TLG 2062 484 :: JOANNES CHRYSOSTOMUS :: In sanctum Paulum apostolum (excerptum)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In sanctum Paulum apostolum (excerptum)

Source: Petit, L., Sidéridès, X., Jugie, M. (eds.), Oeuvres complètes de Gennade Scholarios, vol. 3. Paris, 1930: 427–430.

Citation: Pg — (ln)

427

(31t)

Ἀπόδειξις· Ὅτι μείζων πάντων τῶν ἁγίων ὁ ἅγιος Παῦλος.
32 „Ἴδετε πηλίκοις ὑμῖν, φησί, γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί“. Ὡς γὰρ ἐν τοῖς πολλοῖς ἀνεπίληπτος, οὕτω καὶ ἐνταῦθα ἔγκριτος καινο‐ τέρῳ μέλανι χρώμενος· οὐδὲν γὰρ αὐτῷ μέλαν οὐδὲ σκοτεινὸν παρ’ αὐτῷ
35οὐδὲ ἀνθρώπινον· ὑπερέβη πᾶσαν φύσιν, ἀφῆκεν ὄπισθεν αὐτοῦ τὴν κτί‐427

428

σιν, μόνῳ Θεῷ προσομιλεῖν νομίζων· μᾶλλον δὲ πέπεισμαι τοῦτον εἶναι ὃν εἶπεν ὁ Κύριος μικρὸν μὲν ἐνταῦθα, ἐν δὲ τῇ βασιλείᾳ μείζονα Ἰωάν‐ νου, τοῦ μείζονος τῶν προφητῶν· οὐ γὰρ εἶπε· „γεγέννηται ἐν γεννητοῖς γυναικῶν“, ἀλλ’ „οὐκ ἐγήγερται“· τὸ γὰρ γεννηθῆναι παρὰ τὸ ἐγηγέρθαι
5ἕτερον· τὸ μὲν γὰρ γεννηθῆναι δῆλον ἐκ γυναικός· τὸ δὲ ἐγερθῆναι, τὸ προαχθῆναι εἴτε εἰς βασιλείαν ἢ εἰς ἐπισκοπήν, εἴτε εἰς ἕτερόν τι τοιοῦτον πρᾶγμα· ὡς ὅταν λέγῃ· ὃ μὲν ἠγέρθη βασιλεύς, ὃ δὲ ἡγέμων. Ὁ οὖν Κύριος προβλέπων τὸν Ἀπόστολον μέλλοντα συνεγείρεσθαι καὶ βαστάζειν αὐτοῦ τὸ ὄνομα καὶ αἴρειν ἐφ’ ἑαυτοῦ τὸν σταυρὸν καὶ κηρύττειν αὐτὸν
10ἐν πᾶσι τοῖς ἔθνεσι λέγων· τί θαυμάζετε τὸν Ἰωάννην ὡς μέγαν; τούτου τοῦ μεγάλου ἄλλος ἐστὶ μείζων, μήπω πιστεύσας, μήπω ἐγερθεὶς εἰς τὸ κηρύξαι· οὔπω ἐχειροτονήθη εἰς ἀποστολήν, οὔπω αὐτῷ ὤφθην διώκοντι, ἀλλὰ μὴν ἐν τῷ διώκειν ἐστίν· πρὸς μὲν γὰρ τοὺς ἐγερθέντας ἀληθῶς μείζων Ἰωάννου, πρὸς δὲ τὸν μέλλοντα ἐγείρεσθαι ἐλάχιστός ἐστιν· ὁ γὰρ
