος πώποτε, οὔτε καὶ ἅμα πάντες, ὡς εἰ ἓν καὶ ταὐτὸ γένοιντο πάντα καθαρά, αὑτῶν μὲν ἐκστάντα, πρὸς αὐτὸν δὲ ἐπιστρέψαντα μᾶλλον, ἀθρόα ἑνὶ πνεύματι καὶ μιᾷ ὁρμῇ τῇ συμφώνῳ, ἀξίως ἂν εὐφημῆσαι δύναιντο. Ὅ τι γὰρ τῶν αὐτοῦ δημιουρ‐
65γημάτων καὶ διανοηθῆναί τις ἄριστα καὶ ὁλοκλήρως καί, εἰ οἷόν τε, εἰπεῖν κατ’ ἀξίαν περὶ αὐτοῦ δυνηθείη· αὐτῆς δὲ τῆς δυνάμεως ἕνεκεν, ἧς ἠξίωται οὐ παρ’ ἄλλου του, παρ’ αὐτοῦ δὲ λαβών, οὐκ ἔσθ’ ὅπως ἂν ἄλλο τι μεῖζόν ποθεν εὐπορήσας εἰς εὐχαριστίαν ἀναθείη.108

4

Ἀλλὰ τὰς μὲν εἰς τὸν πάντων βασιλέα καὶ κηδεμόνα, τὴν διαρκῆ πηγὴν πάντων ἀγαθῶν, εὐφημίας καὶ ὕμνους τῷ κἀν τούτῳ τὴν ἀσθένειαν ἡμῶν ἰωμένῳ καὶ τὸ ἐνδέον ἀναπληροῦν μόνῳ δυναμένῳ ἐπιτρέψομεν,
5τῷ προστάτῃ τῶν ἡμετέρων ψυχῶν καὶ σωτῆρι, τῷ πρωτο‐ γενεῖ αὐτοῦ λόγῳ, τῷ πάντων δημιουργῷ καὶ κυβερνήτῃ· αὐτῷ μόνῳ ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ πάντων, ἰδίᾳ τε ἑκάστου καὶ ἀθρόον ἅμα, δυνατὸν ὂν ἀναπέμπειν διηνεκεῖς καὶ ἀδιαλείπτους τῷ πατρὶ τὰς εὐχαριστίας. Ὅτι αὐτὸς
10ἡ ἀλήθεια ὢν καὶ ἡ αὐτοῦ τοῦ πατρὸς τῶν ὅλων καὶ σοφία καὶ δύναμις, πρὸς δὲ καὶ ἐν αὐτῷ ὢν καὶ πρὸς αὐτὸν ἀτεχνῶς ἡνωμένος, οὐκ ἔστιν ὅπως ἢ διὰ λήθην ἢ ἀσόφως ἢ ὑπ’ ἀσθενείας τινός, ὥσπερ τις ἀπεξενωμένος αὐτοῦ, ἢ οὐκ ἐφίξεται τῇ δυνάμει τῆς εὐφημίας, ἢ ἐφίξεται μέν,
15ἑκὼν δέ (ὃ μὴ θέμις εἰπεῖν) ἐάσει τὸν πατέρα ἀνευφήμητον· μόνῳ τούτῳ δυνατὸν ὂν τελειότατα πᾶσαν ἀποπληρῶσαι τὴν ἀξίαν τῶν αὐτῷ προσηκόντων αἴνων· ὅντινα αὐτὸς ὁ τῶν ὅλων πατὴρ ἓν πρὸς αὑτὸν ποιησάμενος, δι’ αὐτοῦ μονονουχὶ αὐτὸς αὑτὸν ἐκπεριϊών, τῇ ἴσῃ πάντη δυνάμει
20τῇ αὐτοῦ τρόπον τινὰ τιμῴη καὶ τιμῷτο· ὅπερ πρῶτος καὶ
μόνος ἔχειν ἔλαχεν ἐκ πάντων τῶν ὄντων ὁ μονογενὴς αὐτοῦ, ὁ ἐν αὐτῷ θεὸς λόγος· τῶν ἄλλων πάντων οὕτω μόνον εὐχαρίστων καὶ εὐσεβῶν εἶναι δυναμένων, εἰ ἐπ’ αὐτῷ φέροντες μόνῳ ἀντὶ πάντων τῶν παρὰ τοῦ πατρὸς110
25ἡμῖν ἀγαθῶν τὴν δύναμιν τῆς ἀξίας εὐχαριστίας ἀναθήσομεν, μίαν ὁδὸν εὐσεβείας ταύτην εἶναι ὁμολογήσαντες, τὴν δι’ αὐτοῦ πᾶσαν μνήμην τοῦ τῶν ὅλων αἰτίου. Διὸ δὴ τῆς μὲν ἐπὶ πᾶσι διαρκοῦς προνοίας, ἔν τε μεγίστοις καὶ ἐν τοῖς ἐλαχίστοις κηδομένης ἡμῶν καὶ εἰς τοῦτό γε προαγομένης,
30ἐκεῖνος ἄξιος, διαρκὴς εἶναι λόγος εἰς εὐχαριστίας καὶ ὕμνους ὁμολογείσθω, τελειότατος ὢν καὶ ζῶν, καὶ αὐτοῦ τοῦ πρώτου νοῦ λόγος ἔμψυχος ὤν. Ὁ δ’ ἡμέτερος οὗτος ἔστω χαριστήριος ἀνθρώπων μὲν πάντων μάλιστα τῷ ἀνδρὶ τῷ ἱερῷ τῷδε· εἰ δέ τι καὶ
35περαιτέρω μεληγορεῖν ἐθέλοιμι, καὶ τῶν οὐ φαινομένων μέν, θειοτέρων δὲ καὶ κηδομένων ἀνθρώπων, τούτῳ, ὅς με ἐκ παίδων κρίσει τινὶ μεγάλῃ οἰκονομεῖν τε καὶ τιθηνεῖσθαι καὶ ἐπιτροπεύειν ἐκληρώσατο, ἱερὸς ἄγγελος θεοῦ, ὁ τρέφων με ἐκ νεότητός μου, φησὶν ἐκεῖνος
40ὁ θεῷ φίλος ἀνήρ, τὸν αὑτοῦ λέγων δηλαδή. Ἀλλ’ ὁ μὲν μέγας ὢν ἀναλόγως μέγιστόν τινα, ἤτοι ἄλλον ὅστις ἂν 〈ᾖ,〉 ἢ καὶ αὐτὸν ἴσως τὸν τῆς μεγάλης βουλῆς ἄγγελον, τὸν κοινὸν πάντων σωτῆρα, ὑπὸ τελειότητος μόνον ἤδη φύλακα αὐτῷ εἶναι κληρωσάμενος, οὐκ οἶδα τοῦτο σαφῶς,
45πλὴν ὁ μὲν τὸν ἑαυτοῦ μέγαν τινά, ὅστις ποτ’ ἂν ᾖ, καὶ
γινώσκων καὶ εὐφημῶν· ἡμεῖς δὲ πρὸς τῷ κοινῷ πάντων ἀνθρώπων κυβερνήτῃ καὶ τοῦτον, ὅστις ποτ’ ἐστὶν ἰδίᾳ παιδαγωγὸς ἡμῶν ὄντων νηπίων. Ὃς τά τε ἄλλα πάντη πάντα ἀγαθὸς ὢν τροφεὺς καὶ κηδεμὼν112

4

(50)

ἐμός (οὐχὶ ἐμοὶ ἤ τινι τῶν ἐμοὶ προσηκόντων φίλων, τυφλοὶ γὰρ ἡμεῖς καὶ μηδὲν τῶν ἔμπροσθεν ὁρῶντες, ὥστε τι καὶ κρίνειν δύνασθαι τῶν δεόντων· ἀλλ’ ᾗ αὐτῷ, προορωμένῳ πάντα τὰ πρὸς ὠφέλειαν τῆς ψυχῆς ἡμῶν, συμφέρον εἶναι καταφαίνεται) πάλαι τε καὶ νῦν ἔτι ἐκτρέφει
55τε καὶ παιδεύει καὶ χειραγωγεῖ, καὶ δὴ πρὸς πᾶσι τοῖς ἄλλοις καὶ συνάψαι με τῷ ἀνδρὶ τούτῳ (τοῦτο δὴ τὸ κεφαλαιωδέστατον πάντων) ᾠκονομήσατο, οὔτε γένει καὶ αἵματί μοι ἀνθρωπίνῳ τινὶ προσήκοντα, οὔτε ἄλλως προσοικοῦντα ἢ ὄντα τινὰ τῶν πλησιοχώρων, οὔτε καὶ
60ὁμοεθνῆ ὅλως, ταῦτα δὴ ἃ πρόφασις φιλίας καὶ γνώσεως τοῖς πολλοῖς τῶν ἀνθρώπων γίνεται· ἀλλὰ συνελόντα εἰπεῖν ἀγνώστους, ἀλλοτρίους, ἀπεξενωμένους, ἀλλήλων ἀφεστηκότας πάμπολυ, ὅσον μέσα ἔθνη καὶ ὄρη καὶ ποταμοὺς διείργειν ἡμᾶς, ὑπὸ τῆς θείας ὄντως καὶ σοφῆς
65προμηθείας εἰς ταὐτὸν ἀγαγών, τὴν σωτήριον ἐμοὶ σύνοδον ταύτην ἐμηχανήσατο· ἄνωθεν τοῦτο προμηθούμενος οἶμαι ἐκ πρώτης γενέσεως καὶ ἀνατροφῆς. Πῶς δέ, μακρὸν ἂν εἴη διεξίεναι, οὐχὶ ἀκριβολογουμένῳ μόνον καὶ μηδὲν παραλιπεῖν πειρωμένῳ· ἀλλ’ εἰ καὶ τὰ πολλὰ παρείς,
70ἀθρόως ὀλίγων τῶν κεφαλαιωδεστέρων μνημονεύειν
ἐθελήσαιμι.114

5

Ἀνατροφαὶ γὰρ αἱ πρῶται ἐκ γενέσεως ἦσαν ὑπὸ γονεῦσι, καὶ πάτρια ἔθη τὰ πεπλανημένα· ὧν ἡμᾶς ἐλευθερωθήσεσθαι οὔτε ἄλλος οἶμαι προσεδόκησεν, οὔτε καὶ ἐμοὶ ἐλπίς τις ἦν, παιδίῳ μὲν ὄντι καὶ ἀλόγῳ, ὑπὸ
5πατρὶ δὲ δεισιδαίμονι. Εἶτα πατρὸς ἀποβολὴ καὶ ὀρφανία, ἣ δή μοι τάχα καὶ ἀρχὴ τῆς τοῦ ἀληθοῦς ἐπιγνώσεως ἦν. Τότε γὰρ πρῶτον ἐπὶ τὸν σωτήριον καὶ ἀληθῆ μετετέθην λόγον, οὐκ οἶδ’ ὅπως, κατηναγκασμένος μᾶλλον ἤπερ ἑκών. Τίς γὰρ ἐμοὶ κρίσις ἦν, ὄντι τεσσαρεσκαιδεκαετεῖ;
10Πλὴν ἐξ ἐκείνου πως ἐπιδημεῖν μέν μοι ὁ ἱερὸς ὅδε λόγος ἤρξατο εὐθύς, οἷα δὴ ἄρτι πληρουμένου τοῦ κοινοῦ πάντων ἀνθρώπων λόγου, ἐπεδήμει δ’ ὅμως τότε πρῶτον. Ὃ δὴ καὶ οὐ μικρόν, εἰ καὶ μὴ πάλαι, νῦν γοῦν ἀναλογιζόμενος ἐγὼ σύμβολον τίθεμαι τῆς ἱερᾶς καὶ θαυμαστῆς περὶ
15ἐμὲ προνοίας, τὴν συνδρομὴν ταύτην οὕτως τοῖς ἔτεσι διηριθμημένην· ἵνα τὰ μὲν φθάνοντα πάντα τήνδε τὴν ἡλικίαν, ὅσα πλάνης ἦν ἔργα, νηπιότητι καὶ ἀλογίᾳ παραδεδομένα ᾖ, μὴ μάτην δὲ ὁ ἱερὸς παραδοθῇ λόγος ψυχῇ οὐδέπω λογικῇ, λογικῇ δὲ ἤδη γενομένῃ, εἰ
20καὶ μὴ λόγου θείου καὶ καθαροῦ, φόβου γοῦν τοῦ κατὰ τὸν λόγον τόνδε μὴ ἔρημος ᾖ, ἀλλ’ ὁμοῦ ὅ τε ἀνθρώπινος καὶ ὁ θεῖος ἄρξηται ἐν ἐμοὶ λόγος, ὁ μὲν βοηθῶν τῇ ἀλέκτῳ μὲν ἐμοὶ οἰκείᾳ δὲ αὐτῷ δυνάμει, ὁ δὲ βοηθούμενος. Ὃ δὴ λογιζόμενον εὐφροσύνης ὁμοῦ καὶ δέους ἀναπίπλη‐
25σί με, μεγαλυνόμενον μὲν τῇ προαγωγῇ, φοβούμενον δέ, μή πη καὶ τοιούτων ἀξιωθεὶς τοῦ τέλους ὁμοίως σφαλῶ. Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως ἐνεβράδυνέ μοι τῷδε τῷ μέρει ὁ λόγος, τὴν θαυμαστὴν οἰκονομίαν πρὸς τὸν ἄνδρα τόνδε ὁδῷ διηγήσασθαι θέλων, σπεύδων δὲ ὅμως πρότερον116
30καὶ βραχυλογούμενος ἐπὶ τάδε τὰ ἑξῆς, οὐχ ὡς εὐφημίαν ὀφειλομένην τῷ οὕτως οἰκονομήσαντι ἀποδιδοὺς ἢ εὐχαριστίαν καὶ εὐσέβειαν (μὴ φορτικοὶ ὦμεν οὕτως ὀνομάζοντες μέν, ἄξιον δὲ λέγοντες οὐδέν)· ἀλλ’ ὡς διήγησιν καὶ ὁμολογίαν ἤ τι τῶν ἐπιεικεστέρων τούτων
35ὀνομάτων ποιούμενος. Ἐδόκει τῇ μόνῃ ἐκ τῶν γονέων κήδεσθαι ἡμῶν παραλειπομένῃ μητρί τ’ ἄλλα ἐκπαιδευομένους, οἷα παῖδας οὐκ ἀγενῶς δῆθεν καὶ φύντας καὶ τρεφομένους, φοιτᾶν καὶ ῥήτορι, ὡς δὴ ῥήτορας ἐσομένους. Καὶ δῆτα
40ἐφοιτῶμεν, καὶ ῥήτορας μὲν οὐκ εἰς μακρὰν ἔσεσθαι ἡμᾶς ἔλεγον οἱ τότε κρίνοντες οὕτως· οὐκ ἔγωγε τοῦτο λέγειν οὔτε οἶδα, οὔτ’ ἂν θελήσαιμι· λόγος δὲ οὐδεὶς ἦν τούτων, οὐδέ τις καταβολὴ οὐδέπω τῶν τῇδε φέρειν ἡμᾶς δυναμένων αἰτιῶν. Ἀλλὰ γὰρ ἄγρυπνος ὢν ὁ θεῖος
45παιδαγωγὸς καὶ ἀληθὴς κηδεμών, οὔτε τῶν οἰκείων διανοουμένων οὔτε καὶ ἐμοῦ αὐτοῦ προθυμουμένου, ἐπῆν συμβαλών τινι τῶν ἐμῶν διδασκάλων, ἄλλως τὴν Ῥωμαίων φωνὴν ἐκπαιδεύειν με πεπιστευμένῳ (οὐχ ὡς ἐπ’ ἄκρον ἥξοντα, ὡς δὲ μὴ ἄπειρος εἴην πάντη καὶ τῆσδε

