TLG 2062 497 :: JOANNES CHRYSOSTOMUS :: In Isaiam

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In Isaiam

Source: Dumortier, J. (ed.), Jean Chrysostome. Commentaire sur Isaïe [Sources chrétiennes 304] Paris: Cerf, 1983: 36–356.

Citation: Chapter — section — (line)

p

t

ΠΡΟΛΟΓΟΣ

p

1

Τοῦ προφήτου τούτου τὸ ἐξαίρετον μάλιστα μὲν καὶ αὐτόθεν ἔστιν ἰδεῖν, δείκνυσι δὲ αὐτὸ ἐντελέστερον ὁ πάντων ἀκριβέστερον τὰς ἀρετὰς αὐτοῦ εἰδὼς Παῦλος, ἅτε Πνεύματι τοσούτῳ φθεγγόμενος. Τὴν γὰρ ἐλευθεροσ‐
5τομίαν αὐτοῦ καὶ τὸ φρόνημα τὸ ἀδούλωτον καὶ τὴν ὑψηλὴν γνώμην καὶ τὴν πολλὴν ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ σαφήνειαν ἐνδεικνύμενος, ἅπαντα ταῦτα ἑνὶ ῥήματι παρέστησεν εἰπών· Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην
10τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Πολὺ δὲ αὐτοῦ καὶ τὸ συμπαθές. Οὐ γὰρ δὴ μόνον κατεξανίστατο τῆς τοῦ δήμου μανίας, οὐδὲ ἐλευθέρᾳ γλώττῃ καὶ ὑψηλοτέρᾳ γνώμῃ τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι λυπηρὰ μετὰ πολλῆς ἀπήγγειλε τῆς παρρησίας, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς τῶν πραγμάτων περι‐
15στάσεσιν αὐτῶν οὐκ ἔλαττον τῶν ἐμπιπτόντων ἐν αὐταῖς ἤλγει καὶ ἐδάκνετο καὶ πικρότερον τῶν ἁλόντων ὠδύρετο. Καὶ πάντων δέ, ὡς εἰπεῖν, τῶν προφητῶν καὶ τῶν ἁγίων τοιοῦτον τὸ ἦθος· πατέρων φιλοστοργίαν τῇ περὶ τοὺς ἀρχομένους ἀπέκρυψαν διαθέσει καὶ τὴν τῆς φύσεως
20τυραννίδα ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισαν. Οὐδεὶς γάρ, οὐδείς ποτε φιλόπαις οὕτω τῶν ἐκγόνων περιεκαίετο, ὡς οὗτοι τῶν ἀρχομένων ὑπεραπέθνησκον,
ὀδυρόμενοι, θρηνοῦντες, κακῶς πασχόντων αὐτῶν τὸν Θεὸν παρακαλοῦντες, συναπαγόμενοι, κοινωνοῦντες τῶν36
25δεινῶν, πάντα καὶ ποιοῦντες καὶ πάσχοντες, ὥστε αὐτοὺς ἐξελέσθαι καὶ τῆς ἄνωθεν ὀργῆς, καὶ τῆς τῶν πραγμάτων ἐπιδρομῆς. Καὶ γὰρ οὐδὲν οὕτως ἐπιτήδειον εἰς ἀρχῆς αἵρεσιν, ὡς ψυχὴ φιλόσοφος καὶ συναλγεῖν ἐπισταμένη. Διὰ τοῦτο καὶ Μωϋσέα τὸν μέγαν ἐπὶ τὸν θρόνον τῆς
30δημαγωγίας ἀνεβίβασεν ὁ Θεός, ἐπειδὴ προλαβὼν διὰ τῶν ἔργων ἐπεδείξατο τὴν ὑπὲρ τοῦ δήμου φιλοστοργίαν καὶ μετὰ ταῦτα ἔλεγεν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Καὶ αὐτὸς δὲ οὗτος ὁρῶν ἀπολλυμένους, ἔλεγεν· Ἄφετέ
35με, πικρῶς κλαύσομαι. Μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. Ὁ δὲ Ἱερεμίας καὶ θρήνους μακροὺς συνέθηκε, τῆς πόλεως κατενεχθείσης. Ἰεζεκιὴλ δὲ καὶ συναπῆλθε καὶ τὴν ἀλλοτρίαν τῆς οἰκείας κουφοτέραν εἶναι ἐνόμιζε, μέγιστον
40εἰς παραμυθίαν τῆς συμφορᾶς ἔχων τὸ παρεῖναι τοῖς κάμνουσι καὶ διορθοῦν τὰ ἑτέρων πράγματα. Καὶ ὁ Δανιὴλ δὲ ὑπὲρ τῆς ἀνόδου τῆς τούτων εἴκοσι καὶ πλείους ἡμέρας διέμεινεν ἄσιτος καὶ πᾶσαν σπουδὴν ἐπεδείξατο, τὸν Θεὸν ἱκετεύων ἀφεθῆναι τῆς πικρᾶς δουλείας αὐτούς.
45Καὶ τῶν ἁγίων δὲ ἕκαστος ἐντεῦθεν φαίνεται λάμπων. Οὕτω καὶ ὁ Δαυῒδ ὁρῶν τὴν θεήλατον ὀργὴν ἐκείνην ἐπὶ τὸν δῆμον φερομένην, ἐφ’ ἑαυτὸν ἐκάλει τὴν πληγήν, λέγων· Ἐγὼ ὁ ποιμὴν ἥμαρτον καὶ ἐγὼ ὁ ποιμὴν ἐκακο‐ ποίησα, καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; Γενέσθω ἡ

p

1

(50)

χείρ σου ἐπ’ ἐμοί, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ὁ πατριάρχης δὲ Ἀβραὰμ πόρρω τῶν κακῶν ἑστηκὼς καὶ
οὐδὲν ἔχων κοινὸν πρὸς τὰ καταληψόμενα τοὺς ἐν Σοδόμοις κακά, ὡς ἐν αὐτοῖς μέσοις τοῖς δεινοῖς ἐμβε‐ βηκώς, οὕτω παρεκάλει καὶ ἐδέετο τοῦ Θεοῦ καὶ οὐδ’ ἂν38
55ἀπέστη πάντα ποιῶν καὶ λέγων, ὥστε λῦσαι τὸν χαλεπὸν ἐμπρησμὸν ἐκεῖνον, εἰ μὴ ὁ Θεὸς αὐτὸν ἀφεὶς ἀπῆλθεν. Οἱ δὲ ἐν τῇ Καινῇ καὶ μείζονα ἐπεδείξαντο ταύτης τὴν ἀρετήν, ἅτε καὶ πλείονος ἀπολελαυκότες χάριτος καὶ πρὸς μακρότερα κληθέντες σκάμματα. Διὰ τοῦτο καὶ Πέτρος
60ἀκούων τοῦ Χριστοῦ λέγοντος, ὅτι τοῖς πλουτοῦσι δυσκο‐ λωτάτη ἡ πρὸς τὸν οὐρανὸν εἴσοδος, ἠγωνία καὶ ἔτρεμε, καὶ πεῦσιν προσῆγε λέγων· Τίς ἄρα δύναται σωθῆναι; καίτοι γε ὑπὲρ τῶν καθ’ ἑαυτὸν θαρρῶν πραγμάτων. Οὐ γὰρ τὰ ἑαυτῶν ἐσκόπουν, ἀλλὰ τὰ τῆς οἰκουμένης ἐφρόν‐
65τιζον. Καὶ Παῦλος δὲ δι’ ὅλων 〈καὶ πασῶν〉 τοῦτο ἡμῖν ἐνδείκνυται τῶν ἐπιστολῶν· ὃς οὐδὲ τὸν Χριστὸν ἰδεῖν ἠνέσχετο πρὸ τῆς τῶν ἀνθρώπων σωτηρίας, οὕτω λέγων· Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι κρεῖσσον, τὸ δὲ ἐπι‐ μεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς. Τοιοῦτον καὶ
70οὗτος ἡμῖν διατηρεῖ τὸν χαρακτῆρα ὁ προφήτης, καὶ λέγων τὰς ἀποφάσεις τοῦ Θεοῦ μετὰ πολλῆς τῆς παρρη‐ σίας καὶ ἐπιτιμῶν τοῖς ἁμαρτάνουσι καὶ παρακαλῶν αὐτὸν συνεχῶς καὶ διὰ μακρῶν τῶν λόγων παροξυ‐ νόμενον κατ’ αὐτῶν· καὶ τοῦτο μάλιστα πρὸς τῷ τέλει
75τῆς προφητείας ἔστιν ἰδεῖν, τέως δὲ αὐτῶν ἀναγκαῖον
ἄρξασθαι τῶν προοιμίων.40

1

t

ΚΕΦΑΛ. Αʹ

1

.

1

Ὅρασις, ἣν εἶδεν Ἡσαΐας. Ὅρασιν καλεῖ τὴν προφητείαν, ἢ διὰ τὸ πολλὰ τῶν ἐκβησομένων ἐπ’ αὐτῆς ὁρᾷν τῆς ὄψεως· ὡς ὁ Μιχαίας εἶδε τὸν λαὸν ἐσπαρμένον· καὶ ὁ Ἰεζεκιὴλ τὴν αἰχμα‐
5λωσίαν καὶ τὴν παρανομίαν τῶν τὸν ἥλιον προσκυ‐ νούντων καὶ τὸν Θαμούζην· ἢ διὰ τὸ τὴν ἀκοὴν τῶν προφητῶν τὴν ἐκ τοῦ Θεοῦ γενομένην αὐτοῖς μηδὲν ἔλαττον ἔχειν τῆς ὄψεως, ἀλλ’ ὁμοίως πληροφορεῖν, ὅπερ ἐν τοῖς βιωτικοῖς οὐκ ἔνι. Ὅτι γὰρ ἑτέρως ἤκουον παρὰ
10τοὺς λοιποὺς τῶν ἀνθρώπων, φησί· Προσέθηκέ μοι ὠτίον ἀκούειν. Ποιεῖ δὲ καὶ τὸν λόγον ἀξιόπιστον, ὅρασιν εἰπών, καὶ ἀνίστησι τὸν ἀκροατὴν καὶ παραπέμπει πρὸς τὸν τὰ πράγματα δείξαντα. Ἔθος γὰρ αὐτοῖς ἅπασι τοῖς παρὰ τοῦ Θεοῦ διαπορθμεύουσι τὰ λεγόμενα, τοῦτο πρὸ
15τῶν ἄλλων κατασκευάζειν, ὡς οὐδὲν οἴκοθεν φθέγγονται, ἀλλ’ ὅτι θεῖοι χρησμοί τινές εἰσι τὰ λεγόμενα καὶ γράμματα ἐκ τῶν οὐρανῶν καταβάντα. Οὕτω καὶ ὁ Δαυΐδ φησιν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυ‐ γράφου. Μὴ τοίνυν τοῦ καλάμου νόμιζε εἶναι τὰ
20γράμματα, ἀλλὰ τῆς κατεχούσης αὐτὸν δεξιᾶς, τουτέστι,
μὴ τῆς γλώττης τοῦ Δαυΐδ, ἀλλὰ τῆς κινούσης αὐτὸν χάριτος. Καὶ ἕτερος δὲ προφήτης τοῦτο αὐτὸ ἐνδεικνύ‐ μενος ἔλεγεν, ὅτι Αἰπόλος ἤμην, φησί, συκάμινα κνίζων· ἵνα μὴ ἀνθρωπίνῃ σοφίᾳ τὰ λεγόμενά τις λογίσηται. Καὶ42
25οὐδὲ τούτῳ ἠρκέσθη μόνον, ἀλλὰ καὶ ἕτερόν τι προσέθηκεν εἰπών· Ἀλλὰ μὴν ἐγὼ ἐνεπλήσθην ἰσχύος ἐν Πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας. Οὐ γὰρ δὴ μόνον σοφοὺς αὐτοὺς ἡ χάρις, ἀλλὰ καὶ ἰσχυροὺς ἠργάζετο, οὐ τῇ τοῦ σώματος κατασκευῇ, ἀλλὰ τῇ γνώμῃ.
30Ἐπειδὴ γὰρ πρὸς δῆμον εἶχον ἰταμὸν καὶ ἀναίσχυντον, αἱμάτων διψῶντα προφητικῶν, καὶ σφαγαῖς ἁγίων ἐμμε‐ λετῶντα, εἰκότως πολλῆς ἐδέοντο τῆς δυνάμεως, ὥστε μὴ καταπλαγῆναι τὴν ἄφατον αὐτῶν ῥύμην. Διὰ δὴ τοῦτο τῷ μὲν Ἱερεμίᾳ φησί· Τέθεικά σε ὡς στῦλον σιδηροῦν καὶ
35ὡς τεῖχος χαλκοῦν· τῷ δὲ Ἰεζεκιήλ· Ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ πτοηθῇς. Καὶ Μωϋσῆς δέ, ἡνίκα ἀπεστέλ‐ λετο, οὐχὶ τὸν Φαραὼ δεδοικὼς ἀναδύεσθαι μοι δοκεῖ μόνον, ἀλλ’ αὐτὸν μάλιστα τὸν δῆμον τῶν Ἰουδαίων. Τῷ
40γοῦν Θεῷ διαλεγόμενος καὶ τὸν βάρβαρον ἀφείς, μετὰ πολλῆς τῆς σπουδῆς μαθεῖν ἐζήτει, τί δεῖ πρὸς αὐτοὺς εἰπεῖν ἀπιστοῦντας, ὅτι δὴ παρὰ Θεοῦ ἀφιγμένος εἴη· καὶ τὰ σημεῖα τῆς ἐκείνων ἕνεκεν ἐλάμβανε γνώμης· καὶ μάλα εἰκότως. Εἰ γὰρ εἷς αὐτὸν οὕτως ἐφόβησε καὶ ταῦτα
45εὐεργετηθείς, τί εἰκὸς ἦν αὐτὸν παθεῖν ἐννοοῦντα τὸν ἄτακτον δῆμον ἐκεῖνον; Διὰ δὴ τοῦτο οὐχὶ σοφίας μόνον, ἀλλὰ καὶ δυνάμεως ἐλάμβανε Πνεῦμα, καὶ ἔλεγεν· Ἐνε‐ πλήσθην ἰσχύος ἐν Πνεύματι Κυρίου καὶ κρίματος καὶ
δυναστείας. Καὶ ἕτερος δὲ πάλιν· Ῥῆμα Θεοῦ ἐγένετο44

1

.

1

(50)

πρὸς Ἱερεμίαν τὸν τοῦ Χελκίου. Καὶ ἕτερος δὲ πάλιν· Λῆμμα Νινευῆ. Βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου. Καὶ αὐτὸς γὰρ οὗτος ἑτέρῳ ῥήματι τὸ αὐτὸ τοῖς προ‐ τέροις ἐνδείκνυται, τοῦ Πνεύματος τὴν κατοχὴν λῆμμα καλέσας. Ἐπειδὴ γὰρ λαμβανόμενοι ὑπὸ τοῦ Πνεύματος
55οὕτως ἔλεγον, ἅπερ ἔλεγον, τὴν ἐνέργειαν τῆς χάριτος οὕτως ὠνόμασε. Διὰ τοῦτο καὶ Παῦλος πανταχοῦ προτίθησι τῶν Ἐπιστολῶν τὸ τῆς ἀποστολῆς ὄνομα, ὅπερ οἱ προφῆται ἐποίουν διὰ τοῦ λέγειν, ὅρασις καὶ λόγος καὶ λῆμμα καὶ ῥῆμα, τοῦτο διὰ τοῦ τῆς ἀποστολῆς κατα‐
60σκευάζων ὀνόματος. Ὥσπερ γὰρ ὁ λέγων ὅρασιν καὶ ῥῆμα Θεοῦ, οὐ τὰ οἰκεῖα φθέγγεται, οὕτω καὶ ὁ ἀπόστολον ἑαυτὸν καλῶν, οὐ τὰ παρ’ ἑαυτοῦ διδάσκει, ἀλλ’ ἅπερ ὁ ἀποστείλας ἐκέλευσεν. Ἀποστόλου γὰρ ἀξίωμα, μηδὲν οἴκοθεν ἐπεισάγειν. Διὸ καὶ ὁ Χριστὸς ἔλεγε· Μὴ καλέ‐
65σετε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γὰρ ὑμῶν ἐστιν ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς· δεικνὺς ὅτι πᾶσα τῶν παρ’ ἡμῖν δογμάτων ἡ ἀρχὴ τὴν ῥίζαν ἄνωθεν ἔλαβεν ἐκ τοῦ τῶν οὐρανῶν Δεσπότου, κἂν ἄνθρωποι ὦσιν οἱ πρὸς τὰ λεγόμενα διακονούμενοι.
70 Ἣν εἶδεν Ἡσαΐας. Τὸ πῶς ὁρῶσιν οἱ προφῆται ταῦτα, ἅπερ ὁρῶσιν, οὐχ ἡμέτερον εἰπεῖν· οὐ γὰρ δυνατὸν ἑρμη‐ νευθῆναι λόγῳ τὸν τρόπον τῆς ὄψεως· ἀλλ’ ἐκεῖνος μόνος οἶδε σαφῶς, ὁ τῇ πείρᾳ μαθών. Εἰ γὰρ φύσεως ἔργα καὶ πάθη πολλάκις οὐδεὶς ἂν παραστήσειε λόγῳ, πολλῷ
75μᾶλλον τὸν τρόπον τῆς τοῦ Πνεύματος ἐνεργείας. Εἰ δὲ ἀμυδραῖς εἰκόσιν ἀποχρησάμενον δεῖ κατατολμῆσαι, οὐχ ὥστε τὸ σαφὲς παραστῆσαι, ἀλλ’ ὥστε αἰνίγματι παρασχεῖν,
ἐμοὶ δοκεῖ ταὐτὸ καὶ ἐπὶ τῶν προφητῶν γίνεσθαι, οἷον ἂν εἰ ἡ καθαρῶν ὑδάτων φύσις ἡλιακὰς ἀκτῖνας δεξαμένη46
80καταυγασθείη, οὕτω καὶ τῶν προφητῶν τὰς ψυχάς, καθαιρομένας οἰκείᾳ ἀρετῇ πρῶτον, ὑποδέχεσθαι τὴν τοῦ Πνεύματος δωρεὰν καὶ πρὸς τὴν λαμπηδόνα ποιουμένας ἐκείνην, τῶν μελλόντων οὕτω δέχεσθαι τὴν γνῶσιν. Υἱὸς Ἀμώς. Τίνος ἕνεκεν τοῦ πατρὸς μέμνηται; Ἢ διὰ
85τὰς ὁμωνυμίας, ἢ ὥστε μαθεῖν ὅτι οὐδὲν εὐτέλεια πατρὸς ἐπισκιάζει παιδὸς ἀρετήν· οὐδὲ εὐγένεια τοῦτο τὸ ἐκ μεγάλων φῦναι, ἀλλὰ τὸ μεγάλους αὐτοὺς γενέσθαι. Οὗτός τε ἀσήμου πατρὸς ὤν, πάντων φαιδρότερος γέγονε, τῇ τῆς οἰκείας ἀρετῆς λάμψας ὑπερβολῇ.

1

.

2

Ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. Τίνος ἕνεκεν διῃρημένως ἑκατέρων ἐμνημόνευσε τῶν χωρίων; Ἐπειδὴ καὶ αἱ τιμωρίαι διῃρημένως γεγόνασι καὶ ἐν διαφόροις καιροῖς, τοῦ Θεοῦ καὶ τοῦτο σοφῶς οἰκονο‐
5μήσαντος, τὸ μὴ πάντας ἀθρόον ἀπολέσαι, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν, ὥστε τῇ τῶν ἀπαχθέντων τιμωρίᾳ τοὺς λειπομένους γενέσθαι σωφρονεστέρους. Εἰ δὲ οὐκ ἐχρή‐ σαντο εἰς δέον τῷ φαρμάκῳ, οὐχὶ τοῦ ἰατροῦ, ἀλλὰ τῶν καμνόντων τὸ ἔγκλημα. Ποιεῖ δὲ αὐτὸ διὰ παντὸς καὶ
10καθ’ ἑκάστην γενεάν, οὐ πάντας ὁμοῦ τοὺς τὰ αὐτὰ ἁμαρτάνοντας ὁμοῦ καὶ κολάζων· ἢ γὰρ ἂν ἅπαν ἡμῶν πάλαι προανηρπάσθη τὸ γένος· ἀλλὰ τοὺς μὲν ἐνταῦθα ἀπαιτεῖ δίκην, αὐτοῖς τε ἐκείνοις κουφοτέραν τὴν ἐκεῖ κατασκευάζων κόλασιν καὶ τοῖς συνακμάζουσιν αὐτοῖς
15μεγίστην τὴν τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς προαποτιθέ‐ μενος ὑπόθεσιν· τοὺς δὲ μήτε οἴκοθεν, μήτε ἐκ τῆς τοιαύτης οἰκονομίας βουλομένους τι κερδαίνειν, τῇ
ἀπαραιτήτῳ καὶ φοβερᾷ τῆς κρίσεως ταμιευόμενος ἡμέρᾳ. Ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν, καὶ Ἄχαζ καὶ48
20Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Καὶ τὸν καιρὸν ἀναγκαίως προτίθησι, τὸν φιλόπονον ἀκροατὴν παρα‐ πέμπων εἰς τὴν ἱστορίαν τῶν γεγενημένων. Οὕτω γὰρ εὐμαθεστέρα τε ἔσται καὶ σαφεστέρα ἡ προφητεία, εἰ μάθοιμεν, πῶς τῶν πραγμάτων διακειμένων καὶ πῶς τῶν
25τραυμάτων ἐχόντων τῶν Ἰουδαϊκῶν, οὗτοι τὰ φάρμακα κατεσκεύασαν. Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Πολλοῦ γέμει τοῦ θυμοῦ τὸ προοίμιον. Εἰ γὰρ μὴ σφοδρά τις ἦν καὶ ἄφατος ἡ ὀργή, οὐκ ἂν τοὺς ἀνθρώπους ἀφείς,
30πρὸς τὰ στοιχεῖα τὸν λόγον ἔτρεψεν. Ποιεῖ δὲ αὐτό, οὐχ ὥστε τὴν ὀργὴν ἐνδείξασθαι μόνον, ἀλλ’ ὥστε καὶ αὐτοὺς τοὺς ἀκούειν μέλλοντας μετὰ πολλῆς ἐντρέψαι τῆς ὑπερ‐ βολῆς, δεικνὺς ὅτι τῶν ἀναισθήτων φύσει στοιχείων χεῖρον οἱ λόγῳ τετιμημένοι διάκεινται. Τοῦτο δὲ καὶ ἑτέροις ἔθος
35προφήταις ποιεῖν. Διά τοι τοῦτο καὶ ὁ πρὸς τὸν Ἱεροβοὰμ ἀποσταλείς, ἀφεὶς τὸν βασιλέα πρὸς ὃν ἀπεστέλλετο, τῷ θυσιαστηρίῳ διαλέγεται. Καὶ Ἱερεμίας τὴν γῆν ἐκάλει λέγων· Γῆ, γῆ, γῆ γράψον τὸν ἄνδρα τοῦτον, ἄνδρα ἐκκήρυκτον. Καὶ ἕτερος πάλιν ἔλεγεν· Ἀκούσατε,
40φάραγγες, θεμέλια τῆς γῆς. Υἱοὺς ἐγέννησα. Οὐ τὴν κοινὴν πρὸς πάντας ἀνθρώπους τίθησιν εἰς αὐτοὺς εὐεργεσίαν, ὅπερ ἦν τὸ γενέσθαι, ἀλλὰ τὴν ἐξαίρετον, ὅπερ ἦν τὸ υἱοὺς γενέσθαι. Πανταχοῦ γὰρ ἄρχει τῶν εὐεργεσιῶν ὁ Θεὸς καὶ ὥσπερ τὸν ἄνθρωπον
45πλάττων, οὐδέπω γενόμενον ἐτίμησε τῇ ἀρχῇ, εἰπών· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· ἐπὶ δὲ τῆς Καινῆς καὶ μειζόνως· οὐ γὰρ δὴ
μόνον μηδὲν εἰργασμένους, ἀλλὰ καὶ μυρία κακὰ εἰργασμένους ἐτίμησε διὰ τῆς τοῦ λουτροῦ παλιγγενε‐50

1

.

2

(50)

σίας· οὕτω καὶ ἐνταῦθα ἔστιν ἰδεῖν, ὅτι τῇ υἱοθεσίᾳ οὐχὶ μόνον οὐδὲν κατωρθωκότας, ἀλλὰ καὶ ἐπταικότας ἐτίμησεν. Οὐ μὴν ἐπειδὴ τιμᾷ πρὸ τῶν πόνων, ἀποστερεῖ μετὰ τοὺς πόνους, ἀλλὰ καὶ τότε μείζονα δίδωσι τὰ ἔπαθλα.
55 Καὶ ὕψωσα. Τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν Παλαιστίνῃ ἑνὶ ῥήματι παρέδραμεν. Ἔθος γὰρ τῷ Θεῷ τοῦτο, διὰ τὴν περιουσίαν τῶν εὐεργεσιῶν μὴ κατὰ μικρὸν ἐνδιατρίβειν τῇ διηγήσει τῶν γεγενημένων. Αὐτοὶ δέ με ἠθέτησαν. Παρέβησάν μου, φησί, τὸν νόμον,
60τὰ προστάγματά μου κατέλιπον. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Αἱ συγκρίσεις αὔξησιν τῆς κατηγορίας ποιοῦσιν καὶ μάλιστα ὅταν ἐξ ἀνίσων ὦσιν· καθὼς καὶ ὁ Χριστός φησι. Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ
65κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· καὶ πάλιν Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος. Καὶ Ἱερεμίας δὲ πάλιν φησί· Πορεύθητε εἰς νήσους Κετιὶμ καὶ ἴδετε·
70καὶ εἰς Κεδὰρ ἀποστείλατε καὶ γνῶτε, εἰ ἀλλάξονται ἔθνη τοὺς θεοὺς αὐτῶν· ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσεται. Τὸ ἀνεπαχθὲς τῆς νομο‐ θεσίας δείκνυσι καὶ ὅσον ἀπαιτεῖ παρὰ τῶν ἀνθρώπων μέτρον, ὃ καὶ ἀλόγοις εὔκολον κατορθῶσαι, καὶ ἀλόγων
75τοῖς ἀνοητοτέροις. Ἀλλ’ ἐρεῖ τις, ὅτι ἐκεῖνα ἐν τῇ φύσει ἔχει τὸ γνωρίζειν. Ἀλλὰ δυνατὸν τὰ φύσει κατορθούμενα ἐκείνοις ἐκ προαιρέσεως ὑφ’ ἡμῶν γίνεσθαι. Ἔγνω βοῦς τὸν κτησάμενον· οὐ τὸ ἐξαίρετον τῆς δωρεᾶς τίθησιν αὐτοῖς, ἀλλὰ καὶ τῇ ὑπερβολῇ τῆς κακίας52
80αὐτῶν αὔξει τὴν κατηγορίαν. Ὥσπερ γὰρ εἰς ἐντροπὴν αὐτῶν τὰ στοιχεῖα καλεῖ, οὕτω πάλιν οὐκ ἀνθρώποις, ἀλλὰ ἀλόγοις αὐτοῖς συγκρίνει, καὶ τούτων τοῖς ἀνοητοτάτοις, καὶ δείκνυσι χείρους κἀκείνων.

1

.

3

Οὕτω καὶ Ἱερεμίας ποιεῖ, τρυγόνα καὶ χελιδόνα παράγων εἰς μέσον, καὶ ὁ Σολομῶν δὲ νῦν μὲν πρὸς τὸν μύρμηκα, νῦν δὲ πρὸς τὴν μέλιτταν πέμπων τὸν ἀργὸν βίον ζῶντα.
5 Ἰσραὴλ δέ με οὐκ ἔγνω. Ἐπίτασις κακίας, ὅταν καὶ οἱ ᾠκειωμένοι, καὶ μετὰ τοσαύτας τιμάς, καὶ πάντες ἀθρόον πρὸς τὴν κακίαν ὦσιν ηὐτομοληκότες. Οὐκ εἶπεν Ἰακώβ, ἀλλ’ Ἰσραήλ, ὥστε τῇ ἀρετῇ τοῦ προγόνου τῶν ἐκγόνων μείζονα δεῖξαι τὴν ἀγνωμοσύνην. Ὁ μὲν γὰρ τῇ τῆς
10ψυχῆς ἀρετῇ τὴν εὐλογίαν ἐπεσπάσατο τὴν τῆς προση‐ γορίας, οἱ δὲ διὰ τῆς παρανομίας αὐτὴν προὔδωκαν. Καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκεν· Ἐμέ, φησί, τὸν τοῦ ἡλίου φανερώτερον. Οὐαὶ ἔθνος ἁμαρτωλόν. Καὶ τοῦτο τοῖς προφήταις
15ἔθος, τοὺς τὰ ἀνίατα νοσοῦντας θρηνεῖν. Οὕτω καὶ Ἱερεμίας πολλαχοῦ· οὕτω καὶ ὁ Χριστὸς λέγων· Οὐαί σοι Χωραζί, οὐαί σοι Βηθσαϊδά. Ἐπεὶ καὶ τοῦτο διδασκαλίας εἶδος. Ὃν γὰρ οὐκ ἀνεκτήσατο λόγος, τοῦτον πολλάκις διώρθωσε θρῆνος.
20 Λαὸς πλήρης ἁμαρτιῶν. Ἄλλη προσθήκη κατηγορίας, τὸ καὶ πάντας, καὶ μετ’ ἐπιτάσεως.
Σπέρμα πονηρόν. Οὐ τὴν γένεσιν αὐτῶν διαβάλλει, ἀλλὰ δείκνυσιν ἐκ πρώτης ἡλικίας ὄντας κακούς. Ὥσπερ γὰρ ὁ Ἰωάννης λέγων· Ὄφεις, γεννήματα ἐχιδνῶν, οὐ τὴν54
25φύσιν αὐτὴν ἀτιμάζει· οὐ γὰρ ἂν εἶπε· Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, εἰ φύσει καὶ ἀπὸ γεννήσεως ἧσαν τοιοῦτοι· οὕτω καὶ ἐνταῦθα λέγων· Σπέρμα πονηρόν, οὐ τὴν γέννησιν αὐτῶν διαβάλλει. Υἱοὶ ἄνομοι. Οὐκ εἶπε· Παράνομοι, ἀλλ’, Ἄνομοι, τῶν
30οὐδαμῶς εἰληφότων νόμον οὐδὲν ἄμεινον διακείμενοι. Ἀλλὰ τῆς προαιρέσεως τὴν διαφορὰν δηλοῖ. Ἐγκατελίπετε τὸν Κύριον καὶ παρωργίσατε. Ἐμφαντικῶς τοῦτο εἴρηκε. Καὶ γὰρ ἤρκει τὸ ὄνομα τοῦ Θεοῦ εἰς κατηγορίαν· ὅπερ ὁ Ἱερεμίας ἐγκαλεῖ λέγων· Ὅτι καὶ
35αὐτοῦ ἀπέστησαν, καὶ δαίμοσι προσηλώθησαν. Τὸν ἅγιον τοῦ Ἰσραήλ. Καὶ τοῦτο κατηγορίας ἐπίτασις, ὅτι κοινὸς ὢν ἁπάντων Δεσπότης, αὐτοῖς ἐγνωρίζετο τότε. Ἀπηλλοτριώθησαν εἰς τὰ ὀπίσω. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίας; Μεγίστη κατάγνωσις, ὅταν μηδὲ ταῖς
40τιμωρίαις γίνωνται βελτίους. Καὶ τοῦτο δὲ εἶδος εὐερ‐ γεσίας, τὸ κολάζειν. Οὐδὲ γὰρ ἂν ἔχοιεν εἰπεῖν, ὅτι ἐτίμησε καὶ εὐηργέτησε μόνον, ἁμαρτάνοντας δὲ ἠφίει· ἀλλὰ καὶ τιμαῖς ἐφείλκετο καὶ φόβῳ τῶν κολάσεων ἐσωφρόνιζε, καὶ ἐν ἑκατέροις ἔμειναν ἀνίατα νοσοῦντες.
45Πᾶν εἶδος ἰατρείας ἐπεδείξατο, τέμνων, καίων· τὰ δὲ τῆς νόσου οὐδὲ οὕτως εἶξε, ὃ μάλιστα τοῦ νοσεῖν ἀνίατα σημεῖόν ἐστι, τὸ μηδὲ δύνασθαι δέξασθαι θεραπείαν. Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην.
Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία,56

1

.

3

(50)

οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα. Εἶτα λέγει τὰς κολάσεις καὶ τὰς τιμωρίας· οὐκ ἔλαττον γὰρ τοῦτο εἶδος εὐεργεσίας ἐστὶ καὶ τῆς τιμῆς τῆς εἰς αὐτοὺς γεγενημένης. Πάντας γάρ, φησίν, ἐκάκωσα καὶ εἰς λύπην αὐτοὺς ἐνέβαλον. Εἰ πᾶσα κεφαλὴ εἰς πόνον, πῶς οὐκ
55ἔστιν οὔτε τραῦμα, οὔτε μώλωψ; Τὸ τραῦμα, τοῦ λοιποῦ σώματος ὑγιαίνοντος, τότε φαίνεται τραῦμα ὄν· εἰ δὲ ὅλον ἡλκωμένον τύχοι, οὐκέτι ἂν φανείη τὸ ἕλκος. Τοῦτο οὖν ἐνδείξασθαι βούλεται, ὅτι ὅλον τὸ σῶμα ἥλκωτο, καὶ οὐχὶ τὸ μὲν ὑγίαινε, τὸ δὲ ἐξῳδηκὸς ἦν, ἀλλ’ ἅπαν φλεγμονή,
60ἅπαν μώλωψ εἷς. Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι. Τοῦτο τοῦ προτέρου βαρύτερον. Οὐ γὰρ τὸ νοσεῖν οὕτω χαλεπόν, ὡς τὸ νοσοῦντα μηδὲ θεραπεύεσθαι δύνασθαι, καὶ μάλιστα ὅταν ὁ ἰατρὸς τοιοῦτος ᾖ.
65 Οὔτε ἔλαιον, οὔτε καταδεσμούς. Ὥστε ποιῆσαι τὸν λόγον ἐμφατικόν, ἐπέμεινε τῇ μεταφορᾷ· τοῦτο γὰρ αὐτῆς τὸ ἐξαίρετον. Ἡ γῆ ὑμῶν ἔρημος. Ταῦτα οὐχ ὡς γεγενημένα ἀπαγ‐ γέλλει, ἀλλ’ ὡς ἐσόμενα προαναφωνεῖ. Κέχρηνται δὲ τῷ
70ἔθει οἱ προφῆται τούτῳ, ὁμοῦ τε φοβοῦντες τὸν ἀκροατὴν καὶ τῆς οἰκείας ἀληθείας τὴν δύναμιν ἐνδεικνύμενοι. Ὡς γὰρ τὰ παρελθόντα οὐκ ἔνι μὴ γεγενῆσθαι, οὕτω τὰ μέλ‐ λοντα ὑπὸ τῶν προφητῶν λέγεσθαι, οὐκ ἔνι μὴ συμβῆναι, πλὴν εἰ μήποτε μετανοήσαιεν οἱ κολάζεσθαι μέλλοντες.
75 Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Οὐ γὰρ ἠφάνισεν αὐτὰς παντελῶς, ἀλλ’ ἀφῆκεν ἑστάναι τὰ λείψανα τοῦ ἐμπρησμοῦ τοῦ βαρβαρικοῦ, μᾶλλον δυνάμενα καθικέσθαι τῆς τῶν
ὁρώντων ὄψεως. Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν58
80αὐτὴν καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Ἐπίτασις συμφορᾶς, ὅταν καὶ θεαταὶ τῶν οἰκείων γίνωνται συμφορῶν καὶ μηδὲ ἐξ ἀκοῆς αὐτὰ μανθάνωσι μόνον.

1

.

4

Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών, ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ. Μέγα τι ἔχουσι καὶ αἱ εἰκόνες, καὶ μάλιστα αἱ ἐν τῇ Γραφῇ, εἰς παράτασιν τῶν λεγομένων. Τὴν Ἱερουσαλὴμ δὲ καλεῖ
5θυγατέρα Σιὼν καὶ διὰ τὸ ὑποκεῖσθαι τῷ ὄρει. Ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ. Τοῦ καρποῦ γὰρ ἀνῃρημένου καὶ τῶν γεωργῶν ἀπενεχθέντων, περιττὴ λοιπὸν ἡ τῆς πόλεως οἰκοδομή. Ὡς πόλις πολιορκουμένη. Τοῦτο τῆς ἀσθενείας αὐτῶν
10καὶ τῆς ἐγκαταλείψεως αἴνιγμα. Ὅταν γὰρ μηδεὶς ὁ βοηθῶν ᾖ, τότε ἀνάγκη συγκεκλεῖσθαι, τὴν ἀπὸ τῶν τειχῶν ἀσφάλειαν μόνην ἐκδεχομένους. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώ‐
15θημεν. Ἔθος ἀεὶ τοῖς προφήταις μὴ μόνον ἐκεῖνα προλέγειν, ἃ μέλλουσι πάσχειν οἱ πλημμελοῦντες δεινά, ἀλλὰ καὶ ἃ παθεῖν ἦσαν ἄξιοι, ἵνα καὶ ἐν αὐτῷ τῷ καιρῷ τῆς τιμωρίας πολλὰς εἰδῶσι τῷ Θεῷ χάριτας, οὐ τὴν ἀξίαν τῶν πλημμελημάτων, ἀλλὰ ἐλάττονα πολλῷ τὴν δίκην
20τίνοντες. Τοῦτο γοῦν καὶ ἐνταῦθά φησιν, ὅτι τὰ μὲν ἁμαρτήματα αὐτῶν οὐ ταῦτα τὰ εἰρημένα, ἀλλὰ πανωλε‐ θρίαν ἀπῄτει καὶ ὁλοκλήρου τοῦ γένους ἀφανισμὸν παντελῆ· ἃ δὴ καὶ ἐπὶ Σοδόμων συνέβη. Ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία οὐκ ἀφῆκε τοῦτο γενέσθαι, πολλῷ τῆς
25ἁμαρτίας ἐλάττονα τὴν τιμωρίαν ἐπάγουσα. Ἐπειδὴ δὲ πολλὴ τῆς Παλαιᾶς πρὸς τὴν Καινήν ἐστιν ἡ συγγένεια,
εἰκότως τοῦτο καὶ ὁ Παῦλος ἀπεχρήσατο· καὶ ἐπιτηδειό‐ τερον εἶπεν ἢ ὁ προφήτης. Ὥσπερ γὰρ ἐν ἐκείνῳ τῷ καιρῷ, εἰ μὴ πολὺς ὁ τοῦ Θεοῦ γέγονεν ἔλεος, πάντες ἂν60
30ἀνηρπάσθησαν, οὕτω καὶ ἐν τῷ καιρῷ τῆς τοῦ Χριστοῦ παρουσίας, εἰ μὴ τὰ τῆς χάριτος ἐφάνη, χαλεπώτερα τούτων πάντες ἂν ἔπαθον. Ἐγκατέλιπε δὲ ἡμῖν σπέρμα· τοὺς σωθέντας ἀπὸ τῆς αἰχμαλωσίας λέγει. Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων,
35προσέχετε νόμῳ Θεοῦ ἡμῶν, λαὸς Γομόρρας. Ἐπειδὴ εἶπεν, ὅτι τὰ Σοδόμων ἦσαν ἄξιοι παθεῖν, δείκνυσιν ὅτι καὶ τὰ Σοδόμων ἐτόλμων. Διὸ καὶ ἀπὸ τῆς κοινῆς αὐτοὺς ὀνο‐ μάζει προσηγορίας. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐδὲ καιρὸν εἶχεν ὁ λόγος. Ὅτι γὰρ οὐ πρὸς Σοδομηνοὺς ἀποτείνεται
40νῦν, ἀλλὰ πρὸς Ἰουδαίους, καλῶν αὐτοὺς τῇ τῆς προση‐ γορίας κοινωνίᾳ, δείκνυσι τὰ μετὰ ταῦτα λεγόμενα. Θυσιῶν γὰρ μέμνηται καὶ προσφορῶν καὶ τῆς ἄλλης τῆς νομικῆς λατρείας, ἧς οὐδὲ ἴχνος ἦν παρὰ Σοδομίταις. Νόμῳ Θεοῦ ἡμῶν, τῷ ἐλέγχῳ φησί.
45 Τί μοι πλῆθος, φησί, τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Ὁ ψαλμὸς ὁ τεσσαρακοστὸς ἔννατος ἅπας τῷ χωρίῳ τούτῳ προσέοικε, δι’ ἑτέρων μὲν ῥημάτων, διὰ τῶν αὐτῶν δὲ ὑφαινόμενος

1

.

4

(50)

νοημάτων. Τῷ γὰρ ἐν τῷ ψαλμῷ· Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ, ἴσον ἐστὶ τὸ Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· καὶ τὰ ἑξῆς δὲ τοιαῦτα. Ὥσπερ γὰρ ὁ Δαυΐδ φησιν· Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ
55ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστι διαπαντός· οὕτω καὶ ὁ Ἡσαΐας φησί· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος. Καὶ πάλιν ὁ μὲν Δαυΐδ φησιν· Οὐ δέξομαι
ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου τράγους· ὁ δὲ Ἡσαΐας· Ὁλοκαυτώματα κριῶν καὶ62
60στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Ἐπειδὴ γὰρ ἐγκαλούμενοι συνεχῶς ἐπὶ τῷ τῆς ἄλλης ἀρετῆς εἶναι ἔρημοι, ἀντὶ μεγίστης ἀπολογίας τὰς θυσίας προεβάλλοντο, ὡς συνεχῶς αὐτὰς ἐπιτελοῦντες, εἰκότως ἑκάτερος ὁ προφήτης, μᾶλλον δὲ καὶ οἱ ἄλλοι πάντες,
65ταύτης ἐκβάλλουσιν αὐτοὺς τῆς ἀπολογίας. Ὅθεν δῆλον, ὅτι οὐ προηγουμένως αὐταὶ ἐδόθησαν, ἀλλ’ ὥστε παιδα‐ γωγίαν γενέσθαι τῆς ἄλλης ἐντεῦθεν αὐτοῖς πολιτείας. Ἐπεὶ δὲ τῶν ἀναγκαίων κατεπειγόντων ἀμελοῦντες, ἐν τούτοις ἠσχόληντο, οὐδὲ ταύτας λοιπὸν προσίεσθαί φησιν
70ὁ Θεός. Οὐδὲ ἂν ἔρχησθε ὀφθῆναί μοι. Ἐὰν παραγένησθε, φησίν, εἰς τὸν ναόν. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καὶ μὴν ὁλόκληρον σύγκειται βιβλίον τὸ Λευϊτικὸν λεγόμενον, περὶ
75τῆς τῶν θυσιῶν ἀκριβείας νομοθετοῦν. Καὶ ἐν τῷ Δευτερονομίῳ δὲ καὶ ἐν ἑτέροις πλείοσι πολλοὶ περὶ τούτων εἰσὶ διεσπαρμένοι νόμοι. Πῶς οὖν φησι· Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Ἵνα μάθῃς, ὅτι οὐ προηγούμενον ἦν Θεοῦ θέλημα, τὸ τὰ τοιαῦτα νομοθετεῖν,
80ἀλλ’ ἀπὸ τῆς αὐτῶν ἀσθενείας τὴν ἀρχὴν ἔλαβεν ἡ περὶ τούτων νομοθεσία. Ὥσπερ γὰρ οὐκ ἐβούλετο γυναῖκα ἐκβάλλεσθαι τὴν ἅπαξ ἀνδρὶ συναφθεῖσαν, μεῖζον δὲ ἐκκόπτων κακόν, τὸ μὴ κωλυομένους ἐκβάλλειν, ἀναγκά‐ ζεσθαι σφάττειν ἔνδον οὔσας καὶ μισουμένας, τὸ ἔλαττον
85συνεχώρησεν· οὕτω δὴ καὶ ἐνταῦθα, κωλύων τὸ δαίμοσι
θύειν, κατεδέξατο ὅπερ οὐκ ἐβούλετο, ἵν’ ὅπερ ἐβούλετο κατορθώσῃ. Τοῦτο γοῦν αὐτὸ πάλιν Μιχαίας ὁ προφήτης ἐνδεικνύμενος ἔλεγε· Μὴ σφάγια καὶ θυσίας προση‐ νέγκατέ μοι ἔτη τεσσαράκοντα; λέγει Κύριος. Καὶ ὁ64
90Ἱερεμίας δέ φησιν· Οὐ ταῦτά ἐστιν, ἃ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν.

1

.

5

Ἐπειδὴ γὰρ καὶ δαίμονες τοῦτον ἐθεραπεύθησαν τὸν τρόπον, καὶ αὐτὸς οὗτος, ἵνα μηδεμία τοῖς ἀσθενεστέροις ἐντεῦθεν ἀπωλείας γένηται πρόφασις, συνεχῶς διὰ πάντων ταῦτά φησι τῶν προφητῶν. Ἐκεῖνοι μὲν γὰρ καὶ μὴ διδο‐
5μένων ἠγανάκτουν, καὶ συνεχῶς ἐπέκειντο τὴν κνίσσαν καὶ τὸν καπνὸν ἀπαιτοῦντες καὶ λέγοντες·
Τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. Αὐτὸς δὲ οὔτε ἐξ ἀρχῆς ᾔτησεν καὶ ἡνίκα ἐκέλευσεν, ἔδειξεν, ὅτι οὐχὶ βουλόμενος τοῦτο ἐπέτρεψεν· οὐ ταύτῃ
10δὲ μόνον, ἀλλὰ καὶ τῷ καταλῦσαι ταχέως αὐτὰς καὶ ἡνίκα ἐπετελοῦντο, μὴ προσίεσθαι· καὶ διὰ πάντων ἁπαξαπλῶς ἐδήλου ὅτι πολλῷ τῆς μεγαλωσύνης αὐτοῦ τῆς λατρείας οὗτος ὁ τρόπος ἀνάξιος. Τοῦτο οὖν φησι νῦν, ὅτι δι’ ὑμᾶς τοῦτο ἠνειχόμην, οὐκ αὐτὸς τούτων ἐδεόμην.
15 Πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσετε. Ἢ τὴν αἰχμαλωσίαν προλέγει, ἢ ἀπαγορεύει καὶ τοῦτο αὐτοῖς, ἐπειδὴ οὐ μετ’ ὀρθῆς εἰσῄεσαν γνώμης. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον. Τῶν γὰρ ἐπιταγ‐ μάτων τὰ μὲν δι’ ἑαυτά, τὰ δὲ δι’ ἕτερα γίνεσθαι
20ἐκελεύετο· οἷον τὸ τὸν Θεὸν εἰδέναι, τὸ μὴ φονεύειν, μὴ μοιχεύειν, καὶ ὅσα τοιαῦτα, διὰ τὴν ἐξ αὐτῆς ὠφέλειαν ἐνομοθετεῖτο· τὸ μέντοι θῦσαι, καὶ θυμίαμα προσενεγκεῖν,
καὶ τηρῆσαι σάββατον, καὶ ὅσα τοιαῦτα πάλιν, οὐχ ἵνα αὐτὰ ταῦτα γίνηται ἁπλῶς, ἀλλ’ ἵνα ἐκ τῆς τούτων66
25μελέτης τῆς τῶν δαιμόνων ἀπάγωνται θεραπείας. Ἐπεὶ οὖν οὗτοι ταῦτα μὲν ἐπετέλουν, τὸ δὲ ἐξ αὐτῶν οὐκ ἐκαρποῦντο κέρδος, ἀλλ’ ἔτι τοῖς δαίμοσιν ἦσαν προση‐ λωμένοι, εἰκότως καὶ ταῦτα ἐκβάλλεται· ἐπεὶ καὶ δένδρον εἰκότως τις ἐκτέμνοι, φύλλα μὲν ἔχον καὶ κλάδους,
30καρπῶν δὲ ἔρημον ὄν. Καὶ γὰρ τῷ γηπόνῳ πᾶσα περὶ τὸ φυτὸν ἡ ἐπιμέλεια, οὐ διὰ τὸν φλοιὸν καὶ τὸ στέλεχος, ἀλλ’ ἵνα τῶν καρπῶν ἀπολαύῃ. Θυμίαμα βδέλυγμά μοί ἐστιν. Ὁρᾷς ὅτι οὐ τῇ φύσει τῶν προσφερομένων ἔχαιρεν, ἀλλὰ τὴν γνώμην τῶν
35προσαγόντων ἐξήταζε; Διὰ δὴ τοῦτο τὸν μὲν καπνὸν καὶ τὴν κνίσσαν τὴν ἀπὸ τῆς θυσίας τοῦ Νῶε ὀσμὴν εὐωδίας ἐκάλεσε, τὸ δὲ θυμίαμα βδέλυγμα. Ὅπερ γὰρ ἔφην, οὐ τὴν οὐσίαν τῶν δώρων, ἀλλὰ τὴν διάθεσιν τῶν προσφερόντων ἐπιζητεῖ.
40 Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ σάββατα. Παρατηρητέον ὡς οὐδὲν τῶν ἀναγκαίων ἐκβάλλει, ἀλλὰ ταῦτα ἃ καὶ παρα‐ γενόμενος ὁ Χριστὸς κατέλυσεν. Διὸ καὶ ὁ Παῦλος εὐτο‐ νώτερον τῷ λόγῳ κεχρημένος, ἡνίκα πρὸς Ἰουδαίους ἐμάχετο, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἕτερα πλείονα τούτων
45θείς, τοὺς οὐδὲν οἴκοθεν ἐπιδεικνυμένους οὐδὲν ἐκεῖθεν κερδαίνειν ἔφησεν, οὕτω λέγων· Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ τῷ νόμῳ καὶ καυχᾶσαι ἐν Θεῷ καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου. Καὶ πάλιν· Περι‐

1

.

5

(50)

τομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παρα‐ βάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε.
Καὶ οὐδὲ ἀπὸ τοῦ πιστευθῆναι αὐτοὺς τὸν νόμον ἔφησέ τι τοὺς πιστευθέντας καρπώσασθαι, ἐπειδὴ ἠπίστησαν· ὅπερ οὖν καὶ ὁ Δαυῒδ ἑτέρως αἰνιττόμενος ἔλεγε· Τῷ δὲ68
55ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τῇ ἀκροάσει τοῦ νόμου μέγα ἐφρόνουν, τῆς πράξεως ὄντες ἔρημοι, καὶ ὁ Παῦλος αὐτοὺς ἐξέβαλε τοῦ καυχήματος εἰπών· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; καὶ ὁ κηρύσσων μὴ
60κλέπτειν, κλέπτεις; Καὶ ὁ Δαυῒδ ὁμοίως λέγων· Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθης. Καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Τὴν πεντηκοστὴν λέγει, τὴν σκηνοπηγίαν, τὸ πάσχα καὶ τὰς λοιπὰς ἑορτάς.
65 Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἀνθρωπινώτερον πρὸς αὐτοὺς διαλέγεται. Ἐγενήθητέ μοι εἰς πλησμονήν· εἰς κόρον, εἰς μῖσος. Τοῦτο γὰρ αὐτοῦ δείκνυσι τὴν ἄφατον μακροθυμίαν καὶ τὸ πολλάκις ἁμαρτόντας ἐνεγκεῖν καὶ μὴ πρότερον ἐπ‐
70εξελθεῖν, ἕως αὐτὸν αὐτοὶ οἱ πεπλημμεληκότες τῇ ὑπερ‐ βολῇ τῆς πονηρίας ἐξεκαλέσαντο. Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Οὐκέτι μακροθυμήσω. Ταὐτόν ἐστι τὸ ὑπὸ τοῦ Δαυῒδ εἰρημένον· Ταῦτα ἐποίησας, καὶ ἐσίγησα.
75 Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέ‐ ψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι. Ὅθεν δῆλον, ὅτι εὐχῆς ὄφελος οὐδέν, καὶ μακρᾶς γινομένης, ὅταν ἐπιμείνῃ τοῖς ἁμαρτήμασιν ὁ εὐχόμενος. Οὐδὲν γὰρ ἀρετῆς ἴσον καὶ
80τῆς ἀπὸ τῶν ἔργων φωνῆς. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις· τουτέστι, φονικαί·
ἀλλ’ οὐκ εἶπε φονικαί, ἀλλά· πλήρεις αἵματος, δεικνὺς ὅτι μελέτην ἐποιοῦντο τὴν ἁμαρτίαν, καὶ πανταχοῦ μετ’ ἐπι‐ τάσεως.70

1

.

6

Καὶ τοῦτο δὲ τῆς ἡμερότητος αὐτοῦ, τὸ ἀπειλοῦντα ἀπολογεῖσθαι. Τίθησι γὰρ τὰς αἰτίας, δι’ ἃς οὐ προσίεται τὴν εὐχήν. Λούσασθε, καθαροὶ γίνεσθε. Πῶς, εἰπών· Οὐκέτι ἀνήσω
5τὰς ἁμαρτίας ὑμῶν, συμβουλεύει καὶ δείξας ἀνίατα νοσοῦντας διόρθωσιν εἰσάγει; Ἔθος τῷ Θεῷ, καὶ ἡνίκα ἂν ἀπειλῇ, ἀπαγορεύειν τὴν σωτηρίαν, ὥστε αὐξῆσαι τὸν φόβον καὶ μὴ ἐνταῦθα καταλύειν τὸν λόγον, ὥστε χρηστὰς ὑποτεῖναι τὰς ἐλπίδας καὶ ταύτῃ πάλιν εἰς μετά‐
10νοιαν ἐπανάγειν. Καὶ τοῦτο πανταχοῦ γινόμενον ἴδοι τις ἄν. Ἐπὶ μέντοι τῶν Νινευϊτῶν οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων αὐτὸ πεποίηκεν. Ἐν γὰρ τοῖς λόγοις οὐδὲν χρηστὸν ὑποσχόμενος, ἀλλὰ γυμνὴν ἐπὶ τῆς ἀπειλῆς κεῖσθαι τὴν τιμωρίαν ἀφείς, ἐπειδὴ τὰ παρ’ ἑαυτῶν ἐπε‐
15δείξαντο πάντες οἱ βάρβαροι, ταχέως ἔλυσε τὴν ὀργήν. Οὕτω καὶ ἐν τῷ ψαλμῷ πάλιν ὁ Δαυΐδ· ἔφθην γὰρ εἰπών, ὅτι ὅλως δι’ ὅλου τῷ προοιμίῳ τοῦτο προσέοικεν· καὶ ὥσπερ οὗτός φησι· Λούσασθε, καθαροὶ γίνεσθε, μετὰ τὰς ἀπειλάς· οὕτω καὶ ἐκεῖνος μετὰ τὸ εἰπεῖν· Ἐλέγξω σε
20καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἀνομίας σου, ἐπήγαγε· Θυσία αἰνέσεως δοξάσει με καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτοῖς τὸ σωτήριον τοῦ Θεοῦ μου· αἴνεσιν λέγων τὴν διὰ τῶν ἔργων δοξολογίαν καὶ τὴν ἐπίγνωσιν τὴν εἰς αὐτόν.
25 Ἵνα δέ, Λούσασθε, καθαροὶ γίνεσθε, ἀκούσαντες, μὴ τοὺς εἰωθότας νομίσωσι καθαρμούς, ἐπήγαγεν· Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν
μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Τὸ τῆς ἀρετῆς εὔκολον ἔδειξε καὶ τὴν τῆς ἐξουσίας ἐλευθερίαν, ὅτι ἐν72
30αὐτοῖς ἦν τὸ μεταβαλέσθαι. Μάθετε καλὸν ποιεῖν. Οὕτως ὑπὸ τῆς πολλῆς πονηρίας καὶ τὴν ἐπιστήμην τῆς ἀρετῆς ἦσαν ἐκβεβλη‐ κότες. Οὕτω καὶ ὁ προφήτης Δαυΐδ φησι· Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Πασῶν γὰρ
35ἐπιστημῶν αὕτη ἀνωτέρα καὶ πλείονος δεομένη σπουδῆς, ὅσῳ καὶ πλείονα ἔχει τὰ διακωλύοντα, φύσεως τυραννίδα καὶ προαιρέσεως ῥᾳθυμίαν καὶ δαιμόνων ἐπιβουλὰς καὶ πραγμάτων ὄχλον. Οὕτω δὴ καὶ ὁ Βαρούχ· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν
40ὁδὸν ἐπιστήμης. Ἐκζητήσατε κρίσιν. Τουτέστιν, τὸ ἐκδικεῖν τοὺς ἀδικου‐ μένους, ὅπερ πολλοῦ πόνου δεῖται καὶ νηφούσης ψυχῆς. Διὸ καὶ Ἐκζητήσατε εἶπε. Πολλὰ γάρ ἐστι τὰ συσκιά‐ ζοντα τὸ δίκαιον, καὶ δωροδοκία καὶ ἄγνοια καὶ δυναστεία
45καὶ αἰδὼς καὶ φόβος καὶ θεραπεία προσώπων· καὶ δεῖ πολλῆς τῆς ἀγρυπνίας. Ῥύσασθε ἀδικούμενον. Τοῦτο πλέον τοῦ προτέρου· οὐ γὰρ ἀπαιτεῖ τὸ ψηφίζεσθαι τὰ δίκαια, ἀλλὰ καὶ τὸ εἰς πέρας ἄγειν.

1

.

6

(50)

Κρίνατε ὀρφανὸν καὶ δικαιώσατε χήραν. Πολὺς τῷ Θεῷ λόγος τοῦ μηδένα πάσχειν κακῶς, πλείων δέ, ὅταν μετὰ τοῦ πάσχειν κακῶς καὶ ἑτέρᾳ τινὲς ὦσιν ἐνδεδυμένοι συμφορᾷ. Ἡ γὰρ χηρεία καὶ ὀρφανία καὶ καθ’ ἑαυτὸ ἀφόρητον· ὅταν δὲ καὶ παρ’ ἑτέρων ἐπηρεάζωνται,
55διπλοῦν τὸ ναυάγιον. Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος. Παρα‐ τηρητέον ὅτι πανταχοῦ τῶν προφητῶν οὐδὲν οὕτως ὁ
Θεὸς ἐπιζητεῖ, ὡς τὸ τοῖς ἀδικουμένοις ἐπαμύνειν. Οὕτω γοῦν καὶ ἀλλαχοῦ, ὡς ἐν τῷ Μιχαίᾳ λεγόντων τῶν74
60Ἰουδαίων· Εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου, ἐπήγαγε λέγων· Ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλὸν καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ’ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾷν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαί σε ὀπίσω Κυρίου
65τοῦ Θεοῦ σου. Καὶ πάλιν ὁ προφήτης Δαυῒδ ἔλεγεν· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Καὶ δεῦτε δή. Πρότερον τοῖς δικαιώμασιν ὁπλίσας, τότε ἐπὶ τὸ δικασ‐ τήριον ἕλκει καὶ διδάξας ὅπως ἂν ἀποδύσαιντο τὰ ἐγκλή‐ ματα, τότε ἀπαιτεῖ τὰς εὐθύνας, ἵνα μὴ γυμνοὺς αὐτοὺς
70τῆς ἀπολογίας λαβὼν κατακρίνῃ. Καὶ διελεγχθῶμεν. Δικασώμεθα, φησίν. Ὁ δικαζόμενος συνήγορος γίνεται καὶ ἰατρός. Εἶτα δεικνύς, ὅτι κἂν μεγάλα ἐργασώμεθα, ἔτι τῆς αὐτοῦ δεόμεθα φιλανθρωφίας εἰς τὸ τῶν ἁμαρτημάτων ἀπαλλαγῆναι, φησίν· Ἐὰν ὦσιν ὑμῶν αἱ ἁμαρτίαι ὡς
75φοινικοῦν, ὡς χιόνα λευκανῶ· τὰς ἐκ διαμέτρου ποιότητας ἐναντίας λαβὼν καὶ ὑποσχόμενος πρὸς τὸ ἐναντίον μεταστήσειν αὐτός. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Πολλὴ τῆς τῶν χηρῶν προστασίας ἡ δύναμις, εἴ γε τὴν οὕτω καταρρυπωθεῖσαν ψυχήν, ὡς καὶ αὐτοβαφὴν
80δέξασθαι πονηρίας, μὴ μόνον ἀπαλλάττει τῆς κακίας, ἀλλὰ καὶ λαμπρὰν οὕτως ἐργάζοιτο. Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε
85ταῦτα. Ἐπειδὴ γὰρ τοῖς παχυτέροις οὐχ οὕτως ἁμαρτη‐ μάτων ἀπαλλαγὴ ποθεινὸν καὶ εὐσύνοπτον, ὡς τῶν ἐν τῷ παρόντι βίῳ δοκούντων εἶναι καλῶν ἡ ἀπόλαυσις, μετ’ ἐκείνων καὶ ταῦτα ἐπαγγέλλεται· καὶ γὰρ καὶ τοῦτο ἐξ ἐκείνου.76

1

.

