TLG 2062 498 :: JOANNES CHRYSOSTOMUS :: In illud: Vidi dominum (homiliae 1–6) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In illud: Vidi dominum (homiliae 1–6) Citation: Homily — section — (line) | ||
1t | Ἔπαινος τῶν ἀπαντησάντων ἐν τῇ ἐκκλησίᾳ, καὶ περὶ εὐταξίας ἐν ταῖς δοξολογίαις καὶ εἰς τό· «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου.» | |
1.1 | Πολλὴν ὁρῶ τὴν σπουδὴν ἐνδεικνυμένους ὑμᾶς εἰς ἔργον ἀγαγεῖν τὰ πρῴην ἡμῖν εἰρημένα. Διὰ τοῦτο τοίνυν ἀόκνως τὰ τῆς διδασκαλίας κἀγὼ καταβάλλομαι σπέρματα, χρησταῖς ἐντεῦθεν ταῖς ἐλπίσι τρεφόμενος. Καὶ γὰρ ὁ | |
5 | γεωργός, ὁπόταν πόνῳ μὲν τὰ σπέρματα καταβάλῃ εὐφο‐ ροῦσαν δὲ τὴν γῆν καὶ τὰ λήϊα κομῶντα θεάσηται, τῶν πρῴην ἐπιλανθάνεται κόπων καὶ πρὸς τὴν ἑξῆς ἐργασίαν τε καὶ συντήρησιν τῷ προσδοκωμένῳ διανίσταται κέρδει. Καίτοι πόσον ποριμωτέρα καὶ ἐπικερδὴς αὕτη καθέστηκεν | |
---|---|---|
10 | ἡ γεωργία; Ἐκείνη μὲν γὰρ τῶν καρπῶν τῶν αἰσθητῶν περιποιουμένη τὴν ἀφθονίαν, σώμασιν ἐναποτίθεται | |
τροφήν· αὕτη δὲ τὴν τῶν λόγων καταβαλλομένη διδασκαλίαν καὶ τὰ τοῦ Πνεύματος πλεονάζουσα χαρίσματα, τὸν ψυχικὸν ἐναποτίθεται πλοῦτον, τὴν | 42 | |
15 | ἀδαπάνητον καὶ ἀκήρατον τροφὴν τὴν μὴ διαλυομένην, μηδὲ φθειρομένην κατ’ ἀκολουθίαν, ἀλλὰ ἀρρήτῳ τινὶ συντηρουμένην προνοίᾳ καὶ νοητὴν τὴν ἀπόλαυσιν ἔχουσαν. Αὕτη τῶν ἐμῶν πόνων ἡ ἐπικαρπία, οὗτος ὁ ἐναποτιθέμενος τῇ ὑμῶν ἀγάπῃ πλοῦτος. Τοῦτον οὖν | |
20 | αὐξανόμενον ἐν ὑμῖν κατανοῶν, χαίρω διὰ παντὸς ὡς μὴ εἰκῇ τὰ σπέρματα καταβαλλόμενος, ὡς μὴ μάτην τοὺς πόνους ὑπομείνας, ὡς εἰς εὔφορον καὶ λιπαρὰν ἐπισπείρων γῆν καὶ πρὸς καρποφορίαν ἐπιτηδείαν. Πόθεν οὖν τὸ τοιοῦτον καταστοχάζομαι κέρδος; πόθεν | |
25 | εἰς ἔργον τοὺς λόγους προκόπτοντας κατανοῶ; Ἐκ τῆς παρούσης δηλονότι συνδρομῆς, ἐκ τοῦ τὴν μητέρα πάντων τὴν ἐκκλησίαν μετὰ σπουδῆς ὑμᾶς καταλαβεῖν, ἐκ τῆς παννύχου ταύτης καὶ διηνεκοῦς στάσεως, ἐκ τοῦ τὴν ἀγγελικὴν χοροστασίαν μιμουμένους ἀκατάπαυστον τῷ | |
30 | κτίστῃ τὴν ὑμνολογίαν προσφέρειν. Ὢ τῶν τοῦ Χριστοῦ δωρημάτων. Ἄνω στρατιαὶ δοξολογοῦσιν ἀγγέλων· κάτω ἐν ἐκκλησίαις χοροστατοῦντες ἄνθρωποι τὴν αὐτὴν ἐκείνοις ἐκμιμοῦνται δοξολογίαν. Ἄνω τὰ Σεραφὶμ τὸν τρισάγιον ὕμνον ἀναβοᾷ· κάτω τὸν αὐτὸν ἡ τῶν | |
35 | ἀνθρώπων ἀναπέμπει πληθύς· κοινὴ τῶν ἐπουρανίων καὶ | |
τῶν ἐπιγείων συγκροτεῖται πανήγυρις· μία εὐχαριστία, ἓν ἀγαλλίαμα, μία εὐφρόσυνος χοροστασία. Ταύτην γὰρ ἡ ἄφατος τοῦ Δεσπότου συγκατάβασις συνεκρότησεν, ταύτην τὸ Πνεῦμα συνέπλεξεν τὸ ἅγιον, ταύτης τὴν ἁρμονίαν τῶν | 44 | |
40 | φθόγγων ἡ πατρικὴ εὐδοκία συνήρμοσεν, ὥστε ἄνωθεν ἔχει τὴν τῶν μελῶν εὐρυθμίαν καὶ ὑπὸ τῆς Τριάδος, καθάπερ ὑπὸ πλήκτρου τινὸς κινουμένη, τὸ τερπνὸν καὶ μακάριον ἐνηχεῖ μέλος, τὸ ἀγγελικὸν ᾆσμα, τὴν ἄληκτον συμφωνίαν. Τοῦτο τῆς ἐνταῦθα σπουδῆς τὸ πέρας, οὗτος | |
45 | ὁ τῆς συνελεύσεως ὑμῶν καρπός. Διὰ τοῦτο χαίρω τὴν τοιαύτην καθορῶν εὐδοκίμησιν· χαίρω τὴν ἐν ταῖς ψυχαῖς ὑμῶν εὐφροσύνην κατανοῶν, τὴν χαρὰν τὴν πνευματικήν, τὴν κατὰ Θεὸν ἀγαλλίασιν. Οὐδὲν γὰρ οὕτω περιχαρῆ τὴν ἡμετέραν διατίθησι ζωὴν | |
1.1(50) | ὡς ἡ ἐν ἐκκλησίᾳ θυμηδία. Ἐν ἐκκλησίᾳ ἡ τῶν χαιρόντων συντηρεῖται χαρά, ἐν ἐκκλησίᾳ ἡ τῶν ἀθυμούντων εὐθυμία, ἐν ἐκκλησίᾳ ἡ τῶν λυπουμένων εὐφροσύνη, ἐν ἐκκλησίᾳ ἡ τῶν καταπονουμένων ἀναψυχή, ἐν ἐκκλησίᾳ ἡ τῶν κοπιώντων ἀνάπαυσις. «Δεῦτε γάρ, φησί, πρός με πάντες | |
55 | οἱ κοπιῶντες καὶ πεφορτισμένοι· κἀγὼ ἀναπαύσω ὑμᾶς.» Τί ταύτης τῆς φωνῆς γένοιτ’ ἂν ποθεινότερον; τί τῆς κλήσεως ταύτης ἡδύτερον; Πρὸς εὐωχίαν σε καλεῖ ἐν ἐκκλησίᾳ καλῶν ὁ Δεσπότης, εἰς ἀνάπαυσιν ἀντὶ τῶν κόπων προτρέπεται, εἰς ἄνεσιν ἐκ τῶν ὀδυνηρῶν | |
60 | μετατίθησιν, τὸ βάρος τῶν ἁμαρτημάτων κουφίζων· τρυφῇ τὴν ἀθυμίαν καὶ εὐφροσύνῃ τὴν λύπην ἰᾶται. Ὢ τῆς αὐτοῦ κηδεμονίας, ὢ κλήσεως ἐπουρανίου; Σπεύσωμεν | |
τοίνυν, ἀγαπητοί, αὐτὴν μὲν ἐπιτεινομένην ἐνδείκνυσθαι τὴν σπουδήν, μετὰ δὲ τῆς προσηκούσης εὐταξίας καὶ τοῦ | 46 | |
65 | πρέποντος σκοποῦ ταύτην ἀποπληροῦν. Καὶ γὰρ τὸν περὶ τούτου λόγον ὑμῖν σήμερον κινῆσαι βούλομαι, φορτικὸν μὲν εἶναι δοκοῦντα, ἀνεπαχθῆ δὲ καὶ ὠφέλιμον ὄντα τῇ ἀληθείᾳ. Οὕτω γὰρ καὶ φιλόστοργοι πατέρες ποιοῦσιν· οὐ μόνον τὰ πρὸς ὀλίγον | |
70 | χαροποιοῦντα, ἀλλὰ καὶ τὰ λυποῦντα παρεγγυῶνται τοῖς τέκνοις· καὶ οὐ τὰ αὐτόθεν ἐνδεικνύμενα τὴν ὠφέλειαν παραινοῦσιν αὐτοῖς, ἀλλὰ καὶ ὅσα δοκοῦσιν μὲν εἶναι φορτικά, σωτήρια δέ ἐστιν ἀποπληρούμενα, καὶ ταῦτα μετὰ πολλῆς τῆς ἐπιμελείας διδάσκουσιν καὶ ἀσφαλῶς τὴν | |
75 | αὐτῶν ἀπαιτοῦσιν συντήρησιν. Τάχα καὶ ἡμεῖς. Διὰ τοῦτο τοῦτον προτείνομεν τὸν λόγον, ἵνα μὴ μάτην τὸν ἐνταῦθα καταβαλλώμεθα πόνον, ἵνα μὴ τὴν τῆς ἀγρυπνίας ὑπομένοντες ἀνάγκην, ἀνονήτως πυκτεύωμεν, ἵνα μὴ εἰς ἀέρα διαλυόμεναι αἱ φωναὶ ἐπὶ ζημίᾳ μᾶλλον ἐνηχοῖντο | |
80 | καὶ οὐκ ἐπὶ κέρδει. Οὐδὲ γὰρ ἔμπορος μακρὰς μὲν ἐμπορίας στελλόμενος, πολλὴν δὲ τὴν τῶν πνευμάτων ἐμβολὴν καὶ τὴν τῶν κυμάτων ἐπανάστασιν ὑπομένων, καταδέξοιτο ἂν εἰκῇ καὶ μάτην τοὺς τοιούτους ὑπομένειν κόπους· ἀλλὰ διὰ τοῦτο καὶ πελάγη τέμνει καὶ κινδύνων | |
85 | κατατολμᾷ καὶ τόπους ἐκ τόπων μεταμείβει καὶ ἀΰπνους πάσας διατελεῖ νύκτας, ἵνα τὰ τῆς ἐμπορίας αὐτῷ πλεο‐ νάζῃ. Ὡς εἴ γε τοῦτο μὴ προσῇ, ἀλλὰ σὺν τῷ κέρδει καὶ ἡ τῶν κεφαλαίων αὐτῷ ἐπιγένηται ζημία, οὐδὲ ἀπαίρειν ἔξεστιν αὐτῷ, οὐδὲ τοὺς πολυπλόκους ἐκείνους ὑπομένειν | |
90 | κινδύνους. | |
1.2 | Τοῦτο τοίνυν εἰδότες, μετὰ τῆς προσηκούσης εὐλαβείας ἐνταῦθα παραγινώμεθα, ὅπως μὴ ἀντὶ ἁμαρτημάτων ἀφέσεως προσθήκην τούτων ποιησάμενοι, οἴκαδε πορευσώμεθα. Τί δέ ἐστι τὸ ζητούμενον καὶ ὃ παρ’ | 48 |
5 | ἡμῶν ἀπαιτεῖται; Τὸ τοὺς θείους ἀναπέμποντας ὕμνους, φόβῳ πολλῷ συνεσταλμένους καὶ εὐλαβείᾳ κεκοσμημένους, οὕτω προσφέρειν τούτους. Καὶ γάρ εἰσί τινες τῶν ἐνταῦθα, οὓς οὐδὲ τὴν ὑμετέραν ἀγάπην ἀγνοεῖν οἶμαι, οἵτινες καταφρονοῦντες μὲν τοῦ Θεοῦ, τὰ δὲ τοῦ Πνεύματος | |
10 | λόγια ὡς κοινὰ ἡγούμενοι, φωνὰς ἀτάκτους ἀφιᾶσι καὶ τῶν μαινομένων οὐδὲν ἄμεινον διάκεινται, ὅλῳ τῷ σώματι δονούμενοι καὶ περιφερόμενοι καὶ ἀλλότρια τῆς πνευ‐ ματικῆς καταστάσεως ἐπιδεικνύμενοι τὰ ἤθη. Ἄθλιε καὶ ταλαίπωρε, δέον δεδοικότα καὶ τρέμοντα τὴν ἀγγελικὴν | |
15 | δοξολογίαν ἐκπέμπειν, φόβῳ τε τὴν ἐξομολόγησιν τῷ κτίστῃ ποιεῖσθαι καὶ διὰ ταύτης συγγνώμην τῶν ἐπταισμένων αἰτεῖσθαι· σὺ δὲ τὰ μίμων καὶ ὀρχηστῶν ἐνταῦθα παράγεις, ἀτάκτως μὲν τὰς χεῖρας ἐπανατείνων καὶ τοῖς ποσὶν ἐφαλλόμενος καὶ ὅλῳ περικλώμενος τῷ σώματι. | |
20 | Καὶ πῶς οὐ δέδοικας, οὐδὲ φρίττεις τοιούτων κατατολμῶν λογίων; Οὐκ ἐννοεῖς, ὅτι αὐτὸς ἀοράτως ἐνταῦθα πάρεστιν ὁ Δεσπότης καὶ ἑκάστου τὴν κίνησιν ἀναμετρεῖ καὶ τὸ συνειδὸς λογοθετεῖ; οὐκ ἐννοεῖς, ὅτι ἄγγελοι ταύτῃ τῇ φρικτῇ παρίστανται τραπέζῃ καὶ φόβῳ ταύτην | |
25 | περιέπουσιν; Ἀλλὰ σὺ ταῦτα οὐ κατανοεῖς, ἐπειδὴ ὑπὸ τῶν ἐν τοῖς θεάτροις ἀκουσμάτων τε καὶ θεαμάτων τὸν νοῦν συνεσκοτίσθης καὶ διὰ τοῦτο τὰ ἐκεῖσε πραττόμενα τοῖς τῆς ἐκκλησίας ἀναφύρεις τύποις, διὰ τοῦτο ταῖς ἀσήμοις κραυγαῖς τὸ τῆς ψυχῆς ἄτακτον δημοσιεύεις. Πῶς | |
30 | οὖν συγγνώμην ἐξαιτήσῃ τῶν οἰκείων ἁμαρτημάτων; πῶς εἰς οἶκτον ἐπισπάσῃ τὸν Δεσπότην, οὕτω καταπε‐ φρονημένως τὴν δέησιν προτεινόμενος; «Ἐλέησόν με, ὁ Θεός», λέγεις, καὶ τοῦ ἐλέους ἀλλότριον τὸ ἦθος ἐπιδείκνυσαι. «Σῶσόν με», βοᾷς, καὶ | 50 |
35 | ξένον τῆς σωτηρίας τὸ σχῆμα διατυποῖς. Τί συντείνουσι πρὸς ἱκεσίαν χεῖρες ἐπὶ μετεωρισμῷ συνεχῶς ἐπαιρόμεναι καὶ ἀτάκτως περιφερόμεναι, κραυγή τε σφοδρὰ καὶ τῇ βιαίᾳ τοῦ πνεύματος ὠθήσει τὸ ἄσημον ἔχουσα; Οὐχὶ τὰ μὲν αὐτῶν τῶν ἐν ταῖς τριόδοις ἑταιριζομένων γυναικῶν, | |
40 | τὰ δὲ τῶν ἐν τοῖς θεάτροις φωνούντων ἐστὶν ἔργα; Πῶς οὖν τολμᾷς τῇ ἀγγελικῇ ταύτῃ δοξολογίᾳ τὰ τῶν δαιμόνων ἀναμιγνύειν παίγνια; πῶς δὲ οὐκ αἰδῇ ταύτην τὴν φωνήν, ἣν ἐκφέρεις, «Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, λέγων, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ»; Τοῦτό ἐστιν, ἐν | |
45 | φόβῳ δουλεύειν, τὸ διακεχῦσθαί τε καὶ συντείνεσθαι καὶ μηδὲ σεαυτὸν ἐπίστασθαι περὶ τίνων διαλέγῃ τῇ ἀτάκτῳ τῆς φωνῆς ἐνηχήσει; Τοῦτο καταφρονήσεώς ἐστιν, οὐ φόβου, ἀλαζονείας, οὐ ταπεινώσεως· τοῦτο παιζόντων μᾶλλον ἢ δοξολογούντων. | |
1.2(50) | Τί οὖν ἐστι τὸ δουλεύειν τῷ Κυρίῳ ἐν φόβῳ; Τὸ πᾶσαν ἐντολὴν ἀποπληροῦντας φόβῳ καὶ συστολῇ ταύτην κατεργάζεσθαι, τὸ συντετριμμένῃ καρδίᾳ καὶ τετα‐ πεινωμένῳ νοῒ τὰς ἱκεσίας προβάλλεσθαι. Καὶ οὐ μόνον δουλεύειν ἐν φόβῳ, ἀλλὰ καὶ ἀγαλλιᾶσθαι ἐν τρόμῳ τὸ | |
55 | Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου παρακελεύεται. Ἐπειδὴ γὰρ ἡ τῆς ἐντολῆς πλήρωσις χαρὰν εἴωθεν ἐμποιεῖν τῷ τὴν ἀρετὴν ἀσκοῦντι, καὶ ταύτην, φησί, | |
τρόμῳ καὶ δέει ποιεῖσθαι προσήκει, ἵνα μὴ τῇ ἀφοβίᾳ συγχεόμενοι, τούς τε πόνους ζημιωθῶμεν καὶ τὸν Θεὸν | 52 | |
60 | παροξύνωμεν. Πῶς δὲ ἔσται, φησίν, ἀγάλλεσθαι ἐν τρόμῳ; Καὶ γὰρ οὐδὲ δυνατὸν κατὰ ταὐτὸν τὰ δύο συμβαίνειν, πολλῆς οὔσης τῆς μεταξὺ αὐτῶν διαφορᾶς. Χαρὰ γάρ ἐστι καταθυμίων πλήρωσις καὶ ἡδέων ἀπόλαυσις καὶ ἀνιαρῶν | |
65 | λήθη· φόβος δὲ ἐλπιζομένων κακῶν ἐπίτασις, ἐπὶ κατεγνωσμένῳ συνιστάμενος συνειδότι. Πῶς οὖν ἔστιν ἀγάλλεσθαι ἐν φόβῳ, καὶ οὐχ ἁπλῶς ἐν φόβῳ, ἀλλ’ ἐν τρόμῳ, ὅπερ ἐπίτασίς ἐστι τοῦ φόβου καὶ πολλῆς ἀγωνίας σημεῖον; πῶς δέ, φησί, τοῦτο γενήσεται; Αὐτά σε τὰ | |
70 | Σεραφὶμ διδάσκουσιν ἔργῳ, τὴν τοιαύτην ἀποπληροῦντα διακονίαν. Καὶ γὰρ ἐκεῖνα τῆς ἀφάτου δόξης ἀπολαύοντα τοῦ κτίστου καὶ τὸ ἀμήχανον ἐνοπτριζόμενα κάλλος· οὐ λέγω αὐτὸ ἐκεῖνο, ὅπερ ἐστὶ τῇ φύσει (ἀκατανόητον γὰρ τοῦτο καὶ ἀθεώρητον καὶ ἀσχημάτιστον, καὶ ἄτοπόν ἐστι | |
75 | τὸ οὕτω περὶ αὐτοῦ ὑπολαμβάνειν), ἀλλ’ ὅσον ἐγχωροῦσιν, ὅσον ὑπὸ τῆς ἀκτῖνος ἐκείνης ἰσχύουσιν καταλάμπεσθαι. Ἐπειδὴ γὰρ διηνεκῶς λειτουργοῦσιν κύκλῳ τοῦ βασιλικοῦ θρόνου, ἐν διηνεκεῖ χαρᾷ διατελοῦσιν, ἐν ἀϊδίῳ εὐφροσύνῃ, ἐν ἀγαλλιάσει ἀκαταπαύστῳ, χαίροντα, | |
80 | σκιρτῶντα, ἀσιγήτως δοξολογοῦντα. Τὸ γὰρ ἐνώπιον ἑστάναι τῆς δόξης ἐκείνης καὶ ἀπὸ τῆς ἐξ αὐτῆς ἀπαστραπτούσης καταφωτίζεσθαι αἴγλης, τοῦτο αὐτοῖς καὶ χαρά, τοῦτο καὶ ἀγαλλίασις, τοῦτο καὶ εὐφροσύνη, τοῦτο καὶ δόξα. Τάχα τι πρὸς ἡδονὴν ἐπάθετε καὶ ἐν ἐπιθυμίᾳ | |
85 | τῆς δόξης ἐκείνης γεγόνατε. | |
1.3 | Ἀλλ’ εἴ γε βουληθείητε παραινοῦντος ἀκοῦσαι καὶ | |
μετ’ εὐλαβείας τὴν παροῦσαν δοξολογίαν ποιεῖσθαι, οὐκ ἀποληφθήσεσθε τῆς τοιαύτης χαρᾶς· αὐτὸς γάρ ἐστιν ἐκεῖνος ὁ Δεσπότης, ὁ καὶ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς | 54 | |
5 | δοξαζόμενος· «Πλήρης γὰρ ὁ οὐρανός, φησί, καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.» Πῶς οὖν ἐκεῖνα τῆς τοσαύτης εὐφροσύνης ἀπολαύοντα, φόβῳ ταύτην ἀναμιγνύουσιν; Πῶς; Ἄκουσον τί φησιν ὁ προφήτης· «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου.» Τίνος | |
10 | ἕνεκεν τὸ ὑψηλὸν εἰπών, καὶ τὸ ἐπῃρμένον προσέθηκε; μὴ γὰρ οὐκ ἤρκει διὰ τοῦ ὑψηλοῦ τὸ πᾶν σημᾶναι τοῦ πράγματος καὶ δεῖξαι τὸ τῆς ἀξίας ὑπερανεστηκός; διὰ τί οὖν τὸ ἐπῃρμένον ἐπήγαγεν; Ἵνα τὸ τῆς καθέδρας ἀκατάληπτον ἐνδείξηται. Ἐπειδὴ γὰρ παρ’ ἡμῖν τὸ ὑψηλὸν | |
15 | ἔννοιάν τινα παρέχεται συγκρίσεως πρὸς τὰ χαμαίζηλά τε καὶ ταπεινότερα (οἷον, ὑψηλὰ μὲν τὰ ὄρη πρὸς τὰς πεδιάδας καὶ τὰ κοῖλα τῆς γῆς, ὑψηλὸς δὲ ὁ οὐρανὸς ὁ πάντων ὑπεραρθεὶς τῶν γηΐνων), τὸ δὲ ἐπῃρμένον καὶ ἐξῃρμένον μόνης ἐστὶν ἐκείνης τῆς ἀκαταλήπτου φύσεως, | |
20 | ἣν μήτε ἐννοῆσαι, μήτε ἑρμηνεῦσαί ἐστιν δυνατόν· διὰ τοῦτό φησι· «Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου.» Καὶ τί ἕτερον εἶδες, ὦ προφῆτα; τί περὶ αὐτὸν ἐθεάσω; «Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν, φησί, κύκλῳ αὐτοῦ.» Τί ποιοῦντα, εἰπέ μοι, καὶ τί | |
25 | λέγοντα; ποίας παρρησίας ἀπολαύοντα; Παρρησίας μέν, φησίν, οὐδεμιᾶς, φόβου δὲ καὶ καταπλήξεως γέμοντα, καὶ δι’ αὐτοῦ τοῦ σχήματος τὸ ἄφατον ἐπιδεικνύμενα τοῦ δέους. «Ταῖς γὰρ δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα», ὁμοῦ μὲν ἀποτειχίζοντα τὴν ἐκπεμπομένην ἀκτῖνα τοῦ | |
30 | θρόνου, διὰ τὸ μὴ δύνασθαι φέρειν τὴν ἄστεκτον αὐτῆς δόξαν, ὁμοῦ δὲ καὶ τὴν οἰκείαν εὐλάβειαν ὑποφαίνοντα, ἣν ἔχουσι πρὸς τὸν Δεσπότην. Τοιαύτῃ χαρᾷ χαίρουσιν ἐκεῖνα, τοιαύτῃ εὐφροσύνῃ ἀγάλλονται. Εἶδες πῶς οὐ μόνον τὰ πρόσωπα καλύπτουσιν, ἀλλὰ καὶ τοὺς πόδας. | 56 |
35 | Τίνος ἕνεκεν τοῦτο ποιοῦσιν; Τὰς μὲν γὰρ ὄψεις εἰκότως διὰ τὸ φοβερὸν τοῦ θεάματος καὶ τὸ μὴ δύνασθαι ἀντο‐ φθαλμεῖν τῇ ἀπροσίτῳ δόξῃ· τοὺς πόδας δὲ διὰ τί συγκαλύπτουσιν; Καὶ ἐβουλόμην μὲν ὑμῖν τοῦτο καταλιπεῖν, ὥστε πεῖσαι καὶ ὑμᾶς πονεῖν περὶ τὴν αὐτοῦ | |
40 | λύσιν καὶ ἐγρηγορέναι πρὸς τὴν τῶν πνευματικῶν ἔρευναν· ἵνα δὲ μὴ ἀσχολουμένην τὴν ὑμετέραν διάνοιαν εἰς τὴν αὐτοῦ ζήτησιν καταλιπών, ἀμελεῖν τῆς παραινέσεως παρασκευάσω, ἀναγκαῖον αὐτὸ ἐπιλύσασθαι. Διὰ τί οὖν τοὺς πόδας κατακαλύπτουσιν; Ἄπληστον τὴν | |
45 | πρὸς τὸν κτίστην εὐλάβειαν ἐνδείκνυσθαι σπεύδουσιν, πολλὴν τὴν ἀγωνίαν καὶ διὰ τοῦ σχήματος καὶ διὰ τῆς φωνῆς καὶ διὰ τῆς ὄψεως, καὶ δι’ αὐτῆς τῆς στάσεως. Ἐπει‐ δή γε καὶ οὕτω τοῦ ἐπιθυμουμένου καὶ τοῦ προσήκοντος ἀποτυγχάνουσιν, τῷ συγκαλύπτεσθαι πανταχόθεν τὸ | |
1.3(50) | ἐλλεῖπον περικρύπτουσιν. Ἆρα ἐνοήσατε τὸ εἰρημένον, ἢ πάλιν ἀναλαβεῖν αὐτὸ δίκαιον; Ἀλλ’ ἵνα σαφέστερον τοῦτο γένηται, ἐκ τῶν παρ’ ἡμῖν παραδειγμάτων, φανερὸν αὐτὸ ποιῆσαι πειράσομαι. Παρίσταταί τις τῷ ἐπιγείῳ | |
βασιλεῖ, διὰ πάντων μηχανᾶται, ὥστε πολλὴν τὴν πρὸς | 58 | |
55 | αὐτὸν εὐλάβειαν ἐπιδείξασθαι, ἵνα διὰ τούτου πλείονα τὴν ἐξ αὐτοῦ ἐπισπάσηται εὔνοιαν. Τούτου χάριν καὶ διὰ τοῦ τῆς κεφαλῆς σχήματος καὶ διὰ τῆς φωνῆς καὶ διὰ τοῦ δεσμοῦ τῶν χειρῶν καὶ τῆς τῶν ποδῶν συζεύξεως καὶ τῆς συστολῆς τοῦ ὅλου σώματος τὴν τοιαύτην εὐλάβειαν | |
60 | ἐπιτηδεύει. Τοῦτο καὶ ἐπὶ τῶν ἀσωμάτων ἐκείνων γίνεται δυνάμεων. Πολλὴν γὰρ ἔχοντα τῆς πρὸς τὸν κτίστην εὐλαβείας τὴν ἐπιθυμίαν καὶ ταύτην πανταχόθεν μηχανώμενα περιποιεῖσθαι, εἶτα τῆς ἐφέσεως ἀποτυγχάνοντα, τὸ ὑστεροῦν τῆς ἐπιθυμίας τῷ καλύμματι | |
65 | ἐπικρύπτουσιν. Διὰ τοῦτο τοίνυν τάς τε ὄψεις καὶ τοὺς πόδας κατακαλύπτεσθαι λέγονται. Εἰ καὶ ἄλλη τίς ἐστι μυστικωτέρα θεωρία ἡ περὶ τούτου θεωρουμένη· οὐ γὰρ ἵνα βοήσωμεν ὅτι πόδας καὶ πρόσωπα ἔχουσιν, τοῦτο ἐπισημαίνεται ὁ προφήτης—ἀσώματα γάρ ἐστιν, ὥσπερ | |
70 | καὶ τὸ θεῖον—, ἀλλ’ ἵνα διὰ τούτων ἐπιδείξῃ πανταχόθεν αὐτὰ συνεστάλθαι, φόβῳ τε καὶ εὐλαβείᾳ λειτουργεῖν τῷ Δεσπότῃ. Οὕτω δεῖ καὶ ἡμᾶς παρίστασθαι τὴν τοιαύτην αὐτῷ δοξολογίαν προσφέροντας, δεδοικότας καὶ τρέμοντας καὶ ὡς αὐτὸν ἐκεῖνον τοῖς τῆς διανοίας ἐνορῶντας ὀφθαλ‐ | |
75 | μοῖς. Πάρεστι γὰρ ἐνταῦθα πάντως καὶ οὐδαμοῦ | |
περιγράφεται καὶ τὰς φωνὰς ἁπάντων ἀπογράφεται. Οὕτω τοίνυν συντετριμμένῃ καρδίᾳ καὶ τεταπεινωμένῃ τὴν αἴνεσιν ἀναπέμποντες, εὐπρόσδεκτον αὐτὴν ποιήσωμεν καὶ ὡς εὐῶδες θυμίαμα πρὸς οὐρανὸν ἀναπέμψωμεν. «Καρδίαν | 60 | |
80 | γάρ, φησί, συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ἀλλ’ ὁ προφήτης, φησίν, ἀλαλαγμῷ ποιεῖσθαι τὴν δοξολογίαν προτρέπεται· «Ἀλαλάξατε γὰρ τῷ Κυρίῳ, πᾶσα ἡ γῆ.» | |
85 | Ἀλλ’ οὐδὲ ἡμεῖς τὸν τοιοῦτον διακωλύομεν ἀλαλαγμόν, ἀλλὰ τὴν ἄσημον βοήν· οὐδὲ τὴν φωνὴν τῆς αἰνέσεως, ἀλλὰ τὴν φωνὴν τῆς ἀταξίας, τὰς πρὸς ἀλλήλους φιλονεικίας, τὰς εἰκῇ καὶ μάτην ἐπαιρομένας χεῖρας ἐν τῷ ἀέρι, τοὺς ἱππαζομένους πόδας, τὰ ἄκοσμα καὶ διακε‐ | |
90 | κλασμένα ἤθη, ἅπερ τῶν ἐν τοῖς θεάτροις καὶ ταῖς ἱπποδρομίαις σχολαζόντων ἐστὶ παίγνια. Ἐκεῖθεν ἡμῖν τὰ ὀλέθρια ταῦτα παρεισφέρονται διδάγματα, ἐκεῖθεν αἱ ἀνευλαβεῖς αὗται καὶ δημοτικαὶ φωναί, ἐκεῖθεν αἱ τῶν χειρῶν ἀταξίαι, αἱ ἔριδες, αἱ φιλονεικίαι, τὰ ἄτακτα ἤθη. | |
1.4 | Οὐδὲν γὰρ οὕτω καταφρονεῖν τῶν τοῦ Θεοῦ παρασκευάζει λογίων, ὡς οἱ τῶν ἐκεῖ θεαμάτων μετεωρισμοί. Διὰ τοῦτο παρεκάλεσα πολλάκις μηδένα τῶν ἐνταῦθα παραγινομένων καὶ τῆς θείας διδασκαλίας | |
5 | ἀπολαυόντων καὶ τῆς φρικτῆς καὶ μυστικῆς μετεχόντων θυσίας πρὸς ἐκεῖνα βαδίζειν τὰ θέατρα, καὶ τὰ θεῖα τοῖς δαιμονικοῖς ἀναμιγνύειν μυστήρια. Ἀλλ’ οὕτω τινὲς | |
μεμήνασιν, ὥστε καὶ σχῆμα εὐλαβείας ἐπιφερόμενοι καὶ εἰς πολιὰν ἐληλακότες βαθεῖαν, ὅμως αὐτομολοῦσιν πρὸς | 62 | |
10 | ἐκεῖνα μήτε τοῖς ἡμετέροις προσέχοντες λόγοις, μήτε τὴν οἰκείαν αἰσχυνόμενοι μόρφωσιν. Ἀλλ’ ὅταν αὐτοῖς τοῦτο προτείνωμεν καὶ τὴν πολιὰν καὶ τὴν εὐλάβειαν αἰδεῖσθαι παραινῶμεν, τίς αὐτῶν ὁ ψυχρὸς καὶ καταγέλαστος λόγος; Ἄκουσον. Παράδειγμα, φησί, τῆς ἐκεῖσε νίκης καὶ τῶν | |
15 | στεφάνων εἰσὶ καὶ πλείστην ἐντεῦθεν καρπούμεθα τὴν ὠφέλειαν. Τί λέγεις, ἄνθρωπε; Ἕωλος οὗτος ὁ λόγος καὶ ἀπάτης ἀνάμεστος. Πόθεν τὴν ὠφέλειαν καρποῦσαι; ἐκ τῶν μυρίων ἐκείνων φιλονεικιῶν καὶ τῶν εἰκῇ καὶ μάτην καταβαλλομένων ὅρκων ἐπὶ κακῷ τῶν λεγόντων; ἢ ἐκ | |
20 | τῶν ὕβρεων καὶ βλασφημιῶν καὶ σκωμμάτων, οἷς ἀλλήλους καταντλοῦσιν οἱ θεαταὶ τῶν τοιούτων; Ἀλλ’ ἐκ τούτων μὲν οὐχί· ἐκ δὲ τῶν ἀτάκτων φωνῶν καὶ τῆς ἀσήμου βοῆς καὶ τῆς κόνεως τῆς ἀναπεμπομένης καὶ τῶν ὠθούντων καὶ βιαζομένων καὶ τῶν ἀκκιζομένων κατέναντι | |