5

(50)

τῆς φωνῆς· ἔτυχε δὲ νόμων οὐκ ἄπειρος ὤν)· τοῦτο ἐπὶ νοῦν βαλών, προὐτρέψατό με δι’ αὐτοῦ τοὺς Ῥωμαίων ἐκμανθάνειν νόμους. Καὶ λιπαρῶς γε τοῦτ’ ἐποίει ὁ ἀνὴρ ἐκεῖνος· κἀγὼ μέντοι ἐπειθόμην, τἀνδρὶ μᾶλλον χαριζόμενος
ἤπερ τῆς τέχνης ἐραστὴς ὤν. Ὁ δέ με λαβὼν ἀκροατήν,118
55φιλοτίμως μὲν διδάσκειν ἤρχετο· ἐπεφθέγξατο δέ τι, ὅ μοι ἀληθέστατα πάντων ἀποβέβηκε· μέγιστον ἔσεσθαί μοι ἐφόδιον (τοῦτο γὰρ τοὔνομα ἐκεῖνος ὠνόμασεν), εἴτε τις ῥήτωρ τῶν ἐν τοῖς δικαστηρίοις ἀγωνιουμένων, εἴτε καὶ ἄλλος τις εἶναι θελήσαιμι, τὴν μάθησιν τῶν νόμων.
60Ὁ μὲν οὕτως ἀπεφθέγξατο, τείνων εἰς τὰ ἀνθρώπινα τὸν λόγον· ἐμοὶ δ’ ἀτεχνῶς ὑπό τινι θειοτέρᾳ ἐπιπνοίᾳ ἀποφοιβάσαι δοκεῖ τῆς αὐτοῦ ὑπολήψεως. Ἐπεὶ γὰρ ἐξεπαιδευόμην ἑκὼν καὶ ἄκων τοὺς νόμους τούσδε, δεσμοὶ μέν πως ἤδη κατεβέβληντο, καὶ αἰτία καὶ ἀφορμὴ τῆς
65ἐπὶ τάδε ὁδοῦ ἡ τῶν Βηρυτίων πόλις· ἡ δὲ οὐ μακρὰν ἀπέχουσα τῶν ἐνταῦθα πόλις Ῥωμαϊκωτέρα πως, καὶ τῶν νόμων τούτων εἶναι πιστευθεῖσα παιδευτήριον. Τὸν δ’ ἱερὸν τοῦτον ἄνδρα ἐκ τῆς Αἰγύπτου ἐκ τῆς Ἀλεξανδρέων πόλεως, ἔνθα τὴν ἑστίαν ἔχων ἔτυχε πρότερον, καὶ αὐτὸν
70ἐκίνει καὶ μετανίστη ἐπὶ τόδε τὸ χωρίον, ὥσπερ ἀπαντήσοντα ἡμῖν, ἕτερα πράγματα. Οὐκ ἔγωγε καὶ ταῦτα αἰτιολογεῖσθαι οὔτε οἶδα καὶ ἑκὼν παρήσω. Οὐ μὴν ἀλλ’ οὔπω γε τῆς ἐνθάδε μοι ἀφίξεως καὶ τῆς πρὸς τὸν ἄνδρα συμπλοκῆς οὐδὲν οὕτως ἀναγκαῖον ἦν, ὅσον ἐπὶ τοῖς νόμοις ἡμῶν,
75δυνατὸν ὂν καὶ ἐπὶ τὴν Ῥωμαίων ἀποδημῆσαι πόλιν. Πῶς οὖν καὶ τοῦτο ἐξεπορίσθη; Κηδεστήν μου ἄνδρα ἀδελφῆς ἐμῆς ὁ τότε ἄρχων τῶν Παλαιστίνων, τοῦτον παραλαβὼν ἐξαίφνης ἄκοντα μόνον, κεχωρισμένον τῆς ὁμοκοίτου, ἤγαγεν ἐνταῦθα, συνεπιβοηθήσοντα καὶ
80κοινωνήσοντα τῶν τοῦ ἔθνους ἄρχοντος πόνων· νομικὸς γάρ τις ἦν, καὶ ἔστιν ἴσως ἔτι· ὃς δὴ ἐλθὼν ἅμα αὐτῷ
ἔμελλε μὲν οὐκ εἰς μακρὸν μετάπεμπτον ἀπολήψεσθαι τὴν γυναῖκα, ἐπαχθῶς αὐτῆς καὶ ἄκων κεχωρισμένος, καὶ ἡμᾶς δὲ ἅμα αὐτῇ συνεπισπώμενος. Ἐξαίφνης120
85γοῦν οὐκ οἶδ’ ὅπως ἀποδημεῖν μέν, ἀλλ’ ἑτέρωθί ποι μᾶλλον ἀποδημεῖν ἤπερ ἐνταῦθα διανοουμένοις ἡμῖν ἐπέστη στρατιώτης φέρων ἐντολήν, παραπέμπειν μὲν καὶ δια‐ σώζεσθαι τὴν ἀδελφὴν ἡμῶν καταλαμβάνουσαν τὸν ἄνδρα, ἄγειν δὲ καὶ ἡμᾶς συνοδοιπόρους ἅμ’ αὐτῇ· χαριου‐
90μένους μὲν καὶ τῷ κηδεστῇ, καὶ μάλιστα τῇ ἀδελφῇ, ὅπως μὴ οὐκ εὐσχήμων τε ἢ ὀκνηροτέρα πρὸς τὴν ὁδοιπορίαν ᾖ, οἰκέταις αὐτοῖς καὶ τοῖς συγγενέσι τιμήσασι, καὶ οὐ μικρόν τι ἕτερον τῶν προὔργου διαπραξαμένοις, εἰ ἐπὶ τὴν Βηρυτίων ἔλθοιμεν πόλιν, ἐκεῖ τὸ τῶν νόμων μάθημα
95ἐκπονήσαντες. Πάντα τοιγαροῦν ἐκίνει ἡμᾶς, τὸ πρὸς τὴν ἀδελφὴν εὔλογον, τὸ ἡμέτερον αὐτῶν μάθημα, πρὸς δὲ καὶ ὁ στρατιώτης (ἐπεὶ καὶ τούτου μνημονεῦσαι δεῖ), φέρων ἐξουσίαν πλειόνων τῶν δημοσίων ὀχημάτων τῆς χρήσεως, καὶ σύμβολα πλείονος ἀριθμοῦ ἡμῶν μᾶλλον

5

(100)

ἢ τῆς ἀδελφῆς μόνης ἕνεκα. Φαινόμενα μὲν ταῦτα· τὰ δὲ μὴ φαινόμενα μὲν ἀληθέστερα δέ, ἡ πρὸς τὸν ἄνδρα τοῦτον κοινωνία, τὴν ἀληθῆ δι’ αὐτοῦ περὶ τὰ τοῦ λόγου μαθήματα, ἡ τῶν ψυχῶν ἡμῶν ὠφέλεια εἰς σωτηρίαν ἦγεν ἡμᾶς ἐπὶ τάδε, τυφλώττοντας μὲν καὶ οὐκ εἰδότας,
105σωτηριωδῶς δὲ ἡμῖν. Τοιγαροῦν οὐχ ὁ στρατιώτης, θεῖος δέ τις συνοδοιπόρος καὶ πομπὸς ἀγαθὸς καὶ φύλαξ, ὁ διὰ παντὸς τοῦ βίου τούτου ὥσπερ μακρᾶς ὁδοιπορίας διασώζων ἡμᾶς, παραμειψάμενος τά τε ἄλλα καὶ τὴν
Βηρυτόν, ἧς μάλιστα 〈ἕνεκα〉 ὁρμᾶν ἐνταῦθα ᾠήθημεν,122
110ἐνταῦθα φέρων κατεστήσατο· πάντα ποιῶν καὶ κινῶν, ἕως πάσῃ μηχανῇ τῷ τῶν πολλῶν ἡμῖν ἀγαθῶν αἰτίῳ τούτῳ συνδήσεται. Καὶ ὁ μέν, διὰ τοσούτων ἐλθὼν τὴν οἰκονομίαν παραδιδοὺς τούτῳ, ὁ θεῖος ἄγγελος ἐνταῦθά που καὶ ἴσως ἀνεπαύσατο, οὐχ ὑπὸ καμάτου
115τινὸς ἢ μόχθου (ἀκάματον γὰρ τὸ τῶν θείων λειτουργῶν γένος), ἀλλ’ ὅτι παρέδωκεν ἀνθρώπῳ, πᾶσαν εἰ δυνατὸν πρόνοιαν καὶ ἐπιμέλειαν ἀποπλήσοντι.

6

Ὁ δ’ ὑποδεξάμενος ἐξ ἡμέρας τῆς πρώτης, τῆς ὄντως ἐμοὶ πρώτης, τῆς τιμιωτάτης πασῶν, εἰ δεῖ λέγειν, ἡμερῶν, ὅτε μοι πρῶτον ὁ ἀληθινὸς ἀνατέλλειν ἥλιος ἤρξατο, πρῶτον μέν, ὥσπερ θῆράς τινας ἀγρίους ἢ ἰχθύας
5ἤ τινας ὄρνεις, ἐμπεσόντας μὲν εἰς τὰς ἄρκυς ἢ εἰς τὰς σαγήνας, ἐξολισθαίνειν δὲ καὶ ἀποδιδράσκειν πειρωμένους, ἀναχωρεῖν τε ἀπ’ αὐτοῦ βουλομένους ἐπὶ τὴν Βηρυτὸν ἢ ἐπὶ τὴν πατρίδα, συνδήσασθαι πάντα τρόπον ἐμη‐ χανήσατο· πάντας λόγους στρέφων καὶ πάντα κάλων
10(τοῦτο δὴ τὸ τοῦ λόγου) κινῶν καὶ πάσας τὰς δυνάμεις αὐτοῦ προχειριζόμενος· ἐπαινῶν μὲν φιλοσοφίαν καὶ τοὺς φιλοσοφίας ἐραστὰς μακροῖς τοῖς ἐπαίνοις καὶ πολλοῖς τοῖς τε προσήκουσι, τούτους μόνους ζῆν ὄντως τὸν λογικοῖς προσήκοντα βίον λέγων, τοὺς ὀρθῶς βιοῦν
15ἐπιτηδεύοντας, ἑαυτούς τε γινώσκοντας πρῶτον οἵτινές εἰσι, κἄπειτα τὰ ὄντως ἀγαθά, ἃ μεταδιώκειν ἄνθρωπον χρή, καὶ τὰ ἀληθῶς κακά, ὧν ἀποτρέχειν δεῖ· ψέγων δὲ τὴν ἀμαθίαν καὶ πάντας τοὺς ἀμαθεῖς· πολλοὶ δὲ οὗτοι, ὅσοι θρεμμάτων δίκην τυφλώττοντες τὸν νοῦν, οὐδ’ αὐτὸ
20τοῦτο ὅπερ εἰσὶν ἐγνωκότες, ὥσπερ ἄλογοι πεπλανη‐ μένοι, ἀγαθὸν ἢ κακὸν ὅ τι ποτέ ἐστιν ὅλως οὔτε εἰδότες
αὐτοὶ οὔτε μαθεῖν θέλοντες, ὡς ἐπὶ ἀγαθὸν ἄττουσι καὶ ἐπτόηνται χρήματα καὶ δόξας καὶ τιμὰς τὰς ἀπὸ τῶν πολλῶν καὶ τὴν τοῦ σώματος εὐεξίαν, αὐτά τε περὶ πολ‐124
25λοῦ καὶ τοῦ παντὸς τιθέμενοι, καὶ τῶν τεχνῶν, ὅσαι ταῦτα ἐκπορίζεσθαι δύνανται, καὶ τῶν βίων, ὅσοι ταῦτα παρέξον‐ ται, στρατιὰς καὶ τὴν δικανικὴν καὶ ἐκμάθησιν τὴν τῶν νόμων· ταῦθ’ ἅπερ ἡμᾶς ἀνέσειε μάλιστα λέγων καὶ μάλα τεχνικῶς, τοῦ κυριωτάτου, φησί, τῶν ἐν ἡμῖν, λόγου
30ἀμελήσαντας. Οὐκ ἔχω νῦν ἐγὼ λέγειν, ὅσας τοιαύτας ἐξήχει φωνὰς προτρέπων φιλοσοφεῖν, οὐ μιᾶς ἡμέρας μόνης, ἀλλὰ καὶ πλειόνων ὅσων αὐτῷ προσῄειμεν τῶν πρώτων, βεβλημένοι μὲν ὥσπερ τινὶ βέλει τῷ παρ’ αὐτοῦ λόγῳ καὶ ἐκ πρώτης ἡλικίας (ἦν γάρ πως καὶ ἡδείᾳ τινὶ χάριτι
35καὶ πειθοῖ καί τινι ἀνάγκῃ μεμιγμένος), στρεφόμενοι δέ πως ἔτι καὶ λογιζόμενοι, καὶ φιλοσοφεῖν μὲν προσκαρτερή‐ σαντες, οὐδέπω πάντη πεπεισμένοι, ἀφίστασθαι δὲ πάλιν οὐκ οἶδ’ ὅπως οὐ δυνάμενοι, ἀεὶ δὲ ὥσπερ ὑπό τισιν ἀνάγκαις μείζοσι τοῖς λόγοις αὐτοῦ πρὸς αὐτὸν ἑλκόμενοι.
40Ὅλως γὰρ οὐδ’ εὐσεβεῖν εἰς τὸν τῶν ὅλων δεσπότην (τοῦτο ὃ δὴ μόνος τῶν ἐπὶ γῆς πάντων ζώων ὁ ἄνθρωπος ἔχειν ἐτιμήθη τε καὶ ἠξιώθη, καὶ εἰκότως πᾶς ὁστισοῦν καὶ σοφὸς καὶ ἀμαθὴς περιέχεται τούτου, ὅστις μὴ παντελῶς τὰς ἐννοίας ἀπολώλεκεν ὑπό τινος φρενοβλαβείας), οὐ
45τοίνυν οὐδὲ εὐσεβεῖν ὅλως δυνατὸν εἶναι ἔφασκεν, ὀρθῶς λέγων, μὴ φιλοσοφήσαντι· ἕως πολλοὺς τοιούτους ἄλλους ἐπ’ ἄλλοις ἐπαντλῶν λόγους, ὥσπερ τινὰς κατα‐ γεγοητευμένους, ἐπὶ τέλει ταῖς αὐτοῦ τέχναις ἀκινήτους ἀτεχνῶς φέρων ἡμᾶς παριδρύσατο λόγοις τοῖς αὐτοῦ,

