TLG 2062 496 :: JOANNES CHRYSOSTOMUS :: Sermo cum presbyter fuit ordinatus

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Sermo cum presbyter fuit ordinatus

Source: Malingrey, A.–M. (ed.), Jean Chrysostome. Sur le sacerdoce [Sources chrétiennes 272] Paris: Cerf, 1980: 388–418.

Citation: (Line)

t1Τοῦ αὐτοῦ
t2ὁμιλία πρώτη ὅτε πρεσβύτερος προεχειρίσθη
t3εἰς ἑαυτὸν καὶ εἰς τὸν ἐπίσκοπον καὶ εἰς τὸ πλῆθος τοῦ λαοῦ
1 Ἆρα ἀληθῆ τὰ συμβάντα περὶ ἡμᾶς; καὶ γέγονεν ὄντως τὰ γεγενημένα καὶ οὐκ ἐξηπατήμεθα; οὐδὲ νὺξ τὰ παρόντα καὶ ὄναρ, ἀλλ’ ἡμέρα ὄντως ἐστὶ καὶ ἐγρηγόραμεν ἅπαντες; Καὶ τίς ἂν ταῦτα πιστεύσειεν ὅτι ἡμέρας οὔσης, νηφόντων ἀνθρώ‐
5πων καὶ ἐγρηγορότων, μειρακίσκος εὐτελὴς καὶ ἀπερριμμένος πρὸς ὕψος ἀρχῆς ἀνηνέχθη τοσοῦτον; Ἐν νυκτὶ μὲν γὰρ οὐδὲν ἀπεικὸς τὰ τοιαῦτα συμβαίνειν. Ἤδη γοῦν τινες τὸ σῶμα ἀνάπηροι καὶ μηδὲ τῆς ἀναγκαίας εὐποροῦντες τροφῆς, καθευ‐
δήσαντες εἶδον ἑαυτοὺς ἀρτίους γεγενημένους καὶ καλοὺς καὶ388
10τραπέζης ἀπολαύοντας βασιλικῆς· ἀλλ’ ἦν ὕπνος καὶ ὀνείρων ἀπάτη τὰ φαινόμενα. Καὶ γὰρ τοιαύτη τῶν ὀνειράτων ἡ φύσις· πανοῦργός τίς ἐστι καὶ θαυμαστὴ καὶ τοῖς παραδόξοις ἐντρυ‐ φῶσα χαίρει. Ἀλλ’ οὐκ ἐν ἡμέρᾳ ταῦτα, οὐδὲ ἐπ’ αὐτῆς τῶν πραγμάτων τῆς ἀληθείας τοῦτο τάχα συμβαῖνον ἴδοι τις ἄν.
15Ἀλλὰ πάντα νῦν συνέβη καὶ γέγονε καὶ τέλος ἔχει, καθὼς θεωρεῖτε, ταῦτα δή, ταῦτα τῶν ὀνείρων ἀπιστότερα ὅτι πόλις οὕτω μεγάλη καὶ πολυάνθρωπος, δῆμος θαυμαστὸς καὶ μέγας πρὸς τὴν ἡμετέραν εὐτέλειαν κέχηνεν, ὡς μέγα τι καὶ γενναῖον ἀκουσόμενος παρ’ ἡμῶν.
20 Καίτοι καὶ εἰ κατὰ τοὺς ἀεννάως ῥέοντας ποταμοὺς πηγαὶ λόγων ἐναπέκειντό μου τῷ στόματι, τοσούτων ἀθρόων συν‐ δραμόντων πρὸς τὴν ἀκρόασιν, ταχέως ἀνεστάλη μοι τῷ φόβῳ τὸ ῥεῖθρον καὶ ἀνεχαίτισεν ἂν εἰς τοὐπίσω τὰ νάματα· ὅταν δὲ