25 | γυναικῶν τὰ τῆς ὠφελείας συλλέγεις; Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Καὶ ἐνταῦθα μὲν αὐτὸν τὸν Δεσπότην τῶν ἀγγέλων προφῆται πάντες καὶ διδάσκαλοι ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου καθήμενον ὑποδεικνύουσιν καὶ τοῖς μὲν ἀξίοις τὰ βραβεῖα καὶ τοὺς στεφάνους ἀπο‐ | |
30 | νέμοντα, τοῖς δὲ ἀναξίοις γέενναν καὶ πῦρ ἀπο‐ κληροῦντα· καὶ αὐτὸς δὲ ὁ Κύριος τοῦτο διαβεβαιοῖ. Εἶτα τούτων μὲν καταφρονεῖς, ἐν οἷς καὶ ὁ τοῦ συνειδότος φόβος καὶ ὁ τῶν πεπραγμένων ἔλεγχος καὶ ἡ τῶν εὐθυνῶν ἀγωνία καὶ τὸ τῆς κολάσεως ἀπαραίτητον· ἵνα δὲ | |
35 | πρόφασιν ἄλογον τῶν σῶν ἐφεύρῃς μετεωρισμῶν, ὠφελεῖσθαι λέγεις, ἐν οἷς τὴν ἀπαραμύθητον ὑπομένεις | |
ζημίαν; Μή, δέομαι καὶ ἀντιβολῶ, μὴ προφασιζώμεθα προφάσεις ἐν ἁμαρτίαις· σκῆψις γὰρ ταῦτα καὶ ἀπάτη ἡμῖν αὐτοῖς τὸ ἐπιζήμιον προξενοῦσα. | 64 | |
40 | Ἀλλὰ περὶ τούτου μὲν τοσαῦτα· ὥρα δὲ λοιπὸν εἰς προτέραν ἀναδραμεῖν παραίνεσιν καὶ βραχέα περὶ ταύτης εἰπόντα, τὸ προσῆκον τέλος ἐπιθεῖναι τῷ λόγῳ. Καὶ γὰρ οὐ μόνον τὰ τῆς ἀταξίας ἐνταῦθα, ἀλλὰ καὶ ἕτερόν τι χαλεπὸν περινοστεῖ νόσημα. Ποῖον δὴ τοῦτο; | |
45 | Τὸ πρὸς Θεὸν τὴν διάλεξιν ποιεῖσθαι προθεμένους καὶ αὐτῷ τὴν δοξολογίαν ἀναπέμποντας, εἶτα ἀφέντες τοῦτον, τὸν πλησίον ἕκαστος ἀπολαβών, τὰ κατ’ οἶκον διατίθεται, τὰ ἐν ταῖς ἀγοραῖς, τὰ ἐν τῷ δήμῳ, τὰ ἐν τοῖς θεάτροις, τὰ ἐν τῷ στρατῷ καὶ πῶς μὲν ταῦτα διῳκήθη, πῶς δὲ ἐκεῖνα | |
1.4(50) | παρεωράθη καὶ τί τὸ πλεονάζον ἐν ταῖς πραγματείαις, τί δὲ τὸ ἐλλεῖπον· καὶ ἁπλῶς περὶ πάντων τῶν κοινῶν καὶ ἰδίων ἐνταῦθα διαλέγονται. Καὶ ποίας ταῦτα συγγνώμης ἄξια; Καὶ βασιλεῖ μέν τις τῷ ἐπιγείῳ διαλεγόμενος, περὶ ἐκείνων μόνων ποιεῖται τὸν λόγον, περὶ ὧν ἃ ἐκεῖνος | |
55 | βουληθείη καὶ ὧν προτείνει τὰς ἐρωτήσεις· εἰ δὲ καὶ ἕτερόν τι παρὰ τὴν ἐκείνου γνώμην ὑποβαλεῖν τολμήσειε, τὴν ἐσχάτην τιμωρίαν ὑποστήσεται· σὺ δὲ τῷ βασιλεῖ τῶν βασιλευόντων προσομιλῶν, ᾧ φρίττοντες λειτουργοῦσιν ἄγγελοι, ἀφεὶς τὴν πρὸς αὐτὸν διάλεξιν, περὶ πηλοῦ καὶ | |
60 | κόνεως καὶ ἀράχνης διαλέγῃ; Ταῦτα γάρ ἐστι τὰ παρόντα πράγματα. Καὶ πῶς οἴσεις τὴν τῆς καταφρονήσεως δίκην; τίς δέ σε τῆς τοιαύτης ἐξαιρήσεται τιμωρίας; Ἀλλὰ κακῶς, φησί, τὰ τῶν πραγμάτων καὶ τὰ τῆς πολιτείας διάκεινται καὶ πολὺς ἡμῖν περὶ τούτου ὁ λόγος, πολὺς ὁ | |
65 | ἀγών. Καὶ τίς ἡ αἰτία; Ἡ τῶν κρατούντων, φησίν, | |
ἀβουλία. Οὐχ ἡ τῶν κρατούντων ἀβουλία, ἀλλὰ ἡ ἡμῶν ἁμαρτία, ἡ τῶν πλημμελημάτων εἴσπραξις. Ἐκείνη τὰ ἄνω κάτω πεποίηκεν, ἐκείνη πάντα τὰ δεινὰ εἰσήγαγεν, ἐκείνη τοὺς πολέμους ἐξώπλισεν, ἐκείνη τὴν ἧτταν ἐνήργησεν. | 66 | |
70 | Οὐκ ἄλλοθεν ἡμῖν ὁ τῶν ἀνιαρῶν ἑσμὸς ὑπερεσχέθη, ἀλλ’ ἢ ἐκ ταύτης τῆς αἰτίας. Ὥστε κἂν Ἀβραάμ τις ᾖ ὁ κρατῶν, κἂν Μωϋσῆς, κἂν Δαυίδ, κἂν Σολομῶν ὁ σοφώτατος, κἂν ἁπάντων ἁμαρτωλότερος ἀνθρώπων, ἡμῶν κακῶς διακειμένων, ἀδιάφορον ἔχει τὴν πρὸς τὰ κακὰ | |
75 | αἰτίαν. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι εἰ μὲν τῶν παρανομωτάτων εἴη καὶ τῶν ἀβουλήτως καὶ ἀτάκτως φερομένων, ἡ ἡμῶν ἀβουλία καὶ ἀταξία τὸν τοιοῦτον ἐκαρποφόρησεν, τὰ ἡμέτερα ἁμαρτήματα τὴν πληγὴν προεξένησεν. Τὸ γὰρ | |
80 | κατὰ τὰς καρδίας ἡμῶν λαμβάνειν ἄρχοντας οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ τοῦτο, ὅτι προημαρτηκότες τοιούτου τοῦ προεστηκότος ἐτύχομεν, κἄν τε τῶν ἱερωμένων ᾖ τις, κἄν τε τῶν τὰς κοσμικὰς διεπόντων ἐξουσίας. Εἰ δὲ καὶ λίαν δίκαιος εἴη καὶ οὕτω δίκαιος, ὥστε μέχρι τῆς Μωϋσέως | |
85 | ἀρετῆς ἐληλακέναι, οὐχ ἡ αὐτοῦ μόνου δικαιοσύνη τὰ ἄμετρα τῶν ὑπηκόων συγκαλύψαι δυνήσεται πταίσματα. Καὶ τοῦτο ἐξ αὐτοῦ ἄν τις ἀκριβῶς καταμάθοι τοῦ Μωϋσέως, τοῦ πολλὰ μὲν κακοπαθήσαντος ὑπὲρ τοῦ Ἰσραήλ, πολλὴν δὲ τὴν ὑπὲρ αὐτοῦ ἱκεσίαν πρὸς τὸν | |
90 | Θεὸν ἐνστησαμένου, τοῦ τὴν ἐπηγγελμένην αὐτὸν κατα‐ κληρονομῆσαι γῆν· ἀλλ’ ἐπεὶ ξένον ἑαυτὸν οὗτος τῆς κατασχέσεως ταῖς οἰκείαις κατέστησεν παρανομίαις, οὐκ ἴσχυσεν ἡ αὐτοῦ δέησις τὴν τοῦ Θεοῦ δικαίαν ψῆφον μεταποιῆσαι παντὸς τοῦ λαοῦ ἐν τῇ ἐρήμῳ κατεστρω‐ | |
95 | μένου. Καίτοι τίς τοῦ Μωϋσέως δικαιότερος; ἢ τίς παρρησιαστικώτερος πρὸς τὸν Θεόν; «Ἰσχύειν» μὲν οὖν δὴ «λέγεται δικαίου δέησις», ἀλλ’ «ἐνεργουμένη», τουτέστι, βοηθουμένη τῇ μεταμελείᾳ καὶ ἐπιστροφῇ, ὑπὲρ ὧν καταβάλλεται. Οἷς δὲ ἀμετανόητος καὶ ἀνεπίστροφός | 68 |
1.4(100) | ἐστιν ὁ τρόπος, πῶς ἂν ἐπαμῦναι δυνήσεται, αὐτῶν ἐκείνων τοῖς ἔργοις ἀντικοπτόντων; | |
1.5 | Καὶ τί λέγομεν ἐπὶ ὁλοκλήρου λαοῦ παρανομοῦντος τοῦτο συμβαίνειν, ὅπου γε καὶ τῶν ὀλίγων ὑπηκόων ἁμαρτία, ἢ πολλάκις καὶ τοῦ ἑνός, τὴν τῶν δικαίως κρατούντων ὑπερακοντίζει παρρησίαν; Καὶ τοῦτο πάλιν ἐξ | |
5 | αὐτοῦ ἄν τις κατανοήσειε τοῦ Ἰσραήλ, ὃς ὑπὸ Μωϋσέως δημαγωγούμενος, ἡνίκα πρὸς τὴν τῶν ἀλλοφύλων παρέβαλε γῆν καὶ τὴν πρὸς αὐτοὺς συνῇρε μάχην, πῶς τινες τῶν αὐτοῦ μανέντες εἰς τὰς ἐκείνων γυναῖκας, τὴν πάνδημον ἐκείνην θραῦσιν καὶ τὸν ὄλεθρον | |
10 | κατειργάσαντο. Ἐπὶ ἑνὸς δὲ τὸ τοιοῦτο συμβέβηκεν· ὡς ἐπὶ Ἄχαρ τοῦ τὴν ποικίλην στολὴν ἀφελομένου τοῦ ἀναθήματος καὶ κατὰ τοῦ λαοῦ τὴν τοῦ Θεοῦ ἐκκαύσαντος ὀργήν. Ἀλλ’ ἴσως τινὲς τῶν παρόντων τὰ τῆς ἱστορίας ταύτης ἀγνοοῦσιν. Διὰ τοῦτο δεῖ βραχέα περὶ ταύτης | |
15 | εἰπόντα ὑπομνῆσαι μὲν τοὺς εἰδότας, διδάξαι δὲ τοὺς ἀγνοοῦντας. Οὗτος τοίνυν ὁ Ἄχαρ εἷς ἐτύγχανε τῶν μετὰ Ἰησοῦ τοῦ Ναυῆ διαβάντων τὸν Ἰορδάνην, Ἰησοῦ ἐκείνου τοῦ | |
ψήφῳ Θεοῦ διαδόχου Μωϋσέως προκεκριμένου, τοῦ | 70 | |
20 | εἰκόνα καὶ τύπον ἐπέχοντος τοῦ ἀληθινοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὥσπερ γὰρ ἐκεῖνος ἐκ τῆς ἐρήμου διὰ τοῦ Ἰορδάνου εἰς τὴν γῆν τῆς ἐπαγγελίας τὸν λαὸν διεβίβασεν, οὕτω καὶ ὁ Σωτὴρ ἡμῶν ἐκ τῆς ἐρήμου τῆς ἀγνωσίας καὶ εἰδωλολατρείας διὰ τοῦ ἁγίου καὶ σωτη‐ | |
25 | ριώδους βαπτίσματος εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἡμᾶς μετεποίησεν, εἰς τὴν μητέρα τῶν πρωτοτόκων, ἐν ᾗ τῆς ἀληθινῆς καταπαύσεως ηὐτρεπίσθησαν αἱ μοναί, ἔνθα ἡ ἀστασίαστος καὶ εἰρηνικὴ διατριβή. Οὗτος τοίνυν τῇ τοῦ προστάττοντος δυνάμει τὸν λαὸν διαβιβάσας, προσέβαλε | |
30 | τῇ Ἱεριχὼ καὶ τὴν ξένην ἐκείνην πολιορκίαν ἐνεργῶν, ἤδη τῶν τειχῶν καταπίπτειν μελλόντων, τί φησι πρὸς τὸν λαόν; «Ἔσται ἀνάθημα ἡ πόλις αὕτη καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ Κυρίῳ Σαβαώθ, πλὴν Ῥαὰβ τὴν πόρνην, περι‐ ποιήσασθε αὐτήν. Φυλάξασθε οὖν ἀπὸ τοῦ ἀναθήματος, | |
35 | μήποτε ἐνθυμηθέντες ὑμεῖς λάβητε ἀπ’ αὐτοῦ, καὶ ἐκτρί‐ ψητε ἡμᾶς.» Ἀφιερώθη, φησίν, ἅπαντα τὰ ἐν τῇ πόλει— τοῦτο γὰρ τὸ ἀνάθημα δηλοῖ, Μή τις οὖν νοσφίσηται τῶν ἀνατεθέντων Κυρίῳ τῷ Θεῷ καὶ ἐξολοθρεύσῃ ἡμᾶς ἐκ τῆς γῆς. Ἐπικίνδυνος ἡ ἐντολή, πολὺ τὸ τῆς ἀκριβείας τοῦ τε | |
40 | προστάσσοντος Θεοῦ καὶ τοῦ νομοθετοῦντος Ἰησοῦ. Πῶς γὰρ οὐκ ἦν ἐν τοσούτῳ πλήθει μὴ παραβαθῆναι τὸν νόμον τοῦτον, πολλῶν ὄντων τῶν συνωθούντων πρὸς τοῦτο; Ἢ γὰρ τὸ ἀστάθμητον καὶ τὸ φιλοκερδὲς τοῦ δήμου, ἢ τὸ μὴ | |
πάντας κατηκόους γενέσθαι τῆς προτεθείσης ἐντολῆς, ἢ ἡ | 72 | |
45 | ποικιλία τῶν σκύλων καθάπερ δέλεαρ προκειμένη καὶ τοὺς φιλοκτήμονας δελεάζουσα, εὐκόλως ἂν πρὸς τὴν παρά‐ βασιν παρώρμησεν. Ἀλλ’ ὅμως ὁ νόμος οὗτος ἐτέθη καὶ ὑπὲρ κεφαλῆς ὁ τῆς παραβάσεως αὐτοῦ κίνδυνος ἐπεκρεμάσθη. Τί οὖν μετὰ τοῦτο; Κατέπεσεν τὰ τείχη καὶ | |
1.5(50) | ἐν χερσὶ τῶν πολιορκούντων τὰ τῆς πόλεως ἐγένετο πάντα. Παντὸς τοίνυν τοῦ λαοῦ τὴν ἐντολὴν ταύτην διατηροῦντος, ἡ τοῦ ἑνὸς παράβασις εἰς ἅπαν τὸ πλῆθος τὴν τοῦ Θεοῦ ἀνῆψεν ὀργήν. «Ἐπλημμέλησαν γάρ, φησίν, οἱ υἱοὶ Ἰσραὴλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο καὶ | |
55 | ἔλαβον ἀπὸ τοῦ ἀναθήματος καὶ ἔλαβεν Ἄχαρ υἱὸς Χαρμεῖ ἀπὸ τοῦ ἀναθήματος καὶ ἐθυμώθη ὀργῇ Κύριος τοῖς υἱοῖς Ἰσραήλ.» Καὶ μὴν εἷς ἦν ὁ πλημμελήσας. Πῶς οὖν, φησίν, «ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραὴλ» καὶ «ἐθυμώθη Κύριος τοῖς υἱοῖς Ἰσραήλ»; Ὁρᾷς πῶς ἡ τοῦ ἑνὸς | |
60 | ἁμαρτία παντὶ τῷ λαῷ τὴν τιμωρίαν προεξένησεν; πῶς πρὸς τὸ πλῆθος τὸν Θεὸν ἐξεπολέμωσεν; Ἐπεὶ οὖν τὸ παράνομον ἐπράχθη καὶ οὐδεὶς ἦν ὁ συνειδώς, πλὴν μόνου τοῦ τὰ κρύφια γινώσκοντος Θεοῦ, ἡ μὲν τιμωρία ἔμελλεν, ὁ δὲ πράξας τοῦτο, κἂν ἐδόκει λανθάνειν, ἀλλ’ | |
65 | ὅμως ὑπὸ τοῦ συνειδότος, ὡς ὑπὸ πυρὸς κατεκαίετο. Ἦλθε τοίνυν καὶ τῆς ἀπειλῆς ὁ καιρὸς καὶ τοῦ φανερὸν γενέσθαι τὸ ἁμάρτημα. «Ἀπέστειλε γάρ, φησίν, Ἰησοῦς ἄνδρας ἀπὸ Ἱεριχὼ εἰς Γαῖ. Καὶ ἀνέβησαν ἐκεῖ ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν | |
70 | Γαῖ καὶ ἀπέκτειναν ἀπ’ αὐτῶν τριάκοντα καὶ ἓξ ἄνδρας καὶ ἀπεδίωξαν αὐτοὺς καὶ συνέτριψαν αὐτοὺς καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ.» | |
1.6 | Ὅρα μιᾶς ἁμαρτίας εἴσπραξιν, ὅρα πληγὴν ἀπαρα‐ | |
μύθητον. Εἷς ἐπλημμέλησεν καὶ εἰς ἅπαντα τὸν δῆμον ὁ θάνατος καὶ ἡ δειλία ἐπέπεσεν. Τί τοῦτο, ὦ φιλάγαθε Δέσποτα; Σὺ εἶ μόνος δίκαιος καὶ εὐθεῖς αἱ κρίσεις σου. | 74 | |
5 | Σὺ ἑκάστῳ κατὰ τὰ οἰκεῖα ἔργα ἀπονέμεις τὴν κρίσιν. Σὺ ἔφης, φιλάνθρωπε, ἐν τῇ ἰδίᾳ ἕκαστον ἀποθανεῖσθαι ἁμαρτίᾳ καὶ μὴ ἄλλον ἀντιτιμωρηθήσεσθαι ἑτέρου. Τίς οὖν αὕτη ἡ δικαία σου ψῆφος; Καλά σου τὰ πάντα, Κύριε, καὶ λίαν καλὰ καὶ πρὸς τὸ συμφέρον ἡμῖν οἰκονο‐ | |
10 | μούμενα. Λύμη τίς ἐστιν, φησίν, ἡ ἁμαρτία· οὐκοῦν ἐκπομπευέσθω διὰ τῆς τιμωρίας εἰς πάντας, ἵνα μὴ τοὺς πάντας καταλυμήνηται, ἵνα γνόντες πόσην ἀπειλὴν μία παράβασις ἔτεκεν, φύγωσιν τὴν ἐκ πλειόνων ἀτελεύτητον κόλασιν. Ἰδὼν οὖν, φησίν, ὁ Ἰησοῦς τὴν ἀνυπόστατον | |
15 | φυγήν, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν, ἐκείνους τοὺς θρήνους τραγῳδῶν, οὓς ἡ θεία σημαίνει Γραφή. Τί οὖν πρὸς αὐτὸν ὁ Δεσπότης; «Ἀνάστηθι· ἵνα τί οὕτω συμπέπτωκας; Ἡμάρτηκεν ὁ λαός σου καὶ παρέβη τὴν διαθήκην μου καὶ οὐ μὴ | |
20 | δυνήσονται οἱ υἱοὶ Ἰσραὴλ στῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθημα ἐξ ὑμῶν αὐτῶν.» Ἐκηρύχθη τοίνυν ἐν τῷ λαῷ τοῦτο, μηνύεται ὑπὸ Θεοῦ ὁ τὴν παράβασιν πράξας, συγκατατίθεται οὗτος. «Ἀπεκρίθη γάρ, φησίν, Ἄχαρ τῷ Ἰησοῦ καὶ εἶπεν· | |
25 | Ἀληθῶς ἥμαρτον ἐναντίον τοῦ Κυρίου Θεοῦ Ἰσραήλ· οὕτω καὶ οὕτως ἐποίησα. Εἶδον ἐν τῇ προνομῇ στολὴν ποικίλην, λίαν καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ | |
ἐνθυμηθεὶς ἔλαβον καὶ ἰδοὺ ταῦτα ἐγκέκρυπται ἐν τῇ γῇ ἐν | 76 | |
30 | τῇ σκηνῇ μου.» Πάντα λοιπὸν εἰς φανερὸν ἄγει, ἐπειδὴ ἀψευδῆ τὸν ταῦτα καταμηνύσαντα ἑώρα ἀσφαλῆ τε εἶχε τὸν ἐλέγχοντα μάρτυρα. Ὅρα δὲ τὸν ἐπονείδιστον καὶ ὀλέθριον αὐτοῦ θάνατον· «Ἀνήνεγκε, φησίν, αὐτὸν Ἰησοῦς εἰς φάραγγα Ἄχαρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς | |
35 | θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα ὅσα ὑπῆρχεν αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὰ πᾶς Ἰσραὴλ ἐν λίθοις.» Αὕτη τῆς παρανομίας ἡ ἀνταπόδοσις, οὕτως ἡ τοῦ Θεοῦ ἀδέκαστός ἐστι δίκη. | |
40 | Τοῦτο τοίνυν εἰδότες, οἰκείων ἁμαρτημάτων εἴσπραξιν τὴν τῶν ἀνιαρῶν ἔφοδον λογιζώμεθα καὶ καθ’ ἑκάστην τὰ ἑαυτῶν ἐξετάζοντες ἐγκλήματα, μὴ ἑτέροις, ἀλλ’ ἡμῖν αὐτοῖς τὴν τούτων περιάπτωμεν αἰτίαν. Οὐ γὰρ ἡ τῶν ἀρχόντων μόνον ἀπροσεξία, ἀλλὰ πολλῷ μᾶλλον τὰ | |
45 | ἡμέτερα πταίσματα τὰ κακὰ ἐπεσώρευσεν. Οὕτω τοίνυν ἐνταῦθα παραγινόμενος ἕκαστος καὶ τὰ οἰκεῖα λογιζόμενος παραπτώματα, οὔτε ἕτερον μέμψοιτο καὶ μετὰ τῆς προσηκούσης εὐταξίας τὴν παροῦσαν ἀναπέμψοι δοξο‐ λογίαν. Ἔστι δὲ ἡ παρ’ ἡμῶν ἀπαιτουμένη εὐταξία | |
1.6(50) | τοιαύτη· πρῶτον μὲν συντετριμμένῃ καρδίᾳ προσέρχεσθαι τῷ Θεῷ, ἔπειτα καὶ τὸ τῆς καρδίας ἦθος διὰ τοῦ φαινομένου σχήματος ὑποδεικνύειν, διὰ τῆς στάσεως, διὰ τῆς τῶν χειρῶν εὐταξίας, διὰ τῆς πραείας καὶ συνεσταλμένης φωνῆς. Εὔκολον γὰρ τοῦτο καὶ παντὶ τῷ | |
55 | βουλομένῳ δυνατόν. Πῶς οὖν εἰς πάντας κατορθω‐ θήσεται; Θῶμεν ἑαυτοῖς νόμον καὶ εἴπωμεν ὅτι κοινω‐ φελὴς ἐντολὴ κατεβλήθη καὶ δεῖ πάντας ἡμᾶς τῆς τοιαύ‐ της μετασχεῖν ὠφελείας. Διὰ τοῦτο καὶ τὰς ἀτάκτους | |
κατασιγάσωμεν φωνὰς καὶ τὰ τῶν χειρῶν καταστείλωμεν | 78 | |
60 | ἤθη, δεδεμένας ταύτας παριστάνοντες τῷ Θεῷ καὶ μὴ τοῖς ἀκόσμοις ἐπαιρομένας νεύμασιν. Μισεῖ γὰρ τοῦτο καὶ ἀποστρέφεται, ὥσπερ τὸν συνεσταλμένον ἀγαπᾷ καὶ προσίεται. «Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» | |
65 | Εἴπωμεν ἀλλήλοις ὅτι οὐ βούλεται αὐτῷ προσδια‐ λεγομένους ἡμᾶς καὶ ἑαυτοῖς προσομιλεῖν, οὐδὲ ἀφέντας τὴν πρὸς αὐτὸν διάλεξιν, τὰς τῶν παρόντων ἀνακινεῖν συντυχίας καὶ τῷ βορβόρῳ τοὺς μαργαρίτας ἀναφύρειν. Ὕβριν γὰρ οἰκείαν καὶ οὐ δοξολογίαν τὸ τοιοῦτον ἡγεῖται. | |
70 | Κἄν τις βουληθείη ταύτην παραβῆναι τὴν ἐντολήν, ἐπιστο‐ μίσωμεν, ὡς ἐπίβουλον τῆς ἡμετέρας σωτηρίας ἀποδιώξωμεν, ἔξω τῶν περιβόλων τῆς ἁγίας ἐκκλησίας ἐκβάλωμεν. Οὕτω γὰρ ποιοῦντες, τὰ μὲν πρότερα ἁμαρτήματα ῥᾳδίως ἀπονιψόμεθα, αὐτὸν δὲ τὸν Δεσπότην | |
75 | εἰς μέσον ἕξομεν μετὰ τῶν ἁγίων ἀγγέλων συγχορεύοντα καὶ ἑκάστῳ τοὺς τῆς εὐταξίας ἀπονέμοντα στεφάνους. Ἐπεὶ γάρ ἐστι φιλάνθρωπος καὶ μεγαλόδωρος καὶ χαίρει ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ, ἐπιτερπόμενος τοῖς καλοῖς ἡμῶν· διὰ τοῦτο καὶ βασιλείαν οὐρανῶν ἐπηγγείλατο καὶ ζωῆς | |
80 | ἀκηράτου μέθεξιν, καὶ πάντα τὰ ἀγαθὰ προητοίμασε, βουλόμενος ἡμᾶς ἐν τούτοις κατασκηνῶσαι. Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ πρέπει δόξα, κράτος, προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ | |
85 | Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 80 | |
2t | Εἰς τὸ προφητικὸν ῥητόν· «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς [εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου]», καὶ ὅτι οὐ δεῖ χρόνον, οὐδὲ στοιχεῖον ἓν | |
5 | παρατρέχειν τῶν [θείων] Γραφῶν. | |
2.1 | Χαίρω μὲν συντρέχοντας ὑμᾶς ὁρῶν πρὸς τὴν ἀκρόασιν τῶν θείων λογίων, [καὶ τεκμήριον μέγιστον τοῦτο ποιοῦμαι τῆς κατὰ Θεὸν ὑμῶν προκοπῆς]. Ὥσπερ γὰρ τὸ πεινῆν σωματικῆς ἐστιν εὐεξίας σημεῖον, οὕτω τὸ | |
5 | λόγων ἐρᾶν ψυχικῆς ὑγιείας σημεῖόν ἐστιν. Χαίρω μὲν οὖν διὰ τοῦτο· δέδοικα δὲ μήποτε τῆς ἐπιθυμίας ταύτης οὐδὲν ἄξιον δυνηθῶ παρασχεῖν. Οὕτω που καὶ μήτηρ ὀδυ‐ νᾶται φιλόστοργος, ὅταν ὑπομάζιον ἔχουσα παῖδα τὰς τοῦ γάλακτος πηγὰς μὴ δύνηται ἀφθόνως παρασχεῖν αὐτῷ· | |
10 | ἀλλ’ ὅμως καὶ ἐνδεῶς ἔχουσα τὸν μαστὸν ἐπιδίδωσιν, ὁ δὲ λαβὼν ἕλκει καὶ κατατείνει, καὶ τῷ στόματι κατεψυγμένην θερμαίνων τὴν θήλην, πλείω τῆς οὔσης ἐκκαλεῖται τὴν | |
τροφήν· ἡ δὲ μήτηρ ἀλγεῖ μὲν κατατεινομένων αὐτῆς τῶν μαζῶν, οὐκ ἀπωθεῖται δὲ τὸ παιδίον· μήτηρ γάρ ἐστιν, καὶ | 82 | |
15 | πάντα ἂν ἥδοιτο παθοῦσα μᾶλλον ἢ λυπῆσαι τὸ τεχθέν. Εἰ οὖν μητέρες περὶ τὰ ἔγγονα οὕτως εἰσὶ φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν ἀγάπην οὕτω δια‐ κεῖσθαι χρή. Τῶν γὰρ τῆς φύσεως θερμότεραι αἱ τοῦ Πνεύματος ὠδῖνές εἰσιν. Ὥστε εἰ καὶ πολλῆς ἡμῖν πενίας | |
20 | ἡ τράπεζα γέμει, οὐδὲ οὕτως αὐτὴν ἀποκρύψομεν, ἀλλὰ πάντα εἰς μέσον τὰ παρ’ ἡμῶν φέροντες καταθήσομεν ὑμῖν. Εἰ δὲ μικρὰ ταῦτα καὶ εὐτελῆ, ἀλλ’ ὅμως παρέχομεν. Ἐπεὶ κἀκεῖνος ὁ τὸ τάλαντον ἐμπιστευθείς, οὐχ ὅτι μὴ πέντε προσήνεγκε τάλαντα, διὰ τοῦτο ἐνεκαλεῖτο, ἀλλ’ ὅτι | |
25 | καὶ τὸ ἓν κατέχωσεν, ὅπερ ἔλαβεν, διὰ τοῦτο δίκην ἔδωκεν. Τὸ γὰρ ζητούμενον παρὰ Θεῷ καὶ ἀνθρώποις, οὐκ ὀλίγα ἢ πολλὰ καταθεῖναι, ἀλλὰ μηδαμοῦ τῆς ὑπαρχούσης δυνάμεως ἐλάττω τὴν εἰσφορὰν ἐνεγκεῖν. Ἠκούσατε πρώην, ὅτε πρὸς τὴν ὑμετέραν ἀγάπην διαλεχ‐ | |
30 | θῆναι κατηξιώθημεν, τὸν ψαλμὸν ἐκεῖνον ἀναγι‐ νωσκόντων, ὃς τὸν ἁμαρτωλὸν τῶν ἱερῶν περιβόλων ἐκβαλών, ἀγγέλοις καὶ ταῖς ἄνω δυνάμεσιν εὐφημεῖν παρε‐ κελεύετο τὸν τῶν ὅλων Θεόν. Βούλεσθε οὖν καὶ σήμερον αὐτοῦ τοῦ μυστικοῦ μέλους ἀκούσωμεν, ἐγγύς που | |
35 | παραστάντες ἐκεῖ; Ἐμοί γε δοκεῖ. Εἰ γὰρ ἄνθρωποι μιαροὶ χοροὺς ἱστάντες ἐπὶ τῆς ἀγορᾶς, ἐν σκότει βαθεῖ καὶ ἀωρίᾳ τῶν νυκτῶν πορνικὰ | |
ᾄσματα καὶ κατακεκλασμένα ᾄδοντες μέλη, πᾶσαν ἀναπτε‐ ροῦσι τὴν πόλιν ἡμῶν, καὶ πρὸς ἑαυτοὺς ἐπιστρέφουσιν· | 84 | |
40 | ἡμεῖς τῶν ἐπουρανίων δήμων, τῶν ἄνω χορῶν τὸν βασιλέα τοῦδε τοῦ παντὸς ἀνυμνούντων οὐ συνδρα‐ μούμεθα, οὐκ ἀκουσόμεθα τῆς θείας ἐκείνης καὶ μακαρίας φωνῆς; Καὶ τίς ἂν ἡμῖν γένοιτο συγγνώμη; Καὶ πῶς ἔστιν ἀκοῦσαι; φησίν. Εἰς αὐτὸν ἀνελθόντας τὸν οὐρανὸν, | |
45 | εἰ δυνατόν, εἰ καὶ μὴ τῷ σώματι, ἀλλὰ τῷ φρονήματι· εἰ καὶ μὴ τῇ παρουσίᾳ, ἀλλὰ τῇ διανοίᾳ. Τὸ μὲν γὰρ σῶμα, γεῶδες ὂν καὶ βαρύ, κάτω πέφυκε μένειν· ἡ δὲ ψυχὴ τῆς ἀνάγκης ταύτης ἀπήλλακται, καὶ τοῖς ὑψηλοτάτοις καὶ τοῖς πορρωτάτοις χωρίοις θρασέως ἐφίπταται. Κἂν εἰς | |
2.1(50) | αὐτὰς θελήσῃ τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἐλθεῖν καὶ εἰς τὸν οὐρανὸν ἀναβῆναι, τὸ κωλῦον οὐδέν· οὕτως αὐτῇ κοῦφα τὰ πτερὰ τοῦ λογισμοῦ δέδωκεν ὁ Θεός. Οὐ πτερὰ δὲ κοῦφα δέδωκε μόνον, ἀλλὰ καὶ ὀφθαλμοὺς ἐχαρίσατο πολλῷ τοῦ σώματος ὀξύτερον βλέποντας. Ἡ μὲν γὰρ τοῦ | |
55 | σώματος ὄψις, ἂν μὲν διὰ κενοῦ φέρηται τοῦ ἀέρος, μέχρι πολλοῦ τοῦ διαστήματος πρόεισιν· ἂν δὲ μικρῷ προσπταί‐ σῃ σώματι, καθάπερ ῥεῦμα φερόμενον ἀναχαιτισθέν, εἰς τοὐπίσω πάλιν ἀποστρέφεται· οἱ δὲ τῆς ψυχῆς ὀφθαλμοί, κἂν τοίχους, κἂν τείχη, κἂν ὁρῶν μεγέθη, κἂν αὐτὰ τῶν | |