15μικρότερος ἐνταῦθα μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ, καὶ ὁ μέλλων ἐν ὑμῖν εἶναι μείζων, ἔστω ὑμῶν διάκονος καὶ ἔσχατος. Ἴδωμεν οὖν τίς ἐστιν ὁ ἐλάχιστος καὶ ἔσχατος πάντων, ἵνα γνωρίσωμεν καὶ τὸν μείζω, ἐπειδὴ ὥσπερ τι διδακτικὸν τοῦ μείζονος τὸ ἔσχατον. Τί οὖν λέγει ὁ Ἀπόστολος; „Καὶ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, καὶ ἔσχα‐
20τον πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί“. Εἰ οὖν ἔσχατος καὶ ἐλάχιστος ἐδείχθη οὗτος πάντων, δῆλον ὅτι μείζων πάντων διὰ τὸ οὕτως ἀποφήνασθαι τὸν Κύριον. Οὐ μόνον δὲ Ἰωάννου μείζων, ἀλλὰ καὶ πάν‐ των τῶν ἁγίων. „Ἑβραῖοί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ· διά‐ κονοι Χριστοῦ εἰσιν, ὑπὲρ ἐγώ“. Τί τούτου φανερώτερον; Καὶ ἐπὶ μὲν
25τῶν Ἑβραίων καὶ Ἰσραηλιτῶν ὡς ἐλαχίστων παρησύχασεν τὸ ὑπέρ, ἵνα μή τις εἴπῃ ἐκείνων μείζονα, τούτων δὲ ἴσον· ἀλλὰ τὸ ἐπὶ πάντων τι‐ μιώτερον, τὸ μεῖζον προσέθηκεν, ἵνα ἀναμφίβολον ποιήσῃ τὸ ζήτημα. Πάλιν δὲ ἵνα μὴ δόξῃ καιρὸν διδόναι καυχήματος ἀληθοῦς, εὐθέως ὑπο‐ γράφει τὴν αἰτίαν, δι’ ἣν ὑπὲρ αὐτῶν ἐστιν ἐν κόποις περισσοτέρως, ἐν
30πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτῳ καὶ κινδύνοις πολλάκις καὶ περισσότερον πάντων ἐκοπίασα, καὶ ὅτι εἰ ἕκαστος πάντων ἀπολήψεται κατὰ τὸν ἴδιον κόπον, δῆλον ὅτι περισσότερον οὗτος πάντων τιμηθήσεται, ὡς περισσότερον κεκοπιακώς. Τί τούτου λαμπρότερον; Εἰ θέλεις, καὶ ἄλλην τοιαύτην ἑτέραν ἀπόδειξιν ἄκουε, „Χριστὸς
35ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμὶ ἐγώ, καὶ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξῃ τὴν πολλὴν μαρκοθυμίαν“.
Πῶς τούτῳ ἐνεδείξατο, ἔσχατον αὐτῷ ὀφθείς, εἰ κατὰ χρόνους οὐ πρῶτον;428

