TLG 2062 502 :: JOANNES CHRYSOSTOMUS :: De nativitate Joannis Baptistae [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De nativitate Joannis Baptistae [Sp.]

Source: Datema, C. (ed.), “Another unedited homily of Ps. Chrysostom on the birth of John the Baptist” [Byzantion 53] 1983: 480–490.

Citation: (Line)

1tΤοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου
2tἀρχιεπισκόπου Κωνσταντινουπόλεως
3tτοῦ Χρυσοστόμου
4tεἰς τὸ γενέθλιον τοῦ ἁγίου Ἰωάννου
5tτοῦ προδρόμου καὶ βαπτιστοῦ.
6 Ἐπέστη σήμερον ἡ τῶν χρεωστουμένων ἀπαίτησις, πάρεστιν ἡ μεθοδεύουσα ἡμέρα ἡμᾶς τὸ ὄφλημα, ἐπίκειται ἡ ἐμπρόθεσμος τῶν δανεισθέντων ὀξύτης· δεδανείσμεθα γὰρ ὡς ἀληθῶς καὶ τὸν παρόντα καιρὸν καὶ τὸ λεῖπον τοῖς λόγοις. Τί δὲ λέγω τὸ λεῖπον, ὅπου καὶ
10ἀποδιδόμενον αὔξει τὸ χρέος καὶ πληρούμενον ἑτέραν ἡμῖν ἀρχὴν ὀφλήματος ἀπεργάζεται. Τοιοῦτοι γὰρ οἱ εἰς τὸν ἅγιον Ἰωάννην τὸν βαπτιστὴν γινόμενοι λόγοι· φιλονεικοῦντες μὲν ἀποδιδόναι τὸ χρέος, ὑποπίπτοντες δὲ ἀεὶ τῷ ὀφλήματι. Τί γὰρ ἔστιν εἰπεῖν ἐπὶ τῷ μεγέθει τῶν τοῦ δικαίου πραγμάτων ἢ ἐπὶ
15τῇ τοσαύτῃ τῶν κατορθωμάτων λαμπρότητι; Ἢ μόνον τάχα ἐκείνῃ χρήσασθαι δίκαιον τῇ φωνῇ· «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.» Αὕτη γὰρ ἀξία τῶν ἐγκωμίων ἡ μνήμη, αὕτη τῆς ὀφειλομένης τιμῆς ἡ ἀλήθεια·
20δεσπότης γάρ ἐστιν ὁ καὶ λέγων ἀψευδῶς καὶ ἐπαινῶν ἐπαξίως. Οὐκ ἐγήγερταί φησιν, ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ. Οὐδεὶς γὰρ ἐν γεννητοῖς τῶν δικαίων οὕτως ἐγήγερται· Ἰερεμίας ὁ προφήτης ἐκ μήτρας ἡγίασται, ἀλλὰ Ἰωάννης ὁ βαπτιστῆς καὶ τούτου
25πλέον τετίμηται. Ἀλλὰ καὶ αὐτοῦ τοῦ ἁγίου πνεύματος πληροῦται κυοφορούμενος· πνεύματος γάρ φησιν, ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρὸς αὐτοῦ. Διὸ καὶ ἔνδον τῆς γαστρὸς σκιρτήσας εὐαγγελίζεται καὶ τικτόμενος τὴν ἐπὶ τῷ πατρὶ εὐθὺς θεραπείαν ἐργάζεται.
30Ἀμέλει πάντες φησιν, οἱ ἀκούσαντες ἔλεγον· τί ἄρα τὸ παιδίον
τοῦτο ἔσται; Ἀδημονοῦσι γὰρ θαυματουργοῦντα τὸν βαπτιστὴν πρὸ τοῦ καιροῦ
θεωροῦντες, θαυμάζουσι τὴν τοῦ βρέφους ὑπὲρ δύναμιν ἀξίαν.
480
35Βλέπουσι τὸ παιδίον καὶ χρόνων τοῦ βίου καὶ τρόπων ἀνώτερον. Τὰ πρὸ τοῦ τόκου μαθόντες ἐκπλήττονται, τὰ μετὰ τὸν τόκον ὁρῶντες ξενίζονται. Καὶ ἀποροῦντες κεκράγασιν· «Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;» Θέλετε μαθεῖν τὴν προκοπὴν τοῦ παιδίου;
40Θέλετε τὴν προσγινομένην αὐτῷ γνῶναι ἀξίαν; Ἀκούσατε τοῦ ἀγγέλου περὶ αὐτοῦ κεκραγότος· «Ἔσται φησί, μέγας ἐνώπιον κυρίου.» Ἰδοὺ καὶ πάλιν τὸ μεῖζον ἀπονέμεται τῷ δικαίῳ, τῷ τῆς ἐρήμου ποθεινῷ.
45Οὔπω ἐμάνθανε τὴν πλοκὴν τῶν πραγμάτων, καὶ προλαμβάνων φυλάττει τῆς ψυχῆς τὴν ἁπλότητα. Οὐ γὰρ ἀνέχεται τὸν ἀνθρώπινον ἐμπορεύεσθαι πλοῦτον, οὐκ ἐρᾷ δόξης λυομένης ἐν βίῳ, οὐ παρέχει τῇ γαστρὶ τὴν ἀκόρεστον γεῦσιν,

