TLG 2062 491 :: JOANNES CHRYSOSTOMUS :: In sanctum pascha [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanctum pascha [Sp.] Citation: (Line) | ||
1t | Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου | |
---|---|---|
2t | Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὸ | |
3t | ἅγιον πάσχα | 98 |
4 | Νικᾷ καὶ μόνη ἡ ὄψις τῆς ἑορτῆς πᾶσαν ἐγκωμίων πλοκὴν καὶ πᾶς ἔπαινος τῇ | |
5 | ἀξίᾳ ἀπολιμπάνεται· ὅσον γὰρ ἂν ὁ λόγος ἀναλάβοι ἀγῶνα καὶ ὅλον ἑαυτὸν κινήσει πρὸς τὰ ἐγκώμια, οὐδὲν εἰπεῖν πρὸς ἀξίαν δυνήσεται. Ὥσπερ δὲ ὁ ἄπειρος ὑπάρχων θαλάσσης ὅταν ἀχανὲς καὶ μέγα θεάσηται πέλαγος πρὸ τῆς ἀρχῆς τῷ πλείστῳ φόβῳ νεκροῦται καὶ πρὸς μόνην τὴν ὄψιν ἐκλύεται καὶ ἀλλοιοῦται τῷ προσώπῳ ἐπιβῆναι καὶ νῶτα θαλάττης ἀσπάσασθαι, οὕτως καὶ ἡμεῖς θεωροῦντες | |
10 | τῆς θεότητος τὸ πέλαγος οὔτε ἅψασθαι τῶν ἐγκωμίων τολμῶμεν, ἵνα μὴ μικρὰ καὶ εὐτελῆ ἐξ ἀμαθίας φθεγξώμεθα. Κρεῖσσον γὰρ ἐστὶ σιωπῶντα τιμᾶν ἢ ὑβρίζειν φθεγγόμενον· ἡ μὲν γὰρ σιωπὴ ἐπιγινώσκουσα τὴν οἰκείαν ἀμαθίαν ἀξιοῦται συγγνώμης, ἡ δὲ προπετὴς πραγματεία οὐδὲν ἄξιον τοῦ προκειμένου ἐρευγομένη καὶ ἀσύγγνωστός ἐστι καὶ ἑαυτὴν ἐστηλίτευσεν. Ὅμως ἐπειδὴ ὁ θεὸς | |
15 | διὰ πλῆθος οἰκτιρμῶν καὶ τὴν περὶ ἡμᾶς εὐσπλαγχνίαν οὐ κατ’ ἀξίαν ἐπιζητεῖ ἀλλὰ τὴν ἑκάστου πρόθεσιν ἀποδέχεται, λέγωμεν ὅσα δυνάμεθα. Ἡ γὰρ ἑορτὴ τῆς θεϊκῆς ἐστι φιλανθρωπίας τεκμήριον καὶ βοᾷ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὴν νοητὴν ἀγαθότητα· δι’ ἧς ὁ μονογενὴς τὸν κόσμον ἀπολλύμενον ἔσωσε καὶ τὸν ἐξορισθέντα ἀνεκαλέσατο ἄνθρωπον, δι’ ἧς τὸν | |
20 | δουλωθέντα Ἀδὰμ ἠλευθέρωσεν, δι’ ἧς τὴν κακῶς ἐκταθεῖσαν κατὰ τοῦ ξύλου δεξιὰν τῆς Εὔας ἰάσατο, δι’ ἧς τὰς τοῦ ᾅδου πύλας ἀνέῳξε συντρίψας μοχλοὺς παραβάσεως καὶ δαιμόνων ἀμετάβλητον πατήσας ὠμότητα καὶ τοὺς πυλωροὺς καταπλήξας. Ὡς γὰρ ἐθεάσαντο εἰς τὴν τοῦ ᾅδου φρουρὰν παραγενόμενον τὸν βασιλέα | |
25 | ἔπτηξαν ἰσχυρῶς· αὐτὸς ὁ ᾅδης τῷ τρόμῳ ἐκλονεῖτο καὶ τοὺς κατοιχομένους κατήπειγε καὶ μετὰ σπουδῆς ἐβιάζετο. Πᾶσαι αἱ μυριάδες τῶν ἐγκατακλείστων ἐκεκίνηντο καινότερον θέαμα θεάσασθαι ἐπειγόμεναι καὶ προσπίπτουσαι συμφώνως ἱκέτευον προβαλλόμεναι τὴν διαβολικὴν ὠμότητα καὶ ἀγριότητα αὐτοῦ καὶ ὁμοφώνως πρεσβεύουσαι προσέπιπτον. | |
30 | Ὅθεν πᾶσαν τὴν αἰχμαλωσίαν ὁ βασιλεὺς ἀπέσωσε καὶ τὰ οἰκεῖα δεσποτικῶς ἐλευθεροῖ δημιουργήματα. Αὐτὸς ὁ θάνατος κατῃσχύνετο κατέχειν τὸν ἐν νεκροῖς ἐλεύθερον μὴ δυνάμενος· κατέπιε γὰρ τοὺς πολλοὺς καὶ τὸν σωτῆρα πέψαι μὴ δυνάμενος διεφθάρη. Κατέπιεν ὡς ἄνθρωπον, ἐξέμεσε δὲ οὐχ ὡς ἄνθρωπον, | |