7

Εἶτα δεικνὺς ὅτι εὔκολον ἡ ἀρετή, ἐν τῷ θέλειν αὐτὸ τίθησι μόνον. Ὥστε δὲ μὴ τοῖς χρηστοῖς ἐκλῦσαι, πάλιν εἰς τὰ φοβερὰ κατακλείσας τὸν λόγον ἀξιόπιστον ποιεῖ τῇ δυνάμει τοῦ ταῦτα ἀποφηναμένου.
5 Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; Καὶ τῆς ὀδύνης τοῦ λέγοντος καὶ τῆς πολλῆς τῶν Ἰουδαίων ἀναισθησίας ἡ διαπόρησις, καὶ τοῦ παρ’ ἐλπίδα γενέσθαι τὸ γεγενημένον. Τοιαῦτα καὶ Παῦλος ἐπὶ Γαλατῶν διαπορεῖ λέγων· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε·
10ὅπερ ἐν ἐγκλημάτων τάξει καὶ προτροπῆς εἶδός ἐστι, πρὸς ἀρετὴν ἀνακαλούμενον τοὺς ἐκκαλουμένους. Εἰ γὰρ καὶ θαυμαστὸν τὸ λεγόμενον καὶ ἐγκώμιον ἀναμέμικται τῇ κατηγορίᾳ τὴν κατηγορίαν χαλεπωτέραν ποιοῦν. Οὐ γὰρ οὕτω κακίζομεν τοὺς οὐδὲν ὄντας καὶ φαῦλον μετιόντας
15βίον, ὡς τοὺς σπουδαίους μὲν εἶναι δόξαντας ἔμπροσθεν, τὰ δὲ τῶν πονηρῶν ὕστερον ἐπιδεικνυμένους. Πόρνην δὲ ἐνταῦθα καλεῖ, οὐ σωματικὴν ἀσέλγειαν αἰνιττόμενος, ἀλλὰ τὴν περὶ Θεὸν ἀγνωμοσύνην, ὃ τῆς πορνείας ἐκείνης ἐστὶ χαλεπώτερον. Ἐκεῖ μὲν γὰρ ἄνθρωπος ὁ ὑβριζόμενος,
20ἐνταῦθα δὲ Θεὸς ὁ ἀθετούμενος. Ποιεῖ δὲ καὶ αὐτὸ καὶ οὗτος καὶ οἱ ἄλλοι πάντες προφῆται· ἐπειδὴ καὶ ὁ Θεὸς κατηξίωσεν ἐν ἀνδρὸς τάξει τῇ πόλει γενέσθαι, τὴν ἄφατον ἀγάπην τὴν περὶ αὐτοὺς ἐνδεικνύμενος· καὶ ὡς περὶ
ἀνδρὸς καὶ γυναικὸς πολλαχοῦ διαλέγονται, οὐχ ἵνα εἰς78
25ἀνθρωπίνην παχύτητα κατενέγκωσι τὸν λόγον, ἀλλ’ ἵνα διὰ τῶν συντρόφων αὐτοῖς πραγμάτων ἐπὶ τὴν γνῶσιν τῆς τοῦ Θεοῦ χειραγωγήσωσιν αὐτοὺς φιλοστοργίας· ὁμοῦ δὲ καὶ τῷ αἰσχρῷ τῆς προσηγορίας καθάψασθαι βούλονται. Πιστή· τουτέστιν, εὐσεβὴς καὶ πάσης ἀρετῆς γέμουσα·
30ὥστε κἀντεῦθεν δῆλον, ὅτι πορνείαν οὐ τὴν τῶν σωμάτων λέγει· ἐπεὶ εἶπεν ἄν· Πόλις ἡ σώφρων· οὕτω γὰρ ἦν τὸ ἀντιδιαστελλόμενον τῇ πόρνῃ· νῦν δὲ δεικνὺς ὅτι τὴν ἀσέβειαν αἰνίττεται διὰ τῆς πορνείας, τὸ ἀντικείμενον αὐτῇ τέθεικε, τὴν πίστιν.
35 Πλήρης κρίσεως· τουτέστι, πλήρης δικαιοσύνης. Πάλιν μέγιστον ἔγκλημα, οὐχ ὅτι πρὸς ὁλόκληρον τὴν κακίαν ηὐτομόλησαν, ἀλλ’ ὅτι καὶ ὁλόκληρον προέδωκαν τὴν ἀρετὴν καὶ τὸν πλοῦτον ἅπαντα τῶν ἀγαθῶν ἀθρόον ἀπὸ τῶν χειρῶν ῥίψαντες καὶ πρὸς ἐσχάτην τῶν κακῶν
40κατενεχθέντες πενίαν. Ἐν ᾖ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ. Ηὐλίσθη, κατεσκή‐ νωσε, τουτέστι, πεφύτευτο, ἐρρίζωτο, μετὰ προθυμίας ὑπὸ πάντων κατωρθοῦτο τῶν πολιτῶν. Ἐνδιατρίβει τοῖς ἐγκω‐ μίοις τοῖς προτέροις, ὁμοῦ μὲν αὔξων τὴν κατηγορίαν τὴν
45ἐκ τῆς μεταβολῆς, ὁμοῦ δὲ χρηστὰς ὑποτείνων τὰς ἐλπίδας καὶ δεικνὺς ὅτι ῥᾴδιον αὐτοὺς ἀνακτήσασθαι πάλιν. Νῦν δὲ φονευταί. Ἀνδροφόνοι, φησί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Τουτέστι, παράσημον, νόθον, κίβδηλον.

1

.

7

(50)

Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Ἐπειδὴ προοιμιαζόμενος οὐ κατ’ εἶδος αὐτῶν εἶπεν τὴν κακίαν, ἀλλ’ ὅτι ἠθέτησαν καὶ ὅτι σπέρμα πονηρὸν ἦσαν καὶ υἱοὶ ἄνομοι, ὃ λοιδορίας ἐδόκει μᾶλλον, ἢ κατηγορίας εἶναι·
ἐνταῦθα καὶ αὐτὰ τίθησι κατ’ εἶδος τὰ ἐγκλήματα καὶ80
55πρῶτον, ὃ πρῶτόν ἐστι καὶ μέσον καὶ τελευταῖον τῶν κακῶν, τὴν φιλαργυρίαν καὶ τὴν περὶ τὰ συμβόλαια καπη‐ λείαν. Ἀλλά τινες οὐ συνιέντες τὴν ἄφατον τοῦ Θεοῦ σοφίαν, κατ’ ἀναγωγὴν τὸ εἰρημένον ἐξέλαβον. Οὐ γὰρ ἄν, φησίν, ὁ μέγας καὶ ὑψηλὸς Ἡσαΐας ὑπὲρ τραπεζιτῶν
60κακουργίας καὶ καπήλων διαφθορᾶς διελέχθη· ἀλλὰ ἀργύριον ἐνταῦθα τὰ λόγιά φησι τοῦ Θεοῦ καὶ οἶνον τὴν διδασκαλίαν, ἣν ἐθόλουν ἐπεισάγοντες αὐτῶν τὰ διδάγματα. Ἐγὼ δὲ οὔτε ταύτην ἀτιμάζω τὴν ἐξήγησιν, καὶ τὴν ἑτέραν ἀληθεστέραν εἶναί φημι. Οὐ γὰρ μόνον
65οὐκ ἀνάξιον τοῦ προφήτου τὸ περὶ τούτων διαλέγεσθαι, ἀλλὰ καὶ σφόδρα ἄξιον καὶ αὐτοῦ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Ὅτε γοῦν τὰ ὑψηλὰ διδάγματα φέρων ἦλθεν ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς καὶ τὴν τῶν ἀγγέλων καταφυτεύειν ἔμελλε πολιτείαν,
70οὐκ ὀλίγα περὶ μέτρων καὶ αὐτὸς διείλεκται καὶ τῶν τούτων εὐτελεστέρων εἶναι δοκούντων, ἀσπασμῶν καὶ μεσασμῶν καὶ πρωτοκλισιῶν. Τὰ γὰρ μικρὰ ταῦτα εἶναι δοκοῦντα παραμελούμενα μεγάλα ἁμαρτημάτων ὑπεκκαύ‐ ματα γίνεται. Εἰ δὲ ἐπὶ τῆς Καινῆς ταῦτα διορθοῦσθαι ἔδει,
75πολλῷ μᾶλλον ἐπὶ τῆς Παλαιᾶς, ὅτε καὶ παχύτεροι οἱ ἀκροαταὶ καὶ πᾶς αὐτῶν ὁ βίος ἐντεῦθεν ὠρθοῦτο, τοῦ δήμου οὕτω πλέον ἐν τουτοισὶ παιδευομένου, πόρρω πάσης ἀδικίας γίνεσθαι καὶ ἐν μηδενὶ τὸν πλησίον πλεονεκτεῖν μηδὲ τὰς τῶν καταδεεστέρων ἐπιτρίβειν
80πενίας τῇ κακουργίᾳ τῆς καπηλείας.

1

.

8

Τούτων γοῦν ἀμελουμένων καὶ πόλεις πολλάκις ἀνετρά‐ πησαν καὶ ἀπὸ θρόνων ἄρχοντες κατηνέχθησαν καὶ
πόλεμος ἄσπονδος γέγονεν· ὥσπερ κατορθουμένων εἰρήνη πολλὴ καὶ εὐνομία καὶ ἀσφάλεια πρὸς ἀρετὴν χειρα‐82
5γωγοῦσα. Οἱ ἄρχοντές σου ἀπειθοῦσιν. Μεγίστης νόσου καὶ διαστροφῆς σημεῖον, ὅταν οἱ ἰατροὶ τὰς νόσους ἐπιτρί‐ βωσιν. Ἀρχόντων γὰρ τοῦ δήμου τὰς ἀταξίας κατα‐ στέλλειν καὶ πρὸς τὸ δέον ῥυθμίζειν καὶ τῷ νόμῳ ποιεῖν
10καταπειθεῖς· ὅταν δὲ αὐτοὶ πρῶτοι τοὺς νόμους παρα‐ βαίνωσι, πῶς ἂν ἑτέροις γένοιντο διδάσκαλοι; Τὸ γὰρ Ἀπειθοῦσιν, τουτέστιν, οὐ πείθονται τῷ νόμῳ, οὐκ ἀνέχονται τῶν ἐντολῶν· ὃ καὶ Παῦλος ἐγκαλεῖ λέγων· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὅταν οὖν ἡ
15ῥίζα διεφθαρμένη ᾖ, τί χρηστόν ἐστι περὶ τῶν κλάδων ὑποπτεύειν; Κοινωνοὶ κλεπτῶν. Προσθήκη κατηγορίας, ὅτι οὐ μόνον οὐ καταστέλλουσι τὰ δεινά, ἀλλὰ καὶ ἀντιτείνουσιν· οὐ μόνον οὐ πολεμοῦσι τοῖς κλέπταις, ἀλλὰ καὶ συμπράτ‐
20τουσιν, ἐκ διαμέτρου τῆς προσηκούσης ἀρετῆς ἄρχοντι τὴν κακίαν μετιόντες. Ἀγαπῶντες δῶρα. Ἕτερον φιλοχρηματίας εἶδος χαλεπόν, εὐπρόσωπον μὲν ὑπόθεσιν ἔχον, ἐν προσχήματι δὲ φιλοφροσύνης τὴν ἐσχάτην πλεονεξίαν ἐπιδεικνύμενον.
25 Διώκοντες ἀνταπόδομα. Μνησικακοῦντες τοῖς ἐχθροῖς, ἀνταποδοῦναι σπουδάζοντες τοῖς λελυπηκόσιν, ὅπερ μέγιστον κακίας εἶδος. Δι’ ὃ οὐκ ἐν τῇ Καινῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ μετὰ πολλῆς εἴργεται τῆς σπουδῆς. Κακίαν γὰρ ἕκαστος, φησί, τοῦ πλησίον αὐτοῦ μὴ
30μνησικακεῖτε ἐν ταῖς καρδίαις ὑμῶν. Μάλιστα μὲν γὰρ καὶ τὸ δημοτικόν, πολλῷ δὲ μᾶλλον τὸν ἄρχοντα ταύτης δεῖ καθαρεύειν τῆς κακίας καὶ τοῦ πρὸς ἀπέχθειαν ψηφί‐ ζεσθαι τοῖς κρινομένοις ἀπηλλάχθαι, ἵνα μὴ ὁ λιμὴν
σκόπελος γένηται.84
35 Ὀρφανοῖς οὐ κρίνοντες. Τουτέστιν, οὐ προϊστάμενοι, ὥστε τῶν δικαίων τυχεῖν. Καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Παρατηρητέον ὅτι οὐ τὸ κακοποιεῖν, ἀλλ’ ὅτι καὶ τὸ ἀγαθὸν μὴ ἐργάζεσθαι ἐν τάξει κεῖται πονηρίας, καθάπερ οὖν καὶ ἐν τῇ Καινῇ. Οἱ
40γὰρ πεινῶντα μὴ θρέψαντες οὐχ ὅτι τὰ ἀλλότρια ἥρπασαν, ἀλλ’ ὅτι τὰ αὐτῶν οὐ προήκαντο τοῖς δεομένοις, εἰς τὸ τῆς γεέννης πέμπονται πῦρ· ὥσπερ οὖν καὶ οὗτοι νῦν ἐγκαλοῦνται, οὐχ ὅτι πλεονεκτοῦσιν, οὐδ’ ὅτι κατα‐ δυναστεύουσιν, ἀλλ’ ὅτι καὶ τοῖς δεομένοις τῆς αὐτῶν
45βοηθείας οὐκ ὀρέγουσι χεῖρα. Διὰ τοῦτο τάδε λέγει ὁ Δεσπότης Κύριος Σαβαώθ, ὁ δυνάστης τοῦ Ἰσραήλ· τουτέστι, τοῦ λαοῦ. Οὐχ ἁπλῶς δὲ τέθεικεν τὸ δυνάστης, ἀλλὰ ἀναμιμνῄσκων αὐτοὺς καὶ τῶν παρ’ ἐλπίδας εὐεργεσιῶν καὶ τῶν χαλεπῶν κολάσεων

1

.

8

(50)

ἃς ὑπέμειναν. Ἐπειδὴ γὰρ πολλὰ πολλάκις ἁμαρτάνοντες καὶ πολλῆς ἀπολαύοντες τῆς μακροθυμίας εἰς ῥᾳθυμίαν ἐνέπιπτον, τοῦτο ἐνδείξασθαι βούλεται, ὅτι δυνατὸν ὅτε βούλεται ἐπεξελθεῖν, καὶ οὐ δεῖται καιρῶν, οὐδὲ χρόνων, ἀλλ’ ἕτοιμα αὐτῷ πάντα καὶ παρεσκευασμένα.
55 Οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἰσραήλ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις μου. Τί γὰρ ἀθλιώτερον τῶν τὸν Θεὸν πολέμιον ἐχόντων; Οὐ παύσεται δὲ ἔλεγεν, οὐχ ἵνα εἰς ἀπόγνωσιν ἐμβάλῃ, ἀλλ’ ἵνα αὐξήσας τὸν φόβον εἰς μετάνοιαν καλέσῃ. Τοῦ γάρ· Οὐ παύσεται ὁ θυμός,
60φοβερώτερον τό· Ἐν τοῖς ὑπεναντίοις μου. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν παροξύνειν εἴωθεν, ὡς ἡ κατὰ τῶν πενήτων ἀδικία κατ’ αὐτοὺς γινομένη. Οὐαὶ δὲ τοῖς
ἰσχύουσιν ἔλεγεν, οὐχ ἁπλῶς τὴν δύναμιν διαβάλλων, ἀλλὰ τὴν ἐπὶ κακῷ δύναμιν. Ἰσχὺν δὲ ἐνταῦθα οὐ τὴν τοῦ86
65σώματός φησιν, ἀλλὰ τὴν ἀπὸ τῆς τῶν πραγμάτων περι‐ βολῆς δυναστείαν. Καὶ κρίσιν ποιήσω ἐκ τῶν ἐχθρῶν μου. Κολάσω τοὺς ἐχθρούς μου, ἐχθροὺς αὐτοῦ λέγων τοὺς τῶν πενήτων ἐχθροὺς διὰ τὸ ἐπηρεάζειν ὄντας· τοῦτο δὲ ἔλεγεν, ἵνα
70μάθῃς τῆς ἀδικίας τὸ μέγεθος. Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν. Ἵνα μάθῃς, ὅτι οἵα ἂν ᾖ ἡ ὀργὴ τοῦ Θεοῦ καὶ ἡ τιμωρία, οὐκ ἐπὶ κακῷ καὶ τῷ δοῦναι δίκην γίνεται μόνον, ἀλλ’ ἐπὶ τῷ βελτίους γενέσθαι καὶ αὐτοὺς τοὺς κολα‐
75ζομένους. Καὶ πυρώσω σε, φησίν, εἰς καθαρόν. Οὐ τοίνυν ὅταν κολαζώμεθα, ἀλλ’ ὅταν ἁμαρτάνωμεν, τότε ἀλγεῖν δίκαιον· τὸ μὲν γὰρ ῥύπον, τὸ δὲ καθαρμὸν ἐργάζεται. Τί δέ ἐστιν; Εἰς καθαρόν; Ὡς μηδὲ ἴχνος εἶναι παρὰ σοὶ κηλῖδος. Ὅπερ γάρ ἐστι τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο τοῖς
80ῥᾳθύμοις ἡ τιμωρία. Τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους ταπεινώσω. Οἱ μὲν γὰρ ἀνίατα νοσοῦντες, φησί, καὶ οὐδὲ τιμωρίαις εἴκοντες ἀπολοῦνται. Τί γὰρ ὄφελος τῆς τούτων ζωῆς,
85ὅταν καὶ ἑαυτοῖς καὶ ἑτέροις ἐπιβουλεύωσιν ἐν τῷ ζῇν; Οἱ δὲ ἐκ τῆς ἐκείνων τιμωρίας δυνάμενοι βελτίους γενέσθαι μενοῦσιν. Δοκεῖ δέ μοι ἐνταῦθα καὶ τὴν αἰχμαλωσίαν αἰνίττεσθαι.

1

.

9

Καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ’ ἀρχῆς. Ἐνταῦθα τὴν ἐπάνοδόν φησι. Τῶν τε γὰρ ἀνίατα νοσούντων ἀναιρε‐
θέντων, τῶν τε ἐπιμέλειαν δέξασθαι δυναμένων διορθω‐88
5θέντων, εὐκαίρως καὶ τὸ λοιπὸν τῆς θεραπείας εἶδος προστίθεται, δοκίμων ἀρχόντων ἐπιστασίᾳ καὶ συμβούλων ἀγαθῶν φορᾷ, ἵνα καὶ τοῦ σώματος εἴκοντος τοῖς φαρμάκοις καὶ τῶν ἰατρῶν ἀρίστων ὄντων, πανταχόθεν πρὸς ὑγίειαν ἐπανίῃ τὰ τῆς πόλεως μέρη. Οὐ γὰρ μικρὸν
10εὐεργεσίας εἶδος ἀρχόντων ἐπιτυγχάνειν ἀγαθῶν. Καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών. Καίτοι γε οὐδαμοῦ τοῦτο εὑρίσκομεν τὸ ὄνομα τῇ πόλει τῶν Ἱεροσολύμων ἐπιτεθέν. Τί οὖν ἂν εἴποιμεν; Ὅτι τὴν ἀπὸ τῶν πραγμάτων προσηγορίαν
15ἐνταῦθά φησι. Τοῦτο δὲ ἡμῖν οὐ μικρὸν συμβαλεῖται, ὅταν ἀπαιτῶσιν ἡμᾶς Ἰουδαῖοι τοῦ Ἐμμανουὴλ τὴν ἑρμηνείαν. Ἐπειδὴ γὰρ Ἡσαΐας ἔφησε τὸν Χριστὸν οὕτως ὀνομα‐ σθήσεσθαι, οὐδαμοῦ δὲ ὠνόμασται, εἴποιμεν ἂν πρὸς αὐτοὺς ὅτι τὴν ἀπὸ τῶν πραγμάτων σημασίαν ἔφησεν
20ὄνομα εἶναι· ὥσπερ οὖν καὶ ἐνταῦθα. Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης. Μετὰ κρίματος, τουτέστι, μετὰ δίκης καὶ κολάσεως καὶ τιμωρίας τῶν πολεμίων. Μετὰ ἐλεημοσύνης, τουτέστι, πολλῆς τῆς φιλανθρωπίας. Δύο
25ἐνταῦθα ἐπαγγέλλεται μέγιστα αὐτοῖς δῶρα, τό τε δίκην δοῦναι τοὺς ἀπαγαγόντας τό τε αὐτοὺς πολλῆς ἀπολαῦσαι τῆς εὐημερίας, ὧν ἕκαστον καὶ καθ’ ἑαυτὸ μεγίστην ἱκανὸν παρασχεῖν ἡδονήν· ὅταν δὲ καὶ ἀμφότερα συνδράμῃ, ἄφατος γένοιτ’ ἂν ἡ εὐφροσύνη. Ἄλλως τε καὶ δεῖξαι
30βουλόμενος, ὅτι καὶ μετὰ τὴν μακρὰν αἰχμαλωσίαν οὐ διὰ τὸ δοῦναι δίκην ἀξίαν καὶ τὸ τὰ ἁμαρτήματα ἀποκεί‐ ρασθαι, ἀλλὰ διὰ τὴν φιλανθρωπίαν τὴν αὐτοῦ πρὸς τὴν
οἰκείαν ἐπανάγονται καὶ ἐλέου μᾶλλόν ἐστιν ἡ σωτηρία ἢ ἀντιδόσεως καὶ ἀμοιβῆς, ἐπήγαγε· Καὶ μετ’ ἐλεημοσύνης.90
35 Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Τρίτον καὶ τοῦτο εὐεργεσίας εἶδος, τὸ μηδένα εἶναι τὸν παρασύροντα καὶ πρὸς ἀπάτην ἕλκοντα, ἀλλ’ ἐκποδὼν γίνεσθαι τοὺς τῆς πονηρίας διδασκάλους. Καὶ οἱ ἐγκαταλείποντες τὸν Κύριον συντελεσθήσονται. Οἱ
40δὲ ἀσεβεῖς, φησίν, ἀπολοῦνται. Διότι νῦν αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἐφ’ οἷς αὐτοὶ ἐβούλοντο. Τινὲς μὲν καὶ κατὰ τὸν παρόντα καιρὸν τὰ εἰρημένα ἁρμόζειν ἐπιχειροῦσιν· ἀλλ’ ἡμεῖς οὔτε ἐκείνους αἰτιασόμεθα καὶ τῇ ἀκολουθίᾳ ἑψόμεθα.
45Ταῦτα γάρ ἐστιν, ἃ συμβήσεσθαί φησιν ἐπὶ τῆς τῶν πολε‐ μίων ἐφόδου. Ὅταν γὰρ τοῦ βαρβάρου τὴν χώραν κατα‐ τρέχοντος καὶ τὴν πόλιν περικαθημένου καὶ πάντας ὡς ἐν δικτύοις μέσους ἔχοντος, μηδεὶς ὁ ἀμύνων ᾖ καὶ τὸ νέφος ἐκεῖνο διακρουόμενος διὰ τὴν ἐγκατάλειψιν τοῦ Θεοῦ,

1

.

9

(50)

εἰκότως καὶ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς πείρας πολλὴ κατασκεδασθήσεται τῶν τὰ εἴδωλα θεραπευόντων ἡ αἰσχύνη. Ἐφ’ οἷς αὐτοὶ ἐβούλοντο, περὶ ἃ ἐσπουδάκεισαν, φησί. Καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν, ἐφ’ οἷς
55αὐτοὶ ἐποίησαν. Ἐν τάξει διηγήσεως τὴν κατηγορίαν τίθησιν. Ἤρκει γάρ, φησί, καὶ πρὸ τῆς τῶν τραυμάτων ἐκβάσεως, καὶ αὐτὸς τῆς τοιαύτης εἰδωλοποιίας ὁ τρόπος αὐτοὺς καταισχῦναι. Τί γὰρ αἰσχρότερον τοῦ θεόν τινα ἑαυτῷ ποιεῖν;
60 Καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν, ἐφ’ οἷς ἐπεθύ‐ μησαν. Οὐ γὰρ δὴ ξόανα προσεκύνουν μόνον, ἀλλὰ καὶ δένδρα ἐν κήποις ἐθεράπευον. Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα. Ἤτοι τὰ εἴδωλα ἢ αὐτοὶ οἱ τὴν πόλιν οἰκοῦντες.92
65Τὴν δὲ εἰκόνα τοῦ δένδρου τούτου παρήγαγε, διά τε τὸ ἐγχώριον εἶναι μάλιστα τὸ φυτὸν καὶ πολὺ παρ’ αὐτοῖς καὶ διὰ τὸ σφόδρα ἀνθεῖν καὶ τεθηλέναι, ἡνίκα ἂν ἀκμάζῃ, καὶ ἐσχάτην ἀμορφίαν ἐνδείκνυσθαι, ἐπειδὰν ἀποβάλλῃ τὰ φύλλα.
70 Καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἡ δευτέρα εἰκὼν τῆς προτέρας σαφεστέρα καὶ πιστουμένη τὸν ἐπὶ τῇ προτέρᾳ λόγον εἰρημένον. Οὔτε γὰρ παραδείσου θάλ‐ λοντος τερπνότερον οὔτε ἐρημωθέντος ἀτερπέστερον, ἅπερ ἀμφότερα γέγονεν ἐπὶ τῆς μητροπόλεως ἐκείνης. Πάντοτε
75γὰρ ἦν ἀμείνων καὶ λαμπροτέρα, μυρίοις καλλωπιζομένη κόσμοις· καὶ πάντων εὐτελεστέρα γέγονε καὶ αἰσχροτέρα, τοσοῦτον ἀθρόον εὐκοσμίας ἀποβαλοῦσα πλοῦτον. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου. Αἱ πρότεραι μὲν εἰκόνες εἰς τὸ ἀτερπὲς παρελήφθησαν, αὕτη
80δὲ εἰς τὸ ἀσθενές· πᾶσαι δὲ σφόδρα ἐναργεῖς καὶ πολὺ τὸ σαφὲς καὶ ἐμφαντικὸν ἔχουσαι. Ὡς καλάμη στυππείου, τουτέστιν, ἀσθενεῖς. Καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθὴρ πυρός. Ἐνταῦθα δεί‐ κνυσιν ὅτι οἴκοθεν τὰ κακὰ καὶ αὐτοὶ τὴν αἰχμαλωσίαν
85ἔτεκον καὶ τὴν κάμινον ἀνῆψαν. Ὥσπερ γὰρ σπινθῆρες ἐμπίπτοντες πῦρ ἀνεγείρουσιν, οὕτω τὰ ἁμαρτήματα τούτων συναχθέντα τοῦ Θεοῦ τὴν ὀργὴν ἀνῆψεν. Καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Πάλιν ἀπαγορεύει τὴν σωτηρίαν94
90διὰ τὴν αὐτὴν πάλιν αἰτίαν οὐχ ἵνα ἀπογνῶσιν, ἀλλ’ ἵνα ταύτῃ γοῦν ἀκμάζοντα τὸν φόβον δεξάμενοι, τὴν πολλὴν ἀποτινάξωνται ῥᾳθυμίαν. Καὶ ἕτερον δέ τι ἐνταῦθα αἰνίτ‐ τεται, τὸ ἄμαχον αὐτοῦ τῆς δυνάμεως, καὶ ὅτι κολάζοντος αὐτοῦ καὶ τιμωρουμένου, οὐδεὶς ἀντιστῆναι καὶ καταλῦσαι
95δυνήσεται τὰ δεινά.96

2

t

ΚΕΦΑΛ. Βʹ

2

.

1

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμώς. Ἐντεῦθεν δῆλον ὡς οὐ πάσας ὑφ’ ἓν τὰς προφητείας εἰρήκασιν, ἀλλὰ κατὰ διαφόρους ἐμπνεόμενοι καιροὺς περικοπάς τινας ἀπήγγελλον, αἳ συντεθεῖσαι ὕστερον ὑφ’
5ἓν ὁλόκληρον βιβλίον ἐποίησαν. Διὸ καὶ οὕτως ἄρχεται. Οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλον ἔσται καὶ σαφὲς ἡμῖν, ἀλλ’ ἐξ ὧν προϊὼν καὶ τοὺς καιροὺς ἐπισημαίνεται, νῦν μὲν λέγων· Τοῦ ἐνιαυτοῦ, οὗ εἰσῆλθε Νάθαν εἰς Ἄζωτον· νῦν δὲ λέγων· Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ
10ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου. Οὐ γὰρ ὥσπερ αἱ Ἐπιστολαὶ αἱ Παύλου καὶ τὰ Εὐαγγέλια ὑφ’ ἓν συνετέ‐ θησαν, οὕτω δὴ καὶ αἱ προφητεῖαι, ἀλλ’ ὅπερ ἔφθην εἰπών, ἐν διαφόροις καιροῖς. Ὅθεν καὶ ἀπ’ ἀρχῆς ἑτέρας ἄρχεται
15τοῦ λόγου. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὸ τὴν ὑπόθεσιν, περὶ ἧς μέλλει διαλέγεσθαι, σφόδρα ἀπηρτῆσθαι τῶν προειρημένων καὶ ὑψηλοτέραν εἶναι. Περὶ γὰρ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τῆς τοῦ κηρύγματος περιφανείας καὶ τῆς πανταχοῦ τῆς οἰκουμένης ἐκταθείσης γνώσεως καὶ
20τῆς καταληψομένης τὴν γῆν εἰρήνης ἡμῖν διαλέγεται. Εἰ δὲ μέλλων τοιούτων ἅπτεσθαι δογμάτων, Ἰουδαίας μέ‐ μνηται καὶ Ἱερουσαλήμ, ξένον οὐδέν. Προφητεία γὰρ ἦν
τὸ λεγόμενον, συνεσκιασμένη τέως τῇ τῶν ὀνομάτων προσηγορίᾳ. Ἐπεὶ καὶ τὸν ψαλμὸν τὸν ἑβδομηκοστὸν98
25πρῶτον ὁ Δαυῒδ συντιθέναι μέλλων ἐπέγραψεν αὐτὸν τῷ Σολομῶντι, καὶ προϊὼν πολλῷ μείζονα τῆς Σολομῶντος ἀξίας, μᾶλλον δὲ καὶ τῆς ἁπάντων ἀνθρώπων φύσεως ᾖδεν. Τὸ γάρ, Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ καὶ Πρὸ τῆς σελήνης ὁ θρόνος αὐτοῦ καὶ ὅσα τοιαῦτα,
30οὐδεὶς ἂν οὐδὲ τῶν σφόδρα ἀνοήτων περὶ ἀνθρωπίνης εἴποι λέγεσθαι φύσεως. Καὶ ὁ Ἰακὼβ δέ, ἡνίκα ταῦτα, ἃ μέλλει νῦν ὁ Ἡσαΐας λέγειν, καὶ πλείονα τούτων προανε‐ φώνει· μετὰ γὰρ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τὸν θάνατον εἶπε καὶ τὴν ἀνάστασιν καὶ τὸν καιρὸν καθ’ ὃν ἔμελλε
35παρέσεσθαι· οὐδὲ ἐκεῖνος ἀπογυμνώσας αὐτὰ τέθεικεν, ἀλλὰ τῷ προσωπείῳ τῆς προσηγορίας τοῦ υἱοῦ κρύψας ἅπερ ἔμελλεν ἐρεῖν, οὕτως αὐτὰ προανεφώνησε, τῷ μὲν δοκεῖν τὰ συμβησόμενα τῷ Ἰούδᾳ προλέγων· καθὼς δὲ τὸ τῶν πραγμάτων μαρτυρεῖ τέλος, ἅπερ ἔμελλε κατορθοῦν
40〈ὁ Χριστὸσ〉 προαναφωνῶν. Οὔτε γὰρ προσδοκία ἐθνῶν Ἰούδας γέγονεν, οὔτε τότε ἔλαμψεν ἡ φυλή, ὅτε ἐξέλιπεν αὐτῶν ἡ πολιτεία· ἀλλὰ ἅπαντα ταῦτα, ὅτε ὁ Χριστὸς παρεγένετο, γέγονεν. Εἰ δὲ ἀναισχυντοῖεν Ἰουδαῖοι τοῦτον παρακρουόμενοι τῆς προφητείας τὸν νόμον, μάλιστα μὲν
45ἂν καὶ ἐξ αὐτῶν τῶν εἰρημένων ῥᾳδίως διελεγχθεῖεν, εἴ τις μετὰ ἀκριβείας τὰς προφητείας ἐξαπλώσας καὶ πᾶσαν ῥῆσιν μετὰ τῆς προσηκούσης ἐξετάζων προσοχῆς, ἁρμόζοι τὰ εἰρημένα τοῖς γεγενημένοις. Ὥστε δὲ καὶ ἐκ περιουσίας αὐτῶν ἀπορράψαι τὰ στόματα, οὐκ ἀπὸ τῶν εἰς τὸν

2

.

1

(50)

Χριστὸν εἰρημένων, ἀλλ’ ἀπὸ τῶν εἰς τοὺς αὐτῶν πατρι‐
άρχας προφητευθέντων, τοῦτο πειράσομαι ποιῆσαι φανε‐ ρόν, δεικνὺς ὅτι αἱ πολλαὶ τῶν προφητειῶν εἴρηνται μὲν εἰς τοὺς φυλάρχους, ἐξέβησαν δὲ εἰς τοὺς ἐξ ἐκείνων. Καὶ παραδείγματος ἕνεκεν μίαν καὶ δευτέραν εἰπὼν ἱστορίαν,100
55ἅψομαι τῶν προκειμένων. Καὶ γὰρ ὅτε τὸν Συμεὼν καὶ τὸν Λευῒ καλέσας ὁ Ἰακὼβ προαναφωνεῖ τὰ συμβησόμενα αὐτοῖς, οὕτως ἔλεγε· Συμεὼν καὶ Λευῒ ἀδελφοί, καὶ κατηγορήσας αὐτῶν τῆς παρανομίας καὶ τῆς ἀδίκου σφαγῆς τῆς εἰς τοὺς Σικημίτας γεγενημένης, προϊών φησι·
60Διαμεριῶ αὐτοὺς ἐν Ἰακώβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Τοῦτο δὲ ἐπὶ τοῦ Λευῒ καὶ τοῦ Συμεὼν οὐδεὶς ἂν ἴδοι γεγενημένον, ἀλλ’ ἐπὶ τῶν φυλῶν τῶν ἐξ αὐτῶν. Καὶ γὰρ ἡ τοῦ Λευῒ φυλὴ διεσπάρη, τὸ δέκατον μέρος αὐτῆς ἑκάστης φυλῆς ἐχούσης· ἥ τε τοῦ Συμεών, ἥτις τὸ
65αὐτὸ τοῦτο σχεδὸν ἔπαθε, πάσαις αὐταῖς παρεκταθεῖσα κατὰ τὸν κλῆρον καὶ οὐχ, ὡς ἑκάστη τῶν ἄλλων, συνημ‐ μένην ἔλαβε τὴν κληρουχίαν καὶ πρὸς ἑαυτὴν συγκεκρο‐ τημένην. Καὶ ὁ Ἰακὼβ δεξάμενος εὐλογίας παρὰ τοῦ πατρός, οὐδεμιᾶς αὐτῶν ἀπήλαυσεν αὐτός. Ὁ μὲν γὰρ
70πατὴρ αὐτοῦ προὔλεγεν εὐετηρίαν πολλὴν καὶ διηνεκῆ δεσποτείαν τοῦ Ἠσαῦ· οὗτος δὲ καὶ τῶν ἀναγκαίων ἠπόρει καὶ θητεύων ἐτρέφετο καὶ τοσοῦτον ἀπέσχε κρατῆσαι τἀδελφοῦ, ὅτι δὴ καὶ περὶ αὐτῶν ἐκινδύνευε τῶν ἐσχάτων καὶ ἅπαξ αὐτῷ συντυχὼν μόνον μετὰ πολλοῦ τοῦ
75δέους, ἠγάπησε τὸ δυνηθῆναι διαφυγὼν αὐτὸν καὶ σωθῆναι. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; ὅτι ψεῦδος ἡ προφητεία; Ἄπαγε· ἀλλ’ ὅτι τοιοῦτον αὐτῆς πολλαχοῦ τὸ ἔθος, τὰ ἐφ’ ἑτέρων ἐκβησόμενα ἑτέρων ὑποκειμένων προσώπων λέγειν καὶ ἀποκεχρῆσθαι ὀνόμασιν ἄλλοις ἀνθ’
80ἑτέρων· ὃ καὶ ἐπὶ τοῦ Χαναὰν γέγονεν. Οὐδὲ γὰρ ὁρῶμεν ἐκεῖνον δουλεύσαντα τοῖς ἀδελφοῖς, οὐ μὴν οὐδὲ
τὴν ἀρὰν διαπεσοῦσαν, ἀλλ’ ἐπὶ τῶν Γαβαιονιτῶν λαβοῦσαν τὸ τέλος τῶν ἐκ τοῦ Χαναὰν γεγονότων. Καὶ γὰρ ἐν τάξει ἀρᾶς προφητεία τὸ λεγόμενον ἦν.102

2

.

2

Τοσούτων τοίνυν καὶ τοιούτων ὄντων παραδειγμάτων τῶν ἀποδεικνύντων ἡμῖν, ὅτι πολλὰ τῶν εἰρημένων λέγεται μὲν ἐφ’ ἑτέρων, ἐκβαίνει δὲ ἐπ’ ἄλλων καὶ ὀνόμασιν ἀποκέχρηνται οἱ προφῆται, τί θαυμαστὸν εἰ καὶ
5νῦν τὸ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ προθεὶς ὄνομα ὁ προφήτης περὶ τῆς Ἐκκλησίας προαναφωνεῖ; Καὶ γὰρ ἐπειδὴ πρὸς ἀγνώμονας ὁ λόγος ἦν αὐτῷ προφήτας ἀναι‐ ροῦντας, τὰ βιβλία καίοντας, τὰ θυσιαστήρια κατασκάπ‐ τοντας, εἰκότως τὸ κάλυμμα ἔκειτο ἐπὶ τῇ ἀναγνώσει τῆς
10παλαιᾶς Διαθήκης, κατὰ τὸν μακάριον Παῦλον. Ἦ γὰρ ἂν καὶ ἠφάνισαν τὰ βιβλία, εἰ συνῆκαν τῆς προφητείας τὴν δύναμιν τῆς περὶ τοῦ Χριστοῦ. Ὅπου γὰρ παρόντα αὐτὸν καὶ θαυματουργοῦντα καὶ ἐντελῆ τῆς οἰκείας δυνάμεως καὶ τῆς πρὸς τὸν Πατέρα συμφωνίας τε καὶ
15ὁμονοίας παρεχόμενον τὴν ἀπόδειξιν οὐκ ᾐδέσθησαν, οὐδὲ ἀπέστησαν ἕως ἐσταύρωσαν, σχολῇ γε ἂν τῶν περὶ αὐτοῦ λεγόντων ἐφείσαντο, οὓς καὶ χωρὶς τούτου κατέλευον συνεχῶς. Διὰ τοῦτο τοῖς οἰκείοις καὶ γνωρίμοις αὐτοῖς ἐμφιλοχωροῦντες ὀνόμασι, τὰς προφητείας τούτῳ συσκιά‐
20ζουσι τῷ προσώπῳ. Ὅτι γὰρ οὐ περὶ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ ὁ λόγος, ἑκάστην παράγοντες λέξιν εἰς μέσον μετὰ ἀκριβείας εἰσόμεθα τὰ εἰρημένα. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου. Ὅρα ἀκρίβειαν προφήτου, οὐ τὰ πράγματα
25λέγοντος μόνον, ἀλλὰ καὶ τὸν χρόνον ἐπισημαινομένου. Ὅπερ γάρ φησιν ὁ Παῦλος· Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, καὶ ἑτέρωθι πάλιν· Εἰς οἰκονομίαν τοῦ
πληρώματος τῶν καιρῶν, τοῦτο ὁ προφήτης φησίν· Ἐν ταῖς ἐσχάταις ἡμέραις. Ὄρος δὲ τὴν Ἐκκλησίαν καὶ τὸ104
30τῶν δογμάτων ἀκαταγώνιστον καλεῖ. Καθάπερ γὰρ ὄρεσι κἂν μυρία προσβάλλῃ στρατόπεδα τόξα τείνοντες καὶ δόρατα ἀφιέντες, μηχανήματα προσάγοντες, ἐκεῖνα μὲν οὐδὲν παραβλάψαι δυνήσονται, τὴν δὲ οἰκείαν κατα‐ λύσαντες ἰσχὺν ἀπελεύσονται· οὕτω δὴ καὶ οἱ τῇ
35Ἐκκλησίᾳ πολεμήσαντες ἅπαντες ταύτην μὲν οὐκ ἔσεισαν, τὴν δὲ οἰκείαν ἀπολέσαντες δύναμιν κατῃσχύνθησαν, ἐν τῷ παίειν διαλυόμενοι καὶ ἐν τῷ βάλλειν ἀσθενοῦντες καὶ ἐν τῷ ποιεῖν ὑπὸ τῶν πασχόντων νικώμενοι· ὅσπερ καὶ παράδοξος νίκης τρόπος ἐστὶ καὶ οὐκ ἀνθρώποις, ἀλλὰ
40Θεῷ μόνῳ δυνατός. Τὸ γὰρ δὴ θαυμαστὸν τῆς Ἐκκλη‐ σίας, οὐχ ὅτι ἐνίκησεν, ἀλλ’ ὅτι καὶ οὕτως ἐνίκησεν. Ἐλαυνομένη γάρ, διωκομένη, μυρίοις κατακοπτομένη τρόποις, οὐ μόνον οὐκ ἠλαττονοῦτο, ἀλλὰ καὶ μείζων ἐγίνετο καὶ τοὺς ταῦτα ποιεῖν ἐπιχειροῦντας αὐτῷ τῷ
45πάσχειν μόνον κατέλυεν· ὅπερ ἀδάμας ποιεῖ περὶ τὸν σίδηρον, τῷ παίεσθαι μόνον διαλύων τοῦ παίοντος τὴν ἰσχύν· καὶ κέντρα πρὸς τοὺς λακτίζοντας, αὐτὰ μὲν οὐδὲν ἀμβλύτερα ἐντεῦθεν γινόμενα, τοὺς δὲ λακτίζοντας αἱμάσ‐ σοντα πόδας. Διὰ δὴ τοῦτο ὄρος ἐκάλεσεν. Εἰ δὲ οὐκ

2

.

2

(50)

ἀνέχεται τῆς μεταφορᾶς ὁ Ἰουδαῖος, οἴκοθεν πάλιν δεχέσθω τὸν ἔλεγχον. Αὐτὸς γὰρ οὗτος ὁ προφήτης λύκους καὶ ἄρνας ἔφησε τῆς αὐτῆς νομῆς κοινωνήσειν καὶ μυίαις τὸν Θεὸν συριεῖν καὶ ταῖς μελίσσαις καὶ ποταμὸν ἀνάγειν ῥαγδαῖον ἐπὶ τοὺς Ἰουδαίους, διὰ τὸ μὴ
55βούλεσθαι αὐτοὺς ἔχειν τὸ ὕδωρ τοῦ Σιλωάμ. Ἅπερ εἴ τις ἐπὶ τῶν λέξεων ἐκλάβοι, πολὺ τὸ ἀπερινόητον ἔχει·
ἀλλὰ δεῖ † τὰ ἐκ τούτων σημαινόμενα δεχομένους οὕτω ποικίλλειν τῶν νοημάτων τὴν ἀκολουθίαν. † Τί οὖν ἐστι τὰ ἐκ τούτων σημαινόμενα; Διὰ μὲν τῶν λύκων καὶ τῶν106
60ἀρνῶν, οἱ τῶν ἀνθρώπων τρόποι οἱ θηριώδεις καὶ ἥμεροι· διὰ δὲ τῶν μυιῶν, τὸ ἀναίσχυντον τῶν Αἰγυπτίων· διὰ δὲ τοῦ ποταμοῦ, τὸ σφοδρὸν τῆς στρατείας τοῦ βαρβάρου· διὰ δὲ τοῦ Σιλωάμ, τὸ πρᾶον καὶ ἐπιεικὲς τοῦ τότε ἄρχοντος τοῦ τῶν Ἰουδαίων ἔθνους. Καὶ οὐδεὶς οὐδὲ τῶν
65σφόδρα ἀνοήτων πρὸς ταῦτα ἡμῖν ἀντερεῖ. Ὥσπερ γὰρ οὖν ἐκεῖνα ἑτέροις ὀνόμασι παρεδηλώθη, οὕτω καὶ τῆς Ἐκκλησίας τὸ στερρόν, τὸ ἀκίνητον, τὸ ὑψηλόν, τὸ ἀχεί‐ ρωτον διὰ τῆς τοῦ ὄρους ᾐνίξατο προσηγορίας. Καὶ γὰρ ἕτερος προφήτης τοὺς πεποιθότας ἐπὶ τὸν Θεὸν ὄρει παρα‐
70βάλλει, τὸ ἀκαταγώνιστον αὐτῶν ἐνδεικνύμενος. Ἐμφανές. Τοῦτο οὐδὲ τῆς ἀπὸ τοῦ λόγου λοιπὸν ἑρμηνείας δεῖται. Οὕτως αὐτὴ τῶν πραγμάτων ἡ φύσις σάλπιγγος λαμπρο‐ τέραν φωνὴν ἀφίησι, τὸ περιφανὲς ἐνδεικνυμένη τῆς Ἐκκλησίας. Οὐ γὰρ οὕτως ἥλιος φανὸς οὐδὲ τὸ ἐκ
75τούτου φῶς, ὡς τῆς Ἐκκλησίας τὰ πράγματα.

2

.

3

Καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων. Πῶς ἂν τοῦτο ἑρμηνεύσειεν ὁ Ἰουδαῖος; Οὐδαμοῦ γὰρ ἐπ’ ἄκρων τῶν ὁρέων ὁ ναὸς ἔστη· ἡ μέντοι τῆς Ἐκκλησίας δύναμις αὐτῶν ἥψατο τῶν οὐρανῶν. Καὶ ὡσανεὶ οἶκος
5ὑπὲρ κορυφῆς ὀρῶν κείμενος πᾶσίν ἐστι κατάδηλος, οὕτω καὶ πολλῷ πλέον αὐτὴ περιφανὴς πᾶσιν ἀνθρώποις γέγονε. Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν. Τὸ αὐτὸ τοῦτο πάλιν ἡρμήνευσεν, ὅπερ ἐπὶ τοῦ ναοῦ οὐδέποτε συνέβη, οὐδὲ ἡνίκα ἄριστα πράττειν ἐδόκει. Πῶς γάρ, ὅπου γε καὶ
10ὑπ’ αὐτῶν τῶν Ἰουδαίων πολλάκις ἠτιμάζετο καὶ ὑπὸ
βαρβαρικῶν ἠφανίζετο χειρῶν; Ἡ δὲ τῆς Ἐκκλησίας ἰσχὺς ἐπολεμήθη μὲν ἐκείνου χαλεπώτερον καὶ πλέον· εἶξε δὲ οὐδέποτε ταῖς τῶν πολεμούντων χερσίν, ἀλλ’ ὑψηλο‐ τέρα καὶ περιφανεστέρα μάλιστα ὑπὸ τῶν πολεμίων108
15ἐγίνετο. Τότε γοῦν τῶν μαρτύρων οἱ δῆμοι, τότε τῶν ὁμολογητῶν τὰ πλήθη, τότε αἱ σιδήρου στερρότεραι ἀπεδείκνυντο ψυχαὶ καὶ τῶν ἀστέρων αὐτῶν ἀκριβέστερον ἔλαμπον, τῶν μὲν σωμάτων αὐτοῖς κατακοπτομένων, τῆς γνώμης δὲ οὐ νικωμένης, ἀλλὰ κρατούσης καὶ στεφα‐
20νουμένης. Τίς εἶδε, τίς ἤκουσε φόνον στέφανον φέροντα καὶ σφαγὴν νίκην ἐργαζομένην καὶ τότε τὸ στρατόπεδον λαμπρότερον γινόμενον, ὅτε πλείους οἱ σφαττόμενοι παρὰ τῶν πολεμίων ἐφαίνοντο; Καὶ ἥξουσιν ἐπ’ αὐτῷ πάντα τὰ ἔθνη. Προϊὼν σαφέσ‐
25τερος ὁ προφήτης γίνεται καὶ μᾶλλον ἀνακαλύπτει τὸν λόγον καὶ τρανότερον δείκνυσι τὴν προφητείαν καὶ ἀκριβέστερον ἀπορράπτει τῶν Ἰουδαίων τὰ στόματα. Τοῦτο γάρ, καὶ εἰ σφόδρα ἀναισχυντοῖεν, οὐ δυνήσονται τῷ ναῷ [τῶν Ἰουδαίων] ἁρμόσαι. Καὶ γὰρ καὶ
30ἀπηγόρευτο καὶ μεθ’ ὑπερβολῆς κεκώλυτο ἔθνη εἰς τὸν ναὸν εἰσιέναι. Καὶ τί λέγω εἰς τὸν ναὸν εἰσιέναι, ὅπου γε καὶ αὐτοῖς μετὰ πολλῆς τῆς ἀπειλῆς ὁ νόμος ἀπηγόρευε τὰς τῶν ἐθνῶν ἐπιμιξίας καὶ τὴν ἐσχάτην ὑπὲρ τούτων ἀπῄτει δίκην; Ὁ γοῦν προφήτης Μαλαχίας ἅπασαν εἰς
35τοῦτο κατηνάλωσε τὴν προφητείαν, ἐγκαλῶν, ἀπειλῶν, εὐθύνας ἀπαιτῶν τῆς οὐ προσηκούσης ἐπιγαμβρίας. Ἀλλ’ οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ μετὰ ἀδείας ἁπάσης ἀναπε‐ τάσασα τοὺς κόλπους ἡ Ἐκκλησία, χερσὶν ὑπτίαις ἅπαντα τὰ τῆς οἰκουμένης καθ’ ἑκάστην ἡμέραν ὑποδέχεται ἔθνη.
40Τοῦτο γὰρ καὶ οἱ πρῶτοι τῶν δογμάτων διδάσκαλοι παρὰ
τοῦ Μονογενοῦς ἐκελεύσθησαν, ταύτην εὐθέως ἀκούσαντες τὴν φωνήν· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Σκόπει δέ μοι πῶς οὐ τὴν κλῆσιν τῶν ἐθνῶν ᾐνίξατο μόνον ὁ προφήτης, ἀλλὰ καὶ τὴν μετὰ προθυμίας αὐτῶν110
45ὑπακοήν. Οὐ γὰρ εἶπεν· Ἀχθήσονται, ἀλλά· Ἥξουσιν· ὅπερ ἕτερος προφήτης σαφέστερον ἐνδεικνύμενος ἔλεγε· Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.

2

.

3

(50)

Ἐπὶ μὲν γὰρ τῶν Ἰουδαίων καὶ ἡ κτίσις ἀνεστοιχειοῦτο καὶ ἀπειλαὶ συνεχεῖς καὶ κολάσεις διηνεκεῖς καὶ θαύματα ἐπάλληλα καὶ προφητῶν δρόμοι καὶ νομοθέτου φόβος καὶ πολέμων ἀπειλαὶ καὶ βαρβάρων ἔφοδοι καὶ ὀργαὶ θεήλατοι καὶ δείματα ἐκ τῶν οὐρανῶν πεμπόμενα· καὶ ἔμενον
55σκληροτράχηλοι καὶ ἀπερίτμητοι ὄντες, καθὼς ἡ Γραφή φησιν, ἀτενεῖς καὶ δυσένδοτοι· ἐπὶ δὲ τῶν ἐθνῶν ἤρκεσε ῥῆμα ψιλὸν καὶ ἀκοὴ μόνη, καὶ πάντες εὐθέως προσέδραμον. Ὅπερ οὖν καὶ ὁ Δαυῒδ αἰνιττόμενος ἔλεγε· Λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι· καὶ τὸν τρόπον τῆς
60ὑπακοῆς θαυμάζων προσετίθει· Εἰς ἀκοὴν ὠτίου ἐπήκουσέ μου. Τοῦτο αὐτὸ καὶ ὁ Ἰακὼβ αἰνιγματωδέστερον ἐμφαίνων ἔλεγε· Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. Καίτοι τίς εἶδεν ἕλικι πῶλον δεσμούμενον καὶ παρεστῶτα ἀμπέλῳ
65καὶ μὴ λυμαινόμενον τὸν καρπόν; Ἐπὶ μὲν γὰρ τῶν ἀλόγων οὐδείς, ἐπὶ δὲ τῶν ἀνθρώπων μετὰ πολλῆς τοῦτο γέγονε τῆς ἀκριβείας. Οἱ μὲν γὰρ Ἰουδαῖοι μυρίοις δεθέντες δεσμοῖς, συνέτριψαν τὸν ζυγόν, διέρρηξαν τὸν δεσμόν, καθὼς ὁ προφήτης φησί· τὰ δὲ ἔθνη οὐδεμιᾷ
70τοιαύτῃ δεθέντες ἀνάγκῃ, ἑτοίμως ὑπήκουσαν, ὡς ἂν ἕλικι πῶλος δεσμούμενος, καὶ οὐδὲν ἐλυμήναντο τῶν ἐπιταγ‐ μάτων, ἀλλὰ παρειστήκεισαν πολλὴν ἐνδεικνύμενοι τὴν ὑπακοήν. Καὶ πορεύσονται λαοὶ πολλοὶ καὶ ἐροῦσι· Δεῦτε,112
75καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ὅρα χορεύοντας καὶ πανηγυρίζοντας καὶ ἀλλήλοις ἐγκελευομένους καὶ πάντας διδασκάλους γινομένους· καὶ οὐχ ἓν καὶ δεύτερον καὶ τρίτον, ἀλλὰ καὶ πολλὰ ἔθνη συντρέχοντα. Ἥξουσι γάρ, φησί, λαοὶ πολλοὶ
80καὶ ἐκ διαφόρων χωρῶν, ὅπερ ἐπὶ τῶν Ἰουδαίων οὐδέποτε γέγονεν· ἀλλ’ εἰ καί τινες προσῆλθον, ὀλίγοι ποτὲ προσή‐ λυτοι, μετὰ πολλῆς καὶ αὐτοὶ τῆς πραγματείας καὶ οὐδέποτε ἔθνη ἐκλήθησαν, ἀλλὰ προσήλυτοι. Προσήλυτοι γὰρ ἐπὶ σὲ διελεύσονται καί σοι ἔσονται δοῦλοι, φησίν.
85Εἰ δὲ ἐπιμένει τῇ μεταφορᾷ ὁ προφήτης, ὄρος καλῶν καὶ οἶκον τοῦ Θεοῦ Ἰακώβ, μὴ θαυμάσῃς. Ὅπερ γὰρ ἔφθην εἰπών, νῦν μὲν παρανοίγει, νῦν δὲ συσκιάζει τὴν προφη‐ τείαν· τὸ μέν, ἵνα τοῖς συνετωτέροις ἀφορμὰς παράσχῃ τοῦ συνιδεῖν τὰ λεγόμενα· τὸ δέ, ἵνα τῶν ἀγνωμόνων
90κατάσχῃ τὴν ἄτακτον ῥύμην· καὶ πανταχόθεν ποικίλλει τὸν λόγον.

2

.

4

Εἰ δὲ τοῦ Θεοῦ Ἰακὼβ εἶπε, μὴ θορυβηθῇς, ἀγαπητέ· καὶ γὰρ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Θεὸς Ἰακὼβ ἦν. Αὐτὸς γὰρ καὶ τὸν νόμον ἔδωκε καὶ τὰ κατ’ αὐτοὺς ἐθαυματούργησεν ἅπαντα· καὶ τοῦτο ἐκ τῆς Παλαιᾶς
5αὐτῆς μάλιστα ἔστιν ἰδεῖν, ἐπειδὴ τῆς Καινῆς οὐδὲ εἷς Ἰουδαίοις λόγος. Ὁ οὖν Ἱερεμίας φησί· Διαθήσομαι ὑμῖν διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς
πατράσιν ὑμῶν· δεικνὺς ὅτι ἑκατέρων τῶν νόμων αὐτὸς ὁ νομοθέτης ἦν. Ὅτι δὲ καὶ τῆς Αἰγύπτου αὐτὸς αὐτοὺς114
10ἀπήλλαξεν, ἐπήγαγεν· Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Εἰ δὲ αὐτὸς ἐξήγαγε, καὶ πάντα ἐκεῖνα τὰ ἐν τῇ Αἰγύπτῳ καὶ τὰ ἐν τῇ ἐρήμῳ αὐτὸς ἐποίησε θαύματα. Καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν
15αὐτῇ. Ὁρᾷς ἕτερόν τινα ἐπιζητοῦντας νόμον; Ὁδὸν γὰρ ἡ Γραφὴ τὰς ἐντολὰς τοῦ Θεοῦ εἴωθε λέγειν· εἰ δὲ ἐπὶ τῆς προτέρας ἔλεγε Διαθήκης, οὐκ ἂν εἶπεν· Ἀναγγελεῖ ἡμῖν· δήλη γὰρ ἦν καὶ σαφὴς καὶ γνώριμος ἅπασι. Καὶ ὅτι οὐ σοφιζόμενοι ταῦτά φαμεν, τὰ μὲν εἰρημένα καὶ τοὺς
20σφόδρα ἀναισχυντοῦντας ἱκανὰ πεῖσαι. Ἐπειδὴ γὰρ ὁδοῦ μόνον ἐμνήσθη, λέγει καὶ ποίας ὁδοῦ καὶ πολλὰ τίθησιν αὐτῆς τὰ παράσημα. Ἐπήγαγε γοῦν λέγων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Πρὸς ταῦτα καὶ σφόδρα ἀναισχυντοῦντες
25Ἰουδαίων παῖδες οὐδὲ διᾶραι τὸ στόμα δυνήσονται. Ὅτι γὰρ περὶ τῆς Καινῆς ταῦτα εἴρηται Διαθήκης, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῶν δεξαμένων τὸν νόμον καὶ ἀπὸ τοῦ πράγματος τοῦ μετὰ τὸν νόμον καὶ πάντοθεν ἁπλῶς ἔστι συνιδεῖν. Καὶ πρῶτον ἀπὸ τοῦ
30τόπου, τοῦ Σιὼν ὄρους. Ὁ γὰρ διὰ Μωσέως νόμος ἐν τῷ Σιναίῳ ὄρει τοῖς προγόνοις αὐτῶν ἐδόθη. Πῶς οὖν ἐνταῦθα Ἐκ Σιών φησι; Καὶ οὐκ ἠρκέσθη τούτῳ μόνον, ἀλλὰ καὶ τὸν χρόνον προστέθεικεν. Οὐ γὰρ εἶπεν· Ἐξῆλθε νόμος, ἀλλ’, Ἐξελεύσεται νόμος, ὅπερ ἐστὶ
35μέλλοντος χρόνου καὶ πράγματος οὐδέπω γεγενημένου. Ὅτε δὲ ὁ προφήτης ταῦτα ἔλεγε, πρὸ πολλῶν ἐτῶν ἦν δεδομένος ὁ νόμος· ὁ δὲ τῆς Καινῆς ἔμελλε μετὰ ἔτη πλείονα δίδοσθαι. Διὰ τοῦτο οὐκ εἶπεν· Ἐξῆλθεν, ἀλλ’,
Ἐξελεύσεται, τουτέστι, μετὰ ταῦτα. Καὶ πάλιν ἐπὶ τὸν116
40τόπον αὐτὸν καταφεύγει λέγων· Καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Μετὰ ἀκριβείας ἡμῖν τὸ παράσημον τῆς Καινῆς Διαθήκης ἐνταῦθα τίθησι. Καὶ γὰρ νῦν μὲν ἐν τῷ ὄρει καθήμενος, τὰ ὑψηλὰ καὶ τῶν οὐρανῶν ἄξια προστάγματα ἐνομοθέτει, νῦν δὲ ἐν Ἱερουσαλὴμ δια‐
45τρίβων. Εἰπὼν τοίνυν καὶ τὸν τόπον καὶ τὸν χρόνον, προστίθησι καὶ τοὺς ὑποδέχεσθαι αὐτὸν μέλλοντας, πάν‐ τοθεν ἀπορράπτων τῶν ἀντιλεγόντων τὰ στόματα. Τίνες οὖν οἱ μέλλοντες αὐτὸν ὑποδέχεσθαι; ἆρα τῶν Ἑβραίων ὁ δῆμος καὶ Ἰουδαίων παῖδες; Οὐδαμῶς, ἀλλ’ οἱ ἐξ ἐθνῶν.