6

(50)

οὐκ οἶδ’ ὅπως, σύν τινι θείᾳ δυνάμει. Καὶ γὰρ καὶ φιλίας ἡμῖν κέντρον ἐνέσκηψεν, οὐκ εὐκαταγώνιστόν τι, δριμὺ δὲ καὶ ἀνυτικώτατον, δεξιότητος καὶ διαθέσεως τῆς ἀγαθῆς, ὅση εὐνοητική τις ἡμῖν αὐταῖς ταῖς φωναῖς αὐτοῦ προσφθεγγομένου καὶ ὁμιλοῦντος ἐνε‐126
55φαίνετο· οὐκ ἐκπεριεῖναι ἡμᾶς ἄλλως λόγοις πειρωμένου, δεξιᾷ δὲ καὶ φιλανθρώπῳ καὶ χρηστοτάτῃ γνώμῃ σώζειν τε καὶ κοινωνοὺς τῶν τε ἐκ φιλοσοφίας ἀγαθῶν κατα‐ στήσασθαι, καὶ τῶν ἄλλων μάλιστα, ὅσα τὸ θεῖον παρὰ τοὺς πολλούς, ἢ καὶ παρὰ πάντας ἴσως τοὺς νῦν
60ἀνθρώπους, αὐτῷ μόνῳ ἐδωρήσατο, τὸν διδάσκαλον εὐσεβείας, τὸν σωτήριον λόγον, πολλοῖς μὲν ἐπιφοιτῶντα καὶ πάντας κατεργαζόμενον, ὅσοις ἂν προστύχῃ (οὐ γάρ ἐστιν ὅ τι αὐτῷ ἐνστήσεται, πάντων καὶ ὄντι καὶ ἐσομένῳ βασιλεῖ), κρυπτόμενον δὲ καὶ οὐ γινωσκόμενον
65οὔτε ῥᾳδίως οὔτε καὶ δυσχερῶς τοῖς πολλοῖς, ὡς ἐρωτηθέντας ἔχειν περὶ αὐτοῦ σαφὲς εἰπεῖν. Οἷος οὖν τις σπινθήρ, ἐνσκήψας μέσῃ τῇ ψυχῇ ἡμῶν, ἀνήπτετό τε καὶ ἐξεκαίετο ὅ τε πρὸς τὸν ἁπάντων ὑπὸ κάλλους ἀρρήτου ἐπακτικώτατον αὐτὸν λόγον τὸν ἱερὸν τὸν ἐρασμιώτατον, καὶ ὁ πρὸς
70τὸν ἄνδρα τόνδε τὸν αὐτοῦ φίλον καὶ προήγορον ἔρως· ᾧ μάλιστα τετρωμένος ἁπάντων τῶν δοκούντων ἡμῖν προσήκειν πραγμάτων ἢ μαθημάτων, τῶν τε ἄλλων καὶ αὐτῶν τῶν καλῶν μου νόμων, ἀμελεῖν ἐπειθόμην πατρίδος τε καὶ οἰκείων, τῶν τε παρόντων ἐνταῦθα καὶ οἷς ἀπεδημή‐
75σαμεν. Ἓν δέ μοι φίλον ἦν καὶ ἀγαπώμενον, φιλοσοφία
τε καὶ ὁ ταύτης καθηγεμὼν οὗτος ὁ θεῖος ἄνθρωπος· καὶ συνεδέθη ἡ ψυχὴ Ἰωνάθαν Δαυίδ. Τοῦτο ἀνέγνων μὲν ὕστερον ἐν τοῖς ἱεροῖς γράμμασιν, ἔπαθον δὲ πρότερον οὐχ ἧττον ἐναργῶς ἢ εἴρηται, καίτοι γε ἐναργέστατα κε‐128
80χρησμῳδημένον. Οὐ γὰρ συνεδέθη ἁπλῶς Ἰωνάθαν Δαυίδ, αὐτὰ δὲ τὰ κυριώτατα, ψυχή, ταῦθ’ ἅπερ οὐδὲ χωρισθέντων τῶν φαινομένων καὶ βλεπομένων ἀνθρώπῳ χωρισθῆναι καὶ αὐτὰ μηχανῇ τινι καταναγκασθήσεται· ἄκοντα μὲν οὐδαμῶς. Ψυχὴ γὰρ ἐλεύθερον καὶ οὐκ
85ἐγκατάκλειστον οὐδενὶ τρόπῳ, οὐδ’ ἂν ἐν οἰκίσκῳ καθείρξας τηρῇς. Καὶ γὰρ εἶναι πέφυκε τόν γε πρῶτον λόγον, οὗπερ ἂν ὁ νοῦς ᾖ· εἰ δὲ καὶ ἐν τῷ οἰκίσκῳ σοι εἶναι δοκεῖ, κατὰ δεύτερόν τινα λόγον ἐνταῦθά σοι φαντάζεται· οὐδαμῶς εἶναι ἐκεῖ διὰ τοῦτο κεκωλυμένη, οὗπερ ἂν εἶναι βουληθῇ,
90μᾶλλον δὲ πάντη πάντως ἐκεῖ μόνον εἶναι καὶ δυναμένη καὶ πιστευθεῖσα ἂν εἰκότως, οὗπερ ἂν καὶ πρὸς ὃ ἂν τὰ μόνης αὐτῆς ἴδια κατ’ αὐτὴν ἔργα ᾖ. Οὐκοῦν περιφα‐ νέστατον τοῦθ’ ὅπερ ἔπαθον βραχυτάταις λέξεσιν ἐδήλωσε,
τὴν ψυχὴν Ἰωνάθαν συνδεδέσθαι τῇ ψυχῇ Δαυίδ;130
95Ταῦθ’ ἅπερ ἄκοντα μὲν οὐδαμῶς, ὡς ἔφην, χωρισθῆναι ἐκνικηθήσεται, ἑκόντα δὲ οὐ ῥᾳδίως θελήσει. Οὐ γὰρ ἐπὶ τῷ χείρονι οἶμαι, ὄντι πολυτρόπῳ καὶ εὐκολωτέρῳ μεταβουλεύεσθαι, ἡ τῆς ἀναλύσεως τῶν ἱερῶν τῶν φιλίων τούτων δεσμῶν ἐξουσία, ἐφ’ ᾧπερ οὐδὲ τὸ καταδήσασθαι

6

(100)

ἐγένετο τὴν ἀρχὴν μόνῳ· ἀλλ’ ἐπὶ τῷ κρείττονι, ὄντι μονίμῳ καὶ οὐκ εὐσείστῳ, ἐφ’ ᾧπερ καὶ κατεργάσασθαι τοὺς δεσμοὺς καὶ τὸ ἱερὸν τοῦτο ἅμμα μᾶλλον ἦν. Συνεδέθη γοῦν καὶ ὑπὸ τοῦ θείου λόγου οὐχ ἡ ψυχὴ Δαυὶδ τῇ ψυχῇ Ἰωνάθαν· ἔμπαλιν δὲ ἡ τοῦ χείρονος ψυχὴ
105τοῦτο παθοῦσα συνδεομένη λέγεται τῇ ψυχῇ Δαυίδ. Οὐ γὰρ τὸ κρεῖττον, αὔταρκες ὄν, ἕλοιτο ἂν τῷ αὐτοῦ συνδεδέσθαι χείρονι, ἀλλὰ τὸ χεῖρον, ἐπικουρίας δεόμενον τῆς παρὰ τοῦ βελτίονος, συνδεθὲν τῷ κρείττονι προσηρτῆ‐ σθαι ἐχρῆν· ἵνα τὸ μὲν μένον ἐφ’ ἑαυτοῦ μηδεμιᾶς ἀπολαύῃ
110βλάβης ἐκ τῆς πρὸς τὸ χεῖρον κοινωνίας, τὸ δ’ ἄτακτον ἐξ αὐτοῦ καταδεθὲν καὶ συναρμοσθὲν τῷ κρείττονι, μηδὲν βλάψαν ταῖς ἀνάγκαις τῶν δεσμῶν πρὸς τὸ κρεῖττον ἐκνικηθῇ. Διὸ καὶ κατεργάζεσθαι μὲν τοὺς δεσμοὺς τοῦ διαφέροντος, ἀλλ’ οὐ τοῦ ἥττονος ἦν· συνδεῖσθαι δὲ τοῦ
115χείρονος, ὡς μηδ’ ἐξουσίαν ἔχειν πως ἀπολελύσθαι τῶν δεσμῶν. Τοιαύταις τισὶν ἀνάγκαις Δαυὶδ οὗτος συσφιγξάμενος ἡμᾶς ἔχει νῦν τε καὶ ἐξ ἐκείνου, οὐδ’ εἰ βουλοίμεθα τῶν δεσμῶν αὐτοῦ λελύσθαι δυναμένους. Οὐ τοίνυν καὶ εἰ ἀποδημήσαιμεν, ἀνήσει τὰς ψυχὰς ἡμῶν,
120κατὰ τὸ θεῖον γράμμα ἔχων οὕτω συνδεδεμένας.132

7

Πλὴν οὕτως ἡμᾶς ἐξ ἀρχῆς ἑλὼν καὶ πάντα τρόπον ἐκπεριελθών, ἐπειδὴ ἤνυστο αὐτῷ τὸ πλεῖον καὶ μένειν ἐδόκει, τοὐντεῦθεν ὥσπερ εἴ τις ἀγαθὸς γεωργὸς γῆν ἀργήν τινα καὶ ἤτοι οὐδὲ εὔγειον οὐδαμῶς, ἀλλά τινα
5ἁλμυρὰν καὶ κεκαυμένην ὑπόπετρόν τε καὶ ψαφαράν, ἢ οὐ πάντη μὲν ἄφορον οὐδέ γε ἀφυῆ, ἀλλὰ καὶ πολυφυῆ μέν, χέρσον δὲ ὅμως καὶ ἠμελημένην, ἀκάνθαις καὶ θάμνοις ἀγρίαις ἐστρυφνωμένην καὶ δυσεργῆ· ἢ οἷά τις φυτουργὸς ἀνὴρ φυτόν, ἤτοι ἄγριον καὶ καρπῶν
10ἡμέρων ἄφορον μέν, οὐ μὴν πάντη ἄχρηστον, εἴ τις τέχνῃ τῇ φυτουργικῇ φέρων βλαστὸν ἥμερον ἐμφυτεύσαι, μέσον σχίσας, εἶτα συμβαλὼν καὶ συνδήσας, ἄχρις ἂν συμβλύ‐ σαντα ὡς ἓν ἄμφω τρέφηται (οὕτω γὰρ ἂν ἴδοις δένδρον τι συμμιγές, καὶ νόθον μέν, εὔκαρπον δὲ ἐξ ἀκάρπου,
15καρποὺς ἐλαίας τῆς καλῆς ἐπὶ ῥιζῶν ἀναφέρον ἀγρίων)· ἢ ἄγριον μέν, οὐ μὴν ἄχρηστον ἀνδρὶ τεχνίτῃ φυτουργῷ, ἢ καὶ ἥμερον μέν, εὔκαρπον δὲ ἄλλως, ἢ ἀπορίᾳ τέχνης πάλιν ἀκλάδευτον καὶ ἀπότιστον καὶ αὐχμηρόν, πνιγόμενον ὑπὸ τῶν εἰκῇ πολλῶν καὶ περιττῶν ἐκφυομένων βλαστῶν,
20τελειοῦσθαι δὲ τῇ βλάστῃ καὶ φέρειν τὸν καρπὸν ὑπ’ ἀλλήλων ἐμποδιζόμενον· τοιούτους τινὰς παραλαβὼν καὶ τέχνῃ ἑαυτοῦ τῇ γεωργικῇ ἐκπεριϊὼν καὶ κατανοῶν
οὐ τὰ πᾶσιν ὁρώμενα μόνον καὶ ἐν ἐπιφανείᾳ βλεπόμενα, ἀνορύττων δὲ καὶ τῶν ἐνδοτάτων ἀποπειρώμενος, ἐρωτῶν134
25καὶ προτείνων καὶ ἀποκριναμένων ἀκούων, ἐπειδὴ κατενόησέ τι οὐκ ἄχρηστον καὶ ἀνωφελὲς καὶ ἀνήνυτον ἐν ἡμῖν, ἔσκαλλεν, ἀνέστρεφεν, ἐπότιζεν, ἐκίνει πάντα, ἅπασαν προσῆγε τὴν παρ’ αὐτοῦ τέχνην καὶ ἐπιμέλειαν, καὶ κατειργάζετο ἡμᾶς· ἀκάνθας μὲν καὶ τριβόλους καὶ πᾶν
30τὸ τῶν ἀγρίων γένος βοτανῶν ἢ φυτῶν, ὅσον ὑλομανοῦσα ἀνέπεμπε καὶ ἀνεδίδου σεσοβημένη ἡ ψυχὴ ἡμῶν, οἷα δὴ ἄτακτος οὖσα καὶ προπετής, πᾶν ἐκκόπτων καὶ ἐξαίρων τοῖς ἐλέγχοις καὶ τῷ κωλύειν· καθαπτόμενος ἡμῶν καὶ μάλα Σωκρατικῶς ἔστιν ὅτε καὶ ὑποσκελίζων τῷ λόγῳ,
35εἴ πη πάντη ἀφηνιάζοντας ἡμᾶς ὥσπερ τινὰς τῶν ἀγρίων ἵππων ἑώρα, σκιρτῶντας ἔξω τῆς ὁδοῦ καὶ πολλὰ ἐκπε‐ ριτρέχοντας εἰκῇ, ἕως οὗ πειθοῖ τινι καὶ ἀνάγκῃ, ὡς ὑπὸ χαλινῷ τῷ ἐκ στόματος ἡμῶν λόγῳ, ἡσυχίους αὐτῷ κατεστήσατο· δυσχερῶς μὲν ἡμῖν καὶ οὐκ ἀλύπως τὸ
40πρῶτον, οἷα δὴ ἀήθεσι καὶ κατακολουθεῖν τῷ λόγῳ οὐδέπω μεμελετηκόσι προσάγων τοὺς παρ’ ἑαυτῷ λόγους, ἀλλὰ γὰρ ἐκκαθαίρων ὅμως. Ἧι δ’ ἂν ἐπιτηδείους ἡμᾶς ἐποιήσατο καὶ εὖ παρ‐ εσκευάσατο εἰς παραδοχὴν τῶν τῆς ἀληθείας λόγων,
45τότε δή, οἷα εὖ κατειργασμένῃ γῇ καὶ ἁπαλῇ ἑτοίμῃ τε ἀναφύειν τὰ ἐπαχθέντα τῶν σπερμάτων, ἐπέφερεν ἀφειδῶς· εὔκαιρον καὶ τὴν τῶν σπερμάτων καταβολὴν ποιούμενος, εὔκαιρον καὶ τὴν λοιπὴν ἐπιμέλειαν ἅπασαν, οἰκείως ἕκαστα κατεργαζόμενος καὶ τοῖς οἰκείοις τοῦ

