TLG 2062 499 :: JOANNES CHRYSOSTOMUS :: Epistula ad Caesarium [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Epistula ad Caesarium [Sp.]

Source: Nicolopoulos, P.G. (ed.), Αἱ εἰς τὸν Ἰωάννην τὸν Χρυσόστομον ἐσφαλμένως ἀποδιδόμεναι ἐπιστολαί. Athens: Tsiveriotes, 1973: 513–518.

Citation: Version — fragment — (line)

1

t

Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Καισάριον ἐπιστολῆς μετὰ τὴν δευτέραν αὐτοῦ ἐξορίαν

1

.

1

Καὶ φήσειας πάντως ἐκ πλάνης πρὸς τὸ κρεῖττον ἐληλυθέναι καὶ χάριν ὁμολογεῖν τοῖς τὴν θαυμαστὴν ἐκείνην προσκομίσασι βίβλον, ἣν ἀρίστην τὰ κάλλιστά σου ἀποκαλοῦσι γράμματα, ὡς τηλαυγῶς διαγορεύουσαν συνδρομὴν οὐσιώδη καὶ μεῖξιν θεσπεσίαν
5γεγενῆσθαι θεότητός τε καὶ σαρκὸς μίαν τε ἐντεῦθεν ἀποτελεσθῆναι φύσιν. Τοῦτο, θαυμάσιε, τοῦ παράφρονος Ἀπολλιναρίου τὸ ἀτό‐ πημα, αὕτη τῶν εἰσαγόντων κρᾶσιν καὶ συναλοιφὴν ἡ δυσσεβε‐
στάτη αἵρεσις.513

1

.

2

(t)

Ἐκ τῆς αὐτῆς ἐπιστολῆς
1 Χριστὸν δὲ ὅταν εἴπῃς, συνῆψας ἑκάτερα. Ὅθεν καὶ παθητὸς λέγοιτο ἂν ὁ αὐτὸς καὶ ἀπαθής· παθητὸς μὲν σαρκί, ἀπαθὴς δὲ θεότητι. Ταῦτα δὲ καὶ ἐπὶ υἱοῦ καὶ Ἰησοῦ καὶ Κυρίου κατηγορεῖ‐ ται· κοινὰ γὰρ ταῦτα καὶ δεικτικὰ τῶν δύο οὐσιῶν τὰ ὀνόματα.

1

.

3

(t)

Ἐκ τῆς αὐτῆς ἐπιστολῆς
1 Οὕτω κἀνταῦθα τῆς θείας ἐνιδρυμένης τῷ σώματι φύσεως ἕνα υἱόν, ἓν πρόσωπον τὰ συναμφότερα ἀπετέλεσε, γνωριζόμενον μέντοι ἀσυγχύτῳ ἀδιαιρέτῳ λόγῳ, οὐκ ἐν μιᾷ μόνῃ φύσει, ἀλλ’ ἐν δυσὶ τελείαις· Ἐπὶ γὰρ μιᾶς πῶς τὸ ἀσύγχυτον; πῶς τὸ ἀδι‐
5αίρετον; πῶς ἡ ἕνωσις λεχθείη ποτέ; Ἑαυτῇ γὰρ τὴν μίαν ἑνοῦ‐ σθαι ἢ συγχεῖσθαι ἢ διαιρεῖσθαι ἀδύνατον. Ποῖος οὖν ᾅδης ἐξη‐
ρεύξατο μίαν ἐπὶ τοῦ Χριστοῦ λέγειν φύσιν;514

1

.