μὴ ποταμῶν, μηδὲ πηγῶν μόνον, ἀλλὰ ψεκάδος εὐτελοῦς390
25διασώζωμεν μέτρον, πῶς οὐ δέος μὴ καὶ αὐτὸ τὸ μικρὸν τῆς ἐπιρροῆς ἐπιλείπῃ τῷ φόβῳ ξηρανθὲν καὶ γένηται ταὐτὸν ὃ καὶ ἐπὶ τῶν σωμάτων συμβαίνειν εἴωθε; Τί δὲ γίνεται ἐπὶ τῶν σωμάτων; Πολλὰ πολλάκις κατέχοντες τῇ χειρὶ καὶ τοῖς δακτύλοις ἡμῶν σφίγγοντες, πτοηθέντες δὲ ἅπαντα ἐξε‐
30χέαμεν, χαυνωθέντων ἡμῶν τῶν νεύρων καὶ τοῦ τόνου τῆς σαρκὸς χαλασθέντος. Τοῦτο δὴ δέος μὴ καὶ σήμερον γένηται ἐπὶ τῆς ψυχῆς τῆς ἡμετέρας καὶ ἃ μετὰ πολλοῦ πόνου συνη‐ γάγομεν ὑμῖν νοήματα, τὰ μικρὰ δὴ ταῦτα καὶ εὐτελῆ, ὑπὸ τῆς ἀγωνίας ἐλασθέντα, φροῦδα οἰχήσηται καὶ τὴν διάνοιαν
35ἡμῖν ἐρήμην καταλιπόντα ἀποπτῇ. Διὸ δέομαι πάντων ὁμοίως ὑμῶν, ἀρχόντων καὶ ἀρχομένων, ὅσην ἡμῖν ἀγωνίαν ἐνε‐ βάλετε τῇ συνδρομῇ τῇ κατὰ τὴν ἀκρόασιν, τοσοῦτον ἐμπνεῦ‐ σαι θάρσος ἡμῖν διὰ τῆς σπουδῆς τῆς κατὰ τὰς εὐχὰς καὶ δεηθῆναι «τοῦ διδόντος ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει
40πολλῇ», «δοῦναι καὶ ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν». Πάντως ὑμῖν πόνος οὐδεὶς τοσούτοις οὖσι καὶ τηλικούτοις ἑνὸς μειρακίσκου ψυχὴν τῷ φόβῳ διαλυθεῖσαν ἐπισφῖγξαι πάλιν· δίκαιοι δὲ ἂν εἴητε ταύτην ἡμῖν παρασχεῖν τὴν αἴτησιν, ἐπεὶ καὶ δι’ ὑμᾶς τὸν κύβον ἀνερρίψαμεν τοῦτον,
45δι’ ὑμᾶς καὶ τὴν ὑμετέραν ἀγάπην ἧς οὐδὲν βιαιότερον οὐδὲ
τυραννικώτερον, ὅπου γε καὶ ἡμᾶς οὐ μάλα ἐμπείρως ἔχοντας τοῦ λέγειν, λέγειν ἀνέπεισε καὶ πρὸς τὸ τῆς διδασκαλίαν στάδιον ἀποδύσασθαι παρεσκεύασε, καίτοι μηδέποτε πρότερος τούτων ἁψαμένους τῶν παλαισμάτων, ἀλλ’ ἀεὶ μετὰ τῶν392