60 | οὐρανῶν εὕρωσιν αὐτοῖς ἀπαντῶντα τὰ καμαρώματα, πάντα παραδραμοῦνται ῥᾳδίως. Ἀλλ’ ὅμως οὕτω καὶ ταχυτῆτος καὶ ὀξυωπίας ἔχουσα ἡ ψυχή, οὐκ ἔστιν αὐτάρκης πρὸς τὴν τῶν οὐρανίων κατανόησιν αὐτὴ καθ’ | |
ἑαυτήν, ἀλλὰ τοῦ χειραγωγήσοντος αὐτὴν δεῖται. | 86 | |
65 | Ποιήσωμεν οὖν ὅπερ οἱ τὰς βασιλικὰς αὐλὰς ἐπιθυ‐ μοῦντες ἰδεῖν ποιοῦσιν. Τί δαὶ ἐκεῖνοι ποιοῦσιν; Ζητήσαντες τὸν τὰ κλεῖθρα τῶν θυρῶν ἐγκεχειρισμένον, ἐκείνῳ προσέρχονται καὶ διαλέγονται καὶ ἱκετεύουσιν, πολλάκις δὲ καὶ ἀργύριον καταβάλλουσιν, ὥστε δοῦναι | |
70 | αὐτοῖς τὴν χάριν. Προσέλθωμεν οὖν καὶ ἡμεῖς ἑνί τινι τῶν τὰς πύλας ἐπιτετραμμένων τὰς οὐρανίους, καὶ δια‐ λεχθῶμεν, ἱκετεύσωμεν, ἀντ’ ἀργυρίου προαίρεσιν ἐπιδει‐ ξώμεθα καὶ διάθεσιν εἰλικρινῆ. Κἂν τοῦτον ἐκεῖνος λάβῃ τὸν μισθόν, τῆς χειρὸς ἡμᾶς λαβόμενος, πανταχοῦ περιη‐ | |
75 | γήσεται, οὐκ αὐτὰ δεικνὺς τὰ βασίλεια, ἀλλ’ αὐτὸν καθήμενον τὸν βασιλέα, τῶν στρατευμάτων παρόντων, καὶ τῶν ἀρχιστρατήγων παρεστώτων, τῶν μυριάδων τῶν ἀγγελικῶν, τῶν χιλιάδων τῶν ἀρχαγγελικῶν· πάντα ἡμῖν ἐπιδείξει μετ’ ἀκριβείας, ὡς ἡμῖν ἰδεῖν δυνατόν. Τίς οὖν | |
80 | ἐστιν οὗτος; τίς ὁ τὸ μέρος τοῦτο ἐμπεπιστευμένος, καθ’ ὃ βουλόμεθα νῦν εἰσελθεῖν; Ἡσαΐας, ὁ τῶν προφητῶν μεγαλοφωνότατος. Οὐκοῦν ἀνάγκη τούτῳ διαλεχθῆναι. Ἀλλ’ ἕπεσθε κατεσταλμένῳ ῥυθμῷ βαδίζοντες μετὰ ἡσυχίας πολλῆς. Μηδεὶς φροντίδας ἔχων βιωτικὰς εἰσίτω, | |
85 | μηδεὶς μετέωρος, μήτε ἐπτοημένος, ἀλλὰ ταῦτα πάντα ἔξω πρὸ τῶν θυρῶν ἀποθέμενοι, πάντες οὕτως εἰσίωμεν. [Εἰς βασίλεια γὰρ εἰσερχόμεθα τῶν οὐρανῶν, ἀστραπτόντων ἐπιβαίνομεν χωρίων.] Πολλῆς τὰ ἔνδον γέμει σιγῆς καὶ μυστηρίων ἀπορρήτων. | |
2.2 | Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· ἡ γὰρ τῶν Γραφῶν ἀνάγνωσις τῶν οὐρανῶν ἐστιν ἄνοιξις. «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου.» | |
5 | Εἶδες εὐγνώμονος οἰκέτου φιλοφροσύνην; Εὐθέως ἡμᾶς παρὰ τὸν θρόνον εἰσήγαγε τὸν βασιλικόν, οὐ μακρὰς πρότερον περιαγαγὼν εἰσόδους, ἀλλ’ ὁμοῦ τε τὰς πύλας ἀνέῳξεν, καὶ καταντικρὺ τὸν βασιλέα καθήμενον ἔδειξεν. «Καὶ τὰ Σεραφὶμ, φησίν, εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ | 88 |
10 | πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα καὶ ταῖς δυσὶ τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ.» Ὄντως ἅγιος, ὅτι τοσούτων καὶ τηλικούτων | |
15 | μυστηρίων κατηξίωσε τὴν ἡμετέραν φύσιν, ὅτι τοιούτων ἡμᾶς ἐποίησεν ἀπορρήτων κοινωνούς. Φρίκη με καὶ τρόμος μεταξὺ ἔλαβε τῆς ᾠδῆς ταύτης. Καὶ τί θαυμαστόν, εἰ ἐμὲ τὸν πήλινον καὶ τὸν ἀπὸ γῆς, ὅπου γε καὶ αὐτὰς τὰς ἄνω δυνάμεις διαπαντὸς μεγίστη ἔκπληξις κατέχει; | |
20 | Διὰ τοῦτο γοῦν ἀποστρέφουσι τὰς ὄψεις καὶ τὰς πτέρυγας ἀντὶ τείχους προβάλλονται, τὰς ἐκεῖθεν ἀκτῖνας μὴ φέρουσαι. Καίτοι, φησί, συγκατάβασις ἦν τὸ φαινόμενον. Πῶς οὖν οὐκ ἤνεγκαν; Ἐμοὶ ταῦτα λέγεις; Εἰπὲ τοῖς τὴν ἀπόρρητον καὶ μακαρίαν πολυπραγμονοῦσι φύσιν, τοῖς τὰ | |
25 | ἀτόλμητα τολμῶσιν. Τὰ Σεραφὶμ οὐδὲ συγκατάβασιν ἠδυνήθησαν ἰδεῖν, ἄνθρωπος δὲ ἂν τολμῴη εἰπεῖν, μᾶλλον δὲ ἄνθρωπος εἰς νοῦν λαβέσθαι δύναιτο ἂν ὅτι τὴν φύσιν τὴν ἀκραιφνῆ δύναται μετ’ ἀκριβείας ἰδεῖν καὶ σαφῶς; | |
Φρίξον, οὐρανέ, ἔκστηθι, γῆ· μείζονα ταῦτα ἐκείνων τὰ | 90 | |
30 | τολμήματα. Ἃ μὲν γὰρ τότε ἠσέβουν ἐκεῖνοι, καὶ νῦν ἀσεβοῦσιν οὗτοι. Τὴν γὰρ κτίσιν προσκυνοῦσιν ὁμοίως· ὃ δὲ ἐπενόησαν οὗτοι νῦν, οὐδεὶς τῶν τότε ἀνθρώπων οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαι ἐτόλμησεν. Τί λέγεις; Συγκατάβασις ἦν τὸ φαινόμενον; Ναί, ἀλλὰ Θεοῦ συγκατάβασις. Εἰ γὰρ | |
35 | ὁ πολλὴν παρρησίαν ἔχων πρὸς τὸν Θεὸν Δανιὴλ ἄγγελον συγκαταβάντα αὐτῷ ἰδεῖν οὐχ ὑπέμεινεν, ἀλλ’ ἔπεσε καὶ πρηνὴς ἔκειτο, τῶν συνδέσμων τοῦ σώματος αὐτοῦ λυθέντων, τί θαυμαστόν, εἰ τὰ Σεραφὶμ ἐξεπλάγη, οὐκ ἐνεγκόντα τὴν δόξαν ἐκείνην ἰδεῖν; Οὐ γὰρ τοσοῦτον | |
40 | τοῦ Δανιὴλ πρὸς τὸν ἄγγελον τὸ μέσον, ὅσον τοῦ Θεοῦ πρὸς τὰς δυνάμεις ἐκείνας. Ἀλλ’ ἵνα μὴ καὶ ἡμεῖς ἐπὶ πλεῖον τοῖς θαύμασι τούτοις ἐνδιατρίβοντες, εἰς θάμβος ἀγάγωμεν ὑμῶν τὰς ψυχάς, φέρε ἐπὶ τὴν ἀρχὴν τῆς ἱστορίας ἐπιστρέψωμεν, ἀφελεστέροις ὑμᾶς ψυχαγωγοῦντες | |
45 | διηγήμασιν. «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς.» Ἄξιον πρῶτον ἐπιζητῆσαι, τίνος ἕνεκεν τοὺς χρόνους ἡμῖν ὁ προφήτης ἐπισημαίνεται· οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ τοῦτο ποιεῖ. Τὰ γὰρ τῶν προφητῶν στόματα τοῦ | |
2.2(50) | Θεοῦ ἐστι στόμα· τὸ δὲ τοιοῦτον στόμα οὐδὲν ἂν εἴποι παρέργως. Μὴ τοίνυν μηδὲ ἡμεῖς παρέργως ἀκούσωμεν. Εἰ γὰρ οἱ τὰ μέταλλα ἀνορύττοντες οὐδὲ τὰ μικρὰ ψήγματα | |
παρατρέχουσιν, ἀλλ’ ὅταν χρυσίτιδος ἐπιλάβωνται φλεβός, τὰς ἶνας ἀκριβῶς περισκοποῦσιν· πόσῳ μᾶλλον ἐπὶ τῶν | 92 | |
55 | Γραφῶν τοῦτο ποιεῖν ἡμᾶς χρή; Καίτοι γε ἐπὶ τῶν μετάλλων σφόδρα δυσθήρατος ἡ τῶν ζητουμένων ἐστὶν εὕρεσις. Ἐπειδὴ γὰρ καὶ τὰ μέταλλα γῆ καὶ τὸ χρυσίον οὐδὲν ἕτερόν ἐστιν ἢ γῆ καὶ ἡ κοινωνία τῆς φύσεως τῶν ζητουμένων κλέπτει τὰς ὄψεις, ἀλλ’ ὅμως οὐδὲ οὕτως | |
60 | ἀφίστανται ἐκεῖνοι, ἀλλὰ πᾶσαν ἀκρίβειαν ἐπιδείκνυνται· καίτοι γε ὁρῶντες ἴσασιν, τί μὲν ὄντως γῆ, τί δὲ ὄντως χρυσίον. Ἐπὶ δὲ τῆς Γραφῆς οὐκ ἔστιν οὕτως. Οὐ γὰρ μετὰ τῆς γῆς ἀναμεμιγμένον πρόκειται τὸ χρυσίον, ἀλλὰ καθαρὸν χρυσίον ἐστίν, «ἀργύριον πεπυρωμένον, δοκίμιον | |
65 | τῇ γῇ». Οὐ γάρ ἐστι μέταλλα κατεργασίας δεόμενα αἱ Γραφαί, ἀλλὰ θησαυρὸν ἕτοιμον παρέχουσι τοῖς ζητοῦσι τὸν πλοῦτον τὸν ἐξ αὐτῶν. Ἀρκεῖ γὰρ παρακῦψαι μόνον καὶ πάσης ἐμπλησθέντας ὠφελείας ἀπελθεῖν· ἀρκεῖ μόνον | |
70 | ἀνοῖξαι καὶ τῶν λίθων εὐθέως θεωρῆσαι τὰς μαρμαρυγάς. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, οὐδὲ εἰκῇ ἐξέτεινα τὸν λόγον, ἀλλ’ ἐπειδή τινές εἰσιν ἄνθρωποι βάναυσοι, οἵ, ἐπειδὰν τὰς θείας μετὰ χεῖρας λάβωσι βίβλους, εἶτα ἀριθμὸν χρόνων ἢ κατάλογον εὕρωσι κείμενον ὀνομάτων, | |
75 | εὐθέως παρατρέχουσιν καὶ πρὸς τοὺς ἐγκαλοῦντας λέγουσιν· ὀνόματα μόνον ἐστὶ καὶ οὐδὲν χρήσιμον ἔχει. Τί λέγεις; Ὁ Θεὸς φθέγγεται καὶ σὺ τολμᾷς εἰπεῖν ὅτι οὐδὲν χρήσιμον τῶν εἰρημένων ἐστίν; Εἰ γὰρ ἐπιγραφὴν μόνον ἴδοις ψιλήν, οὐ στήσῃ μετὰ σπουδῆς, εἰπέ μοι, καὶ | |
80 | τὸν κείμενον ἀνερευνήσεις πλοῦτον; Καὶ τί λέγω χρόνους καὶ ὀνόματα καὶ ἐπιγραφάς; Μάθε ὅσον ἰσχύει καὶ | |
στοιχείου προσθήκη ἑνὸς μόνου, καὶ παῦσαι ὁλοκλήρων καταφρονῶν ὀνομάτων. Ὁ πατριάρχης ἡμῶν Ἀβραάμ— ἡμῖν γὰρ μᾶλλον ἢ τοῖς Ἰουδαίοις προσῆκεν οὗτος— | 94 | |
85 | Ἀβρὰμ τὸ πρῶτον ἐκαλεῖτο, ὅπερ ἑρμηνευόμενόν ἐστι περάτης· μετὰ δὲ ταῦτα, Ἀβραὰμ μετονομασθεὶς πατὴρ ἐγένετο πάντων τῶν ἐθνῶν, καὶ ἑνὸς προσθήκη στοιχείου τοσαύτην τῷ δικαίῳ τὴν ἀρχὴν ἐνεχείρισεν. Καθάπερ γὰρ οἱ βασιλεῖς τοῖς ἑαυτῶν ὑπάρχοις χρυσᾶς ὀρέγουσι | |
90 | δέλτους, σύμβολον τῆς ἀρχῆς· οὕτω καὶ Θεὸς τότε τῷ δικαίῳ ἐκείνῳ σύμβολον τῆς τιμῆς δέδωκε τὸ στοιχεῖον. | |
2.3 | Ἀλλὰ περὶ μὲν ὀνομάτων ἐν ἑτέρῳ καιρῷ διηγή‐ σομαι· ὅσον δὲ τῶν χρόνων τὸ κέρδος ἐστὶ γινωσκο‐ μένων καὶ ὅσον τὸ βλάβος ἀγνοουμένων, ἀναγκαῖον εἰπεῖν. Καὶ πρῶτόν γε ἀπὸ τῶν βιωτικῶν ὑμῖν ἐπιδείξομαι | |
5 | πραγμάτων. Αἱ διαθῆκαι καὶ τὰ γραμματεῖα τὰ περὶ γάμων, τὰ περὶ ὀφλημάτων, τὰ περὶ τῶν ἄλλων συμβολαίων, ἐὰν μὴ τῆς ὑπατείας τοὺς χρόνους ἄνωθεν ἔχῃ προγεγραμ‐ μένους, πάσης ἔρημα τῆς οἰκείας ἐστὶ δυνάμεως. Τοῦτο γάρ ἐστιν ἐν ἐκείνοις τὸ ἰσχυρόν, τοῦτο τὰς ἀμφισβη‐ | |
10 | τήσεις ἀναιρεῖ, τοῦτο δικαστηρίων ἀπαλλάττει καὶ τοὺς ἐχθροὺς φίλους ποιεῖ. Διὰ τοῦτο οἱ ταῦτα γράφοντες, ὥσπερ λύχνον ἐπὶ λυχνίας, οὕτως ἐπὶ τοῦ μετώπου τῶν γραμμάτων προτυποῦσι τὴν ὑπατείαν, ἵνα πάντα τὰ κάτω φαίνῃ γεγραμμένα. Κἂν ταῦτα ἀνέλῃς, ἀνεῖλες τὸ φῶς καὶ | |
15 | πάντα σκότους καὶ πολλῆς ἐνέπλησας ταραχῆς. Διὰ τοῦτο πᾶσα δόσις καὶ λῆψις, κἂν πρὸς φίλους, κἂν πρὸς ἐχθρούς, κἂν πρὸς οἰκέτας, κἂν πρὸς ἐπιτρόπους καὶ οἰκονόμους γίγνηται, ταύτης δεῖται τῆς ἀσφαλείας, καὶ πανταχοῦ καὶ μῆνας καὶ ἐνιαυτοὺς καὶ ἡμέρας κάτωθεν | 96 |
20 | παραγράφομεν. Εἰ οὖν ἐπὶ τῶν βιωτικῶν τοσαύτη τοῦ πράγματος ἡ ἰσχύς, ἐπὶ τῶν πνευματικῶν πολλῷ μείζων καὶ χρησιμωτέρα. Τὰς γὰρ προφητείας τοῦτο δείκνυσι προφητείας. Οὐδὲ γὰρ ἄλλο τί ποτέ ἐστι προφητεία, ἀλλ’ ἢ τῶν μελλόντων πραγμάτων προαναφώνησις. Ὁ τοίνυν | |
25 | τοὺς καιροὺς ἀγνοῶν τῶν εἰρημένων ἢ τῶν ἐκβάντων, πῶς δυνήσεται δεῖξαι τῷ φιλονεικοῦντι τὸ τῆς προφητείας ἀξίωμα; Ἐντεῦθεν ἡμῖν καὶ ὁ πρὸς Ἕλληνας ἀγῶνες καὶ νῖκαι, ὅταν πρεσβύτερα ἀποφαίνωμεν τὰ ἡμέτερα τῶν παρ’ ἐκείνοις· ἐντεῦθεν ἡμῖν καὶ πρὸς Ἰουδαίους ἀποδείξεις | |
30 | πολλαὶ περὶ τῆς ἀληθείας εἰσίν· πρὸς Ἰουδαίους τοὺς ἀθλίους καὶ ταλαιπώρους, οἳ διὰ τὴν τῶν χρόνων ἄγνοιαν τὸ μέγιστον σφάλμα ἐσφάλησαν. Εἰ γὰρ ἤκουσαν τοῦ πατριάρχου λέγοντος· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπό‐ | |
35 | κειται» καὶ εἰ παρετήρησαν μετ’ ἀκριβείας τοὺς τῆς παρουσίας καιρούς, οὐκ ἔμελλον, ἐκπεσόντες τοῦ Χριστοῦ, τῷ Ἀντιχρίστῳ περιπίπτειν· καθάπερ οὖν καὶ αὐτὸς αὐτοῖς ὁ Χριστὸς τοῦτο αἰνιττόμενος εἶπεν, ὅτι «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ | |
40 | με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Εἶδες πόσον παράπτωμα ἀπὸ τῆς τῶν χρόνων γέγονεν ἀγνοίας; Μὴ τοίνυν ἀμελήσῃς ὠφελείας τοσαύτης. | |
Καθάπερ γὰρ ὅροι καὶ στῆλαι ἐν τοῖς ἀγροῖς τὰς μοίρας οὐκ ἐῶσι συγχεῖσθαι, οὕτως οἱ χρόνοι καὶ οἱ καιροὶ τὰ | 98 | |
45 | πράγματα οὐκ ἐῶσιν ἀλλήλοις συμπίπτειν, ἀλλὰ διείργοντες ἀπ’ ἀλλήλων αὐτὰ καὶ κατὰ τὴν προσήκουσαν ἕκαστα διατιθέντες τάξιν, πολλῆς ἀπαλλάττουσιν ἡμᾶς ταραχῆς. Ἄξιον τοίνυν εἰπεῖν πρὸς ὑμᾶς τίς ἦν οὗτος ὁ Ὀζίας καὶ πότε ἐβασίλευσεν καὶ τίνων ἐβασίλευσεν καὶ | |
2.3(50) | πόσος αὐτῷ γέγονεν ὁ τῆς ἀρχῆς χρόνος καὶ πῶς τὸν βίον κατέλυσεν· μᾶλλον δὲ ἄξιον σιγῆσαι λοιπόν. Ἀνάγκη γὰρ εἰς ἄπειρον πέλαγος ἱστοριῶν ἀφιέναι τὸν λόγον. Τοὺς δὲ τοιοῦτον μέλλοντας πορεύεσθαι πέλαγος, οὐ κεκμηκότων τῶν πλωτήρων, ἀλλ’ ἀκμαζόντων, | |
55 | ἅπτεσθαι χρὴ τῆς ὁδοῦ. Διὰ τοῦτο καὶ λιμένες καὶ νῆσοι πανταχοῦ τῆς θαλάσσης εἰσὶ πεφυτευμέναι, ἵνα καὶ κυβερνήτης καὶ ναύτης διαναπαύηται, ὁ μὲν τὴν κώπην ἀποτιθέμενος, ὁ δὲ τῶν οἰάκων ἐξανιστάμενος· διὰ τοῦτο καὶ πανδοχεῖα καὶ καταγώγια πανταχοῦ τῶν ὁδῶν ἐπι‐ | |
60 | νενόηται, ἵνα καὶ ὑποζύγια καὶ ὁδοιπόροι τῶν πόνων λήγωσιν. Διὰ τοῦτο καὶ τῷ λόγῳ τῆς διδασκαλίας καιρὸς σιωπῆς ὥρισται, ἵνα μήτε ἑαυτοὺς κατατρίβωμεν τῷ πλήθει τῶν λεγομένων, μήτε ὑμᾶς ἀποκναίωμεν. Καὶ τούτους οἶδε τοὺς καιροὺς καὶ Σολομῶν, οὕτω λέγων· «Καιρὸς τοῦ | |
65 | σιγῆσαι καὶ καιρὸς τοῦ λαλῆσαι.» Γενέσθω οὖν ἡμῖν καιρὸς τοῦ σιγῆσαι, ἵνα γένηται καιρὸς τῷ διδασκάλῳ τοῦ λαλῆσαι. Τὰ μὲν γὰρ ἡμέτερα ἔοικεν οἴνῳ προσφάτως τῶν ὑποληνίων ἐξαντληθέντι, τὰ δὲ τούτου προσέοικεν οἴνῳ πεπαλαιωμένῳ καὶ γεγηρακότι, | |
70 | πολλὴν παρέχοντι καὶ τὴν ὠφέλειαν καὶ τὴν ἰσχὺν τοῖς δεχομένοις· καὶ τὸ τοῦ εὐαγγελίου ἐκεῖνο γέγονε σήμερον· μετὰ τὸν ἐλάττονα γὰρ οἶνον ὁ βελτίων εἰσκομίζεται. Καὶ καθάπερ ἐκεῖνον οὐκ ἄμπελος ἔτεκε | |
τότε, ἀλλ’ ἡ δύναμις ἐποίησε τοῦ Χριστοῦ, οὕτω καὶ | 100 | |
75 | τούτου τὸν λόγον οὐκ ἀνθρωπίνη προχέει διάνοια, ἀλλ’ ἡ τοῦ Πνεύματος χάρις. Ἐπὶ οὖν δαψιλῆ καὶ πνευματικὰ τὰ νάματα, μετὰ σπουδῆς ὑποδεξώμεθα, μετ’ ἀσφαλείας τηρή‐ σωμεν, ἵνα τούτοις ἀρδόμενοι διηνεκῶς, ὥριμον φέρωμεν τὸν καρπὸν τῷ ταῦτα χαρισαμένῳ Θεῷ· μεθ’ οὗ δόξα τῷ | |
80 | Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. | 102 |
3t | Εἰς τὴν ῥῆσιν τῶν Παραλειπομένων τὴν λέγουσαν· «Ὑψώθη ἡ καρδία Ὀζίου», καὶ περὶ ταπεινοφροσύ‐ νης, καὶ ὅτι χρὴ μὴ θαρρεῖν τὸν ἐνάρετον, καὶ ὅσον κακὸν ἡ ἀπόνοια. | |
3.1 | Εὐλογητὸς ὁ Θεός, καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας ἐβλάστησαν μάρτυρες, κατηξιώθημεν καὶ ἡμεῖς ἀνθρώ‐ πους ἰδεῖν ὑπὲρ Χριστοῦ σφαττομένους, αἷμα στάζοντας ἅγιον, τὴν Ἐκκλησίαν ἅπασαν ἄρδον, αἷμα στάζοντας, | |
5 | δαίμοσι μὲν φοβερόν, ἀγγέλοις δὲ ποθεινόν, ἡμῖν δὲ σωτήριον. Κατηξιώθημεν ἰδεῖν ἀνθρώπους ὑπὲρ εὐσεβείας παλαίοντας, στεφανουμένους. Οὐκ ἰδεῖν δὲ κατηξιώθημεν μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ σώματα τῶν ἀθλητῶν δέξασθαι, καὶ παρ’ ἑαυτοῖς τοὺς στεφανίτας ἔχομεν νῦν. Ἀλλὰ τὸν | |
10 | μὲν περὶ τῶν μαρτύρων λόγον ἀφήσωμεν νῦν τῷ τῶν | |
μαρτύρων ζηλωτῇ, τῷ κοινῷ διδασκάλῳ· αὐτοὶ δὲ τὰ κατὰ τὸν Ὀζίαν πρὸς ὑμᾶς ἐροῦμεν νῦν, παλαιὸν κατα‐ βάλλοντες χρέος καὶ χρονίους ὠδῖνας ἀκροάσεως λύοντες. Ὠδίνει γὰρ ἕκαστος ὑμῶν, εὖ οἶδ’ ὅτι, τῆς ἱστορίας | 104 | |
15 | ἀκοῦσαι ἐκείνης· καὶ τὴν ὠδῖνα ταύτην ἡμεῖς παρετείναμεν, οὐχὶ τὴν ὀδύνην ὑμῖν ἐπιτεῖναι βουλόμενοι, ἀλλὰ τὴν ἐπιθυμίαν αὐξῆσαι σπουδάζοντες, ὥστε ἡδίστην ὑμῖν φανῆναι τὴν ἡμετέραν ἑστίασιν. Οἱ μὲν γὰρ εὔποροι τῶν ἑστιατόρων, ἐὰν ἐμπεπλησμένους λάβωσι τοὺς | |
20 | δαιτυμόνας, δύναιντ’ ἂν τῇ πολυτελείᾳ τῶν παρα‐ σκευασθέντων διεγεῖραι τὴν ἐπιθυμίαν αὐτοῖς· τὴν δὲ τῶν πενήτων τράπεζαν οὐδὲν οὕτω ποιεῖ φαίνεσθαι λαμπράν, ὡς τὸ πεινῶντας ἀπαντῆσαι τοὺς μέλλοντας μετέχειν αὐτῆς. | |
25 | Τίς οὖν ἐστιν Ὀζίας καὶ τίνων ἀπόγονος καὶ τίνων βασιλεὺς καὶ πόσον ἐβασίλευσε χρόνον καὶ τί μὲν κατώρθωσεν, τί δὲ διήμαρτεν, πῶς δὲ τὸν βίον κατέλυσεν; Ἅπαντα ταῦτα πρὸς ὑμᾶς ἐροῦμεν νῦν, μᾶλλον δὲ ὅσα δυνατὸν εἰπεῖν, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην | |
30 | ὑμῶν· ὃ γίνεται καὶ ἐπὶ τοῦ λυχνιαίου πυρός. Ἂν μὲν γὰρ ἐκεῖ κατὰ πικρὸν ἐπιστάξῃς τῇ θρυαλλίδι τὸ ἔλαιον, ἱκανὴν ἔδωκας τῷ πυρὶ τὴν τροφήν· ἂν δὲ ἀθρόον καταχέῃς, καὶ τὴν οὖσαν φλόγα κατέσβεσας. Οὗτος τοίνυν ὁ Ὀζίας ἀπόγονος μὲν ἦν τοῦ Δαυίδ, | |
35 | βασιλεὺς δὲ τῶν Ἰουδαίων· ἐβασίλευσε δὲ δύο καὶ πεντήκοντα ἔτη· καὶ τὰ πρῶτα εὐδόκιμος ὤν, ὕστερον εἰς ἁμαρτίαν κατέπεσεν. Μείζονα γὰρ τῆς οἰκείας φρονήσας ἀξίας, ἐπεπήδησε τῇ τῆς ἱερωσύνης ἀρχῇ. Τοσοῦτόν ἐστιν ἀπόνοια κακόν· καὶ γὰρ ἑαυτόν τινα ἕκαστον ἀγνοεῖν | |
40 | ἀναπείθει καὶ μετὰ πολλοὺς πόνους ἅπαντα κενοῖ τῆς ἀρετῆς τὸν θησαυρόν. Καὶ τὰ μὲν ἄλλα κακὰ ῥᾳθυμούντων ἡμῶν περιγίνεσθαι πέφυκεν, αὕτη δὲ κατορθοῦσιν ἡμῖν ἐπιφύεται. Οὐδὲν γὰρ οὕτως ἀπόνοιαν τίκτειν εἴωθεν, ὡς συνειδὸς ἀγαθόν, ἐὰν μὴ προσέχωμεν. | 106 |
45 | Διὰ τοῦτο καὶ ὁ Χριστὸς εἰδὼς ὅτι μετὰ τὰ κατορθώματα ἐπεισέρχεται τοῦτο τὸ πάθος ἡμῖν τοῖς μαθηταῖς ἔλεγεν· «Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν.» Ὅταν γὰρ ἐπεισιέναι μέλλῃ τὸ θηρίον ὑμῖν, τότε διὰ τῶν ῥημάτων τούτων, φησίν, ἀποκλείετε τὰς θύρας | |
3.1(50) | αὐτῷ. Καὶ οὐκ εἶπεν· Ὅταν πάντα ποιήσητε, ἀχρεῖοί ἐστε, ἀλλ’· «Ὑμεῖς λέγετε ὅτι ἀχρεῖοί ἐσμεν.» Εἰπέ, μὴ φοβηθῇς, οὐ γὰρ ἀπὸ τῆς κρίσεως τῆς σῆς φέρω τὴν ψῆφον ἐγώ. Ἂν γὰρ σὺ σαυτὸν εἴπῃς ἀχρεῖον, ἐγώ σε ὡς χρήσιμον στεφανῶ. Οὕτω καὶ ἀλλαχοῦ φησιν· «Λέγε σὺ | |
55 | τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων μετὰ τὴν κατηγορίαν τοῦ ἁμαρτάνοντος θάνατος· ἐπὶ δὲ τοῦ θείου δικαστηρίου μετὰ τὴν κατηγορίαν τῶν ἁμαρτημάτων στέφανος. Διὸ καὶ ὁ Σολομῶν ἔλεγε· «Μὴ δικαίου σεαυτὸν ἐνώπιον Κυρίου.» | |
60 | Ἀλλ’ οὐδενὸς τούτων ἤκουσεν ὁ Ὀζίας, ἀλλ’ ἐπεισῆλθεν εἰς τὸν ναὸν καὶ θυμιᾶν ἐβούλετο καὶ τοῦ ἱερέως κωλύοντος οὐκ ἠνείχετο. Τί οὖν ὁ Θεός; Ἐπαφῆκεν αὐτῷ λέπραν κατὰ τοῦ μετώπου, τὴν ἀναίσχυντον κολάζων ὄψιν καὶ παιδεύων αὐτὸν ὅτι θεῖόν | |
65 | ἐστι τὸ δικαστήριον καὶ οὐ πρὸς ἀνθρώπους ὁ πόλεμος ἦν. Καὶ τὰ μὲν κατὰ τὸν Ὀζίαν ταῦτα. Φέρε δὴ οὖν ἄνωθεν τὴν ἱστορίαν αὐτὴν ἐπέλθωμεν. Διὰ γὰρ τοῦτο καὶ | |
αὐτὸς προλαβὼν ἐν βραχεῖ διηγησάμην ὑμῖν τὰ συμβεβη‐ κότα πάντα, ἵν’ ὅταν ἀκούητε τῆς Γραφῆς ταῦτα ἀπαγγελ‐ | 108 | |
70 | λούσης, παρακολουθῆτε μετὰ ἀκριβείας αὐτοῖς. Ἀλλὰ προσέχετε. «Καὶ ἐποίησε, φησίν, Ὀζίας τὸ εὐθὲς ἐνώπιον Κυρίου.» Μεγάλην αὐτῷ διὰ τούτων ἐμαρτύρησεν ἀρετήν. Οὐ γὰρ τὸ εὐθὲς ἐποίει μόνον, ἀλλὰ καὶ ἐνώπιον τοῦ Θεοῦ, οὐ πρὸς ἐπίδειξιν ἀνθρώπων, καθάπερ ἐκεῖνοι οἱ | |
75 | παρὰ τοῖς Ἰουδαίοις πρὸ τῆς ἐλεημοσύνης σαλπίζοντες, οἱ ἐν ταῖς νηστείαις τὰ πρόσωπα ἀφανίζοντες, οἱ τὰς εὐχὰς ἐν ταῖς ἀμφόδοις ποιούμενοι· ὧν τί γένοιτ’ ἂν ἀθλιώτερον, ὅταν τοὺς μὲν πόνους ὑπομένωσιν, τῆς δὲ ἀμοιβῆς ἀποστερῶνται πάσης; | |
3.2 | Τί ποιεῖς, ἄνθρωπε; ἑτέρῳ μέλλεις εὐθύνας διδόναι τῶν πεπραγμένων καὶ ἕτερον μάρτυρα καλεῖς τῶν γινομένων; ἕτερον ἔχεις δικαστὴν καὶ ἕτερον καθίζεις θεατήν; Οὐχ ὁρᾷς τοὺς ἡνιόχους, οἳ τῆς πόλεως ἁπάσης | |
5 | ἄνω καθημένης ἐν ταῖς τῶν ἵππων ἁμίλλαις, ἅπαν τοῦ σταδίου παρατρέχοντες τὸ μέρος, ἐκεῖ φιλονεικοῦσι τὰ τῶν ἀντιτέχνων ἅρματα καταστρέφειν, ἔνθα ἂν ἴδωσιν τὸν βασιλέα καθήμενον, καὶ τοσούτων ὄψεων ἕνα νομίζουσιν ἀξιοπιστότερον ὀφθαλμόν; Σὺ δὲ τὸν τῶν ἀγγέλων αὐτὸν | |
10 | βασιλέα τοῖς σοῖς δρόμοις ἀγωνοθετοῦντα ὁρῶν, ἐκεῖνον ἀφεὶς ἐπὶ τὰς τῶν ὁμοδούλων καταφεύγεις ὄψεις; Διά τοι τοῦτο μετὰ τὰς μυρίας πάλας ἀστεφάνωτος ἀναχωρεῖς, μετὰ τοὺς πολλοὺς ἱδρῶτας χωρὶς βραβείων ἀπέρχῃ πρὸς τὸν ἀγωνοθέτην. Ἀλλ’ οὐκ Ὀζίας τοιοῦτος ἦν, ἀλλ’ | |
15 | ἐνώπιον Κυρίου τὸ εὐθὲς ἐποίει. Πῶς οὖν οὕτω μετὰ ἀκριβείας πολιτευόμενος ὑπεσκελίσθη καὶ κατέπεσεν; | |
Τοῦτο γὰρ κἀγὼ θαυμάζω καὶ διαπορῶ, μᾶλλον δὲ οὐκ ἂν εἴη τοῦτο διαπορήσεως ἄξιον· ἄνθρωπος γὰρ ἦν, πρᾶγμα πρὸς ἁμαρτίαν εὐόλισθον καὶ πρὸς κακίαν ὀξύρροπον. Καὶ | 110 | |
