TLG 2062 446 :: JOANNES CHRYSOSTOMUS :: Encomium in sanctum Polycarpum JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Encomium in sanctum Polycarpum Citation: (Line) | ||
1t | ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΓΚΩμι ΟΝ ΕΙΣ ΤΟΝ ἅγΙΟΝ | |
---|---|---|
2t | ΙερΟΜ(ΑΡΤΥΡΑ) ΠΟΛΥΚΑρπον. εΥλόγησον. | |
3 | Χαιρέτω καὶ σήμερον, ἀγαπητοί, μᾶλλον δὲ δι’ αἰ‐ ῶνος χαιρέτω τῶν ἁπανταχοῦ τῆς ἐκκλησίας ποιμένων τὸ | |
5 | ἱεροπρεπὲς ἐν Χριστῷ ἀξίωμα. τοῦτο Παῦλος τοῖς Φιλιπ‐ πησίων ἐπισκόποις σὺν πρεσβυτέροις καὶ διακόνοις ἐπευ‐ χόμενος ἔλεγεν Χαίρετε ἐν κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. χαιρέτω καὶ πάσης τῆς ἐκκλησιαστικῆς καθέδρας ὁ στέφανος τοῖς μαρτύρων στεφάνοις. [XX fere linearum paucae litterae | |
10 | leguntur]. μᾶλλον δὲ αὐτοῦ τοῦ θεοῦ διὰ Ἡσαΐου λέγοντος Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. [IX lineae evanuerunt]. ᾠκοδόμησαν τὴν ἐπουράνιον Σιών, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεὸς κατὰ τὸν Παῦλον. διαρρήδην αὐτοὺς | |
15 | ἐγκωμιάζει ἐν πνεύματι ἁγίῳ. (ἐπὶ) τούτῳ πάλιν ὁ Παῦλος μαρτυρεῖ λέγων Ὑμεῖς ναὸς τοῦ θεοῦ ἐστε, καὶ τὸ πνεῦμα αὐτοῦ οἰκεῖ ἐν ὑμῖν. Τούτῳ τῷ λίθῳ καὶ ὁ μακάριος σήμερον Πολύκαρπος ἑαυτὸν ἐπῳκοδόμησεν, πειθόμενος τῷ αὐτῷ λέγοντι Οἰκοδομὴ | |
20 | θεοῦ ἐστε, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος αὐτοῦ ἀκρογωνιαίου Ἰησοῦ Χριστοῦ. τούτοις ἑαυτὸν ἐποικοδομήσας τοῖς ἁγίοις τὸν τῆς ἀφθαρσίας στέφανον ἀπέλαβεν δραμὼν οὐκ ἀδήλως, ἀλλ’ ὑπωπιάσας τὸ σῶμα καὶ δουλαγωγήσας. οὗτος τοῖς μετ’ αὐτὸν ἐρχομένοις | |
25 | ἐπὶ τὸ μαρτύριον δι’ αἰῶνος κάλλιστον κατέλιπεν μνημόσυνον· αἰώνιον γὰρ μένει ὁ δίκαιος. καὶ πᾶς ὁ τῆς πανηγύρεως ὅμιλος ἡσθεὶς θέλει μαθεῖν, πῶς οὐκ ἐφοβήθη τὴν ματαίαν καὶ πονηρὰν ἀκωκὴν τοῦ διαβόλου, πάνυ μετὰ ἀκριβείας. Εἰσῆλθεν εἰς τὸ στάδιον. εἰσελθὼν παρὰ τοῦ ἀν‐ | |
30 | θυπάτου ἐδελεάζετο λόγοις ἀπατηλοῖς· (ὁμολογήσαντα δὲ ἔφθειρεν ἡ κατη)γορία τὸν προγενῆ. εἶτα τῶν ὄχλων μετὰ | |
σπουδῆς συναγόντων ἐκ τῶν ἐργαστηρίων ξύλα καὶ φρύγανα, καὶ μάλιστα Ἰουδαίων ... [VIII lineae evanuerunt] πνεύ‐ ματος. Στέφανος δὲ [una linea evanuit] πρὸς αὐτοὺς δια‐ | 570 | |