(50)

ἀκροατῶν ταττομένους καὶ τῆς ἀπράγμονος ἀπολαύοντας ἡσυχίας. Ἀλλὰ τίς οὕτω σκληρὸς καὶ δυσάγωγος ὡς τὸν ὑμέτερον σύλλογον σιγῇ παρελθεῖν καὶ θερμοὺς εὑρὼν ἀκροάσεως ἐραστὰς μὴ προσειπεῖν, κἂν ἁπάντων ἀνθρώπων ἀφωνότερος
55ᾖ; Ἐβουλόμην οὖν πρῶτον ἐν ἐκκλησίᾳ μέλλων ἀφιέναι λόγον, τῶν προοιμίων ἀπάρξασθαι τῷ τὴν γλῶσσαν ἡμῖν ταύτην δεδωκότι Θεῷ· καὶ γὰρ οὕτως ἔδει. Οὐ γὰρ δὴ μόνον ἅλωνος καὶ ληνοῦ, ἀλλὰ καὶ λόγων ἀπάρχεσθαι δεῖ τῷ Λόγῳ, καὶ λόγων πολλῷ μᾶλλον ἢ δραγμάτων ὅσῳ καὶ ἡμῖν
60οἰκειότερος οὗτος ὁ καρπὸς καὶ αὐτῷ προσφιλέστερος τῷ τιμωμένῳ Θεῷ. Βότρυν μὲν γὰρ καὶ ἄσταχυν λαγόνες ἐκφέ‐ ρουσι γῆς καὶ τρέφουσιν ὄμβρων ἐπιρροαὶ καὶ γηπόνων θεραπεύουσι χεῖρες· ὕμνον δὲ ἱερὸν τίκτει μὲν εὐλάβεια ψυχῆς, τρέφει δὲ συνειδὸς ἀγαθόν, δέχεται δὲ εἰς τὰ ταμιεῖα
65τῶν οὐρανῶν ὁ Θεός. Ὅσῳ δὲ γῆς ἀμείνων ψυχή, τοσούτῳ καὶ αὕτη βελτίων ἐκείνης ἡ φορά. Διά τοι τοῦτο καὶ τῶν προφητῶν τις, ἀνὴρ θαυμαστὸς καὶ μέγας, Ὠσηὲ ὄνομα αὐτῷ, τοῖς τῷ Θεῷ προσκεκρουκόσι καὶ μέλλουσιν ἵλεων καταστήσειν αὐτὸν παραινεῖ λέγων· «Φέρετε μεθ’ ἑαυτῶν»,394
70οὐχὶ βοῶν ἀγέλας, οὐδὲ σεμιδάλεως μέτρα τόσα καὶ τόσα, οὐδὲ τρυγόνα καὶ περιστεράν, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδέν, ἀλλὰ τί; «Φέρετε μεθ’ ἑαυτῶν λόγους», φησί. Καὶ ποία θυσία λόγος; ἴσως εἴποι τις ἄν. Μεγίστη μὲν οὖν, ἀγαπητέ, καὶ σεμνοτάτη καὶ τῶν ἄλλων ἁπασῶν βελτίων.
75Καὶ τίς ταῦτά φησιν; Αὐτὸς ὁ ταῦτα μάλιστα πάντων εἰδὼς ἀκριβῶς, ὁ γενναῖος καὶ μέγας Δαυΐδ. Τῷ γὰρ Θεῷ ποτε εὐχαριστήρια θύων ἐπὶ νίκῃ πολέμου γεγενημένῃ οὑτωσί πώς φησιν· «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς· μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει.» Εἶτα τῆς θυσίας ταύτης τὴν ὑπεροχὴν
80ἡμῖν ἐνδεικνύμενος, ἐπήγαγε. «Καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς.» Ἐβουλόμην μὲν οὖν καὶ αὐτὸς ταῦτα σήμερον καταβαλεῖν τὰ ἱερεῖα καὶ τὸ θυσιαστήριον ἀπὸ τῶν θυμάτων τούτων αἱμάξαι τὸ πνευματικόν· ἀλλὰ τί πάθω; Σοφός τις ἀνὴρ
85ἐπιστομίζει με καὶ φοβεῖ λέγων. «Οὐχ ὡραῖος αἶνος ἐν στό‐ ματι ἁμαρτωλοῦ.» Καθάπερ γὰρ ἐπὶ τῶν στεφάνων οὐχὶ τὰ ἄνθη μόνον εἶναι χρὴ καθαρά, ἀλλὰ καὶ τὴν ὑφαίνουσαν αὐτὰ χεῖρα· οὕτω καὶ ἐπὶ τῶν ὕμνων τῶν ἱερῶν οὐχὶ τοὺς λόγους εὐλαβείας μετέχειν χρὴ μόνον, ἀλλὰ καὶ τὴν πλέκουσαν αὐτοὺς
90ψυχήν. Ἡμῖν δὲ ἐναγής τίς ἐστι καὶ ἀπαρρησίαστος καὶ πολ‐ λῶν γέμουσα τῶν ἁμαρτημάτων. Τοὺς δὲ οὕτω διακειμένους οὐχ οὗτος ἐπιστομίζει μόνον ὁ νόμος, ἀλλὰ καὶ ἕτερος ἀρχαιό‐ τερος ἐκείνου καὶ πρὸ ἐκείνου τεθείς. Καὶ τοῦτον εἰσήνεγκεν ὁ περὶ τῶν θυσιῶν ἡμῖν ἄρτι διαλεχθεὶς Δαυΐδ, εἰπὼν γάρ·396
95«Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς», καὶ τὴν κτίσιν καλέσας ἑκατέραν, τὴν ἄνω, τὴν κάτω, τὴν αἰσθητήν, τὴν νοητήν, τὴν ὁρωμένην, τὴν οὐχ ὁρωμένην, τὴν ὑπὲρ τὸν οὐρανόν, τὴν ὑπὸ τὸν οὐρανόν, καὶ χορὸν ἕνα στήσας ἐξ ἑκα‐

(100)