20 | οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπόν, ἀλλ’ ὅτι καὶ ὁδὸν στενὴν καὶ τεθλιμμένην ἐπετάγημεν ὁδεύειν, ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην. Ὅταν οὖν καὶ προαιρέσεως εὐκολία καὶ ὁδοῦ δυσκολία συνέλθωσιν εἰς ταὐτόν, μὴ θαύμαζε λοιπὸν ὑπὲρ τῶν παραπτωμάτων; Καθάπερ γὰρ | |
25 | ἐν τοῖς θεάτροις οἱ τὴν σχοῖνον τὴν κάτωθεν ἄνω τεταμένην ἀναβαίνειν καὶ καταβαίνειν μελετῶντες, ἂν μικρὸν παραβλέψωσιν, περιτραπέντες κατενεχθήσονται εἰς τὴν ὀρχήστραν καὶ ἀπολοῦνται· οὕτω καὶ οἱ τὴν ὁδὸν ταύτην ὁδεύοντες, ἂν μικρὸν ῥᾳθυμήσωσιν, κατα‐ | |
30 | κρημνίζονται. Καὶ γὰρ κἀκείνης τῆς σχοίνου ἡ ὁδὸς αὕτη καὶ στενωτέρα καὶ ὄρθιος καὶ προσάντης μᾶλλόν ἐστι καὶ ὑψηλοτέρα πολλῷ· πρὸς γὰρ αὐτὸν ἄνω τελευτᾷ τὸν οὐρανὸν καὶ τότε ἡμῖν σφαλερώτερα ἔσται τὰ διαβήματα, ὅταν ἄνω καὶ πρὸς αὐτῇ γενώμεθα τῇ κορυφῇ· τοῖς γὰρ | |
35 | ἐφ’ ὕψους ἑστῶσι πολὺς ὁ τρόμος καὶ μία μόνον ἀσφάλεια λείπεται, τὸ μὴ κατακῦψαι κάτω, μηδὲ εἰς γῆν ἰδεῖν. Καὶ γὰρ χαλεπὸς ἐντεῦθεν ὁ σκοτόδινος γίνεται. Διά τοι τοῦτο συνεχῶς ἡμῖν ὁ προφήτης ἐπιβοᾷ λέγων· «Εἰς τὸ τέλος μὴ διαφθείρῃς», ῥᾳθυμοῦσαν ἡμῶν τὴν ψυχὴν ἀναστέλλων | |
40 | καὶ μέλλουσαν καταπίπτειν ἀνέχων καὶ διακρατῶν. Ἐν ἀρχῇ μὲν γὰρ οὐ πολλῆς δεόμεθα τῆς παρακλήσεως. Τί δήποτε; Ὅτι πᾶς ἄνθρωπος, κἂν ἁπάντων νωθέστατος ᾖ, μέλλων ἅπτεσθαι πράγματος, πολλὴν ἐν τοῖς προοιμίοις ἐπιδείκνυται τὴν σπουδὴν καὶ τῆς προθυμίας ἀκμαζούσης | |
45 | καὶ τῆς δυνάμεως νεαρᾶς οὔσης ἔτι [ῥᾳδίως πρὸς τὸ | |
προκείμενον ἐπιβαίνει]· ὅταν δὲ τὸ πλέον τῆς ὁδοῦ προέλθωμεν καὶ μαρανθῇ τὰ τῆς προθυμίας ἡμῖν, τὰ δὲ τῆς δυνάμεως ἡμῶν λήξῃ, μέλλωμεν δὲ καταπίπτειν, τότε ἡμῖν ὁ προφήτης εὐκαίρως παρίσταται, καθάπερ βακτηρίαν | 112 | |
3.2(50) | τινὰ τὸ ἐπίφθεγμα τοῦτο ὀρέγων καὶ λέγων· «Εἰς τὸ τέλος μὴ διαφθείρῃς.» Καὶ γὰρ καὶ ὁ διάβολος τότε σφοδρότερον πνεῖ. Καὶ καθάπερ οἱ τὴν θάλατταν πλέοντες πειραταί, οὐχ ὅταν ἴδωσιν ἐξιόντα τοῦ λιμένος τὰ πλοῖα, τότε ἐπιτίθενται —τί γὰρ αὐτοῖς ὄφελος κενὸν καταδῦσαι τὸ σκάφος; — | |
55 | ἀλλ’ ὅταν ἐπανίῃ πλήρη τὸν φόρτον ἔχοντα, τότε πᾶσαν κινοῦσι μηχανήν, οὕτω καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὅταν ἴδῃ πολλὰ συνειλεχότας, νηστείαν, εὐχὰς ἐλεημοσύνην, σωφροσύνην, τὴν ἄλλην ἅπασαν ἀρετήν, ὅταν ἴδῃ γέμον ἡμῶν τὸ πλοῖον τῶν πολυτελῶν τῆς εὐσε‐ | |
60 | βείας λίθων, τότε προσβάλλει, πάντοθεν διορύττων τὸν θησαυρόν, ὥστε παρ’ αὐτὰ τοῦ λιμένος τὰ στόματα κατα‐ δῦσαι τὸ σκάφος καὶ γυμνοὺς παραπέμψαι πρὸς ἐκεῖνον τὸν λιμένα λοιπόν. Διὰ τοῦτο ὁ προφήτης προστάττει πᾶσι λέγων· «Εἰς τὸ τέλος μὴ διαφθείρῃς.» | |
65 | Καὶ γὰρ μετὰ τὴν τοιαύτην πτῶσιν δυσανάκλητος πάλιν ἡ ἀνάστασις. «Ὁ γὰρ ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ.» Καὶ τοῖς μὲν ἐν ἀρχῇ πεσοῦσι συγγινώσκομεν ἅπαντες διὰ τὴν ἀπειρίαν· τὸν δὲ μετὰ πολλοὺς τοὺς διαύλους ὑποσκελισθέντα οὐκ ἄν τις ῥᾳδίως ἀξιώσειε συγγνώμης ἢ | |
70 | ἀπολογίας· ῥᾳθυμίας γὰρ τότε τὸ πτῶμα εἶναι δοκεῖ. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ἀλλ’ ὅτι καὶ πολλοὶ οἱ σκανδαλιζόμενοι τοῖς τοῦ τοιούτου πτώμασίν εἰσιν, ὥστε καὶ ταύτῃ πάλιν ἀσύγγνωστον τὸ ἁμάρτημα γίνεται. | |
Ταῦτ’ οὖν εἰδότες, ἀκούωμεν τοῦ προφήτου καὶ εἰς τὸ | 114 | |
75 | τέλος μὴ διαφθείρωμεν. Διὰ γὰρ τοῦτο καὶ ὁ Ἰεζεκιὴλ βοᾷ λέγων· «Ἐὰν γένηταί τις δίκαιος, εἶτα μεταπεσὼν ἁμάρτῃ, οὐ μὴ μνησθῶσιν αὐτῷ αἱ δικαιοσύναι αὐτοῦ, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται.» Καὶ γὰρ καὶ οὗτος δέδοικεν ὑπὲρ τοῦ τέλους. Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ διὰ | |
80 | τῶν ἐναντίων δείκνυσι πολλὴν τοῦ πράγματος τὴν ἰσχὺν οὖσαν. «Ἂν γὰρ γένηταί τις ἁμαρτωλός, φησίν, εἶτα μεταβαλόμενος γένηται δίκαιος, οὐ μὴ μνησθῶσιν αἱ ἁμαρτίαι αὐτοῦ· ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ζήσεται.» Ὁρᾷς καὶ ἐνταῦθα πολλὴν τοῦ τέλους αὐτὸν ποιούμενον | |
85 | πρόνοιαν. Ἵνα γὰρ μήτε ὁ δίκαιος τῇ δικαιοσύνῃ αὐτοῦ θαρρῶν, εἰς ῥᾳθυμίαν ἀποκλίνας ἀπόληται, φοβεῖ διὰ τοῦ τέλους αὐτόν· μήτε ὁ ἁμαρτωλὸς ἀπογνοὺς ἐπὶ τοῖς παραπτώμασι μένῃ διαπαντὸς ἐν τῷ πτώματι, ἀνίστησι διὰ τοῦ τέλους αὐτόν. Ἥμαρτες πολλά, φησίν, ἀλλὰ μὴ | |
90 | ἀπελπίσῃς· ἔστι γὰρ ἐπάνοδος, ἐὰν ἐναντίον τῆς ἀρχῆς δείξῃς τὸ τέλος. Πάλιν πρὸς τὸν δίκαιον· Κατώρθωσας πολλά, φησίν, ἀλλὰ μὴ θαρσήσῃς· συμβαίνει γὰρ καὶ πεσεῖν, ἂν μὴ διὰ τέλους τὴν ἴσην ἔχῃς σπουδήν. Εἶδες πῶς τοῦ μὲν τὴν ῥᾳθυμίαν, τοῦ δὲ τὴν ἀπόγνωσιν | |
95 | ἀνεῖλεν; | |
3.3 | Ἀλλ’ οὐδενὸς τούτων ἤκουσεν Ὀζίας· διὸ καὶ θαρσήσας κατέπεσε πτῶμα χαλεπὸν καὶ ἀνίατον. Οὐδὲ γὰρ ἅπαν πτῶμα ἴσον ἡμῖν ἐργάζεται τὸ τραῦμα, ἀλλὰ τῶν | |
ἁμαρτημάτων τὰ μὲν ὑπὸ κατάγνωσιν κεῖται μόνον, τὰ δὲ | 116 | |
5 | χαλεπωτάτην δέχεται τιμωρίαν. Τοῖς γοῦν οὐκ ἀναμένουσι τοὺς ἀδελφοὺς ἐν τοῖς κοινοῖς δείπνοις ὁ Παῦλος ἐπιτιμῶν, οὕτως ἔλεγεν· «Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ.» Ὁρᾷς μέχρι καταγνώσεως ἱστάμενον τὸ ἁμάρ‐ τημα καὶ ψόγον ἔχον τὸ ἐπιτίμιον. Ἀλλ’ οὐχ, ὅταν περὶ | |
10 | πορνείας διαλέγηται, οὕτω ποιεῖ. Ἀλλὰ πῶς; «Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός.» Ἐνταῦθα γὰρ οὐκ ἔστι ψόγος, οὐδὲ κατάγνωσις, ἀλλ’ ἡ χαλεπω‐ τάτη τιμωρία. Οἶδε καὶ ὁ Σολομῶν ἁμαρτημάτων διαφοράς· τὴν γοῦν κλοπὴν τῇ μοιχείᾳ συγκρίνων, οὑτωσί | |
15 | πώς φησιν· «Οὐ θαυμαστόν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γάρ, ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὐτοῦ πεινῶσαν· ὁ δὲ μοιχὸς δι’ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται.» Ἁμάρτημα καὶ τοῦτο κἀκεῖνο, φησίν, ἀλλὰ τὸ μὲν ἔλαττον, τὸ δὲ μεῖζον· ὁ μὲν γὰρ ἔχει τὴν ἀπὸ τῆς | |
20 | πενίας πρόφασιν, οὗτος δὲ πάσης ἀπολογίας ἐστέρηται. Ἀλλὰ καὶ οὗτος ἔχει, φησί, τὴν ἀπὸ τῆς φυσικῆς ἐπιθυμίας ἀνάγκην. Ἀλλ’ οὐκ ἀφίησιν ἡ κληρωθεῖσα αὐτοῦ γυνή, ἀλλ’ ἐφέστηκεν ἀποστεροῦσα τῆς συγγνώμης αὐτόν. Διὰ γὰρ τοῦτο γάμος καὶ ἀπόλαυσις ἔνθεσμος, ἵνα | |
25 | μηδὲν ἔχῃ τούτων λέγειν ὁ ἀνήρ. Διὰ τοῦτο αὐτῷ βοηθὸς ἐδόθη ἡ γυνὴ, ἵνα μαινομένην καταστέλλῃ τὴν φύσιν, ἵνα στορέσῃ τῆς ἐπιθυμίας τὰ κύματα. Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι ναυάγιον ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης τινός, οὕτω καὶ ὁ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ | |
30 | τοῦ γάμου τοὺς ἑτέρου διορύττων γάμους, ἢ γυναῖκα | |
ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς ἀπολογίας, οὐ παρὰ ἀνθρώποις, οὐ παρὰ Θεῷ, κἂν μυριάκις λέγῃ τὴν τῆς φύσεως ἡδονήν. Μᾶλλον δὲ ποία γένοιτ’ ἂν ἡδονή, ὅπου φόβος καὶ ἀγωνία καὶ κίνδυνος καὶ προσδοκία | 118 | |
35 | τοσούτων δεινῶν, ὅπου δικαστήρια καὶ εὐθῦναι καὶ δικα‐ στοῦ θυμὸς καὶ ξίφος καὶ δήμιος καὶ βάραθρον καὶ ἀγχόνη; Πάντα τρέμει καὶ δέδοικεν ὁ τοιοῦτος, τὰς σκιάς, τοὺς τοίχους, τοὺς λίθους αὐτούς, καθάπερ φωνὴν ἀφιέντας· πάντας ὑφορᾶται καὶ ὑποπτεύει, τοὺς οἰκέτας, | |
40 | τοὺς γείτονας, τοὺς φίλους, τοὺς ἐχθρούς, τοὺς πάντα εἰδότας, τοὺς οὐδὲν εἰδότας. Μᾶλλον δέ, εἰ βούλει, καὶ ταῦτα ἀναιρείσθω, καὶ μηδεὶς εἰδέτω τὰ τετολμημένα, ἀλλ’ ἢ μόνος αὐτὸς μετὰ τῆς ὑβριζομένης γυναικός· πῶς οἴσει τὸν ἀπὸ τῆς συνειδήσεως ἔλεγχον, πικρὸν πανταχοῦ περι‐ | |
45 | φέρων κατήγορον; Ὥσπερ γὰρ ἑαυτὸν οὐκ ἄν ποτέ τις φύγοι, οὕτω οὐδὲ τὴν ἀπὸ τοῦ κριτηρίου ψῆφον ἐκείνου. Τοῦτο τὸ δικαστήριον οὐ χρήμασιν διαφθείρεται, οὐ κολακείαις ἐνδίδωσιν· θεῖον γάρ ἐστιν καὶ παρὰ Θεοῦ ταῖς ἡμετέραις ἐνιδρυμένον ψυχαῖς. Ὄντως «ὁ μοιχὸς δι’ | |
3.3(50) | ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται». Οὐ μὴν οὐδὲ ὁ κλέπτων κολάσεως ἀπεστέρηται, ἀλλὰ δίδωσι μὲν δίκην, ἐλάττονα δέ. Αἱ γὰρ συγκρίσεις οὐκ εἰς τὴν ἐναντίαν ἐξωθοῦσιν τάξιν τὰ συγκρινόμενα, ἀλλ’ ἀφιεῖσαι μένειν ἐπὶ τῆς οἰκείας | |
55 | χώρας αὐτά, ἐλάττωσιν εἰσάγουσι καὶ ὑπεροχήν. Τάχα οὐ συνήκατε τὸ λεχθέν· οὐκοῦν ἀνάγκη σαφέστερον εἰπεῖν. Καλὸν ὁ γάμος, ἀλλὰ κρείττων ἡ παρθενία· οὐκ ἐπειδὴ κρείττων ἡ παρθενία, διὰ τοῦτο κακὸν ὁ γάμος, ἀλλ’ ἔλατ‐ | |
τον μὲν ἐκείνου, καλὸν δὲ καὶ αὐτό. Οὕτω καὶ ἐνταῦθα· | 120 | |
60 | κακὸν ἡ κλοπή, ἀλλὰ χεῖρον ἡ μοιχεία· οὐκ ἐπειδὴ χεῖρον ἡ μοιχεία, διὰ τοῦτο οὐ κακὸν ἡ κλοπή, ἀλλ’ ἔλαττον μὲν ἐκείνου, κακὸν δὲ καὶ αὐτό. Εἶδες ἁμαρτημάτων διαφοράς; Ἴδωμεν οὖν ποίαν οὗτος ἁμαρτίαν ἥμαρτεν. «Ὑψώθη, φησίν, ἡ καρδία αὐτοῦ.» Χαλεπὸν τὸ τραῦμα· ἀπόνοια | |
65 | γάρ ἐστιν, ἀπόνοια ἡ πηγὴ πάντων τῶν κακῶν. Καὶ ἵνα συντόμως μάθῃς τοῦ νοσήματος τὴν κακίαν, ἐκεῖνο ἄκουσον. Τὰ μὲν ἄλλα ἁμαρτήματα περὶ τὴν ἡμετέραν στρέφεται φύσιν, ἡ δὲ ὑπερηφανία δύναμιν ἀσώματον κατέσπασεν καὶ κατέβαλεν ἄνωθεν. Τὸν γὰρ διάβολον, οὐκ | |
70 | ὄντα πρότερον διάβολον, τοῦτο εἶναι διάβολον ἐποίησεν. Κἂν μὲν τὸν Ἡσαΐαν παραγάγωμεν μάρτυρα λέγοντα οὕτω περὶ αὐτοῦ· «Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ», οἱ τὰς ἀλληγορίας οὐχ ἡδέως δεχόμενοι παραγράψονται τὴν μαρτυρίαν ἡμῶν· ἂν | |
75 | δὲ τὸν Παῦλον ἐπιστήσωμεν αὐτῷ κατήγορον, οὐδεὶς οὐκέτι λοιπὸν ἀντερεῖ. Τί οὖν ὁ Παῦλος Τιμοθέῳ γράφων; ὅτι τὸν ἄρτι τοῦ κηρύγματος ἁψάμενον οὐ δεῖ πρὸς τὸ μέγα τῆς ἐπισκοπῆς ἄγειν ἀξίωμα, οὑτωσί πώς φησιν· «Μὴ νεόφυτον, ἵνα μὴ τυφωθείς, εἰς κρῖμα ἐμπέσῃ [καὶ | |
80 | παγίδα] τοῦ διαβόλου»· ἵνα μὴ τὰ αὐτὰ ἁμαρτὼν ἐκείνῳ, φησί, τὰ αὐτὰ αὐτῷ κολάζηται. | |
3.4 | Καὶ οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλόν ἐστιν, ἀλλὰ καὶ ἐξ ὧν τῷ πρώτῳ πάντων ἀνθρώπων γενομένῳ συνεβού‐ λευσεν ὁ πονηρὸς δαίμων ἐκεῖνος. Ὥσπερ γὰρ τοῖς ἀγαθοῖς ἔθος ταῦτα τοῖς πλησίον παραινεῖν, δι’ ὧν αὐτοὶ | 122 |
5 | γεγόνασιν ἀγαθοί, οὕτω καὶ τοῖς πονηροῖς ἔθος τοιαῦτα εἰσηγεῖσθαι τοῖς πλησίον, δι’ ὧν αὐτοὶ γεγόνασι φαῦλοι. Ἓν γὰρ καὶ τοῦτο τῆς πονηρίας αὐτῶν εἶδός ἐστιν καὶ παραμυθίαν ἡγοῦνται τῆς οἰκείας κολάσεως τὴν ἑτέρων ἀπώλειαν. Τί οὖν διάβολος συνεβούλευσε τῷ Ἀδάμ; | |
10 | Μείζονα τῆς οἰκείας φύσεως λαβεῖν ἔννοιαν καὶ ἰσοθεΐαν ἐλπίσαι. Εἰ γὰρ ἐμὲ τοῦ οὐρανοῦ τοῦτο, φησίν, ἐξέβαλεν, πολλῷ μᾶλλον τοῦτον τοῦ παραδείσου τὸ αὐτὸ τοῦτο ἐκβαλεῖ. Διὰ τοῦτο καὶ ὁ Σολομῶν ἔλεγεν· «Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται.» Οὐκ εἶπεν ὅτι ὁ Θεὸς | |
15 | ὑπερηφάνους ἀφίησιν καὶ ἐγκαταλιμπάνει καὶ τῆς οἰκείας βοηθείας γυμνοῖ, ἀλλ’ «Ἀντιτάσσεται», φησίν, οὐχ ὅτι παρατάξεως αὐτῷ καὶ μάχης ἔδει πρὸς τὸν ὑπερήφανον· τί γὰρ ὑπερηφάνου γένοιτ’ ἂν ἀσθενέστερον; Ὥσπερ γὰρ ὁ τὰς ὄψεις ἀπολέσας ἅπασι πρόκειται πρὸς τὸ κακῶς | |
20 | παθεῖν, οὕτως ὁ ὑπερήφανος, ὁ μὴ εἰδὼς τὸν Κύριον— «ἀρχὴ γάρ, φησίν, ὑπερηφανίας, τὸ μὴ εἰδέναι τὸν Κύ‐ ριον»—, καὶ ἀνθρώποις εὐάλωτός ἐστιν, τοῦ φωτὸς ἐκπεσὼν ἐκείνου. Εἰ δὲ ἰσχυρὸς ἦν, οὐκ ἂν παρατάξεως ἐδέησε τῷ Θεῷ πρὸς αὐτόν· ᾧ γὰρ ἡ βούλησις ἤρκεσε | |
25 | πρὸς τὸ πάντα παραγαγεῖν, πολλῷ μᾶλλον καὶ πρὸς τὴν ἀναίρεσιν αὐτῶν ἤρκεσεν ἄν. Τίνος οὖν ἕνεκεν, φησίν, ἀντιτάσσεται; Ἵνα τὸ σφοδρὸν τῆς ἀπεχθείας ἐνδείξηται | |
τῆς πρὸς τὸν ὑπερήφανον. Ὅτι μὲν οὖν χαλεπὸν τὸ τραῦμα τὸ ὑπερηφανίας καὶ ἐκ | 124 | |
30 | τούτων, καὶ ἀλλαχόθεν πολλαχόθεν δῆλον. Εἰ δὲ βούλεσθε, καὶ τὴν αἰτίαν αὐτὴν μάθωμεν, ἀφ’ ἧς τὸ ἕλκος ἐγένετο. Καὶ γὰρ ἔθος τῇ Γραφῇ, ἐπειδὰν μέλλῃ τινὸς κατηγορεῖν, μὴ τὴν ἁμαρτίαν αὐτοῦ λέγειν μόνον, ἀλλὰ καὶ αἰτίαν τῆς ἁμαρτίας διδάσκειν ἡμᾶς· ποιεῖ δὲ τοῦτο, | |
35 | τοὺς ὑγιαίνοντας ἀσφαλεστέρους κατασκευάζουσα πρὸς τὸ μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Οὕτω καὶ ἰατροί, πρὸς τοὺς κάμνοντας εἰσιόντες, καὶ πρὸ τῶν νοσημάτων ἀνιχνεύουσι τὰς πηγάς, ὥστε ἄνωθεν ἀναστεῖλαι τὸ κακόν· ὁ γάρ, τῆς ῥίζης μενούσης, τὰ βλαστήματα ἐκτέμνων μόνον, οὐδὲν | |
40 | ἕτερον ἢ ματαιοπονεῖ. Ποῦ οὖν ἡ Γραφὴ καὶ τὴν ἁμαρτίαν καὶ τὴν αἰτίαν τῆς ἁμαρτίας εἶπεν; Κατηγορεῖ τῶν πρὸ τοῦ κατακλυσμοῦ γενομένων ἐπὶ ταῖς οὐ προσηκούσαις ἐπιμιξίαις· καὶ ἄκουσον πῶς τίθησι τὴν αἰτίαν· «Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί | |
45 | εἰσιν, ἔλαβον αὐτὰς ἑαυτοῖς εἰς γυναῖκας.» Τί οὖν, τὸ κάλλος τῆς ἁμαρτίας αἴτιον; Μὴ γένοιτο· τῆς γὰρ Θεοῦ σοφίας ἔργον ἐστίν· Θεοῦ δὲ ἔργον οὐκ ἄν ποτε γένοιτο πονηρίας αἴτιον. Ἀλλὰ τὸ ἰδεῖν; Οὐδὲ τοῦτο· καὶ γὰρ καὶ τοῦτο τῆς φύσεως ἔργον ἐστίν. Ἀλλὰ τί; Τὸ κακῶς ἰδεῖν· | |
3.4(50) | τοῦτο γὰρ προαιρέσεως διεφθαρμένης ἐστίν. Διὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· «Μὴ καταμάνθανε κάλλος ἀλλότριον.» Οὐκ εἶπεν· Μὴ ἴδῃς· συμβαίνει γὰρ καὶ ἀπὸ τοῦ αὐτομάτου τοῦτο γενέσθαι· ἀλλά «Μὴ καταμάνθανε», φησίν, τὴν ἐκ μελέτης κατανόησιν, τὴν περίεργον ὄψιν, | |
55 | τὴν μετὰ διατριβῆς θεωρίαν, τὴν ἀπὸ ψυχῆς διεφθαρμένης καὶ ἐπιθυμούσης ἀναιρῶν. Καὶ τί, φησίν, ἐκ τούτου γένοιτ’ | |
ἂν βλάβος; «Ἐκ τούτου, φησί, φιλία ὡς πῦρ ἀνακαίεται.» Καθάπερ γὰρ τὸ πῦρ, ἐπειδὰν χόρτου τινὸς ἢ καλάμης ἐπιλάβηται, οὐκ ἀναμένει χρόνον τινά, ἀλλ’ ὁμοῦ τε ἥψατο | 126 | |
60 | τῆς ὕλης, καὶ λαμπρὰν ἀνῆψε τὴν φλόγα· οὕτω καὶ τὸ πῦρ τῆς ἐπιθυμίας τῆς ἐν ἡμῖν, ἐπειδὰν διὰ τῶν ὀφθαλμῶν ὄψεως εὐειδοῦς καὶ λαμπρᾶς ἅψηται, εὐθέως τὰς τῶν ὁρώντων ἐμπίπρησι ψυχάς. Μὴ τοίνυν τὴν πρόσκαιρον ἴδῃς ἡδονήν, τὴν ἀπὸ τῆς θεωρίας, ἀλλὰ τὴν διηνεκῆ | |
65 | σκόπησον ὀδύνην, τὴν ἀπὸ τῆς ἐπιθυμίας. Ἡ μὲν γὰρ μέγα τραῦμα ἐνθεῖσα ἀπεπήδησε πολλάκις· τὸ δὲ τραῦμα οὐκ ἀποπηδᾷ, ἀλλὰ μένει καὶ ἀπόλλυσιν. Καὶ καθάπερ ἔλαφος δεξαμένη βέλος ἐν καιρίῳ τοῦ σώματος, κἂν ἐκφύγῃ τῶν θηρατῶν τὰς χεῖρας, οὐδὲν κερδαίνει λοιπόν, | |
70 | οὕτω καὶ ψυχὴ δεξαμένη βέλος ἐπιθυμίας ἐξ ἀκολάστου καὶ περιέργου θεωρίας, κἂν τὸ βέλος ἀφεῖσα ἀπέλθῃ, αὐτὴ διαφθείρεται καὶ ἀπόλλυται, πανταχοῦ τὸν πολέμιον ὁρῶσα καὶ ἑπόμενον ἔχουσα. Ἀλλ’ ὅπερ ἔλεγον—οὐ γὰρ δεῖ μακρὰς συγχωρεῖν τοῦ | |
75 | λόγου ποιεῖσθαι τὰς ἐκτροπάς—, ὅτι ἡ Γραφὴ καὶ τὰ ἁμαρτήματα καὶ τὰς αἰτίας αὐτῶν λέγειν εἴωθεν· ἄκουε γοῦν καὶ ἐνταῦθα τί φησι περὶ τοῦ Ὀζίου. Οὐ γὰρ ὅτι ὑψώθη ἡ καρδία αὐτοῦ, τοῦτο μόνον ἡμᾶς ἐδίδαξεν, ἀλλὰ καὶ πόθεν ὑψώθη προσέθηκεν. Πόθεν οὖν ὑψώθη; «Ἡνίκα | |
80 | ἴσχυσεν, φησίν, ὑψώθη ἡ καρδία αὐτοῦ.» Οὐκ ἤνεγκε τῆς δυναστείας τὸ μέγεθος, ἀλλ’ ὥσπερ ἐξ ἀδηφαγίας μὲν γίνεται φλεγμονή, ἐκ φλεγμονῆς δὲ τίκτεται πυρετός, εἶτα ἐκεῖθεν θάνατος πολλάκις, οὕτω καὶ ἐνταῦθα ἀπὸ τῆς πολλῆς τῶν πραγμάτων περιβολῆς ἀπόνοια γέγονεν. Ὅπερ | |
85 | γὰρ ἐπὶ τῶν σωμάτων φλεγμονή, τοῦτο ἐπὶ τῶν ψυχῶν ἀπόνοια. Εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων αὐτῷ πραγμάτων. | 128 |
3.5 | Ταῦτα οὐχ ἁπλῶς μηκύνομεν, ἀλλ’ ἵνα μηδέποτε ζηλωτοὺς εἶναι νομίζητε[, μηδὲ μακαρίζητε] τοὺς ἐν δυναστείαις ὄντας, εἰδότες ὅσον τοῦ πράγματος τὸ ἐπισφαλές, ἵνα μηδέποτε τοὺς ἐν πενίᾳ καὶ ταλαιπωρίᾳ | |
5 | ἀθλίους ἡγῆσθε, εἰδότες ὅτι πλείων ἐντεῦθεν ἡ ἀσφάλεια. Δι’ ὃ καὶ ὁ προφήτης ἐβόα λέγων· «Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με.» Ὅρα γοῦν ὅσον ἐκ τοῦ ὕψους γέγονε τὸ κακόν. «Ὑψώθη ἡ καρδία αὐτοῦ ἕως τοῦ διαφθεῖραι», φησίν. Τί ἐστιν; «Ἕως τοῦ διαφθεῖραι;» Τῶν | |
10 | πονηρῶν λογισμῶν οἱ μὲν οὐδὲ ὅλως ἡμῶν ἐπιβαίνουσι τῆς ψυχῆς, ἂν πολλῇ περιφράξωμεν ἑαυτοὺς ἀσφαλείᾳ· οἱ δὲ τίκτονται μὲν ἔνδον, ῥᾳθυμησάντων δὲ ἡμῶν, καὶ βλαστάνουσιν· ἂν δὲ προληφθῶσιν, ἀποπνίγονται ταχέως καὶ καταχώννυνται. Ἄλλοι καὶ τίκτονται καὶ αὐξάνονται | |
15 | καὶ πρὸς τὰς πονηρὰς ἐκβαίνουσι πράξεις καὶ πᾶσαν ἡμῶν τῆς ψυχῆς τὴν ὑγίειαν διαφθείρουσιν, ὅταν ἐν πολλῇ γενώμεθα ῥᾳθυμίᾳ. Τοῦτο οὖν ἔστιν ὅπερ λέγει «Ὑψώθη ἡ καρδία αὐτοῦ»· καὶ οὐκ ἔμεινεν ἔνδον ἡ ἀπόνοια, οὐδὲ κατεσβέσθη, ἀλλ’ ἐξεπήδησεν, καὶ πρὸς ἔργον ἐλθοῦσα | |
20 | πονηρόν, πᾶσαν αὐτοῦ διέφθειρε τὴν ἀρετήν. Τὸ μὲν οὖν μακάριον, μηδὲ ὅλως δέξασθαι τὸν πονηρὸν λογισμόν· ὅπερ οὖν καὶ ὁ προφήτης ἔλεγεν· «Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου.» Καὶ οὐκ εἶπεν· Ὑψώθη μέν, κατέστειλα δὲ αὐτήν, ἀλλ’ Οὐδὲ τὴν ἀρχὴν ὑψώθη, τουτέστιν, ἄβατον | |
25 | διὰ παντὸς ἐτήρησα τῇ κακίᾳ τὴν ψυχήν. Τὸ μὲν οὖν μακάριον, τοῦτο· τὸ δὲ μετ’ ἐκεῖνο, ἐπεισελθόντας τοὺς λογισμοὺς ταχέως ἀπώσασθαι καὶ μὴ συγχωρῆσαι ἐνδιατρῖψαι πλέον, ὥστε μὴ πονηρὰν ἐν ἡμῖν ἐργάσασθαι τὴν νομήν. Εἰ δὲ καὶ μέχρι τούτου ῥᾳθυμήσαιμεν, ἔστι διὰ | 130 |
30 | τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καὶ ταύτης τῆς ῥᾳθυμίας παραμυθία, καὶ πολλὰ παρὰ τῆς ἀγαθότητος ἐκείνης τῆς ἀφάτου καὶ μεγάλης τοῖς τοιούτοις τραύμασι κατεσκεύασται τὰ φάρμακα. Ἀλλὰ φέρε λοιπὸν τὸν λόγον καταπαύσωμεν, ἵνα μὴ | |
35 | τοῦτο, ὅπερ ἐδείσαμεν ἐν ἀρχῇ, γένηται νῦν καὶ τὸ πλῆθος λυμήνηται τὴν μνήμην ὑμῶν. Δι’ ὃ καὶ διὰ βραχέων ἀνακεφαλαιώσασθαι τὰ εἰρημένα ἀναγκαῖόν ἐστιν. Οὕτω γὰρ καὶ αἱ μητέρες ποιοῦσιν· ἐπειδὰν ὀπώρας ἢ τραγήματα ἤ τι τοιοῦτον εἰς τὸν παιδικὸν ἐμβάλωσι κόλπον, ὥστε μὴ | |
40 | τῇ ῥᾳθυμίᾳ τῶν παιδίων ἐκπεσεῖν τι τῶν δοθέντων αὐτοῖς, περιστείλασαι πάντοθεν τὸν χιτωνίσκον ὑποβάλλουσι τῇ τῆς ζώνης ἀσφαλείᾳ. Τοῦτο καὶ ἡμεῖς ποιήσωμεν, εἰς μῆκος ἐκταθέντα τὸν λόγον συστείλωμεν καὶ τῇ τῆς μνήμης παρακαταθώμεθα φυλακῇ. Ἠκούσατε πῶς οὐδὲν | |