7

(50)

λόγου· πᾶν μὲν ὅσον ἀμβλὺ καὶ νόθον τῆς ψυχῆς, ἢ πεφυκυίας οὕτως ἢ καὶ ὑπὸ τροφῶν περιττῶν τοῦ
σώματος παχυνομένης, παροξύνων καὶ ἐξισχναίνων τοῖς λεπτοῖς τῶν λογικῶν παθημάτων λόγοις καὶ τρόποις, οἳ ἐξ ἁπλουστάτων τῶν πρώτων ἀνειλούμενοι ἐπάλληλοι136
55καὶ ποικίλως στρεφόμενοι, εἰς ἀμήχανόν τινα καὶ δυσεξέλικ‐ τον προΐασι πλοκήν, ἐξανιστῶντες ἡμᾶς ὥσπερ καθεύδοντας, καὶ ἔχεσθαι ἀεὶ τῶν προκειμένων, μηδαμῶς ὑπολισθαί‐ νοντας μήτε ὑπὸ μήκους μήτε ὑπὸ λεπτότητος, ἐκδιδασκό‐ μενοι. Ὅσον δὲ ἄκριτον καὶ προπετές, συγκατατιθεμέ‐
60νων τε τοῖς ἐπιτυχοῦσιν, ὁποῖά ποτ’ ἂν ᾖ, κἂν ψευδῆ τύχῃ, καὶ ἀντιλεγόντων πολλάκις, κἂν ἀληθῆ τινα εἰρημένα ᾖ, καὶ τοῦτο ἐκπαιδεύων τούτοις τε τοῖς προειρημένοις καὶ ἑτέροις ποικίλοις λόγοις· πολυειδὲς γὰρ τουτὶ τὸ μέρος τῆς φιλοσοφίας, συνεθίζον μὴ εἰκῇ μηδ’ ὡς ἔτυχε ῥίπτειν τε
65τὰς μαρτυρίας καὶ πάλιν ἀνανεύειν, ἀλλ’ ἐξετάζοντας ἀκριβῶς μὴ τὰ προφανῆ μόνον (πολλὰ γὰρ ἔνδοξα αὐτόθεν καὶ σεμνοειδῆ, ὑπὸ εὐσχήμοσι ταῖς φωναῖς εἰσδραμόντα εἰς τὰς ἀκοὰς ἡμῶν ὡς ἀληθῆ, ὕπουλα ὄντα καὶ ψευδῆ, συναρπάσαντα καὶ λαβόντα ψήφισμα ἀληθείας
70παρ’ ἡμῶν, μετ’ οὐ πολὺ σαθρὰ καὶ οὐκ ἀξιόπιστα κατε‐ φωράθη ὄντα, μάτην τὴν ἀλήθειαν ὑποκρινόμενα· καὶ ἡμᾶς εὐκόλως ἀπέφηνε καταγελάστως ἐξηπατημένους, κἀπιμαρτυρήσαντας εἰκῇ οἷς ἥκιστα ἐχρῆν· πάλιν τε αὖ ἕτερα σεμνὰ μὲν καὶ οὐκ ἀλαζονευόμενα μέν, ἢ οὐκ
75ἀξιοπίστοις ταῖς φωναῖς κείμενα παράδοξα καὶ πάντων ἀπιστότατα δοκοῦντα, αὐτόθεν τε ἀποδοκιμασθέντα ὡς
ψευδῆ καὶ ὑβρισθέντα ἀναξίως, εἶθ’ ὕστερον ἐξιχνεύσασι καὶ κατανοήσασιν ἀκριβῶς πάντων ἀληθέστατα καὶ ἄμαχα ἀτεχνῶς εἶναι κατενοήθη, τὰ τέως ἀπόβλητα καὶ138
80ἀδόκιμα νομισθέντα), μὴ δὴ τὰ προφανῆ μόνον καὶ προκύπτοντα, ἔστι δ’ ὅτι δολερὰ καὶ σεσοφισμένα, τὰ δ’ ἔνδον διερευνωμένους μὲν καὶ περικρούοντας ἕκαστον, μή πή τι σαθρὸν ἠχῇ, καὶ ἐν αὐτοῖς πιστουμένους ἑαυτοὺς πρῶτον, οὕτως καὶ τοῖς ἐκτὸς συνομολογεῖν καὶ ἀποφαίνε‐
85σθαι περὶ ἑκάστων ἐδίδασκεν. Οὕτως μὲν τὸ περὶ τὰς λέξεις καὶ τοὺς λόγους κριτικὸν ἡμῶν τῆς ψυχῆς μέρος λογικῶς ἐξεπαιδεύετο· οὐ κατὰ τὰς καλῶν ῥητόρων κρίσεις, εἴ τι Ἑλληνικὸν ἢ βάρβαρόν ἐστι τῇ φωνῇ· τὸ μικρὸν τοῦτο καὶ οὐκ ἀναγκαῖον μάθημα· ἀλλὰ τοῦτο
90πᾶσιν ἀναγκαιότατον Ἕλλησί τε καὶ βαρβάροις, καὶ σοφοῖς καὶ ἰδιώταις καὶ ὅλως (ἵνα μὴ μακρὸς εἴη μοι λόγος ἑκάστας τέχνας καὶ ἐπιτηδεύματα ἐπεξιών) πᾶσιν ἀν‐ θρώποις τοῖς ὁντινοῦν βίον ἑλομένοις· εἴ γε πᾶσι τοῖς περὶ ὁτουδήποτε κοινολογουμένοις μέλει τε καὶ διεσπούδασται
95μὴ ἠπατῆσθαι.

8

Καὶ μὴ τοῦθ’ ὅπερ εἶδος διαλεκτικὴ κατορ‐ θοῦν μόνη εἴληχε· τὸ δέ γε πάλιν ταπεινὸν τῆς ψυχῆς 〈ἡ〉μῶν, ἐκτεθαμβημένων μὲν τῇ μεγαλουργίᾳ καὶ θαυματουργίᾳ καὶ ποικίλῃ καὶ πανσόφῳ δημιουργίᾳ τῇ
5τοῦ κόσμου, καὶ τεθαυμακότων μὲν ἀλόγως ὑπεπτηχότων δὲ ὑπὸ ἐκπλήξεως, εἰδότων δὲ οὐδ’ ὁτιοῦν ἐπιλογίσασθαι δίκην ἀλόγων ζώων, ἐξεγείρων καὶ ἀνορθῶν μαθήμασιν ἑτέροις, τοῖς φυσικοῖς, σαφηνίζων ἕκαστα τῶν ὄντων, καὶ διακρίνων καὶ μάλα σοφῶς εἰς τὰ πρώτιστα στοιχεῖα,140
10κᾆτ’ ἐπιπλέκων τῷ λόγῳ καὶ ἐπιπορευόμενος τήν τε τῶν ὅλων καὶ τὴν ἐπὶ μέρους ἑκάστου φύσιν τροπήν τε τὴν πολυειδῆ καὶ μεταβολὴν τῶν ἐν τῷ κόσμῳ· ἕως φέρων ὑπὸ σαφοῦς τῆς παρ’ αὐτοῦ διδασκαλίας καὶ λόγων, ὧν τε ἔμαθεν ὧν τε ἐξεύρετο περὶ τῆς τῶν ὅλων οἰκονομίας
15τῆς ἱερᾶς καὶ φύσεως τῆς ἀμωμήτου, ἀντὶ ἀλόγου λογικὸν ταῖς ψυχαῖς ἡμῶν ἐγκατέθετο θαῦμα. Τοῦθ’ ὃ δὴ μάθημα ὑψηλὸν καὶ ἔνθεον ὂν ἡ ἐρασμιωτάτη πᾶσιν ἐκδιδάσκει φυσιολογία. Τί δεῖ λέγειν τὰ τῶν ἱερῶν μαθημάτων, γεωμετρίαν μὲν τὴν πᾶσι φίλην καὶ ἀναμφισ‐
20βήτητον καὶ ἀστρονομίαν τὴν μετεωροπόρον; Ἃ δὴ ἕκαστα ταῖς ψυχαῖς ἡμῶν ἐνετυποῦτο διδάσκων ἢ ἀναμι‐ μνήσκων ἢ οὐκ οἶδ’ ὅ τι χρὴ λέγειν, τὴν μὲν ὡς ὑποβά‐ θραν πάντων ἁπλῶς ποιησάμενος οὖσαν ἄσειστον, τὴν γεωμετρίαν, καὶ κρηπίδα τινὰ ἀσφαλῆ· ἀνάγων δὲ καὶ
25μέχρι τῶν ἀνωτάτω διὰ τῆς ἀστρονομίας, ὥσπερ διὰ κλίμακός τινος οὐρανομήκους ἑκατέρου τοῦ μαθήματος βατὸν ἡμῖν τὸν οὐρανὸν παρασκευάσας.

9

Ἃ δὲ ἁπάντων ἐστὶ κορυφαιότατα, καὶ ὧν μάλιστα ἕνεκα πᾶν τὸ φιλόσοφον διαπονεῖται γένος, ὥσπερ ἐκ φυτείας ποικίλης, τῶν ἄλλων ἁπάντων μαθημάτων καὶ φιλοσοφίας μακρᾶς καρποὺς ἀγαθοὺς ἐκδεχόμενον
5τὰς θείας ἀρετὰς τὰς περὶ ἦθος, ἐξ ὣν ἡ ἀτάραχος καὶ
εὐσταθὴς τῶν ὁρμῶν τῆς ψυχῆς κατάστασις γίνεται· καὶ ἀλύπους μὲν καὶ ἀπαθεῖς ἁπάντων κακῶν, εὐτάκτους δὲ καὶ εὐσταθεῖς καὶ θεοειδεῖς ἤμελλεν ἡμᾶς ὄντως καὶ μακαρίους καταστήσεσθαι. Καὶ ταῦτα δὲ ἐξεπονεῖτο142
10λόγοις τε ἰδίοις πραΰνουσι καὶ σοφοῖς, οὐχ ἥκιστα καὶ ἀναγκαιοτάτοις, περὶ τῶν ἠθῶν καὶ τῶν τρόπων ἡμῶν. Καὶ οὐ λόγοις μόνον, ἀλλ’ ἤδη καὶ ἔργοις τρόπον τινὰ διεκυβερνᾶτο παρ’ ἡμῶν τὰς ὁρμάς, αὐτῇ τῇ τῶν ὁρμῶν καὶ παθῶν τῶν τῆς ψυχῆς θεωρίᾳ καὶ κατανοήσει,
15ἐξ ἧς μάλιστα κατεγνωσμένης κατορθοῦσθαι ἐξ ἀναρμο‐ στίας πέφυκεν ἡμῶν ἡ ψυχή, καὶ ἐπὶ τὸ κεκριμένον καὶ εὔτακτον ἐκ συγκεχυμένης μετατίθεσθαι· ἵν’ ὥσπερ ἐν κατόπτρῳ ἑαυτὴν θεωρήσασα αὐτὰς τὰς ἀρχὰς καὶ ῥίζας τῶν κακῶν, τὸ ἄλογον αὐτῆς πᾶν, ἐξ οὗ τὰ ἄτοπα
20ἡμῖν ἐπανίσταται πάθη· καὶ πάλιν ὅσον ἄριστον αὐτῆς μέρος λογικόν, ὑφ’ οὗ κρατοῦντος μένει γε ἐφ’ ἑαυτῆς ἀβλαβὴς καὶ ἀπαθής· εἶτα ταῦτα ἐν αὑτῇ κατανοήσασα ἀκριβῶς, πάντα μὲν τὰ ἐκ τοῦ χείρονος ἐκφυόμενα, ἐκχέοντα ἡμᾶς ὑπὸ ἀκολασίας ἢ συστέλλοντα καὶ συμπνί‐
25γοντα ὑπὸ ταπεινότητος, οἷον ἡδονὰς καὶ ἐπιθυμίας ἢ λύπας καὶ φόβους, καὶ ὅσος τοῖς γένεσι τοῖσδε ἕπεται στοῖχος κακῶν, ταῦτα μὲν ἐκβάλλοι καὶ ἐκποδὼν ποιοῖτο, ἔτι ἀρχομένοις καὶ ἄρτι φυομένοις ἐπανισταμένη καὶ οὐκ ἐῶσα οὐδὲ μικρὸν αὔξειν, ἀλλ’ ἀπολλύουσα καὶ ἐξα‐
30φανίζουσα· ὅσα δὲ ἐκ τοῦ κρείττονος ἀνατέλλει ἡμῖν ἀγαθὰ ὄντα, ταῦτα ἐκτρέφοι τε καὶ διασώζοι, καὶ ἀρχόμενα τιθηνοῦσα καὶ συμφυλάττουσα ἄχρι τελειότητος. Οὕτω γὰρ ἄν ποτε παραγενέσθαι ψυχῇ τὰς θείας ἀρετάς, φρόνησίν τε τὴν αὐτὰ ταῦτα τῆς ψυχῆς τὰ κινήματα144
35κρίνειν πρῶτον δυναμένην, ἐξ αὐτῶν καὶ τῆς περὶ τὰ ἔξω ἡμῶν, εἴ τινά ἐστιν, ἀγαθῶν καὶ κακῶν ἐπιστήμης γενομένης· καὶ σωφροσύνην τὴν ταῦτα ἐν ἀρχαῖς ὀρθῶς αἱρουμένην δύναμιν· καὶ δικαιοσύνην, ἣ τὰ ἄξια ἑκάστοις ἀπονέμει· καὶ τὴν πάντων τούτων σωτηρίαν, ἀνδρείαν.
40 Οὐ λόγοις τοίνυν ἀπαγγελλομένοις συνείθιζεν, ὡς δὴ εἴη ἐπιστήμη ἀγαθῶν καὶ κακῶν ἢ ποιητέων καὶ οὐ ποιητέων ἡ φρόνησις· τοῦτο δὴ τὸ κενὸν καὶ ἀνωφελὲς μάθημα, εἰ ὁ λόγος εἴη τῶν ἔργων δίχα, καὶ φρόνησις οὐχὶ ποιοῦσα τὰ ποιητὰ καὶ ἀποτρέπουσα τῶν οὐ ποιητῶν,
45γινώσκειν δὲ ταῦτα παρεχομένη τοῖς ἔχουσιν αὐτήν, οἵους πολλοὺς ὁρῶμεν. Ἡ δὲ σωφροσύνη πάλιν ὅτι δὴ εἴη τις ἐπιστήμη αἱρετῶν καὶ οὐχ αἱρετῶν, οὐ πάνυ τι διδασκόντων αὐτὴν τῶν ἄλλων φιλοσόφων, καὶ μάλιστά γε τῶν νεωτέρων, ὄντων μὲν εὐτόνων καὶ ἐρρωμένων τοῖς