τέρας καὶ οὕτω τὸν βασιλέα τῶν ὅλων παρακελευσάμενος ἀνυμνεῖν, οὐδαμοῦ τὸν ἁμαρτωλὸν ἐκάλεσεν, ἀλλὰ καὶ ἐνταῦθα αὐτῷ τὰς θύρας ἀπέκλεισε. Καὶ ἵνα σαφέστερον ὑμῖν γένηται τὸ λεγόμενον, αὐτὸν ὑμῖν ἄνωθεν ἀναγνώσομαι τὸν ψαλμόν· «Αἰνεῖτε τὸν Κύριον
105ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ.» Εἶδες ἀγγέλους αἰνοῦντας, εἶδες ἀρχαγγέλους, εἶδες τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, τὰς ἀνωτέρας δυνάμεις; Ὅταν γὰρ εἴπῃ· «πᾶσαι αἱ δυνάμεις αὐτοῦ», πάντα τὸν ἄνω
110περιλαμβάνει δῆμον. Μή που τὸν ἁμαρτωλὸν εἶδες; Πῶς γὰρ ἦν ἐν οὐρανῷ δυνατὸν ὀφθῆναι, φησίν; Οὐκοῦν δεῦρό σε καὶ εἰς τὴν γῆν καταγάγωμεν, πρὸς τὸ ἕτερον τοῦ χοροῦ μετα‐ στήσαντες μέρος· καὶ οὐδὲ ἐνταῦθα αὐτὸν ὄψει πάλιν. «Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς δράκοντες καὶ πᾶσαι ἄβυσσοι, τὰ398
115θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.» Οὐ μάτην, οὐδὲ εἰκῇ μεταξὺ ταῦτα λέγων ἐσίγησα, ἀλλὰ καὶ συνεχύθη μοι τῆς διανοίας ὁ λογισμὸς καὶ πικρὸν προῆλθε δακρῦσαι καὶ οἰμῶξαι μέγα. Τί γὰρ ἂν γένοιτο ἐλεεινότερον, εἰπέ μοι, ὅτι σκορπίοι μὲν καὶ ἔχεις καὶ δράκοντες πρὸς τὴν
120εὐφημίαν καλοῦνται τοῦ πεποιηκότος αὐτούς, μόνος δὲ ὁ ἁμαρτωλὸς τῆς ἱερᾶς ταύτης χοροστασίας ἀπολείπεται; Καὶ εἰκότως. Θηρίον γάρ ἐστι πονηρὸν καὶ ἀνήμερον, οὐκ εἰς τὰ σύνδουλα τῶν σωμάτων τὴν κακίαν ἐπιδεικνύμενον, ἀλλ’ εἰς τὴν δόξαν τὴν δεσποτικὴν τὸν ἰὸν τῆς πονηρίας ἐκχέον. «Δι’
125ὑμᾶς γάρ, φησί, τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι.» Διὰ τοῦτο αὐτόν, ὥσπερ ἐξ ἱερᾶς πατρίδος, τῆς οἰκουμένης ἀπήλασεν ὁ προφήτης καὶ πρὸς τὴν ὑπερορίαν ἀπῴκισεν. Οὕτω που καὶ μουσικὸς ἄριστος εὐαρμόστου κιθάρας τὴν ἀπηχοῦσαν νευρὰν ἀποτέμνει ὥστε μὴ τῇ τῶν λοιπῶν φθόγ‐
130γων ἁρμονίᾳ λυμήνασθαι, οὕτω καὶ ἰατρὸς τεχνικὸς τὸ σεση‐ πὸς ἐκκόπτει μέλος ὥστε μὴ τὴν ἐκεῖθεν λύμην τῇ τῶν λοιπῶν μελῶν εὐεξίᾳ ἐπιδραμεῖν, οὕτω καὶ ὁ προφήτης ἐποίησεν ὥσπερ ἀπηχοῦσαν νευρὰν καὶ ὥσπερ μέλος νενοσηκὸς τοῦ παντὸς σώματος τῆς κτίσεως τὸν ἁμαρτωλὸν ἀποκόψας.400
135 Τί οὖν ἂν εἴη πρακτέον ἡμῖν; Ἐπειδὴ ἀπερρίφημεν, ἐπειδὴ ἐξεκόπημεν, ἀνάγκη πάντως σιγᾶν. Σιγήσομεν οὖν, εἰπέ μοι; καὶ οὐδεὶς ἡμῖν συγχωρήσει τὸν Δεσπότην ὑμνῆσαι τὸν ἡμέτερον, ἀλλ’ εἰκῇ τὰς ὑμετέρας ἐκαλέσαμεν εὐχάς; εἰκῇ πρὸς τὰς ὑμετέρας κατεφύγομεν πρεσβείας; Οὐκ εἰκῇ, μὴ
140γένοιτο. Εὗρον γάρ, εὗρον καὶ ἕτερον δοξολογίας τρόπον, αὐτῶν τῶν ὑμετέρων εὐχῶν μεταξὺ τῆς ἀπορίας ταύτης ὥσπερ ἐν σκότει φανεισῶν ἀστραπῶν· ἔξεστι γὰρ καὶ τοὺς ὁμοδούλους ἐπαινεῖν, τούτων δὲ ἐπαινουμένων, εἰς τὸν οὐρα‐ νὸν ἡ δόξα διαβήσεται πάντως, ὥσπερ οὖν καὶ αὐτός φησι·
145«Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ἰδοὺ οὖν καὶ ἕτερος δοξολογίας τρόπος ὃν καὶ ἁμαρτωλῷ δυνατὸν εἰπεῖν, καὶ μὴ παραλῦσαι τὸν νόμον.

(150)