4

(t)

Καὶ πρὸς τῷ τέλει τῆς αὐτῆς ἐπιστολῆς
1 Τούτων τὰς κενοφωνίας ἐκκλίνοντες, ἀγαπητέ, εἰς τὸ προ‐ κείμενον ἐπανέλθωμεν. Εὐσεβὲς καὶ λίαν εὐσεβὲς τὸν θανάτῳ περιβληθέντα Χριστὸν ὁμολογεῖν ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρω‐ πότητι τέλειον, ἕνα υἱὸν μονογενῆ, οὐ διαιρούμενον εἰς υἱῶν δυάδα,
5φέροντα δὲ ὅμως ἐν ἑαυτῷ τῶν ἀχωρίστων δύο φύσεων ἀσυγχύ‐ τους τὰς ἰδιότητας, οὐκ ἄλλον καὶ ἄλλον, μὴ γένοιτο, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Κύριον Ἰησοῦν Χριστόν, Θεὸν Λόγον, σάρκα ἠμφιεσμένον καὶ αὐτὴν οὐκ ἄψυχον καὶ ἄνουν, ὡς ὁ δυσσεβὴς Ἀπολλινάριος εἶπεν. Τούτοις τοίνυν προσχῶμεν. Φύγωμεν τοὺς διαιροῦντας· εἰ
10γὰρ καὶ διττὴ ἡ φύσις, ἀλλ’ οὖν ἀδιαίρετος καὶ ἀπαράσπαστος ἡ ἕνωσις ἐν ἑνὶ τῆς υἱότητος ὁμολογουμένη προσώπῳ καὶ μιᾷ ὑπο‐ στάσει. Φύγωμεν τοὺς μίαν φύσιν μετὰ τὴν ἕνωσιν τερατευομένους· τῇ γὰρ τῆς μιᾶς ἐπινοίᾳ τῷ ἀπαθεῖ Θεῷ πάθος προσάπτειν ἐπεί‐
γονται τὴν οἰκονομίαν ἀρνούμενοι.515

2

t

Τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Καισάριον μονά‐ ζοντα ἐπιστολῆς

2

.

1

Ποῖος ᾅδης ἠρεύξατο μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν μετὰ τὴν ἕνωσιν; Ἢ γὰρ τὴν θείαν κρατοῦντες τὴν ἀνθρωπίνην ἀρνοῦν‐ ται, φημὶ τὴν ἡμετέραν σωτηρίαν· ἢ τὴν ἀνθρωπίνην κατέχοντες τῆς θείας φύσεως ποιοῦνται τὴν ἄρνησιν. Ἐπιλεγέτωσαν ποία
5ἀπώλεσε τὸ ἴδιον. Εἰ γὰρ ἔτι ἔρρωται ἡ ἕνωσις, πάντως καὶ τὰ τῆς ἑνώσεως ἰδιώματα σῴζεσθαι ἀνάγκη. Ἐπεὶ οὐχ ἕνωσις τοῦτο, ἀλλὰ σύγχυσις καὶ ἀφανισμὸς τῶν φύσεων. Οὐκ ἐν μιᾷ γοῦν μόνῃ τῇ φύσει ὁ Χ(ριστός), ἀλλ’ ἐν δυσὶ τελείαις. Ἐπὶ γὰρ μιᾶς ποῦ τὸ ἀσύγχυτον; Ποῦ τὸ ἀδιαίρετον; Ποῦ ἡ ἕνωσις; Ἑαυτῇ γὰρ
10ἑνοῦσθαι ἢ διαιρεῖσθαι ἀδύνατον.516

2

.

2

(t)

Τοῦ αὐτοῦ
1 Ἑρμηνεύοντες δὲ οἱ ἅγιοι τήν τε διαίρεσιν καὶ τὴν διαφορὰν λέγουσι· διαίρεσίς ἐστι τὸ μὴ διαμπάξ, ἤτοι διόλου, τὰ ὑποκείμενα τέμνουσα καὶ ἰδίᾳ καὶ ἀνὰ μέρος καθ’ ἑαυτὰ ὑφεστῶτα καὶ ἀλλή‐ λων κεχωρισμένα τιθεῖσα, διαφορὰ δὲ λόγος, καθ’ ὃν ἀλλήλων
5διαφέρει τὰ ὑποκείμενα, τουτέστι τὸ εἶναι τὴν σάρκα τῇ φύσει καὶ τῇ οὐσίᾳ, ὅπερ ἐστὶ καὶ τὸ εἶναι πάλιν τὸν Θεὸν λόγον τῇ φύσει
καὶ τῇ οὐσίᾳ, ὅπερ ἐστί.517

3

t

Τοῦ Χρυσοστόμου πρὸς Καισάριον

3

.