2

.

4

(50)

Διὸ καὶ ἐπήγαγε. Καὶ κρινεῖ ἀνάμεσον ἐθνῶν. Τοῦτο γὰρ μάλιστα νόμου, τὸ δικάζειν τοῖς μαχομένοις αὐτόν. Ὅτι δὲ οὐ περὶ τῆς Παλαιᾶς ὁ λόγος, δῆλον ἀπὸ τῶν πραγμάτων αὐτῶν. Οὔτε γὰρ σαββατίζομεν, οὐ περιτομὴν ἐδεξάμεθα, οὐ τὰς
55ἑορτὰς ἐκείνων, οὐκ ἄλλο τῶν παλαιῶν οὐδέν. Ἠκού‐ σαμεν γὰρ Παύλου λέγοντος, ὅτι Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει· καί· Ἡμέρας παρατη‐ ρεῖσθε, καὶ μῆνας, καὶ καιρούς, καὶ ἐνιαυτούς; Φοβοῦμαι μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Ὅθεν δῆλον ὅτι περὶ τῆς
60Καινῆς ὁ λόγος, ὅτι γὰρ ἀνάμεσον ἐθνῶν κρίνει, καθὼς καὶ ὁ Παῦλός φησιν· Ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Πῶς κρινεῖ; εἰπέ μοι· κατὰ τὴν Παλαιὰν Διαθήκην; Οὐδαμῶς, ἀλλά· Κατὰ τὸ εὐαγγέλιόν μου. Εἶδες διάφορα μὲν τὰ ῥήματα, συμφωνοῦντα δὲ τὰ
65νοήματα; Ἡσαΐας φησί· Κρινεῖ ἀνάμεσον ἐθνῶν· Παῦλος δέ· Κρινεῖ κατὰ τὸ εὐαγγέλιόν μου. Καὶ ἐλέγξει λαὸν
πολύν· τοὺς μαχομένους καὶ παραβαίνοντας. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Οὐκ ἐγὼ κρινῶ ὑμᾶς, ἀλλ’ ὁ λόγος, ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ ὑμᾶς.118
70 Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. Καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Οὐκ ἠρκέσθη σημείοις τοῖς προτέροις ὁ προφήτης. Πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. Διὰ τοῦτο καὶ ἕτερον τίθησι γνώ‐
75ρισμα τῆς Καινῆς Διαθήκης κατὰ τὴν οἰκουμένην λάμπον ἅπασαν. Τί δὲ τοῦτό ἐστιν; Εἰρήνη καὶ πολέμων ἀναί‐ ρεσις. Ὅταν γὰρ ταῦτα γένηται, φησί, τοσαύτη λήψεται εὐνομία τὴν οἰκουμένην, ὡς καὶ αὐτὰ τὰ ὅπλα τὰ πολε‐ μικὰ εἰς γεωργικὰ χαλκεύεσθαι ὄργανα· ὅπερ ἐπὶ τῶν
80καιρῶν τῶν Ἰουδαίων οὐκ ἄν τις ἴδοι γεγενημένον, ἀλλὰ τοὐναντίον ἅπαν. Οὐ γὰρ διέλειπον ἅπαντα τῆς πολιτείας αὐτῶν τὸν καιρὸν πολεμοῦντες καὶ πολεμούμενοι, καὶ διὰ μακροῦ καὶ δι’ ὀλίγου τῶν πολεμίων αὐτοὺς ἐπιόντων. Καὶ γὰρ οἱ ἐκ γειτόνων οἰκοῦντες, μᾶλλον δὲ καὶ οἱ
85ἐν αὐτῇ τῇ Παλαιστίνῃ χαλεπὰ πράγματα παρέσχον αὐτοῖς πολλάκις καὶ [περὶ] τὸν ἔσχατον ἐπεκρέμασαν κίνδυνον.

2

.

5

Καὶ ταῦτα δηλοῖ μὲν ἡ τῶν Βασιλειῶν ἱστορία σαφῶς, ὅλη δι’ ὅλης ἐκ πολέμων ὑφαινομένη· δηλοῦσι δὲ οἱ προφῆται πάντες, τὰ γενόμενα ἀπαγγέλλοντες ταῦτα, καὶ πρὶν ἢ γενέσθαι προαναφωνοῦντες· καὶ ἐξ αὐτῆς, ὡς
5εἰπεῖν, τῆς ἡμέρας, ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων τυραν‐ νίδος, ἐν πολέμοις τὸν ἅπαντα χρόνον ἐβίωσαν. Ἀλλ’ οὐχὶ νῦν οὕτως, ἀλλὰ πολλὴ κατὰ τὴν οἰκουμένην εἰρήνη. Εἰ δέ τινες γίνονται πόλεμοι, ἀλλ’ οὐχ ὁμοίως ὡς
πρότερον. Τότε μὲν γὰρ καὶ πόλεις πόλεσι καὶ χῶραι120
10χώραις καὶ δῆμοι συνερρήγνυντο δήμοις καὶ ἔθνος ἓν εἰς πολλὰ διετέμνετο μέρη. Καὶ τοῦ Ἰησοῦ τὸ βιβλίον τις ἀναγνοὺς καὶ τῶν Κριτῶν εἴσεται πόσους ἡ Παλαιστίνη ἐν βραχεῖ πολέμους τότε ἐδέξατο καιρῷ. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπόν, ἀλλ’ ὅτι πάντας ὅπλα αἱρεῖσθαι ὁ νόμος
15ἐκέλευσε, καὶ οὐδεὶς ἀτελὴς ταύτης τῆς λειτουργίας ἦν. Καὶ οὐ παρὰ Ἰουδαίοις μόνον οὗτος ὁ νόμος ἐκράτει, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης· ὅπου γε καὶ ῥήτορες καὶ φιλόσοφοι ἐξωμίδος πλέον οὐδὲν ἔχοντες, πολέμου καλοῦντος, καὶ ἀσπίδα μετεχειρίζοντο καὶ ἐπὶ παρατάξεως
20ἵσταντο. Ὁ γοῦν παρ’ Ἀθηναίοις μάλιστα λάμψας ἀπραγμοσύνης ἕνεκεν καὶ φιλοσοφίας Σωκράτης ὁ Σωφρο‐ νίσκου καὶ ἅπαξ καὶ δὶς ἐπὶ παρατάξεως ἔστη. Καὶ τῶν ῥητόρων τῶν παρ’ αὐτοῖς τὸ κεφάλαιον Δημοσθένης ἀπὸ τοῦ βήματος ἐπὶ τὸν πόλεμον ἐξῄει πολλάκις. Εἰ δὲ
25ῥήτορας καὶ φιλοσόφους οὐδεὶς ἐξῄρητο νόμος τοῦ πολεμεῖν, σχολῇ γἂν ἕτερός τις τοῦ δήμου ταύτης ἀπήλαυσε τῆς ἀτελείας. Ἀλλ’ οὐχὶ τούτων οὐδὲν νῦν γινόμενον ἴδοι τις ἄν. Ἐπειδὴ γὰρ ὁ τῆς δικαιοσύνης ἔλαμψεν ἥλιος, καὶ πόλεις καὶ δῆμοι καὶ ἔθνη πάντα
30τοσοῦτον ἀπέχουσι τοῦ ζῇν ἐν κινδύνοις τοιούτοις, ὅτι οὐδὲ μεταχειρίζεσθαί τι τῶν πολεμικῶν ἴσασιν, ἀλλ’ εἴσω πόλεων καὶ τειχῶν καθήμενοι, πόρρω τὰ τῶν πολέμων μανθάνουσι πράγματα, καὶ δῆμος ἅπας ἐν ἐλευθερίᾳ ζῇ καὶ ἀτελείᾳ τῆς πικροτάτης ταύτης λειτουργίας. Εἰ δέ που καὶ
35νῦν γίγνονται πόλεμοι, πόρρω που καὶ πρὸς τὰ ἔσχατα
τῆς Ῥωμαίων ἀρχῆς, οὐ κατὰ πόλιν καὶ χώρας, ὡς ἔμπροσθεν. Τότε μὲν γάρ, ὡς ἔφθην εἰπών, καὶ ἐν ἑνὶ ἔθνει μυρίαι συνεχῶς ἐπαναστάσεις ἐγίγνοντο, καὶ πολυ‐ πρόσωποι πόλεμοι· νυνὶ δὲ ὅσην ἥλιος ἐφορᾷ γῆν ἀπὸ122
40τοῦ Τίγρητος ἐπὶ τὰς Βρεττανικὰς νήσους, αὐτὴ πᾶσα, καὶ μετὰ ταύτης Λιβύη καὶ Αἴγυπτος καὶ Παλαιστινῶν ἔθνος, μᾶλλον δὲ ἅπαν τὸ ὑπὸ τὴν Ῥωμαίων· ἀρχὴν κείμενον. ἴστε δὲ ὡς αὗται αἱ πόλεις ἀδείας ἀπολαύουσι πάσης, ἀκοῇ τοὺς πολέμους μανθάνουσαι μόνον. Ἠδύνατο μὲν
45γὰρ καὶ τὰ λείψανα καθελεῖν ὁ Χριστός, ἀλλ’ ἀφῆκε σωφρονισμοῦ τινος ὑπόθεσιν τοῖς ῥᾳθυμοῦσι καὶ ὑπὸ τῆς εἰρήνης χαυνοτέροις γινομένοις, τῶν βαρβάρων εἶναι τὰς ἐπιδρομάς. Καὶ ὁ προφήτης δὲ τοῖς δυναμένοις ἀκριβῶς συνιδεῖν αὐτὸ δὴ τοῦτο ᾐνίξατο, ὅπερ ἔφθην εἰπών, τὸ

2

.

5

(50)

μηκέτι τὰς δι’ ὀλίγου γίγνεσθαι ἐπαναστάσεις. Οὐ γὰρ εἶπεν, οὐκ ἔσται πόλεμος παντελῶς, ἀλλὰ τί; Οὐ μὴ ἄρῃ ἔθνος ἐπ’ ἔθνος μάχαιραν· καὶ τὴν τῶν δήμων ἐλευθερίαν προστέθεικεν εἰπών, Οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν, οὔκουν ἴσμεν πολεμεῖν πλὴν ὀλίγων τῶν εἰς τοῦτο ἀποτε‐
55ταγμένων στρατιωτῶν. Καὶ νῦν σύ, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευ‐ θῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ. Ἀπαρτίσας τὴν περὶ τῆς Ἐκκλησίας προφητείαν, πάλιν ἐπὶ τὴν ἱστορίαν μεταβαίνει, ὡς δὴ τῶν
60ἀκολούθων ἐχόμενος ῥημάτων. Τοιοῦτον γὰρ ἔθος τοῖς προφήταις, μὴ τῇ τῶν εἰρημένων ἀσαφείᾳ μόνον, ἀλλὰ καὶ τῷ σχήματι τῆς ἀκολουθίας συσκιάζειν τὴν προφητείαν. Διόπερ οὐδὲ ἀπηρτισμένον ποιεῖ τὸν λόγον ἀλλὰ ὡς μίαν τινὰ ἕλκων σειράν, οὕτω πρὸς τὴν τῶν Ἰουδαίων νουθε‐
65σίαν μεταβαίνει πάλιν, καί φησι· Καὶ νῦν σύ, ὁ οἶκος τοῦ
Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου· τουτέστι, ταῖς ἐντολαῖς αὐτοῦ, τῷ νόμῳ αὐτοῦ· Λύχνος γὰρ ἐντολὴ νόμου καὶ φῶς καὶ ζωὴ καὶ ἔλεγχος καὶ παιδεία· καὶ ὁ Δαυῒδ πάλιν φησίν· Ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτί‐124
70ζουσα ὀφθαλμούς· καί· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Καὶ πανταχοῦ οὕτω τὸν νόμον καλούμενον κατίδοι τις ἄν. Οὕτω καὶ Παῦλός φησι· Πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων. Οὐ γὰρ οὕτως αἱ τοῦ
75ἡλίου ἀκτῖνες χειραγωγοῦσιν ἡμῶν τοῦ σώματος τοὺς ὀφθαλμούς, ὡς αἱ τοῦ νόμου ἐντολαὶ καταυγάζουσι τὰ τῆς ψυχῆς ὄμματα.

2

.

6

Δεικνὺς τοίνυν ὁ προφήτης, ὅτι καὶ πρὸ τῆς ἀντιδόσεως καὶ πρὸ τῆς ἀμοιβῆς, ἐν αὐτῷ τῷ πληροῦσθαι τὴν ἀμοιβὴν παρέχουσιν ἡμῖν αἱ ἐντολαί, φῶς αὐτὰς ἐκάλεσεν. Ὥσπερ γὰρ ὀφθαλμὸς ἐν αὐτῷ τῷ φωτί‐
5ζεσθαι κερδαίνει, οὕτω καὶ ψυχὴ ἐν αὐτῷ τῷ πείθεσθαι τῷ νόμῳ τὰ μέγιστα καρποῦται, ἐκκαθαιρομένη καὶ κακίας ἀπαλλαττομένη καὶ πρὸς αὐτὴν ἀναβᾶσα τὴν ἀρετήν· ὥσπερ οὖν τοὐναντίον οἱ παραβαίνοντες καὶ πρὸ τῆς κολάσεως ἐν αὐτῷ τῷ παραβαίνειν δίκην διδόασι, τῶν ἐν
10σκότει καθημένων ἀθλιώτερον διακείμενοι, φόβου καὶ τρόμου καὶ πονηροῦ γέμοντες συνειδότος καὶ ἐν μεσημ‐ βρίᾳ μέσῃ δεδοικότες καὶ τρέμοντες ἅπαντας, τοὺς συνειδότας, τοὺς οὐδὲν συνειδότας. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ·
15τουτέστιν, εἴασεν, ἀφῆκεν, παρεῖδεν, τῆς αὐτοῦ προνοίας ἐγύμνωσεν. Εἶτα φοβήσας, λέγει καὶ τὴν αἰτίαν, ὥστε αὐτοὺς διορθῶσαι τὰ γεγενημένα. Τίς οὖν ἐστιν ἡ αἰτία;
Ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν κλῃδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Ἔμπροσθεν μὲν γὰρ καπηλείαν αὐτοῖς καὶ126
20φιλαργυρίαν καὶ τὴν τῶν χηρῶν ὑπεροψίαν ἐνεκάλει· ἐνταῦθα δὲ καὶ δογμάτων πονηρῶν, καὶ ἀσεβείας λείψανα, κατὰ μικρὸν αὐτοὺς ὑποσύροντα πρὸς τὴν τῶν δαιμόνων πλάνην. Εἶτα καθικνούμενος αὐτῶν, οὐκ εἶπεν ὅτι κλῃ‐ δονίζονται ἁπλῶς, ἀλλ’ ὅτι Ἐνεπλήσθη ἡ χώρα αὐτῶν.
25Μετὰ πολλῆς ὑπερβολῆς ἡ κακία αὐτῶν πάλιν ηὔξετο, φησίν. Ὥσπερ ἀνωτέρω ἔλεγε· Λαός, οὐχ ἁπλῶς ἁμαρ‐ τωλός, ἀλλά· Πλήρης ἁμαρτιῶν, οὕτω καὶ ἐνταῦθα· Ἐνεπλήσθη. Εἶτα πάλιν ἐπιτείνων τὸ ὄνειδος προσέθηκεν· Ὡς τὸ ἀπ’ ἀρχῆς. Ἀπ’ ἀρχῆς, πότε; Ὅτε Θεὸν οὐκ
30ἐγνώκεισαν, ὅτε νόμον οὐκ εἰλήφεισαν, ὅτε τῆς εὐεργε‐ σίας αὐτοῦ πεῖραν εἰληφότες οὐκ ἦσαν, ὅτε μετὰ τῶν ἐθνῶν ἔζων, ὅπερ ἐσχάτης καταγνώσεως ἦν, μηδὲν ἄμεινον διακεῖσθαι νῦν, μετὰ τὴν τοσαύτην πρόνοιάν τε καὶ ἐπιμέ‐ λειαν, τῶν μηδενὸς τούτων ἀπολελαυκότων. Καὶ οὐδὲ
35ἐνταῦθα ἔστη, ἀλλὰ καταπλήττων αὐτοὺς πάλιν προσ‐ τέθεικεν· Ὡς ἡ τῶν ἀλλοφύλων· τῇ συγκρίσει τοῦ προ‐ σώπου τὴν κατηγορίαν χαλεπωτέραν ποιῶν. Ὃ καὶ Παῦλος εἴωθεν ἐργάζεσθαι συνεχῶς· ὡς ὅταν λέγῃ· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα
40μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· καὶ πάλιν· Εἰδέναι ἕκαστον τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. Καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ προστέθεικε λέγων· Καθὼς καὶ τὰ λοιπὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Μάλιστα γὰρ οὗτος ὁ
45λόγος δάκνειν εἴωθε καὶ τοὺς σφόδρα ἀναπεπτωκότας. Εἰ δὲ Ἰουδαῖοι ταῦτα ἐγκαλοῦνται, τίνος ἂν τύχοιμεν συγ‐
γνώμης ἡμεῖς, ποίας ἀπολογίας, οἱ μετὰ χάριν τοσαύτην καὶ τιμὴν ἄφατον καὶ τὰς ἀθανάτους ἐλπίδας, πρὸς τὴν αὐτὴν ἐκείνοις καταπίπτοντες πλάνην; Καὶ γὰρ πολλοὶ καὶ128

2

.

6

(50)

νῦν εἰσι τῷ νοσήματι κεχρημένοι τούτῳ καὶ τὸν ἑαυτῶν διαφθείροντες βίον, οἳ τῇ τῶν κλῃδόνων ἀλογίᾳ ἐκδι‐ δόντες ἑαυτούς, μετὰ τοῦ τῷ Θεῷ προσκρούειν, καὶ περιττὰς καρποῦνται λύπας, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλύονται πόνους. Καὶ γὰρ ἐσπούδακεν ὁ διάβολος
55διὰ πάντων τοῦτο πεῖσαι τοὺς ἀνοητοτέρους, ὅτι οὐκ ἐπ’ αὐτοῖς τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας, οὐδὲ ἐλευθερίᾳ τινὶ προαιρέσεώς εἰσι τετιμημένοι, δύο δὲ ταῦτα τὰ αἴσχιστα κατορθῶσαι βουλόμενος, † καὶ τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλῦσαι πόνους καὶ τὸ μέγιστον τῆς ἐλευθερίας
60ἀφελέσθαι δῶρον. Τοῦτο διὰ κλῃδόνων, τοῦτο διὰ συμβόλων, τοῦτο διὰ παρατηρήσεως ἡμερῶν, τοῦτο διὰ τοῦ πονηροῦ τῆς εἱμαρμένης δόγματος, τοῦτο δι’ ἑτέρων πολλῶν εἰς τὸν βίον εἰσήγαγε τὸ χαλεπὸν νόσημα, πάντα ἄνω καὶ κάτω ποιῶν. Δι’ ὃ δὴ καὶ ὁ προφήτης σφοδρῶς
65ἔστη κατηγορῶν, ὥστε πρόρριζον ἀνασπάσαι τὸ πάθος.

2

.

7

Καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγεννήθη αὐτοῖς. Τί ἐστι· Τέκνα ἀλλόφυλα; Νόμος ἦν αὐτοῖς ἄνωθεν κείμενος διὰ τὸ τῆς γνώμης εὐόλισθον καὶ τὸ τῆς διανοίας εὐεξαπά‐ τητον μηδενὶ τῶν λοιπῶν ἀνθρώπων ἐπιμίγνυσθαι, ὥστε
5μὴ τὰς τοιαύτας συγγενείας ἀσεβείας ὑπόθεσιν γενέσθαι. Ἐπειδὴ γὰρ οὐ μόνον ἑτέρους διορθῶσαι οὐκ ἴσχυον, ἀλλ’ οὐδὲ τὴν παρ’ ἑτέρων οἷοι τε ἦσαν διακρούεσθαι βλάβην, τῷ νόμῳ τειχίσας αὐτοὺς καὶ τῆς πρὸς τοὺς λοιποὺς ἐπιμιξίας αὐτοὺς ἀποστήσας, κατ’ ἰδίαν αὐτοὺς ἔπλαττε καὶ
10ἐρρύθμιζεν· ἀγαπητὸν γὰρ ἦν καὶ οὕτως ἀγομένους
δυνηθῆναι διατηρῆσαι τὴν παρὰ τοῦ θεοῦ δεδομένην πολι‐ τείαν αὐτοῖς. Ἀλλ’ ὥσπερ τὰς ἄλλας παρέβαινον ἐντολάς, οὕτω δὴ καὶ ταύτης ὑπεριδόντες μετέβησαν πρὸς τὰς τῶν πλησίον ἀγχιστείας καὶ νύμφας ἐκεῖθεν ἀγόμενοι παρὰ130
15Μωαβιτῶν, παρὰ Ἀμμανητῶν, παρ’ ἑτέρων ἀσεβῶν ἐθνῶν καὶ τὰς ἄλλας ἀσπαζόμενοι συγγενείας, διδασκάλους πονη‐ ρίας ἐδέχοντο καὶ τὸ τῆς εὐγενείας ἀκέραιον διέφθειρον. Τοῦτο τοίνυν μετὰ τῶν ἄλλων ὁ προφήτης ἐγκαλεῖ. Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν, φησίν, ἀργυρίου καὶ
20χρυσίου καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν. Καὶ ἐνεπλήσθη ἡ γῆ αὐτῶν ἵππων καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν. Καὶ ποῖον ἔγκλημα τοῦτο, ἴσως εἴποι τις ἄν, τὸ χρήματα ἔχειν καὶ ἵππους κεκτῆσθαι καὶ μάλιστα ἐπὶ τῆς γενεᾶς ἐκείνης, ὅτε οὐ πολλὴ φιλοσοφίας ἦν ἀκρί‐
25βεια; Τί οὖν ἂν εἴποιμεν; Ὅτι οὐ τὴν χρῆσιν διέβαλλεν, ἀλλὰ τὴν γνώμην τὴν οὐκ εἰς δέον αὐτοῖς κεχρημένην. Ὥσπερ γὰρ ὅταν λέγῃ· Οὐαὶ οἱ ἰσχύοντες, οὐ τὴν δυναστείαν αἰτιᾶται, ἀλλὰ τοὺς κακῶς τῇ δυναστείᾳ κεχρη‐ μένους· οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ὅτι χρήματα ἐκέ‐
30κτηντο, ἀλλ’ ὅτι μετὰ πολλῆς τῆς περιουσίας, καὶ ὑπὲρ τὴν χρείαν συνῆγον. Οὐκ ἦν, φησίν, ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν. Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι πεφυσημένοι τῷ πλούτῳ καὶ τῇ τῶν ἵππων δυναστείᾳ κατὰ μικρὸν ἀπὸ τῆς εἰς τὸν Θεὸν ἐλπίδος παρεσύροντο, ὃ καὶ ἀλλαχοῦ αὐτοῖς
35ὁ προφήτης ἔλεγεν· Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν ἐγκαυ‐ χώμενοι. Καὶ πάλιν ἑτέρωθι· Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Καὶ ἐν ἑτέρῳ δὲ πάλιν ψαλμῷ φησιν· Οὐκ ἐν τῇ
40δυναστείᾳ τοῦ ἵππου θελήσει, οὔτε ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. Εὐδοκεῖ Κύριος ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι132
45αὐτῶν. Ὥσπερ σοφὸς ἰατρός, ὁ προφήτης πρὸ τοῦ νοσήματος τὴν αἰτίαν λέγει καὶ τὴν πηγὴν τοῦ νοσήματος. Μέλλων γὰρ κατηγορεῖν αὐτῶν τὴν ἀσέβειαν, προλαβὼν εἶπε τὰς ἀφορμὰς τῆς ἀρρωστίας φιλαργυρίαν, ἀπόνοιαν, τὰς οὐ προσηκούσας ἐπιμιξίας, δηλῶν ὅτι ἐντεῦθεν κατὰ

2

.

7

(50)

μικρὸν ὑπεσκελίσθησαν εἰς τὸ τῆς ἀπωλείας βάραθρον καὶ εἴδωλα προσεκύνησαν. Εἶτα κωμῳδῶν αὐτῶν τὴν θρησκείαν, ἐπήγαγε· Τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Τί γὰρ ἂν γένοιτο καταγελαστότερον ἄλλο ἢ ὅταν ἄνθρωπος δημιουργὸς ᾖ θεοῦ; Βδέλυγμα δὲ εἴωθεν ἡ Γραφὴ καλεῖν
55τὰ εἴδωλα· ἐντεῦθεν καὶ βδέλυγμα ἐρημώσεως λέγεται ὁ ἀνδριάς, ὁ ἐπὶ τοῦ ναοῦ ἑστώς. Ὅταν γὰρ ἴδητε, φησί, τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγι‐ νώσκων νοείτω. Ἐπειδὴ γὰρ αὐτοὺς ἀπήγαγε τοῦ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι, ἀπηγόρευσεν αὐτοῖς πᾶν ἐξεικό‐
60νισμα ποιῆσαι· καὶ βδέλυγμα τοῦτο ἐκάλεσε, πόρρωθεν αὐτοὺς ἀναστέλλων τῆς ἀσεβείας· τὸ γὰρ βδελύττεσθαι τὸ μεθ’ ὑπερβολῆς ἐστι μισεῖν, ὡς ἀκάθαρτον, ὡς ἐναγές. Τὸ τοίνυν βδέλυγμα τὸ μισητὸν καὶ ἀποστροφῆς ἄξιον ἐν τῇ Γραφῇ λέγεται. Πᾶν δὲ εἴδωλον τοιοῦτον. Καὶ προσεκύ‐
65νησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ὥσπερ γὰρ ἡ τοῦ Θεοῦ προσκύνησις εἰς ὕψος ἀνάγει, οὕτως ἡ ἐκείνων τῶν εἰδώλων ταπεινοῖ καὶ κατάγει. Τί γὰρ ταπει‐ νότερον ἀνθρώπου σωτηρίας ἐκπεπτωκότος καὶ τὸν τῶν
70ὅλων Θεὸν ἐσχηκότος ἐχθρὸν [καὶ] τοῖς ἀψύχοις ὑποκύ‐
πτοντος καὶ λίθους θεραπεύοντος; Ὁ μὲν γὰρ Θεὸς εἰς τοσαύτην ἡμᾶς ἀνήγαγε τιμήν, ὡς καὶ τῶν οὐρανῶν ὑψηλοτέρους ποιῆσαι· ὁ δὲ διάβολος εἰς τοσαύτην ἐσπούδασε καταγαγεῖν εὐτέλειαν τοὺς πειθομένους, ὡς καὶ134
75τῶν ἀναισθήτων ἀναισθητοτέρους ἐργάσασθαι. Διὸ δή φησιν ὁ προφήτης· Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ἤρκει μὲν καὶ αὐτὴ ἡ κατηγορία τὸν νοῦν ἔχοντα ἀπαγαγεῖν τοῦ νοσήματος. Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτω τὰς ἁμαρτίας ὡς τὰς τιμωρίας δεδοί‐
80κασιν, ἐπήγαγε καὶ τὴν κόλασιν, λέγων· Οὐ μὴ ἀνήσω αὐτοῖς. Οὐ συγχωρήσω, φησίν, οὐκ ἀφήσω, οὐ παρό‐ ψομαι, ἀλλὰ ἀπαιτήσω δίκας καὶ εὐθύνας τῶν πεπλημ‐ μελημένων. Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς
85τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Κωμῳδήσας ἱκανῶς τὴν ἄνοιαν τῶν τὰ εἴδωλα προσκυνούντων καὶ ἀπὸ τοῦ τρόπου τῆς δημιουργίας δείξας κἀκείνων τὴν παρα‐ πληξίαν καὶ τῶν εἰδώλων τὴν ἀσθένειαν, ἐπαγωνίζεται τῷ λόγῳ πάλιν, τῇ πείρᾳ τῶν πραγμάτων ἐπιτρέπων τῶν εἰρη‐
90μένων τὴν ἐξέτασιν καί φησιν· ἤρκει μὲν καὶ αὐτὸ τοῦτο τὸ παρὰ ἀνθρώπων αὐτὰ γενέσθαι δεῖξαι τὴν ἄνοιαν τῶν ἀπατωμένων· ἐπειδὴ δὲ ὥσπερ τινὶ μέθῃ τῇ ἀσεβείᾳ κεκαρωμένοι πρὸς τὰ φανερὰ καὶ σαφῆ τῶν πραγμάτων πεπήρωνται, τοιαῦτα καταλήψονται τὴν πόλιν κακά, ὡς
95καὶ τοὺς σφόδρα ἀναισθήτους διδάξαι, πόση ἡ ἐκείνων ἀσθένεια καὶ πόση ἡ τοῦ Θεοῦ δύναμις.

2

.

8

Διὰ δὴ τοῦτο πρὶν ἢ τὸν πόλεμον εἰπεῖν, τὰ ἐξ αὐτοῦ συμβησόμενα λέγει, κελεύων εἰς πέτρας εἰσιέναι καὶ ὑπ’ αὐτὴν κατα‐ δῦναι τὴν γῆν, οὐχ ἵνα τοῦτο ποιήσωσιν, ἀλλ’ ἵνα ἐκ
5τούτων μάθωσιν, ὡς ἀφόρητός ἐστιν ἡ παρὰ τοῦ Θεοῦ τότε φερομένη ὀργή.
Κρύπτεσθε γάρ, φησίν, εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οὐκ εἶπεν ἁπλῶς ἀπὸ τῆς ἰσχύος,136
10ἀλλά· Ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Τοιαῦτα γὰρ αὐτοῦ τὰ κατορθώματα, τοιαῦτα τὰ τρόπαια, πολλὴν ἔχοντα τὴν περιφάνειαν καὶ τὴν λαμπρότητα. Ἐνταῦθά μοι δοκεῖ τὴν νίκην τὴν ἐπὶ τοῦ Ἐζεχίου σημαίνειν, γῆν τὸ πλῆθος τῶν ἀνθρώπων καλῶν καὶ θραῦσιν τὴν κατά‐
15πτωσιν, ἀνάστασιν δὲ αὐτοῦ τὴν ἐπὶ τὴν ἀντίληψιν ἔξοδον. Ἐπεὶ καὶ ὁ Δαυῒδ οὕτω φησίν· Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ πάλιν· Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν· ἀπὸ τῶν ἀνθρωπίνων σχημάτων τοῦ Θεοῦ τὰς ἐνεργείας χαρακτη‐
20ρίζων. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός. Εἶτα ἵνα μηδεὶς τῶν ἀκουόντων τότε ἀπιστῇ τοῖς λεγομένοις (πολὺ γὰρ παρ’ ἐλπίδας τὸ συμβησόμενον καὶ προσδοκίας ἁπάσης ἀνώτερον), κατέφυγεν ἐπὶ τὴν δύναμιν
25τοῦ ποιοῦντος καὶ τὴν εὐτέλειαν τῶν πασχόντων. Οὔτε γὰρ Θεοῦ, φησίν, ὑψηλότερόν τί ἐστιν, οὔτε ἀνθρώπων εὐτελέστερον. Μὴ τοίνυν ἀπόρει, εἰ ὁ μέγας οὗτος καὶ ἰσχυρὸς τοὺς εὐτελεῖς ἀθρόον οὕτω ταπεινῶσαι δυνήσεται. Καὶ καλῶς εἶπεν· Οἱ ὀφθαλμοὶ Κυρίου ὑψηλοί. Οὐκ
30εἶπεν· Ἡ δύναμις, ἀλλ’· Οἱ ὀφθαλμοὶ Κυρίου, ὡς ἀρκού‐ σης καὶ τῆς ὄψεως μόνης ἅπαντα τὰ ἐναντιούμενα καθε‐ λεῖν· ὅπερ καὶ ὁ Δαυῒδ ἑτέρωθι ἔλεγεν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν· καὶ ἕτερος πάλιν προφήτης· Ἐπιβλέψομαι πρὸς αὐτὸν καὶ δυνήσομαι
35αὐτῷ. Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τῆς γὰρ παραδόξου γενομένης νίκης καὶ τῶν λαμπρῶν καὶ θαυμαστῶν τροπαίων ἐκείνων, καὶ δαίμονες ἠλέγχθησαν
καὶ εἴδωλα ἠτιμώθη καὶ ψευδοπροφῆται ἐπεστομίσθησαν138
40καὶ τῶν βαρβάρων ἡ τυραννὶς κατελύθη, καὶ πᾶν τῷ Θεῷ στόμα ἐναντιούμενον ἐνεφράγη. Διὰ τοῦτό φησιν· Ὑψω‐ θήσεται Κυρίος μόνος. Οὐδεὶς ἔσται λοιπὸν ὁ ἀντερῶν, οὐδὲ ἀμφιβάλλων περὶ τῆς τοῦ Θεοῦ δυνάμεως, τῆς τῶν πραγμάτων ἀποδείξεως οὕτω σαφεστάτης γεγενημένης. Τὸ
45μὲν γὰρ τῆς φύσεως ὕψος ἔχει διηνεκές, οὐδέποτε ἀρξάμενον, ἀλλὰ ἀεὶ ὄν· ὑψοῦσθαι δὲ λέγεται ἐν τῇ διανοίᾳ τῶν ἀνθρώπων, ὅταν οἱ ἀντιλέγοντες καὶ ἐναν‐ τιούμενοι, ἀπ’ αὐτῆς τῶν πραγμάτων πεισθέντες τῆς ἀπο‐ δείξεως, ὑποκύψωσι, καὶ τὴν προσήκουσαν ἀνενέγκωσιν

2

.

8

(50)

εὐφημίαν. Ἡμέρα γὰρ Κυρίου Σαβαὼθ παραγίνεται ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν
55δένδρον βαλάνου Βασᾶν. Καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν. Καὶ ἐπὶ πάντα πύργον ὑψηλόν. Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν κάλλους πλοίων. Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ
60ἐκείνῃ. Τεῖχος ἐνταῦθα καὶ κέδρον καὶ βουνὸν καὶ δρῦν τοὺς δυνάστας ἀνθρώπους φησί, τῷ ὕψει τῶν δένδρων τούτων μεταφορικῶς τὴν δυναστείαν αὐτῶν ἐνδεικνύ‐ μενος· καὶ πλοῖον καὶ θέαν κάλλους πλοίων λέγων, τοὺς εὐπορωτέρους αὐτῶν αἰνίττεται.

2

.

9

Ὃ δὲ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· ὅτι πᾶς ἰσχυρός, πᾶς δυνάστης, πᾶς στρα‐ τηγός, πᾶς περιβεβλημένος πλοῦτον, πᾶσα, ὡς εἰπεῖν, τῶν ἀνθρώπων ἡ εὐπρέπεια καὶ ἰσχὺς τότε οἰχήσεται καὶ
5διαλυθήσεται· καὶ οὐδὲν αὔτως προστήσεται πρὸς τὸ διαφυγεῖν τοῦ Θεοῦ τὴν ὀργήν, οὐκ ἰσχὺς σώματος, οὐκ
ἐμπειρία πολέμου, οὐ χρημάτων περιουσία, οὐ δυναστείας περιβολή, οὐ στρατοπέδου πλῆθος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Κέδρους δὲ Λιβάνου διὰ τοῦτό φησι, διὰ140
10τὸ αὐτόθι τοῦτο μάλιστα φύεσθαι τὸ δένδρον ἢ διὰ τὸ πλησίον τὰ πράγματα γίνεσθαι· θέαν δὲ κάλλους πλοίων, τὴν εὐπρέπειαν τῶν στρατηγῶν τῶν ἀπὸ πλούτου καὶ ὅπλων καὶ δορυφόρων κεκαλλωπισμένων. Δοκεῖ δέ μοι καὶ τὴν διὰ μακροῦ γενομένην ἀποδημίαν τῶν βαρβάρων
15αἰνίττεσθαι. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσ‐ ενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ
20θραῦσαι τὴν γῆν. Τοσοῦτον γὰρ ἀφέξουσιν αὐτῶν, φησίν, οἱ θεοὶ παρασχεῖν τινα συμμαχίαν, ὅτι καὶ τῆς παρὰ τῶν ἀνθρώπων δεήσονται βοηθείας καὶ τόπων ἀσφαλείας, ὥστε μὴ ἁλῶναι· Ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν
25γῆν. Ἵνα γὰρ μή τις τῇ τῶν βαρβάρων ἐφόδῳ ταῦτα λογίζηται, μηδὲ τῆς ἰσχύος τῆς ἐκείνων εἶναι νομίζῃ τὸν φόβον, ἀνάγει τὸν λόγον ἐπὶ τὸν τῶν ὅλων Θεόν, λέγων ὅτι αὐτὸς τοῦ πολέμου στρατηγεῖ τούτου, καὶ παρ’ ἐκείνου δύναμις † ἐν τοσούτῳ κινδύνῳ τῶν ἤδη πεπλημμελη‐
30μένων †. Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγ‐ ματα αὐτοῦ, τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν ἑαυτοῖς εἰς τὸ προσκυνεῖν τοῖς ματαίοις αὐτῶν καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς στερεὰς πέτρας καὶ εἰς τὰς
35σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν
γῆν. Ἱκανῶς αὐτοὺς ἐκωμῴδησε, δεικνὺς μετὰ τῶν θεῶν κρυπτομένους καὶ εἰς τὴν γῆν καταδυομένους καὶ οὐδὲ τὴν πολυτέλειαν τῆς ὕλης ἀρκέσαι τι δυναμένην πρὸς τὴν142
40ἐπικειμένην συμφοράν. Νυκτερίδας δὲ ἐκάλεσε τὰ εἴδωλα, ἢ διὰ τὴν ἀσθένειαν ἢ διὰ τὸ τῆς πλάνης ἐσκοτισμένον, καὶ τὸ πάντα λάθρα παρὰ τῶν δαιμόνων πράττεσθαι. Ὥσπερ γὰρ ταῖς νυκτερίσιν ὁ μὲν ἥλιος πολέμιον καὶ τὸ φῶς, ἡ δὲ νὺξ καὶ τὸ σκότος φίλον· οὕτω καὶ τοῖς
45δαίμοσι καὶ τοῖς ὑπ’ ἐκείνων πλανωμένοις ἡ πονηρία μὲν καὶ τὰ παράνομα ἅπαντα συνήθη καὶ φίλα, ἐχθρὰ δὲ ἡ ἀρετὴ καὶ τὰ τοῦ φωτὸς ἔργα, καὶ λαμψάντων αὐτῶν, εὐθέως σκοτίζονται, οὐ δεομένου τοῦ ἐν ἀρετῇ ζῶντος πόνου τινὸς καὶ καμάτου. Ἀρκεῖ γὰρ φανῆναι μόνον καὶ

2

.

9

(50)

πάντα καταλύει ἐκεῖνα. Παύσασθε ὑμῖν ἀπὸ τοῦ ἀνθρώπου, οὗ ἐστιν ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς οὗτος; Ἐνταῦθά μοι δοκεῖ τὸν Ἐζεχίαν αἰνίττεσθαι, ἐκ τοῦ δέους καὶ τῆς πολλῆς ἀγωνίας πρὸς ἐσχάτας ὄντα ἀνα‐
55πνοάς. Ἐπεὶ οὖν ὥσπερ ἐν δικτύοις αὐτὸν λαβόντες οἱ βάρβαροι, ἕτοιμον ἐνόμιζον θήραν ἔχειν, καὶ οὐδὲ πόνου δεῖσθαι εἰς τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν αἰχμαλωσίαν τὴν ἐκείνου, συνέβη τοὐναντίον τοῖς βαρβάροις. Διὰ τοῦτό φησι· Παύσασθε ἀπὸ τοῦ ἀνθρώπου, οὗ ἐστιν ἀναπνοὴ ἐν
60μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς οὗτος; Τουτέστιν, ὅτι ἐν οὐδενὶ ἐλογίσθη. Καὶ γὰρ ὡς ἐξ ἐπι‐ δρομῆς πάντα ἤλπισαν ἀναιρήσεσθαι· ἐξέβη δὲ τοὐναντίον ἅπαν· καὶ ὁ μηδὲν εἶναι νομιζόμενος παρ’ ὑμῖν, ἀλλ’ εὐκαταφρόνητος καὶ εὐκαταγώνιστος, οὗτος λαμπρότερος
65πάντων φανεῖται, τῆς παρὰ τοῦ Θεοῦ ἀπολαύων ῥοπῆς.144

3

t

ΚΕΦΑΛ. Γʹ

3

.

1

Ἰδοὺ δὴ ὁ Δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν. Καθάπερ ἰατρὸς ἄριστος νῦν μὲν καίων, νῦν δὲ τέμνων, νῦν δὲ πικρὰ διδοὺς φάρμακα, μεθοδεύει τῶν ἀρρω‐
5στούντων τὴν ὑγίειαν· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Θεός, ποικίλαις καὶ διαφόροις τιμωρίαις τὸ διαρρέον καὶ ἀναπε‐ πτωκὸς τῶν Ἰουδαίων ἐπισφίγγων νῦν μὲν τῇ τῶν βαρβάρων ἐφόδῳ φοβεῖ τοὺς ἀγνώμονας, νῦν δὲ καὶ πρὸ τῆς ἐκείνων ἐπιθέσεως ἑτέραις αὐτοὺς ἀπειλαῖς
10καταστέλλει, τῇ ποικιλίᾳ τῶν ἀπειλῶν ἀκμάζοντα διατηρῶν ἐν αὐτοῖς τὸν φόβον. Νῦν γοῦν ἀσθένειαν αὐτοὺς ἀπειλεῖ καὶ λιμὸν καὶ αὐχμόν, οὐχὶ τῶν ἀναγκαίων, ἀλλὰ καὶ ἐκείνων τῶν οὐδὲν ἔλαττον τῶν ἐπιτηδείων τὴν ἡμετέραν συνεχόντων ζωήν. Οὐ γὰρ δὴ λιμὸς χαλεπὸν μόνον, ἀλλὰ
15καὶ τὸ ἐν ἐρημίᾳ καθεστάναι τῶν κυβερνώντων τὰ πράγματα· ὃ καὶ τὴν εὐθηνίαν λιμοῦ χαλεπωτέραν ἀπο‐ φαίνειν εἴωθε. Τί γὰρ ὄφελος ἐκ πηγῶν ἅπαντα ἐπιρρεῖν, ὅταν ἐμφύλιοι τίκτωνται πόλεμοι καὶ ἡ θάλασσα διεγεί‐ ρηται καὶ τῶν κυμάτων μαινομένων μήτε κυβερνήτης μήτε
20πρωρεὺς μήτε ἄλλος τις ᾖ δυνάμενος διαθεῖναι τὸν τῶν πραγμάτων χειμῶνα καὶ καταστῆσαι γαλήνην; Ὅταν δὲ
μετὰ τούτων καὶ λιμὸς ᾖ, ἐννόησον τῶν κακῶν τὴν ὑπερβολήν. Ταῦτα οὖν ἅπαντα ἀπειλεῖ ὁ Θεὸς καὶ πρῶτον τὸ πάντων χαλεπώτερον. Ἰδοὺ γάρ, φησίν, ὁ Δεσπότης146
25Κύριος Σαβαώθ. Τῇ λέξει ταύτῃ· Ἰδού, συνεχῶς οἱ προφῆται κέχρηνται, ὅταν πληροφορῆσαι τὸν ἀκροατὴν βούλωνται περὶ τῶν λεγομένων. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἔστιν ἰδεῖν, ὅτι τῆς σωματικῆς ἀσθενείας αἱ ἁμαρτίαι προηγήσαντο πολλάκις,
30ὡς ἐπὶ τοῦ Κάϊν· ἐπειδὴ γὰρ οὐ καλῶς ἐχρήσατο τῇ ἰσχύϊ, παρελύθη καλῶς. Οὕτω καὶ ὁ ἐπὶ τῆς κολυμ‐ βήθρας· ὅτι γὰρ ἡ πηγὴ τῆς παρέσεως τὰ ἁμαρτήματα ἦν, φησὶν ὁ Χριστός· Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Καὶ ὁ Παῦλος δέ φησι· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ
35ἀσθενεῖς· ἐπειδὴ ἡμάρτανον, οὑ καθαρῷ συνειδότι τῶν μυστηρίων μεταλαμβάνοντες. Καὶ τὸν πεπορνευκότα δὲ ἀσθενείᾳ σώματος παραδίδωσι, ταύτην ὑπὲρ ἁμαρτημάτων ἀπαιτῶν δίκην. Οὐ μὴν πανταχοῦ ἁμαρτημάτων ἐπιτίμιον τοῦτο, ἀλλ’ ἔστιν ὅπου καὶ στεφάνων ὑπόθεσις τὸ πρᾶγμα
40γίνεται, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ Ἰώβ. Οὐκ ἀσθέ‐ νειαι δὲ μόνον, ἀλλὰ καὶ λῶβαι ἕτεραι σώματος ἐξ ἁμαρτημάτων ἐγίνοντο, ὡς ἡ λέπρα τοῦ Ὀζία διὰ τὴν ἀναισχυντίαν τῆς γνώμης, ὡς ἡ χεὶρ τοῦ βασιλέως Ἱεροβοὰμ τὴν ξηρότητα ὑπομείνασα διὰ τὴν ἀπόνοιαν
45αὐτοῦ καὶ τὴν ἀλαζονείαν. Καὶ τοῦ Ζαχαρίου δὲ ἡ γλῶττα οὐχ ἑτέρωθεν ἐπαιδεύθη, ἀλλ’ ἢ διὰ τὴν τῆς ψυχῆς ἁμαρτίαν. Ἐπεὶ οὖν καὶ τοῖς Ἰουδαίοις τὸ εὐσωματεῖν καὶ σφριγᾷν καὶ τούτοις κομᾷν τοῖς πλεονεκτήμασιν ἀπονοίας ὑπόθεσις ἐγίνετο, ὑπέσυρε τῆς ἀλαζονείας τὴν ῥίζαν,

3

.

1

(50)

νουθετῶν αὐτοὺς καὶ βελτίους ποιῶν καὶ μείζονα διδούς, ἢ
ἀφαιρούμενος ἐξ αὐτῶν. Ποῖον γὰρ βλάβος τὸ σῶμα ἀσθενεῖν, ὅταν ἐντεῦθεν παιδεύηται ἡ ψυχή; Εἶτα ἵνα μὴ νομίσωσι φύσεως ἀσθενείας εἶναι τὸ γενόμενον πάθος, προανεφώνησεν αὐτὰ ὁ προφήτης καὶ οὐ μέχρι τῶν148
55ἀνδρῶν ἔστησε τὴν ἀπειλήν, ἀλλὰ καὶ ἐπὶ τὸ γυναικεῖον γένος διεβίβασε τὴν τιμωρίαν, ἐπειδὴ καὶ ἑκατέρα ἡ φύσις διέφθαρτο, καὶ προϊὼν διὰ τὴν ὑπερβολὴν τῆς ἀτοπίας καὶ πρὸς αὐτὰς ἀποτείνεται τὰς γυναῖκας, ἐγκαλῶν αὐταῖς ἐγκλήματα, ἃ τὴν πόλιν αὐτὴν ἐκ βάθρων ἀνέτρεπεν. Διὰ
60δὴ τοῦτο καὶ αὐτὰς τῷ λοιμῷ περιβάλλει· ἢ γὰρ λοιμὸν αἰνίττεσθαί μοι δοκεῖ λέγων· Ἀφελῶ ἰσχύοντα καὶ ἰσχύ‐ ουσαν· ἢ ἄλλην τινὰ σωματικὴν ἀσθένειαν, οὐδὲ ἰατρῶν εἴκουσαν τέχναις. Τοιαῦται γὰρ αἱ τοῦ Θεοῦ πληγαί. Ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Χαλεπωτάτη ἡ τιμωρία,
65ὅταν μὴ αὐτὴν ἀναιρῇ τὴν οὐσίαν, ἀλλὰ τὴν ἐξ αὐτῆς ἐγγινομένην δύναμιν, ὥστε καὶ τῇ ὄψει κολάζεσθαι μηδέ‐ ποτε ἐμπιπλαμένους καὶ αὐτόθεν συνορᾶν, ὅτι θεήλατος ἦν ἡ ὀργή. Γίγαντα καὶ ἰσχύοντα. Γίγαντα ἀεὶ ἡ Γραφὴ τὸν
70ἰσχυρὸν λέγειν εἴωθεν, ἢ τὸν ὑπερέχοντα τῶν πολλῶν τῇ τῶν μελῶν ἀναλογίᾳ. Καὶ γὰρ ἐν τῇ κτίσει ὅταν λέγῃ· Οὗτοι ἦσαν οἱ γίγαντες, οἱ ἄνθρωποι οἱ ὀνομαστοί, οὐκ ἄλλο τι γένος γεγενῆσθαι διηγουμένη ταῦτά φησιν, ἀλλὰ τοὺς ἰσχυροὺς καὶ εὐρώστους καὶ σφριγῶντας ἡμῖν αἰνίτ‐
75τεται. Καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστήν. Ἀφόρητος ἡ τιμωρία καὶ ἐσχάτης ἀπωλείας ἀπόδειξις τὰ εἰρημένα, καί, τῶν τειχῶν ἑστώτων καὶ τῶν πύργων, αὔτανδρον τοῖς
πολεμίοις τὴν πόλιν παραδιδόναι δύναιτ’ ἄν. Ἀσφάλεια150
80γὰρ πόλεων οὐκ ἐν λίθοις καὶ ξύλοις καὶ περιβόλοις, ἀλλ’ ἐν τῇ συνέσει τῶν τὴν πόλιν οἰκούντων, οἳ ἡνίκα μὲν ἂν ὦσι, καὶ πολεμίων ὄντων, ἀσφαλέστερον ἁπάντων αὐτὴν τειχίζουσιν· ἡνίκα δὲ ἂν ἀπῶσι, καὶ μηδενὸς ἐνοχλοῦντος, τῆς πολιορκουμένης ἀθλιωτέραν αὐτὴν ἀποφαίνουσιν.

3

.

2

Ὥστε κἀκείνους καὶ τοὺς ἀκούοντας ἅπαντας οὐ μικρὸν φιλοσοφίας δόγμα διὰ τούτων ὁ προφήτης ἐπαίδευσε, πείθων μηδέποτε μεγέθει πόλεως θαρρεῖν, μηδὲ τάφροις καὶ μηχανήμασιν, ἀλλ’ ἀνδρῶν ἐπιεικῶν ἀρετῇ. Φοβῶν τοίνυν
5αὐτούς φησιν, ὅτι ἐρημώσει τῆς ἀσφαλείας αὐτήν, οὐ τοὺς πολεμεῖν εἰδότας ἀναρπάζων μόνον, ἀλλὰ καὶ τοὺς δικά‐ ζειν ἐπισταμένους, οἳ τῶν πολεμούντων οὐκ ἔλαττον συντελοῦσι ταῖς πόλεσιν, εἰρήνην τε εὖ διατιθέντες καὶ πολέμους πολλάκις ἐπιόντας ἀποκρουόμενοι. Ἐπειδὴ γὰρ
10καὶ οὗτοι συνεχῶς ἀπὸ τῆς τῶν ἁμαρτημάτων φύονται ῥίζης, δυνατὸν τοὺς τῶν νόμων φύλακας καὶ τοῦ δικαίου μετὰ ἀκριβείας προϊσταμένους, τὰ πλείονα τῶν ἁμαρτη‐ μάτων ἀναστέλλοντας ἀναιρεῖν καὶ τοῦ πολέμου τὴν ὑπό‐ θεσιν. Τίνος οὖν ἕνεκεν ὁ Θεὸς αὐτοὺς ἀνασπᾷ; Ἐπειδὴ
15παροῦσιν αὐτοῖς οὐκ εἰς δέον ἐκέχρηντο. Ὥσπερ γὰρ τὰ σωτήρια αὐτοῦ διδάγματα πολλὴν ἔφερον τοῖς ἀκροω‐ μένοις τὴν ὠφέλειαν, ἐπὶ δὲ τῶν Ἰουδαίων δημηγορῶν, ἀσαφείᾳ τὰ λεγόμενα ἔκρυπτεν, ἐπειδὴ μὴ προσεῖχον τοῖς λεγομένοις· οὕτω δὴ καὶ τὰ δῶρα αὐτοῦ τὰ μεγάλα ταῦτα
20καὶ σωτηρίαν ἡμῖν πολλὴν κομίζοντα ἐκ μέσου πολλάκις ἀναιρεῖ, ὅταν οἱ λαμβάνοντες μηδὲν ἀπ’ αὐτῶν βουληθῶσι καρπώσασθαι. Καὶ προφήτην καὶ στοχαστήν. Οὐ μικρὸν δὲ ὀργῆς εἶδος καὶ τὸ τὰς προφητείας ἐπιλιπεῖν. Ὅτε γοῦν τὸν τῶν
25Ἰουδαίων δῆμον διὰ τὰ ἁμαρτήματα τῶν τοῦ Ἠλὶ παίδων ὁ Θεὸς ἀπεστράφη καὶ τὴν πολλὴν τοῦ πλήθους κακίαν,
ἐπέλιπεν ἡ προφητεία· Ῥῆμα γὰρ τίμιον, φησίν, ἦν, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα. Τίμιον, τουτέστι, σπάνιον. Καὶ ἐπὶ τοῦ Ὀζίου τὸ αὐτὸ τοῦτο γέγονεν· οὐ γὰρ μικρὰ152
30καὶ ἐντεῦθεν ἐκαρποῦντο, εἴ γε ἐβούλοντο. Τὸ γὰρ μανθά‐ νειν τὰ παρὰ τοῦ Θεοῦ καὶ πρὸς τὰ μέλλοντα παρασκευά‐ ζεσθαι δεινὰ καὶ ὑπὲρ τῶν ἀδήλων πυνθάνεσθαι καὶ πότε μὲν ἐπιθέσθαι δεῖ πολεμίοις πότε δὲ ἡσυχάζειν, καὶ πῶς ἅπαντα τὰ λυπηρὰ διακρούεσθαι δέοι, πολλὴν ἔφερεν
35αὐτοῖς σωτηρίας εὐκολίαν. Ἀλλ’ ἐπειδὴ μανθάνοντες οὐκ ἐποίουν, διὰ τοῦτο καὶ τὸ μανθάνειν αὐτῶν ἀφεῖλεν· ὃ πολλῆς τοῦ Θεοῦ φιλανθρωπίας δεῖγμα ἦν, τὸ καὶ προει‐ δότα τὰ μέλλοντα καὶ ὡς οὐ χρήσονται εἰς δέον τοῖς παρ’ αὐτοῦ δώροις, τὰ γοῦν παρ’ αὐτοῦ ἅπαντα παρασχεῖν.
40 Μετὰ δὲ τοῦ προφήτου καὶ στοχαστήν φησιν ἀναιρεῖν. Ἐνταῦθά μοι δοκεῖ λέγειν στοχαστὴν τὸν ἀπὸ συνέσεως πολλῆς τῶν μελλόντων στοχαζόμενον καὶ ἀπ’ αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ἕτερον μὲν γὰρ στοχασμὸς καὶ προφητεία ἄλλο· ὁ μὲν γὰρ Πνεύματι θείῳ φθέγγεται,
45οὐδὲν οἴκοθεν εἰσφέρων· ὁ δὲ τὰς ἀφορμὰς ἀπὸ τῶν ἤδη γεγενημένων λαμβάνων καὶ τὴν οἰκείαν σύνεσιν διε‐ γείρων, πολλὰ τῶν μελλόντων προορᾷ, ὡς εἰκὸς ἄνθρωπον ὄντα συνετὸν προϊδεῖν. Ἀλλὰ πολὺ τὸ μέσον τούτου κἀκείνου καὶ τοσοῦτον, ὅσον συνέσεως ἀνθρωπίνης καὶ

3

.

2

(50)

θείας χάριτος τὸ διάφορον. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος τὸν λόγον ποιήσω φανερόν, ἐννοήσωμεν τὸν Σολομῶντα καὶ τὸν Ἐλισσαῖον· ἀμφότεροι γὰρ κεκρυμμένα πράγματα εἰς μέσον ἤγαγον καὶ κεκρυμμένα ἀνεκάλυψαν· ἀμφότεροι δὲ οὐ τῇ αὐτῇ δυνάμει· ἀλλ’ ὁ μὲν ἀπὸ συνέσεως ἀνθρω‐
55πίνης παρὰ τῆς φύσεως λαβὼν ἀφορμὰς ἐπὶ τῶν πόρνων γυναικῶν ἐκείνων· ὁ δὲ λογισμῷ μὲν οὐδενὶ χρησάμενος
(ποῖος γὰρ λογισμὸς ἀνακαλῦψαι δυνατὸς ἦν τοῦ Γιεζῆ τὴν κλοπήν;), θείᾳ δὲ χάριτι τὰ πόρρωθεν γεγενημένα προιδών.154
60 Καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον. Μετὰ δὴ τούτων καὶ πρεσβύτερον καὶ πεντηκόνταρχόν φησιν ἀναιρήσειν· πρεσβύτερον οὐχ ἁπλῶς γεγηρακότα λέγων, ἀλλὰ τὸν μετὰ τῆς πολιᾶς τὴν προσήκουσαν τῇ πολιᾷ διατηροῦντα σύνεσιν. Καὶ πεντηκόνταρχον δὲ ὅταν λέγῃ, οὐχ ἕνα τινὰ
65πεντηκόνταρχόν φησιν, ἀλλὰ τῷ ὀνόματι τούτῳ τοὺς ἄρχοντας πάντας αἰνίττεται. Οὐδὲν γάρ, οὐδὲν ἀναρχίας χαλεπώτερον, ὥσπερ οὖν οὐδὲ πλοίου τι σφαλερώτερον γένοιτ’ ἂν κυβερνήτην οὐκ ἔχοντος. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἑτέραν μεγάλην ἀσφάλειαν ἀναιρήσειν
70ἀπειλεῖ, τοὺς τὰ ἄριστα βουλεύειν εἰδότας, οἳ τῶν ὅπλων οὐκ ἐλάττονα εἰσφέρουσιν εὐεργεσίαν ταῖς πόλεσιν. Ἀφελῶ γάρ, φησί, καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα. Οὐχὶ τὸν οἰκοδόμον λέγων, ἀλλὰ τὸν τῶν πραγμάτων ἔμπειρον καὶ πολλὰ ἐπιστάμενον καὶ μετὰ
75συνέσεως ἅπαντα τὰ τῆς πόλεως διατιθέναι πράγματα εἰδότα.

3

.