9

(50)

λόγοις (οἵους ἐγὼ πολλάκις ἐθαύμασα, ὅταν τὴν αὐτὴν ἀρετὴν θεοῦ καὶ ἀνθρώπων, καὶ ἐπὶ γῆς τῷ πρώτῳ θεῷ ἴσον εἶναι τὸν σοφὸν ἄνθρωπον ἀποδείξωσιν), οὔτε δὲ τὴν φρόνησιν, ὡς καὶ ποιοῖ τις τὰ φρονήσεως, οὔτε τὴν σωφρο‐ σύνην, ὡς καὶ αἱροῖτό τις ταῦθ’ ἅπερ ἔμαθε, παραδοῦναι
55δυναμένων· ὁμοίως δὲ κἀπὶ τῆς δικαιοσύνης, καὶ
ἔτι τῆς ἀνδρείας. Οὐχ οὕτως οὗτος τὰ περὶ ἀρετῶν ἡμῖν διεξῄει λόγοις, ἐπὶ δὲ τὰ ἔργα μᾶλλον παρεκάλει· καὶ παρεκάλει πλέον τοῖς ἔργοις, ἢ οἷς ἔλεγεν.146

10

Ἐξαιτοῦμαι δὲ παρά τε φιλοσόφων τῶν νῦν ὄντων, ὅσους αὐτὸς ἔγνων καὶ ὅσους ἄλλων διηγουμένων ἤκουσα, καὶ παρὰ τῶν ἄλλων δὲ ἀνθρώπων, ἀνεμεσήτως ἔχειν πρὸς τὰ νῦν ἡμῖν λεγόμενα. Μηδέ μέ τις ἢ φιλίᾳ
5τῇ πρὸς τὸν ἄνδρα ἢ καὶ ἀπεχθανόμενον ἔτι τοῖς λοιποῖς φιλοσόφοις. (ὧν, εἴπερ τις ἄλλος, καὶ αὐτὸς ἐραστής τε διὰ τοὺς λόγους εἶναι θέλω, καὶ εὐφημεῖν αὐτοὺς βούλομαι αὐτός τε καὶ ἑτέρων τὰ κάλλιστα λεγόντων περὶ αὐτῶν ἀκούειν· ἀλλὰ γὰρ τοιαῦτά ἐστιν, ὡς εἰς ἔσχατον
10περιϋβρίζεσθαι μὲν ὑπὸ πάντων σχεδὸν καὶ τοὔνομα τῆς φιλοσοφίας, ἐμὲ δὲ μικροῦ δεῖν ἰδιωτεύειν ἑλέσθαι πάντη, ἤπερ τι μαθεῖν ὧν οὗτοι ἀπαγγέλλουσιν, οἷς διὰ τὸν λοιπὸν βίον οὐδὲ προσιέναι ἄξιον εἶναι ἐδόκουν, ἴσως οὐκ ὀρθῶς τοῦτο φρονῶν), πλὴν μή μέ τις φιλοτιμίᾳ τινὶ
15ἤτοι τῶν εἰς τὸν ἄνδρα ἐπαίνων ἢ τῇ πρὸς τοὺς ἔξω φιλοσό‐ φους ἄλλῃ ταύτῃ φιλοτιμίᾳ ταῦτα λέγειν ὑπονοησάτω· ἀλλὰ καὶ μικρότερα ἡμᾶς τῶν αὐτοῦ ἔργων, μὴ κολακεύειν δοκοίημεν, λέγειν πεπείσθω οὐχὶ ῥήματα καὶ ὀνόματα καὶ ἀφορμὰς ἐντέχνους ἐγκωμίων ἑαυτοῖς ἐκποριζομένοις·
20ὃς οὐδ’ ὅτε μειράκιον ὢν τὴν δημώδη ῥητορικὴν ἐκ ῥήτορος ἐδιδασκόμην, ἐπαινεῖν καὶ λέγειν περί του ἐγκώμιον, ὅ τι μὴ ἀληθὲς ἦν, ἑκὼν ὑπέμενον. Οὐ τοίνυν οὐδὲ νῦν ἐπαινεῖν προθέμενος, ἁπλῶς τοῖς ἑτέρων ψόγοις τοῦτον ἐξαίρειν οἶμαι δεῖν· ἢ κακῶς ἂν ἔλεγον τὸν ἄνδρα, τοῖς
25ἄλλων πταίσμασιν, ἵνα τι περὶ αὐτοῦ μεῖζον δὴ λέγειν
ἔχοιμι, παραβαλὼν τὸν μακάριον αὐτοῦ βίον· οὐχ οὕτως ἀφραίνομεν· ἀλλ’ αὐτὸ ὃ πέπονθα δίχα τινὸς παρα‐ βολῆς καὶ πανουργίας τῆς ἐν λόγοις ὁμολογήσω.148

11

Οὗτός με πρῶτος καὶ μόνος καὶ τὴν Ἑλλήνων φιλοσοφίαν φιλοσοφεῖν προὐτρέψατο, τοῖς ἤθεσι τοῖς ἰδίοις αὐτοῦ καὶ τοῦ περὶ ἠθῶν ἀκοῦσ〈αι〉 καὶ ἀνασχέσθαι λόγου πείσας, οὐκ ἂν πεισθέντα, ὅσον ἐπὶ τοῖς ἄλλοις
5φιλοσόφοις (πάλιν ὁμολογῶ), οὐκ ὀρθῶς μέν, δυστυχῶς δὲ μικροῦ δεῖν ἡμῖν. Οὐμενοῦν οὐδὲ πλείοσιν ἐνέτυχον τὸ πρῶτον, ὀλίγοις δέ τισι τοῖς διδάσκειν ἐπαγγελλομένοις, ἀλλὰ γὰρ πᾶσι μέχρι ῥημάτων τὸ φιλοσοφεῖν στήσασιν. Οὗτος δέ με πρῶτος καὶ τοῖς λόγοις φιλοσοφεῖν
10προὐτρέψατο, τοῖς ἔργοις φθάσας τὴν διὰ λόγων προτροπήν· οὐκ ἀπαγγέλλων μόνον ῥήματα μεμελετημένα, ἀλλ’ οὐδὲ λέγειν ἀξιῶν, εἰ μὴ σὺν εἰλικρινεῖ τῇ γνώμῃ καὶ πρᾶξαι τὰ εἰρημένα ἀγωνιουμένῃ τοῦτο ποιοῖ, ἢ τοιοῦτον ἑαυτὸν παρασχέσθαι πειρώμενος, οἷον τ〈οῖσ〉 λόγοις
15διέξεισι τὸν καλῶς βιωσόμενον, καὶ παράδειγμα μέν, ἐβουλόμην εἰπ〈εῖν〉, ἐκθέμενος σοφοῦ· ἀλλ’ ἐπεὶ ἀλήθειαν ἡμῖν, οὐ κομψείαν ἐπηγγείλατο ὁ λόγ〈οσ〉 ἄνωθεν, παράδειγμα μὲν αὐτὸν σοφοῦ οὐδέπω λέγω· καίτοι γε εἰπεῖν ἐθέλ〈ων〉 εἶναι τ’ ἀληθές· ἀλλὰ ἐῶ νῦν
20τοῦτο. Οὐ παράδειγμα τοίνυν ἀκριβές, ἐξομοιοῦν δὲ καὶ ἄγαν ἐθέλοντα, σπουδῇ πάσῃ καὶ προθυμίᾳ βιαζόμενον, εἰ δεῖ λέγειν, καὶ παρὰ τὴν ἀνθρώπων δύναμιν· καὶ μέντοι καὶ ἡμᾶς ἑτέρους τοιούτους πλάττειν, οὐ λόγων ἐγκρατεῖς καὶ ἐπιστήμονας τῶν περὶ ὁρμῶν, τῶν δὲ
25ὁρμῶν αὐτῶν· ἐπὶ τὰ ἔργα καὶ τοὺς λόγους ἄγχων καὶ οὐ
μικρὰν μοῖραν ἑκάστης ἀρετῆς, τάχα δὲ καὶ σύμπασαν, εἴπερ ἐχωρήσαμεν, ἐπιφέρων ἐν αὐτῇ τῇ θεωρίᾳ· δικαιοπραγεῖν μὲν καὶ ἀναγκάζων, εἰ δεῖ λέγειν, διὰ τὴν ἰδιοπραγίαν τῆς ψυχῆς, ᾗ προσθέσθαι ἡμᾶς ἔπεισεν·150
30ἀπάγων μὲν τῆς κατὰ τὸν βίον πολυπραγμοσύνης καὶ τοῦ τῆς ἀγορᾶς ὀχληροῦ, ἑαυτοὺς δὲ περισκοπεῖν ἐπάρας καὶ τὰ αὑτῶν ὄντως πράττειν. Τοῦτο δὲ εἶναι τὸ δικαιοπραγεῖν, καὶ ταύτην τὴν δικαιοσύνην τήν γε ἀληθῆ καὶ τῶν ἀρχαίων φιλοσόφων τινὲς εἰρήκασι, τὴν ἰδιοπραγίαν
35λέγοντες ἐμοὶ δοκεῖν καὶ ἀνυσιμώτερον πρὸς μακαριότητα ἑαυτοῖς τε καὶ τοῖς προσιοῦσιν· εἴπερ γέ ἐστι τῆσδε τῆς ἀρετῆς τὸ κατ’ ἀξίαν ἀπονέμειν καὶ τὰ ἴδια ἑκάστοις. Τί γὰρ ἂν ἴδιον εἴη ψυχῆς ἕτερον, τί δὲ οὕτως ἄξιον, ἢ τὸ ἐπιμέλεσθαι ἑαυτῆς, οὐκ ἔξω βλέπουσαν οὐδ’ ἀλλο‐
40τριοπραγοῦσαν οὐδὲ συνελόντα εἰπεῖν ἀδικοῦσαν ἑαυτὴν τὴν χειρίστην ἀδικίαν, ἀλλ’ ἔνδον πρὸς ἑαυτὴν ἀπεστραμμένην, αὐτὴν ἑαυτῇ ἀποδιδοῦσαν καὶ δικαιοπραγοῦσαν; Οὕτως μὲν δίκαια πράττειν, εἰ δεῖ λέγειν, ἀναγκάζων ἐπαίδευε· φρονεῖν δὲ πάλιν οὐχ ἧττον τῷ πρὸς ἑαυτὴν εἶναι
45καὶ ἑαυτοὺς γινώσκειν ἐθέλειν τε καὶ πειρᾶσθαι· τοῦτο δὴ τὸ ἄριστον φιλοσοφίας ἔργον, ὃ δὴ καὶ δαιμόνων τῷ μαντικωτάτῳ ἀνατίθεται ὡς πάνσοφον πρόσταγμα, τό·
Γνῶθι σαυτόν. Τὸ δὲ εἶναι ὄντως ἔργον φρονήσεως, καὶ ταύτην εἶναι τὴν θείαν φρόνησιν καλῶς τοῖς παλαιοῖς152

11

(50)

λέγεται· τὴν αὐτὴν ὄντως οὖσαν θεοῦ καὶ ἀνθρώπου ἀρετήν, αὐτῆς τῆς ψυχῆς ἑαυτὴν ὥσπερ ἐν κατόπτρῳ ὁρᾶν μελετώσης καὶ τὸν θεῖον νοῦν, εἰ ἀξία γένοιτο τῆς κοινωνίας τῆσδε, ἐν αὑ〈τῇ〉 κατοπτριζομένης ὁδόν τε ἀπόρρητόν τινα ταύτης ἀποθεώσεως ἐξιχνευομένης. Ἀκολούθως δὲ
55καὶ σωφρονεῖν καὶ ἀνδρίζεσθαι· σωφρονεῖν μέν, διασωζομέ‐ νους τὴν φρόνησιν τήνδε τῆς ψυχῆς ἑαυτὴν γινωσκούσης, εἴ ποτε αὐτῇ τοῦτο γένοιτο· ταύτην γὰρ εἶναι πάλιν τὴν σωφροσύνην, σώαν τινὰ φρόνησιν οὖσαν· ἀνδρίζεσθαι δ’ ἐπὶ πᾶσιν ἐμμένοντας ταῖς εἰρημέναις ἐπιτηδεύσεσι,
60καὶ οὐκ ἀποπίπτοντας οὔθ’ ἑκουσίως οὔθ’ ὑπό τινος ἀνάγκης, φυλάττοντας δὲ καὶ ἐγκρατεῖς τῶν εἰρημένων· καὶ ταύτην εἶναι, σώτειράν τινα καὶ φύλακα δογμάτων οὖσαν, τὴν ἀρετὴν ταύτην.