1

Καί ἐστιν εὐσεβὲς τὸν θανάτῳ περιβληθέντα Χριστὸν ὁμολο‐ γεῖν ἐν θεότητι τέλειον, ἕνα υἱὸν μονογενῆ οὐ διαιρούμενον εἰς υἱῶν δυάδα, φέροντα δὲ ὅμως ἐν ἑαυτῷ τῶν ἀχωρίστων δύο φύσεων ἀσυγχύτους τὰς ἰδιότητας, οὐκ ἄλλον καὶ ἄλλον, μὴ γένοιτο, ἀλλ’
5ἕνα καὶ τὸν αὐτὸν Κύριον Ἰησοῦν, Θεὸν Λόγον, σάρκα ἠμφιεσμέ‐ νον, καὶ ταύτην οὐκ ἄψυχον καὶ ἄνουν, ὡς ὁ δυσσεβὴς εἶπεν Ἀπολ‐ λινάριος. Εἰ δέ τισιν ἀδύνατον δοκεῖ ἐν ἑνὶ δύο εἶναί τινα καὶ ἅμα μὲν κατέχεσθαι ἅμα δὲ σταυροῦσθαι καὶ τὸ ἓν τούτων ὑπομένειν τὴν
10ὕβριν, ἀνθρωπίνῳ ὑποδείγματι ὑποδεῖξαι τοῦτο πειράσομαι. Ἡ βασιλικὴ πορφύρα ἔριον ἦν· τούτῳ μιγὲν τῆς κογχύλης τὸ αἷμα, χροιὰν πορφυρέαν αὐτῷ παρέσχεν. Ὅτε οὖν ἐνήθετο τοῖς δακτύλοις καὶ ἐκλώθετο, στήμων γενόμενον δηλονότι, τὸ ἔριον καὶ οὐχ ἡ βαφὴ τὴν στρέψιν ὑπέμενεν, ὁμοίως καὶ τῷ ἐρίῳ τὸν
15ἄνθρωπον τῇ πορφυρέᾳ χροιᾷ τὸν Θεὸν Λόγον, ὃς ἥνωτο ἐν τῷ πάθει καὶ τῷ σταυρῷ. Ἀλλὰ τῷ πάθει παντελῶς οὐχ ὑπέπεσε. Πάλιν ἔστω δένδρον, ἔχον ἐν ἑαυτῷ τὴν ἀκτῖνα τοῦ ἡλίου· ἐν τῷ οὖν τέμνεσθαι τοῦτο θεωροῦμεν ὅτι ὁ πλήττων σίδηρος πρῶτος κατὰ τῆς ἐν ἑαυτῷ ἀκτῖνος ἄνωθεν φέρεται. Καὶ ἡ ἀκτὶς
20πρώτη πρὶν ἢ τὸ δένδρον πληγῆναι τὴν πληγὴν ὑποδεχομένη φαί‐ νεται. Ὥσπερ οὖν ἡ λαμπηδὼν καίτοι ἐκεῖ οὖσα οὐ τέμνεται, οὔτε διακόπτεται, οὕτω καὶ ἡ θεότης οὔτε χωρισθῆναι ἠδύνατο οὔτε τμηθῆναι καὶ παθεῖν, ἡ δὲ σὰρξ τῷ πάθει ὑπέπεσεν, ἣ καὶ τμη‐
θῆναι καὶ παθεῖν ἠδύνατο ὡς ἐκεῖ τὸ δένδρον.518