35 | λεγόμενος Τίνα, φησίν, τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; τοὺς προκαταγγείλαντας περὶ τῆς παρουσίας τοῦ Χριστοῦ. [XIX lineae evanuerunt]. ... τοῦ πυρὸς ὀργάνοις ὁ μάρτυς, προσηλοῦν ἤθε‐ λον τὸν τὰ κέντρα τοῦ διαβόλου θραύσαντα διὰ τῆς εἰς | |
40 | Χριστὸν ὁμολογίας. ὁ δὲ μακάριος Πολύκαρπος Ἐάσατε, φησίν, οὕτως· ὁ γὰρ τὴν ὑπομονὴν χαριζόμενος ἀξ(ιώσει) τῶν ἥλων ἐκτὸς ἄσκυλτον τηρῆσαι τὸ σῶμα. ὅμως οὐ καθ‐ ήλωσαν, προσέδησαν δὲ τὸν δίκαιον. εἶτα ὡς ὀπίσω τὰς χεῖρας ποιήσας προσδεθεὶς τὸ ἐνεργὸν εἰς ἀεὶ ἀμὴν δεόμενος | |
45 | οὕτως ὁλοκαύτωμα τῷ θεῷ ἑαυτὸν παρέστησεν. Εἶτα (δὲ) τῆς πυρᾶς ἁφθείσης θαῦμα μαγικὸν ἐγένετο τοῖς ὁρῶσιν. τὸ γὰρ πῦρ εἰς ὕψος ἐπαρθὲν ἐκορυφοῦτο κα‐ μάρας εἶδος ποιοῦν, καὶ χαλκοειδὲς γενόμενον ἐκύκλωσε τὸ σῶμα τοῦ μάρτυρος, οὐκ ἀφώρισεν τοῦτο ἀπὸ ὑδάτων, ἀλλὰ | |
(50) | λαμπρότατον ἀπέφηνε. λεγέτω καὶ νῦν Ἡσαΐας ὁ προφήτης τῷ διὰ Χριστὸν πονησαμένῳ μάρτυρι Κἂν διὰ πυρὸς διέλ‐ θῃς, ἡ φλὸξ οὐ κατακαύσει σε. Τέλος ἰδόντες οἱ τοῦ πυρὸς (ἄνθρωποι οὐ δυνάμενον ὑπὸ τοῦ πυρὸς δαπανη)θῆναι τὸν μα(κάριον Πολίκαρπον, | |
55 | ὠθῆσαι ἐκέλευ)σαν εἰς (τὸ σῶμα τοῦ μάρ)τυρος (ξίφει στέρ)νης ἔνδον ἅπ(αξ) ἕνα. ὠθήσα(ντος ἐκείνου ἐ)τρώθ(η τὸ ἅ)γι(ον αὐτοῦ) σῶμα, ἵν(α λοιπὸν ἐ)ν οὐρανοῖς οἰκο(ίη τὸ) πνεῦμα. εἶτα ὡ(ς αἷμα ἐξῆ)λθεν. τ......έχ..διήνοι(ξε...) τὴν πλευράν, (ἐξελθεῖν) φασὶν περιστε(ρὰν καὶ) πλῆθος | |
60 | αἱμ(ατοει)δές· τὸν μέγαν (Πολύκαρπον) ἀδελφοὶ ἰδ(όντες οὐ(ρανομήκη..χ.....) τούτου πνεύματος το͂..... (ἄ)ξιον (ὁ)μηγ(ύριος) εὐ(λόγησεν) ὄχλος βοῶν Ὁ μ(ακάριος ἐγγὺς) τοῦ θεοῦ ἔσται καὶ οἰκ(εῖ) ἐν οὐρανοῖς. Ταῖς εὐ(πραγίαις) σου τοίνυν ἐγ(γίσαιμι), μακάριε | |
65 | Πολ(ύκαρπε. π(ά)ν(υ) ωνημ.....ησι πρὸς κύριον ..... νημωνε.....εν. των π(..........πο.....μεν ..... [IV lineae evanuerunt] π.ρ τοῦ .....ωσον την | |
.....ντ. τουι.....θε...αν.....τατο..... εὐσεβῆ αὔξεσθαι καὶ προκόπτειν διὰ τῆς διδασκαλίας πρὸς | 571 | |
70 | τὴν εὐσέβειαν θελήσειν, ἵνα οὕτως πολιτευσάμενοι καταξιωθῶ‐ μεν τῆς τῶν οὐρανῶν λήξεως (ταῖς) εὐχαῖς καὶ πρεσβείαις σου καὶ πάντων τῶν συναθλησάντων σοι χάριτι Χριστοῦ, μεθ’ οὗ ἡ δόξα τῷ πατρὶ σὺν τῷ (ἁγίῳ) πνεύματι εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. ἀμήν. | 572 |