429

πρὸ γὰρ αὐτοῦ τοῖς μαθηταῖς, πρὸ τῶν μαθητῶν τοῖς προφήταις, μετὰ δὲ τούτους πάλιν τοῖς ἐν τῷ κόσμῳ πρὸ ἐκείνων. Πρῶτον οὖν πῶς τούτῳ, εἰ μὴ διὰ τὸ πρῶτον τῇ τιμῇ; Ὣς οὖν Ἰωάννης ἔσχατος μὲν τῷ χρόνῳ τῶν προφητῶν, μείζων δὲ τῇ τιμῇ, ὡσαύτως καὶ ὁ Ἀπόστολος ἔσχατος μὲν
5τῶν ἀποστόλων τῷ χρόνῳ, πρῶτος δὲ τῇ τιμῇ πάντων τῶν ἁγίων. Εἰ δὲ οὐ πείθῃ τῇ ἀληθείᾳ, πείσθητι κἀν τῷ τύπῳ τῷ προτυπωθέντι περὶ αὐτοῦ ἐπὶ τῇ ἀναγνωρίσει τῶν ἀδελφῶν τοῦ Ἰωσήφ, πῶς ἕκαστον τῶν ἀδελφῶν κατὰ τὰ πρεσβεῖα ἀνέκλινεν ὁ Ἰωσήφ, ἔσχατον δὲ πάντων τὸν ἐσχατογενῆ Βενιαμίν. Ἐπενταπλασίασε δὲ αὐτοῦ τὴν μερίδα ὡς πρὸς τῇ μερίδι τῶν
10ἀδελφῶν, ὅπερ τύπος ἐστὶ τοῦ μέλλοντος, ὁ μὲν Ἰωσὴφ τοῦ Κυρίου, οἱ δὲ λοιποὶ ἀδελφοὶ τῶν μαθητῶν· ὁ δὲ Βενιαμὶν τοῦ Ἀποστόλου, καθὼς ἑαυτῷ μαρτύρεται λέγων· „Ἐκ φυλῆς Βενιαμίν“, καὶ ἐκεῖ Βενιαμὶν νεώτερον ἐν ἐκστάσει· τὸ μὲν νεώτερον διὰ τὸ ἔσχατον, ἐν ἐκστάσει δὲ διὰ τὴν ἐν τῇ ὁδῷ ὀπτασίαν. Ἐξέστη δὲ καὶ τῶν νομικῶν, ἐξέστη δὲ καὶ τῶν οὐρανίων,
15ἐξέστη καὶ τῶν σωματικῶν· πάντα ἡγήσατο σκύβαλα, ἵνα Χριστὸν κερδήσῃ. Πείσθητι οὖν, ὅτι οὗτος ὁ νεώτερος, ὁ ἐσχατογενής, ὁ ἔσχατος τῶν μαθη‐ τῶν, τὸ ἔκτρωμα παρὰ πάντας, τὸ περικάθαρμα τοῦ κόσμου παντός, πεντα‐ πλασίως τιμηθήσεται παρὰ τοῦ Κυρίου, ὡς παρὰ τοῦ Ἰωσὴφ ὁ Βενιαμίν, ὁ μὴ συμπαρὼν ἐν τῇ πράσει τοῦ ἀδελφοῦ, ὁ μὴ συγκατατιθέμενος τοῖς
20ἀδελφοῖς, ὁ πάντοτε παραμείνας τῷ ἑαυτοῦ πατρὶ καὶ εἰς μηδὲν λυπήσας· ὡσαύτως δὲ καὶ οὗτος οὐ κατὰ χάριν τιμηθήσεται, ἀλλὰ κατὰ τὸ ὀφεί‐ λημα, ὡς περισσότερον πάντων κεκοπιακώς, ὡς ἀεὶ παραμείνας τῷ Θεῷ καὶ Πατρί, ὡς μὴ συμπαρὼν ἐπὶ τῇ τοῦ Ἰούδα προδοσίᾳ· ἐγένετο γὰρ ἐν νόμῳ ἄμεμπτος καὶ ἐν ἀποστόλοις ἀσύγκριτος· „Τὰ ὑστερήματα γὰρ τῶν
25θλίψεων τοῦ Χριστοῦ ἀνταναπληρῶ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονοσ“, κατὰ τό· „Ὁ θέλων ἐν ὑμῖν“. Ὁρᾷς οἷα φθέγγεται, οἷα προσμαρτυρεῖ ἑαυτῷ; πῶς εἰς ὅσας θλίψεις ὑστέρησε μὴ φθάσας ὁ Χριστός, αὐτὸς ἀνεπλήρωσε λέγων· „Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ“; θέλει εἰπεῖν·
30πλήρωμα Χριστὸς νόμου, πλήρωμα θλίψεων ἐγώ· ἀληθῶς ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θλίψεσιν ὑπερεχόντως, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν, καὶ ἅπερ αὐτὸς ἀπηριθμήσατο λέγων, χωρὶς τῶν παρεκτός. Τίς δὲ τολμᾷ εἰπεῖν; Ὁ αὐτὸς εἴρηκε τό· „Οὐδὲν ἐμαυτῷ σύνοιδα“, καὶ γενόμενος ἄμεμπτος, ἵνα δείξῃ ἡμῖν εἶναι
35μέγαν τῷ μὴ συνειδέναι ἑαυτῷ τι, καὶ δεύτερον τοῦ ζητουμένου λέγων· „Ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι“· καὶ πάλιν· „Τὸν καλὸν ἀγῶνα ἠγώνισ‐ μαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς
δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριοσ“· οὐκ εἶπε· δώσει μοι·429