12

Καὶ δῆτα δικαίους μὲν καὶ φρονίμους καὶ σώφρονας ἢ ἀνδρείους ἡμᾶς ὑπὸ ἡμετέρας βραδυτῆτος καὶ νωχελίας, καὶ ταῦτα πάνυ σπεύδων, ἔτι μέλλει κατα‐ στήσεσθαι· οὔτε ἔχοντας οὔτε ἐγγύς πω γενομένους οὐδ’
5ἡστινοσοῦν ἀρετῆς ἀνθρώπων ἢ θείας, πολλοῦ γε δεῖ· αὗται γὰρ μέγισται καὶ ὑψηλαί, καὶ οὐδετέρα ληπτέα
οὐδέ τῳ τυχεῖν, ὅτῳ μὴ θεός γε ἐμπνέοι δύναμιν· ἡμεῖς τε οὔτε πεφύκαμεν οὕτως ἐπιτηδείως, οὔτε καὶ ἄξιοι εἶναι ἐπιτυχεῖν οὐδέπω ὁμολογοῦμεν· οὐ ποιήσαντες ἀπὸ154
10ῥᾳθυμίας καὶ ἀσθενείας πάντα, ἅπερ τοὺς τῶν ἀρίστων ἐφιεμένους καὶ τὰ τέλεια μνωμένους χρή. Δίκαιοι μὲν οὖν ἢ σώφρονες ἤ τινα τῶν ἄλλων ἔχειν ἀρετῶν ἔτι μέλλομεν· ἐραστὰς δὲ ἡμᾶς ὅτι δριμύτατον ἐρῶντας ἔρωτα, ὅπερ ἐπ’ αὐτῷ μόνον ἴσως, καὶ πάλαι κατεστήσατο ὁ
15θαυμαστὸς οὗτος καὶ φίλος τῶν ἀρετῶν καὶ προήγορος, ἐμποιήσας ἔρωτα τῇ αὐτοῦ ἀρετῇ καὶ τοῦ κάλλους τῆς δικαιοσύνης, ᾗς τὸ χρύσεον ὄντως ἔδειξεν ἡμῖν πρόσω‐ πον, καὶ φρονήσεως τῆς πᾶσιν ἐφεσίμου, καὶ τῆς ἐρασμιωτά‐ της σοφίας τῆς ἀληθοῦς, καὶ σωφροσύνης τῆς θεοειδοῦς,
20ἥ ἐστι ψυχῆς εὐστάθεια καὶ εἰρήνη πᾶσι τοῖς κτησαμένοις αὐτήν, καὶ ἀνδρείας τῆς θαυμασιωτάτης, ὑπομονῆς ἡμῶν, καὶ ἐπὶ πᾶσιν εὐσεβείας, ἣν μητέρα φασὶ τῶν ἀρετῶν, ὀρθῶς λέγοντες. Αὕτη γάρ ἐστιν ἀρχὴ καὶ τελευτὴ πασῶν τῶν ἀρετῶν· ἀπὸ ταύτης τε γὰρ ὁρμωμένοις ῥᾷστα
25ἂν ἡμῖν ἐπιγένοιντο καὶ αἱ λοιπαὶ ἀρεταί· εἰ τοῦθ’ ὃ δεῖ πάντα ἄνθρωπον, τόν γε μὴ ἄθεον ἢ φιλήδονον, τὸ φίλον γενέσθαι καὶ προήγορον θεῷ, κτήσασθαι ἑαυτοῖς ἐπιθυ‐ μοῦντες καὶ σπεύδοντες, τῶν λοιπῶν ἀρετῶν ἐπιμελοίμεθα· ὅπως μὴ ἀνάξιοι καὶ ῥυπῶντες, μετὰ δὲ πάσης ἀρετῆς
30καὶ σοφίας ὥσπερ τινὸς ἀγαθοῦ πομποῦ καὶ ἱερέως σοφω‐
τάτου προσίοιμεν τῷ θεῷ. Τό γε πάντων τέλος οὐχ ἕτερόν τι οἶμαι, ἢ καθαρῷ τῷ νῷ ἐξομοιωθέντα προσελθεῖν τῷ θεῷ καὶ μένειν ἐν αὐτῷ.156

13

Ἐπὶ τῇ ἄλλῃ πάσῃ φιλοπονίᾳ καὶ σπουδῇ τὴν περὶ θεολογίας διδασκαλίαν καὶ εὐλάβειαν πῶς ἂν ἐξέλθοιμι τῷ λόγῳ, εἰς αὐτὴν τὴν διάθεσιν εἰσδὺς τοῦ ἀνδρός, σὺν οἵᾳ γνώμῃ καὶ παρασκευῇ τοὺς περὶ τοῦ
5θείου πάντας ἐκμανθάνειν ἡμᾶς ἤθελε λόγους, φυλαττό‐ μενος, μή πη κινδυνεύσαιμεν περὶ τὸ ἀναγκαιότατον ἁπάντων, τὴν τοῦ πάντων αἰτίου γνῶσιν. Φιλοσοφεῖν μὲν γὰρ ἠξίου ἀναλεγομένους τῶν ἀρχαίων πάντα ὅσα καὶ φιλοσόφων καὶ ὑμνῳδῶν ἐστι γράμματα πάσῃ δυνάμει,
10μηδὲν ἐκποιουμένους μηδ’ ἀποδοκιμάζοντας (οὐδέπω γὰρ οὐδὲ τὴν κρίσιν ἔχειν)· πλὴν ὅσα τῶν ἀθέων εἴη, ὅσοι ἐκκυλισθέντες ὁμοῦ καὶ τῶν ἀνθρωπίνων ἐννοιῶν οὐκ εἶναι θεὸν ἢ πρόνοιαν λέγουσι (ταῦτα γὰρ οὔτ’ ἀναγινώσ‐ κειν ἄξιον, ἵνα μηδ’ ἐν τῷ τυχόντι μολύνοιθ’ ἡμῖν ἡ ψυχή,
15εὐσεβεῖν μέλλουσα λόγων δὲ ἀκούουσα ὑπεναντίων τῇ τοῦ θεοῦ θεραπείᾳ· οὐδὲ γὰρ τοὺς τοῖς ναοῖς προσιόντας εὐσεβείας, ἧς οἴονται, ἐφάπτεσθαί τινος ὅλως τῶν βεβήλων)· τὰ τούτων τοίνυν οὐδ’ ὅλως οὐδὲ ἀριθμεῖσθαι ἄξιον παρ’ ἀνδράσιν εὐσεβεῖν ἐπανελομένοις· τοῖς δὲ λοιποῖς
20πᾶσιν ἐντυγχάνειν καὶ προσομιλεῖν, γένος μὲν οὐδὲ ἓν οὐδὲ λόγον φιλόσοφον προτιμήσαντας οὔτε αὖ ἀποδοκι‐ μάσαντας, οὔτε Ἑλληνικὸν οὔτε βάρβαρον, πάντων δὲ ἀκούοντας. Σοφῶς τοῦτο καὶ μάλα ἐντέχνως·
μή πη εἷς τις καὶ καθ’ ἑαυτὸν τῶνδέ τινων ἢ τῶνδε λόγος158
25αὐτὸς μόνος ἀκουσθεὶς καὶ τιμηθείς, κἂν μὴ ἀληθινὸς ὢν τύχῃ, ὡς μόνος ἀληθὴς ὤν, εἰσδὺς εἰς τὴν ψυχὴν ἡμῶν ἐξαπατήσῃ καὶ καθ’ ἑαυτὸν διαθεὶς ἰδίους ἡμᾶς ποιήσηται, οὐκέτ’ ἀποστῆναι δυναμένους οὐδὲ ἀποπλύνασθαι, ὥσπερ τὰ δευσοποιόν τινα βαφὴν βαφέντα τῶν ἐρίων. Δεινόν
30τε γὰρ χρῆμα καὶ εὔστροφον λόγος ὁ ἀνθρώπων, ποικίλος τε τοῖς σοφίσμασι, καὶ ὀξύς, εἰσδραμὼν εἰς τὰς ἀκοάς, τυπῶσαί τε τὸν νοῦν καὶ προθέσθαι, καὶ ἀναπείσας τοὺς ἅπαξ ἁρπασθέντας ὡς ἀληθὴς ἀγαπᾶσθαι, καὶ μένειν ἔνδον, κἂν ψευδὴς καὶ ἀπατηλὸς ἦ, ὥσπερ τις γόης κρατῶν,
35ὑπέρμαχον ἔχων αὐτὸν τὸν ἠπατημένον. Εὐεξαπάτητόν τε πάλιν ὑπὸ λόγου καὶ εὔκολον πρὸς συγκατάθεσιν ψυχὴ ἀνθρώπου, ἑτοίμη τε, πρὶν διακρίνῃ καὶ ἐξετάσῃ πάντα τρόπον, ὑπὸ ἀμβλύτητος καὶ ἀσθενείας τῆς ἰδίας, ἢ ὑπὸ λεπτότητος τῆς τοῦ λόγου πρὸς τὴν ἀκρίβειαν τῆς
40ἐξετάσεως ἀποκαμοῦσαν ἑαυτὴν ἀπραγμονέστερον παραδι‐ δόναι πολλάκις ψευδέσι λόγοις καὶ δόγμασι, πεπλανημέ‐ νοις μὲν αὐτοῖς, πλανῶσι δὲ καὶ τοὺς ἐσχηκότας· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ κἂν ἐπανορθοῦν ἕτερος ἐθέλοι λόγος, οὐκέτι προσιεμένη οὐδὲ μεταπειθομένη, τοῦ δὲ ἐν αὐτῇ
45περιεχομένη, ὥσπερ τινὸς τυράννου ἀπαραιτήτου αὐτῆς κεκρατηκότος.

14

Ἦ γὰρ οὐχὶ ταῦτα δογμάτων τε τὰ μαχό‐ μενα καὶ ἐναντιούμενα ἀλλήλοις φιλοσόφων τε τὰς στάσεις εἰσήγαγεν, ἄλλων τοῖς ἄλλων ἐνισταμένων δόγμασι, καὶ ἄλλων ἄλλα κρατούντων ἄλλων τε ἄλλοις προστιθεμένων·
5καὶ φιλοσοφεῖν μὲν ἁπάντων βουλομένων καὶ ἐπαγ‐ γελλομένων, ἐξ οὗ γε προὐτράπησαν τὸ πρῶτον, καὶ φασκόντων ἐθέλειν οὐχ ἧττον ὅτε γεγόνασιν ἐν τοῖς λόγοις, ἢ ὡς αὐτοῦ ἤρχοντο, μᾶλλον δὲ καὶ πλείονα τὸν ἔρωτα νῦν ἔχειν τῆς φιλοσοφίας, ὅτε αὐτῆς καὶ γεύσασθαι (ὡς160
10ἂν εἴποι τις) ὑπῆρξε καὶ προσδιατρῖψαι τοῖς λόγοις, ἤπερ ὅτε πρῶτον ἀπείρως ἔχοντες εἶθ’ ὑπὸ ὁρμῆς τινος φιλοσοφεῖν ἐπήρθησαν· λεγόντων μὲν ταῦτα, οὐκέτι δ’ ὑπακουσάντων λόγοις οὐδένεσι τῶν ἑτεροδόξων; Οὔτ’ οὖν εἷς τις τῶν παλαιῶν προὐτρέψατό τινα τῶν νεωτέρων
15ἢ τῶν τοῦ Περιπάτου πρὸς αὐτὸν ἐπιστρέφειν καὶ τὴν αὐτοῦ φιλοσοφίαν φιλοσοφεῖν, οὔτε ἀνάπαλιν, καὶ ὅλως οὐδεὶς οὐδένα. Οὐ γὰρ ἂν ῥᾳδίως μεταπεισθείη τις προσθέσθαι, τῶν αὐτοῦ μετατιθέμενος, ἑτέροις, καὶ ταῦτα τούτοις ἴσως, οἷς εἴπερ ἐπείσθη πρὶν φιλοσοφήσει προσελθεῖν,
20τὸ πρῶτον ἂν καὶ ἠγάπα· [ἐπείσθη ῥᾳδίως] οἷα δὴ μὴ προκατειλημμένης τῆς ψυχῆς μηδέπω λόγοις προσανείχετο ἂν καὶ ἠγάπα, ὁμοίως ἐναντιούμενος δι’ ἐκεῖνα τούτοις, ἃ νῦν ἔχει. Τοιαῦτα ἡμῶν οἱ καλοὶ καὶ λογιώτατοι καὶ ἐξε‐
25ταστικώτατοι Ἕλληνες πεφιλοσοφήκασιν, οἷς προσέτυχεν ἕκαστος ἐξ ἀρχῆς ἐλαθεὶς ὑπό τινος ὁρμῆς, ταῦτα μόνα λέγων εἶναι ἀληθῆ, τὰ δὲ λοιπὰ πάντα τῶν ἄλλων φιλο‐ σόφων ἀπάτην καὶ λῆρον· λόγῳ μὲν οὐδὲν μᾶλλον αὐτὸς τὰ αὐτοῦ κρατύνων, ἢ τῶν ἄλλων ἕκαστοι προΐστανται
30τῶν ἰδίων, τοῦ μὴ χρῆναι μετατίθεσθαι καὶ μεταβου‐ λεύεσθαι ἀνάγκῃ ἢ πειθοῖ· οὐκ ἄλλην τινά (εἰ δεῖ τἀληθὲς εἰπεῖν) ἔχων ἢ τὴν πρὸς τῆς φιλοσοφίας ἐπὶ τάδε τὰ δόγματα ἄλογον ὁρμήν, καὶ κρίσιν ὧν οἴεται ἀληθῶν (μὴ παράδοξον εἰπεῖν ᾖ) οὐκ ἄλλην ἢ τὴν ἄκριτον162
35τύχην· ταῦθ’ ἕκαστος φιλῶν, οἷς προσέτυχε τὸ πρῶτον, ὑφ’ ὧν οἱονεὶ δεδεμένος, οὐκέθ’ οἷός τε προσέχειν ἑτέροις· εἰ μέν τι καὶ λέγειν ἔχοι σὺν ἀποδείξει ἀληθείας τῶν αὐτοῦ περὶ πάντων, καὶ ὡς ψευδῆ εἴη τὰ τῶν ἐναντίων, βεβοηθημένος καὶ τῷ λόγῳ, ἐπεὶ καὶ ἀβοήθητος, ἑαυτὸν
40χαρισάμενος καὶ ἐκδεχόμενος εἰκῇ ὥσπερ ἕρμαιον τοῖς προκαταλαβοῦσιν αὐτὸν λόγοις· οἳ δ’ ἔν τε τοῖς ἄλλοις ἔσφηλαν τοὺς ἔχοντας, καὶ δὴ καὶ τοῦ πάντων μεγίστου καὶ ἀναγκαιοτάτου, τῆς περὶ τὸ θεῖον γνώσεως καὶ εὐσεβείας. Καὶ μένουσιν ὅμως ἐν αὐτοῖς δεδεμένοι τρόπον τινά,
45καὶ οὐκέτ’ ἂν αὐτοὺς οὐδεὶς ῥύσαιτο ῥᾳδίως, ὥσπερ ἐκ τενάγους ἐν πεδίῳ πλατυτάτῳ δυσδιαβάτῳ, οὐκέτι ἐῶντος τοὺς ἐμπεσόντας ἅπαξ οὔτε παλινδρομήσαντας οὔτε καὶ περαιωσαμένους διασώζεσθαι, ἐν αὐτῷ δὲ αὐτοὺς κατέχοντας μέχρι τελευτῆς· ἢ ὥσπερ ἐξ ὕλης βαθείας καὶ