(50)

οὐ τὴν τῶν βρωμάτων ποικιλίαν γινώσκει, οὐκ ἐσθῆτος καλλωπισμὸν περιβάλλεται. Εἶχε γάρ φησι, τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλων καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. Τὸ γὰρ ἴδιον τῆς ἐν ἐρήμῳ ἀσκήσεως σχῆμα πρόσφορον τῆς ἀνδρείας αὐτοῦ
55τὸ ἔνδυμα. Ἀχθοφόρου γὰρ ζῴου τὰς τρίχας ἐφόρει, σημαίνων ὡς τὸ ἐπικείμενον αὐτῷ κατὰ τὴν ἔρημον βάρος φέρειν καὶ αὐτὸς ἀνέχεται κούφως· βαρὺς γὰρ ἦν ἀληθῶς ὁ εἰς τὴν ἔρημον βίος. Εἶχε δὲ καὶ δερματίνην ζώνην, δι’ ἧς τήν τε νενεκρωμένην τῆς γαστρὸς ἐπιθυμίαν ἐδήλου καὶ τῆς ψυχῆς ἐν
60ταὐτῷ τὴν ἀνδρείαν ἐνέφηνεν. Ἡ δὲ τροφὴ ἦν αὐτῷ φησιν, ἀκρίδες καὶ μέλι ἄγριον. Καὶ τοῦτο τῆς πολυτελεστάτης ἥδιον ἐν ἐρήμῳ. Δεσπότου δὲ καὶ ποιητοῦ ἀποφηναμένου μὴ ἐγηγέρθαι ἐν γεννητοῖς
γυναικῶν μείζω Ἰωάννου τοῦ βαπτιστοῦ, καὶ τοῦ ἀγγέλου εἰρηκότος ἐν πρώτοις καὶ μέγαν ἔσεσθαι λέγοντος ἐνώπιον τοῦ κυρίου, οὐδὲν τῶν ἐπὶ482
65γῆς, οὐδὲν τῶν ἐν τῷ οὐρανῷ εἰς τὴν τοῦ βαπτιστοῦ τιμὴν παραλέλειπται. Ἔδει γὰρ ἀληθῶς καὶ παρὰ θεῷ καὶ παρ’ ἡμῖν τὸν βαπτιστὴν μεγαλύνεσθαι· καὶ γὰρ ἔστιν ἰδεῖν τὸν παράδοξον τόκον τῆς στείρας καὶ τῆς αὐξήσεως αὐτοῦ τὰ θαύματα καὶ τῆς πολιτείας τὰ κατορθώματα.
70 Ηὔξανε γάρ φησιν, καὶ ἐκραταιοῦτο πνεύματι. Ταῦτα τῆς ἡλικίας καὶ τῆς χάριτος τὰ γνωρίσματα· συνηύξει γὰρ τῷ σώματι τοῦ νέου καὶ ἡ τῆς ψυχῆς ἀρετή. Καὶ τὸ θαυμαστότερον ὅτι ἦν φησίν, ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
75Ἦν ἐν ταῖς ἐρήμοις. Καὶ τί μεῖζον τούτου τοῦ κατορθώματος; Παιδαγωγουμένης ἐν ἐρήμῳ νεότητος, παιδίον οὔπω τὴν πεῖραν τοῦ βίου λαμβάνει καὶ τὴν ἐν ἐρήμῳ πολιτείαν ἁρπάζει,
80οὔπω γινώσκει τοῦ κόσμου τὴν ὄχλησιν καὶ τὴν ἡσυχίαν ἀσπάζεται. Ἀλλὰ τί τούτοις ἐνδιατρίβειν ἔτι φιλονεικοῦμεν τοῖς λόγοις, συνέχοντος ἡμᾶς ἤδη καὶ τοῦ λαοῦ τοῦ πρὸς αὐτὸν εἰς τὴν ἔρημον τρέχοντος; Ἐπεσπᾶτο μὲν γὰρ ἕκαστον πρὸς αὐτὸν ἀπιέναι ἡ λαμπρὰ τοῦ
85ἀνδρὸς πολιτεία· ἐξάκουστος γὰρ ἀεὶ ὁ ἐνάρετος βίος καὶ πᾶσαν φιλάρετον ψυχὴν πρὸς ἑαυτὸν ἐφελκόμενος. Συνέρρει δὲ πλέον πρὸς Ἰωάννην τὰ πλήθη τῷ ξένῳ θαύματι τοῦ κηρύγματος· μετὰ γὰρ τὸ ἀναδειχθῆναι αὐτόν, ὡς προείρηται, παρεγένετό φησι κηρύσσων ἐν τῇ ἐρήμῳ καὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· καὶ πάλιν·
90ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ταῦτα δὲ ξένα τοῖς τότε καὶ παράδοξα τὰ λεγόμενα· πρόδρομος γὰρ ἦν, τὴν προσεγγίζουσαν δηλῶν βασιλείαν, εὐτρεπίζων τῷ ἐπιδημοῦντι δεσπότῃ, ἑτοιμάζων τῷ βασιλεῖ τὴν πορείαν,
95διεγείρων εἰς ὑπάντησιν πάντας, ἐξηγούμενος τὰ μέλλοντα θαύματα, προξενῶν τὸν οὐράνιον πλοῦτον. Εἰσῆγε γὰρ μετάνοιαν τὴν τῶν ψυχῶν θεράπειαν, ἐδίδου καὶ βάπτισμα προσεγγίζον τῇ χάριτι.484