3

Καὶ μετὰ τούτων· Καὶ συνετὸν ἀκροατήν. Ἂν γὰρ τοῦτο ἀπῇ, κἂν τἄλλα ἅπαντα παρῇ, πλέον οὐδὲν ἔσται ταῖς πόλεσι, κἂν προφῆται ὦσι, κἂν σύμβουλοι, κἂν δυνάσται, ὁ δὲ ἀκουσόμενος μηδεὶς ᾖ, πάντα εἰκῆ καὶ
5μάτην. Ἐμοὶ δὲ δοκεῖ ἐνταῦθα τὸ Ἀφελῶ λέγειν, τὸ ἐάσω καὶ ἀφήσω, ὥσπερ ὁ Παῦλός φησι· Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν· οὐ τοῦτο δεικνύς, ὅτι ἐνέβαλεν εἰς ἄνοιαν, ἀλλ’ ὅτι ἀφῆκε καὶ εἴασεν ἀνοήτους ὄντας. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν. Τοῦτο
10ἀναρχίας χεῖρον καὶ πολλῷ χαλεπώτερον. Ὁ μὲν γὰρ οὐκ
ἔχων ἄρχοντα, ἀπεστέρηται τοῦ χειραγωγοῦντος· ὁ δὲ πονηρὸν ἔχων τὸν ἐμβάλλοντα εἰς κρημνοὺς ἔχει. Νεα‐ νίσκους δὲ ἐνταῦθα οὐχὶ ἁπλῶς τὴν ἡλικίαν διαβάλλων ἔφησεν, ἀλλ’ ἀπὸ τοῦ πλεονάζοντος τὴν ἄνοιαν αὐτῶν ἐπι‐156
15δείκνυται. Ἔστι γὰρ καὶ νέους εἶναι συνετοὺς καὶ γεγηρα‐ κότας ἀνοίᾳ συζῇν· ἀλλ’ ἐπειδὴ τοῦτο μὲν σπανιάκις συμβαίνειν εἴωθε, τὸ δὲ πλεονάζον τοὐναντίον ἐστίν, ἐξ ἐκείνου ἀνοήτους ὠνόμασεν. Ἐπεὶ καὶ Τιμόθεος νέος ἦν, καὶ μυρίων γεγηρακότων σοφώτερον τὰς Ἐκκλησίας
20διώρθωσε· καὶ Σολομῶν ἡνίκα μὲν δωδεκαέτης ἦν, τῷ Θεῷ διελέγετο καὶ πολλῆς ἀπήλαυε παρρησίας, καὶ ἀνεκη‐ ρύττετο καὶ ἐστεφανοῦτο καὶ θέατρον ἀπὸ τῶν βαρβάρων τῆς ἑαυτοῦ σοφίας ἐκάθιζε καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ ἤδη καὶ γυναῖκες πόρρωθεν ἐπιοῦσαι ταύτην μόνην τῆς
25ἀποδημίας τὴν ὑπόθεσιν εἶχον, τὸ μαθεῖν τι καὶ ἀκοῦσαι παρὰ τῆς ἐκείνου φωνῆς· ἐπειδὴ δὲ εἰς γῆρας ἦλθε, πολλῷ τῆς ἀρετῆς καθυφῆκε. Καὶ ὁ τούτου δὲ πατὴρ ὁ μακάριος Δαυῒδ τὴν χαλεπὴν ἁμαρτίαν ἐκείνην οὐχ ἡνίκα παῖς καὶ μειράκιον ἦν, ἀλλ’ ἡνίκα τὴν ἡλικίαν ὑπερέβη
30ταύτην, τότε ἥμαρτεν. Ὅτε δὲ παιδίον μικρὸν ἐτύγχανεν ὄν, καὶ τρόπαιον ἀνέστησε θαυμαστὸν καὶ τὸν βάρβαρον κατήνεγκε καὶ πᾶσαν ἐπεδείξατο φιλοσοφίαν καὶ οὐδὲν ἡ νεότης αὐτῷ πρὸς τὰ κατορθώματα ταῦτα κώλυμα γέγονε. Καὶ τὸν Ἱερεμίαν δὲ τὴν ἀπὸ τῆς ἡλικίας προβαλλόμενον
35παραίτησιν οὐκ ἀπεδέξατο ὁ Θεός, ἀλλ’ ἐξήγαγεν ἐπὶ τὸν τῶν Ἰουδαίων δῆμον, οὐδὲν ἐντεῦθεν αὐτὸν κωλύεσθαι λέγων, εἰ τὰ τῆς διανοίας ἐρρωμένα εἴη. Ταύτην ἄγων τὴν ἡλικίαν, μᾶλλον δὲ καὶ ταύτης ἐλάττονα πολλῷ, τοὺς πρεσβυτέρους ἔκρινεν ὁ Δανιήλ. Καὶ Ἰωσίας δὲ οὐδὲ δέκα
40ἔτη γεγονὼς ὅλα, ἐπὶ τὸν τῆς βασιλείας ἀνέβη θρόνον· καὶ τότε μὲν εὐδοκίμει, μετὰ δὲ ταῦτα κατολιγωρήσας,
μικρόν, ἐλυμήνατο τὴν τῆς ψυχῆς ἀρετήν. Τί δὲ ὁ Ἰωσήφ; Οὐχὶ νέος ὢν καὶ σφόδρα νέος τὸν χαλεπὸν ἐκεῖνον ἀνείλετο πόλεμον, οὐχὶ πρὸς ἄνδρας, ἀλλὰ πρὸς158
45αὐτὴν τῆς φύσεως τὴν τυραννίδα μαχόμενος, καὶ ἐκ μέσου καμίνου καὶ φλογὸς πολὺ τῆς Περσικῆς χαλεπω‐ τέρας ἐξεπήδησεν ἀσινής, τῶν τριῶν παίδων οὐκ ἔλαττον ἀβλαβὴς διαμείνας; Ὥσπερ γὰρ ἐκεῖνοι τὰ σώματα μετ’ αὐτῶν τῶν τριχῶν ἀκέραια τότε ἐξαγαγόντες ἔδειξαν, ὡς

3

.

3

(50)

ἀπὸ πηγῆς μᾶλλον ἢ καμίνου ἐξιόντες· οὕτω δὴ καὶ οὗτος τῶν ἐναγῶν τῆς Αἰγυπτίας χειρῶν ἀπαλλαγείς, ἐξῄει, μήτε ἀπὸ τῆς ἁφῆς, μήτε ἀπὸ τῶν ῥημάτων, μήτε ἀπὸ τῆς ὄψεως, μήτε ἀπὸ τῶν ἱματίων, μήτε ἀπὸ τῶν μύρων, ἃ κληματίδος καὶ πίσσης χαλεπωτέραν ἀνῆπτε τῆς
55ἐπιθυμίας τὴν φλόγα, μήτε ἀπ’ αὐτῆς τῆς ἡλικίας παθών τι τοιοῦτον, οἷον εἰκὸς ἄνθρωπον ὄντα παθεῖν. Καὶ αὐτοὶ δὲ οἱ παῖδες οἱ τρεῖς οὗτοι ἐν αὐτῷ τῆς ἡλικίας ὄντες τῷ ἄνθει, καὶ γαστρὸς ἐκράτησαν καὶ θανάτου φόβον ἐπά‐ τησαν καὶ στρατοπέδου τοσούτου καὶ βασιλέως αὐτῆς τῆς
60καμίνου σφοδρότερον ἀφιέντος θυμὸν περιεγένοντο καὶ οὐδὲν αὐτοὺς κατέπληξεν, ἀλλ’ ἔμειναν διηνεκῶς ἀδού‐ λωτον τὸ φρόνημα ἔχοντες. Οὐ τοίνυν τὴν ἡλικίαν δια‐ βάλλων ταῦτά φησιν· ἐπεὶ καὶ ὁ Παῦλος, ὅταν λέγῃ· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ δια‐
65βόλου, οὐ τὸν νέον τὴν ἡλικίαν φησίν, ἀλλὰ τὸν νεωστὶ φυτευθέντα, τουτέστι, κατηχηθέντα· φυτεῦσαι γὰρ τὸ κατηχῆσαί φησι καὶ διδάξαι, ὥσπερ ὅταν λέγῃ· Ἐγὼ ἐφύ‐ τευσα, Ἀπολλὼς ἐπότισε. Καὶ ὁ Χριστὸς φυτείαν τὸ τοιοῦτο καλεῖ λέγων· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ
70Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἐπεὶ εἰ νεόφυτον
τὸν νέον ἔλεγεν, οὐκ ἂν Τιμόθεον σφόδρα νέον ὄντα, καὶ οὕτω νέον, ὡς λέγειν· Μηδείς σου τῆς νεότητος κατα‐ φρονείτω, πρὸς τοσοῦτον ὄγκον ἀρχῆς ἀνήγαγεν ἂν καὶ τοσαύτας φέρειν ἐπέτρεψεν Ἐκκλησίας.160
75 Καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Ὁρᾷς, ὡς οὐ τὴν ἡλικίαν διαβάλλει ἁπλῶς, ἀλλὰ τὴν διεφθαρμένην γνώμην; Τῇ γὰρ ἐπαγωγῇ τοῦτο σαφέστερον ἐποίησεν. Ἐμπαίκτας δὲ ἐνταῦθά φησι τοὺς ἀπατεῶνας, τοὺς εἴρωνας, τοὺς κόλακας, τοὺς διὰ τῆς τῶν ῥημάτων χάριτος προπίνοντας
80αὐτοὺς τῷ διαβόλῳ. Καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ. Ὥσπερ γὰρ τῶν τὰς οἰκοδομὰς συνεχόντων ξύλων διαφθαρέντων ἢ καὶ ἀναιρε‐ θέντων, τοὺς τοίχους ἀνάγκη συρρήγνυσθαι, οὐδενὸς
85ὄντος τοῦ κατέχοντος· οὕτω καὶ τούτων τῶν ἔμπροσθεν εἰρημένων ἀναιρεθέντων, ἀρχόντων, συμβούλων, δικαστῶν, προφητῶν, οὐδὲν τὸ κωλῦον ἦν τὸν δῆμον ἑαυτῷ συρρα‐ γῆναι καὶ πολλὴν γενέσθαι τὴν σύγχυσιν.

3

.

4

Προσκόψει τὸ παιδάριον πρὸς τὸν πρεσβύτην καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. Ἐναντιώσεται δέ, φησίν, ὁ νέος τῷ γεγηρακότι, ὑπερόψεται, καταφρονήσει. Ταῦτα καὶ πρὸ τῆς τῶν πολεμίων ἐφόδου πολέμου παντὸς ἦν χαλεπώ‐
5τερα. Ὅταν γὰρ ἀτιμάζηται μὲν γῆρας παρὰ νεότητος, οἱ δὲ εὐτελεῖς καὶ ἀπερριμμένοι τοὺς πρότερον αἰδεσίμους καταπατῶσιν, οὐδενὸς ἔλαττον κλυδωνιζομένης 〈νεὼσ〉 ἡ τοιαύτη διακείσεται πόλις. Ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ τοῦ
10οἰκείου τοῦ πατρὸς αὐτοῦ, λέγων· ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. Καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· οὐκ ἔσομαι ἀρχηγός·
οὐ γάρ ἐστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον. Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. Ἐνταῦθά μοι δοκεῖ ἢ162
15πολιορκίαν τινὰ χαλεπωτάτην αἰνίττεσθαι, εἰς τὴν ἐσχάτην στενοχωρίαν αὐτοὺς κατενεγκοῦσαν, ἢ χωρὶς πολιορκίας λιμόν τινα ἀφόρητον καὶ πολλὴν τῶν ἀναγκαίων σπάνιν. Κέχρηται δὲ κοινῇ συνηθείᾳ· καὶ ὥσπερ πολλοί φασιν, εἰ συνέβη τὴν πόλιν ἅπασαν ὀβολοῦ πωλεῖσθαι, οὐκ ἂν
20σχοίην αὐτὴν πρίασθαι, τὴν ἐσχάτην πενίαν ἐνδεικνύ‐ μενοι· οὕτω καὶ ὁ προφήτης φησίν, ὅτι εἰ ἱματίου ἑνὸς καὶ ἄρτου μόνου γένοιντ’ ἂν αἱ ἀρχαὶ ὠνηταί, οὐδεὶς ἔσται ὁ ὠνούμενος· τοσαύτη σπάνις ἔσται τῶν ἀναγκαίων. Ὅτι ἀνεῖται Ἱερουσαλήμ· τουτέστιν ἐγκαταλέλειπται,
25ἠρήμωται, τῆς τοῦ Θεοῦ προνοίας γεγύμνωται. Καὶ ἡ Ἰουδαία συμπέπτωκε· ταραχῆς, φησίν, ἐμπέ‐ πλησται καὶ θορύβου, συγχύσεως καὶ ἀταξίας. Καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς τὸν Κύριον ἀπειθοῦσιν. Εἶτα καὶ ἡ αἰτία τῶν κακῶν, τῆς γλώττης ἡ
30ἀκρασία. Ὃ καὶ Ὠσηὲ ἐγκαλεῖ λέγων· Ἐφραῒμ εἰς ἀφανισμὸν ἐγένοντο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά· καὶ ὁ Μαλαχίας τὰ αὐτὰ πάλιν λέγων· Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν· καὶ εἴπατε· ἐν τίνι παρωξύναμεν αὐτόν; Ἐν τῷ
35λέγειν ὑμᾶς· πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον Κυρίου καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε. Καὶ ποῦ ἔστιν ὁ Θεὸς τῆς δικαιοσύνης; Τοῦτο δὴ καὶ αὐτὸς αἰτιᾶται, διπλοῦν προφέρων ἔγκλημα, ὅτι οὐ μόνον ἀπειθοῦσιν, οὐδὲ οὐ μόνον παραβαίνουσι τὸν νόμον, ἀλλ’ ὅτι ὀφείλοντες γοῦν
40αἰσχύνεσθαι ἐπὶ τούτῳ καὶ ἐρυθριᾷν, ἐγκαλύπτεσθαι καὶ κάτω κύπτειν, οἱ δὲ καὶ ἐπαγωνίζονται τοῖς προτέροις, μετὰ τοῦ μὴ ποιεῖν τὰ ἐπιτεταγμένα καὶ φορτικὰ φθεγ‐
γόμενοι ῥήματα· Ὡσανεὶ οἰκέτης τις ἀγνώμων ἐγκατα‐ λιμπάνων τὰ ἐπιτάγματα τοῦ δεσπότου, ἔτι καὶ θρασύ‐164
45νοιτο. Διὸ νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς. Πάλιν τὰ μέλλοντα ὡς παρεληλυθότα λέγει, τῷ συνήθει κεχρημένος νόμῳ τῆς προφητείας. Ταπείνωσιν δὲ δόξης τὴν αἰχμαλωσίαν καλεῖ.

3

.

4

(50)

Οὐ γὰρ τῆς τυχούσης αἰσχύνης ἦν, τοὺς ἐν τάξει τῶν βασιλευόντων τῆς οἰκουμένης ὄντας, τούτους ἀνθρώποις βεβήλοις καὶ βαρβάροις ὑποτετάχθαι. Αἰσχύνην δὲ προ‐ σώπου ἐνταῦθα τὴν ἀπὸ τῆς ἁμαρτίας ἐγγινομένην φησί. Τοιοῦτος γὰρ ἦν αὐτῶν ὁ βίος. Ἐπεὶ οὖν προλαβόντες
55ἑαυτοὺς κατῄσχυναν, δι’ ὧν ἔπραττον, διὰ δὴ τοῦτο ὁ Θεὸς τῆς δόξης αὐτοὺς ἐξέβαλεν, ἐλάττονι παραδιδοὺς τιμωρίᾳ τῆς ὑπ’ αὐτῶν ἐπενεχθείσης αὐτοῖς. Οὐ γὰρ οὕτως ἦσαν ἐπονείδιστοι τὴν ἀλλοτρίαν οἰκοῦντες, ὡς ὅτε τὴν μητρόπολιν ἔχοντες παρηνόμουν. Τότε μὲν γὰρ καὶ ἐνε‐
60κόπτετο αὐτοῖς τὰ τῆς κακίας· ἐπὶ δὲ τῆς πατρίδος καὶ πρὸς τὸ μεῖζον ᾔρετο. Μέγα τοίνυν αὐτοὺς ὁ προφήτης ἐπαίδευε δόγμα, πανταχοῦ πείθων πρὸ τῆς κολάσεως τὴν πονηρίαν φεύγειν καὶ ἐγκαλύπτεσθαι καὶ αἰσχύνεσθαι· οὐχ ὅταν βάρβαροι λαβόντες δούλους ἀπαγάγωσιν, ἀλλ’ ὅταν ἡ
65τῆς ἁμαρτίας τυραννὶς αἰχμαλώτους ἔχῃ. Τὴν δὲ ἁμαρτίαν αὐτῶν, ὡς Σοδόμων, ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Ὃ πολλάκις εἶπον, λέγω καὶ νῦν· ὅτι δεικνὺς τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ὁ προφήτης, οὐχ ἃ μέλλουσι πάσχειν προλέγει, ἀλλὰ καὶ ἃ παθεῖν ἦσαν ἄξιοι. Τὰ μὲν
70γὰρ ἡμαρτημένα αὐτοῖς ἴσα Σοδόμοις ἦν, τὰ δὲ τῆς τιμω‐ ρίας καταδεέστερα. Οὐ γὰρ προρρίζους αὐτοὺς ἀνήρ‐ πασεν, οὐδὲ ἐκ βάθρων τὴν πόλιν ἀνέσπασεν, οὐδὲ τὰ λεί‐ ψανα τοῦ γένους ἠφανίσεν. Τὸ δὲ Ἀνήγγειλαν καὶ ἐνεφά‐
νισαν, ἀνθρωπινώτερον εἴρηται. Οὐ γὰρ τότε μανθάνει ὁ166
75Θεὸς τὰ γεγενημένα ὅταν γένηται (πῶς γάρ, ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν;), ἀλλ’ ἵνα δείξῃ τὸ μέγεθος τῆς σφοδρότητος οὕτως εἶπεν.

3

.

5

Ὥσπερ γὰρ ἀλλαχοῦ φησιν· Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρός με, οὐχὶ τὸν Θεὸν ἀποικίζων που πόρρω καὶ εἰς τὸν οὐρανὸν περικλείων, ταῦτά φησιν, ἀλλὰ τὸ μέγεθος τῆς ἁμαρτίας δηλῶν· οὕτω δὴ καὶ ἐνταῦθα, τὸ
5Ἀνήγγειλαν, τὴν ὑπερβολὴν τῆς πονηρίας ἐνδεικνύμενος λέγει. Ἐπειδὴ γὰρ τὰ μὲν καταδεέστερα τῶν ἁμαρτημάτων καὶ λαθεῖν δύναιτ’ ἄν· τὰ δὲ ὑπερβάλλοντα καὶ μεγάλα πᾶσίν ἐστι γνώριμα καὶ καταφανῆ, κἂν μηδεὶς ὁ κατη‐ γορῶν ᾖ, μηδὲ ἐλέγχων. Αὐτὰ γὰρ ἑαυτὰ καταγγέλλει καὶ
10δῆλα ποιεῖ. Βουλόμενος ὁ προφήτης ἐνταῦθα δείξασθαι τὸ μέγεθος τῶν κακῶν, φησίν, Ἀνήγγειλαν καὶ ἐνεφάνισαν, τουτέστι, μετὰ πολλῆς τῆς ὑπερβολῆς, μετὰ πολλῆς τῆς παρρησίας τὰ κακὰ ἔπραττον, οὐδὲ αἰσχυνόμενοι, οὐδὲ ἐγκαλυπτόμενοι, ἀλλὰ μελέτην τὴν πονηρίαν ποιούμενοι.
15 Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Ἐπίτασις πονηρίας, ὅταν μὴ μόνον ἁμαρτάνωσι, μηδὲ μόνον μετὰ παρρησίας ἁμαρτάνωσιν, ἀλλ’ ὅταν καὶ τοὺς δυναμένους τὰ τοιαῦτα διορθοῦν
20ἀπελαύνωσιν. Ὥσπερ γὰρ οἱ φρενίτιδι κατεχόμενοι τὸν ἰατρὸν πολλάκις συνέκοψαν, οὕτω δὴ καὶ οὗτοι τοῦ νοσεῖν ἀνίατα μέγιστον δεῖγμα τοῦτο ἐξέφερον τὸ τοὺς δικαίους ἐκβάλλειν. Τοιοῦτον γὰρ ἡ ἀρετή· καὶ φαινομένη μόνον, ἀρκεῖ λυπῆσαι τὸν ἐν κακίᾳ ζῶντα. Τοιοῦτον ἡ κακία·
25οὐδὲ ἐλεγχομένη, πολλάκις καὶ τὴν παρουσίαν αὐτὴν
βαρύνεται τῶν ἐν ἐπιεικείᾳ ζῆν προαιρουμένων. Διπλῆ δὲ ἐνταῦθα ἡ κατηγορία, καὶ τὸ δεσμεῖν τὸν δίκαιον καὶ τὸ ὡς ἄχρηστον δεσμεῖν. Ὅταν οὖν τις τὰ ὠφελοῦντα μὴ μόνον μὴ προσιῆται, ἀλλὰ καὶ βλαβερὰ αὐτὰ νομίζῃ εἶναι,168
30ποία λείπεται λοιπὸν διορθώσεως πρόφασις; Διὸ καὶ ὁ προφήτης ἰδὼν εἰς ἔσχατον ἐξοκείλαντας, ἀπὸ θρήνων ἄρχεται πάλιν, οὐκ ἀπὸ κατηγορίας καὶ ἐγκλημάτων, λέγων· Οὐαὶ τῇ ψυχῇ αὐτῶν· καὶ τὸ ἑξῆς μετὰ πολλῆς συνέσεως· Ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ’
35ἑαυτῶν. Καίτοι τὰ γενόμενα δοκεῖ κατὰ τοῦ δικαίου τολμᾶσθαι· ἀλλ’ εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐ κατὰ τοῦ πάσχοντος, ἀλλὰ κατὰ τῶν ποιούντων ἡ βουλὴ τρέπεται. Ἐνταῦθα μανθάνομεν ὅτι ὁ μὲν καλός, κἂν μυρία πάσχῃ δεινά, οὐδὲν βεβλάψεται παρὰ τῶν ποιούντων· οἱ δὲ
40ἐπιβουλεύοντες, οὗτοι μᾶλλόν εἰσιν οἱ καθ’ ἑαυτῶν τὸ ξίφος ὠθοῦντες, καθάπερ καὶ οὗτοι. Τὸν μὲν γὰρ δίκαιον οὐδὲν ἔβλαπτον δεσμοῦντες, ἑαυτοὺς δὲ ἐν πλείονι ζόφῳ καὶ ἐρημίᾳ καθίστων, τὸν λύχνον ἐκποδὼν ἀπάγοντες. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται.
45Τοιοῦτον γὰρ ἡ κακία· αὐτὴ ἐν ἑαυτῇ τὴν τιμωρίαν ἔχει. Ὃ καὶ ἐνταῦθά φησι, τοῦτ’ ἔστιν· ἀπολαύσονται τῶν καρπῶν αὐτῶν, ἐν πλείονι καθιστῶντες ἑαυτοὺς ἐρημίᾳ καὶ πολλοὺς κατασκευάζοντες τοὺς κρημνούς. Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ γὰρ συμβήσεται αὐτῷ κατὰ

3

.

5

(50)

τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. Ὁρᾷς παρ’ ἡμῶν τὰ μέτρα τῆς τιμωρίας ἀεὶ καὶ τὰς ἀρχὰς γινομένας; Διὰ δὴ τοῦτο πάλιν ὁ προφήτης θρηνεῖ καὶ ὀδύρεται καὶ διακόπτεται, ὅτι αὐτοὶ ἑαυτοὺς ἐπεβούλευον οἱ Ἰουδαῖοι καὶ πολεμίου παντὸς χαλεπώτερον τὴν ἑαυτῶν ἐλυμήναντο σωτηρίαν· οὗ τί
55γένοιτ’ ἂν ἀθλιώτερον; Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς. Τοῦτο ἀρίστου διδασκάλου, ποικίλλειν τὸν λόγον καὶ μήτε τραχύνειν μόνον, μήτε προσηνῆ ποιεῖν μόνον, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο μεταχειρίζειν τὸ εἶδος, ὥστε170
60πολλὴν ἐκ τῆς μίξεως γενέσθαι τὴν ὠφέλειαν. Διὰ δὴ τοῦτο καὶ ὁ προφήτης οὐκ ἐγκαλεῖ μόνον, ἀλλὰ καὶ θρηνεῖ, ὃ βαρύτερον μὲν ἔστι τῶν ἐγκλημάτων, ἐλάττονα δὲ παρέχει τὴν ὀδύνην· καὶ τὸ θαυμαστὸν τοῦτο, ὅτι ἐν βαθυτέρᾳ τῇ τομῇ προσηνεστέρα ἡ ἀλγηδών. Καὶ οὐ
65θρηνεῖ μόνον, ἀλλὰ καὶ θεραπεύει, καὶ ἕτερον πάλιν θαυμαστὸν διδασκαλίας ἀνακινεῖ τρόπον. Ποῖον δὴ τοῦτον; Τὸ μὴ πᾶσιν ὑφ’ ἓν ἐπιτιμᾷν, ἀλλὰ ἀποσχίσαι τὸν δῆμον τῶν ἀρχόντων καὶ εἰς τὴν ἐκείνων περιτρέψαι κεφαλὴν τὰ ἐγκλήματα. Τοσοῦτον γάρ ἐστι τούτου τοῦ
70εἴδους τὸ κέρδος, ὡς τὸν Μωϋσέα καὶ μετὰ πλείονος αὐτὸ ποιῆσαι τῆς ὑπερβολῆς. Οὗτος μὲν γάρ, πάντων ὄντων ὑπευθύνων τοῖς ἐγκλήμασιν, ἐπὶ τοὺς ἄρχοντας τρέπει τὸν λόγον· ὁ δὲ Μωϋσῆς εὑρὼν τὸν δῆμον τότε μάλιστα ὄντα τὸν τὴν παρανομίαν ἐργασάμενον ἐκείνην, τὸν δὲ Ἀαρὼν
75οὐ τοσαύτης ὄντα κατηγορίας ἄξιον, ἀφεὶς τοὺς σφόδρα ὑπευθύνους, ἐπὶ τὸν οὐχ οὕτως ὑπεύθυνον τρέπει τὴν κατηγορίαν, τοῖς ἐγκλήμασι τοῖς κατ’ ἐκείνου διδοὺς τῷ συνειδότι τούτων μείζονα ἑαυτῶν καταψηφίσασθαι τιμω‐ ρίαν· ὃ δὴ καὶ ἐγένετο. Οὐ γὰρ ἐδεήθη λοιπὸν λόγων
80πρὸς τὸν δῆμον ἑτέρων, ἀλλ’ ἤρκεσε τὰ ψιλὰ ἐκεῖνα ῥήματα τὰ πρὸς τὸν Ἀαρὼν εἰρημένα χιλιάδας τοσαύτας, ὡς ἕνα ἄνθρωπον, καταστεῖλαι καὶ ἀπὸ τοσαύτης θρασύ‐ τητος εἰς δειλίαν καὶ ἀγωνίαν κατενεγκεῖν τὴν ἐσχάτην. Ἃ δὴ προορῶν ὁ Μωϋσῆς, καταβὰς εὐθέως, τάς τε πλάκας
85συνέτριψε, καὶ πρὸς τὸν Ἀαρὼν ἔλεγε· Τί ἐποίησέ σοι ὁ λαὸς οὗτος, ὅτι ἐποίησας αὐτὸν ἐπίχαρμα τοῖς ἐχθροῖς·172

3

.

6

Τοῦτο καὶ ὁ προφήτης οὗτος ποιεῖ, τὸν ἅγιον ἐκεῖνον μιμούμενος διπλῷ τῷ τρόπῳ. Οὐ γὰρ δὴ μόνον ἐνεκάλεσε τότε ὁ Μωϋσῆς, ἀλλὰ καὶ συναλγοῦντος προσωπεῖον λαβών, οὕτως ἐποιεῖτο τὴν κατηγορίαν ἐκείνην. Οὕτω καὶ
5οὗτος ἀμφότερα ἐμιμήσατο λέγων· Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς. Καὶ γὰρ κατηγόρησεν ἐκείνων, καὶ ὡς συναλγῶν τῷ δήμῳ ταῦτα ἔλεγε. Πράκτορας δὲ ἐνταῦθα δοκεῖ μὲν τοὺς ἀπαιτοῦντας λέγειν· ἐγὼ δὲ οἶμαι τοὺς ἅρπαγας, τοὺς πλεονέκτας αὐτῶν αἰνίτ‐
10τεσθαι· εἰ δὲ μὴ τοῦτο, ἀλλὰ τοὺς φορολογοῦντας. Ὅρα αὐτοῦ κἀνταῦθα τὴν σύνεσιν. Οὐ γὰρ τὸ πρᾶγμα ἐκβάλλει, ἀλλὰ τὴν ἀμετρίαν. Οὐ γὰρ εἶπεν· ἀπαιτοῦσιν, ἀλλά· Καλαμῶνται, τουτέστι, γυμνοῦσι τῶν ὄντων, ἀποστε‐ ροῦσιν ἁπάντων προσχήματι τῆς ἀπαιτήσεως. Ταύτην δὲ
15εἴρηκε τὴν λέξιν ἀπὸ μεταφορᾶς τῶν καλαμώντων. Καλα‐ μᾶσθαι γὰρ λέγεται τὸ μετὰ τὸν ἀμητὸν τοὺς ἐκπεσόντας ἐκ τῶν θεριζόντων ἀστάχυας ἀναλέγεσθαι καὶ μηδὲν ὅλως ἐπὶ τῆς ἀρούρας ἀφιέναι· ὃ δὴ καὶ οὗτοι τότε ἐποίουν, ὁλόκληρα τὰ ὄντα ἁρπάζοντες καὶ γυμνοὺς ἀφιέντες
20αὐτούς. Καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ἐνταῦθα τῆς πλεονεξίας ἵσταντο, ἀλλὰ καὶ περαιτέρω προῆγον τὴν τυραννίδα, δούλους τοὺς ἐλευθέρους ποιοῦντες. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς,
25πλανῶσιν ὑμᾶς. Ἐνταῦθά μοι τοὺς ψευδοπροφήτας αἰνίτ‐ τεσθαι δοκεῖ ἢ τοὺς πρὸς χάριν αὐτοῖς διαλεγομένους, ὃ τῆς ἐσχάτης διαφθορᾶς αἴτιον γίνεται πανταχοῦ. Τὴν γοῦν ἐκ τούτου βλάβην δηλῶν ἐπήγαγε· Καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν· τουτέστιν, οὐκ ἐῶσιν ὀρθὰ βαδί‐
30ζειν, διαστρέφοντες, ἐκλύοντες, ῥᾳθυμοτέρους ποιοῦντες.
Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ· αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτῶν. Ἔτι τῷ αὐτῷ εἴδει ἐπιμένει τῆς διορθώσεως, ἀπὸ174
35τοῦ δήμου πρὸς τοὺς γεγηρακότας καὶ τοὺς ἄρχοντας τρέπων τὴν ἐπιτίμησιν, καὶ φοβερώτερον μεταχειρίζων τὸν λόγον· αὐτὸν δὲ εἰσάγει τὸν Θεὸν δικαζόμενον καὶ καταδικάζοντα καὶ τὰ τῶν δήμων ἁμαρτήματα ἐγκαλοῦντα τοῖς ἄρχουσιν. Διὸ καὶ λέγει· Ἀλλὰ νῦν καταστήσεται εἰς
40κρίσιν Κύριος. Ἐπειδὴ γὰρ εἰς ἐγκλήματα τὸν λόγον ἀνήλωσε, τοῖς δὲ ἀναισθήτως διακειμένοις τὸ μὲν ἐγκα‐ λεῖσθαι οὐ σφόδρα βαρύ, τὸ δὲ κολάζεσθαι φοβερόν, φησίν, ὅτι οὐ μέχρι κατηγορίας τὰ πράγματα στήσεται, ἀλλὰ καὶ δίκη τοῖς ἁμαρτήμασιν ἕψεται, αὐτοῦ τοῦ
45μέλλοντος καταδικάζειν εὐθύνας λοιπὸν ἀπαιτοῦντος καὶ κρινομένου πρὸς τοὺς πεπλημμεληκότας. Ὃ καὶ τὴν συγκατάβασιν τοῦ Θεοῦ πολλὴν δείκνυσιν, ἀνεχομένου δικάζεσθαι μετ’ ἐκείνων καὶ ἐντρεπτικὸν ποιεῖ τὸν λόγον, ὃ καὶ τοὺς νοῦν ἔχοντας εἰς μεγάλην ἀγωνίαν ἐμβαλεῖν

3

.

6

(50)

εἴωθεν. Οὐκ ἐκείνης δὲ μόνον ἕνεκεν τῆς αἰτίας, ἧς ἔμπροσθεν εἶπον, πρὸς τοὺς ἄρχοντας καὶ τοὺς γεγηρα‐ κότας τρέπει τὸν λόγον, ἀλλὰ καὶ διδάσκων ἅπαντας, ὅτι βαρύτεραι τῶν ἀρχομένων τοῖς ἄρχουσιν αἱ εὐθῦναι. Ὁ μὲν γὰρ ὑπὲρ ἑαυτοῦ μόνον, ὁ δὲ ὑπὲρ ἑαυτοῦ καὶ τοῦ
55δήμου, οὗ τὴν ἀρχὴν ἐγκεχειρισμένος τυγχάνει, παρέχει τὸν λόγον· καὶ οἱ πρεσβύτεροι δὲ οὐκ ἀπεικότως τοιαύτην ἀπαιτοῦνται τὴν ἀκρίβειαν. Ὅπερ γὰρ ἐκείνοις ἡ ἀρχή, τοῦτο τούτοις ἡ ἡλικία. Ἄξιος μὲν γὰρ καὶ ὁ νέος ἐπιτι‐ μήσεως δεινὰ ἁμαρτάνων· ὁ δὲ τὴν ἀπὸ τῆς ἡλικίας
60ἀτέλειαν ἔχων καὶ μὴ τοσούτοις παθῶν πολιορκούμενος κύμασιν, ἀλλὰ καὶ σωφρονεῖν εὐκολώτερον καὶ τῶν ἄλλων
ἀνέχεσθαι τῶν βιωτικῶν ῥᾷον δυνάμενος καὶ πλείονα κεκτημένος σύνεσιν ἀπὸ τῆς τῶν πραγμάτων ἐμπειρίας, δικαίως ἂν μᾶλλον ἁπάντων καταδικάζοιτο, τὰ τῶν ἀκο‐176
65λάστων νέων ἐν γήρᾳ ἐπιδεικνύμενος. Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Πανταχοῦ τῷ Θεῷ πολλὴ τῶν ἀδικουμένων ἡ πρόνοια· † καὶ τῶν εἰς αὐτὸν ἁμαρ‐ τημάτων οὐκ ἔλαττον, ἀλλ’ ἔστιν ὅπου καὶ πλέον παρο‐
70ξύνεται ὑπὲρ τῶν εἰς τοὺς ὁμοδούλους πλημμελημάτων. Καὶ γὰρ τὸν μὲν πόρνην ἔχοντα γυναῖκα ἐκβάλλειν ἐπέ‐ τρεψε, τὸν δὲ Ἑλληνίδα οὐκέτι· καίτοι τὸ μὲν εἰς αὐτόν, τὸ δὲ εἰς ἄνθρωπον τὸ ἁμάρτημα. Καὶ τῆς θυσίας προκειμένης, καταλιμπάνειν τὸ δῶρον ἐκέλευσε καὶ μὴ
75πρότερον αὐτὸ προσάγειν, ἕως ἂν τὰ πρὸς τὸν ἀδελφὸν εὖ διαθῆται ὁ τὸν πλησίον λελυπηκώς. Καὶ ἡνίκα τὸν τὰ μύρια τάλαντα κατεδηδοκότα ἔκρινεν, ὑπὲρ μὲν τῶν εἰς αὐτὸν ἐγκαλῶν ἁμαρτημάτων, οὔτε πονηρὸν ἐκάλεσεν καὶ κατηλλάγη ταχέως καὶ τὸ δάνειον ἅπαν ἀφῆκεν. ὑπὲρ δὲ
80τῶν ἑκατὸν δηναρίων, καὶ πονηρὸν δοῦλον καλεῖ καὶ τοῖς βασανισταῖς παραδίδωσι καὶ οὐ πρότερον ἔφησεν ἀνήσειν, ἕως ἅπαν ἀποδῷ τὸ χρέος.

3

.

7

Καὶ ἡνίκα μὲν αὐτὸς ἐρραπίζετο ὁ Χριστός, οὐδὲν τὸν δοῦλον εἰργάσατο τὸν τὴν πληγὴν ἐπαγαγόντα, ἀλλὰ καὶ πράως ἀπεκρίνατο λέγων. Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύ‐ ρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ὅτε
5δὲ ὁ Ἱεροβοὰμ τὴν χεῖρα ἐκτείνας ἐπιλαβέσθαι τοῦ προφήτου τοῦ τότε ἐλέγξαντος αὐτὸν ἐπεχείρησε, ξηρὰν τὴν χεῖρα εἰργάσατο, παιδεύων καὶ σὲ τὰ μὲν ἑαυτοῦ
πράως φέρειν, τὰ δὲ εἰς τὸν Δεσπότην μετὰ πολλῆς ἐκδικεῖν τῆς σφοδρότητος. Διὰ δὴ τοῦτο καὶ νομοθετῶν, εἰ178
10καὶ δευτέραν ἔφησεν τὴν εἰς τὸν πλησίον ἀγάπην εἶναι, ἀλλ’ ὁμοίαν τῇ προτέρᾳ· καὶ ὥσπερ ἐκείνην μετὰ πάσης ἀπαιτεῖ τῆς ὑπερβολῆς, οὕτω καὶ ταύτην. Ἐπ’ ἐκείνου μὲν γάρ φησιν· Ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· ἐπὶ δὲ ταύτης· Ὡς ἑαυτόν. Καὶ ἑτέρωθεν
15μὲν πολλαχόθεν ἴδοι τις ἄν, ὅσην ἀκρίβειαν ὑπὲρ τῶν πρὸς ἀλλήλους ἡμᾶς ἀπαιτεῖ δικαίων ὁ Θεός. Ὅρα γοῦν αὐτὸν καὶ ἐνταῦθα σφοδρῶς ἐπικείμενον καὶ αὔξοντα τὴν κατηγορίαν βαρυτάτοις ῥήμασιν· Ὑμεῖς δέ, φησί, τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Ὅπερ ἂν εἰργάσαντο
20πολέμιοι καὶ βάρβαροί τινες ἀπηνεῖς, ταῦτα ὑμεῖς τοὺς οἰκείους διεθήκατε. Ἀμπελῶνα δὲ καλεῖ τὸν λαὸν διὰ τὴν πολλὴν περὶ αὐτῶν σπουδὴν καὶ τὴν ἄνωθεν ἐπιμέλειαν. Καὶ αὔξων τὸ ἔγκλημα, οὐκ εἶπε· Τί τοὺς ὁμοδούλους, τοὺς πλησίον, τοὺς ἀδελφούς, ἀλλά· Τὰ ἐμά, φησίν, ἀπω‐
25λέσατε, τὰ ἐμὰ διεφθείρατε; Εἶτα δηλῶν τοῦ ἐμπρησμοῦ τὸ εἶδος, φησίν· Ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. Οὐ γὰρ οὕτω λυμαίνεσθαι τὰς ἀμπέλους εἴωθε χάλαζα, ὡς ἡ ἀδικία τοῦ πτωχοῦ καὶ πένητος ἐμπιπρᾶν πέφυκε τὴν ψυχήν, θανάτου παντὸς χαλεπωτέρᾳ κατατείνουσα αὐτὴν
30ἀθυμίᾳ. Πανταχοῦ μὲν οὖν τὸ ἁρπάζειν κακόν· μάλιστα δὲ ὅταν ὁ ἐπηρεαζόμενος ἐν ἐσχάτῃ πτωχείᾳ ᾖ. Οὐκ ἐπιτιμᾷ δὲ μόνον τοῦτο λέγων, ἀλλὰ καὶ διορθοῦται, πρὸς τὴν θεωρίαν αὐτοὺς παραπέμπων τῆς ἁρπαγῆς. Ἱκανὴ μὲν γὰρ μετὰ τὴν ῥῆσιν αὐτὴν ἡ ὄψις πρὸ τῶν ὀφθαλμῶν κειμένη
35κατανύξαι τὸν μὴ σφόδρα ἀναισθήτως διακείμενον.
Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου; Τῷ αὐτῷ πάλιν ἐπέμεινε τρόπῳ, ὥσπερ ἐκεῖ· Τὸν ἀμπελῶνά μου, οὕτω καὶ ἐνταῦθα· Τὸν λαόν μου, λέγων. Καὶ τὰ πρόσωπα τῶν ταπεινῶν καταισχύνετε; Οὓς180
40ὀρθοῦν ἔδει, τούτους ὠθοῦντες, οὓς ἀνιστᾶν, τούτους καταρρηγνύντες. Μετὰ γὰρ τῆς ἁρπαγῆς καὶ διέπτυον τοὺς εὐτελεστέρους καὶ ἀνδραπόδων χαλεπώτερον αὐτοῖς ἐκέχρηντο, πρὸς τῇ πλεονεξίᾳ καὶ τὴν ἀλαζονείαν ἐπιτεί‐ νοντες καὶ ἀπὸ τῆς ἀδικίας τοῦ πλούτου τούτου πολλὴν
45τὴν ἀπόνοιαν κτώμενοι. Συνέζευκται γὰρ τῇ πλεονεξίᾳ τὸ τῆς ὑπερηφανίας νόσημα· καὶ ὅσον ἄν τις ἐπιτείνῃ τὸν πλοῦτον, τοσοῦτον καὶ τὸ νόσημα τοῦτο ἐπιτρίβει. Τοῦτό φησι Κύριος, Κύριος στρατιῶν. Τί δέ ἐστι· Στρατιῶν; Τῶν ἀγγέλων λέγει, τῶν ἀρχαγγέλων, τῶν ἄνω

3

.

7

(50)

δυνάμεων, ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν τὸν ἀκροατὴν ἀνάγων, εἰς ἔννοιαν τῆς μεγάλης αὐτοῦ βασιλείας αὐτὸν ἐμβάλλων, ἵνα τούτῳ γοῦν καταπλήξας, σωφρονέστερον ἐργάσηται καὶ δείξῃ τὴν τοσαύτην ἀνοχὴν οὐκ ἀσθενείας, ἀλλὰ μακροθυμίας οὖσαν.
55 Τάδε λέγει Κύριος. Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐξεπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι ἅμα τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι. Καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν καὶ Κύριος ἀνακαλύψει
60τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τὸν κόσμον αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κορύμβους καὶ τοὺς μηνίσκους καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας καὶ τὰ
65ψέλλια καὶ τὸ ἐμπλόκιον καὶ τοὺς δακτυλίους καὶ τὰ περι‐ δέξια καὶ τὰ ἐνώτια καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσο‐ πόρφυρα καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικὰ καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκα‐182
70θυφασμένην καὶ θέριστρα κατάκλειστα τοῦ χρυσίου. Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσο‐ πορφύρου περιζώσῃ σάκκον. Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ.
75Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται καὶ ταπεινωθήσονται. Καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Ξένον τοῦτο ὁ προφήτης αὐτὸς πεποίηκε, μακρὸν πρὸς
80τὰς γυναῖκας ἀποτείνας λόγον, ὅπερ οὐδαμοῦ τῶν Γραφῶν ὁρῶμεν γεγενημένον οὕτω. Τί οὖν τὸ αἴτιον τοῦ ξένου;

3

.

8

Ἐμοὶ δοκεῖ πολλὴν τότε τὴν βλακείαν τῶν γυναικῶν γεγενῆσθαι καὶ τὸ πλέον εἰς τὴν τῶν ἀνδρῶν κακίαν εἰσφέρειν μέρος αὐτάς. Διὸ δὴ καὶ ἰδιαζόντως πρὸς αὐτὰς ἀποτείνεται, τὰ χαλεπώτατα αὐταῖς ἐγκαλῶν ἐγκλήματα καὶ
5εἰς ἀρχὴν ἀνάγει τὸν λόγον, ἐκ προσώπου τοῦ Θεοῦ πάλιν φθεγγόμενος. Τάδε λέγει Κύριος· Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ. Τὸ κεφάλαιον τῶν κακῶν αὐταῖς ἐγκαλεῖ, ἀπόνοιαν καὶ ἀλα‐ ζονείαν. Τοῦτο γὰρ πανταχοῦ μὲν χαλεπόν, μάλιστα δὲ ἐπὶ
10τῆς γυναικείας τικτόμενον φύσεως. Φρονήματος γὰρ ἐμπλησθεῖσα γυνή, ἅτε κουφοτέρα καὶ ἀλογωτέρα οὖσα,
εὐκόλως περιτρέπεται καὶ βαπτίζεται καὶ ναυάγιον ὑπομένει παντὸς πονηροῦ πνεύματος, τοῦ τύφου καὶ τῆς ἀλαζονείας αὐτὴν βαπτιζούσης. Δοκεῖ δὲ πρὸς τὰς ἐν184
15Ἱεροσολύμοις ἀποτείνεσθαι· διὸ καὶ θυγατέρας Σιὼν ἐκάλεσε. Καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ. Ἐνταῦθα αὐτὰς καὶ κωμῳδεῖ καὶ τὸ γυναικεῖον δείκνυσι φρόνημα, οὐδὲ ἐν διανοίᾳ στέγεσθαι δυνάμενον, ἀλλ’ ἐκρηγνύμενον καὶ διὰ
20τῶν τοῦ σώματος ἐπιδεικνύμενον κινήσεων. Οὐκ εἰς ἀπό‐ νοιαν δὲ μόνον, ἀλλὰ καὶ εἰς ἀσέλγειαν αὐτὰς διαβάλλει, τοῦτο λέγων καὶ δηλῶν ἐκ τῶν ἑξῆς. Ἐπήγαγε γοῦν· Καὶ νεύμασιν ὀφθαλμῶν, ὃ τῶν ἑταιριζομένων ἐστὶ γυναικῶν, διαστρέφειν τὰς κόρας καὶ τὴν πολλὴν βλακείαν καὶ τὸν
25μαλακισμὸν ἐντεῦθεν ἐμφαίνειν· τοῦ δὲ θρύπτεσθαι καὶ μαλακίζεσθαι οὐδὲν οὕτω σημεῖόν ἐστιν, ὡς τοῦτο. Καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι ἅμα τοὺς χιτῶνας. Οὐ μικρὸν τοῦτο ἔγκλημα, εἰ καὶ μικρὸν εἶναι δοκεῖ, ἀλλ’ ἐξωλείας τῆς ἐσχάτης ἔλεγχος καὶ τοῦ μαλακίζεσθαι καὶ
30κατακλᾶσθαι καὶ διαλύεσθαι, τὸ τοὺς χιτῶνας σύρειν. Τοῦτο γοῦν τις καὶ τῶν ἔξωθεν κωμῳδῶν τὸν ἀντίδικον τὸν αὐτοῦ τέθεικε λέγων· θοἰμάτιον καθεὶς ἄχρι τῶν σφυρῶν. Καὶ τοῖς ποσὶν ἅμα παίζουσαι. Καὶ τοῦτο τῆς αὐτῆς
35πάλιν ἀσχημοσύνης ἀπόδειξις. Διὰ γὰρ πάντων, δι’ ὀφθαλμῶν, δι’ ἱματίων, διὰ ποδῶν, διὰ βαδίσεως, ἥ τε σωφροσύνη καὶ ἡ ἀσέλγεια φαίνεται. Τῆς γὰρ ἔνδον καθη‐ μένης ψυχῆς ὥσπερ κήρυκές τινές εἰσι τῶν αἰσθητηρίων αἱ κινήσεις. Καὶ καθάπερ οἱ ζωγράφοι τὰ χρώματα κεραν‐
40νύντες τὰς εἰκόνας ἃς βούλονται χαρακτηρίζουσιν· οὕτω δὴ καὶ τὰ κινήματα τῶν μελῶν τοῦ σώματος τοὺς χαρακτῆρας ἔξω τῆς ψυχῆς ἄγει καὶ πρὸ τῶν ὀφθαλμῶν
τίθησι τῶν ἡμετέρων. Διὸ καὶ ἕτερός τις σοφὸς ἔλεγε· Στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς186
45ἀναγγελεῖ τὰ περὶ αὐτοῦ. Καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν. Δυὸ θεὶς ἐγκλήματα, ἀπόνοιαν καὶ ἀσέλγειαν, ἑκάστῳ τὸ κατάλ‐

3

.

8

(50)

ληλον ἐπάγει φάρμακον, καὶ τῷ προτέρῳ τὸ πρότερον καὶ τῷ δευτέρῳ τὸ ἐχόμενον· τῇ μὲν ἀπονοίᾳ, τὴν ταπείνωσιν, τῷ δὲ καλλωπισμῷ τοῦ σχήματος τὴν ἀναίρεσιν ἐκείνου. Πολέμου γὰρ καταλαβόντος τότε, τὰ πάντα οἰχήσεται, φησίν. Αἵ τε γὰρ φλεγμαίνουσαι καὶ ἀπονενοημέναι, τῷ
55φόβῳ κατασταλεῖσαι, τοῦ νοσήματος ἀπαλλαγήσονται· αἵ τε μαλακιζόμεναι καὶ διὰ πάντων θρυπτόμεναι, εἰς τὸν τῆς αἰχμαλωσίας ἐμπεσοῦσαι ζυγόν, πάσης ἐκείνης ἐλευθερω‐ θήσονται τῆς βλακείας. Ὥστε δὲ ποιῆσαι τὸν λόγον αὐτοῖς φορτικώτερον καὶ καθάψασθαι τῆς τῶν ἀκροωμένων
60διανοίας, καὶ κατ’ εἶδος διηγεῖται τὸν καλλωπισμὸν τῶν ἱματίων, τῶν χρυσίων, τὸν ἐπὶ τῆς ὄψεως, τὸν ἐπὶ τοῦ λοιποῦ σώματος, πρόεισι δὲ καὶ ἐπὶ τὸν τῆς οἰκίας κόσμον. Οὐ γὰρ δὴ μόνον τὰ σώματα ἐκαλλώπιζον, ἀλλὰ τὴν ὕβριν ταύτην καὶ μέχρι τῶν τοίχων ἐξῆγον, εἰς οὐδὲν
65δέον δαπανώμεναι· καὶ τὰς τρίχας δὲ στρεβλοῦσαι, τὰ πτερὰ τῆς τοιαύτης ἀπάτης πάντοθεν ἀνεπετάννυον. Καὶ τοῦτο γοῦν ἐγκαλεῖ λέγων ὅτι Ἀφελεῖ τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τὸν κόσμον αὐτῶν καὶ τὰ ἐμπλόκια αὐτῶν καὶ τοὺς κορύμβους. Κορύμβους δὲ λέγει,
70ἢ κόσμον τινὰ περὶ τὴν κεφαλὴν ἢ αὐτοῦ τοῦ κεφαλο‐ δέσμου τὸ σχῆμα. Καὶ τοὺς μηνίσκους· κόσμον περὶ τὸν
τράχηλον σεληνοειδῆ. Καὶ τὸ κάθεμα. Τὸ θέριστρον λέγει. Καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν. Ἐνταῦθά μοι δοκεῖ ἐπιτρίμματα καὶ ὑπογραφὰς αἰνίττεσθαι. Καὶ τὴν σύνθεσιν188
75τοῦ κόσμου τῆς δόξης. Τοῦτο περιχρύσιόν φησι. Καὶ τοὺς χλιδῶνας· τὰ περὶ τοὺς βραχίονας χρυσία. Καὶ τὰ ψέλλια· τὰ περὶ τοὺς καρπούς. Καὶ τὸ ἐμπλόκιον· κόσμον χρυσοῦν περὶ τὴν κεφαλήν. Καὶ τοὺς δακτυλίους καὶ τὰ περιδέξια· ἃ λέγουσι δεξιάρια. Καὶ τὰ ἐνώτια καὶ
80τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά. Τοσαύτη γὰρ ἦν αὐτῶν ἡ περὶ τὴν ἀσέλγειαν σπουδή, ὡς μὴ μόνον τοῖς ἐγχωρίοις κεχρῆσθαι, ἀλλὰ καὶ πόρρωθεν καὶ ἐκ τῆς ἀλλοτρίας αὐτὰς συλλέγειν καὶ διαποντίους ἀποδημίας
85ὑπὲρ αὐτῶν στέλλεσθαι. Πολὺ γὰρ τὸ μέσον τῆς Παλαιστίνης καὶ τῆς Λακεδαίμονος καὶ πέλαγος ἄπειρον.

3

.

9

Οὐχ ἁπλῶς τοίνυν τὴν πατρίδα τέθεικεν, ἀφεὶς τὰ ἐσθήματα, ἀλλ’ ὥστε τὴν ὑπερβάλλουσαν αὐτῶν ἀκολα‐ σίαν ἐμφῆναι. Καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυ‐
5φασμένην καὶ θέριστρα κατάκλειστα τοῦ χρυσίου. Οὐδὲν γὰρ εἶδος οὐκ ἐν ἱματίοις, οὐκ ἐν τῷ λοιπῷ κόσμῳ κατέλιπον, ἀλλὰ πᾶσαν ἐπῆλθον πολυτελείας ὁδόν, τῇ τῆς ἀσελγείας ἐκβακχευθεῖσαι τυραννίδι. Ταῦτα δὲ εἰ τότε ἐγκλήματα ἦν πρὸ τῆς χάριτος καὶ τῆς τοσαύτης φιλοσο‐
10φίας, ποίας ἂν τύχοιεν συγγνώμης αἱ πρὸς τὸν οὐρανὸν κληθεῖσαι νῦν καὶ εἰς μακρότερα σκάμματα καὶ πρὸς τὸν τῶν ἀγγέλων ἑλκόμεναι ζῆλον καὶ μετὰ πλείονος τῆς ὑπερβολῆς ταύτην νικῶσαι τὴν ἀσέλγειαν καὶ τὰς ἐπὶ τῆς
σκηνῆς ἀποκρύπτουσαι; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ190
15ἁμαρτάνειν ἡγοῦνται. Διὸ καὶ πρὸς αὐτὰς ἀνάγκη τὴν τοῦ προφήτου φωνὴν ὁπλίσαι. Οὐ γὰρ δὴ μόνον πρὸς ἐκείνας, ἀλλὰ καὶ πρὸς ταύτας εἰρήσεται τὸ ἐπαγόμενον ὅτι Ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός. Ὁρᾷς πῶς καὶ τὴν τῶν μύρων ἀλοιφὴν ἐκβάλλει καὶ μεγάλην αὐτῇ τίθησι τιμω‐
20ρίαν; Κονιορτὸν γὰρ ἐνταῦθά φησι τὸν αἰρόμενον μετὰ τὴν τῆς πόλεως κατασκαφὴν καὶ τὴν τῶν βαρβάρων ἔφοδον. Καὶ γὰρ καὶ πυρὶ καὶ σιδήρῳ τότε αὐτὴν διενεί‐ μαντο τὸ μὲν αὐτῆς κατασκάψαντες, τὸ δὲ ἐμπρησμῷ παραδόντες. Ταῦτα οὖν προλέγων ἔλεγεν ὅτι Ἀντὶ ὀσμῆς
25ἡδείας ἔσται σοὶ κονιορτὸς καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ· ὑπ’ ὄψιν ἄγων τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ τὴν ἐπὶ τὴν βάρβαρον χώραν ἀπαγωγήν. Καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις· ἢ τῶν τριχῶν ἀπὸ τῆς ταλαιπωρίας ἀπορρυεισῶν ἢ τῶν πολεμίων τοῦτο ἐργαζο‐
30μένων ἢ αὐτῶν ἑαυτάς. Ἔθος γὰρ ἦν τὸ παλαιὸν ἐν πένθει καὶ συμφορᾷ ἀποκείρεσθαι καὶ ξύρεσθαι. Καὶ γὰρ ὁ Ἰὼβ ἀπεκείρατο τὴν κεφαλήν, ἀκούσας τῶν παίδων τὴν συμφοράν. Καὶ προϊὼν ὁ προφήτης, μετὰ σάκκου καὶ κοπετοῦ καὶ ξύρησιν ἔφησε γενέσθαι. Καὶ ἄλλος πάλιν
35φησί· Καὶ ξυρῆσαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα σου τὰ τρυφερά. Καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περι‐ ζώσῃ σάκκον. Ἆρα οὐ δοκεῖ φοβερὰ εἶναι ταῦτα καὶ ἀφόρητα; Ἀλλ’ ἐφ’ ἡμῶν οὐ μέχρι τούτων στήσεται τὰ τῆς τιμωρίας, ἀλλὰ σκώληξ ἰοβόλος καὶ σκότος ἀτελεύ‐
40τητον διαδέξεται. Εἰ γὰρ ἐκείνους αἰχμαλωσία καὶ δουλεία καὶ τὰ ἔσχατα ἀνέμενε κακὰ ἀντὶ τοῦ καλλωπισμοῦ· ὅτι γὰρ τοῦτο ἀπῄτει δίκην καὶ ἰδικῶς τὴν ἁμαρτίαν ταύτην ἐκόλαζεν, ἄκουσον πῶς καταλέξας ἐκεῖνα, ἐπήγαγε καὶ τὴν
αἰτίαν· Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ· εἰ τοίνυν Ἰουδαῖαι192
45γυναῖκες κεκαλλωπισμέναι τοσαύτην ὑπέμειναν τιμωρίαν, τῆς πατρίδος ἐκ βάθρων ἀνασπασθείσης, καὶ μετὰ τὴν πολλὴν τρυφὴν δοῦλαι καὶ αἰχμάλωτοι καὶ ἀπόλιδες εἰς τὴν ἀλλοτρίαν ἀπενεχθεῖσαι χώραν καὶ λιμῷ καὶ λοιμῷ καὶ θανάτοις παραδοθεῖσαι μυρίοις· πῶς οὐκ εὔδηλον ὅτι

3

.

9

(50)

χαλεπώτερα ἡμεῖς πεισόμεθα τοῖς αὐτοῖς περιπίπτοντες; Ὥσπερ γὰρ αἱ τιμαὶ μείζους, οὕτω καὶ αἱ τιμωρίαι βαρύ‐ τεραι. Εἰ δὲ μή τις μηδέπω τὸ τοιοῦτον ἔπαθε γυνὴ καλλωπισαμένη, μὴ θαρρείτω. Ἔθος γὰρ τῷ Θεῷ τοῦτο, τὰς τιμωρίας ὁρίζειν ἐφ’ ἑνὸς καὶ δευτέρου καὶ δι’
55ἐκείνων νομοθετεῖν τοῖς λοιποῖς ἅπασι τὰ καταληψόμενα αὐτοὺς δεινά. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω ποιήσω, ἥμαρτον ἁμαρτίαν χαλεπὴν οἱ τὰ Σόδομα οἰκοῦντές ποτε, ἔδοσαν δίκην τὴν ἐσχάτην, τῶν σκηπτῶν ἐκείνων κατε‐ νεχθέντων καὶ τῶν πόλεων καὶ τῶν δήμων καὶ τῆς γῆς
60αὐτοῖς σώμασιν ἐμπρησθέντων ἁπάντων. Τί οὖν; οὐδεὶς μετ’ ἐκείνους τὰ ἐκείνων ἐτόλμησε; Πολλοὶ μὲν οὖν καὶ πολλαχοῦ τῆς οἰκουμένης. Πῶς οὖν οὐδὲν τοιοῦτον ἔπαθον; Ὅτι ἑτέρᾳ χαλεπωτέρᾳ τηροῦνται τιμωρίᾳ. Διὰ γὰρ τοῦτο ἅπαξ αὐτὸ ποιήσας ὁ Θεὸς ἀπέστη, ἵνα οἱ τὰ
65αὐτὰ τολμῶντες, κἂν μὴ δῶσιν ἐνταῦθα δίκην, εἰδότες ὦσι σαφῶς ὅτι οὐδέποτε διαφεύξονται. Πῶς γὰρ ἂν ἔχοι λόγον, πρὸ μὲν τῆς χάριτος καὶ τοῦ νόμου καὶ μήτε προφητῶν μήτε ἄλλου τινὸς ἀκηκοότας, ἁμαρτόντας τοιαῦτα παθεῖν, τοὺς δὲ μετ’ ἐκείνους τοσαύτης ἀπολαύ‐
70σαντας προνοίας καὶ μηδὲ τῷ παραδείγματι γενομένους σωφρονεστέρους, ὃ πολλῷ χαλεπωτάτην ποιεῖ τὴν ἁμαρ‐ τίαν, διαφυγεῖν τὴν ἐπὶ τοῦτο κειμένην δίκην; Πῶς οὖν οὐκ ἔδοσαν οὐδέπω καὶ σήμερον; Ἵνα μάθῃς ὅτι πολὺ χαλεπωτέρᾳ τηροῦνται τιμωηρίᾳ.

3

.