14

(50)

δασείας καὶ ὑψηλῆς, εἰς ἣν εἰσῆλθε μέν τις ὁδοιπόρος, ὡς δὴ καὶ ἐξορμήσων ἴσως καὶ ἐν καθαρῷ πάλιν αὑτὸν καταστήσων τῷ ἕρκει, ὑπὸ δὲ μήκους καὶ δασύτητος οὐχ οἷός τε γίνεται, πάμπολλα στρεφόμενος ἐν αὐτῷ, ὁδούς τέ τινας ἔνδον εὑρίσκων συνεχεῖς ποικίλα ὁδοιπορεῖ,
55ὡς δὴ διά τινος αὐτῶν ἐξορμήσων τάχα· αἱ δ’ ἐπὶ τὰ ἔνδον ἄγουσι μόνον, ἔξοδον δὲ οὐδαμῶς, αὐτῆς τε τῆς ὕλης μόνης ὁδοί τινες οὖσαι· τέλος δὲ ὁ ὁδοιπόρος ἀποκαμὼν
καὶ ἀπαγορεύσας, ὡς δὴ πάντων ὕλης γενομένων καὶ οὐκέτι οὐδενὸς ὄντος ἐπὶ γῆς οἰκητηρίου, ἐκεῖ μένειν ἐθέλει τὴν164
60ἑστίαν καταστησάμενος, καὶ εὐρυχωρίαν αὑτῷ ὡς οἷόν τε ἐν τῇ ὕλῃ ἐκποριζόμενος· καὶ ὥσπερ ἔκ τινος λαβυρίνθου, εἰς ὃν εἰσόδου φαινομένης μιᾶς οὐδὲν ποικίλον ἐκ τῶν ἔξωθεν ὑποτοπήσας τις εἰσελθὼν διὰ τῆς φαινομένης θύρας μιᾶς, εἶτα προχωρήσας ἄχρι τῶν ἐνδοτάτω, ποικίλον
65τε ἰδὼν θέαμα καὶ κατασκεύασμα πάνσοφον πολύπορόν τε καὶ εἰσόδοις καὶ ἐξόδοις συνεχέσι σεσοφισμένον, ἐθέλων μέντοι καὶ ἐξιέναι μηκέθ’ οἷός τε εἴη, ἐναποληφθεὶς ἔνδον ὑπὸ σοφοῦ δοκοῦντος αὐτῷ κατασκευάσματος. Οὐδεὶς δὲ οὔτε λαβύρινθος οὕτω δυσεξέλικτος καὶ ποικίλος,
70οὔτε ὕλη δασεῖα καὶ ποικίλη, οὔτε πεδίον οὕτως ἢ τέναγος, δεινὸν κρατῆσαι τοὺς ἐμπελάσαντας ὡς λόγος, εἴ τις εἴη κατ’ αὐτῶν τῶνδέ τινων φιλοσόφων. Ἵνα δὴ οὖν μὴ ταὐτὸν τοῖς πολλοῖς πάθοιμεν, πρὸς μὲν ἕνα τινὰ οὐκ ἦγε τῶν φιλοσόφων λόγων, οὐδὲ
75κατ’ αὐτοὺς ἀπιέναι ἠξίου, πρὸς δὲ πάντας ἦγεν, οὐδενὸς ἀπειράστους εἶναι θέλων δόγματος Ἑλληνικοῦ. Καὶ αὐτὸς δὲ συνεισῄει προηγούμενος καὶ χειραγωγῶν ὥσπερ ἐν ὁδοιπορίᾳ, εἴ που καὶ ὑπαντήσαι τι σκολιὸν καὶ ὕπουλον καὶ σοφισματῶδες· οἷα δὴ τεχνίτης, ἐκ τῆς ἐκ
80πολλοῦ τοῖς λόγοις συνδιατριβῆς οὐκ ἀήθης οὐδενὸς οὐδὲ ἄπειρος ὤν, μετέωρος αὐτός τε ἐν ἀσφαλεῖ μένοι, καὶ ἄλλοις ὀρέγων χεῖρα διασώζοιτο ὥσπερ βαπτιζομένους ἀνιμώμενος·
πᾶν μέν, ὅ τι χρήσιμον φιλοσόφων ἑκάστων καὶ ἀληθὲς ἦν, ἀναλέγων καὶ παρατιθέμενος ἡμῖν· ὅσα166
85δὲ ψευδῆ, ἐκκρίνων, τά τε ἄλλα καὶ μάλιστα ὅσα ἴδια πρὸς εὐσέβειαν ἦν ἀνθρώπων.

15

Περὶ τούτων μὲν μηδὲν προσέχειν συμβουλεύων, μηδὲ εἰ πάνσοφός τις ὑπὸ πάντων ἀνθρώπων μαρτυρηθείη, μόνῳ δὲ προσέχειν θεῷ καὶ τοῖς τούτου προφήταις· αὐτὸς ὑποφητεύων καὶ σαφηνίζων ὅ τί ποτε σκοτεινὸν
5καὶ αἰνιγματῶδες ᾖ, οἷα πολλὰ ἐν ταῖς ἱεραῖς ἐστι φωναῖς (ἤτοι οὕτω φίλον ὂν τῷ θεῷ προσομιλεῖν ἀνθρώποις, ὡς μὴ καὶ ἀναξίαν ψυχήν, οἷαι αἱ πολλαί, γυμνὸς καὶ ἀσκεπὴς ὁ θεῖος εἰσίῃ λόγος, ἢ καὶ τῇ φύσει μὲν σαφέστα‐ τον καὶ ἁπλούστατον πᾶν τὸ θεῖον λόγιον ὄν, ἡμῖν δὲ
10ἀποστᾶσι θεοῦ καὶ ἀπομεμαθηκόσιν ἀκροᾶσθαι ὑπὸ χρόνου καὶ παλαιότητος ἀσαφὲς καὶ σκοτεινὸν καταφαινόμε‐ νον, οὐκ ἔχω λέγειν)· πλὴν σαφηνίζων καὶ εἰς φῶς προάγων, εἴτε αἰνίγματα ὄντα τυγχάνοι, δεινὸς ὢν ἀκροατὴς θεοῦ καὶ συνετώτατος· εἴτε καὶ οὐδὲν σκολιὸν ἔχοντα τῇ
15φύσει οὐδ’ ἀσύνετον αὐτῷ, οὕτως ἔχοντι μόνῳ τῶν νῦν ἀνθρώπων, ὧν αὐτός τε ἔγνων καὶ ἑτέρων ἤκουσα περί τινων λεγόντων, μεμελετηκότι τὰ καθαρὰ τῶν λογίων φωτεινά τε παραδέχεσθαι αὐτοῦ τῇ ψυχῇ καὶ διδάσκεσθαι ἑτέρους· ὅτι αὐτῶν ὁ πάντων ἀρχηγός, ὁ τοῖς τοῦ
20θεοῦ φίλοις προφήταις ὑπηχῶν καὶ ὑποβάλλων πᾶσαν προφητείαν καὶ λόγον μυστικὸν καὶ θεῖον, οὕτως αὐτὸν
τιμήσας ὡς φίλον προήγορον κατεστήσατο· ὧν δι’ ἑτέρων ᾐνίξατο μόνον, τούτων διὰ τούτου τὴν διδασκαλίαν ποιούμενος, ὅσα τε ἀξιοπιστότατος ὢν ἢ προσέταξε168
25βασιλικῶς ἢ καὶ ἀπεφῄνατο, τούτων τοὺς λόγους διερευ‐ νᾶσθαί τε καὶ ἐξευρίσκειν τούτῳ δωρησάμενος· ἵν’ εἴ τις σκληρὸς τὴν ψυχὴν καὶ ἄπιστος ἢ καὶ φιλομαθὴς ὢν τύχοι, παρὰ τούτου μαθὼν καὶ συνεῖναι καὶ πιστεύειν ἑλέσθαι ἀναγκάζοιτο τρόπον τινὰ καὶ ἕπεσθαι θεῷ.
30Λέγει τε ταῦτα οὐκ ἄλλως οἶμαι ἢ κοινωνίᾳ τοῦ θείου πνεύματος· τῆς γὰρ αὐτῆς δυνάμεως δεῖ προφητεύουσί τε καὶ ἀκροωμένοις προφητῶν· καὶ οὐκ ἂν ἀκούσαι προφήτου, ᾧ μὴ αὐτὸ τὸ πνεῦμα τὸ προφητεῦσαν τὴν σύνεσιν τῶν αὐτοῦ λόγων ἐδωρήσατο. Τοιοῦτον ἔγκειται λόγιον
35καὶ ἐν τοῖς ἱεροῖς γράμμασι, τὸν κλείοντα ἀνοιγνύναι μόνον λέγον, ἄλλον δὲ μηδ’ ὁντινοῦν· ἀνοίγει δὲ τὰ κεκλει‐ σμένα σαφηνίζων τὰ αἰνίγματα ὁ θεῖος λόγος. Δῶρον τὸ μέγιστον οὗτος τοῦτο θεόθεν ἔχει λαβὼν καὶ μοῖραν παγκάλην οὐρανόθεν, ἑρμηνεὺς εἶναι τῶν τοῦ θεοῦ λόγων
40πρὸς ἀνθρώπους, συνιέναι τὰ θεοῦ ὡς θεοῦ λαλοῦντος, καὶ διηγεῖσθαι ἀνθρώποις ὡς ἀκούουσιν ἄνθρωποι. Τοι‐ γαροῦν οὐδὲν ἡμῖν ἄρρητον, οὐδὲ γὰρ κεκρυμμένον καὶ ἄβατον ἦν· ἐξῆν δὲ μανθάνειν πάντα λόγον, καὶ βάρβαρον καὶ Ἕλληνα, καὶ μυστικώτερον καὶ πολιτικώτερον,
45καὶ θεῖον καὶ ἀνθρώπινον, σὺν πάσῃ περιουσίᾳ ἐκπεριϊοῦσι πάντα καὶ διερευνωμένοις, καὶ πάντων ἐμφορουμένοις καὶ ἀ‐ πολαύουσι τῶν τῆς ψυχῆς ἀγαθῶν· εἴτε τι παλαιὸν ἀληθείας μάθημα, εἴτε καὶ ἄλλο τις ὀνομάσαι τοιοῦτον ἔχοι, ἐν
αὐτῷ ᾖμεν ἔχοντες τὴν θαυμαστὴν καὶ πλήρη τῶν καλλίστων170

15

(50)

θεαμάτων παρασκευὴν καὶ ἐξουσίαν. Καὶ συνελόντα εἰπεῖν παράδεισος ἡμῖν ὄντως οὗτος ἦν, μιμητὴς τοῦ μεγάλου παραδείσου τοῦ θεοῦ, ἐν ᾧ γῆν μὲν ἐργάζεσθαι οὐκ ἦν τὴν κάτω οὐδὲ σωματοτροφεῖν παχυνομένους, τὰ δὲ ψυχῆς μόνον αὔξειν πλεονεκτήματα, ὥσπερ τινὰ
55φυτὰ ὡραῖα ἑαυτοὺς φυτεύσαντας ἢ ἐμφυτευθέντας ἡμῖν ὑπὸ τοῦ πάντων αἰτίου, εὐφραινομένους καὶ τρυφῶντας.