Τίνα οὖν, τίνα τῶν συνδούλων ἐπαινεσόμεθα; τίνα δὲ ἄλλον ἀλλ’ ἢ τὸν κοινὸν τῆς πατρίδος διδάσκαλον καὶ διὰ τῆς
πατρίδος καὶ τῆς οἰκουμένης ἁπάσης; Καθάπερ γὰρ ὑμᾶς οὗτος ἐπαίδευσε μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας ἐνίστασθαι, οὕτως ὑμεῖς τοὺς ἄλλους ἀνθρώπους ἐδιδάξατε τῆς ψυχῆς402
155μᾶλλον ἢ τῆς εὐσεβείας ἀφίστασθαι. Βούλεσθε οὖν ἐντεῦθεν αὐτῷ πλέξωμεν τοὺς τῶν ἐγκωμίων στεφάνους; Ἐβουλόμην καὶ αὐτός, ἀλλ’ ὁρῶ πέλαγος ἀχανὲς κατορθωμάτων καὶ δέδοικα μὴ πρὸς τὸν πυθμένα κατενεχθεὶς ὁ λόγος ἀσθενήσῃ πάλιν ἀναδραμεῖν. Ἀνάγκη τοιγαροῦν παλαιὰ διηγήσασθαι
160κατορθώματα, ἀποδημίας, ἀγρυπνίας, φροντίδας, γνώμας, μάχας, τρόπαια τροπαίοις καὶ νίκας νίκαις συναπτομένας, πράγματα οὐχὶ τῆς ἡμετέρας μόνον, ἀλλὰ καὶ πάσης ἀνθρω‐ πίνης μείζονα γλώττης, ἀποστολικῆς δεόμενα φωνῆς πνεύματι κινουμένης ᾧ πάντα καὶ εἰπεῖν καὶ διδάξαι δυνατόν. Ἀλλὰ
165τοῦτο παραδραμόντες τὸ μέρος, ἐφ’ ἕτερον ἀσφαλέστερον ἥξομεν ὃ καὶ ἐν ἀκατίῳ διαπλεῦσαι ἔνι μικρῷ. Φέρε οὖν τοὺς περὶ τῆς ἐγκρατείας κινήσωμεν λόγους, πῶς ἐκράτησε γα‐ στρός, πῶς ὑπερεῖδε τρυφῆς, πῶς κατεγέλασε τραπέζης πολυ‐ τελοῦς, καὶ ταῦτα ἐν πολυτελεῖ τραφεὶς οἰκίᾳ. Τὸν μὲν γὰρ ἐν
170πτωχείᾳ βεβιωκότα θαυμαστὸν οὐδὲν πρὸς τὸν αὐχμῶντα τοῦτον καὶ σκληρὸν βίον ἐλθεῖν· ἔχει γὰρ τὴν πενίαν συν‐ έμπορον καὶ συνοδοιπόρον καὶ τὸ φορτίον αὐτῷ καθ’ ἑκάστης ἐπικουφίζουσαν τὴν ἡμέραν. Ὁ δὲ πλούτου γενόμενος κύριον οὐκ ἂν ῥᾳδίως τὰς ἐκεῖθεν λαβὰς ἀποδύσαιτο· τοσοῦτος τῶν404
175νοσημάτων ἐσμὸς τὴν τοιαύτην περιΐπταται ψυχήν, καὶ νέφος παθημάτων βαρὺ καὶ ζοφῶδες τὰς τῆς διανοίας διαφράττον ὄψεις, οὐκ ἀφίησι πρὸς τὸν οὐρανὸν ἰδεῖν, ἀλλὰ κάτω νεύειν βιάζεται καὶ πρὸς τὴν γῆν κεχηνέναι. Καὶ οὐκ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἕτερον οὕτω κώλυμα πρὸς
180τὴν ἀποδημίαν τῶν οὐρανῶν ὡς πλοῦτος καὶ τὰ ἀπὸ τοῦ πλούτου κακά. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ’ ἐξ αὐτοῦ τοῦ Χριστοῦ ἡ ψῆφος καταβέβηκεν· «Εὐκοπώτερον γάρ ἐστι, φησί, κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἀλλ’ ἰδοὺ τὸ δύσκολον τοῦτο,
185μᾶλλον δὲ ἀδύνατον, γέγονε δυνατόν· καὶ ὃ πάλαι Πέτρος ἠπόρει πρὸς τὸν διδάσκαλον καὶ μαθεῖν ἐζήτει, τοῦτο διὰ τῆς πείρας αὐτῆς ἔγνωμεν ἅπαντες, μᾶλλον δὲ καὶ τούτου πλέον. Οὐ γὰρ δὴ μόνον οὗτος εἰς τὸν οὐρανὸν ἀνέβη, ἀλλὰ καὶ δῆμον εἰσάγει τοσοῦτον, μετὰ τοῦ πλούτου καὶ ἕτερα τοῦ πλούτου οὐχ
190ἥττονα κωλύματα ἔχων, νεότητα καὶ ὀρφανίαν ἄωρον αἳ
πᾶσάν εἰσιν ἀνθρώπων μᾶλλον ἱκαναὶ γοητεῦσαι ψυχήν· τοιαύτας ἔχουσιν ἐπῳδάς, τοιαῦτα κατασκευάζουσι φάρμακα. Ἀλλὰ τούτων οὗτος ἐκράτησε καὶ τῶν οὐρανῶν ἐπελάβετο καὶ πρὸς τὴν ἐκεῖ φιλοσοφίαν μετέθηκεν ἑαυτὸν καὶ οὔτε τὴν406
195λαμπρότητα τοῦ παρόντος ἐνενόησε βίου, οὔτε εἰς τὴν τῶν προγόνων περιφάνειαν εἶδε· μᾶλλον δὲ εἰς τὴν τῶν προγόνων εἶδε περιφάνειαν, οὐ τῶν κατὰ φυσικὴν ἀνάγκην συνδε‐ δεμένων αὐτῷ, ἀλλὰ τῶν κατὰ προαίρεσιν εὐσεβείας αὐτῷ προσηκόντων. Διὸ καὶ τοιοῦτος ἐγένετο.