10

Ὅτι γὰρ ἔστι χαλεπώτερα Σοδόμων παθεῖν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρας ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ταύτῃ. Ὥστε κἂν καλλωπιζόμεναι νῦν γυναῖκες μὴ πάθωσιν, ἅπερ194
5ἔπαθον αἱ τότε καλλωπισάμεναι, μὴ θαρρείτωσαν. Ἡ γὰρ ἀνοχὴ αὐτὴ καὶ ἡ μακροθυμία χαλεπωτέραν σωρεύει τοῦ πυρὸς τὴν κάμινον καὶ μείζονα τὴν φλόγα ἐργάζεται. Τοῦτο καὶ ἐπὶ Ἀνανίου καὶ Σαπφείρας γέγονε. Καὶ γὰρ ἐκεῖνοι ἐν ἀρχῇ καὶ προοιμίῳ τοῦ κηρύγματος ὑφελόμενοι
10τῶν χρημάτων ἐκείνων, ἀθρόον ἀνηρπάσθησαν, μετὰ δὲ ἐκείνους πολλοὶ τοιαῦτα τολμήσαντες, οὐδὲν ἔπαθον. Πῶς οὖν ἂν ἔχοι λόγον τὸν δίκαιον κριτὴν καὶ πᾶσι τὰ ἴσα νέμοντα τοὺς μὲν ἧττον ἡμαρτηκότας κολάσαι, τοὺς δὲ χαλεπώτερα ποιήσαντας ἀφεῖναι; Οὐκ εὔδηλον ὅτι ἐπειδὴ
15ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην, διὰ τοῦτο ἀνεβάλλετο τὴν τιμωρίαν, ἵνα ἢ τῇ μακροθυμίᾳ γένωνται βελτίους ἢ τοῖς αὐτοῖς ἐπιμένοντες χαλεπώτερα πάθωσιν; Ὅταν τοίνυν ἁμαρτόντες τὰ αὐτὰ τοῖς ἤδη πεπλημμεληκόσι καὶ κολασθεῖσι, μὴ τὰ αὐτὰ πάθωμεν, μὴ
20θαρρῶμεν, ἀλλὰ μᾶλλον φοβώμεθα. Ὥσπερ γὰρ νόμον τὴν ἐπ’ ἐκείνων τιμωρίαν ἐξήνεγκεν ὁ Θεός, πᾶσι παραινῶν καὶ λέγων ὅτι διὰ τοῦτο τὸν ἐξ ἀρχῆς ἁμαρτόντα ἐκόλασα, ἵνα καὶ σὺ ὁ μετ’ ἐκείνους τοῦτο πλημμελῶν, τὰ αὐτὰ ἀναμένῃς, ἵνα μεταβάλῃ καὶ γένῃ βελτίων. Τοῖς γὰρ
25τοιούτοις ἁμαρτήμασι τοιαῦται κεῖνται τιμωρίαι, κἂν μὴ παραχρῆμα ἔρχωνται. Τούτοις δὲ οὐχ ἁπλῶς ἐνδιέτριψα, ἀλλ’ ἐπειδὴ πονηρὸν νόσημα εἰς τὰς τῶν ἀνθρώπων εἰσῆλθεν οἰκίας διὰ τῆς τῶν γυναικῶν βλακείας, ὁ τῆς φιλοκοσμίας ἔρως, ὃς καὶ
30τὴν τῶν χρημάτων ἐπέτεινε τυραννίδα, εἰς ἀκαίρους
δαπάνας τοὺς ἄνδρας ἐμβαλών, καὶ πολέμου καὶ στάσεως καὶ φιλονεικίας ὑπόθεσις γινόμενος καθημερινῆς καὶ τὰς τῶν πενήτων κατατείνων γαστέρας. Ὅταν γὰρ ἅπασαν τὴν οὐσίαν γυνὴ ἢ καὶ τὸ πλέον τῶν ὄντων εἰς τὴν τοῦ196
35σώματος ὕβριν ἀναγκάζῃ τὸν ἄνδρα δαπανᾷν (ὕβρις γὰρ σώματος, τὸ περικείμενον χρυσίον), ἀνάγκη τὴν χεῖρα συστέλλεσθαι πρὸς τὴν τῆς ἐλεημοσύνης φιλοτιμίαν. Καὶ πολλὰ δὲ ἕτερα ἐκ τούτου τικτόμενα ἔστιν ἰδεῖν ἁμαρτη‐ μάτων εἴδη. Ἀλλὰ ταῦτα ἀφέντες τῇ πείρᾳ τῶν
40πασχόντων εἰδέναι σαφῶς, τῶν ἐχομένων ἁπτώμεθα. Μετὰ γὰρ τὸ παραστῆσαι τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ εἰπεῖν ὅτι ἀντὶ τοῦ καλλωπισμοῦ ταύτην ἐπάγω, ἐπι‐ τείνει τὴν συμφοράν, λέγων· Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται καὶ οἱ ἰσχύοντες ὑμῶν
45μαχαίρᾳ πεσοῦνται. Τοῦτο γὰρ αἰχμαλωσίας χαλεπώτερον. Καὶ γάρ ἐστι ζωὴ θανάτου πικροτέρα. Ὅταν γὰρ μετὰ τῆς δουλείας καὶ ἄωρα 〈τὰ〉 πένθη θρηνεῖν ἀναγκάζωνται, ἐννόησον ὅσον τῆς συμφορᾶς τὸ μέγεθος, τῶν καὶ καθ’ ἑαυτὰ πικρῶν ὄντων συναπτομένων ἀλλήλοις. Καὶ γὰρ εἰ

3

.

10

(50)

αἰχμαλωσία μόνη ἦν, ἀφόρητον ἦν τὸ δεινόν· καὶ εἰ ἐν ἐλευθερίᾳ ζώντων τοιαῦτα συνέβαινε πένθη, θανάτου πικροτέρα ἦν ἡ ζωή. Ἀλλὰ νῦν ἀμφότερα ἔσται, φησί, συνημμένα ἀλλήλοις. Μᾶλλον δὲ διπλῆν δεῖ ταύτην καλεῖν συμφορὰν καὶ τριπλῆν καὶ τετραπλῆν, ὅταν καὶ υἱὸς καὶ
55κάλλιστος καὶ ποθούμενος καὶ ὑπὸ βαρβάρων, ἀλλὰ μὴ τῷ κοινῷ τῆς φύσεως καταλύῃ νόμῳ τὸν βίον· καὶ μετὰ τούτου καὶ οἱ ἐν ἡλικίᾳ πάντες, ὥστε μηδὲ ἐλπίδα αὐτοῖς εἶναι χρηστήν, ὅσον εἰς ἀνθρωπίνην ἧκε βοήθειαν καὶ συμμαχίαν.
60 Καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν
ἐδαφισθήσῃ. Διὰ πάντων αὔξει τὸν θρῆνον, ἐπιτείνει τὸν φόβον, ἀκμάζουσαν τὴν ἀγωνίαν ἐργάζεται, ὑπ’ ὄψιν ἄγει τὰ δεινά, εὐρύνει τῆς συμφορᾶς τὴν διήγησιν, πανταχοῦ198
65περιτρέχων, πάντοθεν συνάγων τὰ λυπηρὰ διὰ τὴν τῶν ἀκουόντων ἀναισθησίαν. Ἀγαπητὸν γὰρ ἦν τοσαύταις κατασειομένας αὐτὰς ἀπειλαῖς ἀνενεγκεῖν καὶ λαβεῖν αἴσθησιν τῶν μελλόντων συμβήσεσθαι λυπηρῶν. Διὰ δὴ τοῦτο καὶ τοῦτο ἐπήγαγεν, ὃ σφόδρα ἐλεεινὸν εἶναι δοκεῖ,
70τὸ χρυσίου θήκην ὁρᾶν κεκενωμένην, ὑπόμνημα τῆς παλαιᾶς εὐπραγίας, διὰ τῆς ὄψεως ἀκμάζουσαν διατηροῦν τὴν ἀλγηδόνα. Καὶ γὰρ τότε μάλιστα δάκνειν ἡμᾶς εἰώθασιν αἱ συμφοραί, ὅταν αὐτὰς ταῖς προτέραις παραβάλλωμεν εὐημερίαις· καὶ ἡ σύγκρισις χαλεπώτερον
75τὸ ἕλκος ἐργάζεται. Τοῦτο γοῦν ποτε καὶ ὁ Ἰὼβ θρηνῶν ἔλεγε· Τίς ἄν με θείη μῆνας μετὰ μῆνας ἡμερῶν τῶν ἔμπροσθεν; καὶ διηγεῖται τὸν πλοῦτον ἅπαντα καὶ τὰ ὥσπερ ἐκ πηγῶν ἐπιρρέοντα ἀγαθά, τὰς τιμάς, τὰς προσόδους, τὴν περιφάνειαν ἅπασαν, ὥστε τῇ συγκρίσει
80τούτων πολλῷ χαλεπώτερα δεῖξαι τὰ παρόντα καὶ κατειλη‐ φότα αὐτὸν δεινά. Ὃ δὴ καὶ ὁ προφήτης νῦν ἐποίησε, τῶν θηκῶν ἀναμνήσας, καὶ οὐδὲ τούτοις ἀρκεσθείς, ἀλλὰ καὶ εἰσαγαγὼν αὐτὰς πενθούσας. Ἐμφαντικώτερον γὰρ τοῦτο τοῦ λόγου τὸ εἶδος, ὅταν τοιαύτας ἐργάζηται
85προσωποποιίας. Ἤδη γοῦν καὶ ἀμπέλους εἰσάγει θρηνούσας, καὶ οἶνον, ὥστε μᾶλλον καθικέσθαι τῶν ἀκροωμένων καὶ τῆς παχύτητος αὐτῶν καθάψασθαι. Τί δέ ἐστι, Καταλειφθήσῃ μόνη; Καὶ συμμάχων, φησί, καὶ τῆς τοῦ Θεοῦ προνοίας ἐρημωθεῖσα καὶ τῆς ἄλλης περι‐
90φανείας γυμνωθεῖσα πάσης καὶ πανταχόθεν ὑπὸ τῶν πολε‐ μίων κυκλουμένη καὶ ἐν μέσοις ἀπειλημμένη βαρβάροις. Εἶτα τὴν ὑπερβολὴν τῆς ταπεινώσεως παραστῆσαι θέλων, φησί· Καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Οὐδὲ πέσῃ εἶπεν, οὐδέ· Κατενεχθήσῃ, ἀλλ’ ἑτέρᾳ λέξει σαφέστερον
95ἐνδεικνυμένῃ τὴν εὐτέλειαν αὐτῆς ἅπασαν ἀπεχρήσατο.200

4

t

ΚΕΦΑΛ. Δʹ

4

.

1

Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνθρώπου ἑνὸς λέγουσαι· τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ’ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.
5 Τὴν ἐκ τοῦ πολέμου συμβᾶσαν ὀλιγανθρωπίαν ἐμφῆναι βούλεται καὶ πῶς εἰς ἐλάχιστον περιέστη ὁ δῆμος τῶν Ἰουδαίων. Οὐδὲ γὰρ προστασίας ἔφησαν δεῖσθαι τῆς ταῖς γυναιξὶ προσηκούσης ὑπὸ ἀνδρῶν παρέχεσθαι, ἀλλὰ ἀτελῆ τῆς λειτουργίας αὐτὸν ἀφεῖναι ταύτης καὶ στέργειν καὶ
10ἀγαπᾶν, εἰ ἁπλῶς γοῦν καὶ ὡς ἔτυχε τοῦ τῆς χηρείας ἀπαλλάγειεν ὀνόματος. Τοῦτο γάρ ἐστιν· Ἄφελε τὸν ὀνει‐ δισμὸν ἡμῶν· ἐπειδὴ τὸ παλαιὸν ὄνειδος εἶναι τοῦτο ἐδόκει. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ
15δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ κατα‐ λειφθὲν τοῦ Ἰσραήλ. Ἐπειδὴ σφόδρα κατέσεισε τὴν διάνοιαν αὐτῶν τῇ τῶν λυπηρῶν ἀπειλῇ, καὶ τὴν συμφορὰν ἐναργῶς ἐτραγῴδησε καὶ μακρὸν ἀπέτεινε λόγον τὰ φοβερὰ διηγούμενος, μεταβάλλει λοιπὸν ἐπὶ τὰ χρηστό‐
20τερα. Τοῦτο γὰρ ἰατρείας ἀρίστης τρόπος, μὴ τέμνειν μηδὲ καίειν μόνον, ἀλλὰ καὶ τὰς ἐκεῖθεν γινομένας ὀδύνας προσηνέσι παραμυθεῖσθαι φαρμάκοις· τοῦτο δὴ καὶ αὐτὸς ποιεῖ. Οὐ γὰρ δὴ εἰς τὰ σκυθρωπὰ καταλύσειν ἔφησε τὸ
πᾶν, ἀλλὰ τῶν πονηρῶν ἐκ μέσου ληφθέντων διαδέχεσθαι202
25τὰ χρηστότερα· καὶ οὐκ ἀπαλλαγὴν ἔσεσθαι μόνον τῶν ἀηδῶν, ἀλλὰ καὶ πολλὴν τὴν περιφάνειαν καὶ μεγάλην τὴν λαμπρότητα. Τοῦτο γὰρ ἐπίλαμψιν Θεοῦ καλεῖ, τὸ σκότος τῆς ἀθυμίας λύουσαν καὶ φαιδρὰν ποιοῦσαν ἡμέραν καὶ περιφανεῖς καθιστῶσαν. Τὸ δέ· Ἐν βουλῇ, ὅτι συνετῶς,
30φησί, πάντα ἐργάσεται καὶ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Ἵνα μάθῃς ὅτι οὐ
35συντυχίας τινὸς ἡ σωτηρία γέγονε τῶν διαφυγόντων τὸν κίνδυνον, ἀλλ’ ἐκ τῆς ἄνωθεν ψήφου τειχισθέντες καὶ ἐν μέσοις τοῖς δεινοῖς ὄντες οὐχ ἑάλωσαν, διὰ τοῦτό φησιν· Ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Οἱ ἀφορισθέντες, φησίν, οἱ δοκιμασθέντες, οἱ
40τυπωθέντες, μηδὲν παθεῖν δεινόν. Εἰκότως δὲ αὐτοὺς ἁγίους καλεῖ δεικνὺς ὅτι οὐχ ἁπλῶς ὁ ἀφορισμὸς αὐτοὺς ἀπήλλαξεν, οὐδὲ ἁπλῶς ἡ τοῦ Θεοῦ ψῆφος· ἀλλά τι καὶ ἡ τῶν τρόπων εἰσήνεγκεν ἀρετή, ἥ τε προτέρα, ἥ τε μετὰ ταῦτα. Εἰ γὰρ καὶ χρηστοί τινες ἦσαν καὶ ἐπιεικεῖς, ἀλλ’
45ὅμως ὑπὸ τῶν συμβάντων βελτίους ἐγένοντο καὶ ἀκρι‐ βέστεροι. Καθάπερ γὰρ τὸ χρυσίον τῷ πυρὶ παραδι‐ δόμενον πᾶσαν ἀποτίθεται κηλῖδα, οὕτω καὶ οἱ σπουδαῖοι σπουδαιότεροι καθίστανται ἐν τοῖς πειρασμοῖς, πᾶσαν ἀπο‐ νιπτόμενοι ῥᾳθυμίαν.

4

.

1

(50)

Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. Διπλοῦν ἐνταῦθά μοι δοκεῖ λέγειν καθαρμὸν καὶ τὸ δοῦναι δίκην ὧν ἥμαρτον καὶ τὸ σπουδαιοτέρους γενέσθαι πρὸς
55τὸ μέλλον ἐντεῦθεν. Αἷμα δὲ Ἱερουσαλὴμ τοὺς φόνους λέγει τὰς σφαγὰς τὰς ἀδίκους. Εἶτα αὔξων τὸ ἔγκλημά φησιν, Ἐκ μέσου αὐτῶν. Οὐδὲ γὰρ λανθάνοντες καὶ κρυπτόμενοι τὰς ἀνδροφονίας ἐτόλμων, ἀλλὰ τῶν λῃστῶν καὶ τῶν τὰς λεωφόρους ἐφεδρευόντων χεῖρον. Ἐκεῖνοι μὲν204
60γὰρ καὶ τῷ σκότῳ κρυπτόμενοι καὶ ταῖς ἐρημίαις τολμῶσι τὰ εἰωθότα· οὗτοι δὲ ἐν μέσαις ταῖς ἀγοραῖς, ἐν μέσῃ τῇ πόλει, ἐν αὐτοῖς τοῖς δικαστηρίοις τὰ ἐκείνων παρηνόμουν. Ἀλλὰ καὶ τὴν ἐκεῖθεν, φησί, γενομένην κηλῖδα ἐπελθὼν ὁ πόλεμος ἀναλώσει. Καὶ γὰρ καὶ ἐν τῷ καιρῷ τῶν χρηστῶν
65ὑπὲρ τῶν προτέρων ἀπολογεῖται λυπηρῶν, ὅτι καὶ αὐτὰ ἐκεῖνα τὰ συμβάντα διὰ τοῦτο συνέβη, ἵνα ἐκπλυθῶσιν, ἵνα καθαρθῶσιν, ἵνα πυρωθῶσιν, ἵνα πᾶσαν ἀποθῶνται κηλῖδα, ἵνα τὸ ἐκ τῶν ἁμαρτημάτων καὶ τῶν σφαγῶν ἀπονίψωνται ὄνειδος. Τί δέ ἐστιν ὅ φησι· Πνεύματι κρίσεως καὶ
70πνεύματι καύσεως; Τῇ μεταφορᾷ τῶν χωνευομένων ὑλῶν ἐπέμεινεν. Ὥσπερ γὰρ ἐκεῖ τὸ πνεῦμα εἰς τὸ χωνευτήριον ἐμπῖπτον καὶ τὴν φλόγα ἀναρριπίζον καὶ θερμοτέρους ποιοῦν τοὺς ἄνθρακας ἅπαντα δαπανᾷ τὸν ῥύπον· οὕτω καὶ ἐνταῦθα ἡ θεήλατος ὀργὴ καὶ ἡ τῶν πολεμίων ἔφοδος
75ἐμπεσοῦσα, ἀντὶ πυρὸς τῇ πόλει γέγονε, πυρὸς οὐκ ἀπολ‐ λύντος, ἀλλὰ καίοντος καὶ καθαίροντος, κολάζοντος καὶ διορθουμένου. Τὸ γάρ· Πνεύματι κρίσεως, τουτέστι, κολάσεως, τιμωρίας, ἐκδικήσεως. Καὶ ἥξει, φησί, Κύριος. Παρουσίαν αὐτοῦ τὴν
80ἐνέργειαν καλεῖ. Καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός, πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἡμέρας ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρό‐
85τητος καὶ ὑετοῦ. Νεφέλην ἐνταῦθα τὴν ἐκ τῶν κακῶν ἐγγινομένην παραψυχήν φησι· πυρὰν δὲ τὴν μετὰ τῆς
παραμυθίας περιφάνειαν προσγινομένην. Ὅπερ γάρ ἐστιν ἐν καύματι νεφέλη, τοῦτο ἐν σκότῳ καὶ νυκτὶ βαθυτάτῃ πυρὰ λαμπρῶς ἀναπτομένη. Ἡ μὲν γὰρ τὸν αὐχμὸν206
90ἀποκρούεται, ἡ δὲ διαλύει τὸν ζόφον. Τὴν μὲν οὖν περι‐ φάνειαν τῇ λαμπρότητι τῆς πυρᾶς, τὴν δὲ ἄνεσιν τῇ σκιᾷ τῆς νεφέλης παρέβαλεν. Εἶτα δεικνὺς ὡς οὐ κατὰ μικρὸν τῶν δεινῶν λυομένων ταῦτα ἔσται, ἀλλὰ ἀθρόον ἐν αὐτῇ τῇ τῶν λυπηρῶν ἀκμῇ ἡ μεταβολὴ γενήσεται, ἵνα καὶ
95ἐντεῦθεν μάθωσιν, ὅτι οὐχὶ ἐκ περιφορᾶς τινος καὶ συντυ‐ χίας ἡ πρὸς τὸ βέλτιον γέγονε μετάστασις, ἀλλ’ ἐκ τῆς ἄνωθεν δυνάμεως τὸ πᾶν κατώρθωται· Ὡς πυρὸς καιομένου νυκτός, φησίν, οὕτως ἡ μεταβολὴ γενήσεται· Καὶ ἔσται εἰς σκιὰν ἡμέρας. Τίς ἔσται; Ἡ τοῦ Θεοῦ

4

.

1

(100)

βοήθεια, φησί, καὶ ἡ συμμαχία, ὥσπερ σκιὰ ἐν καύματι καὶ ὥσπερ ὄροφος ἢ κατάδυσίς τις σπηλαίου, ὄμβρου καταρ‐ ρηγνυμένου σφοδροῦ, ἐν ἀσφαλείᾳ τὸν ἐκεῖ καταφυγόντα διατηροῦσα· οὕτω δὴ καὶ ἡ τοῦ Θεοῦ συμμαχία οὐκ ἀφήσει δεινὸν οὐδὲν παθεῖν, καὶ τοσούτου καταρρηγνυ‐
105μένου πολέμου, οὓς ἂν ἕληται ἐξ ἀρχῆς διασῶσαι.208

5

t

ΚΕΦΑΛ. Εʹ

5

.

1

ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. Φοβήσας τοῖς λυπηροῖς, εὐφράνας τοῖς χρηστοῖς, ποι‐ κίλην τὴν θεραπείαν ἐργασάμενος, εἰς ἀρχὴν πάλιν ἑτέραν
5ἀνάγει τὸν λόγον, ἀρχὴν ἐοικυῖαν τῷ προοιμίῳ τῆς προφητείας. Καθάπερ γὰρ ἀρχόμενος τὰς εὐεργεσίας ἀπήγ‐ γειλε τοῦ Θεοῦ τὰς εἰς αὐτοὺς γεγενημένας, λέγων· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, καὶ τὰς παρανομίας τὰς ὑπ’ αὐτῶν τολμηθείσας ἐπάγων καὶ προστιθείς, ὅτι· Αὐτοὶ δή με
10ἠθέτησαν καὶ ὅτι· Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκεν· οὕτω δὴ καὶ ἐνταῦθα λέξεσιν μὲν ἑτέραις, νοήμασι δὲ τοῖς αὐτοῖς τὰ αὐτὰ τοῖς προτέροις ἐνδείκνυται. Ἀλλὰ τίνος ἕνεκεν κατηγορεῖν μέλλων, ᾆσμα τὴν κατηγορίαν καλεῖ; Μωϋσῆς μὲν γὰρ εἰκότως τοῦτο
15ἐποίησε μετὰ τῆς Μαρίας, ἅτε τὴν ἐπινίκιον μέλλων ᾄδειν ᾠδὴν καὶ εἰκότως οὕτως ἀρχόμενος ἔλεγεν· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. Καὶ ἡ Δεβόρα δὲ μετὰ τὸ θαυ‐ μαστὸν ἐκεῖνο τρόπαιον καὶ τὴν παράδοξον νίκην, εἰκό‐
20τως ᾠδὴν ὑφαίνει τὴν ἐπινίκιον ἐκείνην, εὐφημίαν ἀνα‐ φέρουσα τῷ Θεῷ. Οὗτος δὲ κατηγορεῖν μέλλων καὶ συντόνου λόγου δεόμενος καὶ ψυχῆς οὐκ ἀνειμένης, ἀλλὰ
συντεταμένης, ᾄσειν ἡμῖν ἐπαγγέλλεται καὶ ᾆσμα τὰ ἐγκλήματα καλεῖ. Οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ καὶ ὁ μέγας210
25ἐκεῖνος Μωϋσῆς ὁ τὴν ἐπινίκιον τότε ᾄσας ᾠδήν, κατη‐ γορῶν τῶν Ἰουδαίων, μακρὰν ᾠδὴν τὰ ἐγκλήματα πεποίηκε λέγων· Ταῦτα τῷ Κυρίῳ ἀνταποδίδοτε; Οὗτος ὁ λαὸς μωρὸς καὶ οὐχὶ σοφός· καὶ πολλὰς συνθεὶς κατη‐ γορίας, ᾄδοντας αὐτοὺς ταῦτα λέγειν ἐνομοθέτει· καὶ ἔτι
30καὶ νῦν ᾄδοντες ταῦτα λέγομεν καὶ ἡμεῖς. Τίνος οὖν ἕνεκεν τὰς κατηγορίας ᾠδὴν ποιοῦσι; Σοφίᾳ κεχρημένοι πνευματικῇ καὶ πολὺ τὸ κέρδος ἐνθεῖναι ταῖς τῶν ἀκουόντων βουλόμενοι ψυχαῖς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτω χρήσιμον, ὡς τὸ πλημμελημάτων μεμνῆσθαι διηνεκῶς,
35μνήμην δὲ οὐδὲν οὕτω μόνιμον ὡς μελῳδία ποιεῖ, ἵνα μὴ διὰ τὴν ὑπερβολὴν τῶν κατηγοριῶν ὀκνοῦντες καὶ ἀναδυόμενοι φεύγωσι τὸ συνεχῶς μεμνῆσθαι τῶν οἰκείων ἁμαρτημάτων, τῷ μέλει τῆς ᾠδῆς ὑποκλέπτων τὴν ἀπὸ τῆς μνήμης αἰσχύνην καὶ τὴν ἀφόρητον ἀθυμίαν
40παραμυθούμενος, ᾄσματα αὐτὰ πεποίηκεν, ἵνα τῷ πόθῳ τῆς μελῳδίας ἀναγκαζόμενοι συνεχῶς αὐτὰ φθέγγεσθαι, συνεχῶς αὐτῶν ὦσι μεμνημένοι, καὶ μεμνημένοι διηνεκῶς ἔχωσί τινα διδάσκαλον ἀρετῆς τὴν διηνεκῆ τῶν ἁμαρ‐ τημάτων μνήμην. Ἴστε γοῦν ὅτι καὶ νῦν τὰ μὲν ἄλλα οὐδ’
45ἐξ ὀνόματος τοῖς πολλοῖς ἐστι Βιβλία γνώριμα· τὴν δέ γε τῶν ψαλμῶν πραγματείαν ἐπὶ στόματος ἅπαντες φέρουσι καὶ αὐτὰς ταύτας τὰς ᾠδάς· οὕτως ὡς δι’ αὐτῶν τῶν πραγμάτων δείκνυται, πόσον ἀπὸ τῆς μελῳδίας τὸ κέρδος ἐστί. Διὰ δὴ τοῦτο καὶ αὐτός φησιν· ᾌσω δὲ τῷ ἠγαπη‐

5

.

1

(50)

μένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. ᾎσμα τῷ ἠγαπημένῳ, φησίν, ἀμπελῶνι· ᾄσω περὶ αὐτοῦ τοῦ ἠγαπημένου. Καὶ αὐτῷ γὰρ ᾄδω, φησί, καὶ ἡ ὑπόθεσις τῆς ᾠδῆς περὶ αὐτοῦ καὶ τῶν αὐτοῦ πραγμάτων ἐστίν. Εἰ δὲ μέλλων κατηγορεῖν ἀγαπητὸν καλεῖ καὶ ἠγαπημένον, μὴ
55θαυμάσῃς. Καὶ τοῦτο γὰρ μέγιστον κατηγορίας ἐφόδιον, ὅτι δὴ ἀγαπηθέντες καὶ τοσαύτης ἀπολαύσαντες παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας, οὐδὲ οὕτω βελτίους ἐγένοντο. Τοῦτο γοῦν καὶ ἕτερος προφήτης αἰνιττόμενος ἔλεγεν· Ὡς σταφυλὴν212
60ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραήλ, ὡς σκοπὸν ἐν συκῇ πρώϊμον εἶδον πατέρας αὐτῶν· τὸ ποθεινὸν αὐτῶν καὶ ἐπέραστον διὰ τῶν καρπῶν τούτων ἐνδεικνύμενος· ποθεινὸν δὲ αὐτὸν καὶ ἐπέραστον οὐ παρὰ τὴν οἰκείαν ἀρετήν, ἀλλὰ παρὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι
65ἐγὼ μὲν οὕτως ἠγάπησα, ὡς ἄν τις σταφυλὴν εὑρὼν ἐν ἐρήμῳ ἢ ὡς ἄν τις σκοπὸν ἐν συκῇ. Εἰ γὰρ καὶ ἀνάξια τοῦ Θεοῦ τὰ παραδείγματα, ἀλλὰ κατάλληλα τῆς ἐκείνων γαστριμαργίας. Αὐτοὶ δέ, φησί, τοσαύτης ἀπολαύσαντες τῆς ἀγάπης, ἀπηλλοτριώθησαν καὶ εἰσῆλθον πρὸς τὸν Βεελ‐
70φεγώρ. Οὕτω δὴ καὶ ἐνταῦθα ἠγαπημένον αὐτὸν καλεῖ καὶ ἀγαπητὸν δεικνὺς ὅτι ὁ μὲν Θεὸς τὰ παρ’ ἑαυτοῦ πάντα ἐπεδείξατο, οὐκ αὐτῶν ἀρξαμένων, ἀλλὰ τοῦ Θεοῦ ἡγησαμένου. Ἐκεῖνοι δὲ οὐδὲ μετὰ ταῦτα ἀξίους ἑαυτοὺς τῆς εὐεργεσίας ἔδειξαν, ἀλλὰ τἀναντία ἐπεδείξαντο ἅπαντα.
75 Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Τῷ ὀνόματι τοῦ ἀμπελῶνος πᾶσαν ἐνέφηνε τὴν πρόνοιαν καὶ τὴν περὶ αὐτοὺς ἐπιμέλειαν.

5

.

2

Οὐ μὴν ἵσταται μέχρι τούτου, ἀλλὰ καὶ τὰ ἕτερα ἀπαριθμεῖται εὐεργε‐ τήματα· καὶ πρότερον ἀπὸ τῆς θέσεως τοῦ τόπου τοῦτο ποιεῖ· τὸ γάρ· ἐν κέρατι, ἐν τόπῳ πίονι, τὸ μὲν τὴν
5φύσιν τῆς γῆς ἐπαινῶν ἔλεγε, τὸ δὲ τὴν θέσιν· ὅπερ καὶ ὁ Δαυῒδ ψάλλων ἔφησεν, ὅτι Ἱερουσαλήμ, ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ. Ἐτείχισε μὲν γὰρ αὐτήν, φησί, καὶ τῇ θέσει τοῦ τόπου· πλὴν οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ τὸ μέγιστον τεῖχος αὐτὸς αὐτῇ
10γέγονεν· ὃ δὴ καὶ οὗτος αἰνίττεται λέγων· Ἐν κέρατι, τό τε ἀχείρωτον καὶ τὸ ἀκαταγώνιστον τοῦ τόπου καὶ πρὸ τούτου τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν δηλῶν ἀπὸ μετα‐ φορᾶς τοῦ κέρως τοῦ βοός. Καὶ γὰρ καὶ παροιμία τοιαύτη δημώδης ἐξενήνεκται περὶ τῶν εἰς ἀσφαλές τι χωρίον214
15καταφευγόντων. Ἐπειδὴ γὰρ ἰσχυρότατον πάντων ὁ ταῦρος, αὐτοῦ δὲ τοῦ ζώου τὸ ἰσχυρότερον τὸ κέρας· ὅπλῳ γὰρ αὐτῷ κέχρηται· διὰ τὸ δυσχείρωτον, τοῦτο εἰώθασι λέγειν οἱ πολλοί· καὶ ἡ Γραφὴ δὲ πολλάκις κέρας μονοκέρωτος καλεῖ τοὺς ἐν ἀσφαλείᾳ ὄντας. Ἐν κέρατι
20οὖν ἐνταῦθά φησιν, ἐν ἀσφαλείᾳ, ἐν ὕψει, ὅπερ ἀρχόμενος ἔλεγεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Ἐν τόπῳ πίονι· ὅπερ ὁ Μωϋσῆς εἶπεν· Γῆν ῥέουσαν γάλα καὶ μέλι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα. Φραγμὸν ἢ τὸ τεῖχός φησιν ἢ τὸν νόμον, ἢ τὴν αὐτοῦ πρόνοιαν. Καὶ
25γὰρ ὁ νόμος τείχους ἀσφαλέστερον αὐτοῖς περιέκειτο. Καὶ ἐχαράκωσα, τουτέστιν, ἰσχυρὰν τὴν ἀσφάλειαν ἐποιη‐ σάμην. Ἐπειδὴ γὰρ πολλάκις φραγμὸς εὐεπιχείρητον καὶ ἑτέραν, φησί, περιέβαλον αὐτοῖς συμμαχίαν. Καὶ ἐφύτευσα ἄμπελον Σωρήχ. Ἐπιμένει τῇ μεταφορᾷ,
30ἣν οὐ δεῖ κατὰ λέξιν ἑρμηνεύειν, ἀλλὰ τὸν σκοπὸν εἰδότας ἀρκεῖσθαι τούτῳ. Σωρὴχ δὲ ἐνταῦθα ἀληθινήν φησιν, εὐγενῆ, οὐχὶ τῶν φαύλων φυτῶν, οὐδὲ τῶν καταδεεσ‐ τέρων, ἀλλὰ τῶν δοκίμων καὶ πρώτων. Πολλὰ γὰρ ἀμπέλων γένη.
35Καὶ ᾠκοδόμησα πύργον καὶ προλήνιον ἐν μέσῳ αὐτοῦ.
Τινὲς 〈πύργον〉 τὸν ναόν φασι καὶ προλήνιον τὸ θυσιαστήριον, ἅτε τῶν καρπῶν ἐκεῖ συναγομένων τῆς ἀρετῆς τῆς ἑκάστου καὶ τῶν προσφορῶν καὶ τῶν θυσιῶν ἁπασῶν· ἐγὼ μέντοι τοῦτο, ὅπερ ἔφθην εἰπὼν καὶ νῦν216
40ἐρῶ, ὅτι τῷ σκοπῷ δεῖ προσέχειν τῆς μεταφορᾶς. Διὰ γὰρ πάντων τοῦτο βούλεται εἰπεῖν, ὅτι τὰ παρ’ ἐμαυτοῦ πάντα ἐπλήρωσα, πᾶσαν ἐπιμέλειαν ἐπεδειξάμην. Οὐ κατέτεινα καμάτοις, οὐ συνέτριψα πόνοις, οὐκ αὐτοὺς οἰκοδομῆσαι ἐκέλευσα, οὐκ αὐτοὺς σκάψαι, οὐκ αὐτοὺς φυτεῦσαι, ἀλλ’
45ἀπηρτισμένον τὸ ἔργον παρέδωκα. Καὶ οὐδὲ μέχρι τούτου τὰ τῆς φιλανθρωπίας ἔστησα μόνον, ἀλλά· Καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἀνέμεινα τὸν προσήκοντα καιρὸν τῆς καρποφορίας, μακροθυμίᾳ πολλῇ χρησάμενος. Τὸ γάρ· Ἔμεινα, τοῦτο δηλοῖ. Ἐποίησε δὲ ἀκάνθας. Τὸν

5

.

2

(50)

ἄκαρπον αὐτῶν βίον ἐνδείκνυται, τὸν τραχύν, τὸν σκληρόν. Τίνος οὖν ἂν εἶεν συγγνώμης ἄξιοι μετὰ τοσαύτην ἐπιμέλειαν τούτους ἀποδόντες τῷ γεωργῷ τοὺς καρπούς; Καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν
55Ἱερουσαλὴμ κρίνατε ἐν ἐμοὶ καὶ ἀνάμεσον τοῦ ἀμπελῶνός μου. Πολλὴ ἄρα τῶν δικαιωμάτων ἡ περιουσία, ὅταν αὐτοὺς τοὺς ὑπευθύνους δικαστὰς καθίζῃ τοῖς ὑπ’ αὐτοῦ γεγενημένοις, καὶ τοῖς ὑπ’ ἐκείνων. Καὶ νῦν. Οὐ λέγω τὰ παλαιά, φησίν, ἀλλὰ καὶ σήμερον ἕτοιμός εἰμι δικάζεσθαι.
60Οὕτως οὐδέποτε διαλείπω τὰ ἐμαυτοῦ πληρῶν, ὡς οὐδὲ ὑμεῖς τὰ ἑαυτῶν πληροῦτε. Τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Ἃ μὲν ἐποίησα, ταῦτά ἐστι, φησί, πλὴν οὐκ ἀρκοῦμαι τοῖς γεγενημένοις, οὐδὲ λέγω ὅτι πολλὰ
65εὐηργέτησα, ἀλλ’ εἰ μὴ πάντα εὐηργέτησα, εἰ μὴ πάντα ἐποίησα, μεθ’ ἃ ποιῆσαι λοιπὸν οὐδὲν ἦν, τοῦτο ὑμᾶς εἰπεῖν ἀπαιτῶ, ὑμᾶς τοὺς ἀπολελαυκότας καὶ μάρτυρας
τῶν γεγενημένων ὄντας καὶ τῇ πείρᾳ ταῦτα μαθόντας, οὐκ ἀλλοτρίους τινὰς καὶ ξένους· διότι ἔμεινα ἵνα ποιήσῃ218
70σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. Ἡ συνθήκη δοκεῖ ἀσαφεσ‐ τέρα εἶναι, διόπερ αὐτὴν σαφεστέραν ἀνάγκη ποιῆσαι. Ὃ γὰρ λέγει, τοῦτό ἐστι· Τί ἔδει με ποιῆσαι καὶ οὐκ ἐποίησα; ὅτι τοιαῦτα ἥμαρτον, τί ἔχοντες αἰτιᾶσθαι ἢ ὥς τινων παραλελειμμένων τοιαῦτα ἐπλημμέλησαν;
75 Νῦν οὖν ἀναγγελῶ ὑμῖν, τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου. Ἐπειδὴ τὴν νίκην ᾔρατο καὶ τὴν ἀγνωμοσύνην ἔδειξε τὴν ἐκείνων, τότε λοιπὸν ἐπάγει καὶ τὴν ψῆφον καὶ λέγει ταῦτα ἃ μέλλει ποιεῖν οὐχ ἵνα καταδικάσῃ, ἀλλ’ ἵνα τῷ φόβῳ τῆς ἀπειλῆς ἐπιεικεστέρους ποιήσῃ. Ἀφελῶ τὸν
80φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα.

5

.

3

Ἀποστήσω, φησί, τὴν ἐμὴν συμμαχίαν, γυμνώσω μου τῆς βοηθείας, ἐρήμους καταστήσω τῆς τοσαύτης προνοίας καὶ εἴσονται διὰ τῶν ἐναντίων ὧν ἀπήλαυον ἔμπροσθεν, ὅταν ὦσι πᾶσιν εἰς ἁρπαγὴν προκείμενοι.
5 Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ. Πάλιν λέγω ὅτι τῇ μεταφορᾷ κέχρηται. Εἰ δέ τις καὶ θερμότερον ἐξετάζειν βούλοιτο, τὴν ἀπὸ τῆς διδασκαλίας, τὴν ἀπὸ τῶν ἐντολῶν ἐπιμέλειάν φησιν. Οὐ γὰρ ἀπολαύσονται τῶν αὐτῶν, ὧν καὶ ἔμπροσθεν, οὐ
10διδασκάλους ἕξουσιν, οὐκ ἄρχοντας, οὐ προφήτας ὁμοίως τοὺς διορθουμένους αὐτούς, τοὺς ἐπιμελουμένους αὐτῶν. Ὥσπερ γὰρ οἱ τὴν ἄμπελον θεραπεύοντες σκάπτουσιν, τέμνουσιν, οὕτως οἱ ψυχὰς διορθούμενοι ἀπειλοῦσιν, φοβοῦσιν, διδάσκουσιν, ἐγκαλοῦσιν· ἀλλ’ ἐν ἐρημίᾳ
15τούτων ἔσονται, φησίν, εἰς τὴν ἀλλοτρίαν ἀπενεχθέντες. Καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα· καὶ
ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἢ τὴν ἐρημίαν τῆς πόλεώς φησιν, ἢ τὴν ἐρημίαν τὴν αὐτῶν καὶ τῆς ἑκάστου ψυχῆς· νεφέλας δὲ ἐνταῦθα τοὺς220
20προφήτας τινὲς λέγουσιν, ἅτε ἄνωθεν τὸν ὑετὸν δεχο‐ μένους καὶ παραπέμποντας τῷ δήμῳ τὰ λεγόμενα. Ἀλλ’ οὐδὲ οὗτοι, φησί, τὰ συνήθη ποιήσουσιν. Εἰ γὰρ καὶ εἷς που καὶ δεύτερος συναπῆλθεν, ἀλλ’ ὁ δῆμος τῶν προφη‐ τῶν τότε ἐσίγα.
25 Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Ἔμεινα, ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐπειδὴ πολλῇ τῇ μεταφορᾷ διὰ τῶν ὀνομάτων ἐχρήσατο, ἀμπελῶνα καὶ πύργον καὶ
30προλήνιον καὶ φραγμὸν καὶ σκαφητὸν καὶ τμῆσιν ἀμπέλου λέγων, ἵνα μὴ περὶ ἀμπελῶνός τις τῶν τότε ἀνοήτως νομίσῃ εἶναι τὰ λεγόμενα, ταχέως πρὸς τῷ τέλει τὸ πᾶν ἡρμήνευσεν. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν. Οὐ γὰρ περὶ φυτῶν ὁ λόγος μοι, φησίν,
35οὐδὲ περὶ γῆς ἀψύχου, οὐδὲ περὶ λίθων καὶ τοίχων, ἀλλὰ περὶ δήμου τοῦ ὑμετέρου. Διὸ καὶ ἐπήγαγε· Καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἐπειδὴ πλέον τι εἶχε τῶν δέκα φυλῶν καὶ ὁ ναὸς αὐτόθι πλησίον ἦν καὶ ἡ λοιπὴ θεραπεία καὶ τῶν ἄλλων μᾶλλον ἤνθει καὶ βασιλι‐
40κωτέρα ἦν ἡ φυλὴ καὶ δυνατωτέρα. Ἠγαπημένον δὲ εἶπε, πάλιν αὐτῶν καθαπτόμενος, ὅτι περὶ τὸν σφοδρὸν ἐραστὴν τοιοῦτοι γεγόνασι. Τοιοῦτος γὰρ τῶν φιλούντων ὁ νόμος, μηδὲ ἐν αὐτοῖς τοῖς ἐγκλήμασι κρύπτειν τῆς οἰκείας ἀγάπης τὴν ὑπερβολήν.
45 Ἐντεῦθεν οὐ μικρὸν καὶ ἕτερον μανθάνομεν. Ποῖον δὴ τοῦτο; Τὸ πότε καὶ τίνα ἀλληγορεῖν χρὴ τῶν Γραφῶν· καὶ ὡς οὔκ ἐσμεν κύριοι τῶν νόμων τούτων αὐτοί, ἀλλὰ
δεῖ αὐτῇ τῇ διανοίᾳ τῆς Γραφῆς ἑπομένους, οὕτω τῷ τῆς ἀλληγορίας κεχρῆσθαι τρόπῳ. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν.222

5

.

3

(50)

Εἶπεν ἀμπελῶνα νῦν ἡ Γραφή, φραγμόν, προλήνιον· οὐκ ἀφῆκε κύριον γενέσθαι τὸν ἀκροατὴν ἁρμόσαι τὰ εἰρημένα οἷς ἐβούλετο πράγμασιν ἢ προσώποις, ἀλλὰ προϊοῦσα ἑαυτὴν ἡρμήνευσεν, εἰποῦσα· Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι. Καὶ ὁ Ἰεζεκιὴλ δὲ πάλιν
55ἀετὸν καλῶν μέγαν καὶ μεγαλοπτέρυγον εἰσιόντα εἰς τὸν Λίβανον καὶ ἀποκνίζοντα τὸ ἄκρον τῆς κέδρου, οὐδὲ ἐκεῖνος ἀφίησιν ἐπὶ τῇ γνώμῃ τῶν ἀκροατῶν κεῖσθαι τῆς ἀλληγορίας τὴν ἑρμηνείαν, ἀλλὰ καὶ αὐτὸς λέγει, τίνα μὲν τὸν ἀετόν φησι, τίνα δὲ τὴν κέδρον. Καὶ οὗτος δὲ πάλιν
60προϊών, ποταμόν τινα σφοδρὸν ἀνάγει, λέγων, ἐπὶ τὴν Ἰουδαίαν, ἵνα μὴ ἐξῇ τῷ ἀκούοντι κατὰ τὴν οἰκείαν γνώμην ἁρμόζειν τὸ εἰρημένον προσώπῳ ᾧ βούλεται, εἶπε καὶ τὸν βασιλέα τοῦτον, ὃν ποταμὸν ἐκάλεσε. Καὶ πανταχοῦ τῆς Γραφῆς οὗτος ὁ νόμος, ἐπειδὰν ἀλληγορῇ,
65λέγειν καὶ τῆς ἀλληγορίας τὴν ἑρμηνείαν, ὥστε μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε τὴν ἀκόλαστον ἐπιθυμίαν τῶν ἀλληγορεῖν βουλομένων πλανᾶσθαι καὶ πανταχοῦ φέρεσθαι. Καὶ τί θαυμάζεις, εἰ οἱ προφῆται; Καὶ ὁ Παροιμιαστὴς δὲ οὕτω ποιεῖ. Εἰπὼν γάρ· Ἔλαφος φιλίας, καὶ πῶλος χαρίτων
70ὁμιλείτω σοι· καὶ ἡ πηγὴ τοῦ ὕδατος ἔστω σοι μόνῳ. ἡρμήνευσε τίνος ἕνεκεν ταῦτα ἔλεγεν ὅτι περὶ γυναικὸς ἐννόμου καὶ ἐλευθέρας, ἀποτρέπων πόρνης καὶ ἀλλοτρίας ἅπτεσθαι. Οὕτω δὴ καὶ οὗτος ἐνταῦθα εἶπε τίνα ἔφησε τὸν ἀμπελῶνα εἶναι· Εἶτα ἐπειδὴ εἶπεν αὐτῶν τὰ ἐγκλήματα,
75εἶπε τὰς τιμωρίας· πάλιν πρὸς τῷ τέλει τὴν ἀπολογίαν τίθησι λέγων· Ἔμεινα, ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ὅτι δικαίως, φησίν, ἀπαιτῶ δίκην. Ἀνέμεινα γάρ, Ἵνα ποιήσῃ κρίσιν,
τουτέστι, δικαιοσύνην· αὐτοὶ δὲ τὰ ἐναντία ἐπεδείξαντο224
80ἀνομίαν 〈καὶ〉 ἀδικίαν καὶ κραυγήν. Κραυγὴν ἐνταῦθα τὴν πλεονεξίαν λέγει, τὸν ἄδικον θυμόν, τὴν ὀργὴν τὴν ἀλόγιστον, τὰς μάχας, τὰς φιλονεικίας. Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Εἰπὼν
85ὅτι κραυγὴν ἐποίησε, τουτέστι πλεονεξίαν, ἁρπαγάς, λέγει καὶ τὸ εἶδος τῆς ἀδικίας πολλῆς ἐμπεπλησμένον τῆς κακουργίας. Καὶ πάλιν ἀπὸ θρήνων ἄρχεται, τὸ μέγεθος τῶν ἁμαρτημάτων ἐνδεικνύμενος καὶ τοὺς τὰ ἀνίατα νοσοῦντας ἐμφαίνων.

5

.

4

Ταῦτα δὲ καὶ νῦν τολμώμενα ἴδοι τις ἂν παρὰ τῶν κακῶς τῷ πλούτῳ κεχρημένων, οἳ τὰς γειτνιάσεις ἐπινοοῦσιν οὐκ εἰς ἀσφάλειαν, ἀλλ’ εἰς ἐπιβουλὴν τῶν πλησίον, καθάπερ πῦρ ὁδῷ βαδίζον, οὕτω τοὺς ἐκ
5γειτόνων πάντας ἐπινεμόμενοι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. Δείκνυσιν τοίνυν ἀνόνητα κάμνοντας καὶ εἰκῆ καὶ μάτην. Ἐπειδὴ γὰρ οὐχ οὕτως αἱ κολάσεις καὶ αἱ τιμωρίαι τοὺς τοιούτους ἀπάγειν εἰώθασιν,
10ὡς τὸ μαθεῖν ἀκριβῶς ὅτι οὐκ ἀπολαύσονται τῆς ἁρπαγῆς, ταύτην αὐτοῖς ἐπάγει τὴν ἀπειλήν, λέγων ὅτι καμοῦνται μὲν καὶ ταλαιπωρήσουσι καὶ τὴν ἁμαρτίαν καρπώσονται, τῆς δὲ ἀπολαύσεως ἐκπεσοῦνται. Οὐκ ἐφησυχάζει γάρ, φησί, τοῖς γινομένοις ὁ ἀκοίμητος ὀφθαλμός. Τὸ δέ
15Ἠκούσθη νῦν, οὐχ ὡς τότε τῶν πραγμάτων γνωρίμων γενομένων αὐτῷ ταῦτά φησιν, ἀλλ’ ὡς τῆς δίκης κατὰ πόδας ἰούσης λοιπὸν καὶ τῆς ἀνταποδόσεως γινομένης. Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται
μεγάλαι καὶ καλαὶ καὶ οὐκ ἔσονται οἱ κατοικοῦντες ἐν226
20αὐταῖς. Τοιοῦτον γὰρ ἡ πλεονεξία· ὅταν πλείονα περιβάλῃ τοῖς ἔχουσι, καὶ τῶν προτέρων αὐτοὺς ἐξήγαγεν. Ὃ δὴ καὶ ἐνταῦθα αἰνίττεται λέγων ὅτι ὅταν οἰκοδομήσητε λαμπρῶς καὶ τὰ πάντων ὑμῶν αὐτῶν ποιήσησθε, τότε καὶ τῶν προτέρων ἀποστήσεσθε. Καὶ στήσονται αἱ οἰκίαι
25οἰκήτορας μὲν οὐκ ἔχουσαι, σάλπιγγος δὲ πάσης λαμπρο‐ τέραν ἀφιεῖσαι φωνὴν κατὰ τῶν παρὰ τὴν ἀρχὴν ἡρπα‐ κότων αὐτάς, τῆς ἐρημώσεως τῆς ἐπιτεταμένης ἀντὶ τροπαίου τινὸς φαινομένης. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον
30ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἕξ, ποιήσει μέτρα τρία. Ἀπὸ τῆς πόλεως ἐπὶ τὴν τῆς χώρας ἐρημίαν ἐξάγει τὸν λόγον, ὥστε πάντοθεν καταπλῆξαι τὸν ἀκροατήν. Οὔτε γὰρ αἱ οἰκίαι, φησί, καθέξουσι τοὺς ἐνοικοῦντας, οὔτε ἡ γῆ τὴν αὐτῆς ἐπιδείξεται δύναμιν. Καὶ γὰρ ἐξ ἀρχῆς διὰ τὴν τοῦ
35Ἀδὰμ ἁμαρτίαν ἀκάνθας καὶ τριβόλους ἐξήνεγκε· καὶ μετ’ ἐκεῖνον διὰ τὴν τοῦ Κάϊν παρανομίαν ἐλάττονα πολλῷ τῶν πόνων τῶν ἐκείνου καὶ τῆς οἰκείας ἰσχύος τὴν φορὰν ἐπεδείκνυτο. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ ἴδοι τις ἂν διὰ τὰς τῶν ἀνθρώπων ἁμαρτίας αὐτὴν κολαζομένην. Καὶ τί
40θαυμάζεις, εἰ πηροῖ τὰς γονὰς αὐτῆς καὶ τὰς ὠδῖνας τῶν ἀνθρώπων ἡ παρανομία, ὅπου γε καὶ φθαρτὴ δι’ ἡμᾶς ἐγένετο, καὶ ἄφθαρτος πάλιν δι’ ἡμᾶς γίνεται; Ἐπειδὴ γὰρ ὅλως τὸ εἶναι δι’ ἡμᾶς ἔλαβε καὶ τὴν ἡμετέραν διακονίαν, καὶ τὸ οὕτως ἢ ἐκείνως εἶναι πάλιν ἐντεῦθεν λαμβάνει τὴν
45ἀρχὴν καὶ τὴν ῥίζαν. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ Νῶε.
Ἐπειδὴ πρὸς κακίαν ἐσχάτην ἐξώκειλε τῶν ἀνθρώπων ἡ φύσις, πάντα ἐφύρετο τὰ πράγματα καὶ σπέρματα καὶ φυτὰ καὶ ἀλόγων γένη καὶ γῆ καὶ θάλαττα καὶ ἀὴρ καὶ ὄρη καὶ νάπαι καὶ βουνοὶ καὶ πόλεις καὶ τείχη καὶ οἰκίαι καὶ228

5

.

4

(50)

πύργοι· καὶ πάντα ἁπλῶς ἐκείνῳ τῷ φοβερῷ τότε ἐκρύπτετο πελάγει. Καὶ ἐπειδὴ πάλιν ἐπιδοῦναι τὸ γένος ἔδει, τὴν οἰκείαν εὐταξίαν ἀπελάμβανεν ἡ γῆ καὶ εἰς τὴν προτέραν εὐμορφίαν ἐπανῄει πάλιν. Ἴδοι δ’ ἄν τις τοῦτο καὶ ἐπὶ μέρους γινόμενον διὰ τὴν εἰς ἀνθρώπους τιμήν.
55Καὶ γὰρ πέλαγος ἠφανίσθη καὶ πάλιν ἐφάνη καὶ ἥλιος ἐχαλινώθη μετὰ σελήνης καὶ τὸν οἰκεῖον δρόμον ἐπέλιπε καὶ πῦρ τὰ ὕδατος ἐπεδείξατο καὶ γῆ τὰ πελάγους καὶ πέλαγος τὰ τῆς γῆς· καὶ πάντα, ὡς εἰπεῖν ἁπλῶς, πρὸς τὴν τῶν ἀνθρώπων μετασχηματίζεται λυσιτέλειαν. Καὶ
60ἐπειδὴ πάντων τιμιώτερος ἄνθρωπος καὶ δι’ αὐτὸν τὰ γενόμενα ἅπαντα, διά τοι τοῦτο καὶ νῦν, ἐπειδὴ ἥμαρτεν ὁ τῶν Ἰουδαίων δῆμος, ἐπέχει τῆς γῆς τὰς ὠδῖνας ὁ Θεὸς καὶ μετὰ πολλοὺς πόνους καὶ ἱδρῶτας οὐκ ἀφίησι τὰς ἐκείνης λαγόνας τὴν εἰωθυῖαν φορὰν ἐνεγκεῖν, ἵνα
65κἀντεῦθεν μάθωσιν ὅτι οὐ γεωργικῶν χειρῶν τέχνη, οὐδὲ βόες καὶ ἄροτρον, οὐδὲ γῆς φύσις, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλ’ ὁ τούτων ἁπάντων Δεσπότης οὗτός ἐστιν, ὁ καὶ δαψιλεῖ τῇ χειρὶ πάντα ἐκχέων καὶ πάλιν, ἐπειδὰν βούληται, συστέλλων ἅπαντα.
70 Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ
75κατανοοῦσι. Κατηγορήσας αὐτῶν πλεονεξίαν πολλήν, καὶ τὴν ῥίζαν τοῦ κακοῦ τίθησιν. Αὕτη δὲ ἦν ἡ μέθη, μυρίων γινομένη κακῶν ὑπόθεσις, καὶ μάλιστα ὅταν μετὰ
τοσαύτης τολμᾶται τῆς ὑπερβολῆς.230

5

.

5

Σκόπει γοῦν, πῶς μετὰ ἀκριβείας αὐτοὺς κωμῳδεῖ. Πᾶσαν γὰρ τὴν ἡμέραν εἰς τοῦτο δαπανᾶσθαί φησιν. Οὐ γὰρ ὅταν ἀριστοποιεῖσθαι δέῃ, τοῦτο πράττουσι, φησίν, ἀλλὰ πάντα τὸν καιρὸν μέθης ποιοῦντες καιρὸν καὶ ἐκ
5προοιμίων τῆς ἡμέρας, ὅτε μάλιστα αὐτοῖς προσέχειν ἐχρῆν, πολλῷ τῷ ἀκράτῳ διδόντες ἑαυτοὺς καὶ ἄκοντες λοιπὸν καὶ μέχρι τῆς ἑσπέρας ἐναπομένοντες τῷ νοσήματι. Ἐπειδὰν γὰρ ἅπαξ φθάσωσι καταποντισθῆναι εἰς τὸν τῆς ἀκρασίας βυθὸν καὶ τῶν κατὰ φύσιν ἐκπέσωσι φρενῶν καὶ
10τὴν ψυχὴν αἰχμάλωτον τῇ πονηρᾷ τῆς μέθης παραδῶσι τυραννίδι, καθάπερ πλοῖον ἀνερμάτιστον καὶ κυβερνήτου καὶ ναυτῶν ἀπεστερημένον, ἁπλῶς καὶ εἰκῆ φέρεται, τῇ τῶν ὑδάτων ἀτάκτῳ ῥύμῃ πανταχοῦ περιαγόμενον· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι ὑπὸ τῆς μέθης ὑποβρύχιοι
15γενόμενοι. Διό φησιν· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες. Οὐ γὰρ τὴν χρείαν ἐπλήρουν, οὐδὲ ἀνέμενον ἐπιθυμίας γενομένης πληρῶσαι τὴν ἔνδειαν, ἀλλ’ ἔργον ἐποιοῦντο τοῦτο καὶ μελέτην, τὸ διηνεκῶς μεθύειν. Διό φησιν· Οἱ διώκοντες τὸ σίκερα. Σίκερα δὲ ἐνταῦθά
20φησι τῶν φοινίκων τὸν ὀπόν, ὃν ἐπετήδευον, συντρί‐ βοντες τὸν καρπὸν καὶ καταθλῶντες, εἰς οἴνου μετασχη‐ ματίζειν φύσιν. Καρωτικὸν δέ ἐστι τὸ τοιοῦτον καὶ μέθης ἐργαστικόν. Ἀλλ’ οὐδὲν ὑφωρῶντο τούτων ἐκεῖνοι, τὴν ἡδονὴν πανταχοῦ διώκοντες μόνον. Οἱ μένοντες τὸ ὀψέ.
25Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Τοιαύτη γὰρ τῆς μέθης ἡ φύσις· προϊοῦσα αὔξεται, καὶ χαλεπώτερον τὸ δίψος ποιεῖ. Εἶτα καὶ ἕτερον οὐκ ἔλαττον ἔγκλημα τοῦ προτέρου προστίθησι, λέγων· Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι. Τοῦτο καὶ ἕτερος
30ἐγκαλεῖ προφήτης λέγων· Οἱ πίνοντες τὸν διυλισμένον
οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, οἱ κροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων. Ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα. Καὶ γὰρ ἐσχάτης ἀναλγησίας τοῦτο σημεῖον καὶ ψυχῆς ἐκλελυμένης, τὸ θέατρον ποιεῖν τὴν οἰκίαν τὴν232
35ἑαυτοῦ καὶ τοιούτοις ᾄσμασιν ἑαυτοὺς ἐκδιδόναι. Ὅπερ γὰρ ἡ μέθη ποιεῖ σκοτοῦσα, τοῦτο ἡ μουσικὴ μαλάττουσα τὸ εὔτονον τῆς διανοίας καὶ κατακλῶσα τῆς ψυχῆς τὴν ἀνδρείαν καὶ ἐπὶ μείζονας ἐξάγουσα ἀσελγείας. Τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ
40οὐ κατανοοῦσιν. Ἢ τὰ θαύματα αὐτοῦ φησιν, ἢ τῆς κτίσεως τὴν θεωρίαν. Πῶς δ’ ἂν δύναιντο γενέσθαι θεαταί, τὴν μὲν ἡμέραν νύκτα ἐργαζόμενοι, τὴν δὲ νύκτα τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμενοι; πῶς δυνήσονται ἥλιον ἰδεῖν ἀνατέλλοντα καὶ οὐρανοῦ κάλλος λάμπρον καὶ τὸν
45ποικίλον τῶν ἄστρων ἐν ἑσπέρᾳ χορὸν καὶ τὴν ἄλλην τῆς κτίσεως εὐταξίαν τε καὶ διακονίαν, τῶν ἔξωθεν καὶ τῶν ἔνδοθεν ὀφθαλμῶν ἀπεστερημένοι; Οὐ μικρὸν οὖν τοῦτο ἠδίκηνται, τὸ ἀθέατοι τῶν τοῦ Θεοῦ θαυμάτων ἐκ τοῦ παρόντος ἀπελθεῖν βίου, πάντα τὸν χρόνον ἐν τῷ σκότει

5

.

5

(50)

τῆς μέθης κατορωρυγμένοι. Τοίνυν αἰχμάλωτος ἐγενήθη ὁ λαός μου, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Πάλιν τὸ μέλλον ὡς γεγενη‐ μένον ἀπαγγέλλει καὶ τιμωρίαν ἐπάγει τῇ πλημμελείᾳ ταύτῃ. Ἱκανὴ μὲν γὰρ καὶ αὐτὴ ἡ μέθη ἀντὶ πάσης
55γενέσθαι κολάσεως, θορύβους ἐμποιοῦσα τῇ ψυχῇ, ζόφου πληροῦσα τὴν διάνοιαν, αἰχμάλωτον καθιστῶσα αὐτήν, μυρίων αὐτοὺς ἐμπιπλῶσα νοσημάτων τῶν ἔνδοθεν, τῶν ἔξωθεν. Οἶδε τοῦτο καὶ Παῦλος ὅτι κακία ἀντὶ τιμωρίας
γίνεται· διό φησι· Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς234
60πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Ἀλλ’ ἐπειδὴ καὶ τοῦτο τῆς ἀναισθησίας αὐτῶν, τὸ κολάζεσθαι καὶ μηδὲ αἰσθάνεσθαι, τὸ νοσεῖν καὶ μηδὲ εἰδέναι ὅτι νοσοῦσιν, ἐπάγει καὶ τὴν ἔξωθεν τιμωρίαν λέγων· Τοίνυν αἰχμάλωτος ἐγενήθη ὁ λαός μου, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς
65τὸν Κύριον. Καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος. Ὅρα καὶ ἐν τῇ τιμωρίᾳ πολλὴν τὴν νουθε‐ σίαν καὶ οὐκ ἀθρόον τὴν βαθυτάτην ἐπαγομένην τομήν. Οὐ γὰρ εὐθέως τὴν αἰχμαλωσίαν ἐπήγαγεν, ἀλλὰ λιμὸν πρότερον καὶ αὐχμόν, ἵνα οἴκοι μένοντες γένωνται
70βελτίους, μηδὲ ἀνίατα νοσοῦντες ἐφελκύσωνται τὸ τῶν βαρβάρων στρατόπεδον. Ἐπειδὴ δὲ οὐκ εἶξαν, οὐδὲ ἐκέρδαναν ἐντεῦθεν, ἐπάγει λοιπὸν τὴν ἐσχάτην τιμωρίαν αὐτοῖς. Ἀλλ’ ὅμως πρὸ ἐκείνων ταύτην ἐπαίρει καὶ ἐξογκοῖ τῷ λόγῳ τὴν τοῦ λιμοῦ, λέγων·
75 Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ· οὐχ ὡς ψυχὴν τοῦ ᾅδου ἔχοντος, ἀλλὰ προσωποποιεῖ τὴν ἀπειλήν, ἐμφατικώτερον τὸν λόγον ποιῆσαι βουλόμενος καὶ τὸν φόβον ἀκμάζοντα ἐναποθέσθαι τῇ διανοίᾳ τῶν ἀκουόντων. Διὸ καὶ ἐπιμένει λέγων· Καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ
80μὴ διαλιπεῖν· ὡς περὶ θηρίου τινὸς διηγούμενος καὶ ἐγγὺς αὐτῶν τὴν εἰκόνα τῶν πραγμάτων ἄγων. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ ἤνοιξε τὸ στόμα μόνον, ἀλλὰ καὶ μένει κεχηνὼς καὶ κόρον οὐ λαμβάνων τῶν ἐν αὐτῷ κατορυττομένων.
85 Καὶ καταβήσονται εἰς αὐτὸν οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς. Εἶτα, ἵνα μάθῃς, ὅτι οὐ κατὰ φύσεως ἀκολουθίαν τὸ γινόμενον ἦν, ἀλλὰ θεήλατος ἦν ἡ πληγὴ καὶ ψῆφος ἐκ τῶν οὐρανῶν
κατενεχθεῖσα, τοὺς ἐν περιφανείᾳ, τοὺς ἐν δυναστείᾳ, τοὺς236
90πάντα συγχέοντας, καὶ ἄνω καὶ κάτω τὰ τῶν Ἰουδαίων ποιοῦντας πράγματα, τούτους ἐκεῖ καταβήσεσθαι ἔφησε.