πάντας γὰρ τῷ ἑνὶ συνεξέμεσεν. Ἐθεάσατο γὰρ σῶμα ἐνδεδυμένον καὶ ἐνεπήδη‐ | 99 | |
35 | σεν, ἔλαβε δὲ τὴν πεῖραν τῆς δυνάμεως καὶ φρίξας ἀπεπήδησεν. Ἐν τάφῳ διὰ Ἰουδαίων κατέκλεισε καὶ νενικηκέναι τοῦτον ἐνόμισε καὶ ὑψοῦτο καὶ ἐκηρύσσετο· ὡς δὲ εἶδε τὸν τάφον ἀνεῳγμένον καὶ τοῦ ἀποθανόντος, ὡς ἐνόμισε, σώματος τὴν ἀνάστασιν θεϊκὴν γενομένην καὶ τοῦ νεκρωθέντος τὴν ἀνίκητον δύναμιν, τὴν ἰσχὺν παρελύετο καὶ τὸ οἰκεῖον τέλος ὁ δείλαιος δεδοικὼς ἐβόα· | |
40 | „Οἴμοι, ὡς ἔοικεν, ἦλθεν ὁ ἐμὲ καταλύων καὶ τὴν ἐμὴν βασιλείαν πορθῶν. Πολλοὶ ἤλθοσαν πρός με καὶ οὐδένα θεασάμενος ἐδειλίασα, πολλοὺς ἐθανάτωσα καὶ οὐδεὶς ἀντέσχε μοι. Νῦν ὁ δυνατὸς οὐχ ὑφίσταμαι, ὁ ὑψηλὸς τεταπείνωμαι, ὁ κραταιὸς παραλέλυμαι, ὁ καυχώμενος ἐδαφίζομαι, ἀοράτως συνέχομαι, οὐ φέρω τοῦ παρόντος τὴν δύναμιν· ὁ ὁρώμενος φοβερὸς εὐκαταφρόνητος πέλω, ὁ | |
45 | νοούμενος δυνατὸς παρὰ πᾶσι καταγέλαστος ὑπάρχω. Οἴμοι, τί ποιήσω; Πῶς ἠπατήθην. Ἐτέχθη ὡς ἄνθρωπος, ἐπ’ ἀγκαλῶν περιηνέχθη ὡς ἄνθρωπος, μαζοῖς ὑπεβλήθη ὡς ἄνθρωπος, ἐπείνασεν ὡς ἄνθρωπος, ἐδίψησεν ὡς ἄνθρωπος, ἐμαστίχθη ὡς ἄνθρωπος, ἐνεπτύσθη ὡς ἄνθρωπος, ἐσταυρώθη ὡς ἄνθρωπος, ἐνεπαίχθη ὡς ἄνθρωπος, ὄξος ἐποτίσθη ὡς ἄνθρωπος, ἀπέθανεν ὡς ἄνθρωπος, | |
(50) | ἐτάφη ὡς ἄνθρωπος, ἀνέστη ὡς θεὸς οὐχ ὡς ἄνθρωπος. Πῶς εὑρέθη θεὸς αὐτέγερτος; Ἔπαθε πολλὰ παρὰ πολλῶν καὶ οὐδένα τούτων ἠμύνατο, ἠτιμάσθη παρὰ τῶν δούλων καὶ οὐδένα τούτων ἐλυμήνατο. Ἰουδαῖοι ἐβόων καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός, καὶ πάλιν· Δαιμόνιον ἔχει καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε, καὶ πάλιν· Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον | |
55 | ἔχεις· καί· οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀπέδωκεν. Ταῦτά μου τὴν ἀφροσύνην ἠπάτησεν, ταῦτά με τὸν ἄθλιον ἐχλεύασεν, διὰ τούτων ἠγκιστρεύθην, διὰ τούτων ἐδελεάσθην. Πάντα ὑπομεῖναι διὰ τοῦ σώματος κατεδέξατο· εἴ ποτε τῆς θεότητος ὑπέδειξε μέγεθος, ὀξέσι ποσὶν ἱπτάμενος ἀοράτως ὑπέστρεφον. Συνε‐ σκίαζε πολλάκις παθήμασι καὶ οὐκ ἔφερον αὐτοῦ τὴν ἀχώρητον δύναμιν· ὅθεν | |
60 | πολλάκις θεασάμενος τῆς θεότητος τὰ τεκμήρια ἐβόων καὶ ἔλεγον διὰ τῶν ἑπομένων μοι πονηρῶν δαιμόνων· Δέομαί σου μή με βασανίσῃς, καὶ πάλιν· Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Ἀλλ’ ὡς ἤκουον βοῶντος· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου, καί· νῦν ἡ ψυχή μου | |
τετάρακται, ὡς ἐθεασάμην ἀγωνιῶντα καὶ πρὸς τὸν ἑαυτοῦ πατέρα βοῶντα· | 100 | |