(200)

Εἶδεν εἰς τὸν πατριάρχην Ἀβραάμ, εἶδεν εἰς τὸν μέγαν Μωϋσῆν ὃς ἐν οἰκίᾳ τραφεὶς βασιλικῇ καὶ τραπέζης μετα‐ σχὼν συβαριτικῆς καὶ μεταξὺ θορύβων ἀποληφθεὶς αἰγυπτια‐ κῶν—ἴστε δὲ οἷα τὰ βαρβάρων, ὅσου τύφου καὶ φαντασίας γέμει—, πάντα ἀτιμάσας ἐκεῖνα, πρὸς τὸν πηλὸν καὶ τὴν
205πλινθείαν ηὐτομόλησε καὶ τῶν δούλων καὶ αἰχμαλώτων εἶναι ἐπιθυμήσας, ὁ βασιλεὺς καὶ τοῦ βασιλέως υἱός. Τοιγάρτοι διὰ τοῦτο μετὰ λαμπροτέρου πάλιν ἐπανῄει τοῦ σχήματος ἢ πρότερον ἔχων ἀπέβαλε· μετὰ γὰρ τὴν φυγὴν καὶ τὴν παρὰ τῷ κηδεστῇ θητείαν καὶ τὴν ἐπὶ τῆς ἀλλοτρίας ταλαιπωρίαν,
210ἐπανῄει τοῦ βασιλέως ἡγούμενος, μᾶλλον δὲ τοῦ βασιλέως γενόμενος θεός. «Τέθεικα γάρ σε, φησί, θεὸν τῷ Φαραώ.» Καὶ λαμπρότερος ἦν τοῦ βασιλέως, οὐ διάδημα ἔχων, οὐδὲ ἁλουργίδα περικείμενος, οὐδὲ ζεῦγος ἐλαύνων χρυσοῦν, ἀλλὰ
πάντα ἐκεῖνον πατήσας τὸν τῦφον. «Πᾶσα γάρ, φησίν, ἡ δόξα408
215τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.» Ἐπανῄει τοίνυν σκῆπτρον ἔχων, διὸ οὐκ ἀνθρώποις ἐκέλευε μόνον, ἀλλ’ οὐρανῷ καὶ γῇ καὶ θαλάττῃ καὶ ἀέρων καὶ ὑδάτων φύσει καὶ λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς· πάντα γὰρ ὅσα ἐβούλετο ὁ Μωϋσῆς, ταῦτα ἐγίνετο τὰ στοιχεῖα, καὶ ἐν ταῖς ἐκείνου χερσὶ μετε‐
220σχηματίζετο πάλιν ἡ κτίσις καὶ καθάπερ θεράπαινά τις εὐγνώμων, δεσπότου φίλον ἰδοῦσα παραγενόμενον, πάντα ἐπείθετο καὶ ὑπήκουε καθάπερ αὐτῷ τῷ δεσπότῃ. Πρὸς ὃν οὗτος ἰδών, τοιοῦτος ἐγίνετο καὶ νέος ὤν, εἰ δή ποτε ἐγένετο νέος—οὐ γὰρ ἔγωγε πείθομαι, οὕτως ἐξ
225αὐτῶν αὐτῷ τῶν σπαργάνων πολιὸν φρόνημα ἦν—, ἀλλὰ καὶ κατὰ τὸν τῆς ἡλικίας λόγον νέος ὤν, πάσης φιλοσοφίας ἐπε‐ λάβετο καὶ καταμαθὼν τὴν φύσιν τὴν ἡμετέραν ὅτι καθάπερ χωρίον ἐστὶν ὑλομανοῦν, τὰ μὲν νοσήματα τῆς ψυχῆς τῷ λόγῳ τῆς εὐσεβείας, καθάπερ δρεπάνῃ τινί, ῥᾳδίως ἐξέκοπτε,
230καθαρὰς παρέχων τῷ γεωργῷ τὰς ἀρούρας πρὸς τὴν τῶν σπερμάτων καταβολὴν καὶ δεχόμενος ἅπαντα, πρὸς τὸ βάθος παρέπεμπεν· ὥστε κάτωθεν ῥιζωθέντα μήτε πρὸς τὴν τῆς ἀκτῖνος ἐνδοῦναι προσβολήν, μήτε ὑπὸ τῶν ἀκανθῶν ἀποπνι‐ γῆναι πάλιν.
235 Καὶ τὴν μὲν ψυχὴν ἐθεράπευεν οὕτω· τὰ δὲ τῆς σαρκὸς σκιρτήματα τοῖς τῆς ἐγκρατείας φαρμάκοις κατέστελλεν,
ὥσπερ ἵππῳ τινὶ δυσηνίῳ, τῷ σώματι τὸν ἀπὸ τῆς νηστείας χαλινὸν ἐμβάλλων καὶ μέχρι τοσούτου τείνων ὀπίσω ὡς αὐτὰ τῶν ἐπιθυμιῶν αἱμάξαι τὰ στόματα μετὰ τῆς προσηκούσης410
240φειδοῦς· οὔτε γὰρ κατέτεινε τὸ σῶμα, ὥστε μὴ συμποδισ‐ θέντα τὸν ἵππον ἄχρηστον αὐτῷ γενέσθαι πρὸς τὴν διακονίαν, οὔτε εἰς τὴν ἄγαν εὐεξίαν ἐμπεσεῖν ἠφίει, μή τοί γε πολυ‐ σαρκήσαντα πάλιν κατεξαναστῆναι τοῦ ἡνιοχοῦντος αὐτὸν λογισμοῦ, ἀλλ’ ὁμοῦ καὶ τῆς ὑγιείας αὐτοῦ καὶ τῆς εὐταξίας
245ἐπεμελεῖτο. Καὶ οὐχὶ νέος μὲν ὢν τοιοῦτος ἦν, ἐπειδὴ δὲ παρῆλθε τὴν ἡλικίαν ἐκείνην καὶ τὴν πρόνοιαν ταύτην ἔλυσεν, ἀλλὰ καὶ νῦν, ὅτε ὡς ἐν εὐδίῳ λιμένι τῷ γήρᾳ κάθηται, τῆς αὐτῆς ἔχεται ἐπιμελείας πάλιν. Ἡ μὲν γὰρ νεότης, ἀγαπητέ, πελάγει προσέοικε μαινομένῳ, κυμάτων ἀγρίων καὶ πνευ‐