5

.

6

Λοιμοὺς δὲ εἰκότως αὐτοὺς καλεῖ, ἅτε οὐ μέχρι ἑαυτῶν τὴν κακίαν διατηροῦντας, ἀλλὰ καὶ εἰς ἄλλους τὴν νόσον διαβιβάζοντας. Τοιαύτη γὰρ ἡ τοῦ λοιμοῦ φύσις· ἐπειδὰν ἄφ’ ἑνὸς ἄρξηται σώματος, ὁδῷ βαδίζουσα τὸ λοιπὸν
5ἐπινέμεται πλῆθος. Καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτῇ. Ὁ τρυφῶν, ὁ σκιρτῶν, ὁ νομίζων ἀκίνητα ἔχειν τὰ ἀγαθὰ καὶ αὐτὸς ἐμπεσεῖται καὶ ἁλώσεται. Καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνήρ. Καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται.
10 Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι. Ὅρα πάλιν Θεοῦ κηδεμονίαν. Οὐ γὰρ πανωλεθρίαν ἐργάζεται, οὐδὲ ὅλον ἐκ μέσου τὸν δῆμον αὐτῶν ἀνάρπαστον ποιεῖ, ἀλλ’ ἀφίησί τινας, ὥστε τῇ τιμωρίᾳ τῶν ἀπελθόντων γενέσθαι βελτίους. Τοῦτο γοῦν αἰνιττόμενος ἔφησεν, ὅτι
15Ταπεινωθήσονται, τουτέστιν, οἱ μένοντες, οἱ ὑπολιμπα‐ νόμενοι. Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Δύο τίθησιν ἀγαθά, ὅτι κἀκεῖνοι τῆς φλεγμονῆς ἀπαλλαγήσονται καὶ ἔσονται
20βελτίους καὶ ὁ Θεὸς θαυμασθήσεται παρὰ πᾶσιν· τοῦτο γάρ ἐστιν· Ὑψωθήσεται καὶ δοξασθήσεται· διὰ τῆς κολά‐ σεως αὐτῆς, διὰ τῆς τιμωρίας. Τί δέ ἐστιν· Ἐν κρίματι; Διὰ τῆς ἐκδικήσεως. Καὶ βοσκηθήσονται οἱ διεσπαρμένοι ὡς ταῦροι καὶ
25τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Τὴν ὀλιγό‐ τητα ἐνταῦθα αἰνίττεται τῶν ὑπολειφθέντων καὶ τὴν ἐπιτεταμένην ἐρημίαν τῆς χώρας. Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ
μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν.238
30 Οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεός, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. Τῶν προφητῶν ἀπειλούντων συνεχῶς καὶ τὰ φοβερὰ προαναφωνούντων, οἱ ψευδοπροφῆται πρὸς χάριν διαλεγόμενοι καὶ τοῦ δήμου τὸν τόνον ἐκλύοντες τὰ μὲν
35ἐκείνων ἔφασκον εἶναι ψευδῆ, τὰ δὲ αὐτῶν ἀληθῆ. Πολλοὶ τοίνυν ἀπατώμενοι ἠπίστουν καὶ αὐτοῖς τοῖς ῥήμασιν. Εἶτα ἐπειδὴ αἱ προφητεῖαι οὐχ ὁμοῦ τε ἐλέγοντο καὶ ἐξέβαινον· προφητείας γὰρ ἦν φύσις τὸ πρὸ πολλοῦ χρόνου τὰ μέλλοντα ἐκβήσεσθαι προαναφωνεῖν· ἐπεὶ οὖν συνεχῶς
40μὲν ἔλεγον οἱ προφῆται τοὺς λιμούς, τοὺς λοιμούς, τοὺς πολέμους, ἐπὶ δὲ τῶν ἔργων αὐτὰ οὐκ ἐδείκνυον, τέως τὴν τοῦ χρόνου μέλλησιν ἀφορμὴν εἰς ἀπιστίαν λαμβάνοντες οἱ πολλοὶ τῶν ἠπατημένων ἔλεγον· Ἐλθέτω τὰ λεγόμενα· εἰ ἀληθεύετε, ἐγγισάτω τὰ πράγματα· δείξατε ἡμῖν ἐπὶ τῶν
45ἔργων τὴν βουλὴν τοῦ Θεοῦ. Ἐπεὶ οὖν τὴν αὐτοῦ μακρο‐ θυμίαν ὑπόθεσιν ἀπιστίας ἐποιοῦντο καὶ ἐντεῦθεν προσε‐ τίθεσαν αὐτῶν τοῖς ἁμαρτήμασι, τό τε ἀπιστεῖν, τό τε διὰ τὴν ἀπιστίαν ῥᾳθυμότεροι γίνεσθαι, εἰκότως αὐτοὺς ὁ προφήτης θρηνεῖ λέγων ὅτι καθάπερ σχοινίῳ μακρῷ,

5

.

6

(50)

οὕτως ἕλκετε καθ’ ἑαυτῶν τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ αὔξετε ὑμῖν τὴν πονηρίαν. Ἐπειδὴ γὰρ ἀπιστεῖτε τοῖς λεγομένοις ῥήμασιν, λείπεται λοιπὸν τὴν διὰ τῶν ἔργων ἐπενεχθῆναι πεῖραν ὑμῖν. Ὥστε οἱ τὰ κακὰ ἐπισπώμενοι ὑμεῖς ἐστε, οἱ τοῖς λεγομένοις ἀπιστοῦντες. Διὰ τοῦτό φη‐
55σιν· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν· τουτέστι, τὴν ἀντίδοσιν τῶν ἁμαρτημάτων. Ὡς σχοινίῳ μακρῷ πόρρωθεν ἕλκετε, φησί, τὴν ὡρισμένην τοῖς ἁμαρτήμασιν ὑμῶν δίκην καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας
αὐτῶν, δαμάλεως ὑπὸ ζυγὸν οὔσης, ἵνα εἴπῃ τὸ εὔτονον,240
60τὸ μετὰ σπουδῆς. Ὡς ἐάν τις ἱμάντι εὐτόνῳ ἐφελκύσαιτό τι, οὕτως ὑμεῖς διὰ τῆς ἀπιστίας ἐφέλκεσθε καθ’ ὑμῶν τοῦ Θεοῦ τὴν ὀργήν. Εἶτα λέγει καὶ πῶς ἐφέλκονται· Οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει ὁ Θεός, ἵνα ἴδωμεν. Ὃ καὶ ἕτερος προφήτης ἐγκαλεῖ λέγων· Οὐαὶ οἱ
65ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. Καὶ ἵνα τί ὑμῖν ἡ ἡμέρα αὕτη; Καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῆς. Καὶ γὰρ καὶ ἐκεῖνοι ἀπιστοῦντες ἔλεγον· πότε ἥξει ἡ ἡμέρα τῆς κολάσεως καὶ τῆς τιμωρίας;
70 Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς· οἱ τιθέντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ. Πάλιν περὶ τῶν αὐτῶν διαλέγεται. Ἐπειδὴ τοὺς μὲν προφήτας ὕβριζον καὶ ἀπατεῶνας ἔλεγον, τοὺς δὲ ψευδοπροφήτας ἐτίμων καὶ
75ἀνέστρεφον τῶν πραγμάτων τὴν τάξιν, ταλανίζει αὐτοὺς ἐπὶ τῇ κρίσει τῇ διεφθαρμένῃ. Οὐαί, φησίν, οἱ λέγοντες τὸ πονηρὸν καλόν, τουτέστι, τὴν ψευδοπροφητείαν καὶ τὸ καλὸν πονηρόν, τὴν προφητείαν· οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς· οἱ τιθέντες τὸ γλυκὺ πικρὸν
80καὶ τὸ πικρὸν γλυκύ. Εἰ γὰρ καὶ φορτικά, φησί, τὰ ῥήματα, ἀλλ’ οὐδὲν γλυκύτερον τῶν προφητῶν, τῇ τῶν ῥημάτων ἀπειλῇ τὴν διὰ τῶν πραγμάτων ἀποκρουομένων πεῖραν. Εἰ καὶ γλυκέα τὰ τῶν ψευδοπροφητῶν, ἀλλ’ οὐδὲν αὐτῶν πικρότερον, τῇ χάριτι τῶν λόγων τὴν διὰ τῶν
85ἔργων ἐπαγόντων ἀπειλήν.

5

.

7

Εἶδες προφήτου σοφίαν, πῶς ἀνέστρεψεν αὐτῶν τὴν ὑπόνοιαν. Ἐπειδὴ γὰρ τοῖς μὲν ὡς πικρότατα φθεγγο‐ μένοις οὐ προσεῖχον, τοῖς δὲ ὡς προσηνεστάτοις καὶ
γλυκύτητα πολλὴν ἔχουσιν, ἔφησεν, ὅτι τοὐναντίον μὲν242
5οὖν ἐστι· πολὺ τῶν προφητῶν τὸ μέλι, πολλὴ δὲ τῶν ψευδοπροφητῶν ἡ πικρία· οὕτω καὶ ἐπὶ τοῦ φωτὸς καὶ τοῦ σκότους τὸν λόγον μεταχειριστέον ἡμῖν. Οἱ μὲν γὰρ πρὸς τὴν πλάνην ἦγον, οἱ δὲ πρὸς τὴν ἀλήθειαν ἐχειρα‐ γώγουν· καὶ οἱ μὲν τῷ ζόφῳ τῆς αἰχμαλωσίας μονονουχὶ
10τὰς χεῖρας δήσαντες παρεδίδοσαν, οἱ δὲ ὅπως ἐν τῷ φωτὶ τῆς ἐλευθερίας ἀγάγωσι, πάντα ἔπραττον. Ἐπεὶ οὖν τὰς ἐναντίας περὶ τούτων δόξας εἶχον καὶ τὰς οὐ προση‐ κούσας, εἰκότως αὐτοὺς διορθοῦται λέγων· Οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς.
15 Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες. Οὐ μικρὸν καὶ τοῦτο ἐλάττωμα, τὸ σοφόν τινα νομίζειν ἑαυτὸν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς τὸ πᾶν ἐπιτρέπειν. Καὶ γὰρ ἐντεῦθεν ἐκεῖνο γίνεται· [λέγω δὴ τὸ φάσκειν τὸ πονηρὸν καλόν, καὶ τὸ καλὸν πονηρόν, καὶ
20τὰ ἑξῆς]. Τοῦτο καὶ ὁ Παῦλος τοῖς ἔξω φιλοσόφοις ἐγκαλῶν ἔλεγεν ὅτι Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν. Ἐντεῦθεν γὰρ ἐμωράνθησαν, καὶ ὁ παροιμιώδης λόγος πάλιν φησίν· Εἶδον ἄνθρωπον δοκοῦντα εἶναι σοφὸν παρ’ ἑαυτῷ· ἐλπίδα δὲ ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. Τοῦτο καὶ
25Παῦλος ἐγκαλεῖ πάλιν λέγων· Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς· καὶ πάλιν· Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός, ἵνα γένηται σοφός. Μὴ τῇ οἰκείᾳ σοφίᾳ, φησί, μηδὲ τοῖς ἑαυτοῦ ἐπιτερπέσθω λογισμοῖς, ἀλλ’ ἐκείνους κατευνάσας, ἐκδιδότω τὴν ψυχὴν
30τῇ τοῦ Πνεύματος διδασκαλίᾳ. Ἐπεὶ οὖν καὶ παρὰ Ἰουδαίοις τοιοῦτοί τινες ἦσαν ὑπερορῶντες μὲν τῶν προφητῶν ὡς ποιμένων καὶ αἰπόλων, βουλόμενοι δὲ σοφίζεσθαι οἴκοθεν, ὃ καὶ ἀπονοίας αὐτοῖς ὑπόθεσις
ἐγίνετο, καὶ τοῦ καταφρονεῖν τῶν λεγομένων, εἰκότως244
35αὐτοὺς θρηνεῖ λέγων· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ τὸν οἶνον πίνοντες καὶ οἱ δυνάσται, οἱ κιρνῶντες τὸ σίκερα. Μὴ θαυμάσῃς, εἰ πρὸ μικροῦ τοσαῦτα κατὰ μέθης εἰπών, πάλιν τὸν αὐτὸν
40ἐπαναλαμβάνει λόγον. Ἐπειδὴ γὰρ χαλεπὸν τὸ ἕλκος καὶ δύσεικτον, διὰ τοῦτο καὶ συνεχῶς ἐπαντλεῖν ἔδει. Χαλεπὸν δὲ καὶ δύσεικτον, τῷ μὴ δοκεῖν παρὰ τοῖς πολλοῖς ἁμάρτημα εἶναι, πάντων ἁμαρτημάτων χαλεπώτερον ὂν καὶ μυρία βλαστάνον νοσήματα. Διό φησιν· Οἱ τὸν οἶνον
45πίνοντες καὶ οἱ δυνάσται, οἱ κιρνῶντες τὸ σίκερα. Διπλοῦς ὁ κρημνός, τυραννὶς μέθης καὶ δυναστείας ὑπερβολή. Πᾶσι μὲν γὰρ ἀνθρώποις λογισμοῦ χρεία, μάλιστα δὲ τοῖς ἐν ἀξιώμασι καὶ δυναστείαις οὖσιν, ὥστε μή, καθάπερ ἀτάκτων ὑδάτων ῥύμῃ τινί, τῷ τῆς ἀρχῆς ἐκφερομένους

5

.

7

(50)

ὄγκῳ κατακρημνίζεσθαι. Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες ἀπ’ αὐτοῦ. Διπλοῦν τὸ ἔγκλημα πάλιν, τὸ τὸν ὑπεύθυνον ἀφιέναι καὶ τὸν ἀνεύ‐ θυνον καταδικάζειν. Ἑκατέρου ἁμαρτήματος ἡ ῥίζα δωρο‐
55δοκία. Διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης. Τὸ ταχὺ τῆς τιμωρίας, τὸ εὔκολον τῆς κολάσεως παρ‐ ίστησι, διὰ τῆς εἰκόνος τὴν πανωλεθρίαν αὐτῶν δηλῶν.

5

.

8

Ἅπαντα γὰρ ταῦτα ἡ φλὸξ καὶ οἱ ἄνθρακες καὶ ἡ καλάμη καὶ τὰ ἑξῆς ἡμῖν παρεδήλωσεν. Ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Τὰ πεπηγότα καὶ τὰ βέβαια ἀπο‐
5λεῖται καὶ διαχυθήσεται τὰ λαμπρὰ καὶ τὰ φαιδρὰ οἰχήσε‐ ται καὶ διαρρυήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ ποιεῖν, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου παρώξυναν. Λόγιον τὸν νόμον λέγει. Καὶ ἐθυμώθη Κύριος Σαβαὼθ ὀργῇ ἐπὶ τὸν λαὸν246
10αὐτοῦ· καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς. Καὶ παρωξύνθη ἐπὶ τὰ ὄρη καὶ ἐγένετο τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ’ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Πόλεμον ἐνταῦθα αἰνίττεται χαλεπόν, ὃς
15οὐδὲ ταφῇ τὰ σώματα συγχωρήσει παραδοθῆναι, οὐχ ἵνα ἐκεῖνοι κόλασιν δῶσιν, ἀλλ’ ἵνα οἱ ζῶντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τῆς οἰκείας ἀποτέμνωνταί τι κακίας. Καὶ ὅρα πῶς χαλεπώτερον τὸν λόγον ἐποίησεν. Οὐ γὰρ εἶπεν ὅτι οὐκ ἐτάφησαν, ἀλλ’ ὅτι κόπρου πάσης ἀτιμό‐
20τερον ἐρριμμένοι ἦσαν οἱ τετελευτηκότες, ὃ τοῖς ζῶσι φρικωδέστερον ἁπάντων εἶναι δοκεῖ καὶ τῆς τελευτῆς αὐτῆς χαλεπώτερον. Καὶ τὸ δὴ χεῖρον, ὅτι οὐδὲ τούτων γινομένων, φησίν, ἐπιεικέστεροι γεγόνασιν, ἀλλὰ τοῖς αὐτοῖς ἐπιμένουσιν. Ἐπεὶ οὖν οὐδὲν βελτίους ἐγένοντο,
25ἀπειλεῖ πάλιν αὐτοῖς τὴν χαλεπωτάτην ἐκείνην πληγὴν τὴν τῶν βαρβάρων. Διὸ καὶ ἐπάγει λέγων· Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακράν. Ἵνα μὴ τῆς ὁδοῦ τὸ μῆκος εἰς ῥᾳθυμίαν αὐτοὺς ἐμβάλλῃ, φησὶν ὅτι οὕτω τῷ Θεῷ ῥᾴδιον ἀγαγεῖν αὐτούς, ὡς τῷ τὸ
30σύσσημον αἴροντι καὶ τοὺς παρεσκευασμένους καὶ ἑτοί‐ μους ἐξάγοντι πρὸς παράταξιν, ὅπερ καὶ ἐπὶ τῶν ἵππων γίνεται τῶν ἁμιλλατηρίων. Ὁμοῦ τε γὰρ τὸ σύμβολον τῆς ἀφέσεως αἴρεται κἀκεῖνοι τῶν βαλβίδων ἐκπηδῶσιν εὐθέως. Δύο τοίνυν ἐνταῦθα ὁ προφήτης αἰνίττεται, ὅτι καὶ
35εὔκολον αὐτοὺς ἐλθεῖν, τοῦ Θεοῦ καλοῦντος, καὶ πάλαι ἂν ἦλθον, εἰ μὴ ἡ πολλὴ κατεῖχεν αὐτοὺς μακροθυμία. Εἶτα
τῇ ἐπεξηγήσει πλείονα τὴν εὐκολίαν ἐνδείκνυται λέγων. Καὶ συριεῖ αὐτοὺς ἀπ’ ἄκρου τῆς γῆς. Μὴ θαυμάσῃς δέ, εἰ περὶ Θεοῦ διαλεγόμενος, οὕτω παχυτάταις κέχρηται248
40λέξεσι· πρὸς γὰρ τὴν ἄνοιαν τῶν ἀκουόντων σχηματίζει τὰ ῥήματα, ἓν βουλόμενος δεῖξαι διὰ πάντων, ὅτι καὶ τῷ Θεῷ ῥᾴδιον τοῦτο καὶ ὅτι πάντως ἀπαντήσονται· διὸ καὶ ἐπήγαγε λέγων· Καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται. Οὐ πεινάσουσιν,
45οὐδὲ κοπιάσουσιν, οὐδὲ νυστάξουσιν, οὐδὲ κοιμηθήσονται. Ταῦτα ὑπερβολικῶς εἴρηται. Πῶς γὰρ ἐνῆν μήτε πεινῇν, μήτε καθεύδειν, ἀνθρώπους ὄντας καὶ τὴν κοινὴν λα‐ χόντας λῆξιν; Ἀλλὰ τὸ τάχος τῆς στρατιᾶς, τὴν εὐκο‐ λίαν, τὴν ταχύτητα, ὅπερ ἔφθην εἰπών, διὰ πάντων ἐνδεί‐

5

.

8

(50)

κνυται. Οὐδὲ λύσουσι τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδὲ μὴ ῥαγῶσι οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν. Ὧν τὰ βέλη ὀξέα ἐστὶ καὶ τὰ τόξα αὐτῶν ἐντετα‐ μένα. Οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν, οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίδες.
55Ὀργιῶσιν ὡς λέοντες καὶ παρεστήκασιν ὡς σκύμνοι λεόντων. Καὶ ἐπιλήψεται καὶ βοήσει ὡς θηρίον καὶ ἐκβαλεῖ· καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς. Καὶ βοήσεται δι’ αὐτοὺς τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς φωνὴ θαλάσσης κυμαινούσης. Καὶ ἐμβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς
60τὴν γῆν κάτω· καὶ ἰδοὺ σκότος σκληρόν, σκότος ἐν τῇ ἀπορίᾳ αὐτῶν. Διὰ πάντων τὸν λόγον ἐξώγκωσε καὶ τὸν φόβον ἐπῇρε, κατὰ μικρὸν ἕκαστα διηγούμενος, τὰ περὶ τῆς γνώμης, τὰ περὶ τῆς ἰσχύος, τὰ περὶ τῶν ὅπλων, τὰ περὶ τῶν ἵππων, τὰ περὶ τῶν ἁρμάτων, ὥστε τῷ πλήθει
65τῶν λεγομένων πολλὴν ποιῆσαι τὴν ἀγωνίαν, καὶ τῇ σαφηνείᾳ τῶν εἰκόνων ἐγγὺς τὰ πράγματα αὐτοῖς ἀγαγεῖν. Διὸ καὶ λέουσιν αὐτοὺς παραβάλλει καὶ οὐδὲ ἐνταῦθα ἔστη τοῦ παραδείγματος, ἀλλὰ καὶ φωνὴν ἀναπλάττει καὶ ὁρμὴν
τοῦ θηρίου καὶ ἐπιμένει τῇ μεταφορᾷ καὶ πολλὴν ποιεῖται250
70τὴν τροπήν. Καὶ ἐντεῦθεν ἐπὶ θάλατταν ἐξάγει τὸν λόγον, λέγων ὅτι τοσοῦτος ἔσται ὁ θόρυβος, τοσαύτη ἡ ταραχή, ὅση ἂν γένοιτο μαινομένης θαλάσσης καὶ κύματα διεγει‐ ρούσης· καὶ πάντα κινεῖ τρόπον, αὔξων τὸν φόβον, ὥστε μὴ δεηθῆναι αὐτοὺς τῆς διὰ τῶν πραγμάτων πείρας. Καὶ
75τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ὁ παραστησόμενος ἔσται, φησίν, οὐκ ἀπὸ τῆς γῆς, οὐκ ἀπὸ τῶν οὐρανῶν· ἀλλ’ ἔρημοι καὶ τῆς ἄνωθεν συμμαχίας καὶ τῆς κάτωθεν βοη‐ θείας, ἐκδοθήσονται τοῖς πολεμίοις. Σκότος δὲ ἐνταῦθά φησι τὸ ἀπὸ τῆς συμφορᾶς αὐτοῖς ἐγγινόμενον, οὐχ ὡς
80τῆς ἀκτῖνος ἀφανιζομένης, ἀλλὰ τῆς διαθέσεως τῶν πασχόντων ἐν μέσῃ τῇ μεσημβρίᾳ ἀντὶ φωτὸς σκότος ὁρώντων· ὅπερ τοῖς ὀδυνωμένοις καὶ θλιβομένοις συμβαίνειν εἴωθε. Καὶ ἵνα μάθῃς ὅτι οὐ τῆς φύσεως τοῦ ἀέρος τὸ σκότος ἦν, ἀλλὰ τῆς ἐκείνων διαθέσεως,
85ἐπήγαγε· Σκληρὸν σκότος ἐν τῇ ἀπορίᾳ αὐτῶν.252

6

t

ΚΕΦΑΛ. ϛʹ

6

.

1

Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς. Τί δήποτε τοὺς μὲν ἄλλους χρόνους ἀπὸ τῆς ζωῆς τῶν βασιλέων, τοῦτον δὲ ἀπὸ τῆς τελευτῆς χαρακτηρίζει νῦν ὁ
5προφήτης; Οὐ γὰρ εἶπεν· Ἐγένετο ἐν ταῖς ἡμέραις Ὀζίου, οὐδέ, ἐν τῇ βασιλείᾳ Ὀζίου, ἀλλ’ Ἐγένετο ἡνίκα ἀπέθανε. Τί δήποτε ἐν τούτῳ ποιεῖ; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀλλά τι ἀπόρρητον ἡμῖν αἰνίττεται. Τί δὲ τοῦτό ἐστιν; Ὀζίας οὗτος τῇ τῶν γεγενημένων εὐπραγίᾳ μεθύων
10καὶ ὑπὸ τῆς εὐημερίας ὀγκούμενος, μεῖζον τῆς ἀξίας ἐφρόνησε. Καὶ ἐπειδὴ βασιλεὺς ἦν, ἐνόμισεν αὑτῷ προσή‐ κειν ἱερᾶσθαι καὶ ἐπεπήδησε τῷ ναῷ καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῆλθε καὶ τοῦ ἱερέως κωλύοντος καὶ ἀπαγορεύοντος αὐτῷ τὴν ἐκεῖσε εἴσοδον, οὐκ ἠνέσχετο,
15ἀλλ’ ἐπέμεινε τῇ μανίᾳ, ὀλίγον τοῦ ἱερέως ποιούμενος λόγον. Ταύτης ἕνεκεν τῆς ἀναισχυντίας ἐπαφῆκεν αὐτῷ λέπραν ὁ Θεὸς κατὰ τοῦ μετώπου. Βουληθεὶς γὰρ πλείονα τῆς οὔσης τιμὴν λαβεῖν, καὶ ἧς εἶχεν ἐξέπεσεν. Οὐ γὰρ δὴ μόνον ἱερωσύνην οὐ προσέλαβεν, ἀλλὰ καὶ
20γενόμενος ἀκάθαρτος, τῶν βασιλείων ἐξεβάλλετο καὶ τὸν ἅπαντα χρόνον ἐν οἴκῳ τινὶ κεκρυμμένος κατῴκει, τὴν αἰσχύνην οὐ φέρων. Καὶ ὁ λαὸς δὲ συναπήλαυσεν ἅπας τῆς τοιαύτης ὀργῆς, ὅτι τοὺς τοῦ Θεοῦ νόμους περιεῖδον καὶ τὴν ἱερωσύνην ὑβριζομένην οὐκ ἐξεδίκησαν. Πῶς οὖν
25συναπήλαυσε τῆς ὀργῆς; Τῷ τὴν προφητείαν ἀναστα‐ λῆναι· ὀργιζόμενος γὰρ αὐτοῖς ὁ Θεὸς περὶ οὐδενὸς οὐδὲν ἀπεκρίνατο. Ἀλλ’ οὐ μέχρι παντὸς τοῦτο ἐποίησεν, ἀλλὰ τῷ μέτρῳ τῆς ζωῆς τοῦ βασιλέως καὶ μέτρον τῆς τιμωρίας ὥρισεν. Ὁμοῦ γοῦν ἐκείνου καταλύσαντος τὴν254
30ζωήν, καὶ ὁ Θεὸς τὴν ὀργὴν κατέλυσε καὶ τὰς θύρας πάλιν τῆς προφητείας ἀνέῳξε. Τοῦτο γοῦν αἰνιττόμενος ὁ προφήτης ἀνέμνησεν ἡμᾶς τοῦ καιροῦ τῆς τελευτῆς τοῦ βασιλέως· διόπερ οὕτως ἄρχεται τῆς προφητείας, λέγων· Ἐγένετο τοῦ ἔτους, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον
35τὸν Κύριον καθήμενον. Καίτοι γε ὁ Χριστός φησι· Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο. Καὶ πάλιν· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα. Καὶ πρὸς τὸν Μωϋσέα δὲ
40αὐτός φησιν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. Πῶς οὖν οὗτός φησιν ἑωρακέναι τὸν Κύριον; Εἶδον γάρ, φησί, τὸν Κύριον· οὐκ ἐναντία τοῖς τοῦ Χριστοῦ λέγων, ἀλλὰ καὶ σφόδρα συνῳδά. Ὁ μὲν γὰρ Χριστὸς τὴν ἀκριβῆ κατανόησίν φησιν, ἣν οὐδεὶς εἶδε·
45γυμνὴν γὰρ τὴν θεότητα καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς ἐθεάσατο, πλὴν τοῦ Μονογενοῦς· ὁ δὲ προφήτης τὴν αὐτῷ δυνατὴν ἰδεῖν ἀπαγγέλλει. Οὐδὲ γὰρ αὐτὸς ὅπερ ἐστὶν ὁ Θεὸς ἰδεῖν ἠδυνήθη, ἀλλὰ σχηματισθέντα αὐτὸν θεωρεῖ, καὶ τοσοῦτον καταβάντα, ὅσον ἀναβῆναι ἡ τοῦ

6

.

1

(50)

θεωροῦντος ἀσθένεια ἐχώρει. Ὅτι γὰρ οὐ γυμνὴν εἶδε τὴν θεότητα, οὔτε αὐτός, οὔτε ἄλλος οὐδείς, ἀπ’ αὐτῶν ὧν ἀπαγγέλλουσιν εὔδηλον. Εἶδον γάρ, φησί, τὸν Κύριον καθήμενον. Θεὸς δὲ οὐ κάθηται· σωμάτων γὰρ ὁ σχηματισμός. Καὶ οὐχ ἁπλῶς· Καθήμενον, ἀλλ’ Ἐπὶ
55θρόνου. Θεὸς δὲ οὐ περιέχεται, 〈οὐδὲ ἐμπεριείληπται〉· πῶς γάρ, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, οὗ ἐν
τῇ χειρὶ τὰ πέρατα τῆς γῆς; Ὅθεν δῆλον ὅτι συγκατάβασις ἦν τὸ ὁρώμενον. Οὕτω γοῦν ἕτερος προφήτης αἰνιττόμενος ἔλεγεν ἐκ προσώπου τοῦ Θεοῦ·256
60Ἐγὼ ὁράσεις ἐπλήθυνα, τουτέστι, διαφόρως ὤφθην. Εἰ δὲ αὐτὴ ἡ οὐσία γυμνὴ ἐφαίνετο, οὐκ ἂν διαφόρως ἐφάνη· ἀλλ’ ἐπειδὴ συγκαταβαίνων, νῦν μὲν τούτῳ τῷ τρόπῳ, νῦν δὲ ἐκείνῳ τοῖς προφήταις ἑαυτὸν ἐδείκνυ, καταλλήλως τοῖς ὑποκειμένοις καιροῖς σχηματίζων τὰς ὄψεις, διὰ τοῦτό
65φησιν· Ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. Οὐχ ὥσπερ ἤμην, ἐφάνην, φησίν, ἀλλ’ ὡμοιώθην πρὸς ὅπερ ἰδεῖν ἠδύναντο οἱ θεωροῦντες. Ὁρᾷς γοῦν αὐτὸν νῦν μὲν καθήμενον, νῦν δὲ ὡπλισμένον, νῦν δὲ τρίχα πολιὰν ἔχοντα, νῦν δὲ ἐν αὔρᾳ, νῦν δὲ ἐν
70πυρί, νῦν δὲ ἐκ τῶν ὀπισθίων φαινόμενον, νῦν δὲ ἐπὶ τῶν Χερουβίμ, καὶ πρὸς μεταλλικῶν ὑλῶν λαμπρότητα τῶν διαφανεστάτων τὴν ὄψιν ἐξεικονιζόμενον. Τίνος μὲν οὖν ἕνεκεν νῦν μὲν ὡπλισμένος φαίνεται καὶ ᾑμαγμένος, νῦν δὲ ἐν πυρί, νῦν δὲ τὰ ὀπίσθια δεικνύς, νῦν δὲ ἐν
75οὐρανῷ, νῦν δὲ ἐν θρόνῳ, νῦν δὲ ἐπὶ τῶν Χερουβὶμ οὐ τοῦ παρόντος ἂν εἴη λέγειν καιροῦ, ὥστε μὴ τὸ πάρεργον τοῦ ἔργου γενέσθαι μεῖζον. Τέως δὲ ἀναγκαῖον ὑπὲρ τῆς παρούσης ὄψεως διαλεχθῆναι. Τίνος οὖν ἕνεκεν οὕτω φαίνεται νῦν ἐπὶ θρόνου καθήμενος καὶ μετὰ τῶν Σεραφίμ;
80Ἀνθρώπινον ἔθος μιμεῖται, ἐπειδὴ καὶ πρὸς ἀνθρώπους ἦν ὁ λόγος αὐτῷ. Ἐπειδὴ γὰρ ἀπόφασιν ἐκφέρειν μέλλει ὑπὲρ μεγίστων πραγμάτων καὶ τῆς οἰκουμένης ἁπάσης, ἔτι μὴν καὶ περὶ τῶν Ἱεροσολύμων καὶ διπλῆν τίθησι ψῆφον, τὴν μὲν κόλασιν τῇ πόλει φέρουσαν καὶ τῷ ἔθνει παντί, τὴν δὲ
85εὐεργεσίαν τῇ οἰκουμένῃ καὶ μεγάλας ἐπαγγελλομένην
ἐλπίδας καὶ τιμὰς ἀθανάτους. Ἔθος δὲ τοῖς δικάζουσι ταῦτα ποιεῖν μὴ λάθρα, ἀλλ’ ἐφ’ ὑψηλοῦ τοῦ βήματος καθημένοις, παρεστώτων ἁπάντων καὶ τῶν παραπε‐ τασμάτων συνελκομένων [τοῦτο ποιεῖν].258

6

.

2

Τούτους καὶ αὐτὸς μιμούμενος παρέστησεν αὑτῷ τὰ Σεραφὶμ καὶ ἐφ’ ὑψηλοῦ κάθηται θρόνου καὶ οὕτω τὴν ἀπόφασιν ταύτην ἐκφέρει. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ὑποψία τὸ πρᾶγμα, ἀλλὰ τοῦτο ἔθος αὐτῷ, καὶ ἐξ ἑτέρου
5προφήτου τοῦτο πειράσομαι ποιῆσαι φανερόν. Καὶ γὰρ ἐπὶ τοῦ Δανιήλ, ἐπειδὴ καὶ ἐκεῖ ψῆφόν τινα μεγάλην ἐκφέρειν ἔμελλε περὶ κολάσεων καὶ τιμωριῶν Ἰουδαϊκῶν καὶ τῶν ἀγαθῶν τῶν μελλόντων τῇ οἰκουμένῃ δίδοσθαι, κἀκεῖ θρόνος φαίνεται λαμπρὸς καὶ περιφανὴς καὶ δῆμος
10ἀγγέλων παρεστηκώς, καὶ ἔθνη ἀρχαγγέλων καὶ ὁ Μονογενὴς συγκαθήμενος καὶ βίβλοι ἀνοίγονται καὶ ποταμοὶ πυρὸς ἕλκονται καὶ πάντοθεν σχῆμα δικαστηρίου συνίσταται. Καὶ ἔστι κἀκεῖνα συγγενῆ τοῖς ἐνταῦθα λεγομένοις ἅπαντα ἢ καὶ σαφέστερον ἐκεῖνος αὐτὰ
15ἀπαγγέλλει, ἅτε τῶν χρόνων ἐγγύτερον γινομένων καὶ πρὸς αὐτὰς λοιπὸν τὰς θύρας τῆς προφητείας ἀφικνου‐ μένης. Ἀλλὰ ταῦτα τοῖς φιλοπόνοις ἀφέντες συναγαγεῖν καὶ παρατιθέναι καὶ τὴν ἑκατέρας τῆς προφητείας κοινωνίαν καταμανθάνειν, ὅπερ ἔφην, τῆς προκειμένης
20ἡμεῖς ἁψώμεθα μετὰ ἀκριβείας, ὡς ἂν οἷόν τε ᾖ ῥῆσιν ἑκάστην ἐξηγούμενοι. Οὕτω γὰρ καὶ ἡμῖν καὶ ὑμῖν σαφέσ‐ τερα ἔσται τὰ εἰρημένα. Τί οὖν φησιν; Εἶδον τὸν Κύριον καθήμενον. Τὸ καθῆσθαι ἐπὶ θρόνου σύμβολον ἀεὶ κρίσεώς ἐστιν, ὥσπερ
25ὁ Δαυΐδ φησιν· Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιο‐
σύνην· καὶ ὁ Δανιήλ· Θρόνοι ἐτέθησαν καὶ κριτήριον ἐκάθισε. Τὸ δὲ ἁπλῶς καθῆσθαι ἑτέρου σύμβολον εἶναί φησιν ὁ προφήτης. Τίνος δὴ τούτου; Τοῦ παγίου, τοῦ μονίμου, τοῦ βεβηκότος, τοῦ ἀτρέπτου, τοῦ ἀτελευτήτου,260
30τῆς ζωῆς τῆς ἀπεράντου. Διὰ τοῦτό φησι· Σὺ καθήμενος εἰς τὸν αἰῶνα καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα. Σύ, φησί, μένων, ὤν, ζῶν, ἀεὶ ὡσαύτως ὤν. Ὅτι γὰρ οὐ περὶ καθέδρας ἔλεγεν, ἡ ἀντιδιαστολὴ δῆλον ἐποίησεν. Οὐ γὰρ εἶπεν, ἡμεῖς ἑστῶτες 〈καὶ σὺ καθήμενος,〉 ἀλλὰ 〈σὺ
35καθήμενος καὶ ἡμεῖσ〉 ἀπολλύμενοι. Τὸ δὲ ἐπὶ θρόνου καθῆσθαι τὸ κρίνειν ἐστί. Διὰ τοῦτο αὐτὸν οὕτως ὁρᾷ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου ἢ ἕτερον μὲν τοῦτο, ἕτερον δὲ ἐκεῖνο αἰνίττεται. Καὶ γὰρ ὑψηλὸς ἦν ὁ θρόνος, τουτέστι, μέγας καὶ ὑπερμήκης· καὶ ἐπῃρμένος,
40τουτέστι, καὶ ἐν ὕψει φαινόμενος ἀφάτῳ καὶ μετέωρος. Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Ποῖος οἶκος; εἰπέ μοι. Ὁ ναός. Ἐπειδὴ γὰρ ἐκεῖθεν ἔχρα εἰκότως καὶ ἐν τῇ ὄψει τῇ θαυμασίᾳ ταύτῃ ἐκεῖ καθήμενος φαίνεται. Δόξαν δὲ ἐνταῦθά φησι λαμπρότητα, φῶς ἀπόρρητον· ὅπερ
45ἑρμηνεῦσαι τῷ λόγῳ μὴ δυνάμενος, δόξαν ἐκάλεσε καὶ οὐχ ἁπλῶς δόξαν, ἀλλὰ Θεοῦ δόξαν. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Τίνα λέγει ταῦτα τὰ Σεραφίμ; Δυνάμεις ἀσώματοι τῶν ἄνω δήμων, ὧν τὴν ἀρετὴν καὶ τὴν μακαριότητα καὶ ἀπὸ τῆς

6

.

2

(50)

προσηγορίας ἔστιν ἰδεῖν. Τῇ γὰρ Ἑβραίων γλώττῃ ἔμπυρα στόματα ἑρμηνεύεται τὰ Σεραφίμ. Τί οὖν ἐκ τούτου μανθάνομεν; Τὸ καθαρὸν τῆς οὐσίας, τὸ ἄγρυπνον, τὸ διεγηγερμένον, τὸ γοργόν, τὸ ἐνεργητικόν, τὸ ἀκηλί‐ δωτον. Οὕτω γοῦν καὶ ὁ προφήτης Δαυῒδ τῶν ἄνω
55δυνάμεων τὴν ἀπαραπόδιστον διακονίαν βουλόμενος ἡμῖν ἐνδείξασθαι καὶ τὸ ταχὺ τῆς ὑπηρεσίας καὶ σφόδρα ἐνεργές, ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· τὸ ταχύ, τὸ κοῦφον, τὸ δραστήριον ἡμῖν διὰ τῶν στοιχείων τούτων262
60ἐνδεικνύμενος. Τοιαῦτα καὶ αἱ δυνάμεις αὗται, καθαροῖς στόμασιν ἀνυμνοῦσαι τὸν Δεσπότην, ἔργον τοῦτο ἔχουσαι διηνεκῶς, εὐφημίας ἀναφέρουσαι, λειτουργίαν ἀδιάλειπτον. Δείκνυσι δὲ αὐτῶν τὸ ἀξίωμα καὶ τὸ πλησίον εἶναι τοῦ θρόνου. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων τῶν ἐπὶ γῆς οἱ ἐν
65μείζοσιν ἀξιώμασιν ὄντες, παρ’ αὐτὸν ἑστήκασι τὸν θρόνον τὸν βασιλικόν· οὕτω δὴ καὶ αὗται αἱ δυνάμεις διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν τὸν ἄνω θρόνον κυκλοῦσι, τῆς ἀπορρήτου μακαριότητος ἀπολαύουσαι διηνεκῶς καὶ ἐντρυφῶσαι τῇ μακαρίᾳ λήξει τῆς λειτουργίας ταύτης.
70 Ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας ἑαυτῶν, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ. Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης
75αὐτοῦ. Τί βούλεται ἡμῖν ταῦτα τὰ πτερὰ καὶ τί αἰνίττονται ἡμῖν αἱ πτέρυγες; Οὐ γὰρ δὴ πτερὰ ἐπὶ τὰς ἀσωμάτους δυνάμεις ἐκείνας· ἀλλὰ πάλιν διὰ παχυτέρων σχημάτων ἀπόρρητά τινα ἡμῖν ὁ προφήτης παραδηλοῖ, συγκατα‐ βαίνων μὲν τῇ ἀσθενείᾳ τῶν τότε ἀκροωμένων, ὅμως δὲ
80καὶ διὰ τῆς συγκαταβάσεως πᾶσαν διάνοιαν ὑπερβαίνοντα νοήματα μετὰ ἀκριβείας ἡμῖν ἐνδεικνύμενος.

6

.

3

Τί οὖν αἰνίττονται αἱ πτέρυγες; Τὸ ὑψηλὸν καὶ μετάρσιον τῶν δυνάμεων τούτων. Οὕτω καὶ ὁ Γαβριὴλ πετόμενος καὶ ἐκ τῶν οὐρανῶν καταβαίνων φαίνεται, ἵνα
μάθῃς τὸ ταχὺ καὶ κοῦφον. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν264
5λειτουργικῶν δυνάμεων ταύταις ταῖς λέξεσι κέχρηται, ὅπου γε καὶ ἐπ’ αὐτοῦ τοῦ τῶν ὅλων Θεοῦ οὐ παρῃτήσατο ταύτην μεταχειρίσασθαι τὴν συγκατάβασιν; Βουλόμενος γὰρ αὐτοῦ δεῖξαι ἢ τὸ ἀσώματον ἢ τὸ ταχὺ τῆς πανταχοῦ παρουσίας, φησὶν ὁ Δαυΐδ· Ὁ περιπατῶν ἐπὶ πτερύγων
10ἀνέμων. Καίτοι γε οὔτε ἄνεμοι πτέρυγας ἔχουσιν, οὔτε αὐτὸς ἐπὶ πτερύγων περιπατεῖ. Πῶς γὰρ ὁ πανταχοῦ παρών; Ἀλλ’ ὅπερ ἔφθην εἰπών, τῇ ἀσθενείᾳ τῶν ἀκουόντων συγκαταβαίνων, ἀπὸ τῶν ἐγχωρούντων ἀνῆγεν αὐτῶν τὴν διάνοιαν. Καὶ πάλιν τὴν βοήθειαν αὐτοῦ
15βουλόμενος καὶ τὴν ἐκ ταύτης ἀσφάλειαν ἐνδείξασθαι, ταῖς αὐταῖς κέχρηται λέξεσιν, οὕτω λέγων· Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με. Ἐνταῦθα μέντοι οὐ τὸ μετάρσιον καὶ κοῦφον ἡμῖν αἰνίττεται μόνον ὁ προφήτης διὰ τῶν πτερύγων τούτων, ἀλλὰ καὶ ἕτερόν τι φρικῶδες.
20Δείκνυσι γὰρ ὅτι εἰ καὶ συγκατάβασις ἦν τὸ ὁρώμενον, ὥσπερ οὖν καὶ ἦν, οὐδὲ αἱ ἄνω δυνάμεις πρὸς τὸ μέτρον τοῦτο χωρῆσαι ἠδύναντο. Τὸ γὰρ καλύπτειν τοὺς πόδας καὶ τὰ πρόσωπα καὶ τὰ νῶτα, ἐκπληττομένων ἦν, τρεμουσῶν [τὴν ἀστραπήν], οὐ φερουσῶν τὴν ἀπὸ τοῦ
25θρόνου πηδῶσαν ἀστραπήν. Διὰ τοῦτο, καθάπερ τινὶ τειχίῳ, τῇ τῶν πτερύγων προβολῇ συνεσκίαζον τὰς ἑαυτῶν ὄψεις· καὶ ὅπερ ἡμεῖς πάσχειν εἰώθαμεν, ἢ βροντῶν καταρρηγνυμένων ἢ ἀστραπῶν, ἐπὶ τὸ ἔδαφος κλινόμενοι, τοῦτο δὴ καὶ ἐκεῖναι ἔπασχον. Εἰ δὲ τὰ Σεραφίμ, αἱ
30μεγάλαι καὶ θαυμάσιαι δυνάμεις ἐκεῖναι, Θεὸν καθήμενον καὶ ἐπὶ θρόνου καθήμενον ἰδεῖν ἀδεῶς οὐκ ἠδυνήθησαν, ἀλλὰ καὶ τὰς ὄψεις καὶ τοὺς πόδας ἐκάλυπτον, τίς ἂν παραστήσειε λόγος τὴν μανίαν τῶν αὐτὸν τὸν Θεὸν εἰδέναι σαφῶς λεγόντων καὶ τὴν ἀκήρατον ἐκείνην περι‐
35εργαζομένων οὐσίαν; Ταῖς δυσὶν ἐπέταντο καὶ ἐκέκραγον. Τί ποτέ ἐστι τοῦτο τό· Ἐπέταντο καὶ τί παρασημᾶναι βούλεται; Ὅτι διηνεκῶς περὶ τὸν Θεόν εἰσι καὶ παρ’ αὐτοῦ οὐκ ἀφίστανται, ἀλλ’ αὐτὴ αὐτοῖς ἡ πολιτεία, τὸ διηνεκῶς εἰς αὐτὸν ᾄδειν, τὸ διαπαντὸς εὐφημεῖν τὸν ποιή‐266
40σαντα. Οὐ γὰρ εἶπεν· Ἐκέκραξαν, ἀλλ’ Ἐκέκραγον, τουτέστι, διηνεκῶς τοῦτο ἔργον ἔχουσιν. Ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος. Τοῦτο τὴν παναρμόνιον αὐτῶν συμφωνίαν δηλοῖ καὶ τὴν μετὰ πολλῆς ὁμονοίας εὐφημίαν. Οὗτος ὁ ὕμνος
45οὐκ εὐφημία μόνον ἐστίν, ἀλλὰ καὶ προφητεία τῶν κατα‐ ληψομένων τὴν οἰκουμένην ἀγαθῶν καὶ δογμάτων ἀκρί‐ βεια. Τίνος δὲ ἕνεκεν οὐκ εἶπον ἅπαξ καὶ ἐσίγησαν, οὐδὲ δεύτερον καὶ ἔστησαν, ἀλλὰ τρίτον καὶ προσέθηκαν; Οὐκ εὔδηλον ὅτι τῇ Τριάδι τὸν ὕμνον ἀναφέρουσαι τοῦτο

6

.

3

(50)

ἐποίουν; Διά τοι τοῦτο ὁ μὲν Ἰωάννης περὶ τοῦ Υἱοῦ φησιν εἰρῆσθαι, ὁ δὲ Λουκᾶς περὶ τοῦ Πνεύματος, οἱ δὲ προφῆται περὶ τοῦ Πατρός. Καὶ τὰ ἑξῆς δὲ ταύτην ἡμῖν ἐμφαίνει τὴν ἔννοιαν. Μετὰ γὰρ τὸν ὕμνον ἐπήγαγον· Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ, ὅπερ ἦν προφη‐
55τείας ἀκριβοῦς· τὴν μέλλουσαν γνῶσιν προαναφωνοῦσι, δι’ ἧς ἡ οἰκουμένη τῆς δόξης ἐνεπλήσθη τοῦ Θεοῦ· ὡς τό γε παλαιὸν καὶ ἡνίκα ταῦτα ἐλέγετο, οὐ μόνον τὸ λοιπὸν τῆς οἰκουμένης μέρος, ἀλλὰ καὶ αὐτὴ τῆς Ἰουδαίας ἡ χώρα πολλῆς ἀσεβείας ἦν ἐμπεπλησμένη καὶ οὐδεὶς οὐδαμοῦ τὸν
60Θεὸν ἐδόξαζε. Καὶ μάρτυς αὐτὸς ὁ προφήτης λέγων ὅτι Δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Πότε οὖν πλήρης ἐγένετο ἡ γῆ τῆς δόξης αὐτοῦ; Ὅτε ὁ ὕμνος οὗτος εἰς τὴν γῆν κατηνέχθη καὶ συγχορευταὶ τῶν ἄνω δυνάμεων οἱ κάτω γεγόνασιν ἄνθρωποι καὶ μίαν τὴν
65μελῳδίαν ἀνήγαγον καὶ κοινὴν τὴν εὐφημίαν ἐποιήσαντο. Εἰ δὲ ἀναισχυντεῖ πρὸς ταῦτα ὁ Ἰουδαῖος, δειξάτω πότε πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ πλήρης ἐγένετο ταύτης τῆς ἀπὸ τῆς γνώσεως; Ἀλλ’ οὐκ ἂν ἔχοι δεῖξαι, κἂν μυριάκις ἀναισχυντῇ.268
70 Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον. Εἶδες προφητείας εὐκολίαν τὰ πράγματα ἀλλήλων ἐχόμενα; Μετὰ γὰρ τὸν ὕμνον τοῦτον καὶ τὸ πληρωθῆναι τὴν γῆν τῆς δόξης αὐτοῦ, ἐπαύσατο τὰ Ἰουδαϊκὰ ἅπαντα, ὅπερ καὶ αὐτὸ διὰ τοῦ ἐπαρθῆναι τὸ
75ὑπέρθυρον ἐδήλωσεν.

6

.

4

Ἐρημώσεως γὰρ τουτὶ τὸ σημεῖον ἦν, καὶ ἀνατροπῆς τοῦ ναοῦ· τοῦ ναοῦ δὲ ἀφανισθέντος, καὶ τἄλλα συγκατελύετο πάντα. Καὶ ἵνα μάθῃς ὅτι ἡ Καινὴ τὴν Παλαιὰν ἔπαυσεν· Ἀπὸ τῆς φωνῆς, φησίν,
5ἐπήρθη τὸ ὑπέρθυρον· τουτέστιν ἀπὸ τοῦ παραγενέσθαι τὴν δοξολογίαν ταύτην καὶ λάμψαι τὴν χάριν καὶ τὴν δόξαν ἐκχυθῆναι πανταχοῦ τῆς οἰκουμένης, τὰ τῆς σκιᾶς ἐκποδὼν γέγονε. Καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ. Ἐμοὶ καὶ τοῦτο δοκεῖ σημεῖον εἶναι τῆς ἁλώσεως τῆς αὐτοὺς
10καταληψομένης καὶ τοῦ βαρβαρικοῦ πυρὸς καὶ τοῦ χαλεπωτάτου ἐμπρησμοῦ. Καὶ εἶπον· Ὢ τάλας ἐγὼ ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων καὶ ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν Κύριον Σαβαὼθ
15εἶδον τοῖς ὀφθαλμοῖς μου. Ἐξέπληξε τὸν προφήτην ἡ ὄψις, διανέστησεν, εἰς πολὺν τὸν φόβον ἐνέβαλε, πρὸς ἐξομολό‐ γησιν ἐκίνησεν, ἀκριβέστερον τὴν εὐτέλειαν τῆς οἰκείας οὐσίας ἐπιγνῶναι παρεσκεύασε. Τοιοῦτοι γὰρ οἱ ἅγιοι πάντες· ἐπειδὰν μείζονος ἀπολαύσωσι τιμῆς τότε ταπει‐
20νοῦνται μειζόνως. Οὕτω καὶ ὁ Ἀβραὰμ τῷ Θεῷ διαλεγό‐ μενος, γῆν καὶ σποδὸν ἑαυτὸν ἐκάλει· οὕτω καὶ Παῦλος,
ὅτε τῆς ὄψεως ἐκείνης κατηξιώθη, τότε ἔκτρωμα ἑαυτὸν ὠνόμασεν· οὕτω δὴ καὶ οὗτος ταλανίζει ἑαυτὸν πρότερον ἀπὸ τῆς φύσεως λέγων· Ὢ τάλας ἐγώ, ὅτι270
25κατανένυγμαι, ὅτι ἄνθρωπος ὤν· εἶτα ἀπὸ τῆς γνώμης, Καὶ ἀκάθαρτα χείλη ἔχων. Ἀκάθαρτα αὐτοῦ τὰ χείλη ἐκάλεσεν, ὡς ἔγωγε οἶμαι, πρὸς τὴν παράθεσιν τῶν ἐμπύρων στομάτων ἐκείνων τῶν καθαρῶν δυνάμεων, τῆς ἀκριβεστάτης λειτουργίας ἐκείνης. Καὶ οὐδὲ ἐνταῦθα ἔστη,
30ἀλλὰ καὶ ὑπὲρ τοῦ λαοῦ παντὸς ἐξομολογεῖται, ἐπάγων καὶ λέγων· Ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. Καὶ τίνος ἕνεκεν χείλη ἐνταῦθα αἰτιᾶται; Τὸ ἀπαρρησίαστον ἐμφαίνων. Ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς τοῦτο αὐτὸ ἔλεγον σχεδόν, ἐν τῇ καμίνῳ ὄντες· Οὐκ
35ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα. Καὶ νῦν, ἐπειδὴ ὑμνῳδίας ἦν καιρὸς καὶ εὐφημίας καὶ τὰς ἄνω δυνάμεις ἑώρα τοῦτο ποιούσας, εἰκότως ἐπὶ τὰ χείλη τρέπει τὸν λόγον, τὰ μάλιστα πρὸς τὴν τοιαύτην διακονίαν καλούμενα. Ἀλλὰ τὰ μὲν αὐτοῦ διὰ τοῦτο ἀκάθαρτα ἐκάλεσε, τὰ δὲ τοῦ λαοῦ
40οὐχ οὕτως, ἀλλ’ ἐπειδὴ πολλῆς ἀνομίας ἦσαν ἐμπε‐ πλησμένοι. Καὶ τὸν βασιλέα Κύριον εἶδον τοῖς ὀφθαλμοῖς μου. Διὰ τοῦτο στένω καὶ θρηνῶ, φησίν, ὅτι τοσαύτης ἠξιώθην τιμῆς ἀνάξιος ὢν ὑπερβαινούσης μου τὴν ἀξίαν, ἀναβεβηκυίας μου τὴν φύσιν. Ὅταν δὲ λέγῃ· Εἶδον, μὴ
45τὴν ἀκριβῆ κατανόησιν νόμιζε, ἀλλὰ τὴν αὐτῷ δυνατήν. Καὶ σκόπει πόσον τῆς ἐξομολογήσεως τὸ κέρδος. Κατηγό‐ ρησεν ἑαυτοῦ καὶ εὐθέως ἐκαθάρθη. Ἐπειδὴ γὰρ ταῦτα εἶπε τὰ ῥήματα· Ἀπεστάλη πρός με, φησίν, ἓν τῶν Σεραφὶμ καὶ ἐν τῇ

6

.

4

(50)

χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας
σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Τινὲς μὲν καὶ τῶν μυστηρίων τῶν μελλόντων σύμβολα ταῦτα εἶναί φασι, τὸ272
55θυσιαστήριον, τὸ πῦρ τὸ ἐπικείμενον, τὴν διακονουμένην δύναμιν, τὸ ἐν τῷ στόματι δίδοσθαι, τὸ καθαίρειν τὰ ἁμαρτήματα· ἡμεῖς δὲ τέως τῆς ἱστορίας ἐχόμεθα καὶ λέγομεν τίνος ἕνεκεν τοῦτο γεγένηται. Μέλλει πέμπεσθαι πρὸς τὸν δῆμον τὸν Ἰουδαϊκόν, φοβερά τινα ἀπαγγέλλων
60καὶ ἀφόρητα. Πέμπεται τοίνυν τὰ Σεραφίμ, ὥστε 〈ἀπαλ‐ λάξαι〉 φόβου καὶ παρρησίας αὐτὸν ἐμπλῆσαι. Καὶ ἵνα μὴ προβάλληται, καθάπερ Μωϋσῆς, λέγων ἰσχνόφωνος εἶναι καὶ Ἱερεμίας, νεώτερος εἶναι, οὕτω καὶ οὗτος ἀκάθαρτα χείλη ἔχειν καὶ μὴ δύνασθαι διακονῆσαι τοῖς λεγομένοις,
65ἔρχεται τὰ Σεραφὶμ ἐκκαθαίροντα αὐτοῦ τὰ ἁμαρτήματα, οὐκ οἰκείᾳ δυνάμει (τοῦτο γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μόνον), ἀλλ’ ἐπιτάγματι καὶ δόσει τῶν ἀνθράκων. Οὐ γὰρ εἶπεν· Ἰδοὺ ἀφαιρῶ ἐγώ, ἀλλ’ Ἰδοὺ τοῦτο ἀφαιρεῖται τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου
70περικαθαριεῖ διὰ τὸ ἐπίταγμα τοῦ πέμψαντος. Τίνος δὲ ἕνεκεν ἐν τῇ λαβίδι τὰ Σεραφὶμ ἔλαβε τὸν ἄνθρακα; Οὐ γὰρ δὴ ἡ ἀσώματος δύναμις ἐγκατακαίεσθαι ἔμελλεν ὑπὸ τῶν ἀνθράκων. Τίνος ἕνεκεν ταῦτα γεγένηται; Διὰ πολλὴν συγκατάβασιν. Διὰ δὴ τοῦτο καὶ ἀπὸ τοῦ θυσιαστηρίου
75λαμβάνει, ἔνθα αἱ θυσίαι προσεφέροντο καὶ οἱ καθαρμοὶ τῶν ἁμαρτημάτων. Εἰ δὲ λέγοις· Πῶς τὸ στόμα οὐ κατεκάη τοῦ προφήτου; Μάλιστα μὲν οὐδὲ πῦρ αἰσθητὸν ἦν τὸ φαινόμενον· ἄλλως δέ, ὅταν ὁ Θεὸς ἐργάζηταί τι, μὴ πολυπραγμόνει, μηδὲ περιεργάζου.

6

.