45 | ἡμᾶς πρὸς ἐπίδειξιν ἀνθρώπων χρὴ ποιεῖν καὶ πόσον ῥᾳθυμία κακόν, πῶς καὶ τὸν ἐν ἀκριβεῖ ζῶντα βίῳ ῥᾳδίως ὑπεσκέλισεν. Ἔγνωτε πόσης ἡμῖν δεῖ τῆς σπουδῆς, καὶ μάλιστα πρὸς αὐτὰ τοῦ βίου τὰ τέλη, καὶ πῶς οὔτε ἀπογινώσκειν ἐπὶ τοῖς παραπτώμασι τὸν μεταβαλλόμενον, | |
3.5(50) | οὔτε θαρρεῖν ἐπὶ τοῖς κατορθώμασι τὸν ῥᾳθυμήσαντα χρή. Διελέχθημεν περὶ διαφορᾶς ἁμαρτημάτων ὑμῖν, περὶ τοῦ μὴ κεχηνέναι πρὸς τὰ λαμπρὰ τῶν σωμάτων καὶ πόσον ἐκ | |
τούτου κακὸν ἐδείξαμεν. Τὰ περὶ ἀπονοίας εἰρημένα ὑμῖν μέμνησθε, τὰ περὶ τῶν πονηρῶν λογισμῶν. Ταῦτα | 132 | |
55 | φυλάσσοντες ἀναχωρήσωμεν οἴκαδε· μᾶλλον δὲ ταῦτα φυλάσσοντες δεξώμεθα καὶ τὴν τελειοτέραν τοῦ καλοῦ διδασκάλου παραίνεσιν. Τὰ μὲν γὰρ ἡμέτερα, οἷα ἂν εἴη, ἔχει τὰ τῆς νεότητος δείγματα· τὰ δὲ τούτου, οἷα ἂν ᾖ, πολιῷ κεκόσμηται τῷ φρονήματι. Καὶ τὰ μὲν ἡμέτερα | |
60 | προσέοικε ῥύακι ῥοιζηδὸν φερομένῳ· τὰ δὲ τούτου προσ‐ έοικε πηγῇ ποταμοὺς ἀφιείσῃ μεθ’ ἡσυχίας πολλῆς, ἐλαίου μᾶλλον ἢ ὑδάτων μιμουμένῃ τὸν δρόμον. Δεξώμεθα οὖν τὰ νάματα, ἵνα γένηται ἐν ἡμῖν «πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον»· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, | |
65 | χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 134 | |
4t | Εἰς τὸ ῥητὸν τοῦ προφήτου Ἡσαΐου τὸ λέγον· «Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασι‐ λεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», καὶ ἔπαινος τῆς πόλεως τῆς | |
5 | Ἀντιοχείας, καὶ κατὰ κωλυόντων τὸν γάμον ἔνθεος ἀπόδειξις. | |
4.1 | Λαμπρὸν ἡμῖν τήμερον τὸ θέατρον γέγονε καὶ φαιδρὸς ὁ σύλλογος. Τί ποτε ἄρα τὸ αἴτιον; Τῶν χθὲς σπερμάτων καρπὸς ὁ σήμερον θερισμός. Χθὲς ἐφυτεύ‐ σαμεν καὶ σήμερον τρυγῶμεν. Οὐ γὰρ γῆν ἄψυχον | |
5 | γεωργοῦμεν, ἵνα βραδύνῃ, ἀλλὰ ψυχὰς λογικάς. Οὐκ ἔστι φύσις ἡ μέλλουσα, ἀλλὰ χάρις ἡ ταχύνουσα. Εὔτακτος ἡμῖν ὁ λαός, φιλήκοος ὁ δῆμος. Χθὲς ἐκλήθησαν καὶ σήμερον στεφανοῦνται. Τῆς χθὲς παραινέσεως καρπὸς ἡ σήμερον ὑπακοή. Διὰ τοῦτο καὶ ἡμεῖς μετὰ προθυμίας τὰ | |
10 | σπέρματα καταβάλλομεν, ὅτι καθαρὰν ὁρῶμεν τὴν ἄρουραν οὐδαμοῦ ἄκανθαν ἀποπνίγουσαν, οὐδὲ ὁδὸν πα‐ τουμένην, οὐδὲ πέτραν ἄγονον, ἀλλὰ βαθεῖάν τινα καὶ | |
λιπαρὰν χώραν, ὁμοῦ δεχομένην τὰ σπέρματα καὶ τὸν στάχυν ἡμῖν παρέχουσαν. Ταῦτα λέγω καὶ ἀεὶ λέγων οὐ | 136 | |
15 | παύσομαι· ὅτι ἐγκώμιον τῆς πόλεως τῆς ἡμετέρας, οὐχ ὅτι σύγκλητον ἔχει καὶ ὑπάτους ἀριθμεῖν ἔχομεν, οὐδ’ ὅτι ἀνδριάντας πολλούς, οὐδ’ ὅτι ὠνίων ἀφθονίαν, οὐδ’ ὅτι θέσεως ἐπιτηδειότητα· ἀλλ’ ὅτι δῆμον ἔχει φιλήκοον καὶ ναοὺς Θεοῦ πεπληρωμένους, καὶ ἡ Ἐκκλησία μᾶλλον | |
20 | τρυφᾷ καθ’ ἑκάστην ἡμέραν λόγον ῥέοντα καὶ πόθον οὐδέποτε κορεννύμενον. Ἡ γὰρ πόλις οὐκ ἀπὸ τῶν οἰκο‐ δομῶν, ἀλλὰ ἀπὸ τῶν ἐνοίκων θαυμάζεται. Μή μοι λέγε ὅτι ἡ Ῥωμαίων πόλις μεγάλη τῷ μεγέθει· ἀλλὰ δεῖξόν μοι ἐκεῖ οὕτω λαὸν φιλήκοον. Ἐπεὶ καὶ τὰ Σόδομα πύργους | |
25 | εἶχεν, ἡ δὲ καλύβη τὸν Ἀβραάμ· ἀλλ’ ἐλθόντες οἱ ἄγγελοι τὰ μὲν Σόδομα παρέδραμον, ἐπὶ δὲ τὴν καλύβην κατήχθη‐ σαν. Οὐ γὰρ οἴκων περιφάνειαν ἐζήτουν, ἀλλὰ ψυχῆς ἀρετὴν περιῄεσαν. Οὕτω δὴ καὶ ἄλλως ἡ ἔρημος εἶχε τὸν Ἰωάννην, ἡ δὲ πόλις τὸν Ἡρώδην· διὰ τοῦτο ἔρημος | |
30 | πόλεως εὐγνωμονεστέρα. Τί δήποτε; Ὅτι οὐκ ἐν τοῖς κτίσμασιν ἡ προφητεία. Ταῦτα δὲ λέγω, ἵνα μηδέποτε πόλιν ἐγκωμιάσωμεν ἀπὸ πραγμάτων καταλυομένων. Τί μοι λέγεις οἰκοδομήματα καὶ κίονας; Ταῦτα τῷ παρόντι συγκαταλύεται βίῳ. Εἴσελθε εἰς ἐκκλησίαν καὶ βλέπε τῆς | |
35 | πόλεως τὴν εὐγένειαν. Εἴσελθε καὶ βλέπε πένητας ἐκ μεσο‐ | |
νυκτίων μέχρι τῆς ἡμέρας παραμένοντας, βλέπε παννυχί‐ δας ἱερὰς ἡμέρᾳ καὶ νυκτὶ συναφθείσας, βλέπε δῆμον φιλόχριστον, οὔτε ἐν ἡμέρᾳ τὴν ἀνάγκην τῆς πενίας φοβουμένους, οὔτε ἐν νυκτὶ τὴν τυραννίδα τοῦ ὕπνου. | 138 | |
40 | Μεγάλη πόλις καὶ μητρόπολις τῆς οἰκουμένης. Πόσοι ἐπίσκοποι, πόσοι διδάσκαλοι ἦλθον ἐνταῦθα καὶ παιδευ‐ θέντες παρὰ τοῦ λαοῦ ἀναχωροῦσι καὶ τὸν νόμον τὸν ἔμφυτον ἐντεῦθεν μεταφυτεῦσαι παρασκευάζονται; Ἐὰν λέγῃς μοι ἀξιώματα καὶ χρημάτων περιουσίαν, ἀπὸ τῶν | |
45 | φύλλων τὸ δένδρον ἐπαινεῖς καὶ οὐκ ἀπὸ τοῦ καρποῦ. Ταῦτα δὲ λέγω οὐ κολακεύων ὑμῶν τὴν ἀγάπην, ἀλλὰ τὴν ἀρετὴν ὑμῶν ἀνακηρύττων. Μακάριος ἐγὼ δι’ ὑμᾶς, μακά‐ ριοι ὑμεῖς δι’ ἑαυτούς. Μακάριος ὁ λέγων εἰς ὦτα ἀκουόντων· οὕτως ἐγὼ μακάριος ἐγενόμην. «Μακάριοι οἱ | |
4.1(50) | πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην.» Ἰδὲ πῶς ὑμεῖς μακάριοι δι’ ἑαυτοὺς ἐγένεσθε. Μακάριος ἀνὴρ λόγων ἐρῶν πνευματικῶν. Τοῦτο διίστησιν ἡμᾶς τῶν ἀλόγων. Οὐ γὰρ δὴ ἡ τοῦ σώματος ἀναλογία, οὐδὲ τὸ τρέφεσθαι, οὐδὲ τὸ πίνειν, οὐδὲ τὸ νέμεσθαι, οὐδὲ τὸ ζῇν· ταῦτα γὰρ ἡμῖν | |
55 | ἅπαντα κοινὰ πρὸς τὰ ἄλογα· ἀλλὰ τί διέστηκεν ἄνθρω‐ πος τῶν ἀλόγων; Τῷ λόγῳ· διὰ τοῦτο καὶ λογικὸν ζῶόν ἐστιν ὁ ἄνθρωπος. Ὥσπερ γὰρ τρέφεται τὰ σώματα, οὕτω τρέφεται καὶ ἡ ψυχή· ἀλλὰ τὸ μὲν σῶμα ἄρτῳ, ἡ δὲ ψυχὴ | |
λόγῳ. Εἰπέ μοι· Ἂν οὖν ἴδῃς ἄνθρωπον λίθον ἐσθίοντα, | 140 | |
60 | ἆρα ἂν εἴποις ἄνθρωπον εἶναι; Οὕτως ἂν ἴδῃς μὴ λόγῳ τρεφόμενον, ἀλλ’ ἀλογίᾳ, ἐρεῖς· Οὗτος καὶ τὸ εἶναι ἄνθρωπος ἀπώλεσεν· ἡ γὰρ ἀνατροφὴ δείκνυσι τοῦ ἀνθρώπου τὴν εὐγένειαν. Ἐπειδὴ τοίνυν τὸ θέατρον ἡμῖν πεπλήρωται καὶ πάλιν | |
65 | ἡ θάλασσα ἡ κυμαινομένη καὶ γαλήνης γέμουσα καὶ πάλιν τὸ πέλαγος τὸ χειμαζόμενον καὶ ἑστηκός, φέρε δὴ τὸ πλοῖον ἑλκύσωμεν, ἀντὶ τοῦ ἱστίου τὴν γλῶτταν ἀναπετά‐ σαντες, ἀντὶ τοῦ ζεφύρου τοῦ Πνεύματος τὴν χάριν καλέ‐ σαντες, ἀντὶ τοῦ αὐχένος καὶ πηδαλίου τῷ σταυρῷ χρώμε‐ | |
70 | νοι κυβερνήτῃ. Ἡ θάλασσα μὲν γὰρ ἔχει ἁλμυρὰ ὕδατα, ἐνταῦθα δὲ ὕδωρ ζῶν. Ἐκεῖ ἄλογα ζῷα, ἐνταῦθα δὲ ψυχαὶ λογικαί· ἐκεῖ οἱ πλέοντες ἀπὸ θαλάσσης εἰς γῆν, ἐνταῦθα δὲ οἱ πλέοντες ἀπὸ γῆς εἰς οὐρανὸν ὁρμίζονται· ἐκεῖ πλοῖα, ἐνταῦθα δὲ λόγοι πνευματικοί· ἐκεῖ σανίδες ἐν τῷ | |
75 | πλοίῳ, ἐνταῦθα δὲ λόγων συγκροτήματα· ἐκεῖ ἱστίον, ἐνταῦθα δὲ γλῶττα· ἐκεῖ ζεφύρου αὔρα, ἐνταῦθα δὲ Πνεύ‐ ματος ἐπιδημία· ἐκεῖ ἄνθρωπος κυβερνήτης, ἐνταῦθα δὲ κυβερνήτης ὁ Χριστός. Διὰ δὴ τοῦτο τὸ πλοῖον χειμάζε‐ ται, ἀλλ’ ὑποβρύχιον οὐ γίνεται. Ἠδύνατο μὲν γὰρ καὶ ἐν | |
80 | γαλήνῃ πλεῖν, ἀλλ’ οὐκ ἀφῆκεν ὁ κυβερνήτης, ἵνα καὶ τῶν πλεόντων τὴν ὑπομονὴν ἴδῃς καὶ τοῦ κυβερνῶντος τὴν σύνεσιν ἀκριβῶς καταμάθῃς. | |
4.2 | Ἀκουέτωσαν Ἕλληνες, ἀκουέτωσαν Ἰουδαῖοι τὰ κατορθώματα ἡμῶν καὶ τὴν προεδρίαν τῆς Ἐκκλησίας. Ὑπὸ πόσων ἐπολεμήθη ἡ Ἐκκλησία, ἀλλ’ οὐδέποτε ἐνι‐ | |
κήθη; πόσοι τύραννοι; πόσοι στρατηγοί; πόσοι βασιλεῖς; | 142 | |
5 | Αὔγουστος, Τιβέριος, Γάϊος, Κλαύδιος, Νέρων, ἄνθρωποι λόγοις τετιμημένοι, δυνατοί, τοσαῦτα ἐπολέμησαν ἀκμὴν νεάζουσαν, ἀλλ’ οὐκ ἐξερρίζωσαν· ἀλλ’ οἱ μὲν πολε‐ μήσαντες σεσίγηνται καὶ λήθῃ παραδέδονται, ἡ δὲ πολε‐ μηθεῖσα τὸν οὐρανὸν ὑπεραίρει. Μὴ γάρ μοι τοῦτο ἴδῃς | |
10 | ὅτι ἐν γῇ ἕστηκεν ἡ Ἐκκλησία, ἀλλ’ ὅτι ἐν οὐρανῷ πολι‐ τεύεται; Πόθεν τοῦτο δῆλον; Δείκνυσι τῶν πραγμάτων ἡ ἀπόδειξις. Ἐπολεμήθησαν ἕνδεκα μαθηταὶ καὶ ἡ οἰκου‐ μένη ἐπολέμει· ἀλλ’ οἱ πολεμηθέντες ἐνίκησαν καὶ οἱ πολεμήσαντες ἀνῃρέθησαν· τὰ πρόβατα τῶν λύκων περιε‐ | |
15 | γένοντο. Εἶδες ποιμένα τὰ πρόβατα ἐν μέσῳ τῶν λύκων ἀποστέλλοντα, ἵνα μηδὲ τῇ φυγῇ τὴν σωτηρίαν πορί‐ σωνται; Ποῖος ποιμὴν τοῦτο ἐργάζεται; Ἀλλ’ ὁ Χριστὸς τοῦτο ἐποίησεν, ἵνα σοι δείξῃ ὅτι οὐ κατὰ ἀκολουθίαν τῶν πραγμάτων, ἀλλ’ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν τὰ κατορθώ‐ | |
20 | ματα γίνεται. Ἡ γὰρ Ἐκκλησία οὐρανοῦ μᾶλλον ἐρρί‐ ζωται. Ἀλλ’ ἴσως ἀπόνοιάν μου καταγινώσκει ὁ Ἕλλην· ἀλλ’ ἀναμενέτω τῶν πραγμάτων τὴν ἀπόδειξιν καὶ μανθα‐ νέτω τῆς ἀληθείας τὴν ἰσχύν. Πῶς; εὐκολώτερον τὸν ἥλιον σβεσθῆναι ἢ τὴν Ἐκκλησίαν ἀφανισθῆναι. Τίς | |
25 | ταῦτα, φησίν, ὁ κηρύττων; Ὁ θεμελιώσας αὐτήν· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Ταῦτα οὐ μόνον εἶπεν, ἀλλὰ καὶ ἐπλή‐ ρωσεν· διὰ τί γὰρ μᾶλλον οὐρανοῦ μείζονα αὐτὴν ἐθε‐ | |
μελίωσεν; Οὐρανοῦ γὰρ τιμιωτέρα ἡ Ἐκκλησία. Διὰ τί | 144 | |
30 | οὐρανός; Διὰ τὴν Ἐκκλησίαν, οὐχ ἡ Ἐκκλησία διὰ τὸν οὐρανόν. Ὁ οὐρανὸς δὲ διὰ τὸν ἄνθρωπον, οὐκ ἄνθρωπος διὰ τὸν οὐρανόν. Καὶ ἐξ ὧν αὐτὸς ἐποίησεν, δῆλον. Οὐράνιον γὰρ σῶμα οὐκ ἀνέλαβεν ὁ Χριστός. Ἀλλ’ ἵνα μὴ μηκύναντες τὸν λόγον, πάλιν χρεωσταὶ ἀναχωρήσωμεν | |
35 | σήμερον—ἴστε γὰρ ὅσαπερ χθὲς ὑπεσχόμεθα—, καταβα‐ λεῖν ἕτοιμοι σήμερον. Διὰ γὰρ τοὺς ἀπολειφθέντας ἀνεβα‐ λόμην. Ἐπειδὴ οὖν οἱ ἀπολειφθέντες τὰ ἑαυτῶν ἐπλήρω‐ σαν καὶ τὴν παρουσίαν ἡμῖν τὴν ἑαυτῶν ἐχαρίσαντο πεπληρωμένην τράπεζαν τῶν ἀναλωμάτων, φέρε δή, τὰ | |
40 | ὄψα παραθῶμεν, ὄψα οὐχ ἕωλα· εἰ γὰρ καὶ χθεσινὰ ἦν, ἀλλ’ οὐ γίνονται ἕωλα. Τί δήποτε; Οὐκ ἔστι κρέα, ἵνα διαφθαρῇ, ἀλλὰ νοήματα διηνεκῶς ἀνθοῦντα. Τὰ μὲν γὰρ κρέα φθείρεται· σῶμα γάρ ἐστιν· τὰ δὲ νοήματα μένοντα εὐωδέστερα καθίστανται. | |
45 | Τί οὖν ἦν, ἃ χθὲς εἰρήκαμεν; Καὶ γὰρ καὶ ἡμεῖς χθὲς ἀπελαύσαμεν τραπέζης καὶ οἱ ἀπολειφθέντες οὐκ ἐζη‐ μιώθησαν. «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου.» Τίς ταῦτά φησιν; Ἡσαΐας, ὁ | |
4.2(50) | θεωρὸς τῶν Σεραφίμ, ὁ γάμῳ ὁμιλήσας καὶ τὴν χάριν μὴ | |
σβέσας. Καὶ προσεσχήκατε τῷ προφήτῃ, ἀλλ’ ἀκούσατε τοῦ προφήτου καὶ σήμερον· «Ἔξελθε, σὺ καὶ Ἰασοὺφ ὁ υἱός σου.» Ἀναγκαῖον καὶ ταῦτα μὴ παραδραμεῖν. «Ἔξελθε, σὺ καὶ ὁ υἱός σου.» Υἱὸν εἶχεν ὁ προφήτης; | 146 | |
55 | Οὐκοῦν εἰ υἱόν, καὶ γυναῖκα, ἵνα μάθῃς ὅτι οὐ φαῦλον ὁ γάμος, ἀλλὰ κακὸν ἡ πορνεία. Ἀλλ’ ἐπειδὴ πολλοῖς τισι διαλεγόμεθα καὶ λέγομεν· Διὰ τί μὴ ὀρθῶς ζῇς, διὰ τί μὴ τὸν βίον ἀκριβῆ ἐπιδείκνυσαι; Πῶς δύναμαι, φησίν, ἐὰν μὴ ἀποτάξωμαι γυναικί, ἐὰν μὴ ἀποτάξωμαι παιδίοις, ἐὰν | |
60 | μὴ ἀποτάξωμαι πράγμασιν; Διὰ τί; Μὴ κώλυμα ὁ γάμος; βοηθός σοι δέδοται ἡ γυνή, μὴ ἐπίβουλος. Ὁ προφήτης οὐ γυναῖκα εἶχεν; Καὶ οὐκ ἐγένετο κώλυμα τοῦ Πνεύ‐ ματος ὁ γάμος· ἀλλὰ καὶ ὡμίλει τῇ γυναικὶ καὶ προφήτης ἦν. Ὁ Μωϋσῆς οὐ γυναῖκα εἶχεν; Ἀλλ’ ὅμως καὶ πέτρας | |
65 | διέρρηξεν καὶ ἀέρα μετέβαλεν καὶ Θεῷ διελέγετο καὶ θεήλατον ὀργὴν ἀνέστειλεν. Ὁ Ἀβραὰμ οὐχὶ γυναῖκα εἶχεν; Καὶ πατὴρ ἐγένετο ἐθνῶν πολλῶν καὶ τῆς Ἐκκλη‐ σίας· τὸν γὰρ Ἰσαὰκ υἱὸν εἶχεν. Οὐχ οὗτος αὐτῷ ἐγένετο κατορθωμάτων ὑπόθεσις; Οὐκ ἀνήνεγκε τὸ παιδίον, τὸν | |
70 | καρπὸν τοῦ γάμου; οὐκ ἐγένετο καὶ πατὴρ καὶ φιλό‐ θεος; οὐκ ἦν ἰδεῖν ἱερέα ἐξ οἰκείων σπλάγχνων γενό‐ | |
μενον; ἱερέα καὶ πατέρα; φύσιν νικωμένην καὶ εὐλάβειαν κρατοῦσαν; σπλάγχνα πατούμενα καὶ κατορθώματα εὐσεβῆ περιγινόμενα; καὶ τὸν πατέρα λυόμενον καὶ φιλόθεον | 148 | |
75 | στεφανούμενον; οὐκ εἶδες ὅλον φιλόπαιδα καὶ φιλόθεον; μήτι ἐκώλυσεν ὁ γάμος; Τί δαί; ἡ μήτηρ τῶν Μακ‐ καβαίων οὐχὶ γυνὴ ἦν; οὐχὶ ἑπτὰ δέδωκεν παῖδας τὸν χορὸν τῶν ἁγίων; οὐκ εἶδεν αὐτοὺς μαρτυρήσαντας; οὐχ εἱστήκει καθάπερ ὄρος μὴ σαλευομένη; οὐχ εἱστήκει καθ’ | |
80 | ἕκαστον αὐτῶν μαρτυροῦσα, καὶ μήτηρ μαρτύρων καὶ ἑπτάκις ἐμαρτύρησεν; Βασανιζομένων γὰρ ἐκείνων, αὐτὴ τὴν πληγὴν ἐδέχετο. Οὐδὲ γὰρ ἀπαθῶς οὕτω τὰ γινόμενα ἔφερεν· μήτηρ γὰρ ἦν καὶ τῆς φύσεως ἡ ὕβρις τὴν οἰκείαν δύναμιν ἐπεδείκνυτο· ἀλλ’ οὐκ ἐνικᾶτο. Θάλασσα | |
85 | γὰρ ἦν καὶ κύματα· ἀλλ’ ὥσπερ ἡ θάλασσα μαινομένη καταλύεται, οὕτω καὶ ἡ φύσις ἐγειρομένη τῷ φόβῳ τοῦ Θεοῦ ἐχαλινοῦτο. Πῶς αὐτοὺς ἤλειψεν; πῶς αὐτοὺς ἔθρε‐ ψεν; πῶς ἑπτὰ ναοὺς τῷ Θεῷ παρέστησεν, ἀνδριάντας χρυσοῦς, μᾶλλον δὲ καὶ χρυσοῦ τιμιωτέρους; | |
4.3 | Οὐδὲ γὰρ τοιοῦτον ἀπολάμπει χρυσός, οἷον ψυχὴ μαρτύρων. Εἱστήκει ὁ τύραννος καὶ ὑπὸ μιᾶς γυναικὸς ἡττώμενος ἀνεχώρει. Ἐκεῖνος ὅπλοις ἐπολιόρκει καὶ αὕτη προθυμίᾳ | |
5 | περιεγένετο· ἐκεῖνος κάμινον ἀνῆψεν καὶ αὕτη τὴν ἀρετὴν τοῦ Πνεύματος· ἐκεῖνος στρατόπεδον ἐκίνει καὶ αὕτη πρὸς ἀγγέλους μεθωρμίζετο· ἑώρα κάτω τὸν τύραννον καὶ ἐνενόει τὸν ἄνω βασιλεύοντα· ἑώρα τὰς κάτω βασάνους καὶ ἠρίθμει τὰ ἄνω βραβεῖα· ἑώρα τὴν | |
10 | παροῦσαν κόλασιν καὶ ἐνενόει τὴν μέλλουσαν ἀθανασίαν. | |
[Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· «Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.»] Μή τι κώλυμα ὁ γάμος ἐγένετο; Τί δαὶ ὁ Πέτρος, ἡ κρηπὶς τῆς Ἐκκλη‐ σίας, ὁ μανικὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ ἀπαίδευτος τῷ | 150 | |
15 | λόγῳ καὶ ῥητόρων περιγενόμενος, ὁ ἀμαθὴς καὶ φιλο‐ σόφων ἀποφράξας στόματα, ὁ τὴν ἑλληνικὴν θρησκείαν καθάπερ ἀράχνην διαλύσας, ὁ τὴν οἰκουμένην περιδρα‐ μών, ὁ σαγηνεύσας τὴν θάλασσαν καὶ ἁλιεύσας τὴν οἰκου‐ μένην, οὐκ εἶχε καὶ οὗτος γυναῖκα; Ναί, εἶχεν. Ὅτι δὲ | |
20 | ἔσχεν, ἄκουσον τοῦ εὐαγγελιστοῦ. Τί δέ φησιν; «Εἰσῆλθεν ὁ Ἰησοῦς πρὸς τὴν πενθερὰν Πέτρου πυρέσσουσαν.» Ὅπου πενθερά, ἐκεῖ καὶ γυνή· ὅπου γυνή, ἐκεῖ καὶ γάμος. Τί δαὶ ὁ Φίλιππος; οὐ τέσσαρας θυγατέρας εἶχεν; Ὅπου δὲ τέσσαρες θυγατέρες, ἐκεῖ καὶ γυνὴ καὶ γάμος. Τί | |
25 | τοίνυν ὁ Χριστός; Ἀπὸ παρθένου μέν, ἀλλ’ εἰς γάμον παρεγένετο καὶ δῶρον εἰσήνεγκεν· «Οὐκ ἔχουσιν γάρ, φησίν, οἶνον»· καὶ τὸ ὕδωρ οἶνον ἐποίησεν, τῇ παρθενίᾳ τὸν γάμον τιμῶν, τῇ δωρεᾷ τὸ πρᾶγμα θαυμάζων· ἵνα μὴ βδελύσσῃ τὸν γάμον, ἀλλὰ μισῇς τὴν πορνείαν. Τῷ ἐμῷ | |
30 | κινδύνῳ ἐγγυῶμαί σου τὴν σωτηρίαν, κἂν γυναῖκα ἔχῃς. Πρόσεχε σεαυτῷ. Γυνὴ ἐὰν εὔχρηστος ᾖ, βοηθός σού ἐστιν. Τί οὖν ἂν μὴ ᾖ εὔχρηστος; Ποίησον αὐτὴν εὔχρηστον. Μὴ οὐκ ἐγένοντο καλαὶ γυναῖκες καὶ κακαί, ἵνα μὴ ἔχῃς πρόφασιν; Ποταπὴ ἡ τοῦ Ἰὼβ ἦν; Ἡ δὲ | |
35 | Σάρρα καλὴ ἦν. Δείξω σοι γυναῖκα φαύλην καὶ πονηράν. | |
Οὐκ ἔβλαψεν τὸν ἄνδρα ἡ γυνὴ τοῦ Ἰώβ· πονηρὰ ἦν καὶ φαύλη καὶ γὰρ βλασφημεῖν αὐτῷ συνεβούλευσεν. Τί οὖν; ἔσεισεν τὸν πύργον; κατήνεγκεν τὸν ἀδάμαντα; περιε‐ γένετο τῆς πέτρας; ἐξέκρουσεν τὸν στρατιώτην; διέτρη‐ | 152 | |
40 | σεν τὸ σκάφος; ἐξερρίζωσεν τὸ δένδρον; Οὐδὲν τούτων· ἀλλ’ ἐκείνη προσέκρουσεν, καὶ ὁ πύργος ἀσφαλέστερος ἐγίνετο· αὐτὴ τὰ κύματα ἤγειρεν, καὶ τὸ πλοῖον οὐ κατε‐ ποντίζετο, ἀλλ’ ἐξ οὐρίας ἔπλεεν· ὁ καρπὸς αὐτοῦ ἐτρυ‐ γήθη, καὶ τὸ δένδρον οὐκ ἐσαλεύθη· τὰ φύλλα ἔπεσεν, καὶ | |
45 | ἡ ῥίζα ἔμενεν ἀσάλευτος. Ταῦτα λέγω, ἵνα μηδεὶς προφασίσηται κακίαν γυναικός. Φαύλη ἐστίν; Διόρθωσον αὐτήν. Ἀλλά, φησίν, ἀπὸ παραδείσου με ἐξέβαλεν. Ἀλλὰ καὶ εἰς οὐρανούς σε ἀνήνεγκεν. Ἡ αὐτὴ μὲν φύσις, διάφορος δὲ ἡ γνώμη. Ἀλλ’ ἡ τοῦ Ἰὼβ φαύλη; Ἀλλ’ ἡ | |
4.3(50) | Σωσάννα καλή. Ἀλλ’ ἡ Αἰγυπτία ἀκόλαστος; Ἀλλ’ ἡ Σάρρα κοσμία. Εἶδες ἐκείνην; Βλέπε καὶ ταύτην· ἐπεὶ καὶ ἐν ἀνδράσιν οἱ μὲν φαῦλοι, οἱ δὲ σπουδαῖοι. Καλὸς ὁ Ἰωσήφ, οἱ δὲ πρεσβύτεροι ἀκόλαστοι. Εἶδες πανταχοῦ κακίαν καὶ ἀρετήν, μὴ τῇ φύσει ταῦτα κρινόμενα, ἀλλὰ τῇ | |
55 | γνώμῃ διαιρούμενα. Μή μοι προφάσεις; Ἀλλ’ ἐπὶ τὰ χρέα καὶ τὴν καταβολὴν σπεύδωμεν. «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς.» Μέλλω λέγειν διὰ τί ὁ προφήτης ἐπισημαίνεται τὸν καιρόν· ἐζητοῦμεν γὰρ χθές, τί δήποτε τῶν προφητῶν | |
60 | ἁπάντων τὸν καιρὸν τῆς ζωῆς τῶν βασιλέων εἰωθότων λέγειν, καὶ αὐτοῦ τούτου, ἐνταῦθα τὸ ἔθος ἐλύθη· καὶ οὐ λέγει· ἐν ταῖς ἡμέραις Ὀζίου, ἀλλ’ ἐν τῇ τελευτῇ Ὀζίου. Τοῦτο λῦσαι βούλομαι σήμερον. Εἰ γὰρ καὶ πολὺ τὸ καῦμα, ἀλλὰ μείζων ἡ δρόσος τοῦ λόγου· εἰ γὰρ βιάζεται | 154 |
65 | τὸ σῶμα μαλακιζόμενον, ἀλλ’ ἀκμάζουσα ἡ ψυχὴ εὐφραί‐ νεται. Μή μοι λέγε καῦμα καὶ ἱδρῶτα· ἐὰν ἱδρώσῃς τῷ σώματι, σμήχεις σου τὴν διάνοιαν. Οἱ παῖδες οἱ τρεῖς ἐν καμίνῳ ἦσαν καὶ οὐδὲν ἔπασχον, ἀλλ’ ἡ κάμινος δρόσος ἐγένετο. Ὅταν ἐννοήσῃς ἱδρῶτα, ἐννόει καὶ τὸν μισθὸν | |
70 | καὶ τὴν ἀμοιβήν. Καὶ γὰρ κολυμβητὴς ἄνθρωπος δι’ οὐδὲν ἄλλο κατατολμᾷ εἰς τὸ βάθος ἑαυτὸν καταβαλεῖν τῶν ὑδάτων ἢ διὰ μαργαρίτας, τοῦ πολέμου τὴν ὑπόθεσιν. Ἀλλ’ οὐ τὴν ὕλην διαβάλλω, ἀλλὰ τὴν ἀκόλαστον γνώμην. Καὶ σύ, ἵνα λάβῃς θησαυρὸν ἀνελλιπῆ καὶ | |
75 | φυτεύσῃς ἄμπελον ἐν τῇ ψυχῇ σου, οὐκ ἀνέχῃ καύματος, οὐδὲ ἱδρῶτος; Οὐχ ὁρᾷς τοὺς ἐν θεάτρῳ καθημένους, πῶς ἱδροῦσιν καὶ γυμνῇ τῇ κεφαλῇ τὴν ἀκτῖνα δέχονται, ἵνα γένωνται θανάτου αἰχμάλωτοι, ἵνα πόρνης δοῦλοι; Εἰς ἀπώλειαν ἐκεῖνοι κάμνουσιν, καὶ σὺ εἰς σωτηρίαν ἐκλύῃ; | |
80 | Ἀθλητὴς εἶ καὶ στρατιώτης. Μὴ τοίνυν κάμνε πρὸς τοὺς κινδύνους, ἀλλ’ εὐψύχως διάφερε τοὺς ἀγῶνας. Τίς οὖν ἐστιν ὁ Ὀζίας ἐκεῖνος καὶ διὰ τί τὴν τελευτὴν αὐτοῦ ταύτην εἶπεν; Οὗτος ὁ Ὀζίας βασιλεὺς ἦν καὶ ἀνὴρ δίκαιος καὶ πολλοῖς κομῶν τοῖς κατορθώμασιν· ἀλλ’ | |
85 | ὕστερόν ποτε εἰς ἀπόνοιαν ἦλθεν, εἰς ἀπόνοιαν, τὴν μητέρα τῶν κακῶν, εἰς ἀλαζονείαν, τὸν θόρυβον τῶν νοσούντων, εἰς ὑπερηφανίαν, τὴν ἀπώλειαν τοῦ διαβόλου. | |
Οὐδὲν γὰρ ἀπονοίας χεῖρον· διὰ τοῦτο καὶ τὸν λόγον ἅπαντα εἰς τοῦτο κατηναλώσαμεν χθές, τὴν ἀπόνοιαν | 156 | |
90 | καθαιροῦντες καὶ τὴν ταπεινοφροσύνην διδάσκοντες. | |
4.4 | Εἴπω σοι πόσον ἀγαθὸν ταπεινοφροσύνη καὶ πόσον κακὸν ἀπόνοια; Ἁμαρτωλὸς δίκαιον ἐνίκησεν, ὁ τελώ‐ νης τὸν φαρισαῖον, καὶ ῥήματα ἔργων περιεγένοντο. Πῶς ῥήματα; Ὁ τελώνης λέγει· «Ὁ Θεός, ἱλάσθητί μοι τῷ | |
5 | ἁμαρτωλῷ.» Ὁ φαρισαῖος λέγει· «Οὐκ εἰμὶ ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων ἅρπαξ ἢ πλεονέκτης.» Ἀλλὰ τί; «Νηστεύω δὶς τῆς ἑβδομάδος, ἀποδεκατῶ μου τὰ ὑπάρχοντα.» Ὁ φαρισαῖος ἔργα ἔδειξε δικαιοσύνης· ὁ τελώνης ῥήματα εἶπε ταπεινοφροσύνης, καὶ λόγοι ἔργων περιεγένοντο καὶ ὁ | |