(100)

Ὅθεν ἐξεπορεύετο πρὸς αὐτόν φησιν, πᾶσα Ἰεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτί‐ ζοντο ὑπ’ αὐτοῦ. Ἔδειξεν ἀξιόπιστον τῆς πολιτείας αὐτοῦ τὸ κήρυγμα, μᾶλλον δὲ προσέλαβεν ἡ πολιτεία τὸ τοῦ κηρύγματος χάρισμα. Καὶ ἦν ὁ πρώην
105μονώτατος εἰς τὴν ἔρημον νῦν καὶ αὐτὴν κατασκευάζων πόλιν τὴν ἔρημον. Τί λέγω πόλιν; Ὅλην αὐτὴν οὐρανὸν ἀπειργάσατο· ἄκουε γὰρ λοιπὸν τῶν ἐπουρανίων ἐντεῦθεν πραγμάτων. Τότε φησίν, παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ.
110Ἦλθε γὰρ ὁ τῶν οὐρανῶν δεσπότης πρὸς τὸν ἐρημοπολίτην, παρεγένετο ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου
πρὸς τὸν κηρύττοντα τὴν μετάνοιαν, τὸ φῶς τὸ ἀλήθινον πρὸς τὸν λύχνον τὸν φαίνοντα· οὗτος γάρ φησιν, ἦν ὁ λύχνος ὁ φαίνων.
115Ἦλθεν ἡ πηγὴ τῆς ζωῆς πρὸς σταγόνα βαπτίζουσαν, ὁ πόταμος τοῦ θεοῦ πρὸς βραχύτατον ῥύακα, τὸ πέλαγος τῆς σωτηρίας πρὸς ὀχετὸν παροδεύοντα· τοῦτο γὰρ ἦν ὁ Χριστὸς πρὸς Ἰωάννην ἐρχόμενος. Ὅθεν καὶ καλῶς αὐτὸν ὁ βαπτιστὴς διεκώλυε λέγων· ἐγὼ χρείαν
120ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; «Ἐγώ φησιν, τοῦ σοῦ φωτὸς ἐπιδέομαι
καὶ σὺ πρὸς μὲ παραγίνῃ; Ἐγὼ παρὰ σοῦ διεπλάσθην,
καὶ σὺ ἔρχῃ παρ’ ἐμοῦ βαπτισθῆναι;
125Ἦλθον ὡς δοῦλος ἐγὼ περὶ σοῦ τοῦ δεσπότου κηρύττων, οὐχ ὡς βαπτίσαι τὸν ἐμὸν δεσπότην ὀφείλων. Ἔασον τῇ σῇ χειρὶ τὴν ἐμὴν μᾶλλον κεφαλὴν ὑποκύψαι,
οἶδα γὰρ τὴν ἐξουσίαν τοῦ ἐμοῦ φοβεῖσθαι δεσπότου. Μή μου τολμηρὰν τὴν δεξιὰν ἀπεργάσῃ, ναρκῶσαν ἤδη πρὸς486
130τὸ τοῦ βαπτίσματος ἔργον.» Τί οὖν πρὸς αὐτὸν ὁ δεσπότης; »Ἄφες ἄρτι, οὐ γὰρ ἦλθον νῦν τὴν ἐμαυτοῦ ἀξίαν γυμνῶσαι, οὐ τὸ καθαρὸν τῆς φύσεως δεῖξαι,
135ἀλλὰ τὴν συμφέρουσαν ὑμῖν οἰκονομίαν πληρῶσαι.» Τότε φησίν, ἀφίησιν αὐτόν. Ὢ πόσην ἡ λέξις εὐτονίαν σημαίνει. Ἀφίησιν ὁ δοῦλος τὸν δεσπότην, ὁ ὑπήκοος τὸν βασιλέα,
140οὐ γὰρ ἴσχυσεν ἡ φωνὴ περιγενέσθαι τοῦ λόγου, οὐχ ὁ λύχνος ταῖς αὐγαῖς ἀντισχεῖν τοῦ ἡλίου, ἀλλὰ συστείλας τὸ οἰκεῖον φῶς παρεχώρησε τῇ νικώσῃ τῆς δικαιοσύνης αὐγῇ. Οὕτως δίδωσιν ὁ σωτὴρ τῷ βαπτίσματι χάριν, οὕτως τὸ καθαρὸν
145τοῦ κυρίου καὶ ἀναρμάρτητον σῶμα τὸν ἐμμένοντα τοῖς ὕδασιν ἀπέσμηξε ῥύπον, ὡς ἔχειν λοιπὸν τῶν ὑδάτων τὴν φύσιν οὐ μόνον τὸ καθαίρειν ἐκ φύσεως, ἀλλὰ καὶ τὸ φωτίζειν ἐκ χάριτος. Ὅθεν οἱ βαπτιζόμενοι λοιπὸν ἐν πνεύματι καὶ ἀληθείᾳ βαπτίζονται, καὶ τοῦτο αὐτὸς ὁ βαπτιστὴς Ἰωάννης σαφῶς κέκραγε λέγων· «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι·