430

κατὰ χάριν γὰρ τὸ δοῦναι, ἀλλ’ ὃν ἀποδώσει· τὸ γὰρ ἀποδοῦναι ὀφειλῆς ἐστιν· ὃ γὰρ κατὰ χάριν δίδοται, οὕτως λέγων· „Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι“, οὐχ ὃ ἀπεδόθη σοι. Ὁ δὲ στέφανος οὐ κατὰ χάριν, ἀλλὰ κατὰ τὴν ὀφειλὴν δίδοται τοῖς νομίμως ἀθλήσασιν. „Ἐὰν
5γάρ τις ἀθλῇ, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ“. Τίς τῶν ἀπελ‐ θόντων εἶπε, τίς τῶν ἐρχομένων λέξει ταῦτα· „Τὸν δρόμον τετέλεκα, καὶ τό· ἀποδώσει μοι“ ὥσπερ τι χρέος τὸν στέφανον, καὶ τό· ἀναπληρῶ τὰ ὑστερήματα, καὶ τό· περισσότερον πάντων ἐκοπίασα, καὶ τό· διάκονοί εἰσιν; ὕπερ ἐγώ. Οὐκ ἀδίκως οὖν σκεῦος ἐκλογῆς ὡς θεράποντα, ὡς τὸν
10Μωσέα. Οὐ πιστὸν ὡς Ἀβραάμ, οὐκ ἄκακον ὡς τὸν Δαυίδ, οὐκ ἄμεμπτον ἢ θεοσεβῆ ὡς τὸν Ἴωβ, ἀλλὰ σκεῦος αὐτὸν ἐκλογῆς προσηγόρευσεν· ἡ δὲ ἐκλογὴ τὸ κρεῖττον δείκνυσιν· οὐδεὶς γὰρ ἐκλεγόμενος τὸ χεῖρον ἐκλέγεται· „Ἐξελέξατο γὰρ ἡμᾶς, φησί, πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἀμώμους καὶ ἁγίους κατ’ ἐνώπιον αὐτοῦ“. Ἐκ τῶν οὖν ἐκλεκτῶν ἐκλεκτὸς εἷς ὁ
15Ἀπόστολος· „Ταῦτα γὰρ ὑπομένω, φησί, διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι“ καὶ μιμεῖσθε τὸν Κύριον, τὸν δι’ ἡμᾶς ὑπομείναντα τὸν σταυρόν, ἵνα ἡμεῖς σωτηρίας τύχωμεν. Δικαίως οὖν προέτασσεν λέγων· „Εἰ δὲ μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ“. Ἴδες ἀγαθὴν πεποί‐ θησιν ἀγαθῆς ψυχῆς; ἴδες ἐκλεκτῶν ἐκλεκτότερον, ἔσχατον πάντων τοῦ
20κηρύγματος, πρῶτον δὲ πάντων· ἔσχατον ἐν κόσμῳ, πρῶτον ἐν τῇ βασι‐ λείᾳ· ἔσχατον εἰς τὸ πιστεῦσαι, πρῶτον εἰς τὸ σωθῆναι καὶ στεφανωθῆναι; δίκαιον εἰπεῖν· „Ἔσονται οἱ ἔσχατοι πρῶτοι“· οὐδὲν γὰρ ὑστέρησε τῶν ὑπὲρ λίαν ἀποστόλων, τολμῶ εἰπεῖν· τόλμην καὶ τὸν λόγον νῦν ἐπεξέρχομαι, οὐ διὰ τὸ μὴ ἔχειν ἀποδείξεις, ἀλλὰ διὰ τὸν καιρὸν καὶ τὴν ἀκολουθίαν
25τοῦ λόγου μὴ συγχωρεῖν πλεὸν λέγειν· οὐ μόνον ὑπὲρ πάντα ἄνθρωπον εἶναι, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν νοητὴν κτίσιν· τῆς μὲν οὖν κτίσεως πρῶτον
τῇ τιμῇ, τῶν δὲ ἐκλεκτῶν ἐκλεκτότερον.430