10 | τοσοῦτος θησαυρὸς ἐξεφυσήθη καὶ ἡ τοσαύτη πενία εἰς πλοῦτον μετεβλήθη. Ἦλθον δύο πλοῖα ἔχοντα γόμον· εἰσῆλθον ἀμφότερα εἰς τὸν λιμένα· ἀλλ’ ὁ μὲν τελώνης καλῶς τῷ λιμένι προσωρμίσθη, ὁ δὲ φαρισαῖος ναυάγιον ὑπέμεινεν, ἵνα μάθῃς πόσον κακὸν ἡ ἀπόνοια. Δίκαιος εἶ; | |
15 | Μὴ ταπεινώσῃς τὸν ἀδελφόν σου. Κομᾷς κατορθώμασιν; Μὴ ὀνειδίσῃς τῷ πλησίον καὶ ὑποτέμῃς σου τὸ ἐγκώμιον. Ὅσον μέγας εἶ, τοσοῦτον ταπείνου σαυτόν. Καὶ πρόσεχε μετ’ ἀκριβείας τί λέγω, ἀγαπητέ. Μᾶλλον ὁ δίκαιος ὀφείλει φοβεῖσθαι τὴν ἀπόνοιαν ἢ ὁ ἁμαρτωλός—τοῦτο καὶ χθὲς | |
20 | εἶπον, καὶ τήμερον λέγω διὰ τοὺς χθὲς ἀπολειφθέντας— διότι ὁ ἁμαρτωλὸς ἔχει τὸ συνειδὸς κατηγοροῦν αὐτοῦ καὶ ἀνάγκη ταπεινοφρονεῖν αὐτόν, ὁ δὲ δίκαιος ἐπαίρεται κατορθώμασιν. Ὥσπερ οὖν ἐπὶ τῶν πλοίων, οἱ μὲν ἔχοντες κενὸν πλοῖον οὐ δεδοίκασι πειρατῶν σύστημα—οὐ γὰρ | |
25 | ἔρχονται διατρῆσαι τὸ πλοῖον τὸ μηδὲν ἔχον—, οἱ δὲ | |
φόρτου γέμον ἔχοντες πλοῖον δεδοίκασι πειρατάς—ὁ γὰρ πειρατὴς ἐκεῖ ἀπέρχεται, ὅπου χρυσός, ὅπου ἄργυρος, ὅπου λίθοι τίμιοι—, οὕτω καὶ ὁ διάβολος οὐκ εὐκόλως ἐπηρεάζει τῷ ἁμαρτωλῷ, ἀλλὰ τῷ δικαίῳ, ὅπου πλοῦτος | 158 | |
30 | πολύς. Ἐπειδὴ πολλάκις ἡ ἀπόνοια ἐξ ἐπιβουλῆς τοῦ διαβόλου, νήφειν ἀναγκαῖον. Ὅσον μέγας εἶ, τοσοῦτον ταπείνου σαυτόν. Ὅταν ἀναβῇς εἰς τὸ ὕψος, ἀσφαλισθῆ‐ ναι χρείαν ἔχεις, ἵνα μὴ πέσῃς. Διὸ καὶ ὁ Κύριος ἡμῶν λέγει· «Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί | |
35 | ἐσμεν.» Τί μέγα φρονεῖς, ἄνθρωπος ὤν, τῆς γῆς συγγενής, ὁμοούσιος τῇ τέφρᾳ, τὰς ἐν τῇ φύσει, τὰς ἐν τῇ γνώμῃ, τὰς ἐν τῇ προαιρέσει τῶν πραγμάτων μεταβολὰς μὴ λογιζόμενος; Σήμερον πλούσιος, αὔριον πένης· σήμερον | |
40 | ὑγιαίνων, αὔριον νοσῶν· σήμερον χαίρων, αὔριον λυπού‐ μενος· σήμερον ἐν δόξῃ, αὔριον ἐν ἀτιμίᾳ· σήμερον ἐν νεότητι, αὔριον ἐν γήρᾳ. Μὴ ἵσταταί τι τῶν ἀνθρωπίνων; ἀλλ’ ὥσπερ τῶν ποταμίων ῥευμάτων μιμεῖται τὸν δρόμον. Ὁμοῦ τε γὰρ ἐφάνη, καὶ σκιᾶς εὐκολώτερον ἡμᾶς κατα‐ | |
45 | λιμπάνει. Τί οὖν μέγα φρονεῖς, ἄνθρωπε, ὡς καπνὸς ἢ ματαιότης; «Ἄνθρωπος γὰρ ματαιότητι ὡμοιώθη.» «Ὡσεὶ καπνὸς αἱ ἡμέραι αὐτοῦ.» «Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν.» Ταῦτα λέγω, οὐχ ὡς τὴν οὐσίαν | |
ἐξευτελίζων, ἀλλὰ τὴν ἀπόνοιαν χαλινῶν. Καὶ γὰρ «μέγα | 160 | |
4.4(50) | ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων.» Ἀλλ’ ὁ Ὀζίας οὗτος βασιλεὺς ὢν καὶ τὸ διάδημα περικείμενος, ἐπειδὴ δίκαιος ἦν, ἐφρόνησέν ποτε μέγα καὶ φρονήσας μέγα καὶ μεῖζον τῆς ἀξίας, εἰσῆλθεν εἰς τὸ ἱερόν. Καὶ ἄκουε πῶς· Εἰσῆλθεν εἰς τὰ ἅγια, φησί, τῶν ἁγίων, εἶτα λέγει, βούλο‐ | |
55 | μαι θυμιᾶσαι. Βασιλεὺς ὢν ἱερωσύνης ἀρχὴν ἁρπάζει. Βούλομαι, φησί, θυμιᾶσαι, ἐπειδὴ δίκαιός εἰμι. Ἀλλὰ μένε ἔσω τῶν οἰκείων ὅρων· ἄλλοι ὅροι βασιλείας καὶ ἄλλοι ὅροι ἱερωσύνης· ἀλλ’ αὕτη μείζων ἐκείνης. Οὐ γὰρ ἀπὸ τῶν φαινομένων φαίνεται βασιλεύς, οὐδὲ ἀπὸ τῶν | |
60 | πεπηγμένων αὐτῷ λίθων, καὶ οὗ περίκειται χρυσίου, ὀφείλει κρίνεσθαι ὁ βασιλεύς. Οὗτος μὲν γὰρ τὰ ἐπὶ τῆς γῆς ἔλαχεν οἰκονομεῖν· ὁ δὲ τῆς ἱερωσύνης θεσμὸς ἄνω κάθηται. «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ.» Ὁ βασιλεὺς τὰ ἐνταῦθα πεπίστευται, ἐγὼ τὰ | |
65 | οὐράνια· ἐγὼ ὅταν εἴπω, τὸν ἱερέα λέγω. Μὴ οὖν, ἂν ἴδῃς ἱερέα ἀνάξιον, τὴν ἱερωσύνην διάβαλλε· οὐ γὰρ τὸ πρᾶγμα διαβάλλειν δεῖ, ἀλλὰ τὸν κακῶς τῷ καλῷ κεχρη‐ μένον· ἐπεὶ καὶ ὁ Ἰούδας προδότης ἐγένετο, ἀλλ’ οὐ κατηγορία τῆς ἀποστολῆς τοῦτο, ἀλλὰ τῆς ἐκείνου | |
70 | γνώμης· οὐκ ἔγκλημα τῆς ἱερωσύνης, ἀλλὰ τῆς κακῆς γνώμης. | |
4.5 | Καὶ σὺ τοίνυν μὴ τὴν ἱερωσύνην διάβαλλε, ἀλλὰ τὸν | |
κακῶς τῷ καλῷ κεχρημένον. Ἐπεὶ ὅταν σοί τις διαλέ‐ γηται καὶ λέγῃ· Εἶδες τόνδε τὸν χριστιανόν; εἰπέ· Ἀλλ’ ἐγὼ οὐ περὶ προσώπων, ἀλλὰ περὶ πραγμάτων σοι διαλέ‐ | 162 | |
5 | γομαι. Ἐπεὶ πόσοι ἰατροὶ δήμιοι ἐγένοντο καὶ δηλητήρια δεδώκασιν ἀντὶ φαρμάκων; Ἀλλ’ οὐ τὴν τέχνην δια‐ βάλλω, ἀλλὰ τὸν κακῶς τῇ τέχνῃ χρησάμενον. Πόσοι ναῦται κατεπόντισαν πλοῖα; Ἀλλ’ οὐχ ἡ ναυτιλία, ἀλλ’ ἡ κακὴ γνώμη ἐκείνων. Ἐὰν ἦ χριστιανὸς φαῦλος, μὴ τοῦ | |
10 | δόγματος κατηγόρει καὶ τῆς ἱερωσύνης, ἀλλὰ τὸν ἀπὸ ῥᾳθυμίας φαῦλον γενόμενον μέμφου, μᾶλλον δὲ μὴ μέμφου, ἀλλ’ ὥστε μεταβάλλεσθαι αὐτὸν εὔχου καὶ δάκρυε. Ὁ βασιλεὺς σώματα ἐμπιστεύεται, ὁ δὲ ἱερεὺς ψυχάς· ὁ βασιλεὺς λοιπάδας χρημάτων ἀφίησιν, ὁ δὲ | |
15 | ἱερεὺς λοιπάδας ἁμαρτημάτων· ἐκεῖνος ἀναγκάζει, οὗτος παρακαλεῖ· [ἐκεῖνος ἀνάγκῃ, οὗτος γνώμῃ·] ἐκεῖνος ὅπλα ἔχει αἰσθητά, οὗτος ὅπλα πνευματικά· ἐκεῖνος πολεμεῖ πρὸς βαρβάρους, ἐμοὶ πόλεμος πρὸς δαίμονας. Μείζων ἡ ἀρχὴ αὕτη· διὰ τοῦτο ὁ βασιλεὺς τὴν κεφαλὴν ὑπὸ χεῖρας | |
20 | τοῦ ἱερέως ἄγει καὶ πανταχοῦ ἐν τῇ Παλαιᾷ ἱερεῖς βασι‐ λέας ἔχριον. Ἀλλ’ ὁ βασιλεὺς ἐκεῖνος τὰ ἴδια σκάμματα ὑπερβὰς καὶ τὸ μέτρον τῆς βασιλείας διαπηδήσας προσθεῖ‐ ναι ἐπεχείρησεν καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν μετὰ αὐθεντίας, θυμιᾶσαι θέλων. Τί οὖν ὁ ἱερεύς; «Οὐκ ἔξεστί σοι, Ὀζία, | |
25 | θυμιᾶσαι.» Ὅρα παρρησίαν, φρόνημα ἀδούλωτον, γλῶσσαν οὐρανοῦ ἁπτομένην, ἐλευθερίαν ἀχείρωτον, ἀνθρώπου τὸ σῶμα καὶ ἀγγέλου τὸ φρόνημα, χαμαὶ βαδίζοντα καὶ ἐν | |
οὐρανῷ πολιτευόμενον. Εἶδε τὸν βασιλέα καὶ οὐκ εἶδε τὴν πορφύραν· εἶδε τὸν βασιλέα καὶ οὐκ εἶδε τὸ διάδημα. Μή | 164 | |
30 | μοι λέγε τὴν βασιλείαν, ὅπου παρανομία. «Οὐκ ἔξεστί σοι, βασιλεῦ, θυμιᾶσαι εἰς τὰ ἅγια τῶν ἁγίων·» ὑπερβαίνεις τὰ σκάμματα, τὰ μὴ δεδομένα ζητεῖς· διὰ τοῦτο καὶ ἃ ἔλαβες ἀπολεῖς. «Οὐκ ἔξεστί σοι θυμιᾶν, ἀλλὰ τοῖς ἱερεῦσιν.» Οὐκ ἔστι σὸν τοῦτο, ἀλλ’ ἐμόν. Μὴ ἥρπασά σου τὴν πορφυ‐ | |
35 | ρίδα; Μὴ ἁρπάσῃς μου τὴν ἱερωσύνην. «Οὐκ ἔξεστί σοι θυμιᾶν, ἀλλ’ ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών.» [Μετὰ πολὺν χρόνον, μετὰ τὴν τελευτὴν Ἀαρὼν τοῦτο ἐγένετο.] Καὶ διὰ τί οὐκ εἶπεν· Τοῖς ἱερεῦσι, μόνον, ἀλλ’ ἐμνη‐ μόνευσεν καὶ τοῦ πατρός; Συνέβη ἐν ἐκείνῳ τῷ χρόνῳ | |
40 | τοιοῦτόν τι γενέσθαι. Δαθὰν γὰρ καὶ Ἀβειρὼν καὶ Κορὲ ἐπανέστησαν τῷ Ἀαρών· ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτούς· ἦλθε πῦρ ἄνωθεν καὶ κατέκαυσεν αὐτούς. Βουλόμενος οὖν αὐτὸς ἀναμνῆσαι τῆς ἱστορίας ἐκείνης, ὅτι καί ποτε ἐπηρέσαν τὴν ἱερωσύνην, ἀλλ’ οὐχ ἡττήθη, | |
45 | ἀλλ’ ἐπῆλθε πλῆθος καὶ ὁ Θεὸς αὐτοὺς ἠμύνατο. «Οὐκ ἔξεστί σοι θυμιᾷν, ἀλλ’ ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών.» Οὐκ εἶπεν· Ἐννόησον τί ὑπέμειναν οἱ τότε ταῦτα ποιήσαντες· οὐκ εἶπεν· Ἐννόησον ὅτι ἐκάησαν οἱ ἐπα‐ ναστάντες, ἀλλ’ εἶπε τὸν ἐκδικηθέντα Ἀαρὼν καὶ εἰς | |
4.5(50) | ἀνάμνησιν αὐτὸν τῆς ἱστορίας ἤνεγκεν, μονονουχὶ τοῦτο λέγων· Μὴ τόλμα τὰ τοῦ Δαθάν, ἵνα μὴ πάθῃς τοιαῦτα οἷα ἐπὶ τοῦ Ἀαρών. Ὁ δὲ βασιλεὺς Ὀζίας οὐκ ἠνέσχετο, ἀλλὰ τῇ ἀπονοίᾳ φυσιούμενος ἐπεισῆλθεν εἰς τὸ ἱερόν, | |
ἀνεπέτασεν τὰ ἅγια τῶν ἁγίων, θέλων θυμιᾶσαι. Τί οὖν ὁ | 166 | |
55 | Θεός; Ἐπεὶ οὖν οὐ καλῶς ὁ ἱερεὺς κατεφρονήθη καὶ λόγος ἱερωσύνης ἐπατεῖτο καὶ οὐδὲν ἠδύνατο οὐκέτι ὁ ἱερεύς—ἱερέως γὰρ ἐλέγχειν ἐστὶ μόνον καὶ παρρησίαν ἐπιδείκνυσθαι, οὐχ ὅπλα κινεῖν, οὐδὲ ἀσπίδας ἁρπάζειν, οὐδὲ δόρυ σείειν, οὐδὲ τόξον τείνειν, οὐδὲ βέλος πέμπειν, | |
60 | ἀλλὰ μόνον ἐλέγχειν καὶ παρρησίαν ἐπιδείκνυσθαι—, ἐπειδὴ οὖν ἤλεγχεν ὁ ἱερεύς, οὐκ εἶξε δὲ ὁ βασιλεύς, ἀλλὰ ὅπλα ἐκίνει καὶ ἀσπίδας καὶ δόρατα καὶ περιουσίᾳ ἐκέχρητο τῇ ἑαυτοῦ, ὁ ἱερεύς, ὥσπερ δικαιολογούμενος πρὸς τὸν Θεόν, φησίν· Ἐγὼ τὸ ἐμαυτοῦ ἐποίησα, οὐδὲν | |
65 | πλέον δύναμαι, βοήθησον αὐτὸς ἱερωσύνῃ πατουμένῃ· νόμοι ἀδικοῦνται, θεσμοὶ ἀνατρέπονται. Τί οὖν ὁ φιλάνθρωπος; Κολάζει τὸν τολμητήν, καὶ εὐθέως ἐξήνθησε λέπρα εἰς τὸ μέτωπον αὐτοῦ. Ὅπου ἡ ἀναισχυντία, ἐκεῖ καὶ ἡ τιμωρία. Εἶδες φιλανθρωπίαν τῆς τοῦ Θεοῦ τιμω‐ | |
70 | ρίας; Οὐ κεραυνὸν ἀφῆκεν, οὐ γῆν ἔσεισεν, οὐ συνετάρα‐ ξεν τὸν οὐρανόν, ἀλλὰ ἐξήνθησεν ἡ λέπρα, οὐκ ἐν ἄλλῳ τόπῳ ἀλλ’ ἐπὶ τοῦ μετώπου, ἵνα τῆς κολάσεως τὸ τρόπαιον φορῇ, ἵνα ὡς ἐν στήλῃ γράμματα ᾖ κείμενα. Οὐδὲ γὰρ δι’ αὐτὸν ἐγένετο, ἀλλὰ διὰ τοὺς μετὰ ταῦτα. | |
75 | Δυνάμενος γὰρ ἀξίως τὴν τιμωρίαν ἐπαγαγεῖν, οὐκ ἐπήνεγκεν, ἀλλὰ καθάπερ νόμος ἐν ὑψηλῷ τόπῳ τινὶ λέγων· Μὴ ποιεῖτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα. | |
Ἐξῄει νόμος ἔμψυχος καὶ τὸ μέτωπον φωνὴν ἠφίει σάλπιγγος λαμπροτέραν. Γράμματα ἦν ἀναγεγραμμένα ἐν | 168 | |
80 | τῷ μετώπῳ, γράμματα ἐξαλειφθῆναι μὴ δυνάμενα—οὐ γὰρ ἦν μέλαν, ἵνα τις ἐξαλείψῃ—, ἀλλ’ ἀπὸ φύσεως ἡ λέπρα καὶ ἀκάθαρτον ἐποίει τοῦτον, ἵνα τοὺς ἄλλους καθαροὺς ποιήσῃ. Καὶ καθάπερ οἱ κατάδικοι, ἐπειδὰν σπαρτίον λάβωσιν, ἐξάγουσιν αὐτοὺς τὸ σπαρτίον ἐπὶ τοῦ | |
85 | στόματος ἔχοντας, οὕτω καὶ οὗτος ἀντὶ σπαρτίου ἐπὶ τοῦ μετώπου εἶχεν τὴν λέπραν ἀπαγόμενος, ἐπειδὴ τὴν ἱερωσύ‐ νην ὕβρισεν. Ταῦτα λέγω, οὐχὶ βασιλέας διαβάλλων, ἀλλὰ τοὺς τῇ ἀπονοίᾳ καὶ τῷ θυμῷ μεθύοντας, ἵνα μάθητε ὅτι ἡ ἱερωσύνη βασιλείας μείζων. | |
4.6 | Ἀεὶ γὰρ ὁ Θεός, ὅταν ἁμάρτῃ ἡ ψυχή, τὸ σῶμα κολάζει. Οὕτω καὶ ἐπὶ τοῦ Κάϊν ἐποίησεν. Ἡ ψυχὴ ἥμαρτε φόνον ἐργασαμένη, καὶ τὸ σῶμα αὐτοῦ παρελύθη. Πῶς; Ἄκουε· «Στένων καὶ τρέμων, φησίν, ἔσῃ ἐπὶ τῆς | |
5 | γῆς.» Καὶ περιῄει ὁ Κάϊν πᾶσι διαλεγόμενος, σιγῇ φωνὴν ἀφιείς, ἀφωνίᾳ παιδεύων. Ἡ γλῶσσα ἐσίγα καὶ τὰ μέλη ἐβόα, καὶ πᾶσι διελέγετο διὰ τί στένει, διὰ τί τρέμει· Ἀδελφὸν ἀπέκτεινα, φόνον εἰργασάμην. Ὁ Μωϋσῆς μετὰ ταῦτα ἔλεγε διὰ γραμμάτων, ἐκεῖνος διὰ πραγμάτων | |
10 | περιῄει πᾶσι λέγων· «Οὐ φονεύσεις.» Εἶδες στόμα σιγῶν καὶ πρᾶγμα βοῶν; εἶδες νόμον ἔμψυχον περιφερόμενον; εἶδες στήλην περιερχομένην; εἶδες τιμωρίαν τιμήσεως ἀναίρεσιν; εἶδες κόλασιν παιδεύσεως ὑπόθεσιν γινομένην; | |
εἶδες ψυχὴν ἁμαρτοῦσαν καὶ τὴν σάρκα κολαζομένην; Καὶ | 170 | |
15 | μάλα εἰκότως. Οὕτω δὴ καὶ ἐπὶ Ἰωάννην, ἡ ψυχὴ ἥμαρτε καὶ ἡ γλῶσσα ἐδέθη· τοῦ γὰρ ὀργάνου τῆς γλώττης ἀχρήστου λοιπὸν γεγονότος, ἐκεῖνος ὁ τὴν φωνὴν γεννήσας, Ζαχαρίας, ἐτιμωρεῖτο. Οὕτω δὴ καὶ Ὀζίας ἐλεπροῦτο τὸ μέτωπον ἁμαρτών, ἵνα ἐκεῖνος παιδευθῇ. Καὶ | |
20 | ἐξῄει λοιπὸν ὁ βασιλεὺς πᾶσιν ὑπόδειγμα γενόμενος καὶ ἐκαθάρθη τὸ ἱερὸν καὶ ἐξεβάλλετο, οὐδενὸς ὠθοῦντος, καὶ θέλων τὴν ἱερωσύνην προσλαβεῖν καὶ ὃ εἶχεν ἀπώλεσεν. Καὶ ἐξῄει ἀπὸ τοῦ ἱεροῦ. Τὸ μὲν παλαιὸν πάντα λεπρὸν ἦν νόμος ἔξω τῆς πόλεως ἐκβάλλεσθαι· νυνὶ δὲ οὐκέτι. | |
25 | Διὰ τί; Ἐπειδὴ ὡς παιδίοις ἐνομοθέτει ὁ Θεός, τότε λέπρα ἦν τοῦ σώματος, νυνὶ δὲ ἡ λέπρα τῆς ψυχῆς ζητεῖται. Ἐξῄει τοίνυν ὁ βασιλεὺς ἐν λεπρότητι καὶ οὐκ ἐξέβαλον αὐτὸν ἐκ τῆς πόλεως, τάχα αἰδούμενοι τὸ διάδημα αὐτοῦ καὶ τὴν βασιλείαν, ἀλλ’ ἐκάθητο πάλιν παρανομῶν. Τί οὖν | |
30 | ὁ Θεός; Ὀργιζόμενος τοῖς Ἰουδαίοις ἔστησε τὴν προφη‐ τείαν. Ταῦτα οὖν πάντα διὰ τὸ ῥῆμα τοῦ προφήτου, ἵνα | |
καταβάλω τὸ χρέος. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθω‐ μεν. Ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ ὁ βασιλεὺς λεπρωθείς. Δέον οὖν καὶ ἀπὸ τῆς πόλεως αὐτὸν ἐκβαλεῖν κατὰ τὸ ἔθος, ὡς | 172 | |
35 | ἀκάθαρτον, ὁ δῆμος ἔνδον αὐτοῦ καθεζομένου ἀνέχεται καὶ οὐδὲν τῶν ὀφειλόντων, οὐ μικρὸν οὐ μέγα εἰς λόγον παρρησίας ποιεῖ. Ἐπεὶ οὖν ἀφῆκαν αὐτόν, ἀποστρέφεται αὐτοὺς ὁ Θεὸς καὶ τὴν χάριν παύει τῆς προφητείας· καὶ μάλα εἰκότως. Ἀνθ’ ὧν γὰρ τὸν αὐτοῦ νόμον ἠθέτησαν | |
40 | καὶ ἐκβαλεῖν ἀκάθαρτον ὑπεστάλησαν, τὸ προφητικὸν ἵστησι χάρισμα. «Καὶ οὐκ ἦν ῥῆμα τίμιον τότε, καὶ οὐκ ἦν ῥῆσις προφητεύουσα», τουτέστιν οὐ διελέγετο αὐτοῖς διὰ προφητῶν ὁ Θεός· οὐ γὰρ ἐνέπνει τὸ Πνεῦμα αὐτοῖς δι’ οὗ ἐφθέγγοντο, ἐπεὶ τὸν ἀκάθαρτον εἶχον· ἐπὶ δὲ τῶν ἀκα‐ | |
45 | θάρτων οὐκ ἐνήργει τοῦ Πνεύματος ἡ χάρις. Διὰ τοῦτο οὐ παρῆν, οὐκ ἐφαίνετο τοῖς προφήταις, ἀλλὰ σιγᾷ καὶ κρύπτει. Ἵνα δὲ τὸ λεγόμενον σαφὲς γένηται, ἐπὶ ὑπο‐ δείγματος ποιήσω αὐτὸ φανερόν. Ὥσπερ ἄνθρωπος πρός τινα διακείμενος τῇ στοργῇ, μανικῶς λυπήσαντα αὐτὸν ἐπί | |
4.6(50) | τι πρᾶγμα, πρὸς αὐτὸν λέγει· Οὐκέτι ὄψομαί σοι, οὐ λαλῶ σοι, οὕτω καὶ ὁ Θεὸς τότε ἐποίησεν. Ἐπεὶ γὰρ αὐτὸν παρώργισαν, τὸν Ὀζίαν μὴ ἐκβαλόντες· Οὐκέτι, φησί, λαλῶ τοῖς προφήταις ὑμῶν, οὐκέτι πέμπω Πνεύ‐ ματος χάριν. Ὅρα κόλασιν ἡμερότητος γέμουσαν. Οὐ γὰρ | |
55 | κεραυνοὺς ἀφῆκεν, οὐδὲ ἐκ θεμελίων κατέσεισεν τὴν πόλιν· ἀλλὰ τί; Οὐ θέλετέ με ἐκδικῆσαι; φησίν, οὐχ ὁμιλῶ ὑμῖν. Μὴ γὰρ οὐκ ἠδυνάμην αὐτὸν ἐκβαλεῖν; Ἀλλ’ | |
ἐβουλήθην τὸ λειπόμενον ὑμῖν καταλιπεῖν. Οὐ βούλεσθε; Οὐδὲ ἐγὼ ὁμιλῶ ὑμῖν, οὐδὲ κινῶ τῶν προφητῶν τὴν | 174 | |
60 | ψυχήν. Οὐκ ἐνεργεῖ τοῦ Πνεύματος ἡ χάρις. Οὐκοῦν ἐξ ἐκείνου σιγὴ ἦν, ἔχθρα Θεοῦ καὶ ἀνθρώπων. Ἐπεὶ οὖν ἐκεῖνος μετὰ ταῦτα ἀπέθανε, καὶ ἐλύθη τῶν καταρῶν ἡ ὑπόθεσις. Ἐπειδὴ οὖν χρόνον πολὺν εἶχεν ὁ προφήτης μὴ προφητεύσας, ἐκείνου δὲ τελευτήσαντος ἐλύθη ἡ ὀργὴ καὶ | |
65 | ἡ προφητεία ἐπανῆλθεν. Λοιπὸν ἀναγκαίως ὁ προφήτης ἐπισημαίνεται τὸν καιρὸν καὶ λέγει· «Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου.» Ὅτε ἀπέ‐ θανεν, τότε εἶδον τὸν Κύριον. Πρὶν γὰρ τὸν Θεὸν οὐχ | |
70 | ἑώρων ὀργιζόμενον ἡμῖν. Ἦλθε γὰρ ὁ θάνατος τοῦ ἀκα‐ θάρτου καὶ ἔλυσεν τὴν ὀργήν. Διὰ τοῦτο, πανταχοῦ τῶν βασιλέων τὴν ζωὴν λέγων, ἐνταῦθα τελευτὴν εἶπε τοῦ Ὀζίου· [«Ἐγένετο, φησί, τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ | |
75 | θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου.»] Ἀλλὰ πάλιν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐνταῦθα ἰδεῖν ἔστιν. Ἀπέθανεν ὁ ἀκά‐ θαρτος καὶ κατηλλάγη Θεὸς τοῖς ἀνθρώποις. Διὰ τί, μὴ ὄντων κατορθωμάτων, ἐγένετο, ἀλλὰ τῷ ἀποθανεῖν αὐτόν; Ὅτι φιλάνθρωπός ἐστι καὶ οὐκ ἀκριβολογεῖται ἐν τοῖς | |
80 | τοιούτοις· ἓν ἐζήτει μόνον, ἵνα ὁ ἀκάθαρτος ἐξέλθῃ. Ταῦτα τοίνυν εἰδότες, ἀπόνοιαν διώξωμεν, ταπεινοφρο‐ σύνην ἀσπασώμεθα, τὴν εἰωθυῖαν δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 176 | |
5t | Εἰς τὰ ὑπόλοιπα τοῦ Ὀζίου | |
5.1 | Φέρε δὴ τήμερον τοῖς κατὰ τὸν Ὀζίαν διηγήμασιν ἀποδῶμεν τὸ τέλος καὶ τὴν ὀροφὴν λοιπὸν ἐπιθῶμεν τῷ λόγῳ, μήποτε καὶ ἡμεῖς καταγελασθῶμεν, καθάπερ ἐκεῖνος, ὁ τὸν πύργον ἐν τοῖς εὐαγγελίοις ἐπιχειρήσας μὲν οἰκοδο‐ | |
5 | μῆσαι, μὴ δυνηθεὶς δέ, μήποτέ τις τῶν παρόντων καὶ περὶ ἡμῶν εἴπῃ· «Οὗτος ὁ ἄνθρωπος ἤρξατο μὲν οἰκοδομῆσαι, οὐκ ἴσχυσε δέ.» Ὥστε δὲ σαφέστερα ὑμῖν γενέσθαι τὰ λεγόμενα, μικρὰ τῶν πρότερον εἰρημένων ἀναλαβῶμεν, ἵνα μὴ χωρὶς κεφαλῆς ἡμῖν ὁ λόγος εἰς τὸ θέατρον εἰσέλθῃ τὸ | |
10 | πνευματικόν, ἀλλὰ τὴν οἰκείαν ὄψιν ἀπολαβὼν γνώριμος γένηται τοῖς θεαταῖς. Ἔσται γὰρ τὰ αὐτὰ τοῖς μὲν ἀκηκοόσιν ὑπόμνησις, τοῖς δὲ μὴ διδασκαλία. Πρώην μὲν οὖν εἰρήκαμεν πῶς ἦν εὐσεβὴς ὁ Ὀζίας, πῶς δὲ γέγονε | |
φαῦλος καὶ πόθεν καὶ μέχρι ποῦ τῆς ἀπονοίας ὤλισθεν· | 178 | |
15 | σήμερον δὲ ἀναγκαῖον εἰπεῖν πῶς εἰσῆλθεν εἰς τὸ ἱερόν, πῶς ἐπεχείρησεν θυμιᾶσαι, πῶς ἐκώλυσεν ὁ ἱερεύς, πῶς οὐκ εἶξεν ἐκεῖνος, πῶς ἐπεσπάσατο τοῦ Θεοῦ τὴν ὀργήν, πῶς ἐν τῇ λέπρᾳ τὸν βίον κατέλυσεν καὶ τίνος ἕνεκεν ὁ προφήτης τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ παρεὶς τῆς τελευ‐ | |
20 | τῆς ἐμνημόνευσεν, οὑτωσὶ λέγων· «Τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς.» Τοῦτο γάρ ἐστιν, δι’ ὃ πᾶσαν ἐξ ἀρχῆς τὴν ἱστορίαν ἐκινήσαμεν· ἀλλὰ προσέχετε ἀκριβῶς. «Καὶ ἐγένετο, φησίν, ἡνίκα ἴσχυσεν ὁ Ὀζίας ὁ | |
25 | βασιλεύς, ὑψώθη ἡ καρδία αὐτοῦ ἕως τοῦ διαφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ.» Τίς ὁ τρόπος τῆς ἀδικίας; «Εἰσῆλθε, φησίν, εἰς τὸν ναὸν Κυρίου, θυμιᾶσαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος.» Ὢ τῆς τόλμης, ὢ τῆς ἀναισχυντίας. Αὐτῶν τῶν ἱερῶν ἀδύτων κατετόλ‐ | |
30 | μησεν, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσεπήδησεν, ὃ πᾶσιν ἄβατον ἦν χωρίον, πλὴν τοῦ ἀρχιερέως μόνου, τοῦτο βεβηλῶσαι ἐπεχείρησεν. Τοιοῦτόν ἐστιν ψυχή, καθάπαξ τῆς οἰκείας ἀπογνοῦσα σωτηρίας· οὐδαμοῦ τῆς μανίας ἵσταται, ἀλλὰ τὰς ἡνίας τῆς σωτηρίας αὐτῆς ἐνδιδοῦσα | |
35 | ταῖς ἀλόγοις ἐπιθυμίαις πανταχοῦ φέρεται καί, καθάπερ | |
ἵππος δυσήνιος, τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλὼν καὶ τὸν ἀναβάτην ῥίψας ἀπὸ τῶν νώτων ὕπτιον, παντὸς ἀνέμου σφοδρότερον φέρεται καὶ τοῖς ἀπαντῶσίν ἐστιν ἀφόρητος, ὑποφευγόντων μὲν ἁπάντων, κατασχεῖν δὲ | 180 | |
40 | τολμῶντος οὐδενός, οὕτω καὶ ψυχή, τὸν χαλινοῦντα αὐτὴν τοῦ Θεοῦ φόβον ἐκβαλοῦσα καὶ τὸν ἡνιοχοῦντα ῥίψασα λογισμὸν ἅπαντα, τὰ τῆς κακίας ἐπιτρέχει χωρία, ἕως ἂν εἰς τὰ τῆς ἀπωλείας βάραθρα φέρουσα κατα‐ κρημνίσῃ τὴν ἑαυτῆς σωτηρίαν. Διὸ χρὴ συνεχῶς αὐτὴν | |
45 | ἀνακρούεσθαι καί, καθάπερ τινὶ χαλινῷ, τῷ τῆς εὐσεβείας λογισμῷ τὴν ἄλογον αὐτῆς ἀναχαιτίζειν ὁρμήν· ὅπερ ὁ Ὀζίας οὐκ ἐποίησεν, ἀλλ’ εἰς αὐτὴν τὴν ἀνωτάτω πάντων ἀρχὴν παρηνόμησεν. Ἱερωσύνη γὰρ καὶ αὐτῆς τῆς βασιλείας σεμνοτέρα καὶ μείζων ἐστὶν ἀρχή. Μὴ γάρ μοι | |
5.1(50) | τὴν ἁλουργίδα εἴπῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ χρυσᾶ. Σκιὰ πάντα ἐκεῖνα καὶ τῶν ἐαρινῶν ἀνθῶν εὐτελέ‐ στερα. «Πᾶσα γὰρ δόξα ἀνθρώπου, φησίν, ὡς ἄνθος χόρτου», κἂν αὐτὴν λέγῃς τὴν βασιλικήν. Μὴ δὴ ταῦτά μοι λέγε, ἀλλ’ εἰ βούλει ἱερέως πρὸς βασιλέα τὸ διάφορον | |