(250)

μάτων γέμοντι πονηρῶν· ἡ δὲ πολιὰ ὥσπερ εἰς λιμένα ἀκύ‐ μαντον τὰς τῶν γεγηρακότων ὁρμίζει ψυχάς, παρέχουσα τῇ παρὰ τῆς ἡλικίας ἐντρυφᾶν ἀσφαλείᾳ. Ταύτης καὶ οὗτος ἀπολαύων νῦν καὶ ἐν τῷ λιμένι, ὡς
ἔφθην εἰπών, καθήμενος, τῶν ἐν μέσῳ πελάγει σαλευομένων412
255οὐχ ἧττόν ἐστιν ἐναγώνιος· καὶ τοῦτον ἐδέξατο παρὰ τοῦ Παύλου τὸν φόβον ὃς εἰς τὸν οὐρανὸν ἀναβὰς καὶ εἰς τὸν μετ’ ἐκεῖνον ἀναδραμὼν καὶ τρίτου πάλιν ἁψάμενος, ἔλεγε· «Φοβοῦμαι μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένω‐ μαι.» Διὰ τοῦτο καὶ οὗτος ἐν διηνεκεῖ κατέστησεν ἑαυτὸν
260φόβῳ, ἵνα διηνεκῶς ἐν τῷ θαρρεῖν ᾖ καὶ κάθηται ἐπὶ τῶν οἰάκων, οὐκ ἀστέρων ἐπιτολὰς παρατηρῶν, οὐδὲ ὑφάλους καὶ σπιλάδας, ἀλλὰ δαιμόνων ἐπαναστάσεις καὶ διαβόλου κακουρ‐ γίας καὶ λογισμῶν μάχας καὶ κύκλῳ τὸ στρατόπεδον περιιών, ἅπαντας ἐν ἀσφαλείᾳ καθίστησιν. Οὐ γὰρ ὅπως μὴ βαπτισ‐
265θείη τὸ σκάφος σκοπεῖ μόνον, ἀλλ’ ὅπως μηδὲ τῶν ἐμπλεόν‐ των τις πειραθείη θορύβου τινός, ἅπαντα πραγματεύεται. Διὰ τοῦτον καὶ τὴν τούτου σοφίαν ἡμεῖς ἐξ οὐρίας πλέομεν ἅπαντες, πλήρη τὰ ἱστία πετάσαντες τῆς νηός. Καίτοι γε ὅτε τὸν πρότερον πατέρα ἀπεβάλομεν ὃς καὶ
270τοῦτον ἡμῖν ἐγέννησεν, ἐν ἀπορίᾳ τὰ ἡμέτερα ἦν. Διὸ καὶ ἐλεεινῶς ἐθρηνοῦμεν ὡς οὐ προσδοκῶντες τὸν θρόνον τοῦτον ἕτερον ἄνδρα τοιοῦτον δέξασθαι. Ἐπειδὴ δὲ οὗτος ἐφάνη καὶ παρῆλθεν εἰς μέσον, πᾶσαν ἐκείνην τὴν ἀθυμίαν παρελθεῖν ἐποίησεν ὥσπερ νέφος καὶ τὰ σκυθρωπὰ ἀπέκρυψεν ἅπαντα,
275οὐ κατὰ μικρὸν ἐξαλείφων ἡμῖν τὸ πένθος, ἀλλ’ οὕτως ἀθρόον ὡς ἂν εἰ ὁ μακάριος αὐτὸς ἐκεῖνος ἀπὸ τῆς λάρνακος ἀναστάς, ἐπὶ τὸν θρόνον ἀνέβη πάλιν τοῦτον. Ἀλλὰ γὰρ ἐλάθομεν ἐπιθυμίᾳ πατρικῶν κατορθωμάτων πέρα τοῦ μέτρου τοὺς λόγους ἐξάγοντες, οὐ τοῦ μέτρου τῶν τούτῳ κατωρθωμένων·414
