TLG 2062 488 :: JOANNES CHRYSOSTOMUS :: De sancta Thecla martyre (e cod. Athon. Panteleimon 58) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De sancta Thecla martyre (e cod. Athon. Panteleimon 58) [Sp.] Cf. et 2062 129 Citation: (Line) | ||
1 | Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, μή‐ ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος.» Καὶ ταχεῖα ἡ τῆς κόρης βοήθεια· ἀφα‐ νοῦς γὰρ γενομένης ἐξαίφνης, ὁ μὲν μνηστὴρ ἀπῄει ἓν μόνον | |
---|---|---|
5 | κερδάνας ἀσελγείας ἱπποδρομίαν. Τῷ νυμφίῳ δὲ ἡ νύμφη παρειστήκει που ψάλλουσα· «Δικαίως ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.» Μάθωμεν δὴ καὶ ἡμεῖς τοὺς κατὰ τῶν σαρκικῶν τῆς ἐγ‐ κρατείας ἀγῶνας, ἐπιστρατεύσωμεν ἡδοναῖς ὡς ἡ μάρτυς, | |
10 | ὑπὲρ σαρκὸς κατὰ σαρκὸς ὁπλισώμεθα, τῇ τῆς ἀναστάσεως τὰ μέλη προευτρεπίσωμεν δόξῃ, μὴ κρατώμεθα τέρψεσι τὰ τῆς γεέννης ὀδυνηρὰ προξενούσαις, φεύγωμεν τὸ ἡδύ, ἵνα μὴ | |
τὸ ὄντως ἡδὺ ἀφ’ ἡμῶν δραπετεύσῃ. Ἡ χήρα τῷ τεθνεῶτι συνοίκῳ τηρείτω τὴν εὔνοιαν ὡς | 351 | |
15 | πάλιν εἰς ζωὴν φανουμένῳ. Ἡ γάμῳ συζῶσα πρὸς ἀλλο‐ τρίας ἡδονὰς νενεκρώσθω. Ἡ σηπομένη πορνείαις ἡδονῇ τὴν φλόγα γαμικῇ δροσιζέτω. Ἡ παρθένος ὡραιότερον νυμφίον τοῦ Χριστοῦ μὴ ζητείτω. Ἕκαστος τὴν κατὰ τάξιν οἰκείαν καθαρότητα σῴζων προξενείτω τὴν τοῦ δεσπότου | |
20 | Χριστοῦ τῇ ψυχῇ θεωρίαν· «Μακάριοι» γάρ, φησίν, «οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται»· αὐτῷ ἡ | |
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 352 |