55 | ἰδεῖν, τῆς ἑκάστῳ δεδομένης ἐξουσίας τὸ μέτρον ἐξέταζε καὶ πολλῷ τοῦ βασιλέως ὑψηλότερον ὄψει τὸν ἱερέα καθήμενον. Εἰ γὰρ καὶ λαμπρὸς ἡμῖν ὁ θρόνος φαίνεται ὁ βασιλικὸς ἀπὸ τῶν προσπεπηγότων αὐτῷ λίθων καὶ τοῦ περισφίγγοντος αὐτὸν χρυσίου, ἀλλ’ ὅμως τὰ ἐπὶ τῆς γῆς | |
60 | ἔλαχεν οἰκονομεῖν καὶ πλεῖον ἔχει τῆς ἐξουσίας ταύτης οὐδέν· ὁ δὲ τῆς ἱερωσύνης θρόνος ἐν τοῖς οὐρανοῖς ἵδρυται καὶ τὰ ἐκεῖ διέπειν ἐπιτέτραπται. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τῶν οὐρανῶν βασιλεύς· «Ὅσα γὰρ ἂν δήσητε, | |
φησίν, ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ | 182 | |
65 | ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.» Τί ταύτης ἴσον γένοιτ’ ἂν τῆς τιμῆς; Ἀπὸ τῆς γῆς τὴν ἀρχὴν τῆς κρίσεως λαμβάνει οὐρανός. Ἐπειδὴ ὁ κριτὴς ἐν τῇ γῇ κάθηται, ὁ Δεσπότης ἕπεται τῷ δούλῳ· καὶ ἅπερ ἂν οὗτος κάτω κρίνῃ, ταῦτα ἐκεῖνος ἄνω | |
70 | κυροῖ. Καὶ μέσος τοῦ Θεοῦ καὶ τῆς τῶν ἀνθρώπων φύσεως ἕστηκεν ὁ ἱερεύς, τὰς ἐκεῖθεν τιμὰς κατάγων πρὸς ἡμᾶς καὶ τὰς παρ’ ἡμῶν ἱκετηρίας ἀνάγων ἐκεῖ, ὀργιζόμενον αὐτὸν τῇ κοινῇ καταλλάττων φύσει, προσκεκρουκότας ἡμᾶς ἐξαρπάζων τῶν ἐκείνου χειρῶν. | |
75 | Διὰ τοῦτο καὶ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν ὑπὸ τὰς τοῦ ἱερέως χεῖρας φέρων τίθησιν ὁ Θεός, παιδεύων ἡμᾶς ὅτι οὗτος ἐκείνου μείζων ὁ ἄρχων· «τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.» Ἀλλὰ περὶ μὲν ἱερωσύνης καὶ ὅσον τῆς ἀξίας τὸ μέγεθος ἐν ἑτέρῳ καιρῷ δηλώσομεν· | |
80 | τέως δὲ ἴδωμεν τῆς ἀδικίας τὸ μέγεθος τοῦ βασιλέως, μᾶλλον δὲ τοῦ τυράννου. «Εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, εἰσῆλθε καὶ Ἀζαρίας ὁ ἱερεὺς ὀπίσω αὐτοῦ.» Ἆρα μὴ μάτην ἔλεγον ὅτι μείζων τοῦ βασιλέως ὁ ἱερεύς; Οὐ γὰρ ὡς βασιλέα μέλλων ἐξελαύνειν, ἀλλ’ ὡς δραπέτην καὶ | |
85 | οἰκέτην ἀγνώμονα, οὕτως ἐπεισῆλθε μετὰ σφοδρότητος, ὥσπερ τις σκύλαξ γενναῖος ἐπιδραμὼν τῷ ἀκαθάρτῳ θηρίῳ, ὥστε αὐτὸ τῆς δεσποτικῆς ἐξαγαγεῖν οἰκίας. | |
5.2 | Εἶδες ψυχὴν ἱερέως παρρησίας γέμουσαν πολλῆς καὶ | |
φρονήματος ὑψηλοῦ; Οὐκ εἶδεν εἰς τὸν τῆς ἀρχῆς ὄγκον, οὐκ ἐνενόησεν ὅσον ἐστὶ ψυχὴν ἐπιθυμίᾳ μεθύουσαν κατασχεῖν, οὐκ ἤκουσε τοῦ Σολομῶντος λέγοντος· | 184 | |
5 | «Ἀπειλὴ βασιλέως ὁμοία θυμῷ λέοντος»· ἀλλὰ πρὸς τὸν ἀληθῆ βασιλέα τῶν οὐρανῶν ἰδὼν καὶ τὸ βῆμα μὲν ἐννοή‐ σας ἐκεῖνο καὶ τὰς εὐθύνας, καὶ τούτοις ἑαυτὸν τοῖς λογισμοῖς ὀχυρώσας, οὕτως ἐπεπήδησε τῷ τυράννῳ. ᾜδει μὲν γάρ, ᾔδει σαφῶς ὅτι «ἀπειλὴ βασιλέως ὁμοία θυμῷ | |
10 | λέοντος», ἀλλὰ τοῖς πρὸς τὴν γῆν βλέπουσιν, ἀνθρώπῳ δὲ τὸν οὐρανὸν φανταζομένῳ καὶ παρεσκευασμένῳ τὴν ψυχὴν ἔνδον ἐν τοῖς ἀδύτοις ἀφεῖναι, ἢ τοὺς ἱεροὺς νόμους ὑβριζομένους περιιδεῖν, κυνὸς παντὸς εὐτελέστε‐ ρος ἦν ἐκεῖνος. Οὐδὲν γὰρ ἀσθενέστερον τοῦ τοὺς θείους | |
15 | παραβαίνοντος νόμους· ὥσπερ οὖν οὐδὲν ἰσχυρότερον τοῦ τοὺς θείους ἐκδικοῦντος νόμους. «Ὁ μὲν γὰρ τῆς ἁμαρτίαν ποιῶν δοῦλός ἐστι τῆς ἁμαρτίας», κἂν μυρίους ἐπὶ τῆς κεφαλῆς ἔχῃ στεφάνους· ὁ δὲ τὴν δικαιοσύνην ἐργαζό‐ μενος καὶ αὐτοῦ τοῦ βασιλέως βασιλικώτερός ἐστι, κἂν | |
20 | ἁπάντων ἔσχατος ᾖ. Ταῦτα πρὸς ἑαυτὸν φιλοσοφήσας ὁ γενναῖος ἐκεῖνος, ἐπεισῆλθε τῷ βασιλεῖ. Συνεισέλθωμεν οὖν καὶ ἡμεῖς, εἰ δοκεῖ, καὶ ἴδωμεν τί πρὸς τὸν βασιλέα διαλέγεται. Ἔξεστι γάρ· οὐ μικρὸν δὲ εἰς ὠφελείας λόγον, ἐλεγχόμενον ἰδεῖν ὑπὸ ἱερέως βασιλέα. Τί οὖν φησιν ὁ | |
25 | ἱερεύς; «Οὐκ ἔξεστί σοι, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ.» Οὐκ ὠνόμασεν αὐτὸν βασιλέα, οὐδὲ ἀπὸ τοῦ ἀρχῆς ἐκάλεσεν ὀνόματος, ἐπειδὴ ἑαυτὸν προλαβὼν ἐξέβαλε τῆς τιμῆς. Εἶδες παρρησίαν ἱερέως; Οὐκοῦν κατάμαθε καὶ πραότητα. Οὐ γὰρ παρρησίας ἡμῖν δεῖ μόνον ὅταν | |
30 | ἐλέγχειν μέλλωμεν, ἀλλὰ καὶ πραότητος, καὶ πραότητος | |
μᾶλλον ἢ παρρησίας. Ἐπειδὴ γὰρ οὐδένα τῶν ἀνθρώπων οὕτως ἀποστρέφονται καὶ μισοῦσιν οἱ ἁμαρτάνοντες ὡς τὸν ἐλέγχειν μέλλοντα, καὶ προφάσεως ἐπιλαβέσθαι ἐπιθυ‐ μοῦσιν ὥστε ἀποπηδῆσαι καὶ τὴν ἐπιτίμησιν διαφυγεῖν, δεῖ | 186 | |
35 | οὖν κατέχειν αὐτοὺς τῇ πραότητι καὶ τῇ ἐπιεικείᾳ. Οὐ γὰρ φωνὴν μόνον ἀφιεὶς ὁ τοιοῦτος, ἀλλὰ καὶ βλεπόμενος, βαρὺς ἔσται τοῖς ἁμαρτάνουσιν· «Βαρὺς γὰρ ἡμῖν, φησίν, ἐστὶ καὶ βλεπόμενος»· διὰ ταῦτα πολλὴν χρὴ τὴν πραότητα ἐπιδείκνυσθαι. Διὰ ταῦτα ὑμῖν καὶ ὁ λόγος ὑπ’ | |
40 | ὄψεσιν ἤγαγε καὶ τὸν ἡμαρτηκότα καὶ τὸν διορθοῦν αὐτὸν βουλόμενον. Καὶ γὰρ οἱ σοφοὶ τῶν ἰατρῶν, ὅταν μέλλωσι σεσηπότα τέμνειν μέλη, ἢ λίθους τοῖς πόροις ἐναπεσφηνωμένους ἐξέλκειν, ἢ ἄλλο τι τῆς φύσεως ἁμάρτημα διορθοῦν, οὐκ | |
45 | εἰς γωνίαν λαβόντες τὸν κάμνοντα τοῦτο ποιοῦσιν, ἀλλ’ ἐν μέσαις αὐτὸν προθέντες ταῖς ἀγοραῖς καὶ θέατρον ἐκ τῶν παριόντων περιστήσαντες, οὕτως ἐπάγουσι τὴν τομήν. Ποιοῦσι δὲ τοῦτο, οὐχὶ ταῖς ἀνθρωπίναις ἐμπομπεύειν βουλόμενοι συμφοραῖς, ἀλλὰ τοὺς ὁρῶντας ἐν ἀλλοτρίοις | |
5.2(50) | παιδεύοντες σώμασι πολλὴν τῆς οἰκείας ὑγιείας ποιεῖσθαι τὴν πρόνοιαν. Οὕτω καὶ ἡ Γραφὴ ποιεῖ· ἐπειδάν τινα λάβῃ τῶν ἁμαρτανόντων, ἐφ’ ὑψηλοῦ τοῦ κηρύγματος αὐτὸν προτίθησιν, οὐκ ἐν μέσαις ἀγοραῖς, ἀλλ’ ἐν μέσῃ τῇ | |
γῇ· καὶ τὸ τῆς οἰκουμένης περιστήσασα θέατρον, οὕτω | 188 | |
55 | τὴν ἰατρείαν ἐπιδείκνυται, παιδεύουσα ἡμᾶς ἀσφαλε‐ στέρους περὶ τὴν οἰκείαν εἶναι σωτηρίαν. Ἴδωμεν οὖν πῶς ἐπεχείρει τοῦτον ὁ ἱερεὺς διορθώσασθαι τότε. Οὐκ εἶπεν· Ὦ μιαρὲ καὶ παμμίαρε, πάντα ἀνέτρεψας καὶ συνέχεας, εἰς ἔσχατον ἀσεβείας ἐξεπήδησας· οὐδὲ μακροὺς ἐξέτεινε κατη‐ | |
60 | γορίας λόγους, ἀλλ’ ὥσπερ οἱ τέμνοντες, τοῦτο ποιεῖν συντόμως σπουδάζουσιν 〈τὸ τρῆμα〉, τῷ τάχει τῆς τομῆς κλέπτοντες τῆς ὀδύνης τὴν αἴσθησιν, οὕτω καὶ οὗτος τῇ βραχυλογίᾳ τοῦ βασιλέως τὴν φλεγμονὴν ὑπετέμετο. Ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων τομεύς, τοῦτο ἐπὶ τῶν | |
65 | ἁμαρτημάτων ἔλεγχος. Καὶ τὴν μὲν ἐπιείκειαν μετὰ τῶν ἄλλων καὶ διὰ τῆς βραχυλογίας ἡμῖν ἐπιδείκνυται. Εἰ δὲ βούλει καὶ τὸ τομὸν τῶν ῥημάτων ἰδεῖν, καὶ ποῦ τὸ σιδήριον ἐνέκρυψεν, ἄκουσον· «Οὐκ ἔξεστί σοι, φησί, θυμιᾶσαι Κυρίῳ, ἀλλ’ ἢ τοῖς ἱερεῦσι, τοῖς υἱοῖς Ἀαρών, | |
70 | τοῖς ἡγιασμένοις.» Ἐνταῦθα ἔδωκε τὴν πληγήν. Πῶς; ἐγὼ λέγω. Διὰ τί γὰρ οὐκ εἶπεν· Τοῖς ἱερεῦσιν, ἁπλῶς, ἀλλὰ προσέθηκε τὸν Ἀαρών; Οὗτος ὁ Ἀαρὼν ἀρχιερεὺς ἐγένετο πρῶτος καὶ ἐτολμήθη κατὰ τοὺς ἐκείνου χρόνους τοιοῦτον τόλμημα. Δαθὰν γὰρ καὶ Κορὲ καὶ Ἀβειρὼν | |
75 | συστάντες κατ’ αὐτοῦ μετὰ καὶ ἑτέρων τινῶν ἐκβαλεῖν αὐτὸν τῆς ἀρχῆς ἐπεχείρησαν· ἀλλ’ ἐνίους μὲν ἡ γῆ διαστᾶσα κατέπιεν, τοὺς δὲ πῦρ ἄνωθεν κατενεχθὲν κατέ‐ φλεξεν. Ταύτης οὖν αὐτὸν τῆς ἱστορίας ὑπομνῆσαι | |
βουλόμενος, ἀνέμνησεν αὐτὸν τοῦ Ἀαρὼν τοῦ τότε ἀδικη‐ | 190 | |
80 | θέντος, ὥστε πρὸς τὴν τῶν ἠδικηκότων συμφορὰν παραπέμψαι τὴν τούτου διάνοιαν. Πλὴν ἀλλ’ οὐδὲν ἐγένετο πλέον· ἀλλ’ οὐ παρὰ τὸν ἱερέα, ἀλλὰ παρὰ τὴν τοῦ βασιλέως θρασύτητα. Δέον γὰρ ἐπαινέσαι τὰ εἰρημένα καὶ χάριν ὁμολογῆσαι τῆς συμβουλῆς, ὁ δὲ ἐθυμώθη, | |
85 | φησί, καὶ τὸ ἕλκος εἰργάσατο χαλεπώτερον. Οὐ γὰρ οὕτως ἁμαρτία κακόν, ὡς ἡ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντία. | |
5.3 | Ἀλλ’ οὐχ ὁ Δαυὶδ οὕτως· ἀλλὰ πῶς; Μετὰ τὴν ὑπὸ τοῦ Ναθὰν γενομένην κατηγορίαν τὴν ἐπὶ τῇ Βηρσαβεέ· «Ἡμάρτηκα τῷ Κυρίῳ», φησίν. Εἶδες συντετριμμένην καρδίαν; εἶδες τεταπεινωμένην ψυχήν; εἶδες πῶς καὶ τὰ | |
5 | πτώματα τῶν ἁγίων χρήσιμα; Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων καὶ ἐπὶ τῆς ἀρρωστίας πολλὰ τῆς εὐμορφίας ἡμῖν ἐνδείκνυται τὰ ἴχνη, οὕτω καὶ τῶν ἁγίων αἱ ψυχαὶ καὶ ἐν αὐτοῖς τοῖς παραπτώμασι τῆς οἰκείας ἀρετῆς τὰ σύμβολα φέρουσιν. Καίτοι γε ἐκεῖνος μὲν ἐν μέσοις τοῖς | |
10 | βασιλείοις κατηγορεῖτο παρὰ τοῦ προφήτου, παρόντων πολλῶν· οὗτος δὲ ἔνδον ἐν τοῖς ἀδύτοις, καὶ ἀμάρτυρον εἶχε τὸν ἔλεγχον· ἀλλ’ οὐδὲ οὕτως ἤνεγκε τὴν ἐπιτίμησιν. Τί οὖν; ἀνίατος ἔμεινεν; Οὐδαμῶς, καὶ τοῦτο διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀλλ’ ὥσπερ ἐπὶ τοῦ σεληνιαζομένου, | |
15 | τῶν μαθητῶν οὐκ ἰσχυσάντων τὸν δαίμονα ἐκβαλεῖν, ὁ Χριστός φησι· «Φέρετέ μοι αὐτὸν ὧδε»· οὕτω καὶ ἐνταῦθα, τοῦ ἱερέως μὴ δυνηθέντος παντὸς δαίμονος χαλεπώτερον νόσημα τὴν ἁμαρτίαν ἐκβαλεῖν, αὐτὸς λοιπὸν ὁ Θεὸς τὸν κάμνοντα μεταχειρίζεται. Καὶ τί ποιεῖ; Λέπραν | |
20 | ἐπαφίησιν αὐτοῦ τῷ μετώπῳ. [«Ἐγένετο γάρ, φησίν, ἐν τῷ ἀπειλῆσαι αὐτὸν τῷ ἱερεῖ, λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ | |
αὐτοῦ.»] Καὶ ἐξῄει λοιπόν. Καθάπερ οἱ τὴν ἐπὶ θάνατον ἀπαγόμενοι, σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντες, τῆς κατα‐ δικαζούσης σύμβολον ψήφου, οὕτω καὶ αὐτὸς τῆς ἀτιμίας | 192 | |
25 | τὸ σύμβολον ἐπὶ τοῦ μετώπου φέρων, οὐ δημίων αὐτὸν ἑλκόντων, ἀλλὰ αὐτῆς τῆς λέπρας ἀντὶ δημίων ἐπὶ κεφα‐ λὴν ὠθούσης. Εἰσῆλθεν ἱερωσύνην λαβεῖν, ὁ δὲ καὶ τὴν βασιλείαν ἀπώλεσεν· εἰσῆλθεν γενέσθαι σεμνότερος καὶ γέγονεν ἐναγέστερος. Καὶ γὰρ ἰδιώτου παντὸς λοιπὸν | |
30 | ἀτιμότερος ἦν, ἀκάθαρτος ὤν. Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν ἐπὶ τῶν δοθέντων ἡμῖν παρὰ τοῦ Θεοῦ μέτρων, ἄν τε ἐπὶ τιμῆς, ἄν τε ἐπὶ γνώσεως τοῦτο ποιῇ. Οὐχ ὁρᾷς ταύτην τὴν θάλατταν πῶς ἐστι ταῖς βίαις ἀφόρητος, πόσοις κορυφοῦται τοῖς κύμασιν; Ἀλλ’ ὅμως πρὸς ὕψος | |
35 | διανισταμένη μέγα καὶ μετὰ πολλοῦ προϊοῦσα τοῦ θυμοῦ, ἐπειδὰν ἔλθῃ πρὸς τὸ τεθὲν ὅριον αὐτῇ παρὰ τοῦ Θεοῦ, τὰ κύματα διαλύσασα, πρὸς ἑαυτὴν πάλιν ἐπάνεισιν. Καίτοι γε τί ψάμμου γένοιτ’ ἂν ἀσθενέστερον; Ἀλλ’ οὐκ ἐκεῖνό ἐστι τὸ κωλῦον, ἀλλ’ ὁ τοῦ θέντος φόβος. Εἰ δὲ οὐ | |
40 | σωφρονίζει σε τοῦτο τὸ παράδειγμα, τὰ κατὰ τὸν Ὀζίαν σε παιδευσάτω, τὰ νῦν ἡμῖν εἰρημένα. Ἀλλ’ ἐπειδὴ τὴν ὀργὴν εἴδομεν τοῦ Θεοῦ καὶ τὴν ἀξίαν ἀνταπόδοσιν, φέρε καὶ τὴν φιλανθρωπίαν αὐτοῦ καὶ τὴν πολλὴν ἐπιείκειαν ἐπιδείξωμεν. Οὐ γὰρ μόνους τοὺς περὶ τῆς ὀργῆς δεῖ | |
45 | κινεῖν λόγους, ἀλλὰ καὶ τοὺς περὶ τῆς χρηστότητος, ἵνα μήτε εἰς ἀπόγνωσιν ἐμβάλωμεν τοὺς ἀκούοντας, μήτε εἰς ῥᾳθυμίαν. Οὕτω καὶ Παῦλος ποιεῖ καὶ τούτοις ἀμφοτέροις κιρνᾷ τὴν παραίνεσιν, οὑτωσὶ λέγων· «Ἰδὲ οὖν τὴν | |
χρηστότητα καὶ ἀποτομίαν Θεοῦ», ἵνα καὶ τῷ φόβῳ καὶ | 194 | |
5.3(50) | ταῖς χρησταῖς ἐλπίσιν ἀναστήσῃ τὸν πεπτωκότα. Εἶδες ἀποτομίαν Θεοῦ; Ἰδὲ καὶ χρηστότητα. Πῶς οὖν ὀψόμεθα τὴν χρηστότητα; Ἂν μάθωμεν τίνων ἄξιος ἦν ὁ Ὀζίας. Τίνων οὖν ἄξιος ἦν; Ἅμα τῶν προθύρων ἐπιβὰς τῶν ἱερῶν μετὰ τοσαύτης ἀναισχυντίας, μυρίων σκηπτῶν καὶ | |
55 | τῆς ἐσχάτης κολάσεως καὶ τιμωρίας. Εἰ γὰρ οἱ πρῶτοι ταῦτα τολμήσαντες ταύτην ἔδοσαν τὴν δίκην, οἱ περὶ Δαθὰν καὶ Κορὲ καὶ Ἀβειρών, πολλῷ μᾶλλον τοῦτον οὕτω κολάζεσθαι ἔδει, τὸν μηδὲ ταῖς ἐκείνων σωφρονι‐ σθέντα συμφοραῖς. Ἀλλ’ οὐκ ἐποίησεν οὕτως ὁ Θεός, | |
60 | ἀλλὰ πρότερον λόγους προσήγαγε πολλῆς ἐπιεικείας γέμοντας διὰ τοῦ ἱερέως. Καὶ ὅπερ ὁ Χριστὸς παρῄνεσεν ἀνθρώποις ποιεῖν, ὅταν εἰς ἀλλήλους ἁμάρτωσιν, τοῦτο ὁ Θεὸς πρὸς τὸν ἄνθρωπον ἐποίησεν. «Ὅταν γάρ, φησίν, ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν | |
65 | μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου.» Οὕτω καὶ τὸν βασιλέα τοῦτον ἤλεγξεν ὁ Θεός. Καὶ ὁ μὲν Χριστός φησιν· «Ἐὰν μὴ ἀκούσῃ σου, ἔσται σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης»· ὁ δὲ Θεὸς φιλανθρωπίᾳ τοὺς οἰκείους ὑπερβαίνων νόμους, οὐδὲ οὕτως αὐτὸν ἐξέκοψεν, ἀλλὰ καίτοι παρακούσαντα | |
70 | καὶ ἀγανακτήσαντα οὐκ ἀπέρριψεν, ἀλλὰ πάλιν προσίεται καὶ παιδεύει τρόπῳ διόρθωσιν ἔχοντι μᾶλλον ἢ τιμωρίαν. Οὐ γὰρ σκηπτὸν ἀφῆκεν ἄνωθεν, οὐδὲ κατέφλεξε τὴν ἀναίσχυντον κεφαλήν, ἀλλὰ τῇ λέπρᾳ μόνον ἐπαίδευσεν. Καὶ τὰ μὲν κατὰ τὸν Ὀζίαν τοιαῦτα. | |
75 | Ἐγὼ δὲ ἓν ἔτι μόνον προσθεὶς καταπαύσω τὸν λόγον. | |
Τί δὲ τοῦτό ἐστιν; Ὃ πάλαι καὶ ἐξ ἀρχῆς ἐζητήσαμεν· τίνος ἕνεκεν ἐν τοῖς ἔξω πράγμασι καὶ ἐν ταῖς προφη‐ τείαις, ἁπάντων εἰωθόντων τῆς ζωῆς τῶν βασιλέων τοὺς χρό‐ νους ἐπισημαίνεσθαι, οὗτος τοῦτο ἀφείς, τοῦ χρόνου τῆς | 196 | |
80 | τελευτῆς μέμνηται τοῦ Ὀζίου, οὑτωσὶ λέγων· «Καὶ ἐγέ‐ νετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς.» Καίτοι γε ἐνῆν τοῦ τότε βασιλεύοντος τὸν χρόνον εἰπεῖν, ὥσπερ ἔθος τοῖς προφήταις ἦν· ἀλλ’ οὐκ ἐποίησε τοῦτο. Τίνος οὖν ἕνεκεν οὐκ ἐποίησεν; Νόμος ἦν παλαιὸς τὸν | |
85 | λεπρὸν τῆς πόλεως ἐξελαύνεσθαι, ὥστε καὶ τοὺς τῇ πόλει βελτίους γίνεσθαι καὶ αὐτὸν μὴ προκεῖσθαι τοῖς βουλο‐ μένοις ὑβρίζειν σκωμμάτων καὶ χλευασίας ἀφορμήν, ἀλλ’ ἔξω τῆς πόλεως μένοντα παραπέτασμα τῆς συμφορᾶς ἔχειν τὴν ἐρημίαν. Τοῦτο καὶ τὸν βασιλέα τοῦτον ὑπομένειν | |
90 | ἐχρῆν μετὰ τὴν λέπραν· ἀλλ’ οὐχ ὑπέμεινεν, τῶν ἐν τῇ πόλει διὰ τὴν ἀρχὴν αὐτὸν αἰδεσθέντων, ἀλλ’ ἔμενεν ἐν τῷ οἴκῳ αὐτοῦ κρυφίως. Τοῦτο παρώξυνε τὸν Θεόν, τοῦτο τὴν προφητείαν ἐκώλυσεν· καὶ ὅπερ ἐπὶ τοῦ Ἠλὶ γέγονεν· «Ῥῆμα τίμιον ἦν καὶ οὐκ ἦν ὅρασις διαστέλ‐ | |
95 | λουσα.» Σὺ δέ μοι καὶ ἐνταῦθα γνῶθι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Οὐ γὰρ ἀνέτρεψε τὴν πόλιν, οὐδὲ ἀπώλεσε τοὺς ἐνοικοῦντας· ἀλλ’ ὅπερ φίλοι ποιοῦσι πρὸς τοὺς ὁμοτίμους τῶν φίλων, ἐπειδὰν ἔχωσί τι δίκαιον ἐγκαλεῖν, ἐν παρασιωπήσει μένοντες, τοῦτο καὶ ὁ Θεὸς πρὸς τὸ | |
5.3(100) | ἔθνος ἐκεῖνο ἐποίησεν, μείζονος ὂν ἄξιον κολάσεως καὶ | |
τιμωρίας. Ἐγὼ μὲν γὰρ αὐτὸν ἐξέβαλον, φησί, τοῦ ἱεροῦ, ὑμεῖς δὲ οὐδὲ τῆς πόλεως· ἐγὼ δήσας αὐτὸν διὰ τῆς λέπρας, ἰδιώτην παρέδωκα, ὑμεῖς δὲ οὐδὲ οὕτω περι‐ εγένεσθε, ἀλλὰ τὸν ὑπ’ ἐμοῦ καταδικασθέντα οὐκ | 198 | |
105 | ἠνέσχεσθε τῆς πόλεως ἐκβαλεῖν. Καίτοι ποῖος ἂν τοῦτο βασιλεὺς πράως ἤνεγκεν, ἀλλ’ οὐκ ἂν ἐκ βάθρων τὴν πόλιν ἀνέτρεψεν, τὸν εἰς τὴν ὑπερορίαν μετοικισθῆναι κελευσθέντα, ἐνδιατρίβοντα τῇ πόλει ὁρῶν; Ἀλλ’ οὐχ ὁ Θεὸς τοῦτο ἐποίησεν· «Θεὸς» γὰρ ἦν, «καὶ οὐκ ἄνθρωπος». | |
110 | Ἐπειδὴ δὲ ἐτελεύτησεν, τῇ ζωῇ τούτου καὶ τὴν πρὸς ἐκεί‐ νους ὀργὴν συγκατέλυσεν καὶ τῆς προφητείας τὰς θύρας ἀνέῳξεν καὶ πάλιν πρὸς αὐτοὺς ἐπανῆλθεν. Σὺ δὲ καὶ τοῦ τρόπου τῆς καταλλαγῆς γνῶθι τοῦ Θεοῦ τὴν φιλανθρω‐ πίαν. Εἰ γάρ τις ἐξετάζοιτο τὸν τοῦ δικαίου λόγον, οὐδὲ | |
115 | τότε καταλλαγῆναι ἐχρῆν. Τίνος ἕνεκεν; Ὅτι οὐκ αὐτῶν κατόρθωμα γέγονε τὸ τὸν Ὀζίαν ἐκβαλεῖν. Οὐ γὰρ αὐτοὶ λαβόντες αὐτὸν ἀπήλασαν, ἀλλ’ ἡ τελευτὴ νόμῳ φύσεως ἐπελθοῦσα τῆς πόλεως αὐτὸν ἐξέβαλε τότε. Ἀλλ’ οὐκ ἀκρι‐ βολογεῖται μέχρι τούτων πρὸς ἡμᾶς ὁ Θεός, ἀλλ’ ἓν μόνον | |
120 | ζητεῖ, σχῆμα τῆς πρὸς ἡμᾶς καταλλαγῆς. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν αὐτῷ, δοξάσωμεν τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν· ἧς γένοιτο καὶ ἡμᾶς ἀξίους φανῆναι, χάριτι καὶ φιλανθρωπίᾳ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς | |
125 | αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 200 |
6t | Εἰς τὸ ῥητόν· «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς», καὶ περὶ μετανοίας. | |
6.1 | Μόλις ποτὲ τὸ κατὰ τὸν Ὀζίαν διεπλεύσαμεν πέλαγος, μόλις δὲ διεπλεύσαμεν, οὐ διὰ τὸ τῆς ὁδοῦ μῆκος, ἀλλὰ διὰ τὸ φιλομαθὲς ὑμῶν τῶν συμπλεόντων ἡμῖν. Οὕτω καὶ κυβερνήτης ἐπιβάτας ἔχων φιλοτίμους καὶ | |
5 | πόλεις ἐρατεινὰς ἐπιθυμοῦντας ἰδεῖν, οὐκ ἐν ἡμέρᾳ μιᾷ διανύει τὴν ὁδόν, κἂν μιᾶς ἡμέρας τὸ διάστημα εἴη, ἀλλὰ πλείω διατρίβειν ἀναγκάζεται χρόνον, καθ’ ἕκαστον λιμένα τὸ σκάφος ὁρμίζων, καθ’ ἑκάστην πόλιν ἐπιβαίνειν ἐπιτρέπων, ὥστε χαρίσασθαί τι τῇ τῶν συμπλεόντων | |
10 | ἐπιθυμίᾳ. Τοῦτο καὶ ἡμεῖς ἐποιήσαμεν, οὐ νήσους περιπλέοντες, οὐδὲ ἐπίνεια καὶ λιμένας καὶ πόλεις ἐπιδει‐ κνύντες, ἀλλ’ ἀνδρῶν κατωρθωκότων ἀρετὴν καὶ πεπτωκότων ῥᾳθυμίαν, βασιλέων ἀναισχυντίαν καὶ παρρησίαν ἱερέων, ὀργὴν Θεοῦ καὶ φιλανθρωπίαν, | |
15 | ἀμφότερα πρὸς διόρθωσιν γεγενημένα. Ἀλλ’ ἐπειδὴ λοιπὸν εἰς τὴν βασιλικὴν ἀπηντήσαμεν πόλιν, μηκέτι μέλλωμεν, | |
ἀλλὰ καταστείλαντες ἑαυτούς, ὡς εἰς πόλιν εἰσιέναι μέλλοντες, οὕτως ἀναβῶμεν εἰς τὴν ἄνω μητρόπολιν, τὴν Ἱερουσαλήμ, τὴν μητέρα ἡμῶν, τὴν ἐλευθέραν, ἔνθα τὰ | 202 | |
20 | Σεραφίμ, ἔνθα τὰ Χερουβίμ, ἔνθα χιλιάδες ἀρχαγγέλων, ἔνθα μυριάδες ἀγγέλων, ἔνθα ὁ θρόνος ὁ βασιλικός. Μηδεὶς οὖν παρέστω βέβηλος, μηδὲ ἐναγής—μυστικῶν γὰρ μέλλομεν κατατολμᾷν διηγημάτων—, μηδεὶς ἀκάθαρτος καὶ τῆς ἀκροάσεως ταύτης ἀνάξιος· μᾶλλον δὲ | |
25 | καὶ βέβηλος καὶ ἐναγὴς παρέστω πᾶς, ἀλλὰ τὴν ἀκα‐ θαρσίαν καὶ τὴν πονηρίαν ἀποθέμενος ἔξω πᾶσαν, οὕτως εἰσίτω. Καὶ γὰρ ἐκεῖνον τὸν τὰ ῥυπαρὰ ἱμάτια ἔχοντα διὰ τοῦτο ἐξήλασε τοῦ νυμφῶνος καὶ τῆς ἱερᾶς παστάδος ὁ τοῦ νυμφίου πατήρ, οὐκ ἐπειδὴ εἶχεν ἱμάτια ῥυπαρά, ἀλλ’ | |
30 | ἐπειδὴ ἔχων αὐτὰ οὕτως εἰσῄει. Οὐδὲ γὰρ εἶπε πρὸς αὐτόν· Διὰ τί οὐκ ἔχεις ἔνδυμα γάμου; ἀλλά· Διὰ τί οὐκ ἔχων ἔνδυμα γάμου οὕτως εἰσῆλθες; Ἐπὶ τῶν τριόδων, φησίν, εἱστήκεις ἐπαιτῶν καὶ οὐκ ἐπῃσχύνθην σου τὴν πενίαν, οὐκ ἐβδελυξάμην σου τὴν ῥυπαρίαν, ἀλλὰ | |
35 | πάσης ἐκείνης ἀπαλλάξας σε τῆς εὐτελείας, εἰσήγαγον εἰς τὸν νυμφῶνα τὸν ἱερὸν καὶ δείπνων ἠξίωσα βασιλικῶν καὶ πρὸς τὴν ἀνωτάτω τιμὴν ἤγαγον τὸν ἐσχάτης ὄντα κολάσεως ἄξιον· σὺ δὲ οὐδὲ ταῖς εὐεργεσίαις ἐγένου βελτίων, ἀλλ’ ἐπὶ τῆς συνήθους ἔμεινας κακίας, ὑβρίσας | |
40 | μὲν εἰς τοὺς γάμους, ὑβρίσας δὲ εἰς τὸν νυμφῶνα. Ἄπιθι τοίνυν λοιπὸν καὶ δίδου τὴν ὀφειλομένην τῆς τοιαύτης ἀναισθησίας τιμωρίαν. Σκοπείτω τοίνυν καὶ ἡμῶν ἕκαστος, μή πως ταύτην ἀκούσῃ τὴν φωνὴν καί, πάντα | |