280τούτων γὰρ οὐδέπω ἠρξάμεθα, ἀλλὰ τοῦ προσήκοντος ἡμῖν τῇ νεότητι. Φέρε οὖν ὥσπερ εἰς λιμένα πάλιν τῇ σιγῇ τοὺς λόγους ἀναπαύσωμεν. Ἀλλ’ οὐκ ἐθέλουσιν ἀφίστασθαι, ἀλλὰ δυσχεραίνουσι καὶ ἀγανακτοῦσι, πάντως ἐμπλησθῆναι τοῦ λειμῶνος ἐπιθυμοῦντες. Ἀλλὰ τοῦτο ἀμήχανον, ὦ παῖδες.
285Παυσώμεθα οὖν διώκοντες ἀκίχητα· ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν καὶ τὰ εἰρημένα· ἐπεὶ καὶ ἐπὶ τῶν μύρων τῶν πολυτελῶν, οὐκ ἐὰν τὸν λέβητα χέῃ τις μόνον, ἀλλὰ κἂν ἄκρας τῆς ἐπι‐ φανείας ἅψηται τοῖς δακτύλοις, τόν τε ἀέρα ἀνέχρωσε καὶ τοὺς παρόντας τῆς εὐωδίας ἐνέπλησεν ἅπαντας· ὃ δὴ καὶ νῦν
290γέγονεν, οὐ διὰ τὴν δύναμιν τῶν ἡμετέρων λόγων, ἀλλὰ διὰ τὴν ἀρετὴν τῶν τούτου κατορθωμάτων. Ἀπίωμεν οὖν, ἀπίωμεν εἰς εὐχὰς καταλύσαντες· δεηθῶμεν ὥστε τὴν κοινὴν ἡμῶν μητέρα ἀσάλευτον μένειν καὶ ἀκίνητον καὶ τὸν πατέρα τοῦτον, τὸν διδάσκαλον, τὸν ποιμένα, τὸν
295κυβερνήτην, πρὸς μακροτέραν ἐξενεχθῆναι ζωήν. Εἴ τις ὑμῖν καὶ ἡμῶν λόγος—οὐ γὰρ δὴ μετὰ τῶν ἱερέων ἑαυτοὺς κατα‐ λέγειν τολμήσομεν, ἐπεὶ μηδὲ θέμις τὰ ἐκτρώματα μετὰ τῶν ἀρτιοτόκων ἀριθμεῖν—, εἰ δέ τις ὑμῖν καὶ ἐμοῦ λόγος ὥσπερ ἀμβλωθριδίου τινός, δεήθητε πολλὴν ἡμῖν ἄνωθεν γενέσθαι416

(300)

τὴν ῥοπήν. Ἔδει μὲν γὰρ ἡμῖν καὶ πρότερον ἀσφαλείας ὅτε καθ’ ἑαυτοὺς ἐζῶμεν τὸν ἀπράγμονα βίον· ἐπειδὴ δὲ εἰς μέσον ἤχθημεν—τὸ δὲ πῶς παρίημι, εἴτε ἀνθρωπίνῃ σπουδῇ, εἴτε χάριτι θείᾳ, οὐδὲν γὰρ ὑμῖν φιλονεικῶ, ἵνα μή τις καὶ εἰρω‐ νεύεσθαι φαίη—, πλὴν ἀλλ’ ἐπειδὴ ἤχθημεν καὶ τὸν ζυγὸν
305τοῦτον ὑπέδυμεν τὸν ἰσχυρὸν καὶ βαρύν, πολλῶν ἡμῖν δεῖ χειρῶν, μυρίων εὐχῶν, ὥστε δυνηθῆναι τὴν παρακαταθήκην ἀποδοῦναι σώαν τῷ παρακαταθεμένῳ Δεσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται καὶ εἰσάγωνται καὶ τὰς εὐθύνας ὑπέχωσι. Δεήθητε τοίνυν μὴ
310τῶν δεδεμένων ἡμᾶς γενέσθαι, μηδὲ τῶν εἰς τὸ σκότος ἐκβαλ‐ λομένων, ἀλλὰ τῶν δυναμένων συγγνώμης γοῦν μετρίας τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.418