5

Καὶ γὰρ ἐνεργοῦν καὶ αἰσθητὸν πῦρ σώμασιν ὁμιλῆσαν, τὰ τοῦ πυρὸς οὐκ ἐπεδείξατο. Εἰ δὲ ἔνθα κληματίδες καὶ
πίσσα, τῆς οἰκείας ἐπελάθετο φύσεως ἡ φλόξ, τί θαυμά‐ ζεις, εἰ νῦν τοσαύτης παραδοξοποιίας γενομένης ἐκάθηρεν,274
5ἀλλ’ οὐκ ἔκαυσε τουτὶ τὸ πῦρ; Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστελῶ καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Ὁρᾷς πόσον ἤνυσεν ἡ ὄψις, πόσον κατώρθωσεν ὁ φόβος; Καίτοι γε καὶ ἐπὶ Μωϋσέως τοιοῦτόν τι γέγονεν· εἰ γὰρ
10μὴ Σεραφὶμ ἐφάνη, μηδὲ αὐτὸς ἐπὶ θρόνου καθήμενος, ἀλλ’ ὅμως ἕτερον παράδοξον θέαμα τότε ἐδείχθη τῷ προφήτῃ καὶ τοιοῦτον, ὡς μηδένα ἀντιβλέψαι δυνηθῆναι τῷ φαινομένῳ. Ὁ γὰρ βάτος ἐκαίετο, φησί, καὶ οὐ κατεκαίετο. Ἀλλ’ ὅμως καὶ μετ’ ἐκεῖνα καὶ τὴν πολλὴν
15τοῦ Θεοῦ παραίνεσιν ὁ μέγας ἀναδύεται Μωϋσῆς καὶ σκήπτεται καὶ μυρίας ἐπινοεῖ προφάσεις παραιτήσεως, λέγων· Ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος καί· Προχείρισαι σὺ ἄλλον, ὃν ἐξαποστελεῖς. Καὶ Ἱερεμίας δὲ τὴν ἡλικίαν προβάλλεται. Καὶ Ἰεζεκιὴλ δὲ μετὰ τὸ
20κελευσθῆναι ἑπτὰ διατρίβει περὶ τὸν ποταμὸν ἡμέρας, ἀναδυόμενος καὶ ὀκνῶν. Διὸ καὶ τὴν παραβολὴν ἐκείνην προσέθηκεν ὁ Θεὸς λέγων· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ· καὶ ὅτι Τὴν ψυχὴν αὐτῶν ἐκ χειρός σου ἐκζη‐ τήσω. Ἰωνᾶς δὲ οὐ μόνον παρῃτήσατο, ἀλλὰ καὶ ἐδραπέ‐
25τευσε. Τί οὖν; τολμηρότερος πάντων ὁ Ἡσαΐας καὶ Μωϋσέως τοῦ μεγάλου; Καὶ τίς ἂν τοῦτο εἴποι; Πόθεν οὖν κελευόμενος ἐκεῖνος ἀνεδύετο, οὗτος δὲ μὴ φανερῶς ἐπιταγεὶς εἰσεπήδησεν; Οὐδὲ γὰρ εἶπεν· Ἄπελθε· ἀλλὰ τοῦ Θεοῦ λέγοντος· Τίνα ἀποστελῶ; ἥρπασε τὸ ἐπίταγμα.
30Τινὲς μὲν οὖν φασιν, ὅτι ἐπειδὴ ἥμαρτε, τὸν Ὀζίαν οὐκ ἐλέγξας κατατολμῶντα τῶν ἀδύτων, ὑπὲρ ἐκείνης βουλόμενος ἀπολογήσασθαι τῆς ἁμαρτίας, τῇ μετὰ ταῦτα προθυμίᾳ τῆς ὑπακοῆς ἐπεπήδησε ταχέως, ὥστε ἐξιλεώ‐
σασθαι τὸν Θεόν. Διὰ γὰρ τοῦτο καὶ ἀκάθαρτα τὰ χείλη276
35αὐτοῦ ἔλεγεν εἶναι διὰ τὸ ἀπαρρησίαστον. Ἀλλ’ οὐκ ἂν ἀνασχοίμην τῶν ταῦτα λεγόντων· ἀξιοπιστότερος γὰρ αὐτῶν ὁ Παῦλος, ὁ τολμήτην αὐτὸν καλῶν καὶ λέγων· Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει. Διὰ γοῦν τοῦτο οὐδὲ τῷ κοινῷ, ὥς φασι, νόμῳ τὴν ζωὴν κατέλυσεν, ἀλλὰ χαλεπω‐
40τάτην ὑπέστη τιμωρίαν, τῶν Ἰουδαίων οὐκ ἐνεγκόντων αὐτοῦ τὴν παρρησίαν. Χωρὶς δὲ τούτων οὐδέ φησιν ἡ Γραφή που, ὅτι παρῆν, ἡνίκα τὰ κατὰ τὸν Ὀζίαν ἐγίνετο, καὶ παρὼν ἐσίγα, ἀλλ’ οἴκοθεν καὶ παρ’ ἑαυτῶν ταῦτα οἱ λέγοντες στοχάζονται. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι οὐκ ἦν
45ἴσον τὸ Μωϋσέως, καὶ τοῦτο. Ὁ μὲν γὰρ εἰς ἀλλοτρίαν ἐπέμπετο καὶ βάρβαρον χώραν καὶ πρὸς τύραννον, μαινό‐ μενον καὶ λυττῶντα· οὗτος δὲ πρὸς τοὺς οἰκείους καὶ πολλὰ πολλάκις ἀκηκοότας καὶ ἐν πολλῷ παιδευθέντας χρόνῳ· καὶ οὐ τοσαύτης ἀνδρείας ἦν τὸ ὑπακοῦσαι ἐκεῖ

6

.

5

(50)

τε καὶ ἐνταῦθα. Τινὲς δέ φασιν ὅτι καὶ ἕτερόν τι αὐτῷ τὴν προθυμίαν ἐποίησε ταύτην. Ἐπειδὴ γὰρ ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ λαοῦ ἐξωμολογήσατο καὶ τὰ Σεραφὶμ εἶδεν ἀποσταλέντα καὶ ἐκκαθάραντα αὐτοῦ τὰ χείλη, προσδο‐ κήσας ὅτι καὶ τῷ λαῷ ταῦτα συμβήσεται καὶ ταῦτα
55ἀπελεύσεται ἀπαγγέλλων, προθύμως ἥρπασε τὸ λεχθέν. Ὥσπερ γὰρ ἦσαν φιλόθεοι, οὕτω καὶ φιλόστοργοι μάλιστα πάντων ἀνθρώπων οἱ ἅγιοι. Ἐλπίσας οὖν λύσιν τινὰ τῶν κακῶν ἀπαγγελεῖν, ἐπεπήδησε ταχέως καί φησιν· Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. Ἄλλως δὲ καὶ ψυχὴν σφόδρα
60πρὸς κινδύνους παρατεταγμένην εἶχε· καὶ δῆλον αὐτοῦ
τοῦτο τὸ ἦθος διὰ πάσης τῆς προφητείας ἐστίν. Ἐπεὶ οὖν ὑπέσχετο ἀπελεύσεσθαι καὶ οὐκ ἐτόλμα λοιπὸν ἀνανεῦσαι, τότε ἀκούει τὰ λυπηρά. Καὶ γὰρ καὶ ὁ Θεὸς αὐτὸν σοφῶς μετεχείρισεν. Οὐ γὰρ ἐξ ἀρχῆς εἶπε· Πορεύθητι καὶ εἰπέ,278
65ἀλλὰ πρότερον μετέωρον ποιήσας τὸ ἐπίταγμα καὶ ἄδηλον τῆς ἀποστολῆς τὸν τρόπον. Ἐπειδὴ ῥᾳδίως ὑπήκουσε, λέγει τὰ καταληψόμενα τοὺς Ἰουδαίους κακά. Τίνα δὲ ταῦτα ἦν; Πορεύθητι, φησί, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ
70ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι καὶ
75ἰάσωμαι αὐτούς. Ταῦτα οὐδὲ ἑρμηνείας οἶμαι δεῖσθαι, τῶν ἀκριβῶς ταῦτα ἐπισταμένων, προλαβόντων καὶ ἐξηγη‐ σαμένων αὐτά, Ἰωάννου τε τοῦ υἱοῦ τῆς βροντῆς καὶ Παύλου τοῦ τὰ παλαιὰ καὶ τὰ καινὰ μετὰ ἀκριβείας εἰδότος. Ὁ μὲν γὰρ ἐν τῇ Ῥώμῃ πρὸς τοὺς συνελθόντας
80μέν, ἀποπηδήσαντας δὲ καὶ οὐκ ἀνασχομένους τῶν λεγο‐ μένων, δημηγορῶν ἔλεγε· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε. Ὁ δὲ τῆς βροντῆς υἱός, ἐπειδὴ θαύματα ἑώρων καὶ οὐκ ἐπίστευον καὶ δογμάτων ἤκουον, καὶ οὐ προσεῖχον (ἀνέστησε γὰρ
85Λάζαρον ὁ Χριστὸς καὶ ἀνελεῖν αὐτὸν ἐπεχείρουν· δαίμονας ἤλαυνε καὶ δαιμονῶντα ἐκάλουν· τῷ Πατρὶ προσῆγε καὶ πλάνον ὠνόμαζον καὶ τὰς ἐναντίας ἐδέχοντο δόξας), μνημονεύει τῆς προφητείας ταύτης λέγων· Καλῶς εἶπεν Ἡσαΐας ὁ προφήτης, ὅτι Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ
90συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.280

6

.

6

Ἐπειδὴ γὰρ τὰ ἔνδον ὄμματα τῆς διανοίας πεπήρωντο, οὐδὲν ὄφελος ἦν αὐτοῖς τῶν ἔξωθεν ὀφθαλμῶν, τοῦ κριτηρίου τῆς διανοίας διεφθαρμένου. Διὰ τοῦτο βλέποντες οὐκ ἔβλεπον καὶ ἀκούοντες οὐκ ἤκουον· καὶ τὴν αἰτίαν
5προστίθησιν, ὅτι οὐχὶ τὰ αἰσθητήρια ἦν διεφθαρμένα, οὐδὲ ἡ φύσις λελωβημένη, ἀλλὰ ἡ καρδία πεπηρωμένη. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, φησί· πάχος δὲ διανοίας γίνεται ἀπό τε ἁμαρτημάτων, ἀπό τε βιωτικῶν ἐπιθυμιῶν. Καὶ ταύτην ἐξηγούμενος τὴν παχύτητα ὁ
10Παῦλος ἔλεγεν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευμα‐ τικοῖς ἀλλ’ ὡς σαρκικοῖς· οὔπω γὰρ ἠδύνασθε, ἀλλ’ οὐδ’ ἔτι νῦν δύνασθε. Καὶ τὴν αἰτίαν προστίθησι λέγων· Ὅπου γὰρ ἐν ὑμῖν ἔρεις καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Ἐπεὶ οὖν κἀκεῖνοι φθόνῳ πολλῷ καὶ
15βασκανίᾳ τηκόμενοι καὶ ἑτέροις μυρίοις πολιορκούμενοι πάθεσι, παχὺ τὸ ὄμμα τῆς διανοίας εἰργάσαντο, καθαρὰ βλέπειν οὐκ ἔτι λοιπὸν ἠδύναντο. Διὸ ἑτέρας περὶ τῶν ὁρωμένων δόξας ἐλάμβανον καὶ τὰς ἐναντίας. Ταῦτα οὖν μετὰ ἀκριβείας ὁρῶν ὁ προφήτης, προανεφώνησε καὶ τοῦ
20νοσήματος τὴν αἰτίαν. Σὺ δέ μοι σκόπει, ὡς δυοῖν προφη‐ τειῶν οὐσῶν, τὴν μὲν περὶ τῆς Ἐκκλησίας καὶ τῶν τῆς οἰκουμένης ἀγαθῶν τὰ Σεραφὶμ ἐδέξαντο λέγοντα· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ· τὴν δὲ περὶ τῆς ἁλώσεως καὶ τῶν τιμωριῶν
25τῶν Ἰουδαϊκῶν τῷ προφήτῃ κατέλιπον, ἵνα κἀντεῦθεν μάθῃς τῆς Ἐκκλησίας τὴν ὑπεροχήν. Καὶ εἶπον, ἕως πότε, Κύριε; Ὁρᾷς ὡς μάτην οὐδὲ εἰκῆ ἐστοχασάμεθα τῆς ὑπακοῆς τοῦ προφήτου τῆς μετὰ πολλῆς προθυμίας γεγενημένης; Ἐπειδὴ γοῦν τἀναντία ὧν
30προσεδόκησεν ἤκουσεν ἐρημίαν, πανωλεθρίαν, ἀξιοῖ τὸ γοῦν μέτρον μαθεῖν τῆς τιμωρίας· οὐδὲ γὰρ ἐτόλμα ὁλοκλήρου τῆς ὀργῆς αὐτοὺς ἐξαρπάσαι, διὰ τὸ προλαβόντα τὸν Θεὸν δεῖξαι ἀσύγγνωστα ἁμαρτάνοντας. Οὐ γὰρ συναρπαγῆς ἦν αὐτῶν τὰ τολμήματα, οὐδὲ γνώμης ἐπηρεαζομένης, ἀλλὰ282
35ψυχῆς ἔργον ποιουμένης τὴν παρακοὴν καὶ διανοίας φιλο‐ νείκου, καθάπερ ἐκ μελέτης τινὸς καὶ σπουδῆς, ἀνθιστα‐ μένης τοῖς ὑπὸ τοῦ Θεοῦ κελευομένοις. Τοῦτο γοῦν αἰνιττόμενος ἔλεγε· Μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι καὶ ἰάσωμαι αὐτούς.
40Ὡσανεὶ δεδοικότες γάρ, φησί, μήποτέ τι τῶν δεόντων μάθωσιν, οὕτω μετὰ πολλῆς τῆς σπουδῆς τὴν διάνοιαν αὐτῶν ἐπήρωσαν. Ἐπεὶ οὖν καὶ ἡ κατηγορία βαρυτάτη καὶ ἡ τιμωρία ἀπαραίτητος, ὅπερ ἦν λειπόμενον, τοῦτο ζητεῖ μαθεῖν· ἀλλ’ ἐν τάξει τοῦ μαθεῖν ἱκετηρίαν εἰσάγει. Ἐπειδὴ
45δὲ οὐδὲ ὑπὲρ τούτου φανερῶς ἱκετεῦσαι ἐτόλμα, διὰ τοῦτο μαθήσεως προσχήματι ἐρώτησιν ἐπινοεῖ λέγων· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ

6

.

6

(50)

ὁ Θεὸς τοὺς ἀνθρώπους καὶ πληθυνθήσονται οἱ κατα‐ λειφθέντες ἐπὶ τῆς γῆς καὶ ἔτι ἐπ’ αὐτῆς ἐστι τὸ Ἐπι‐ δέκατον. Καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. Σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς. Τὴν προφητείαν ἀπαρτίσας ἐκείνην, ἐπὶ
55τὴν ἱστορίαν πάλιν ἐξάγει τὸν λόγον, τήν τε ἅλωσιν τῶν δέκα φυλῶν προαναφωνῶν, τήν τε διὰ τὴν αἰχμαλωσίαν ἐκείνην ἐπὶ ταῖς δύο φυλαῖς μακροθυμίαν γεγενημένην· εἶτα καὶ τὴν τούτων αὐτῶν ἀπαγωγήν, ἐπειδὴ εἰς οὐδὲν
δέον ἐχρήσαντο τῇ μακροθυμίᾳ· καὶ τὴν ἐκ τοῦ λειψάνου284
60πάλιν ἀναφθησομένην αὐτοῖς εὐημερίαν. Ὅταν μὲν γὰρ λέγῃ· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, τῶν δέκα φυλῶν τὴν αἰχμαλωσίαν αἰνίτ‐ τεται. Καὶ γὰρ ἄρδην ἠφανίσθησαν ἅπαντες καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀνάρπαστοι γενόμενοι πάντες εἰς
65τὴν ἀλλοτρίαν ἀπηνέχθησαν, ὡς καὶ τὰς πόλεις ἁπάσας ἑστάναι κενὰς ἀνθρώπων καὶ τὴν γῆν ἔρημον τῶν θεραπευόντων αὐτὴν εἰς ὠφέλειαν τῶν ὑπολειφθησομένων. Ὅταν μὲν οὖν λέγῃ· Ἕως ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, τότε
70λέγει καὶ τὴν αἰχμαλωσίαν. Ὅταν δὲ λέγῃ ὅτι Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοῦς ἀνθρώπους, ἢ τὴν ὁλοσχερῆ πάντων εὐπραγίαν αἰνίττεται ἢ τὴν μετὰ τὴν ἀπαγωγὴν τῶν δέκα φυλῶν γενομένην ταῖς δύο φυλαῖς εὐημερίαν. Ἀπαλλαγέντες γὰρ τοῦ Σεναχειρὶμ καὶ τοῦ βαρβαρικοῦ
75στρατοπέδου, καὶ τῆς παραδόξου νίκης ἀπολαύσαντες, εἰς πλῆθος πάλιν ἐπέδοσαν καὶ εἰς βίου μῆκος, οὐδενὸς πολέμου θορυβοῦντος αὐτούς. Ὅταν δὲ εἴπῃ ὅτι Μακρυνεῖ ἢ τὸ πλῆθος τῶν ἀνθρώπων ἢ τὸ μῆκος τῶν ἐτῶν αἰνίτ‐ τεται. Καὶ ἵνα μάθῃς ὅτι περὶ τῶν δύο φυλῶν ταῦτά
80φησιν, ἐπήγαγεν ὅτι Ἐπ’ αὐτῆς ἐστι τὸ Ἐπιδέκατον, Ἐπι‐ δέκατον λέγων τὸ ἐπάνω τῶν δέκα, τὸ περισσὸν τῶν δέκα, ὅπερ ἦσαν αἱ δύο φυλαί. Ταύτῃ καὶ Παῦλος τῇ λέξει κέχρηται λέγων· Ἐπάνω πεντακοσίοις ἀδελφοῖς, τουτέστι, πλείοσι πεντακοσίων. Καὶ πάλιν ἔσται εἰς
85προνομὴν ὡς τερέβινθος. Τουτέστι, αἱ δύο φυλαί. Καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ τῆς θήκης αὐτῆς. Ὥσπερ γὰρ ἀτερπὴς ἐκεῖνος ὁ καρπὸς ἐκπεσὼν τῆς θήκης, οὕτω καὶ
οὗτοι καταγέλαστοι καὶ ἐπονείδιστοι ἔσονται τῆς πόλεως ἐκπεσόντες καὶ τῆς δόξης ἐκείνης γυμνωθέντες ἅπαντες.286
90Σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς. Οὐ μὴν ἀνίατα τὰ κακὰ ἔσται, φησίν, οὐδὲ ἀτελεύτητα, ἀλλὰ τὸ σπέρμα αὐτῆς ἅγιον ἔσται, καὶ Στήλωμα, τουτέστι, βέβαιον, πεπηγός, ἀκίνητον, ἀναμένον τὴν τῶν πραγμάτων μεταβολήν. Τῆς μὲν γὰρ εὐπραγίας ἐκπεσοῦνται, αὐτοὶ δὲ οὐ πανωλεθρίαν
95ὑποστήσονται, ἀλλὰ μενοῦσι καὶ στήσονται, ἕως ἂν ἀπολάβωσι τὴν προτέραν πολιτείαν πάλιν καὶ ἐπὶ τὴν προ‐
τέραν ἐπανέλθωσιν ἁγιστίαν.288

7

t

ΚΕΦΑΛ. Ζʹ

7

.

1

Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ Ὀζίου βασιλέως Ἰούδα. Ὅπερ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι τὸ παλαιὸν αἱ προφητεῖαι οὐ διὰ τοῦτο ἐγίνοντο, ἵνα ἁπλῶς οἱ Ἰουδαῖοι τὰ μέλλοντα μάθωσιν,
5ἀλλ’ ἵνα μαθόντες, ἐντεῦθεν κερδάνωσι καὶ τῷ φόβῳ τῆς ἀπειλῆς γένωνται σωφρονέστεροι καὶ τῇ τῶν ἀγαθῶν ὑποσχέσει προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, ἑκατέρωθεν μανθάνοντες τοῦ Θεοῦ τήν τε δύναμιν καὶ τὴν περὶ αὐτοὺς κηδεμονίαν. Καὶ γὰρ ταύτης ἕνεκεν τῆς αἰτίας
10προελέγετο τὰ λεγόμενα, καὶ ἵνα μὴ νομίσωσιν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ συμβαίνοντα ἐπιέναι, κατά τινα ἀκολουθίαν φύσεως ἢ πραγμάτων φοράν, ἀλλὰ εἰδῶσιν, ὅτι ἄνωθεν καὶ ἐκ τῆς τοῦ Θεοῦ ψήφου ταῦτα ἑκάτερα γίγνεται· ὅπερ αὐτοὺς τὰ μέγιστα εἰς θεογνωσίαν ὠφέλει. Ἀλλ’ ἐπειδή,
15καθάπερ καὶ ἔμπροσθεν ἔφθην εἰπών, ἡ προφητεία οὐκ ἐν αὐτῷ τῷ καιρῷ τὴν ἀπόδειξιν εἶχεν, ἀλλὰ τὰ μὲν ῥήματα τότε ἐλέγετο, τὰ δὲ πράγματα μακροῖς ὕστερον ἔμελλον ἐκβήσεσθαι χρόνοις, ἐνίων τῶν ἀκουόντων πολλάκις καὶ προαπερχομένων καὶ οὐ δυναμένων δικάσαι τῇ τῶν
20λεγομένων ἀκολουθίᾳ, ὅρα τί ποιεῖ καὶ πραγματεύεται ὁ Θεός. Προφητείαν προφητείαις συνάπτει μακροτέραις ἐγγυ‐ τέραν, τὴν ἐπὶ τῆς γενεᾶς αὐτῶν γενομένην τῶν μακρὸν ὕστερον ἐσομένων μεγίστην ἀπόδειξιν παρεχόμενος. Ἐπὶ δὲ τῶν εὐαγγελίων καὶ ἑτέρως μεθοδεύει τουτὶ τῆς
25ὠφελείας τὸ εἶδος, θαύματα προφητείαις συνάπτων καὶ θάτερον θατέρῳ κατασκευάζων. Οἷον τι λέγω· προσῆλθεν αὐτῷ ὁ λεπρός ποτε καὶ ἐκαθάρθη καὶ μετ’ ἐκεῖνον πάλιν ὁ τοῦ ἑκατοντάρχου παῖς ἀπηλλάγη τῆς χαλεπῆς ἀρρωστίας ἐκείνης καὶ σημεῖα ταῦτα μεγάλα ἦν· ἀλλ’ ὅμως οὐκ290
30ἔστη μέχρι τῶν σημείων, ἀλλὰ καὶ προφητείαν προστέ‐ θεικεν. Ἐπειδὴ γὰρ ὁ ἑκατόνταρχος τὴν θαυμαστὴν ἐκείνην καὶ μεγάλην ἐπεδείξατο πίστιν, δι’ ἧς τὸν παῖδα ἀπήλλαξε τῆς ἀρρωστίας, ἐπήγαγεν ὁ Χριστὸς λέγων· Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλι‐
35θήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται ἔξω. Ταῦτα δὲ ἔλεγε, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τὴν τῶν Ἰουδαίων ἀποβολὴν προαναφωνῶν· ὃ δὴ νῦν ἐπὶ τῶν ἔργων ἐξέβη καὶ τοῦ ἡλίου φανερώτερον ἅπασι δείκνυται· ἀλλὰ τότε τέως
40ἄδηλον ἦν καὶ τοῖς ἀπίστοις οὐκ εὐπαράδεκτον. Διὰ δὴ τοῦτο σημεῖον προέλαβε τὸ τότε ἐκβάν, τῷ μετὰ ταῦτα συμβησομένῳ πολλὴν προαποτιθέμενος τὴν πίστιν· ὥσπερ οὖν καὶ αὐτὴ ἡ προφητεία, ἐπὶ τῶν ἔργων φαινομένη νῦν, τῷ σημείῳ τῷ τότε γενομένῳ πολλὴν παρέχει τὴν
45βεβαίωσιν. Τί γὰρ ἂν εἴποι ὁ ἄπιστος; ὅτι οὐκ ἐκαθάρθη ὁ λεπρός; Βλεπέτω τῆς προφητείας τὴν ἀλήθειαν, καὶ ἀπὸ ταύτης καὶ τῷ σημείῳ πιστευέτω. Τί δὲ ἂν εἴποιεν οἱ τότε Ἰουδαῖοι; ὅτι ἃ προλέγει οὐκ ἔστιν ἀληθῆ; Ὁράτωσαν τὸν λεπρὸν καθαιρόμενον καὶ ἀπὸ τῶν ἐπ’ ἐκείνου

7

.

1

(50)

γενομένων καὶ περὶ τῶν μελλόντων μὴ ἀπιστείτωσαν, μέγιστον λαμβάνοντες ἐνέχυρον ἐκεῖνοι μὲν τῆς προφητείας τὸ σημεῖον, οἱ δὲ νῦν τοῦ σημείου τὴν προφη‐ τείαν. Εἶδες πῶς θάτερον διὰ θατέρου κατασκευάζεται; Τοῦτο καὶ ἐπὶ τῆς Παλαιᾶς γινόμενον ἴδοι τις ἄν. Ἐπεὶ
55γὰρ καὶ ὁ Ἱεροβοὰμ τὴν χαλεπὴν ἐκείνην ἐμάνη μανίαν
καὶ δαμάλεις ἔστησε χρυσᾶς, ἐλθὼν ὁ προφήτης τά τε μέλλοντα προανεφώνησεν καὶ σημεῖον εὐθέως ἔδωκεν. Ἵνα γὰρ μηδεὶς ἀπιστῇ τοῖς μετὰ τριακόσια συμβησομένοις ἔτη, τὸν βωμὸν ἔρρηξε καὶ τὴν πιότητα ἐξέχεε καὶ τὴν χεῖρα292
60τοῦ βασιλέως ἐξήρανεν, ἀπὸ τῶν πρὸ τῶν ὀφθαλμῶν γινομένων τῶν μετὰ πολὺν χρόνον συμβησομένων σαφῆ παρεχόμενος τὴν ἀπόδειξιν. Καὶ πολλὰ τοιαῦτα ἴδοι τις ἂν καὶ ἐν τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ γινόμενα, τοῦ Θεοῦ διαφόρως τὴν ἡμετέραν οἰκονομοῦντος σωτηρίαν. Ὃ δὴ
65καὶ ἐνταῦθα γέγονε καὶ μετὰ πλείονος τῆς περιουσίας· οὐ γὰρ δὴ σημεῖον μόνον, ἀλλὰ καὶ προφητείαν ὁμοῦ καὶ σημεῖον συνέπλεξεν. Ἀλλ’ ὥστε σαφέστερα γενέσθαι τὰ λεγόμενα, αὐτὴν μετὰ ἀκριβείας τὴν ἱστορίαν ἐπέλθωμεν. Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ
70Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασὴν βασιλεὺς Ἀρὰμ καὶ Φακὲς υἱὸς Ῥωμελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυῒδ, λεγόντων· συνεφώ‐ νησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Ἔστι μὲν ἱστορία τὰ
75εἰρημένα καὶ πραγμάτων διήγησις· ἀλλ’ ὁ νοῦν ἔχων καὶ ὀξὺ βλέπων, πολὺ καὶ ἐντεῦθεν καρπώσεται τὸ κέρδος, τοῦ Θεοῦ τὴν πολλὴν σοφίαν καὶ τὴν ὑπὲρ τῶν Ἰουδαίων κηδεμονίαν καταμανθάνων. Οὔτε γὰρ ἐκ προοιμίων τὸν πόλεμον ἀνεχαίτισεν, οὔτε ἐπελθόντα κρατῆσαι τῆς πόλεως
80συνεχώρησεν, ἀλλὰ τὴν ἀπειλὴν ἀφεὶς γενέσθαι τὴν διὰ τῶν ῥημάτων, τὴν πεῖραν ἐκώλυσεν, ὁμοῦ μὲν ἐκείνους ἀφυπνίζων καὶ τῆς ῥᾳθυμίας ἀπαλλάττων, ὁμοῦ δὲ τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος, ὅτι δυνατὸν αὐτῷ καὶ πρὸς αὐτὸ τῶν δεινῶν τὸ τέλος ἐλθόντων, ὥσπερ οὐδὲ ἀρχὴν
85εἰληφότων, οὕτω τοὺς ἐμπίπτοντας ἀκεραίους διατηρῆσαι.
Ὃ πολλαχοῦ ποιοῦντα αὐτὸν ἔστιν ἰδεῖν· οἷον ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας καὶ ἐπὶ τοῦ λάκκου τῶν λεόντων καὶ ἐφ’ ἑτέρων μυρίων πραγμάτων. Καὶ γὰρ ἦλθον οὗτοι καὶ ἐπολιόρκησαν, καὶ τῶν τειχῶν ἁψάμενοι294
90καὶ τὴν διάνοιαν τῶν ἔνδον οἰκούντων κατασείσαντες, οὐδὲν ἴσχυσαν περαιτέρω.

7

.

2

Ἔστι δὲ κἀντεῦθεν ἰδεῖν τῶν δέκα φυλῶν τὴν παρανο‐ μίαν, ὅτι οὐ μόνον ἐμφύλιον ἀνείλοντο πόλεμον, οὐδ’ ὅτι πρὸς τοὺς ἀδελφοὺς ἐστασίασαν, ἀλλ’ ὅτι καὶ ἀλλοφύλοις καὶ ἀλλογενέσιν ἑαυτοὺς συνῆψαν καὶ οἱ μηδὲ ἁπλῶς
5κοινωνεῖν αὐτοῖς ἐπιτραπέντες καὶ συμμάχους ἐκάλουν, καὶ συνεφράττοντο καὶ κατὰ τῆς πόλεως ἵσταντο. Τὸν γὰρ Ῥασὴν ἀλλόφυλον ὄντα κατὰ τῆς μητροπόλεως ἤγειρον. Καὶ ἦν τὰ τῆς μάχης ἀνώμαλα. Παρὰ μὲν γὰρ ἐκείνοις πλῆθος ἄπειρον καὶ πόλεις καὶ ἔθνη καὶ δῆμοι· ἐνταῦθα
10δὲ τούτων οὐδέν, ἀλλὰ πόλις μία ἡ μητρόπολις, ὥστε ἐκ περιουσίας φανῆναι τοῦ Θεοῦ τὴν ἰσχύν. Οὐδενὸς γὰρ ὅπλα κινοῦντος, οὐδὲ ἐξιόντος καὶ παραταττομένου, ἐξέπι‐ πτον ἐκεῖνοι τῶν πονηρῶν τούτων ἐγχειρημάτων. Οὐ γὰρ ἠδυνήθησαν, φησί, πολιορκῆσαι αὐτήν. Καίτοι τί τὸ
15κωλῦον ἦν; Οὐδὲν ἕτερον, ἀλλ’ ἢ τοῦ Θεοῦ χεὶρ ἀοράτως αὐτοὺς ἀποκρουομένη. Πλὴν ἀλλ’, ὅπερ εἶπον, τὸν μὲν πόλεμον ἀπεκρούσατο, τὸν δὲ φόβον οὐκ εὐθέως ἀνεῖλεν. Ἀνηγγέλη γάρ, φησίν, εἰς τὸν οἶκον Δαυΐδ, ὅτι συνεφώ‐ νησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ
20καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ. Ὅταν μέλλῃ τι παράδοξον ὁ Θεὸς ποιεῖν, οὐκ εὐθέως ἐπάγει τὸ θαῦμα, ἀλλὰ πρότερον τοὺς μέλλοντας ἀπολαύειν ἐν αἰσθήσει τῶν δεινῶν ἀφίησι γενέσθαι, ἵνα μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν μηδεμίαν ἀγνωμοσύνην ἐπιδείξωνται. Ἐπειδὴ γὰρ οἱ πολλοὶ τῶν
25ἀνθρώπων, τὰ μὲν ὑπὸ τύφου, τὰ δὲ ὑπὸ ῥᾳθυμίας ἐπιλανθάνονται τῶν δεινῶν μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν ἢ μὴ ἐπιλανθανόμενοι ἑαυτοῖς λογίζεσθαι βούλονται τὰ κατορθώματα, πρότερον ἀφεὶς αὐτοὺς ὑπὸ τῶν λυπηρῶν κατασείεσθαι, τότε τὴν ἐλευθερίαν δίδωσι296
30τῶν ἐνοχλούντων· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἀφῆκεν αὐτῶν τὰς καρδίας ἐκστῆναι, ἀφῆκεν εἰς ἀγωνίαν γενέσθαι πολλὴν καὶ τότε τὴν λύσιν ἐπήγαγε. Τοῦτο καὶ ἐπὶ τοῦ μεγάλου πεποίηκε Δαυΐδ. Ἐπειδὴ γὰρ ἔμελλεν αὐτὸν εἰς τὴν παράταξιν ἐξαγαγεῖν καὶ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον
35ἐγείρειν διὰ τῶν ἐκείνου χειρῶν, οὐκ ἐκ προοιμίων τοῦ πολέμου τοῦτο ἐποίησεν, ἀλλ’ ἀφεὶς τεσσαράκοντα ἡμέρας αὐτοὺς κατεργασθῆναι τῷ φόβῳ, ὅτε τὴν οἰκείαν ἀπέγνωσαν σωτηρίαν καὶ μυρία ὀνειδίζοντος τοῦ βαρβάρου, οὐδὲ οὕτω τις ἐτόλμησε διεγερθῆναι καὶ
40δέξασθαι τὸν ἀντίπαλον, τότε δή, τότε τῆς ἥττης αὐτῶν ὁμολογηθείσης, καὶ τῆς ἀσθενείας φανερᾶς γενομένης, ἤγαγε τὸ μειράκιον ἐπὶ τὸν πόλεμον καὶ τὴν παράδοξον ἐκείνην νίκην εἰργάσατο. Εἰ γὰρ καὶ μετὰ ταῦτα καὶ τὴν τοσαύτην τῆς ἀσθενείας αὐτῶν ἀπόδειξιν ὁ σωθεὶς
45βασιλεύς, ὑπὸ φθόνου καὶ βασκανίας τηκόμενος, ἐπε‐ βούλευε τῷ Δαυΐδ, τοῦ πάθους γενόμενος ὅλος, καὶ ἀγνώμων περὶ τὸν εὐεργέτην ἐφάνη, εἰ μὴ τοσοῦτον ἔδωκεν ἔλεγχον καὶ τῆς αὐτοῦ καὶ τοῦ στρατοπέδου παντὸς ἀνανδρείας, τί οὐκ ἂν ἐποίησε; Τοῦτο αὐτὸ καὶ

7

.

2

(50)

ἀλλαχοῦ πολλαχοῦ τὸν Θεὸν ποιοῦντα ἴδοι τις ἄν· ὃ δὴ καὶ ἐνταῦθα γίνεται. Ἐπειδὴ γὰρ μέλλει λύειν τὸν πόλεμον καὶ ἀπαλλάττειν αὐτοὺς τῶν λυπηρῶν, ἀφίησι πρότερον τῶν δεινῶν αἰσθέσθαι. Ἐξέστη γάρ, φησίν, ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ
55λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Καὶ τοῦτο προφητείας ἴδιον, τὸ τὰ ἀπόρρητα
αὐτῶν εἰς μέσον ἐξαγαγεῖν. Τὸ γὰρ πάθος ἡμῖν ἑρμηνεύει τῆς ἑκάστου διανοίας καὶ σαφηνείας ἕνεκεν καὶ εἰκόνα προστίθησιν καὶ ὥστε δεῖξαι τὴν ἐπίτασιν τῆς ἀγωνίας.298
60Διεσείσθη γὰρ αὐτῶν, φησίν, ἡ ψυχή, κατεβλήθη τὸ φρόνημα, ἀπέγνωσαν τῆς σωτηρίας, ἐν ἐσχάτοις ἐνόμιζον εἶναι, οὐδὲν χρηστὸν προσεδόκων, ἕκαστος ὑπὸ τῶν οἰκείων λογισμῶν προδεδομένος ἦν. Τί οὖν ὁ Θεός; Προλέγει τὴν ἀπαλλαγὴν καὶ τότε αὐτὴν ἐργάζεται, ἵνα μὴ
65ἄλλῳ τινὶ λογίσωνται πάλιν τὴν τῆς πόλεως ἐλευθερίαν, καὶ πέμπει τὸν προφήτην προαναφωνοῦντα τὰ μέλλοντα. Εἶπε γάρ, φησί, Κύριος πρὸς Ἡσαΐαν· Ἔξελθε εἰς συνάντησιν τοῦ Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου, πρὸς τῇ κολυμβήθρᾳ τῆς ἀνόδου τοῦ ἀγροῦ τοῦ
70κναφέως. Καὶ ἐρεῖς αὐτῷ· φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω· μηδὲ φοβηθῇς ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων. Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Τί ἐστιν, Ἔξελθε εἰς συνάντησιν; Ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας
75οὐχ ἡσύχαζεν ὁ βασιλεύς, οὐδὲ οἴκοι μένειν ἠνείχετο, ἀλλ’ ὅπερ ἔθος τοῖς πολιορκουμένοις ὑπομένειν, συνεχῶς ἐξῄει, τὰ τείχη περισκοπῶν, πρὸς ταῖς πύλαις γινόμενος, περι‐ εργαζόμενος καὶ πολυπραγμονῶν, πῶς τὰ τῶν πολεμίων διάκειται πράγματα. Διὰ τοῦτό φησιν· Ἔξελθε εἰς
80συνάντησιν. Τί δέ ἐστι· Σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου; Ἰασοὺβ τῇ Ἑβραίων γλώττῃ ἡ ἀναστροφὴ λέγεται καὶ ἡ διαγωγή. Διὰ τοῦτο καὶ ὁ Ἰεσσαὶ πέμπων τὸν Δαυῒδ ἔλεγε· Καὶ τὸ Ἰασοὺβ αὐτῶν λήψῃ· τουτέστι, τὴν ἀναστροφὴν αὐτῶν ἀπαγγελεῖς μοι καὶ τί διάγουσι
85πράττοντες.

7

.

3

Καὶ ἐνταῦθα τοίνυν, ἐμοὶ δοκεῖ, ὁ προφήτης κελεύεται πλῆθος μεθ’ ἑαυτοῦ λαβεῖν, ἵν’ ὅταν ἐκβῇ τὰ γεγενημένα,
μὴ ἔχῃ ἀγνωμονεῖν ὁ βασιλεύς, ὡς οὐδὲν τούτων ἀκηκοὼς παρὰ τοῦ προφήτου. Ὃ οὖν φησι, τοῦτό ἐστιν· ἔξελθε εἰς300
5συνάντησιν, σὺ καὶ οἱ ἀναστρεφόμενοι μετὰ σοῦ, οἱ κατα‐ λειφθέντες τοῦ λαοῦ. Μὴ θαυμάσῃς δὲ εἰ υἱὸν αὐτοῦ καλεῖ τὸν λαόν· καὶ γὰρ προϊών φησιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Καὶ γὰρ πατέρων τάξιν ἐπεῖχον οἱ ἅγιοι, τῇ ἀγάπῃ καὶ τῇ κηδεμονίᾳ τῇ περὶ τὸν
10δῆμον ἐκεῖνον πάντας τοὺς τῆς φύσεως ἀποκρύπτοντες πατέρας. Καταλειφθέντας δέ φησι, διὰ τὸ πολλοὺς ἀπενη‐ νέχθαι ὑπὸ τῶν πολεμίων. Ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. Πολλῆς μοι καὶ τοῦτο ἀπορίας εἶναι δοκεῖ, εἴ γε οἱ συγκεκλεισμένοι καὶ πολιορκούμενοι καὶ μηδὲ προκῦψαι
15τολμῶντες, ἔξω πυλῶν ἐφαίνοντο. Καὶ γὰρ ἔξω τειχῶν ἡ ὁδὸς αὕτη φαίνεται νῦν οὖσα. Τίς οὖν ἡ λύσις τῆς ἀπο‐ ρίας ταύτης; Ὅτι τὸ παλαιὸν ἕτερον περιεβέβλητο τεῖχος· καὶ γὰρ διπλᾶ τῇ πόλει τὰ τείχη ἦν· καὶ τοῦτο ῥᾴδιον ἐξ ἑτέρου προφήτου κατιδεῖν ἐστι τοῖς βουλομένοις
20προσέχειν. Ἐξελθὼν τοίνυν ἀνίστησιν αὐτῶν τὰ φρονή‐ ματα καταπεπτωκότα καὶ κελεύει θαρσεῖν ὑπὲρ τῶν μελλόντων. Ἡσύχασον γάρ, φησί, καὶ μὴ φοβοῦ· καὶ δαλοὺς ξύλων καλεῖ τοὺς βασιλέας, ὁμοῦ μὲν αὐτῶν τὸ σφοδρόν, ὁμοῦ δὲ τὸ εὐχείρωτον ἐνδεικνύμενος. Καὶ γὰρ
25τὸ Καπνιζομένων, διὰ τοῦτο προστέθεικε, τουτέστιν, ἐγγὺς ὄντων τοῦ σβεσθῆναι λοιπόν. Εἶτα δηλῶν, ὡς οὐ τῆς ἐκείνων δυνάμεως, ἀλλὰ τῆς αὐτοῦ συγχωρήσεως ἡ ἔφοδος ἦν, φησίν· Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.
30 Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηράν, Ἐφραῒμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου κατὰ σοῦ λέγοντες· Ἀναβησόμεθα εἰς τὴν
Ἰουδαίαν καὶ κακώσομεν αὐτὴν καὶ συλλαλήσαντες ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς302
35τὸν υἱὸν Ταβεήλ. Τάδε λέγει Κύριος Σαβαώθ· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται· ἀλλ’ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκὸς καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασίν. Καὶ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ. Καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων καὶ ἡ
40κεφαλὴ Σομόρων ὁ υἱὸς τοῦ Ῥωμελίου. Καὶ ἐὰν μὴ πιστεύ‐ σητε, οὐδὲ μὴ συνῆτε. Πάλιν ὁ προφήτης μεγίστην ἀπόδειξιν παρέχεται τῆς προφητείας. Ἐπειδὴ γὰρ ὁ φόβος κατέσεισε καὶ πρὸ ὀφθαλμῶν ἦν τὰ δεινά, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι καὶ προσδοκίαν ὑπερβαίνοντα πᾶσαν καὶ οἱ ἀκροώ‐
45μενοι οὐ σφόδρα πιστοί, ὅρα τί ποιεῖ. Δίδωσι σημεῖον μέγιστον τῶν ἐκβησομένων, τὰ βουλεύματα τῶν πολεμίων εἰς μέσον ἐκφέρων. Λέγει γὰρ αὐτῶν τὴν γνώμην, μεθ’ ἧς ἐπεστράτευσαν τῇ πόλει καὶ τί πρὸς ἀλλήλους διε‐ λέχθησαν καὶ τί συνθέντες ἐπανῆλθον καὶ δείκνυσιν ἢ

7

.

3

(50)

προδοσίαν τὸ πρᾶγμα ὂν (Συλλαλήσαντες γάρ, φησίν, αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς) ἢ πολλῇ τῇ ἀπονοίᾳ μεθύοντας καὶ νομίζοντας μηδὲ ὅπλων αὐτοῖς δεῖν, μηδὲ παρατάξεως καὶ συμβολῆς εἰς τὸ τὴν πόλιν λαβεῖν. Ἀρκεῖ γὰρ ἡμῖν φανῆναι, φησί, μόνον καὶ διαλεχ‐
55θῆναι, καὶ πάντας αἰχμαλώτους λαβόντας ἀπελθεῖν. Εἶτα, ὅπερ πάσχουσιν οἱ ἀλαζόνες, ὑπὸ τῆς ἐλπίδος ταύτης φυσηθέντες καὶ περὶ βασιλέως βουλεύονται, ὡς ἤδη τῆς πόλεως ἁλούσης, καὶ τίνα ἐπιστῆσαι δεῖ τῇ μητροπόλει. Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα, φησί· τὰ δὲ τοῦ Θεοῦ
60πάντων ἐκείνων ἀναιρετικά. Διὸ καὶ ἐπήγαγε· Τάδε λέγει Κύριος· καὶ οὐκ ἔστη, ἀλλὰ προσέθηκε, Σαβαώθ. Ὅταν γάρ τι μέγα ἀπαγγέλλειν μέλλῃ, τῆς δυνάμεως ἀναμι‐ μνῄσκει τοῦ Θεοῦ καὶ τῆς βασιλείας τῆς ἄνω καὶ τῆς θαυμαστῆς ἐκείνης ἀρχῆς καὶ παραδόξου. Τί οὖν φησιν ὁ
65Θεός; Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται· ἀλλ’ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός. Ἡ ἀρχὴ αὐτοῦ, φησίν, ἡ ἐξουσία αὐτοῦ ἐν Δαμασκῷ στήσεται καὶ περαιτέρω οὐ προβήσεται. Καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασήν. Καὶ ὁ ἄρχων Δαμασκοῦ, φησί, καὶ ὁ κρατῶν Ῥασὴν ἔσται·304
70τουτέστιν, ἐν τοῖς αὐτοῦ μενεῖ καὶ πλείονα οὐ προσθήσει δύναμιν αὐτῷ. Καὶ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ.

7

.

4

Μεγίστη δὲ τῆς ἀληθείας ἀπόδειξις, ὅταν καὶ τοὺς καιροὺς προλέγωσιν οἱ προφῆται, παρέχοντες τοῖς βουλο‐ μένοις ἐξετάζειν μετὰ ἀκριβείας τῆς προφητείας τὴν δύναμιν. Νῦν μὲν γάρ, φησίν, ἀποστήσονται τῆς πόλεως·
5μετὰ δὲ πέντε καὶ ἑξήκοντα ἔτη ὁλόκληρον ἀπολεῖται τὸ ἔθνος καὶ ἡ βασιλεία τοῦ Ἰσραὴλ οἰχήσεται καὶ οἱ πολέμιοι λαβόντες αὐτοὺς ἀπελάσονται πάντας. Νῦν μέντοι πρὸ τῆς ἁλώσεως ἐκείνης οὐδὲν πλέον τῶν οἰκείων λήψονται. Ἵνα γὰρ μὴ ἀκούσας ὁ βασιλεὺς ὅτι μετὰ ἑξή‐
10κοντα πέντε ἔτη ἀπολοῦνται, λέγῃ πρὸς ἑαυτόν, τί οὖν; ἐὰν νῦν ἡμᾶς λαβόντες, τότε ἀπολοῦνται, τί τὸ ὄφελος ἡμῖν; θάρρει, φησί, καὶ περὶ τῶν παρόντων. Ἁλώσονται γὰρ τότε παντελῶς· νῦν μέντοι πλέον τῶν οἰκείων οὐδὲν ἕξουσιν. Ἀλλ’ ἔσται ἡ κεφαλὴ Ἐφραΐμ, τουτέστι, τῶν
15δέκα φυλῶν, ἡ Σαμαρεία· ἐκεῖ γὰρ ἦν αὐτοῖς ἡ βασιλεία· καὶ οὐκ ἐκταθήσεται περαιτέρω· καὶ ἡ κεφαλὴ Σαμαρείας ὁ βασιλεὺς τοῦ Ἰσραήλ· ὅπερ ἐπὶ τοῦ Δαμασκηνοῦ ἔλεγε, τοῦτο καὶ ἐνταῦθα δηλῶν, ὅτι οὐδὲν πλέον ἕξουσιν, ὧν νῦν κατέχουσιν. Εἶτα, ἐπειδὴ πράγματα εἶπεν ὑπερ‐
20βαίνοντα λόγον ἀνθρώπινον καὶ ἀνώτερα τῆς τῶν λογισμῶν ἀκολουθίας καὶ προφητεία τὸ λεγόμενον ἦν, εἰκότως ἐπήγαγεν· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Μὴ ζήτει, φησί, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται· Θεὸς
γάρ ἐστιν ὁ ἐργαζόμενος καὶ πίστεώς σοι δεῖ μόνης καὶ306
25ἐννοήσεις τοῦ ποιοῦντος τὴν δύναμιν· πᾶσαν ἔλαβες τῶν εἰρημένων τὴν ἀπόδειξιν. Διὸ καὶ ὁ προφήτης Δαυῒδ ἔλεγεν· Ἐπίστευσα, διὸ καὶ ἐλάλησα. Καὶ ὁ Παῦλος εἰκότως ἐπιλαβόμενος τῆς ῥήσεως ταύτης, ἐπὶ μείζονα αὐτὴν εἵλκυσε πράγματα λέγων· Ἔχοντες δὲ τὸ αὐτὸ
30Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ καὶ ἐλάλησα καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Εἰ γὰρ τὰ παλαιὰ πίστεως ἔχρῃζε, τοσοῦτον ἀπέχοντα τῶν ἐν τῇ Καινῇ, ὅσον ἡ γῆ τῶν οὐρανῶν, πολλῷ μᾶλλον ἡ τῶν οὕτως ὑψηλῶν δογμάτων γνῶσις καὶ οὐδὲ εἰς νοῦν
35ἐλθόντων τινί ποτε. Ὅπερ οὖν καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων·
40Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν Ἡσαΐας· Ἀκούσατε δή, οἶκος Δαυΐδ· μὴ πικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ
45τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Πολλὴ τοῦ Θεοῦ συγκατάβασις καὶ τοῦ βασιλέως ἡ ἀγνωμοσύνη. Ἔδει μὲν γὰρ αὐτὸν ἀκούσαντα τοῦ προφήτου μηδὲν ἀμφιβάλλειν περὶ τῶν εἰρημένων· εἰ

7

.

4

(50)

δὲ καὶ ἀμφέβαλλε, κἂν σημεῖον λαβόντα πιστεῦσαι, ὅπερ πολλοὶ τῶν παρὰ Ἰουδαίοις πεποιήκασι. Καὶ γὰρ ὁ Θεός, φιλάνθρωπος ὤν, οὐδὲ τοῦτο παρῃτήσατο παρασχεῖν πολλάκις τοῖς παχυτέροις καὶ χαμαὶ συρομένοις καὶ τῇ γῇ προσηλωμένοις, οἷον ἐποίησεν ἐπὶ τοῦ Γεδεών. Ἐπειδὴ
55γὰρ πάντων καταδεέστερος ἦν καὶ παχύτατος, ὅρα ποῦ καταβαίνει πάλιν ὁ Θεός. Αὐτὸς αὐτὸν ἐφέλκεται καὶ προτρέπει πρὸς τὸ σημεῖον αἰτῆσαι· καίτοι γε οὐδὲ μικρὸν τοῦτο σημεῖον ἦν, τὸ ἐλέγξαι αὐτοῦ τὰ ἀπόρρητα καὶ εἰς μέσον ἀγαγεῖν αὐτοῦ τὴν γνώμην ἅπασαν καὶ τὴν ὑπό‐308
60κρισιν διελέγξαι πᾶσαν. Ἐπειδὴ γὰρ ὁ μὲν προφήτης εἶπεν· Αἴτησαι σεαυτῷ σημεῖον, ἐκεῖνος δὲ τὸν σφόδρα πιστὸν ὑποκρινόμενος ἔλεγεν· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον, ὅρα πῶς μετὰ πολλῆς τῆς σφοδρότητος ἐπάγει τὴν τομὴν ὁ προφήτης, εἰκότως μετὰ τὴν ἀπό‐
65δειξιν τῆς ὑποκρίσεως βαρυτέραν ποιούμενος τὴν κατηγο‐ ρίαν. Διὰ δὴ τοῦτο ἐκεῖνον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῖ, πρὸς δὲ τὸν δῆμον ἀποστρέφεται λέγων· Ἀκούσατε, οἶκος Δαυΐδ· μὴ μικρὸν ὑμῖν, ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Ἀσαφὲς τὸ εἰρημένον· διὸ
70δὴ δεῖ τὴν ῥῆσιν ἀναπτύξαι μετὰ ἀκριβείας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· μὴ γὰρ ἐμά ἐστι τὰ ῥήματα; μὴ γὰρ ἐμὴ ἡ ἀπόφασις; Εἰ δὲ ἀνθρώποις ἀπιστεῖν ἁπλῶς καὶ ἄνευ λόγου βαρὺ καὶ ἐγκλημάτων ἄξιον, πολλῷ μᾶλλον Θεῷ. Τὸ οὖν ἀγῶνα παρέχειν οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπιστεῖν.
75Τοῦτο οὖν, φησί, μὴ μικρόν ἐστιν ἔγκλημα; μὴ ἡ τυχοῦσα κατηγορία τοῖς ἀνθρώποις ἀπιστεῖν; Εἰ δὲ τοῦτο βαρύ, πολλῷ μᾶλλον τῷ Θεῷ.

7

.

5

Καὶ τοῦτο δὲ ἔλεγεν, ἵνα μάθωσι πάντες, ὅτι ἀνεξα‐ πάτητος ἔμεινεν ὁ προφήτης, οὐκ ἀπὸ τῶν ῥημάτων παρα‐ λογιζόμενος τῶν εἰρημένων, ἀλλ’ ἀπὸ τῶν ἐν τῇ διανοίᾳ τοῦ Ἄχαζ φέρων τὴν ψῆφον. Τοῦτο καὶ ὁ Χριστὸς
5πολλάκις ἐπὶ τῶν εὐαγγελίων ἐποίησε. Πρὶν ἢ γὰρ τὴν ἀπὸ τῶν σημείων παρασχεῖν ἀπόδειξιν, τὴν κακίαν τῶν
Ἰουδαίων εἰς μέσον ἄγων τὴν ἐν διανοίᾳ τυρευομένην, οὐ μικρὸν τοῦτο παρεῖχε σημεῖον· οἷον ἐπὶ τοῦ παραλυτικοῦ πεποίηκεν. Ἐπειδὴ γὰρ εἶπε πρὸς αὐτόν· Θάρσει, τέκνον·310
10ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἐκεῖνοι δὲ ἔλεγον ἐν ἑαυτοῖς· Βλασφημεῖ· φησί, πρὶν ἢ σφῖγξαι τὸν παραλελυμένον· Τί βουλεύεσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; μέγιστον θεότητος τοῦτο παρέχων τεκμήριον, τὸ τὰ ἀπόρρητα εἰδέναι τῆς διανοίας. Σὺ γὰρ ἐπίστασαι, φησί, καρδίας
15μονώτατος. Καὶ ὁ Δαυῒδ πάλιν φησίν· Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Τοῦτο καὶ τοῖς προφήταις ἐδίδου πολλάκις ὁ Θεὸς εἰδέναι, ἵν’ οἱ ἀκούοντες μανθάνωσιν ὅτι οὐδὲν ἀνθρώπινον τῶν εἰρημένων, ἀλλ’ ἄνωθεν καὶ ἐκ τῶν οὐρανῶν ἡ ψῆφος ἅπασα κατενήνεκται. Διὰ δὴ τοῦτο καὶ
20ὁ μεγαλοφωνότατος οὗτος Ἡσαΐας, ἐπειδὴ μετὰ πολλῆς τῆς ἐπιεικείας διελέχθη τῷ βασιλεῖ καὶ τῶν δεινῶν ἀπήλ‐ λαξε καὶ θαρρεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων καὶ τεκμήρια τούτου παρέσχεν αὐτῷ, τὸ τὴν βουλὴν ἐξαγ‐ γεῖλαι τῶν ἐπιστρατευσάντων καὶ τὴν προδοσίαν ἐλέγξαι
25καὶ τὴν ἅλωσιν τοῦ Ἰσραὴλ προειπεῖν τὴν παντελῆ καὶ ὁλόκληρον καὶ τὸν χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι καὶ οὐκ ἀναμένει σημεῖον αὐτὸν αἰτῆσαι, ἀλλὰ καὶ μὴ βουλόμενον δι’ ὑπερ‐ βολὴν ἀπιστίας προτρέπεται· καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ καὶ
30κύριον τῆς αἱρέσεως ποιεῖ· οὐδὲ γάρ φησι, τὸ καὶ τὸ σημεῖον, ἀλλ’ ὅπου βούλει, φησί· πλούσιος ὁ Δεσπότης, παναλκὴς ἡ δύναμις, ἄφατος ἡ ἐξουσία. Ἂν ἐκ τῶν οὐρανῶν βουληθῇς, οὐδὲν τὸ κωλῦον· ἂν ἐκ τῆς γῆς, οὐδὲν τὸ ἐμποδίζον. Τοῦτο γάρ ἐστιν· Ἢ εἰς βάθος ἢ εἰς
35ὕψος. Ἐπειδὴ δὲ οὐδὲ οὕτως αὐτὸν ἐπεσπάσατο, οὐδὲ ἐνταῦθα ἐσίγησεν, ἀλλ’ ἔλεγχον ἐπαγαγὼν καὶ τοῦτον ὑπὲρ διορθώσεως τοῦ ἀκούοντος καὶ τοῦ δεῖξαι, ὡς οὐκ ἠπάτησεν, οὐδὲ παρελογίσατο, ἀνακαλύπτει προφητείαν
ἀπόρρητον, τὴν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης ἐσομένην καὶ312
40ἐπὶ διορθώσει τῶν πραγμάτων ἁπάντων· καί φησι τὸ σημεῖον οὐχὶ τῷ Ἄχαζ δίδοσθαι λοιπόν, ἀλλὰ τῷ κοινῷ τῶν Ἰουδαίων δήμῳ. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν πρὸς αὐτὸν τὸν λόγον ἀπέτεινεν· ἐπειδὴ δὲ ἀνάξιον ἐκεῖνος ἑαυτὸν ἀπέφηνε, τῷ κοινῷ τοῦ λαοῦ διαλέγεται. Διὰ τοῦτο
45γάρ, φησί, δώσει, οὐχὶ σοί, ἀλλ’ ὑμῖν σημεῖον. Ὑμῖν, τίσιν; Τοῖς ἐν τῷ οἴκῳ Δαυΐδ. Καὶ γὰρ ἐκεῖθεν ἐβλάστησε τὸ σημεῖον. Τί οὖν τὸ σημεῖόν ἐστιν; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Παρατηρητέον, ὅπερ καὶ ἔμπροσθεν

7

.

5

(50)

εἶπον, ὅτι οὐ τῷ Ἄχαζ δίδοται λοιπὸν τὸ σημεῖον. Καὶ ὅτι οὐ στοχασμός, αὐτὸς ὁ προφήτης καὶ ἐνεκάλεσε καὶ κατηγόρησε λέγων· Μὴ μικρὸν ὑμῖν, ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ προσέθηκε· Διὰ τοῦτο δώσει Κύριος ὑμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Εἰ δὲ μὴ
55παρθένος ἦν, οὐδὲ σημεῖον ἦν. Τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν καὶ τὴν τῆς φύσεως ὑπερ‐ βαίνειν συνήθειαν καὶ ξένον εἶναι καὶ παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν ὁρώντων καὶ ἀκουόντων. Διὰ γὰρ τοῦτο καὶ σημεῖον λέγεται, διὰ τὸ ἐπίσημον. Ἐπί‐
60σημον δὲ οὐκ ἂν γένοιτο, εἰ μέλλοι κρύπτεσθαι τῇ κοινωνίᾳ τῶν ἄλλων πραγμάτων. Ὥστε εἰ περὶ γυναικὸς ὁ λόγος ἦν νόμῳ φύσεως τικτούσης, τίνος ἕνεκεν σημεῖον καλεῖ τὸ καθ’ ἑκάστην γινόμενον ἡμέραν; Διὰ δὴ τοῦτο καὶ ἀρχόμενος οὐχ ἁπλῶς εἶπεν· Ἰδοὺ παρθένος, ἀλλ’ ἰδοὺ
65ἡ παρθένος, τῇ προσθήκῃ τοῦ ἄρθρου ἐπίσημόν τινα καὶ μόνην τοιαύτην γεγενημένην ἡμῖν αἰνιττόμενος. Ὅτι γὰρ ἡ προσθήκη αὕτη τοῦτο ἐνδείκνυται, δυνατὸν καὶ ἀπὸ τῶν εὐαγγελίων μαθεῖν. Ἐπειδὴ γὰρ ἔπεμψαν πρὸς τὸν
Ἰωάννην οἱ Ἰουδαῖοι ἐρωτῶντες, Τίς εἶ; οὐκ ἔλεγον· Σὺ314
70εἶ χριστός, ἀλλ’ Εἰ σὺ εἶ ὁ Χριστός· οὐδὲ ἔλεγον, Σὺ εἶ προφήτης, ἀλλ’ Εἰ σὺ εἶ ὁ προφήτης· ὧν ἕκαστον ἐξαί‐ ρετον ἦν. Διὰ τοῦτο καὶ ἀρχόμενος ὁ Ἰωάννης οὐκ ἔλεγεν· Ἐν ἀρχῇ ἦν Λόγος, ἀλλ’ Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Οὕτω δὴ καὶ ἐνταῦθα
75οὐκ εἶπεν· Ἰδοὺ παρθένος, ἀλλ’ Ἰδοὺ ἡ παρθένος· καὶ μετὰ ἀξιώματος προφήτῃ πρέποντος τὸ Ἰδού. Μόνον γὰρ οὐχὶ ὁρῶντος ἦν τὰ γινόμενα καὶ φανταζομένου καὶ πολλὴν ἔχοντος ὑπὲρ τῶν εἰρημένων πληροφορίαν. Τῶν γὰρ ἡμετέρων ὀφθαλμῶν ἐκεῖνοι σαφέστερον τὰ μὴ
80ὁρώμενα ἔβλεπον. Τὴν μὲν γὰρ αἴσθησιν εἰκὸς καὶ ἀπατη‐ θῆναι· ἡ δὲ τοῦ Πνεύματος χάρις ἀνεξαπάτητον παρεί‐ χετο τὴν ἀπόφασιν.

7

.