λογισμὸν ἀποβαλὼν τῆς πνευματικῆς διδασκαλίας ἀνάξιον, | 204 | |
45 | οὕτω τῆς ἱερᾶς μετασχέτω τραπέζης. «Καὶ ἐγένετο, φησί, τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου.» Πῶς εἶδεν, οὐκ οἶδα· ὅτι μὲν γὰρ εἶδεν, εἶπεν, τὸ δὲ πῶς ἐσιώπησεν· δέχομαι τὰ εἰρημένα, οὐ πολυπραγμονῶ τὰ | |
6.1(50) | σεσιγημένα· κατανοῶ τὰ ἀποκαλυφθέντα, οὐ περιεργά‐ ζομαι τὰ συγκεκαλυμμένα· διὰ τοῦτο γὰρ συγκεκάλυπται. Πέπλος χρυσοῦς ἐστι τῶν Γραφῶν ἡ διήγησις, ὁ στήμων χρυσός, ἡ κρόκη χρυσός. Οὐ παρυφαίνω τῶν ἀραχνῶν τὰ ὑφάσματα, τῶν ἐμῶν λογισμῶν τὴν ἀσθένειαν. «Μὴ | |
55 | μέταιρε ὅρια, φησίν, ἃ ἔθεντο οἱ πατέρες σου.» Ὅρια κινεῖν οὐκ ἀσφαλές· καὶ πῶς, ἅπερ ἡμῖν ὁ Θεὸς ἔθηκεν, μεταθήσομεν; Βούλει μαθεῖν πῶς εἶδε τὸν Θεόν; Γενοῦ καὶ αὐτὸς προφήτης. Καὶ πῶς δυνατὸν τοῦτο, φησίν, γυναῖκα ἔχοντα καὶ παιδοτροφίας ἐπιμελούμενον; Δυνατὸν | |
60 | μέν, ἐὰν ἐθέλῃς, ἀγαπητέ. Καὶ γὰρ καὶ αὐτὸς γυναῖκα εἶχεν καὶ παίδων δύο πατὴρ ἦν, ἀλλ’ οὐδὲν τούτων ἐκώλυσεν. Οὐ γάρ ἐστι κώλυμα τῆς πρὸς τὸν οὐρανὸν ἀποδημίας ὁ γάμος· ἐπεὶ εἰ κώλυμα ἦν καὶ ἐπιβουλεύειν ἡμῖν ἔμελλεν ἡ γυνή, οὐκ ἂν αὐτὴν ἐξ ἀρχῆς ποιῶν ὁ | |
65 | Θεὸς ἐκάλεσε βοηθόν. Ἐβουλόμην μὲν οὖν εἰπεῖν τί ποτέ ἐστι τὸ καθῆσθαι τὸν Θεόν· οὐ γὰρ δὴ κάθηται ὁ Θεός· σωμάτων γὰρ ὁ σχηματισμός· τὸ δὲ θεῖον ἀσώματον. | |
6.2 | Ἐβουλόμην μὲν οὖν εἰπεῖν τί ποτέ ἐστι θρόνος Θεοῦ· οὐ γὰρ δὴ θρόνῳ ὁ Θεὸς ἐμπεριείληπται· ἀπερίγραπτον γὰρ τὸ θεῖον· ἀλλὰ | |
δέδοικα μὴ τῇ περὶ τούτων ἐνδιατρίβων διδασκαλίᾳ, | 206 | |
5 | παρελκύσω τὸ ὄφλημα. Καὶ γὰρ πάντας ὁρῶ πρὸς τὰ Σεραφὶμ κεχηνότας, οὐχὶ τήμερον μόνον, ἀλλὰ καὶ ἐκ πρώτης ἡμέρας· διόπερ, καθάπερ πλῆθος ἀνθρώπων, πολλῇ τῇ ῥύμῃ διακόπτων ὁ λόγος τῶν ἁπαντώντων νοημάτων τὸ πλῆθος, πρὸς ἐκείνην ἐπείγεται τὴν ἐξήγησιν. | |
10 | «Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ», φησίν. Ἰδοὺ τὰ Σεραφίμ, ἃ πάλαι ἐπεθυμεῖτε πάντες ἰδεῖν. Θεάσασθε τοίνυν καὶ τὴν ἐπιθυμίαν ἐμπλήσατε, ἀλλὰ μὴ μετὰ θορύβου, μηδὲ σπεύδοντι λογισμῷ, ὅπερ ἐπὶ τῶν βασιλικῶν ἐξόδων καὶ εἰσόδων γίνεται· ἐκεῖ μὲν γὰρ | |
15 | εἰκότως τοῦτο αὐτὸ συμβαίνει. Οὐ γὰρ ἀναμένουσιν οἱ δορυφόροι τῶν ὁρώντων τὰς ὄψεις, ἀλλὰ πρὶν ἢ πάντα ὀφθῆναι καλῶς, ἀναγκάζουσι παρατρέχειν· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ’ ἵστησιν ὑμῖν ὁ λόγος τὴν θεωρίαν, ἕως οὗ πάντα ἐπέλθητε, ὅσα δυνατὸν ἐπελθεῖν. «Καὶ τὰ Σεραφὶμ | |
20 | εἱστήκεισαν κύκλῳ αὐτοῦ.» Πρὸ τοῦ τῆς φύσεως ἀξιώματος ἐδίδαξεν ἡμᾶς τὸ ἀπὸ τῆς ἐγγύτητος τῆς κατὰ τὸν τόπον ἀξίωμα. Οὐ γὰρ εἶπε πρῶτον τίνα [ἦν] τὰ Σεραφίμ, ἀλλ’ εἶπεν ἔνθα ἑστήκασιν. Τοῦτο γὰρ ἐκείνου τὸ ἀξίωμα μεῖζον. Πῶς; Ὅτι οὐχ οὕτω δείκνυσι τὰς δυνάμεις | |
25 | ἐκείνας μεγάλας οὔσας, τὸ Σεραφὶμ εἶναι, ὡς τὸ ἐγγὺς ἑστάναι τοῦ θρόνου τοῦ βασιλικοῦ. Καὶ γὰρ καὶ ἡμεῖς τῶν δορυφόρων ἐκείνους ἐπισημοτέρους εἶναι νομίζομεν, οὓς ἂν ἴδωμεν ἐγγὺς τοῦ ζεύγους ἐλαύνοντας τοῦ βασιλικοῦ. Οὕτω καὶ τῶν δυνάμεων τῶν ἀσωμάτων ἐκεῖναί εἰσιν | |
30 | λαμπρότεραι, ὅσαιπερ ἂν ὦσιν ἐγγὺς τοῦ θρόνου. Διὰ | |
τοῦτο καὶ ὁ προφήτης ἀφεὶς διαλεχθῆναι περὶ τοῦ τῆς φύσεως αὐτῶν ἀξιώματος, πρότερον ἡμῖν διαλέγεται περὶ τῆς τοῦ τόπου προεδρίας, εἰδὼς ὅτι οὗτος μείζων ὁ κόσμος ἐστὶ καὶ τοῦτο τῶν φύσεων ἐκείνων τὸ κάλλος· | 208 | |
35 | καὶ γὰρ τοῦτο ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ πᾶσα ἀσφάλεια, τὸ κύκλῳ τοῦ θρόνου ἐκείνου φαίνεσθαι. Τοῦτο καὶ ἐπὶ τῶν ἀγγέλων ἔστιν ἰδεῖν· καὶ γὰρ ἐκείνους βουλόμενος δεῖξαι μεγάλους ὁ Χριστὸς οὐκ εἶπεν ὅτι ἄγγελοί εἰσιν, καὶ ἐσίγησεν· ἀλλ’ «ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέ‐ | |
40 | πουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρα‐ νοῖς». Ὥσπερ γὰρ ἐκεῖ μεῖζόν ἐστι τῆς ἀγγελικῆς ἀξίας τὸ βλέπειν τὸ πρόσωπον τοῦ Πατρός, οὕτω τῆς τῶν Σεραφὶμ ἀξίας μεῖζον τὸ ἑστάναι κύκλῳ τοῦ θρόνου καὶ μέσον ἔχειν αὐτόν. Ἀλλὰ τοῦτο τὸ μέγα καί σοι δυνατόν | |
45 | ἐστιν, ἂν ἐθέλῃς, λαβεῖν. Οὐ γὰρ δὴ τῶν Σεραφὶμ μόνον μέσος ἐστίν, ἀλλὰ καὶ ἡμῶν αὐτῶν, ἂν ἐθέλωμεν. «Οὗ γάρ εἰσι δύο ἢ τρεῖς, φησί, συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν»· καὶ «Κύριος ἐγγὺς τοῖς συντε‐ τριμμένοις τῇ καρδίᾳ καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι | |
6.2(50) | σῴζει». Διὰ τοῦτο καὶ ὁ Παῦλος βοᾷ· «Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Εἶδες πῶς ἡμᾶς ἔστησε μετὰ τῶν Σεραφίμ, ἐγγὺς ἀγαγὼν τοῦ θρόνου τοῦ βασιλικοῦ; Εἶτά φησιν· «Ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί.» Τί ἡμῖν αἱ ἓξ | |
55 | πτέρυγες ἐνδείκνυνται αὗται; Τὸ ὑψηλὸν καὶ μετάρσιον καὶ κοῦφον καὶ ταχὺ τῶν φύσεων ἐκείνων. Διὰ τοῦτο καὶ ὁ Γαβριὴλ ὑπόπτερος κάτεισιν, οὐχ ὅτι πτερὰ περὶ τὴν ἀσώματον ἐκείνην δύναμιν, ἀλλ’ ὅτι ἐκ τῶν ὑψηλοτάτων κατῆλθε χωρίων καὶ τὰς ἄνω διατριβὰς ἀφεὶς ἀφῖκται. Τί | |
60 | δαὶ καὶ ὁ ἀριθμὸς βούλεται τῶν πτερύγων; Ἐνταῦθα οὐ δεῖ τῆς παρ’ ἡμῶν ἑρμηνείας· αὐτὸς γὰρ ἑαυτὸν ὁ λόγος ἐπέλυσεν, τὴν χρείαν ἡμῖν αὐτῶν ἐξηγησάμενος. «Ταῖς γὰρ δυσί, φησίν, ἐκάλυπτον τὰ πρόσωπα» αὐτῶν, ὥσπερ τινὶ διπλῷ διαφράγματι τὰς ὄψεις τειχίζουσαι, διὰ τὸ μὴ φέρειν | 210 |
65 | τὴν ἐκ τῆς δόξης ἐκείνης ἐκπηδῶσαν λαμπηδόνα. «Καὶ ταῖς δυσὶ τοὺς πόδας ἐκάλυπτον», διὰ τὴν αὐτὴν ἔκπληξιν. Εἰώθαμεν γὰρ καὶ ἡμεῖς, ὅταν ὑπό τινος θάμβους κατασχεθῶμεν, πάντοθεν περιστέλλεσθαι τὸ σῶμα. Καὶ τί λέγω τὸ σῶμα, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ τοῦτο παθοῦσα | |
70 | ἀπὸ τῆς ἄκρας ἐπιφανείας καὶ τὰς ἐνεργείας αὐτῆς συνέλκουσα, πρὸς τὸ βάθος καταφεύγει, καθάπερ τινὶ περιβολαίῳ τῷ σώματι ἑαυτὴν πάντοθεν περιστέλλουσα; Ἀλλὰ μή τις ἔκπληξιν καὶ θάμβος ἀκούων, ἀηδῆ τινα ἀγωνίαν αὐταῖς ἐγγίνεσθαι νομιζέτω· καὶ γὰρ μετὰ τῆς | |
75 | ἐκπλήξεως ταύτης καὶ ἡδονή τις ἀφόρητος κεκραμένη ἐστίν. «Ταῖς δὲ δυσὶν ἐπέταντο.» Καὶ τοῦτο σημεῖον τοῦ τῶν ὑψηλῶν ἐφίεσθαι συνεχῶς καὶ μηδέποτε κάτω βλέπειν. «Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος, ἅγιος, ἅγιος.» Καὶ ἡ κραυγὴ πάλιν τοῦ θαύματος ἡμῖν δεῖγμα | |
80 | μέγιστον· οὐ γὰρ ἁπλῶς ὑμνοῦσιν, ἀλλὰ μετὰ κραυγῆς ἰσχυρᾶς· καὶ οὐδὲ μετὰ κραυγῆς ἁπλῶς, ἀλλὰ καὶ διηνεκῶς τοῦτο ποιοῦσιν. Τὰ μὲν γὰρ λαμπρὰ τῶν σωμάτων, κἂν μεθ’ ὑπερβολῆς ᾖ λαμπρά, τότε ἡμᾶς μόνον ἐκπλήττειν εἴωθεν, ὅταν πρῶτον αὐτῶν ταῖς ὄψεσιν | |
85 | ἀντιλαμβανώμεθα· ἐπειδὰν δὲ πλέον αὐτῶν ἐνδιατρίψωμεν τῇ θεωρίᾳ, τῇ συνηθείᾳ τὸ θαῦμα καταλύομεν, τῶν ὀφθαλμῶν ἡμῖν ἐμμελετησάντων λοιπὸν τοῖς σώμασιν. Διὰ | |
τοῦτο καὶ εἰκόνα βασιλικὴν ἄρτι μὲν ἀνατεθεῖσαν καὶ φαιδρὸν ἀπὸ τῶν χρωμάτων στίλβουσαν ἰδόντες, | 212 | |
90 | ἐκπληττόμεθα· μετὰ δὲ μίαν καὶ δευτέραν ἡμέραν οὐκέτι. Καὶ τί λέγω εἰκόνα βασιλικήν, ὅπου γε καὶ ἐπ’ αὐτῶν τῶν ἀκτίνων τοῦ ἡλίου τοῦτο αὐτὸ πεπόνθαμεν, ὧν οὐδὲν γένοιτ’ ἂν φαιδρότερον σῶμα; Οὕτως ἐπὶ τῶν σωμάτων ἁπάντων ἡ συνήθεια καταλύει τὸ θαῦμα· ἐπὶ δὲ τῆς τοῦ | |
95 | Θεοῦ δόξης οὐχ οὕτως, ἀλλὰ πᾶν τοὐναντίον. Ὅσον γὰρ ἐνδιατρίβουσι τῇ θεωρίᾳ τῆς δόξης ἐκείνης αἱ δυνάμεις αὗται, τοσοῦτον μᾶλλον ἐκπλήττονται καὶ ἐπιτείνουσι τὸ θαῦμα· διά τοι τοῦτο καὶ ἐξ οὗ γεγόνασι μέχρι τοῦ νῦν ὁρῶσαι τὴν δόξαν ἐκείνην, μηδέποτε ἐπαύσαντο μετ’ | |
6.2(100) | ἐκπλήξεως βοῶσαι· ἀλλ’ ὅπερ ἡμεῖς πάσχομεν ἐν βραχεῖ καιρῷ κατὰ τῶν ὄψεων ἡμῶν ἀστραπῆς φερομένης, τοῦτο ἐκεῖναι διηνεκῶς ὑπομένουσιν καὶ ἀπαύστως μετά τινος ἡδονῆς τὸ θαῦμα ἔχουσιν. Καὶ γὰρ οὐ μόνον κεκράγασιν, ἀλλὰ καὶ πρὸς ἀλλήλους τοῦτο ποιοῦσιν, ὃ τῆς ἐπιτε‐ | |
105 | ταμένης ἐκπλήξεως σημεῖόν ἐστιν. Οὕτω καὶ ἡμεῖς, βροντῆς καταρρηγνυμένης ἢ τῆς γῆς σειομένης, οὐ μόνον δεδοίκαμεν καὶ ἀναπηδῶμεν, ἀλλὰ καὶ πρὸς ἀλλήλους βοῶμεν. Τοῦτο καὶ τὰ Σεραφὶμ ἐποίουν· καὶ διὰ τοῦτο ἕτερος πρὸς τὸν ἕτερον ἐκέκραγον· Ἅγιος, ἅγιος, ἅγιος. | |
6.3 | Ἆρα ἐπέγνωτε τὴν φωνὴν ταύτην; ἆρα ἡμετέρα ἐστὶν ἢ τῶν Σεραφίμ; καὶ ἡμετέρα καὶ τῶν Σεραφὶμ διὰ τὸν Χριστὸν τὸν ἀνελόντα τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ εἰρηνοποιήσαντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, διὰ | |
5 | τὸν ποιήσαντα τὰ ἀμφότερα ἕν. Πρότερον μὲν γὰρ ἐν τοῖς οὐρανοῖς οὗτος ᾔδετο μόνον ὁ ὕμνος· ἐπειδὴ δὲ ἐπιβῆναι τῆς γῆς κατηξίωσεν ὁ Δεσπότης, καὶ τὴν μελῳδίαν ταύτην κατήνεγκε πρὸς ἡμᾶς. Διὰ τοῦτο καὶ ὁ μέγας οὗτος ἀρχιερεύς, ἐπειδὰν ἐπὶ τῆς | 214 |
10 | ἁγίας ταύτης ἑστήκῃ τραπέζης τὴν λογικὴν ἀναφέρων λατρείαν, τὴν ἀναίμακτον προσφέρων θυσίαν, οὐχ ἁπλῶς ἡμᾶς ἐπὶ τὴν εὐφημίαν ταύτην καλεῖ, ἀλλὰ πρότερον τὰ Χερουβὶμ εἰπὼν καὶ τῶν Σεραφὶμ ἀναμνήσας, οὕτω παρακελεύεται πᾶσιν ἀναπέμψαι τὴν φρικωδεστάτην φωνὴν | |
15 | ἐκείνην, τῇ τῶν συγχορευόντων μνήμῃ τὴν διάνοιαν ἡμῶν ἀπὸ τῆς γῆς ἀνασπᾶσαι σπουδάζων πρὸς τοὺς οὐρανοὺς καὶ μονονουχὶ βοῶν πρὸς ἕκαστον ἡμῶν καὶ λέγων· Μετὰ τῶν Σεραφὶμ ᾄδεις, μετὰ τῶν Σεραφὶμ στῆθι, μετ’ ἐκείνων τὰς πτέρυγας τοῦ νοῦ ἐκπέτασον, μετ’ ἐκείνων περιίπτασο | |
20 | τὸν θρόνον τὸν βασιλικόν. Καὶ τί θαυμαστόν, εἰ μετὰ τῶν Σεραφὶμ ἕστηκας, ὅπου γε ὧν οὐκ ἐτόλμησεν ἅψασθαι τὰ Σεραφίμ, ταῦτά σοι μετὰ ἀδείας ἔδωκεν ὁ Θεός; «Ἀπεστάλη γὰρ πρός με, φησίν, ἓν τῶν Σεραφὶμ καὶ εἶχεν ἄνθρακα πυρός, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ | |
25 | θυσιαστηρίου.» Ἐκεῖνο τὸ θυσιαστήριον τοῦ θυσιαστηρίου τούτου τύπος ἐστὶ καὶ εἰκών· ἐκεῖνο τὸ πῦρ, τούτου τοῦ πυρὸς τοῦ πνευματικοῦ. Ἀλλ’ οὐκ ἐτόλμησεν ἅψασθαι τῇ χειρὶ τὰ Σεραφίμ, ἀλλὰ τῇ λαβίδι· σὺ δὲ τῇ χειρὶ λαμβάνεις. Ἂν μὲν γὰρ πρὸς τὴν ἀξίαν ἴδῃς τῶν | |
30 | προκειμένων, καὶ τῆς τῶν Σεραφὶμ ἁφῆς ταῦτα μείζω πολλῷ· ἂν δὲ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐννοήσῃς, οὐδὲ πρὸς τὴν ἡμετέραν εὐτέλειαν ἐπαισχύνεται κατελθεῖν ἐπὶ τῶν προκειμένων τῇ χάριτι. Ταῦτ’ οὖν ἐννοῶν, ἄνθρωπε, καὶ τὸ μέγεθος τῆς δωρεᾶς λογιζόμενος, ἀνάστηθί ποτε καὶ | 216 |
35 | τῆς γῆς ἀπαλλάγηθι καὶ πρὸς τὸν οὐρανὸν ἀνάβηθι. Ἀλλ’ ἕλκει τὸ σῶμα καὶ βιάζεται κάτω; Ἀλλ’ ἰδοὺ προσελαύνουσιν νηστεῖαι, κοῦφα μὲν τῆς ψυχῆς ἐργαζόμεναι τὰ πτερά, κοῦφον δὲ τῆς σαρκὸς ποιοῦσαι τὸ φορτίον, κἂν μολύβδου παντὸς βαρύτερον λάβωσι | |
40 | σῶμα. Ἀλλ’ ἡ μὲν τῆς νηστείας νῦν ἀναμενέτω διδασκαλία, ἡ δὲ τῶν μυστηρίων ἤδη κινείσθω, δι’ ὧν καὶ αἱ νηστεῖαι. Καθάπερ γὰρ τῶν ἐν τοῖς ὀλυμπιακοῖς ἀγῶσι παλαισμάτων τέλος ὁ στέφανος, οὕτω καὶ τῆς νηστείας τέλος ἡ καθαρὰ κοινωνία· ὡς ἐὰν μὴ τοῦτο κατορθώ‐ | |
45 | σωμεν διὰ τῶν ἡμερῶν τούτων, εἰκῇ καὶ μάτην κατα‐ κόψαντες ἑαυτούς, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπὸ τοῦ σκάμματος τῆς νηστείας ἀναχωρήσομεν. Διὰ τοῦτο καὶ οἱ πατέρες ἐξέτειναν τῆς νηστείας τὸ στάδιον, προθεσμίαν μετανοίας διδόντες ἡμῖν, ἵνα καθηράμενοι καὶ | |
6.3(50) | ἀποσμήξαντες ἑαυτούς, οὕτω προσίωμεν. Διὰ τοῦτο καὶ | |
αὐτὸς ἐντεῦθεν ἤδη βοῶ λαμπρᾷ τῇ φωνῇ καὶ διαμαρτύ‐ ρομαι καὶ ἱκετεύω καὶ ἀντιβολῶ μὴ μετὰ κηλῖδος, μηδὲ μετὰ πονηροῦ συνειδότος τῇ ἱερᾷ ταύτῃ προσιέναι τραπέζῃ· οὐ γὰρ ἂν εἴη τοῦτο πρόσοδος, οὐδὲ κοινωνία, | 218 | |
55 | κἂν μυριάκις ἁψώμεθα τοῦ ἁγίου σώματος ἐκείνου, ἀλλὰ καταδίκη καὶ κόλασις καὶ τιμωρίας προσθήκη. Μηδεὶς τοίνυν ἁμαρτωλὸς προσίτω, μᾶλλον δὲ οὐ λέγω· μηδεὶς ἁμαρτωλός, ἐπεὶ πρότερον ἐμαυτὸν ἀπείργω τῆς θείας τραπέζης, ἀλλὰ μηδεὶς μένων ἁμαρτωλὸς προσίτω. Διὰ | |
60 | τοῦτο ἐντεῦθεν ἤδη προλέγω, ἵνα μὴ τῶν βασιλικῶν καταλαβόντων δείπνων καὶ τῆς ἱερᾶς ἑσπέρας παραγενομένης ἐκείνης, ἔχῃ τις λέγειν· Ἀπαρασκεύαστος εἰσῆλθον καὶ ἐέργομαι, καὶ ὅτι πάλαι ταῦτα προειπεῖν ἐχρῆν. Εἰ γὰρ πάλαι ταῦτα ἤκουσα, πάντως ἂν μετε‐ | |
65 | βαλόμην, πάντως ἂν ἐμαυτὸν καθάρας, οὕτω προσῆλθον. Ἵν’ οὖν μηδεὶς ταῦτα προφασίζεσθαι ἔχῃ, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ πολλὴν ἐπιδείξασθαι τὴν μετάνοιαν. Οἶδα ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις καὶ ὅτι οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν· ἀλλ’ οὐ | |
70 | τοῦτό ἐστι τὸ δεινόν, ὅτι ἁγνὴν καρδίαν οὐκ ἔχομεν, ἀλλ’ ὅτι μὴ ἔχοντες καρδίαν ἁγνήν, οὐδὲ τῷ δυναμένῳ ποιῆσαι ταύτην ἁγνὴν προσερχόμεθα. Δύναται γάρ, ἐὰν ἐθέλῃ· καὶ θέλει δὲ μᾶλλον ἡμῶν αὐτῶν· ἀλλὰ ἀναμένει μικρὰν πρόφασιν παρ’ ἡμῶν λαβεῖν, ἵνα μετὰ παρρησίας ἡμᾶς στε‐ | |
75 | φανώσῃ. Τίς τοῦ τελώνου γέγονεν ἁμαρτωλότερος; Ἀλλ’ | |
ὅτι μόνον εἶπεν· «Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ», κατῆλθεν ὑπὲρ τὸν φαρισαῖον δεδικαιωμένος. Καίτοι πόσην δύναμιν εἶχεν ἡ λέξις ἐκείνη; Ἀλλ’ οὐχ ἡ λέξις αὐτὸν ἐκάθηρεν, ἀλλ’ ἡ διάθεσις, μεθ’ ἧς καὶ τὴν λέξιν ἐκείνην εἶπεν· | 220 | |
80 | μᾶλλον δὲ οὐδὲ ἡ διάθεσις μόνη, ἀλλὰ πρὸ ταύτης ἡ τοῦ Θεοῦ φιλανθρωπία. | |
6.4 | Ποῖος γάρ, εἰπέ μοι, κάματος, ποῖος πόνος, ποῖος ἱδρὼς τῷ ἁμαρτωλῷ πεῖσαι ἑαυτὸν ὅτι ἔστιν ἁμαρτωλὸς καὶ πρὸς τὸν Θεὸν τοῦτο εἰπεῖν; Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον ὅτι μικρᾶς παρ’ ἡμῶν ἐπιλαβέσθαι προφάσεως | |
5 | βούλεται καὶ τὸ πᾶν αὐτὸς εἰσφέρει λοιπὸν εἰς τὴν σωτη‐ ρίαν ἡμῶν; Μετανοήσωμεν τοίνυν, κλαύσωμεν, θρηνή‐ σωμεν. Θυγατέρα τις πολλάκις ἀποβαλὼν τὸν πλείω διατελεῖ τῆς ζωῆς αὐτοῦ χρόνον ἐν θρήνοις καὶ ὀδυρμοῖς· ἡμεῖς ψυχὴν ἀπωλέσαμεν, καὶ οὐ θρηνοῦμεν; σωτηρίας | |
10 | ἐξεπέσομεν, καὶ οὐ κατακοπτόμεθα; Καὶ τί λέγω ψυχῆν καὶ σωτηρίαν; Δεσπότην παρωξύναμεν οὕτω πρᾷον καὶ ἥμερον, καὶ οὐ κατορύττομεν ἑαυτούς; Καὶ γὰρ οὐχὶ Δεσπότου κηδεμονικοῦ μόνον, ἀλλὰ καὶ πατρὸς φιλόπαιδος καὶ μητρὸς φιλοστόργου πᾶσαν εὔνοιαν | |
15 | ὑπερβαίνει τῇ περὶ ἡμᾶς κηδεμονίᾳ. «Μὴ ἐπιλήσεται γάρ, φησί, γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο γυνή, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει Κύριος.» Πιστὴ μὲν οὖν καὶ πρὸ ἀποδείξεως ἡ ἀπόφασις· Θεοῦ γάρ ἐστιν· πλὴν ἀλλὰ | |
20 | καὶ διὰ τῶν πραγμάτων, φέρε, παράσχωμεν τὴν ἀπόδειξιν. | |
Ἡ Ῥεβέκκα ποτὲ κελεύουσα τῷ παιδὶ τὸ κατὰ τὴν κλοπὴν τῶν εὐλογιῶν ὑποκρίνασθαι δρᾶμα καὶ περιστείλασα αὐτὸν πάντοθεν καλῶς καὶ τὸ προσωπεῖον ἐπιθεῖσα τοῦ ἀδελφοῦ, ἐπειδὴ εἶδεν οὐδὲ οὕτω θαρροῦντα, βουλομένη πάντα | 222 | |
25 | φόβον τοῦ παιδὸς ἐξελεῖν· «Ἐπ’ ἐμὲ ἡ κατάρα σου, τέκνον», φησίν. Μητρὸς ὄντως τὸ ῥῆμα, καὶ ἐκκαιομένης τῇ φιλότητι τοῦ παιδός. Ἀλλ’ ὁ Χριστὸς τοῦτο οὐκ εἶπεν μόνον, ἀλλὰ καὶ ἐποίησεν. οὐκ ἐπηγγείλατο μόνον, ἀλλὰ καὶ ἐγένετο. Καὶ Παῦλος βοᾷ λέγων· «Χριστὸς ἡμᾶς | |
30 | ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Τοῦτον οὖν παροξυνοῦμεν· εἰπέ μοι· καὶ πῶς οὐ γεέννης αὐτῆς τοῦτο χαλεπώτερον καὶ τοῦ ἀτελευτήτου σκώληκος καὶ τοῦ ἀσβέστου πυρός; Ὅταν οὖν τῇ ἱερᾷ τραπέζῃ προσιέναι μέλλῃς, νόμιζε | |
35 | ἐκεῖ καὶ τὸν βασιλέα τῶν ἁπάντων παρεῖναι· καὶ γὰρ πάρεστιν ὄντως, τὴν ἑκάστου καταμανθάνων γνώμην, καὶ τίς μὲν μετὰ προσηκούσης ἁγιωσύνης, τίς δὲ μετὰ πονηροῦ προσέρχεται συνειδότος, μετὰ λογισμῶν ἀκαθάρτων καὶ ῥυπαρῶν, μετὰ πράξεων μιαρῶν. Κἂν μὲν | |
40 | εὕρῃ τινὰ τοιοῦτον, τέως μὲν αὐτὸν τῷ δικαστηρίῳ τοῦ συνειδότος παραδίδωσιν· εἶτα ἂν μὲν λαβὼν ἐκεῖνος μαστίξῃ τοῖς λογισμοῖς καὶ βελτίω κατασκευάσῃ, προσίεται πάλιν αὐτόν· ἂν δὲ ἀδιόρθωτος μείνῃ, κελεύει πρὸς τὰς αὑτοῦ παραδοθῆναι χεῖρας τὸν ἀγνώμονα καὶ ἀναισθητόν. | |
45 | «Φοβερὸν δὲ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Οἶδα ὅτι δάκνει τὰ ῥήματα, ἀλλὰ τί πάθω; Εἰ μὴ πικρὰ ἐπιθῶμαι | |
τὰ φάρμακα, τὰ τραύματα οὐκ ἀφαιρεθήσεται· ἂν πικρὰ ἐπιθῶμαι, ὑμεῖς τὴν ὀδύνην οὐ φέρετε. Στενά μοι πάντοθεν· πλὴν ἀλλ’ ἀναγκαῖον ἀνασχεῖν τὴν χεῖρα | 224 | |
6.4(50) | λοιπόν· καὶ γὰρ ἱκανὰ τὰ εἰρημένα πρὸς διόρθωσιν τῶν προσεχόντων. Ἀλλ’ ἵνα μὴ μόνοις ὑμῖν, ἀλλὰ καὶ ἑτέροις δι’ ὑμῶν γένηται χρήσιμα, φέρε αὐτὰ πάλιν ἀνακεφα‐ λαιωσώμεθα. Διελέχθημεν περὶ τῶν Σεραφίμ, ἐδείξαμεν ὅσον ἐστὶν | |
55 | ἀξίωμα πλησίον ἑστάναι τοῦ θρόνου τοῦ βασιλικοῦ καὶ ὅτι καὶ ἀνθρώποις τὸ ἀξίωμα τοῦτο κεκτῆσθαι δυνατόν. Εἴπομεν περὶ τῶν πτερύγων καὶ τῆς ἀπροσίτου δόξης τοῦ Θεοῦ καὶ περὶ τῆς πρὸς ἡμᾶς αὐτοῦ φιλανθρωπίας γινομένης· προσεθήκαμεν τὴν αἰτίαν τῆς κραυγῆς καὶ τοῦ | |
60 | διηνεκοῦς θαύματος καὶ πῶς ἐν ἀκαταπαύστῳ θεωρίᾳ ἀκατάπαυστος καὶ ἡ δοξολογία τῶν Σεραφίμ· ἀνεμνή‐ σαμεν ὑμᾶς εἰς ποῖον ἐτελέσαμεν χορὸν καὶ μετὰ τίνων τὸν κοινὸν ἀνυμνήσαμεν Δεσπότην· τοὺς περὶ μετανοίας προσεθήκαμεν λόγους· καὶ τέλος ὅσον ἐστὶ κακὸν | |
65 | προσιέναι τοῖς μυστηρίοις μετὰ πονηροῦ συνειδότος ἐδείξαμεν καὶ πῶς οὐκ ἔστι διαφυγεῖν τὸν τὰ τοιαῦτα τολμήσαντα. Ταῦτα καὶ γυνὴ παρὰ ἀνδρὸς μανθανέτω καὶ παιδία παρὰ πατρὸς καὶ οἰκέτης παρὰ δεσπότου καὶ γείτων παρὰ γείτονος καὶ φίλος παρὰ φίλου, μᾶλλον δὲ | |
70 | καὶ πρὸς τοὺς ἐχθροὺς ταῦτα διαλεγώμεθα· καὶ γὰρ καὶ τῆς ἐκείνων σωτηρίας ἡμεῖς ἐσμεν ὑπεύθυνοι. Εἰ γὰρ καὶ | |
τὰ ὑποζύγια αὐτῶν πεπτωκότα διαναστῆσαι καὶ πεπλανη‐ μένα διασῶσαι καὶ ἐπαναγαγεῖν κελευόμεθα, πολλῷ μᾶλλον τὴν ψυχὴν αὐτῶν πλανωμένην ἐπαναγαγεῖν χρὴ | 226 | |
75 | καὶ πεπτωκυῖαν διανιστᾶν. Ἂν οὕτω τὰ καθ’ ἑαυτοὺς καὶ τὰ κατὰ τοὺς πλησίον οἰκονομῶμεν, δυνησόμεθα μετὰ παρρησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, νῦν καὶ ἀεὶ | |
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 228 |