65 | Πάτερ, εἰ δυνατόν ἐστι παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐπεπήδησα πάλιν κοινὸν λογισάμενος εἶναι ἄνθρωπον. Ὡς δὲ ἔοικεν, δι’ ἐμὲ οὕτως ἐφθέγγετο, ἵνα με δελεάσῃ καὶ ἀπατήσας ἐμὲ τὸν ὑπ’ ἐμοῦ ἀπατηθέντα λυτρώσηται ἄνθρωπον. Οὐκ ἔγνων δὲ ὁ δείλαιος· ἔδει με αὐτοῦ ἀκούσαντα· Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα τὴν δὲ ψυχὴν | |
70 | μὴ δυναμένων ἀποκτεῖναι, ἐξ αὐτῶν τῶν πραγμάτων ἐρευνᾶν τὴν ἀλήθειαν. Ὁ γὰρ μὴ φοβεῖσθαι ἀνθρώπῳ συμβουλεύων τὸν θάνατον, πῶς αὐτὸς φόβῳ τοῦ θανάτου συνείχετο; Ἀλλὰ θανατώσας ἐθανατώθην, σταυρώσας ἐστηλιτεύθην, ἥλους χαλκεύσας περιεπάρην, ἀκάνθας πλέξας ἐτραυματίσθην, χολὴν προσκομί‐ σας πικρῶς ἐθανατώθην, χλανίδα ἐνδύσας συνεποδίσθην.“ | |
75 | Ἐπεὶ οὖν τῆς τοιαύτης εὐφροσύνης ἡ ἡμέρα πεπλήρωται, αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· αὐτὸς γὰρ ἐποίησε τὴν ἡμέραν καὶ διὰ τῆς ἀναστάσεως τῆς ἰδίας ἐφαίδρυνεν αὐτήν. Ὁ γὰρ δημιουργὸς τῆς ἡμέρας καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν κατεδέξατο διὰ τῆς σαρκὸς καὶ μησὶ καὶ ὥραις καὶ ἐνιαυτοῖς δουλεῦσαι, | |
80 | ὃν ὁ μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς ἐκήρυσσε λέγων· Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. Ἰωάννη, πῶς ὕψωσάς σου τὸν νοῦν, πῶς ἐκορύφωσάς σου τὸν λογισμόν, πῶς ὑπερέβης τὴν φύσιν, πῶς ἐπάτησας τὸν οὐρανόν, πῶς παρῆλθες τάξεις ἀγγέλων καὶ ἀρχαγγέλων καὶ αὐτὰς τὰς ἄνω δυνάμεις καὶ χοροστασίας, πῶς αὐτῷ τῷ | |
85 | θρόνῳ τῷ ἁγίῳ ἤγγισας, πῶς δὲ κἀκεῖνον παρέδραμες καὶ ἐθεάσω τὸν ἐν ἀρχῇ ὄντα ὄντως υἱὸν θεοῦ λόγον; Τίς σε, Ἰωάννη, ταύτην τὴν φωνὴν ἐδίδαξεν; Πῶς λέγειν τὰ ἄρρητα κατετόλμησας; Πῶς τὸν υἱὸν λόγον ὠνόμασας; Οὐδεὶς ἄλλος ταῦτα ἐφθέγξατο. Καὶ πάντως Ἰωάννης ἐρεῖ ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ λαλῶν, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον | |
90 | τὸ λαλοῦν ἐν ἐμοί. Αὐτὸ παρεσκεύασε μὴ λέγειν ἐν ἀρχῇ ὁ υἱὸς ἐγεννήθη, ἐπειδὴ φιλοπράγμονες ὑπάρχουσιν οἱ κακῶς φρονοῦντες καὶ περιεργάζονται τοὺς λόγους καὶ τρακτεύουσι τὰ ῥήματα. Καὶ ἤμελλον ἀκούσαντες ὅτι ἐν ἀρχῇ ὁ υἱὸς ἐγεννήθη τὸν τρόπον τῆς γεννήσεως συντάττειν καὶ πῶς καὶ πότε καὶ παθητὴν ὑπολαμβά‐ νειν τὴν γέννησιν. Διὰ τοῦτο καὶ τὴν ἀμφιβολίαν αὐτῶν τῆς ψυχῆς ἐξορίζει καὶ | 101 |
95 | τὴν παθητικὴν διασκεδάζει ὑπόνοιαν λέγων· Ἐν ἀρχῇ ἦν ὁ λόγος. Ὥσπερ δὲ ἐκ τοῦ νοῦ ἀπαθῶς ὁ λόγος προέρχεται καὶ οὔτε τὸν γεννήσαντα μειοῖ καὶ αὐτὸς προέρχεται τέλειος, οὕτως καὶ ὁ υἱὸς τοῦ θεοῦ τέλειος ἐξ ὅλου γεγέννηται μήτε τὸν πατέρα μειώσας καὶ αὐτὸς ἔχων τὴν τελειότητα τοῦ πατρός· αὐτῷ ἡ δόξα εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 102 |