6

Καὶ τίνος ἕνεκεν οὐ προσέθηκε, φασίν, ὅτι ἐκ Πνεύματος ὁ τόκος ἔσται; Προφητεία ἦν τὸ λεγόμενον καὶ συνεσκιασμένως ἀπαγγεῖλαι ἔδει, ὃ πολλάκις εἶπον, διὰ τὴν τῶν ἀκουόντων ἀγνωμοσύνην, ἵνα μὴ σαφῶς πάντα
5μαθόντες καὶ τὰ βιβλία πάντα κατακαύσωσιν. Εἰ γὰρ τῶν προφητῶν οὐκ ἐφείσαντο, πολλῷ μᾶλλον τῶν γραμμάτων οὐκ ἂν ἀπέσχοντο. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἕτερός τις βασιλεὺς ἐπὶ τοῦ Ἰερεμία αὐτὰ τὰ βιβλία λαβὼν κατέτεμε καὶ πυρὶ παρεδίδου. Εἶδες μανίαν ἀφόρητον;
10εἶδες ὀργὴν ἀλόγιστον; Οὐκ ἤρκεσεν αὐτῷ τὸ ἀφανίσαι τὰ γράμματα, ἀλλὰ καὶ ἐνέπρησε, τὸ ἀλόγιστον αὐτοῦ πάθος πληρῶσαι βουλόμενος. Ἀλλ’ ὅμως καὶ ἀσαφῶς εἰπὼν ὁ θαυμάσιος οὗτος προφήτης, τὸ πᾶν ἐνεδείξατο. Παρθένος γάρ, ἕως ἂν μένῃ παρθένος, πόθεν ἄλλοθεν κυήσειεν, εἰ μὴ
15ἀπὸ Πνεύματος ἁγίου; Τὸ γὰρ νόμον λῦσαι φύσεως οὐδενὸς ἑτέρου ἦν, ἀλλ’ ἢ τοῦ δημιουργοῦ τῆς φύσεως.
Ὥστε εἰπὼν ὅτι τέξεται ἡ παρθένος, τὸ πᾶν ἐνέφηνεν. Εἰπὼν τοίνυν τὸν τόκον, λέγει καὶ τὸ ὄνομα τοῦ τικτο‐ μένου, οὐ τὸ τεθέν, ἀλλὰ τὸ ἀπὸ τῶν πραγμάτων. Ὥσπερ316
20γὰρ τὴν Ἱερουσαλὴμ καλεῖ πόλιν δικαιοσύνης, καίτοι γε οὐδαμοῦ δικαιοσύνης ἐκλήθη πόλις, ἀλλὰ ἀπὸ τῶν πραγ‐ μάτων ταύτην εἶχε τὴν προσηγορίαν, διὰ τὸ πολλὴν γεγε‐ νῆσθαι τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν καὶ τὴν τοῦ δικαίου προστασίαν (καὶ γὰρ ὅταν πόρνην καλῇ, οὐχ ὡς
25τῆς πόλεως οὕτω ποτὲ κληθείσης, ἀλλὰ ἀπὸ τῆς κακίας τὸ ὄνομα τίθησιν· οὕτω δὴ καὶ μετὰ ταῦτα ἀπὸ τῆς ἀρετῆς)· τὸ αὐτὸ τοίνυν καὶ ἐπὶ τοῦ Χριστοῦ λεκτέον, ὅτι τὸ ἀπὸ τῶν πραγμάτων αὐτῷ ὄνομα τέθεικε. Τότε γὰρ μάλιστα μεθ’ ἡμῶν ὁ Θεὸς γέγονεν, ἐπὶ τῆς γῆς ὀφθεὶς καὶ τοῖς
30ἀνθρώποις συναναστρεφόμενος καὶ τὴν πολλὴν ἐπιδεικνύ‐ μενος περὶ ἡμᾶς κηδεμονίαν. Οὐκέτι γὰρ ἄγγελος, οὐδὲ ἀρχάγγελος μεθ’ ἡμῶν, ἀλλ’ αὐτὸς καταβὰς ὁ Δεσπότης τὴν πᾶσαν ἀνεδέξατο διόρθωσιν, πόρναις διαλεγόμενος, τελώναις συνανακείμενος, εἰς ἁμαρτωλῶν οἰκίας εἰσιών,
35λῃσταῖς παρρησίαν διδούς, μάγους ἐφελκόμενος, πάντα περιιὼν καὶ διορθούμενος, καὶ αὐτὴν τὴν φύσιν ἑνῶν πρὸς ἑαυτόν. Ταῦτα οὖν πάντα ὁ προφήτης προαναφωνεῖ, ὁμοῦ καὶ τὸν τόκον λέγων καὶ τὸ κέρδος τῶν ὠδίνων τὸ ἄφατον ἐκεῖνο καὶ ἄπειρον. Ὅταν γὰρ ὁ Θεὸς μετὰ
40ἀνθρώπων ᾖ, οὐδὲν δὴ δεῖ λοιπὸν δεδοικέναι, οὐδὲ τρέμειν, ἀλλ’ ὑπὲρ ἁπάντων θαρρεῖν· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ γὰρ τὰ ἀρχαῖα ἐκεῖνα καὶ ἀκίνητα ἐλύθη κακὰ καὶ ἡ κατὰ τοῦ κοινοῦ γένους ἀπόφασις ἀνῃρεῖτο καὶ τῆς ἁμαρτίας τὰ νεῦρα ἐκέκοπτο καὶ διαβόλου
45τυραννὶς κατελύετο καὶ ὁ πᾶσιν ἄβατος παράδεισος ἀνδρο‐ φόνῳ καὶ λῃστῇ πρῶτον ἠνοίγετο καὶ οὐρανῶν ἁψῖδες ἀνεπετάννυντο καὶ ἀγγέλοις ἄνθρωποι συνανεμίγνυντο καὶ πρὸς τὸν βασιλικὸν θρόνον ἡ φύσις ἡ ἡμετέρα ἀνήγετο καὶ τοῦ ᾅδου τὸ δεσμωτήριον ἄχρηστον ἦν καὶ ὁ θάνατος318

7

.

6

(50)

ὄνομα λοιπὸν ἔμενεν ὄν, πράγματος ἀπεστερημένον· καὶ μαρτύρων χοροὶ καὶ γυναῖκες κατακλῶσαι τοῦ ᾅδου τὰ κέντρα. Ταῦτα οὖν πάντα προορῶν ὁ προφήτης ἐσκίρτα καὶ ἐχόρευε καὶ δι’ ἑνὸς ῥήματος ἡμῖν αὐτὰ ἐνεδείκνυτο, προφητεύων ἡμῖν τὸν Ἐμμανουήλ.
55 Βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ἐπειδὴ τὸ τικτόμενον παιδίον οὔτε ἄνθρωπος ἦν ψιλός, οὔτε Θεὸς μόνον, ἀλλὰ Θεὸς ἐν
60ἀνθρώπῳ, εἰκότως καὶ ὁ προφήτης ποικίλλει τὸν λόγον, νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο λέγων καὶ τὰ παράδοξα τιθεὶς καὶ οὐκ ἀφιεὶς ἀπιστηθῆναι τὴν οἰκονομίαν διὰ τὴν τοῦ θαύματος ὑπερβολήν. Εἰπὼν γὰρ ὅτι τέξεται ἡ παρθένος, ὅπερ ἦν ἀνωτέρω φύσεως καὶ ὅτι κληθήσεται
65Ἐμμανουήλ, ὃ καὶ αὐτὸ μεῖζον προσδοκίας ἦν, ἵνα μή τις τὸν Ἐμμανουὴλ ἀκούσας, τὰ Μαρκίωνος πάθῃ καὶ νοσήσῃ τὰ Οὐαλεντίνου διὰ τὴν οἰκονομίαν, διαρρήδην ἐπήγαγε καὶ τῆς οἰκονομίας τὴν σαφεστάτην ἀπόδειξιν, ἀπὸ τῆς
τραπέζης αὐτὴν πιστούμενος. Τί γάρ φησι; Βούτυρον καὶ320
70μέλι φάγεται. Τοῦτο δὲ οὐκ ἂν εἴη θεότητος, ἀλλὰ τῆς φύσεως τῆς ἡμετέρας. Διὰ γάρ τοι τοῦτο οὐδὲ ἄνθρωπον ἁπλῶς πλάσας ἐνῴκησεν ἐν αὐτῷ, ἀλλὰ καὶ κυήσεως ἠνέσχετο καὶ ταύτης ἐννεαμηνιαίου καὶ ὠδίνων καὶ σπαργάνων καὶ τῆς ἐκ πρώτης ἡλικίας τροφῆς, ἵνα διὰ
75πάντων ἐμφράξῃ τὰ στόματα τῶν ἀρνεῖσθαι τὴν οἰκο‐ νομίαν ἐπιχειρούντων. Ταῦτα οὖν ἄνωθεν προορῶν ὁ προφήτης οὐχὶ τὰς ὠδῖνας λέγει καὶ τὸν θαυμαστὸν τόκον μόνον, ἀλλὰ καὶ τὴν ἐν πρώτῃ ἡλικίᾳ τροφήν, τὴν ἐν αὐτοῖς τοῖς σπαργάνοις, οὐδὲν τῶν λοιπῶν ἐξαλλάττουσαν
80ἀνθρώπων, οὐδέ τι ξένον κατὰ τοῦτο ἔχουσαν. Οὔτε γὰρ ἅπαντα ἐξηλλαγμένα ἦν αὐτῷ, οὔτε πάντα κοινά. Τὸ μὲν γὰρ ἐκ γυναικὸς τεχθῆναι κοινόν, τὸ δὲ ἀπὸ παρθένου μεῖζον ἢ καθ’ ἡμᾶς. Τὸ δὲ τραφῆναι πάλιν τῷ κοινῷ τῆς φύσεως νόμῳ καὶ τὸ αὐτὸ τοῖς πολλοῖς κοινόν· τὸ δὲ
85ἄβατον γενέσθαι πονηρίᾳ τὸν ναὸν ἐκεῖνον, καὶ μηδὲ εἰς πεῖραν ἐλθεῖν πονηρίας, τοῦτο ξένον καὶ παράδοξον καὶ αὐτοῦ μόνου. Διὸ δὴ κἀκεῖνο καὶ τοῦτο τέθεικεν. Οὐ γὰρ μετὰ τὴν πεῖραν τῆς κακίας ἀπέστη τῆς κακίας, φησίν, ἀλλὰ ἄνωθεν καὶ ἐκ προοιμίων αὐτῶν πᾶσαν ἀρετὴν
90ἐπεδείκνυτο. Ὃ καὶ αὐτὸς ἔλεγε· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καί, Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ ἔχει οὐδέν.

7

.

7

Καὶ αὐτὸς οὗτος προϊὼν ὁ προφήτης λέγει ὅτι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Τοῦτο δὴ καὶ ἐνταῦθά φησιν, ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἀπὸ τῆς ἡλικίας ἐκείνης τῆς
5ἀπειροκάκου, ἀπ’ αὐτῶν τῶν προοιμίων τὴν ἀρετὴν ἐπιδεί‐ ξεται καὶ οὐδὲν ἕξει πρὸς τὴν κακίαν κοινόν. Διότι πρὶν ἢ
γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Πάλιν ταῖς αὐταῖς λέξεσι τὸ αὐτὸ νόημα αἰνίττεται καὶ ἐνδιατρίβει τῷ λόγῳ. Ἐπειδὴ γὰρ322
10σφόδρα ἦν ὑψηλὸν τὸ εἰρημένον, τῇ συνεχείᾳ τῆς διηγήσεως αὐτὸ πιστοῦται. Ὅπερ γὰρ ἀνωτέρω ἐδήλωσεν εἰπών· Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, τοῦτο προϊὼν ᾐνίξατο εἰπών· Πρὶν ἢ γνῶναι τὸ παιδίον· καὶ ἐπεξηγήσει κέχρηται πάλιν λέγων· Ἀγαθὸν ἢ κακόν,
15ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Τούτου γὰρ αὐτοῦ μόνον ἦν τὸ ἐξαίρετον. Διὸ καὶ ὁ Παῦλος αὐτὸ στρέφει συνεχῶς καὶ Ἰωάννης δὲ ἰδὼν αὐτόν, τοῦτο ἀνεκήρυξε λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὁ δὲ τὴν ἑτέρων αἴρων, πολλῷ
20μᾶλλον αὐτὸς ἀναμάρτητος ἦν. Καὶ ὁ Παῦλος, ὅπερ ἔφθην εἰπών, συνεχῶς αὐτὸ ἀναβοᾷ. Ἐπειδὴ γὰρ ἔμελλεν ἀποθνήσκειν, ἵνα μή τις νομίσῃ τῶν ἀπίστων, ὅτι οἰκείας ἁμαρτίας τίνει δίκην, συνεχῶς αὐτοῦ τὸ ἀναμάρτητον εἰς μέσον ἄγει, ἵνα τὸν θάνατον αὐτοῦ τῆς ἡμετέρας ἁμαρτίας
25λυτήριον ὄντα δείξῃ. Διὸ καὶ ἔλεγε· Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει. Καὶ γὰρ ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν. Οὐδὲ ἐκεῖνον τὸν θάνατον, ὡς ὑπεύθυνος ὤν, φησί, κατὰ τὸν τῆς ἁμαρτίας λόγον ἀπέθανεν, ἀλλ’ ὑπὲρ τῆς κοινῆς ἁπάντων πλημμελείας. Εἰ τοίνυν τῷ προτέρῳ
30κατὰ τοῦτο ὑπεύθυνος οὐκ ἦν, ἐκ περιουσίας ἀποδέ‐ δεικται, ὅτι οὐκέτι ἀποθανεῖται. Καὶ καταλειφθήσεται ἡ γῆ, ἢν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων. Ὅπερ συνεχῶς ὁ προφήτης ποιεῖ, τοῦτο καὶ ἐνταῦθα πεποίηκε. Μετὰ τὴν προφητείαν ἐπὶ τὴν
35ἱστορίαν ἐξάγει τὸν λόγον. Τοῦτο καὶ ἐπὶ τῶν Σεραφὶμ κατασκευάσαντα σαφῶς ἀπεδείξαμεν, ὃ καὶ ἐνταῦθα εἰργά‐ σατο. Εἰπὼν γὰρ τὰ μέλλοντα ἔσεσθαι τῆς οἰκουμένης ἀγαθά, εἰς τὸν βασιλέα λοιπὸν τρέπει τὸν λόγον. Διὸ καὶ
ἐπήγαγε λέγων· Καὶ καταλειφθήσεται ἡ γῆ. Τί ἐστι 〈Τὸ〉324
40καταλειφθήσεται; Ἀνέπαφος ἔσται, ἐλευθέρα ἔσται, οὐδὲν πείσεται ἀηδές, τὰ τοῦ πολέμου οὐχ ὑποστήσεται. Καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ὑπὲρ ἧς δέδοικας, ὑπὲρ ἧς τρέμεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων, τοῦ τε Δαμασκηνοῦ καὶ τοῦ Ἰσραηλίτου. Εἶτα, ἵνα μὴ τῇ τῶν
45ἀγαθῶν προφητείᾳ ῥᾳθυμότερος γένηται, μηδὲ ὑπὸ τῆς εἰρήνης χαυνότερος, ἐπισφίγγει πάλιν αὐτοῦ τὴν ψυχὴν λέγων· Ἀλλὰ ἐπάξει ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν,

7

.

7

(50)

ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων. Διὰ γὰρ τούτων τῶν βαρβάρων τὴν ἔφοδον δηλοῖ, δι’ ἧς τὴν πόλιν πρόρριζον ἀνέσπασαν καὶ λαβόντες αὐτοὺς αἰχμαλώτους ἀπῆλθον. Καὶ προλέγει ταῦτα, οὐχ ἵνα γένηται, ἀλλ’ ἵνα τῷ φόβῳ γενόμενοι
55σωφρονέστεροι, τὴν ἀπειλὴν ἀποκρούσωνται. Ἐπειδὴ δὲ οὔτε ὑπὸ τῶν χρηστῶν, ὧν παρ’ ἀξίαν ἀπήλαυσαν, ἐγένοντο βελτίους (ὅτι δὲ παρ’ ἀξίαν ἀπήλαυσαν, ἔδειξεν ἡ γνώμη τοῦ βασιλέως καὶ ἡ ὑπερβάλλουσα ἀπιστία), οὔτε τῇ ἀπειλῇ τῶν φοβερῶν μετεβάλλοντο, ἀλλὰ πρὸς
60ἑκάτερον τῆς ὠφελείας τὸ φάρμακον ἀντέστησαν χαλεπῶς, ἐπάγει λοιπὸν βαθυτέραν τὴν τομήν, τὴν σηπεδόνα ἐκτέμνων καὶ τοὺς ἀνίατα νοσοῦντας ἐκκόπτων. Τί δέ ἐστιν· Ἀφ’ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων; Ἐπῆλθον οἱ βάρβαροι, πάντας
65αὐτοὺς ἀναρπασόμενοι· ἀλλ’ ἀφέντες τὸν Ἰούδα καὶ τὰς δύο φυλάς, ἐτράπησαν κατὰ τοῦ Ἰσραήλ. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ’ ἧς αἱ δέκα φυλαὶ πρὸς ἑαυτὰς ἐφελκύσονται τὸ τῶν βαρβάρων στρατόπεδον, ὑμῶν ἀποστήσαντες, τῇ τῆς οἰκείας ἁμαρτίας
70ὑπερβολῇ καὶ καθ’ ἑαυτῶν καλέσαντες αὐτοὺς ἀπε‐
νεχθῶσιν, ἀπ’ ἐκείνης χρὴ δεδοικέναι καὶ φοβεῖσθαι λοι‐ πόν. Ὁδῷ γὰρ προβαίνοντες καὶ ἐφ’ ὑμᾶς ἥξουσιν, εἰ μὴ μεταβάλλοισθε. Καί φησιν, ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐπάξει αὐτούς. Οὐ γὰρ ὁμοῦ τῶν Ἰσραηλιτῶν ἀπενεχθέντων,326
75κἀκεῖνοι ἑάλωσαν, ἀλλὰ βραχὺς μεταξὺ γέγονε χρόνος.

7

.

8

Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν, ὅτι τῇ ψήφῳ ἔκτοτε ἐπήγαγεν ἂν τὰς ἡμέρας· ἀλλ’ ἀνέμενεν ὁ Θεὸς καὶ ἐμακροθύμει, καίτοι τῆς ἀξίας τῶν ἁμαρτημάτων ἔκτοτε ἀπαιτούσης τὴν τιμωρίαν· ὅπερ πολλαχοῦ ποιεῖν εἴωθε,
5τῆς κυρίας παραγενομένης ἡμέρας, ἀναβάλλεσθαι καὶ ἀναδύεσθαι· ὃ καὶ τῆς αὐτοῦ φιλανθρωπίας τεκμήριον μέγιστον καὶ τῆς ἀγνωμοσύνης τῶν οὐκ ἐθελόντων εἰς δέον αὐτοῦ κεχρῆσθαι τῇ μακροθυμίᾳ ἀπόδειξις σαφεστάτη. Τοῦτο οὖν καὶ ἐνταῦθά φησιν, ὅτι ἀπὸ τότε ἡ
10ἀπειλή, ἀπὸ τότε ἡ ἀπόφασις, ἐκ τότε ἡ θεήλατος ὀργή, ἵνα ἐπὶ θύραις ἀγαγὼν τὴν τιμωρίαν, διαναστήσῃ πρὸς μετάνοιαν καὶ βελτίους ἐργάσηται καὶ μετὰ τὴν ἐκείνων ἅλωσιν ἐν ἀγωνίᾳ καταστήσῃ, μηδέ, ἐπειδὴ οἱ μὲν ἀπηνέχθησαν, οἱ δὲ διέφυγον, ῥᾳθυμότεροι ταύτῃ γένωνται.
15 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συριεῖ Κύριος μυίαις, αἳ κυριεύσουσι μέρους ποταμοῦ Αἰγύπτου. Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, ὅτι τὸν φόβον αὐξῆσαι βουλόμενος, ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐπισείει τὴν ἀπειλήν. Τὰ γοῦν ἑξῆς τοῦτο δηλοῖ, δι’ ὧν ἐπαίρει τὸν φόβον τῷ λόγῳ καὶ τὰ
20στρατόπεδα αὐτοῖς δῆλα ποιῶν, ἅπερ ἦν αὐτοῖς φοβερώτατα, καὶ τὴν εὐκολίαν τῆς ἐφόδου δηλῶν, ὃ μεθ’ ὑπερβολῆς αὐτοὺς κατέσειε, καὶ τὸ στῖφος τῆς στρατιᾶς ἐμφαίνων, ὃ μάλιστα αὐτῶν ἐξίστη τὴν διάνοιαν· ταῦτα δὲ ἅπαντα διὰ τῶν ἑξῆς ᾐνίξατο. Σκόπει δέ. Καὶ ἔσται ἐν τῇ
25ἡμέρᾳ ἐκείνῃ, φησί, συριεῖ Κύριος μυίαις. Μυίας ἐνταῦθα τοὺς Αἰγυπτίους ἐκάλεσε, διὰ τὸ ἀναιδὲς καὶ ἀναίσχυντον καὶ ὅτι συνεχῶς διακρουόμενοι συνεχῶς ἐπῄεσαν καὶ οὐδὲ μικρὸν ἀναπνεῖν συνεχώρουν, ἀλλὰ μυρία παρεῖχον αὐτοῖς πράγματα πολλάκις, καθάπερ αἱ μυῖαι τοῖς τραύμασιν,328
30οὕτω διηνεκῶς ταῖς τούτων ἐφιζάνοντες συμφοραῖς. Τούτους οὖν ἄξει, φησίν, ὁ Θεός. Ἀλλ’ οὐκ εἶπεν, ἄξει, ἀλλὰ Συριεῖ, τὴν εὐκολίαν ἐμφαίνων τῆς ἀνόδου καὶ τὸ ἄμαχον τῆς τοῦ Θεοῦ δυνάμεως καὶ ὅτι ἀρκεῖ νεῦσαι μόνον καὶ πάντα ἕπεται. Καὶ εἰκότως ἀπὸ τούτων
35πρότερον ἄρχεται τῆς ἀπειλῆς, ὧν ἤδη διὰ τῶν ἔργων πεῖραν εἰλήφεισαν. Καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Ὁ Σύρος καὶ ὁ Ἑβραῖος, ὥς φασιν, οὐ λέγουσι, μελίσσας, ἀλλά, Σφῆκας. Ἐπειδὴ γὰρ οὐ σφόδρα αὐτῶν ἦσαν ἐν πείρᾳ, τῇ εἰκόνι τοῦ σφηκὸς εἰς πολλὴν
40αὐτοὺς ἐνέβαλλεν ἀγωνίαν, τὸ σφοδρὸν αὐτῶν, τὸ πληκτικόν, τὸ ἀμυντικόν, τὸ πικρὸν τῶν τραυμάτων, τὸ ταχὺ τῆς παρουσίας, τὸ δυσφύλακτον διὰ τοῦ ζώου τούτου δηλῶν. Καὶ ἐλεύσονται καὶ ἀναπαύσονται πάντες ἐν ταῖς
45φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. Εἰπὼν τὸ φοβερὸν τῶν ἐθνῶν καὶ τὸ τάχιστον τῆς στρατείας, λέγει καὶ τὸ πλῆθος λοιπόν. Καὶ οὐκ εἶπε· Στρατοπεδεύσονται, ἀλλά· Ἀναπαύσονται, οὐδὲ ὡς εἰς

7

.

8

(50)

πολεμίαν ἀφικνούμενοι χώραν, ἀλλ’ ὡς τῇ οἰκείᾳ ἐντρυ‐ φῶντες, οὐδὲ ὡς καμάτου δεόμενοι καὶ πόνων, ἀλλ’ ὡς ἐπὶ φανερὰν ἀπαντήσοντες νίκην καὶ ἕτοιμον ληψόμενοι τὴν ἁρπαγήν. Διὰ τοῦτό φησιν· Ἐλεύσονται καὶ ἀναπαύ‐
σονται, ὃ τῶν νενικηκότων ἐστὶ καὶ τρόπαιον στησάντων330
55καὶ μετὰ τὸν πολὺν ἱδρῶτα καὶ τὰς σφαγὰς ἀναπαυο‐ μένων. Καὶ οὐκ ἀναπαύσονται ἐν πεδίοις μόνον· ἀλλ’ ἐπειδὴ τὸ πλῆθος ἄπειρον καὶ οὐχ ἱκανὴ ἡ χώρα δέξασθαι τῶν σωμάτων τὸν ἀριθμόν, καὶ φάραγγες καὶ πέτραι καὶ ὄρη καὶ νάπαι καὶ πάντα καλυφθήσεται τοῖς βαρβαρικοῖς
60σώμασι. Καίτοι εἰ καὶ μὴ σφοδροὶ ἦσαν, μηδὲ οὕτω ῥαγδαῖοι, ἤρκει τὸ πλῆθος αὐτοὺς καταπλῆξαι· ὅταν δὲ ἀμφότερα ᾖ, καὶ πλῆθος τοσοῦτον καὶ δύναμις τηλικαύτη καὶ τὸ πάντων χαλεπώτερον, ἡ τοῦ Θεοῦ ὀργὴ στρατη‐ γοῦσα, ποία λοιπόν ἐστι σωτηρίας ἐλπίς; Τὸ δὲ Εἰς πᾶσαν
65ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ ὑπερβολικῶς εἴρηται. Οὐ γὰρ δὴ ἐπὶ τῶν δένδρων ἔμελλον ἀναπαύεσθαι, ἀλλ’ ὁμοῦ, καθάπερ εἶπον, καὶ τὴν ὑπερβολὴν ᾐνίξατο καὶ τῇ μεταφορᾷ τῶν σφηκῶν ἐνέμεινεν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ
70μεμεθυσμένῳ. Αὐξήσας τὸν φόβον ἀπὸ τῶν στρατοπέδων, ἐπιτείνει πάλιν αὐτόν, ἐπὶ τὸν οὐρανὸν τὸν λόγον ἀνάγων, δεικνὺς ὅτι οὐ βάρβαροί τινες Αἰγύπτιοι καὶ Πέρσαι, ἀλλ’ ὁ Θεός ἐστιν ὁ πολεμῶν τοῖς Ἰουδαίοις. Ξυρὸν δὲ ἐνταῦθα τὴν ἀφόρητον ὀργὴν αὐτοῦ φησι καὶ ἣν οὐδεὶς
75ὑποστῆναι δυνήσεται, μετ’ εὐκολίας ἐπιοῦσαν καὶ ἀνα‐ λίσκουσαν. Ὥσπερ γὰρ αἱ τρίχες τοῦ σώματος τοῦ ξυροῦ τὴν ἀκμὴν οὐκ ἂν ἐνέγκαιεν, ἀλλ’ εἴκουσιν εὐθέως καὶ παραχωροῦσιν· οὕτω δὴ καὶ τὰ Ἰουδαϊκὰ πράγματα τὴν θεήλατον ὀργὴν ἐκείνην οὐκ ἂν ὑποσταῖέν ποτε, φησί.

7

.

9

Ξυρὸν τοίνυν μεμεθυσμένον τὴν ἀκμάζουσαν, τὴν μεμεστωμένην τοῦ Θεοῦ ὀργήν, τὴν πεπληρωμένην ἀπό‐ φασιν ἡμῖν ἐνδείκνυται. Πέραν δὲ τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὸ πέραν τοῦ Εὐφράτου φησίν· ἅπερ ἦν ἡ
5Ἰουδαία καὶ ἡ Παλαιστίνη πᾶσα ἀπὸ Περσίδος ἐπανιοῦσι.
Ταῦτα οὖν ἅπαντα ἀφανιεῖ, φησίν, ἄρδην. Κεφαλὴν δὲ καὶ τρίχας καὶ πώγωνα καὶ πόδας, ὁλόκληρον τὴν χώραν φησὶ τῇ παραβολῇ τοῦ σώματος, πᾶσαν αὐτῶν τὴν χώραν περι‐ λαμβάνων τῷ λόγῳ, ὥσπερ καὶ ἀρχόμενος ἔλεγε· Πᾶσα332
10κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία· οὐ περὶ ἑνὸς ἀνθρώπου λέγων, ἀλλ’ ὁλόκληρον τὴν χώραν ἑνὶ σώματι παραβάλλων. Τοῦτο δὴ καὶ ἐνταῦθά φησιν, ὅτι καὶ χαλεπὴν ὑποστήσεται τὴν τιμωρίαν πᾶσα ἡ γῆ. Καὶ τὸ
15μὲν διὰ τοῦ ξυροῦ, τὸ δὲ διὰ τῆς τοῦ σώματος εἰκόνος ἐνέφηνε, δηλῶν ὅτι ξυροῦ παντὸς χαλεπώτερον καὶ τοὺς ἀνθρώπους καὶ τὰ ἀπὸ τῆς γῆς ἀναλώσει ἡ παρὰ τοῦ Θεοῦ φερομένη ψῆφος καὶ γυμνὴν αὐτὴν καὶ ἔρημον καταλείψει. Εἶτα τὴν ἐρημίαν ταύτην δι’ ἑτέρας εἰκόνος
20ἐνδείκνυται. Ποιεῖ δὲ αὐτό, ὥστε διὰ πάντων ἀκμάζοντα μένειν τὸν φόβον καὶ μὴ καταμαραίνεσθαι τῷ μήκει τοῦ λόγου τὴν ἀγωνίαν. Καὶ δοκεῖ μὲν τοῖς οὐ προσέχουσι χρηστῶν τινων ἐπαγγελίαν εἶναι τὸ λεγόμενον· οἱ δὲ ἀκριβῶς ἐξετάζοντες ἴσασιν ὅτι ἐπιτεταμένης ἐρημίας ἐστὶν
25ἀπόδειξις. Τί γάρ φησι; Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα. Καὶ ἔσται, ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Ταῦτα
30πολλήν, ὡς ἔφθην εἰπών, ἐρημίαν ἐνδείκνυται. Ἡ γὰρ πυροὺς καὶ κριθὰς φέρουσα γῆ, τῶν ἀνθρώπων ἐρημω‐ θεῖσα, δαψιλῆ παρέξει νομὴν τοῖς προβάτοις καὶ οὕτω δαψιλῆ, ὡς διὰ τὴν εὐθηνίαν τῆς τοιαύτης τραπέζης ἀρκεῖν καὶ δύο πρόβατα καὶ δάμαλιν μίαν πηγὰς τῷ
35κεκτημένῳ παρέχειν γάλακτος. Ὥστε ἡ εὐθηνία τῆς εὐωχίας τῶν ἀλόγων τῆς τῶν ἀνθρώπων ἐρημίας μέγιστόν
ἐστι τεκμήριον. Καὶ τὸ μέλι δὲ τοῦτο αἰνίττεται· εἰώθασι γὰρ ταῖς ἐρήμοις ἐμφιλοχωρεῖν αἱ μέλιτται καὶ ἔνθα ἂν πολλῆς νομῆς ἀπολαύωσι καὶ ἔνθα μηδεὶς ὁ ἐνοχλῶν ᾖ.334
40Καὶ ἵνα μάθῃς ὅτι τὴν ἐπιτεταμένην ἐρημίαν αἰνίττεται, τὰ ἑξῆς δηλοῖ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι
45χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. Πολλῆς καὶ τοῦτο δυσπραγίας σημεῖον, ὅταν μὴ ὄρη καὶ νάπαι, ἀλλ’ αὐτὴ ἡ βαθύγειος καὶ πολλῆς ἀπολαύουσα τῆς ἐπιμελείας ἀκάνθας φέρῃ. Οὐδὲ γὰρ ἁπλῶς τὸ τίμημα τῶν ἀμπέλων τέθεικεν, ἀλλ’ ἵνα καὶ τὴν φύσιν τῆς γῆς ἐπιδείξηται καὶ τὴν

7

.

9

(50)

πολλὴν τῶν γεωργῶν ἐπιμέλειαν. Ἀλλ’ ὅμως ἐκεῖνα τὰ οὕτως εὐθηνούμενα, φησί, καὶ γεωργικῶν ἀπολαύοντα χειρῶν, εἰς τοσαύτην καταστρέψει τὴν ἐρημίαν, ὡς ἀκάνθας μὲν ἀντὶ ἀμπέλων φέρειν, τοσοῦτον δὲ παρέχειν τοῖς εἰσιοῦσι τὸν φόβον, ὡς μηδένα τολμᾷν γυμνὸν καὶ
55ἄοπλον εἰσιέναι. Τοῦτο δὲ λέγει, τὴν ἐρημίαν ἐμφαίνων τοῦ τόπου καὶ τὴν πολλὴν αὐτόθι τῶν θηρίων διατριβήν. Κατασείσας τοίνυν αὐτῶν τὴν διάνοιαν καὶ μετὰ ἀκριβείας κατεργασάμενος αὐτοὺς τῷ φόβῳ, πάλιν ἀνίησιν ὀλίγον, τὰ χρηστὰ ἀναμίξας καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν, ἵνα
60ἑκατέρωθεν μάθωσι τοῦ Θεοῦ τὴν ἰσχύν. Ἀλλὰ τοῖς μὲν φοβεροῖς ἐνδιατρίβει, τὰ δὲ χρηστὰ εὐθέως εἰπὼν ἀπαλ‐ λάττεται. Τί δήποτε; Ὅτι τούτου μάλιστα ἐδέοντο τῆς ἐπιτιμήσεως τοῦ φαρμάκου τότε· διὸ δὴ αὐτὸ μετὰ δαψι‐ λείας ἐπιθείς, ὥστε ἐνδοῦναι μικρὸν ἀναπνεῦσαι καὶ ταύτῃ
65πάλιν εἰς ἀρετὴν ἐκκαλέσασθαι, καὶ τὰ χρηστὰ ἀναμί‐ γνυσι, λέγων·
Πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται. Ὥσπερ γὰρ ἐν τῇ ὀργῇ τοῦ Θεοῦ καὶ ἡ βαθύγειος ἔρημος ἔσται, οὕτω καὶ ἐν τῇ καταλλαγῇ πάλιν καὶ ἡ τραχεῖα τὰ τῆς λιπαρᾶς336
70ἐπιδείξεται γῆς, ἄροτρον δεχομένη καὶ σπέρματα. Τούτων δὲ γενομένων, καὶ τὰ ἐκ τούτων ἅπαντα ἔσται, εἰρήνη καὶ ἄδεια καὶ τὸ θαρσεῖν καὶ μὴ δεδοικέναι, καθάπερ ἔμπροσθεν. Οὐ γὰρ μὴ ἐπέλθῃ, φησίν, ἐκεῖ φόβος. Ἔσται δὲ ἀπὸ τῆς
75χέρσου καὶ ἀπὸ τῆς ἀκάνθης εἰς βόσκημα προβάτου καὶ πάτημα βοός. Καὶ διὰ τούτων πάλιν τὴν εὐθηνίαν αἰνίτ‐ τεται, ὥσπερ καὶ ἔμπροσθεν προϊὼν λέγει· Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Ὥσπερ γάρ, ὅταν ἐρημίαν παραστῆσαι βούληται, Σειρῆνας καὶ
80Ὀνοκενταύρους εἰς μέσον ἄγει τῷ λόγῳ· οὕτως, ὅταν εἰρήνην καὶ ἀσφάλειαν, τὰ χειροήθη καὶ τιθασσὰ τῶν ζώων καὶ συνεφαπτόμενα τῶν γεωργικῶν ἔργων ἡμῖν ταῦτα πανταχοῦ δείκνυσι φαινόμενα, ἀπὸ τούτων τὰ ἐκ τούτων ἐμφαίνων, γεωργίαν καὶ τὴν ἄλλην αὐτῶν δια‐
85κονίαν.338

8

t

ΚΕΦΑΛ. Ηʹ

8

.

1

Καὶ εἶπε Κύριος πρός με· λαβὲ σεαυτῷ τόμον χάρτου καινόν, μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν
5ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. Καὶ εἰπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ
10σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Δοκεῖ μὲν ἀπηρτῆσθαι κατὰ τὴν λέξιν ταυτὶ τὰ δύο προστάγματα, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς ἄλληλα· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε τῶν νοημάτων τὴν δύναμιν, πολλὴν ὄψεται τὴν συνέχειαν καὶ τὸν σκοπὸν ἕνα. Ἀναγκαῖον δὲ
15πρῶτον εἰπεῖν, τίνος ἕνεκεν τὸ τῆς προφητείας εἶδος εἰς τὸν τῶν ἀνθρώπων εἰσηνέχθη βίον. [Τίνος οὖν ἕνεκεν εἰσηνέχθη, ἀναγκαῖον εἰπεῖν.] Μέλλειν εἴωθεν ὁ Θεὸς καὶ βραδύνειν πρὸς τὰς τῶν ἁμαρτανόντων τιμωρίας, ὥσπερ οὖν ταχύς ἐστι καὶ ὀξὺς εἰς τὰς τῶν κατορθούντων
20εὐεργεσίας. Τοῦτο τοὺς ῥᾳθυμοτέρους ἀναπίπτειν παρασκευάζει, τὸ μὴ κατὰ πόδας ἕπεσθαι τῶν πλημμε‐ λημάτων τὴν δίκην. Ἵνα οὖν καὶ ὁ Θεὸς τὴν μακρο‐ θυμίαν ἐπιδεικνύηται τὴν ἑαυτοῦ καὶ μηδὲν ἐντεῦθεν
ἐκεῖνοι γένωνται ῥᾳθυμότεροι, τὸ τῆς προφητείας κατα‐340
25σκευάζει φάρμακον οὐ τῇ πείρᾳ τῶν κολάσεων, ἀλλὰ τῇ προγνώσει παιδεύων τοὺς ἁμαρτάνοντας τέως, ἵνα, ἂν μὲν βελτίους γένωνται τὰς ἀπειλὰς ἀκούοντες, τὴν διὰ τῆς πείρας κόλασιν διακρούσωνται· ἐὰν δὲ ἐπιμείνωσιν ἀναισθητοῦντες, τότε δὴ καὶ τὴν τιμωρίαν αὐτοῖς ἐπα‐
30γάγῃ. Τοῦτο συνιδὼν ὁ διάβολος καὶ τὸ κέρδος ἡλίκον ἐστὶν ἐννοῶν, τοὺς ψευδοπροφήτας ἀνῆκεν, οἳ τοῖς προφήταις ἀπειλοῦσι λιμούς, λοιμούς, πολέμους, βαρβάρων ἔφοδον, ἀντέλεγον, χρηστὰ ἀπαγγέλλοντες. Ὥσπερ γὰρ ὁ Θεὸς τῷ φόβῳ τῶν ῥημάτων ἐβούλετο τὴν διὰ τῆς πείρας
35ἀποκρούεσθαι τιμωρίαν, οὕτω καὶ ὁ διάβολος τοὐναντίον εἰργάζετο· τῇ χάριτι τῶν λόγων ἐκλύων καὶ ῥᾳθυμο‐ τέρους ποιῶν, εἰς ἀνάγκην καθίστη τοῦ τὴν διὰ τῶν πραγμάτων ὑπομεῖναι τιμωρίαν. Εἶτα, ἐπειδὴ μετὰ ταῦτα τοῖς ψευδοπροφήταις πιστεύοντες καὶ ἀρετῆς οὐδένα
40ποιούμενοι λόγον, ἀλλὰ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐμμένοντες ἐφείλκοντο καὶ τὴν κόλασιν καὶ ἀπὸ τοῦ τέλους καὶ ἡ τῶν προφητῶν ἀλήθεια σαφῶς ἐδείκνυτο καὶ τὸ τῶν ψευδο‐ προφητῶν ψεῦδος διηλέγχετο, ἕτερον πάλιν κατασκευάζει μηχάνημα πρὸς ἀπώλειαν τῶν ἁλισκομένων. Ἀνέπειθε γὰρ
45αὐτοὺς εὐεξαπατήτους ὄντας, ὅτι δὴ ταῦτα [τὰ δεινὰ] τὰ συμβάντα ἀπὸ τῆς τῶν δαιμόνων ὀργῆς ἐγένετο, ἀμελου‐ μένων παρ’ αὐτῶν καὶ καταφρονουμένων. Τοῦτο τοίνυν τὸ δέλεαρ ἀναιρῶν ὁ Θεός, πρὸ πολλῶν ἄνωθεν χρόνων τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι δεινὰ προλέγει, ἵνα μὴ ἐξῇ

8

.

1

(50)

τοῖς ἀπατῶσιν αὐτοὺς τῇ τῶν δαιμόνων ὀργῇ λογίζεσθαι τὰ συμβαίνοντα. Καὶ ὅτι οὐ στοχαζόμενος ταῦτα λέγω, ἄκουσον Ἡσαΐου λέγοντος· Ἔγνων ὅτι σκληρὸς εἶ καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν. Διὰ τοῦτο ἐξ ἀρχῆς ἐλάλησά σοι, ἵνα μὴ εἴπῃς,
55ὅτι τὰ εἴδωλά μοι 〈τοῦτο〉 ἐποίησε καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ τοῦτο παρεσκεύασεν. Οὔτε ἠπίστασο, οὔτε ἀκουστά σοι ἐγένετο. Ἐπεὶ οὖν, ὅπερ ἔφην, ὡς καὶ ἐκ τῆς μαρτυρίας ἔστιν ἰδεῖν, ἐκείνοις ταῦτα ἀνετίθεσαν, φθάνει ἡ προφητεία ταύτην ἀναιροῦσα τὴν ἀπάτην καὶ342
60πρὸ πολλῶν αὐτὰ διαγορεύουσα χρόνων. Ἀλλ’ ἐπειδὴ καὶ οὕτως εἰκὸς ἦν αὐτοὺς ἀγνωμονοῦντας λέγειν, οὐ προεί‐ πετε, οὐ προηκούσαμεν, νῦν πλάττεσθε μετὰ τὴν ἔκβασιν· οὐ γὰρ ᾔδειτε τὰ συμβησόμενα· πόθεν οὖν τοῦτο δῆλον ὅτι εἴρηται; ὅρα πῶς σαφῶς ἄφυκτον αὐτοῖς κατασκευάζει
65τὸν ἔλεγχον καὶ τὰ ἀναίσχυντα ἀπορράπτων στόματα. Οὐ γὰρ ἀφίησιν εἰπεῖν μόνον, ἀλλὰ κελεύει καὶ ἐν χάρτῃ γραφῆναι τὰ λεγόμενα καὶ οὐδὲ ἁπλῶς γραφῆναι, ἵνα μὴ ἐξῇ αὐτοῖς λέγειν ὅτι μετὰ ταῦτα ἔπλασεν, ἀλλὰ καὶ μάρτυρας καλεῖ τῶν γραμμάτων ἄνδρας ἀξιοπίστους καὶ
70ἀπὸ τοῦ ἀξιώματος καὶ ἀπὸ τοῦ τρόπου. Ποίησον γάρ μοι, φησί, μάρτυρας πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν τὸν υἱὸν Βαραχίου· ἵνα ὅταν ἐξέλθῃ καὶ λέγωσιν ὅτι οὐκ ἐλέχθη ταῦτα πρὸ πολλῶν τῶν χρόνων, τὸ βιβλίον ἐξενεχθὲν καὶ οἱ μάρτυρες οἱ παρόντες καὶ
75ἀναισχυντοῦντας αὐτοὺς ἐπιστομίσωσι. Διὰ τοῦτο φησι· Λάβε χάρτου τόμον καινόν, ἵνα μὴ παλαιωθεὶς ἀπόληται, ἀλλὰ μένῃ τῷ χρόνῳ παρεκτεινόμενος καὶ κατηγορῶν διὰ τῶν γραμμάτων αὐτῶν. Καὶ γράψον γραφίδι ἀνθρώπου, τουτέστι καλάμῳ, τὰ μέλλοντα ἔσεσθαι. Τίνα δὲ τὰ
80μέλλοντα; Πόλεμος, νίκη βαρβαρική, λαφύρων διανομή, σκύλων ἁρπαγή. Ταῦτα τοίνυν, φησίν, ἅπαντα γράψον, Τοῦ ταχέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ. Τί ἐστι, Πάρεστι γάρ; Δύο ταῦτα δηλοῖ αὕτη ἡ ῥῆσις· ὅτι
τότε ἤδη τῶν ἁμαρτημάτων αὐτῶν τὸ μέγεθος ἀπῄτει τὴν344
85δίκην καὶ ἐπὶ θύραις ἡ τιμωρία. Αὐτὸς δὲ ἀναβάλλεται, τῇ μακροθυμίᾳ βουλόμενος αὐτοὺς βελτίους ποιῆσαι καὶ ἀποκρούεσθαι τὴν τιμωρίαν· καὶ ὅτι ῥᾴδιον αὐτῷ καὶ εὔκολον νεῦσαι μόνον καὶ πάντα εἰς πέρας ἀγαγεῖν. Ἐπειδὴ γὰρ περὶ βαρβάρων ὁ λόγος ἦν τῶν μελλόντων
90ἐπιστρατεύειν, μὴ νομίσητε, φησίν, ὅτι τῆς ὁδοῦ τὸ μῆκος καὶ τῆς στρατείας τὸ πλῆθος μέλλησίν τινα ποιεῖ· ἅπερ ἐπ’ ἀνθρώπων ἔσεσθαι πέφυκε.

8

.

2

Τῷ γὰρ Θεῷ πάρεστιν καὶ ὁ πόρρωθεν ὤν· οὕτως αὐτῷ ῥᾴδιον καὶ εὔκολον ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ ἐν ἀκαριαίῳ ἀπὸ τῶν ἐσχάτων τῆς γῆς, κἂν πλείους ὦσιν, ἀγαγεῖν εὐθέως καὶ ἐπιστῆσαι. Καὶ μάρτυράς μοι ποίησον πιστοὺς
5ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν τὸν υἱὸν Βαραχίου. Μάρτυρας τίνος; Τοῦ χρόνου· ἵνα, κἂν τὰ γράμματα συκοφαντῆται, οἱ ζῶντες ἄνθρωποι καὶ παρόντες ἡνίκα ἐγράφετο καὶ τὸν χρόνον σαφῶς εἰδότες πότε ταῦτα ἐλέγετο, δυνηθῶσιν ἐπιστομίζειν τοὺς ἀναισχυντεῖν ἐπιχει‐
10ροῦντας. Τῆς αὐτῆς ὑποθέσεως ἔχεται καὶ τὸ ἑξῆς, σαφέσ‐ τερον ἐπάγον τὸν ἔλεγχον. Πῶς καὶ τίνι τρόπῳ; Τῶν ῥημάτων αὐτῶν ἀκούσωμεν. Προσῆλθε γάρ, φησί, πρὸς τὴν προφῆτιν. Τὴν γυναῖκα τὴν ἰδίαν οὕτως ἐκάλεσεν ἴσως, διὰ τὸ καὶ αὐτὴν πνεύματος ἠξιῶσθαι προφητικοῦ·
15οὐ γὰρ ἐν ἀνδράσι τὰ τῶν χαρισμάτων εἱστήκει μόνον, ἀλλὰ καὶ εἰς τὸ γυναικεῖον διέβαινε φῦλον. Οὐ γὰρ ὥσπερ ἐν ταῖς βιωτικαῖς χρείαις διῄρηται τὰ γένη καὶ ἄλλα μὲν ἀνδρῶν, ἄλλα δὲ γυναικῶν τὰ ἐπιτηδεύματα, καὶ οὐκ ἂν δυνηθεῖεν τὰ ἀλλήλων ἀνταλλάξασθαι· οὕτω δὴ καὶ ἐπὶ
20τῶν πνευματικῶν· ἀλλ’ ἴσοι οἱ ἀγῶνες καὶ κοινοὶ οἱ στέφανοι. Καὶ τοῦτο καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ
μετὰ ἀκριβείας ἴδοι τις ἂν καὶ παρὰ πάντα τὸν βίον συμβαῖνον. Ταύτῃ τοίνυν ὁμιλήσας νόμῳ γάμου, κύειν παρεσκεύασε. Καὶ ἐπειδὴ τὸ παιδίον ἐτέχθη, ἐπιτίθησιν346
25αὐτῷ ὄνομα καινὸν καὶ παράδοξον, τὴν ἱστορίαν τῶν ἐσο‐ μένων ἔχον. Τί γάρ φησι; Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον· ἵνα κἂν τὰ γράμματα ἀπιστηθῇ τὰ ἐν τῷ τόμῳ κείμενα, ἡ προσηγορία τοῦ παιδίου τὴν ἱστορίαν τῶν ἐκβησομένων ἔχουσα καὶ
30πρὸ τῆς ἐκβάσεως τῶν γενομένων τεθεῖσα καὶ συνεχῶς παρὰ πάντα καλουμένη τὸν χρόνον, καὶ τῶν σφόδρα ἀναισχυντεῖν ἐπιχειρούντων ἀπορράψῃ τὰ στόματα. Ὅτι γὰρ οὐ μετὰ τὴν ἔκβασιν ἔπλασε ταῦτα ὁ προφήτης, ἀλλ’ ἄνωθεν αὐτὰ προῄδει, καὶ οἱ σφόδρα ἀγνωμονεῖν ἐπιχει‐
35ροῦντες ἠδύναντο πείθεσθαι, οἱ πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως αὐτὸ τὸ παιδίον ὁρῶντες καλούμενον καὶ τὴν διδασκαλίαν τῶν ἐσομένων συμφορῶν ἀνακηρύττον. Διά τοι τοῦτο καὶ ἑρμηνεύει τῆς προφητείας τὴν δύναμιν καὶ τὸν χρόνον ἐπισημαίνεται μετὰ ἀκριβείας, οὕτω λέγων·
40Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. Ἐν τῷ χρόνῳ, φησί, τῆς ἡλικίας τῆς ἀώρου καὶ μηδέπω φθέγγεσθαι δυναμένης, τὰ τῆς νίκης ἔσται καὶ τῶν
45τροπαίων, οὐχ ὡς τοῦ παιδίου δυναμένου παρατάξασθαι καὶ καθελεῖν τοὺς πολεμίους, ἀλλ’ ὡς τῆς ἡλικίας ἐκείνης, τουτέστι, τοῦ χρόνου τοῦ πρὸ τῆς τοῦ παιδίου διαλέξεως παραδιδόντος ἅπαντα τοῖς πολεμίοις. Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· Διὰ τὸ μὴ

8

.

2

(50)

βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευό‐ μενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥασὴν καὶ τὸν υἱὸν
τοῦ Ῥωμελίου βασιλέα ἐφ’ ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων. Ὅπερ ἔθος ἐστὶ τῷ Θεῷ348
55μὴ μόνον τὰς τιμωρίας προλέγειν, ἀλλὰ καὶ τὰς αἰτίας τιθέναι, ὥστε καὶ ταύτῃ παιδεῦσαι τοὺς ἀκούοντας, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Εἰπὼν γὰρ τὴν τῶν ἀλλοφύλων διανομὴν καὶ τὰ σκῦλα καὶ προλέγων τὴν τῶν βαρβάρων ἔφοδον, λέγει καὶ τὴν αἰτίαν τοῦ πολέμου. Τίς δέ ἐστιν
60αὕτη; Ἡ ἀγνωμοσύνη τῶν τὴν πόλιν οἰκούντων. Ἐπεὶ γὰρ βασιλέα, φησίν, ἔχοντες, ἐπιεικῆ καὶ πρᾶον καὶ ἥμερον, ἀπεσκίρτησαν καὶ τυράννων ἐπεθύμησαν καὶ πρὸς ἀλλοτρίαν ἀρχὴν αὐτομολῆσαι ἠπείχθησαν, τὴν οἰκείαν εὐπραγίαν οὐ φέροντες, μετὰ πλείονος τῆς περιουσίας
65πληρώσω τὴν ἐπιθυμίαν αὐτῶν, βάρβαρόν τινα καὶ ἀνήμερον ἄγων ἄνθρωπον. Κέχρηται δὲ μεταφορικῶς ταῖς λέξεσι, τό τε ἦθος τοῦ ἐγχωρίου δηλῶν βασιλέως καὶ τὴν δύναμιν τοῦ βαρβάρου· ποιεῖ δὲ αὐτό, ὅπερ ἔφην ἀεί, τὸν λόγον ἐμφαντικώτερον κατασκευάζων. Διὰ τοῦτό φησι·
70Διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς τὸ ὕδωρ τοῦ Σιλωάμ· οὐ περὶ ὕδατος λέγων, ἀλλ’ ἐπειδὴ ἡ πηγὴ ἠρέμα καὶ ἀψοφητὶ πρόεισι, τὸ ἀτάρακτον καὶ ἐπιεικὲς τὸν τρόπον τοῦ τότε βασιλεύοντος τῇ ἠρεμαίᾳ τῶν ὑδάτων διεξόδῳ παραβάλλει καὶ Σιλωὰμ αὐτὸν καλεῖ, διὰ τὸ ἀνεπαχθὲς καὶ
75ἥμερον· ὃ μεγίστην φέρει τοῖς ἀρχομένοις κατηγορίαν, ὅτι μὴ βαρὺν ἔχοντες ζυγόν, νεωτερίζειν ἐπεχείρουν καὶ ἀλλο‐ τρίοις ἑαυτοὺς διδόναι βασιλεῦσι. Ἐπεὶ οὖν οὐ βούλονται, φησί, τὸν ἥμερον καὶ ἐπιεικῆ, ἀλλὰ τὸν Ῥασὴν καὶ τὸν υἱὸν τοῦ Ῥωμελίου, ἐπάγω, φησί, τὸν Βαβυλώνιον· καὶ τὸ
80ῥαγδαῖον αὐτοῦ τῆς στρατιᾶς ὕδωρ ποταμοῦ φησι πολὺ καὶ ἰσχυρόν.

8

.

3

Εἶτα ἑρμηνεύων τὴν μεταφοράν φησι· Τὸν βασιλέα τῶν Ἀσσυρίων. Ὁρᾷς πῶς ἀδιάπτωτος ὁ λόγος ὁ ἔμπροσθεν ἡμῖν λεχθεὶς φαίνεται· ὅτι πανταχοῦ ἐν ταῖς μεταφοραῖς ἑαυτὴν ἑρμηνεύειν εἴωθεν ἡ Γραφή; Ὃ δὴ καὶ ἐνταῦθα350
5πεποίηκεν. Εἰποῦσα γὰρ ποταμόν, οὐκ ἐναπέμεινε τῇ μεταφορᾷ, ἀλλ’ εἶπε τίνα φησὶ ποταμόν· Τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ πᾶσαν τὴν δόξαν αὐτοῦ. Καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν. Καὶ ἀφελεῖ ἀπὸ τῆς
10Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. Δεικνὺς ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει, ἀλλ’ ὀργῇ θεηλάτῳ συμβήσεται τὰ γινόμενα, οὐχ ὡς πολέμιον αὐτὸν παραταττόμενον
15ὑπογράφει, ἀλλ’ ὡς ἐπὶ παρεσκευασμένην ἁρπαγὴν ἥκοντα. Οὐ γὰρ στήσεται, φησί, καὶ παρατάξεται, ἀλλὰ τῷ πλήθει τῶν σωμάτων καλύψει τῆς γῆς τὴν ὄψιν καὶ μετ’ εὐκολίας περιέσται. Εἶτα καὶ ἐν τῇ ὀργῇ πολὺ τὸ τῆς φιλανθρω‐ πίας. Οὐ γὰρ ἀνασπάσεσθαι αὐτῶν τὴν πόλιν ἀπειλεῖ, ἀλλ’
20αἰχμαλωσίαν τινὰ καὶ ἀπαγωγὴν προλέγει, τοὺς λειπο‐ μένους βουλόμενος τῇ τῶν ληφθέντων τιμωρίᾳ σωφρο‐ νεστέρους ποιῆσαι. Ἀφελεῖ γὰρ ἀπὸ τῆς Ἰουδαίας, φησίν, ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι. Τοὺς ἐν δυναστείᾳ, φησί, τοὺς πάντα ἄγοντας καὶ φέροντας, τοὺς τῷ πλήθει
25λυμαινομένους αἰχμαλώτους ποιήσει καὶ δούλους, ὥστε τότε τοὺς καταδεεστέρους ἀναπνεῦσαι μικρὸν καὶ τῷ φόβῳ τῶν ἀπαχθέντων καὶ τῆς οἰκείας ἐλευθερίας τῇ ἀδείᾳ γενέσθαι βελτίους. Διὰ τοῦτό φησι· Δυνατὸν συντελέ‐ σασθαί τι· τουτέστι, τὸν ἰσχυρόν, τὸν ἐνεργεῖν δυνάμενον,
30τὸν ὁτιοῦν πρᾶξαι ἰσχύοντα. Καὶ πρὸ τῆς ἀπαγωγῆς δέ, δι’ αὐτῆς τῆς ὄψεως ἱκανῶς ὑμᾶς καταπλήξει, φησίν, ὁ
βάρβαρος, πᾶσαν πληρῶν τὴν γῆν τῶν βαρβαρικῶν σωμάτων. Διὰ τοῦτο ἐπήγαγε· Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου.352
35 Μεθ’ ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς καὶ ἰσχύοντες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε καὶ πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κυρίος· καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ’ ἡμῶν ὁ
40Θεός. Ἐμοὶ δοκεῖ τὴν τοῦ Ἐζεκίου νίκην ἐνταῦθα προλέγειν καὶ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον καὶ τῆς νίκης αὐτῆς τὴν αἰτίαν. Εἰ γὰρ καὶ ὅπλα παρ’ ἐκείνοις, φησί, καὶ στρατόπεδα ἄπειρα καὶ ἐμπειρία πολεμική, ἀλλ’ ἡ πάντων δυνατωτέρα συμμαχία μεθ’ ἡμῶν, τουτέστιν ὁ Θεός. Ἦλθε
45μὲν γὰρ ὁ βάρβαρος, καθὼς ἠπείλησεν ἔμπροσθεν καὶ πολλὰς λαβὼν πόλεις ἀπῆλθε· μετὰ δὲ ταῦτα ἐπιστρα‐ τεύσας, τἀναντία ἔπαθε. Καὶ ταῦτα τοίνυν ὁ προφήτης προλέγει καὶ τὸν τῆς νίκης αἴτιον ἀνακηρύττει καὶ πρὸς αὐτοὺς τοὺς βαρβάρους ἀποτείνει τὸν λόγον. Μὴ γὰρ δὴ

8

.

3

(50)

τῇ προτέρᾳ νίκῃ θαρρήσητε, φησίν· ἐν γὰρ τῇ νῦν ἐφόδῳ μεγίστη παρῆν ἡμῖν ἡ συμμαχία. Γνῶτε τοίνυν τοῦτο αὐτὸ καὶ ἀπόστητε, ὡς ἀδυνάτοις ἐπιχειροῦντες. Εἶτα τὸν αἴτιον τῆς νίκης ἐκείνης ἐμφαίνων, καὶ ὅτι πρὸς τὰς ἐσχατιὰς ἀφίξεται τῆς γῆς ἡ φήμη τὰ κατορθώματα φέρουσα,
55φησίν· Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Οὐδεὶς γὰρ ἀνήκοος τῶν τότε συμβάντων ἐν Ἱεροσολύμοις γέγονε· Διὰ τοῦτό φησιν· Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς καὶ οἱ ἰσχύοντες ἡττᾶσθε. Μεγάλην γὰρ ἐπὶ ῥώμῃ δόξαν ὁ βάρβαρος τότε ἐκέκτητο. Ἰσχυροὺς δὲ ἐνταῦθα οὐ τοὺς ἐν
60τῇ τοῦ σώματος εὐεξίᾳ μεγάλους φησίν, ἀλλὰ καὶ τοὺς ἐν
τῇ τῶν χρημάτων περιουσίᾳ καὶ τῇ τῆς δόξης περιφανείᾳ. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, φησί, πάλιν ἡττηθήσεσθε καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει Κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ’ ἡμῶν ὁ354
65Θεός. Ἐπειδὴ γὰρ πονηρὰ παρ’ αὐτοῖς ἦν βουλεύματα καὶ προσεδόκων τὴν πόλιν αὐτὴν ἐκ βάθρων ἀνασπᾶσθαι καὶ οὕτως οἴκαδε ἀπελεύσεσθαι, καὶ τὰ βουλεύματα αὐτῶν ὁ προφήτης εἰς μέσον ἄγει καί φησι· μέχρι τῶν ῥημάτων ἅπαντα στήσεται. Εἶτα ἐπειδὴ πράγματα ἀπήγγειλε φύσιν
70ἀνθρωπίνην ὑπερβαίνοντα, ἀξιόπιστον ποιῶν τὸν λόγον, ἐπὶ τὸ ἀξίωμα τοῦ κατορθοῦντος καταφεύγει, συνεχῶς λέγων, Ὅτι μεθ’ ἡμῶν ὁ Θεὸς καὶ ὅτι αὐτὸς ἅπαντα ταῦτα
διασκεδάσει τὰ μηχανήματα.356