16

Οὗτος παράδεισος ἀληθῶς τρυφῆς, αὕτη ἀληθὴς εὐφροσύνη καὶ τρυφή, ἣν ἐτρυφήσαμεν ἐν τῷ διηνυσμένῳ τῷδε χρόνῳ, καὶ οὐκ ὀλίγῳ ἤδη καὶ ὀλίγῳ πάντη, εἰ μέχρι τούτου στήσεται, ἀπελθοῦσιν ἤδη καὶ
5ἀναχωρήσασιν ἐντεῦθεν. Οὐκ οἶδα γὰρ τί παθὼν ἢ πάλιν ἁμαρτὼν ἐκπορεύομαι, ἐξελαύνομαι· τί χρὴ λέγειν, ἀγνοῶ, ἀλλ’ ὅτι δεύτερος ἐκ παραδείσου Ἀδὰμ ἐγώ, καὶ λαλεῖν ἠρξάμην. Ὡς καλῶς ἔζων, ἀκούων λέγοντος δι‐ δασκάλου καὶ σιωπῶν· ὡς ὄφελον καὶ νῦν ἡσυχίαν ἄγειν
10ἐμάνθανον σιωπῶν, ἀλλὰ μή (τὸ καινὸν τοῦτο θέαμα) ἀκροατὴν τὸν διδάσκαλον ποιήσασθαι. Τί γάρ μοι ἔδει τῶν λόγων τούτων; Τί δὲ καὶ προσφθέγγεσθαι τοιαῦτα, μὴ ἀπεῖναι προσκαρτερεῖν δὲ δέον; Ἀλλὰ τῆς παλαιᾶς ἀπάτης ἔοικεν εἶναι ταῦτα πλημμελήματα, τῶν τε ἀρχαίων
15δίκαι αἵδε με μένουσιν ἔτι· ἢ καὶ αὖθις ἀπειθεῖν μοι
δοκῶ, ὑπερβαίνειν τολμῶν τοὺς λόγους τοῦ θεοῦ, μένειν δέον ἐν αὐτοῖς καὶ πρὸς αὐτοῖς. Ὃ δὲ ἄπειμι, φεύγων μὲν ἀπὸ τῆς μακαρίας ταύτης ζωῆς οὐχ ἧττον ὅδ’ ἐγώ, ἢ ἀπὸ προσώπου θεοῦ ὁ παλαιὸς ἐκεῖνος ἄνθρωπος, εἰς172
20δὲ τὴν γῆν ἐπιστρέφων, ἐξ ἧς ἐλήφθην· γῆν τοιγαροῦν ἔδομαι πάσας τὰς ἡμέρας τῆς ἐκεῖ ζωῆς μου, καὶ γῆν ἐργάζομαι, καὶ ταύτην ἀκάνθας καὶ τριβόλους ἀνατέλλου‐ σάν μοι, τὰς ἐμὰς λύπας καὶ φροντίδας τὰς ἐπονειδίστους, ἀφειμένος τῶν καλῶν καὶ ἀγαθῶν φροντίδων· καὶ ἃ
25καταλέλοιπα, πρὸς ταῦτα πάλιν ἐπιστρέφων, τὴν γῆν, ὅθεν ἐξῆλθον, καὶ τὴν συγγένειαν τὴν ἐμὴν τὴν κάτω, καὶ εἰς τὸν οἶκον τοῦ πατρός μου· ἀπολιπὼν γῆν τὴν ἀγαθήν, ἔνθα μοι οὖσα ἡ ἀγαθὴ πατρὶς ἠγνοεῖτο πάλαι, καὶ συγγενεῖς, οὓς ἔχων ψυχῆς ἐμῆς οἰκείους ὕστερον γινώ‐
30σκειν ἠρξάμην, καὶ τὸν οἶκον τοῦ ἀληθῶς πατρὸς ἡμῶν, ἐν ᾧ μένων ὑπὸ τῶν ἐν αὐτῷ μένειν ἐθελόντων υἱῶν τῶν ἀληθῶν σεμνῶς τιμᾶται καὶ γεραίρεται ὁ πατήρ. Ἐγὼ δὲ ἄσεμνος καὶ ἀνάξιος ἐξέρχομαι τῶνδε, στραφεὶς εἰς τὰ ὀπίσω καὶ παλινδρομῶν.
35 Λέγεταί τις υἱός, παρὰ πατρὸς ἀπολαβὼν τὸν ἐπιβάλλοντα αὐτῷ πρὸς ἕτερον αὐτοῦ ἀδελφὸν κλῆρον, ἀποδημῆσαι τοῦ πατρὸς εἰς χώραν μακρὰν θελήσας τοῦτο· ζῶν δὲ ἀσώτως διασπαθῆσαι τὴν πατρῴαν οὐσίαν καὶ καταναλῶσαι· τέλος δὲ κατὰ ἀπορίαν ἑαυτὸν μισθώσας
40συφορβεῖν, ὑπὸ λιμοῦ δὲ ἀναγκαζόμενος καὶ κοινωνεῖν
τῶν τροφῶν τοῖς χοίροις ἐπιθυμεῖν μέν, μὴ τυγχάνειν δὲ μηδὲ τούτου. Δίκην οὖν ἐξέτισε τῆς ἀσωτίας, ἀντὶ τραπέζης τῆς πατρικῆς οὔσης βασιλικῆς ἀμειψάμενος, ἃς οὐ προείδετο, τὰς χοιρείους καὶ τὰς ἐν θητείᾳ τροφάς. Τοιοῦτόν τι174
45πείσεσθαι ἐοίκαμεν ἀπελθόντες, καὶ οὐδὲ σὺν παντὶ τῷ ἐπιβάλλοντι κλήρῳ· οὐδὲ γὰρ λαβόντες ἃ ἐχρῆν, ἄπιμεν δὲ ὅμως, τὰ μὲν καλὰ καὶ φίλα καταλιπόντες μετὰ σοῦ καὶ παρὰ σοί, ἀμειψάμενοι δὲ τὰ χείρω. Διαδέξεται γὰρ ἡμᾶς σκυθρωπὰ πάντα, θόρυβος καὶ τάραχος ἐξ

16

(50)

εἰρήνης, καὶ ἐξ ἡσύχου καὶ εὐτάκτου βίος ἄτακτος, ἐκ δὲ ἐλευθερίας ταύτης δουλεία χαλεπή, ἀγοραὶ καὶ δίκαι καὶ ὄχλοι καὶ χλιδή· καὶ σχολὴ μὲν ἡμῖν οὐκέτι πρὸς τὰ κρείττω οὐδ’ ἡτισοῦν, οὐδὲ λόγια τὰ θεῖα λαλήσομεν, λαλήσομεν δὲ τὰ ἔργα τῶν ἀνθρώπων (τοῦτο δὴ καὶ ἁπλοῦς
55ἀρά τις εἶναι νενόμισται ἀνδρὶ προφήτῃ), ἡμεῖς δὲ καὶ πονηρῶν ἀνθρώπων. Νὺξ ὄντως ἐξ ἡμέρας, ἐκ δὲ λαμπροῦ φωτὸς σκότος, καὶ ἐκ πανηγύρεως πένθος, καὶ ἐκ πατρίδος πολεμία χώρα διαδέξεται ἡμᾶς, ἐν ᾗ ᾠδὴν μὲν ἱερὰν οὐκ ἔξεστί μοι ᾄδειν (πῶς γὰρ ἐν γῇ ἀλλοτρίᾳ
60τῆς ψυχῆς μου, ἔνθα μένοντα οὐκ ἔστι προσεῖναι θεῷ;) κλαίειν δὲ μόνον καὶ στένειν, ὑπομιμνησκόμενον τῶν ἐνταῦθα, εἰ καὶ τοῦτό μοί τις συγχωρήσεται. Πολέμιοί ποτε λέγονται ἐπελθόντες πόλει μεγάλῃ καὶ ἱερᾷ, ἐν ᾗ τὸ θεῖον ἐθεραπεύετο αἰχμαλώτους κατασῦραι
65τοὺς ἐνοικοῦντας καὶ ὑμνῳδοὺς καὶ θεολόγους εἰς τὴν
αὐτὴν χώραν, Βαβυλωνία δὲ ἦν· τοὺς δ’ ἐνεχθέντας εἰς αὐτήν, μηδ’ ἀξιουμένους ὑπὸ τῶν κρατούντων ὑμνεῖν ἐθέλειν τὸ θεῖον, μηδὲ ψάλλειν ἐν γῇ βεβήλῳ· ἀλλὰ τὰ μὲν ὄργανα τὰ μουσικὰ κρεμάσαι ἐπὶ τῶν ἰτεῶν ἀρτήσαντας,176
70αὐτοὺς δὲ κλαίειν ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος. Ἐκείνων τις εἶναι δοκῶ, ἐξελαυνόμενος ἀπὸ πόλεως καὶ πατρίδος ἐμῆς ταύτης καὶ ἱερᾶς· ἔνθα μεθ’ ἡμέραν τε καὶ νύκτα οἱ ἱεροὶ ἀπαγγέλλονται νόμοι ὕμνοι τε καὶ ᾠδαὶ καὶ λόγοι μυστικοί, καὶ φῶς τὸ ἡλιακὸν καὶ τὸ
75διηνεκές, ἡμέρας ὕπερ ἡμῶν προσομιλούντων τοῖς θείοις μυστηρίοις, καὶ νυκτὸς ὧν ἐν ἡμέρᾳ εἶδέ τε καὶ ἔπραξεν ἡ ψυχὴ ταῖς φαντασίαις κατεχομένων· καὶ ὅλως συνελόντα εἰπεῖν ἔνθα ἡ ἔνθεος διὰ παντὸς κατακωχή, ταύτης ἐξελαύνομαι, αἰχμάλωτος φερόμενος εἰς τὴν ἀλλοτρίαν
80γῆν, ἔνθα μοι οὔτε αὐλεῖν ἐξέσται κρεμασαμένῳ τὸ ὄργανόν μου, ὥσπερ κἀκείνοις, ἀπὸ τῶν ἰτεῶν· ἀλλ’ ἐν μὲν τοῖς ποταμοῖς ἔσομαι, πηλὸν δὲ ἐργάσομαι καὶ ὕμνους λέγειν οὐκ ἐθελήσω, μεμνημένος· ἀλλ’ ἴσως ὑπὸ κακοεργίας τῆς ἄλλης καὶ ἐπιλήσομαι συληθεὶς κατὰ
85τὰς μνήμας. Εἰ δὲ καὶ ἀπιὼν οὐκ ἄκων μόνον, ὥσπερ αἰχμάλωτος, ἀλλὰ καὶ ἑκὼν ἄπειμι, οὐχ ὑπ’ ἄλλου του, ὑπὸ δὲ ἐμαυτοῦ ἐκπεπολεμημένος, ἐξὸν μένειν, τάχα καὶ ἀπιὼν ἐντεῦθεν οὐκ ἀσφαλῶς πορεύσομαι, ὡς ἀπὸ ἀσφαλοῦς καὶ εἰρηνευομένης τινὸς πόλεως ἐξελθών· εἰκὸς
90δὲ ὡς ἄρα ὁδοιπορῶν καὶ λῃσταῖς συντεύξομαι καὶ συλ‐ ληφθήσομαι, καὶ γυμνωθεὶς τρωθήσομαι τραύμασι πολλοῖς, καὶ κείσομαί που ἡμιθνὴς ἐρριμμένος.178

17

Ἀλλὰ τί ταῦτα θρηνῶ; Ἔστιν ὁ σωτὴρ πάντων, καὶ τῶν ἡμιθανῶν καὶ τῶν λελῃστευμένων πάντων κηδεμὼν καὶ ἰατρός, λόγος, ὁ ἄγρυπνος φύλαξ πάντων ἀνθρώπων· ἔστιν ἡμῖν καὶ σπέρματα, ἅ τε ἔχοντας
5ἡμᾶς ἀνέδειξας καὶ ὅσα παρὰ σοῦ εἰλήφαμεν, τὰς καλὰς ὑποθήκας· σὺν οἷς ἄπιμεν, κλᾴοντες μὲν ὡς πορευόμενοι, φέροντες δὲ σὺν αὑτοῖς ὅμως τὰ σπέρματα ταῦτα. Ἴσως μὲν οὖν διασώσεται ἡμᾶς ὁ φύλαξ ἐπιστάς· ἴσως δὲ ὑποστρέψομεν πρὸς σὲ πάλιν, φέροντες ἐκ τῶν σπερμάτων
10καὶ τοὺς καρποὺς καὶ τὰς δραγμίδας, τελείας μὲν οὐχί (πῶς γὰρ ἄν;) οἵας δὲ δυνατὸν ἡμῖν ἀπὸ τῶν ἐν πολιτείᾳ πράξεων, διεφθαρμένας μὲν τῇ δυνάμει ἢ ἀκάρπῳ ἢ κακοκάρπῳ τινί, μὴ καὶ προσδιαφθαρησομένῃ δὲ παρ’ ἡμῖν, εἰ ὁ θεὸς ἐπινεύοι.

18

Ἐμοὶ μὲν οὖν ἐνταῦθα παυέσθω ὁ λόγος, θρασυνόμενος μὲν ἐφ’ οὗ ἥκιστα ἐχρῆν, εὐγνωμόνως δὲ καὶ
εὐχαριστήσας που οἶμαι κατὰ δύναμιν τὴν ἡμετέραν, ἄξιον μὲν οὐδὲν λεγόντων, οὐ μὴν σιωπησάντων παντελῶς·180
5καὶ ἔτι καὶ ἀποκλαυσάμενος, οἷον οἱ ἀποδημοῦντες τῶν φίλων εἰώθασι, μειρακιῶδες, μὴ θωπείας ἐχόμενον οὐδὲν οὐδὲ ἀρχαιότερον ἢ περιεργότερον, οὐκ οἶδα· πρόσεστι μέντοι αὐτῷ καὶ τὸ μὴ πεπλασμένον, τοῦτο σαφῶς γινώσκω, ἀληθὲς δὲ πάντη, γνώμῃ ὑγιεῖ καὶ προαιρέσει εἰλικρινεῖ καὶ
10ὁλοκλήρῳ.

19

Σὺ δὲ ἀναστάς, ὦ φίλη κεφαλή, καὶ εὐξά‐ μενος ἤδη πέμπε ἡμᾶς, σώσας μὲν παρόντας τοῖς ἱεροῖς σου μαθήμασι, σώζων δὲ ταῖς εὐχαῖς καὶ ἀποδημήσαντας· καὶ δὴ παραδίδου καὶ παρατίθεσο, μᾶλλον δὲ παρα‐
5δίδου τῷ ἀγαγόντι ἡμᾶς πρὸς σὲ θεῷ· εὐχαριστῶν μὲν ἐπὶ τοῖς φθάνουσιν ὑπὲρ ἡμῶν, παρακαλῶν δὲ χειραγωγεῖν καὶ ἐν τοῖς μέλλουσι, διὰ παντὸς ἐφεστῶτα, ὑπηχοῦντα τῷ νῷ ἡμῶν τὰ αὐτοῦ προστάγματα, ἐμβάλλοντα ἡμῖν τὸν θεῖον φόβον αὐτοῦ, παιδαγωγὸν ἄριστον ἐσόμενον·
10οὐ γὰρ ἐν τῇ μετὰ σοῦ ἐλευθερίᾳ καὶ ἀπελθόντες ὑπακούσομεν αὐτῷ. Παρακάλεσον καὶ παραμυθίαν τινὰ ἡμῖν γενέσθαι παρ’ αὐτοῦ τῆς ἀπολείψεώς σου, πομπὸν ἀγαθὸν ἐξαποστεῖλαι συνοδοιπόρον ἄγγελον. Αἴτησον δὲ καὶ ἵνα ἐπιστρέψας ἡμᾶς ἀγάγῃ πρὸς σὲ πάλιν· καὶ τοῦτό
15γε μάλιστα πάντων μόνον ἡμᾶς παραμυθήσεται.182