(150)

μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι καὶ ἀληθείᾳ.» Ὁρᾷς τὸν βαπτιστὴν μετὰ τοσαύτην τιμὴν καὶ ἀξίαν ἔτι σμικρύνοντα μὲν τὸ οἰκεῖον ἔργον, θαυμάζοντα δὲ τοῦ σωτῆρος τὸ δῶρον. Καὶ γὰρ ἀεὶ τὸ πρέπον τῷ Χριστῷ παρεχώρει· διὸ καὶ αὐτὸς δέχεται τὴν
155ἐξ οὐρανῶν ἐπ’ αὐτὸν ἐλθοῦσαν μαρτυρίαν, ἄξιος ὢν τῶν ἐπουρανίων ῥημάτων τε καὶ πραγμάτων. Εἶδε γάρ φησιν, τὸν οὐρανὸν ἀνεῳχθέντα καὶ τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον πρὸς αὐτὸν καὶ φωνῆς μαρτυρούσης· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν
ᾧ εὐδόκησα.488
160Ἴσα τῶν πραγμάτων τὰ ῥήματα· καὶ θεωρεῖ γὰρ καὶ ἀκούει Ἰωάννης βαπτίζων. Οὗτος τὴν ἔρημον οὐρανὸν κατεσκεύασεν, οὗτος τὴν οἰκουμένην θεοῦ παράδεισον ἔδειξε τῇ τοῦ βαπτίσματος ποτιζόμενον χάριτι.
165 Ὄντως ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου, ἀπὸ τότε ἡ βασιλεία τῶν οὐρανῶν εὐαγγελίζεται. Ἐξ ἐκείνου γὰρ ἔστη τῶν προφητῶν τὰ κηρύγματα, ἐκείνου ὑποδείξαντος ὃν ἐκεῖνοι προειρήκασιν. Ἔστη τοῦ νόμου τὸ βάρος,
170ἐκήρυξε γὰρ μετάνοιαν θεοῦ μακροθυμίαν καταγγέλλουσαν. Ἔστη τὰ πολλὰ τῶν Ἰουδαίων βαπτίσματα, ἓν γὰρ ἐδείχθη δι’ ἐκείνου τὸ βάπτισμα, ὃ αὐτὸς παρέχειν εἰς μετάνοιαν ἤρξατο, ὃ δὲ Χριστὸς εἰς ἄφεσιν ἁμαρτιῶν ἐδωρήσατο καὶ ζωὴν αἰώνιον, ᾧ πρέπει
175ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.490