TLG 2062 445 :: JOANNES CHRYSOSTOMUS :: Encomium in sanctos martyres [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Encomium in sanctos martyres [Sp.]

Source: Aubineau, M. (ed.), “Une homélie grecque inédite ‘sur tous les martyrs‘ attribuée à Jean Chrysostome” [Forma futuri. Studi in onore del Cardinale Michele Pellegrino] Turin: Erasmo, 1975: 622–623.

Citation: (Line)

t1Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς
t2ἁγίους μάρτυρας.
1 Φρικτὸς ὁ τῶν μαρτύρων ἀγὼν ἀλλ’ ἀθάνατος ἡ μνήμη τῶν εὐσε‐ βῶν, φοβερὸς ὁ θάνατος τῶν ἁγίων ἀλλ’ «ἀμάραντος ὁ στέφανος» τῶν ἀνδρείων, ξιφηφόρον τὸ στάδιον τῶν ἀθλητῶν ἀλλὰ στεφανηφόρον τὸ βραβεῖον τοῦ Χριστοῦ. Ξίφη καὶ πῦρ καὶ ὕδωρ τὰ ἆθλα τῶν πα‐
5λαιστῶν, ἀλλ’ οὐρανὸς καὶ παράδεισος καὶ βασιλεία θεοῦ τὰ βραβεῖα τῶν νικητῶν. Ἐπὶ γῆς ἠγωνίζοντο βασανιζόμενοι, ἐν οὐρανῷ δὲ ὡπλί‐ ζοντο στεφανούμενοι. Κάτω τὰς ὕβρεις ὑπέμενον καὶ ἄνω τὰς τιμὰς ἐθησαύριζον. Οὐκ ἀντεμάχοντο τοῖς ξίφεσι πολεμούμενοι, ἀλλ’ ὑπέμενον «τῇ πίστει ἐνδυναμούμενοι»· οὐ γὰρ ἦν αὐτοῖς ἡ μάχη περὶ γηΐνων
10πραγμάτων. Οὐ περὶ χρημάτων φθαρτῶν, οὐ περὶ πλούτου κενοῦ τὰ αἴτια τοῦ πολέμου, ἀλλὰ περὶ βασιλείας οὐρανῶν, περὶ «παραδείσου τρυφῆς», περὶ ἀφθάρτου ζωῆς. Περὶ θεοῦ ὁ ἀγών, περὶ πίστεως ἡ πάλη, περὶ ὁμολογίας ἡ νίκη, ἵνα μὴ ἐκπέσωσι τῶν συνθηκῶν ἀλλ’ ἵνα μείνωσιν εὐσεβεῖς. Καὶ ἦν ὁ πόλεμος ἔνδοξος καὶ ἡ μάχη οὐρά‐
15νιος, θεία ἡ παράταξις καὶ ἀγγελικὴ ἡ στρατοπέδευσις ὅπως συνδο‐ ξασθῶσι θεῷ, ὅπως ἀπολάβωσι τὴν ἀρχαίαν τιμήν, ὅπως ἀεὶ διαμεί‐ νωσιν ἐν Χριστῷ, ὅπως ἔχωσιν ἀνώδυνον ζωήν. Διὰ τοῦτο καὶ ἠγω‐ νίζοντο περιχαρῶς, οὐ ξίφη βαστάζοντες ἀλλὰ τὸν λόγον κηρύττοντες, οὐ τόξα καὶ βέλη ἐκπέμποντες ἀλλὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν ἐξαγ‐
20γέλλοντες, οὐχ ὅπλα «ἐνδυόμενοι» ἀλλὰ τὴν πίστιν «θωρακιζόμενοι». Ἠκονᾶτο μὲν γὰρ ξίφη κατὰ τοῦ σώματος τῶν μαρτύρων, ἀλλὰ τοῦ ξίφους ὀξύτερος ὁ λόγος ἀμβλυτέραν τὴν ἀκμὴν τῆς σφαγῆς ἀπειργά‐ ζετο. Οὐ γὰρ ᾐσθάνοντο τοῦ πόνου ὑπὸ τοῦ πόθου κεντούμενοι· ὁ γὰρ πόθος τῆς ὁμολογίας ἐκούφιζεν τὸν πόνον τοῦ σώματος καὶ τὴν ἀσθέ‐
25νειαν. Καὶ οὐκ ἄξια μὲν τῆς ἐκείνων ἀθλήσεως τὰ παρ’ ἡμῶν λεχθέντα· τοῖς γὰρ δικαίοις «ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ θεοῦ», κατὰ τὸν ἀπόστολον. Θεῷ οὖν δόξαν ἀναπέμψωμεν τῷ τοὺς μάρτυρας στεφανοῦντι, ὅτι αὐτῷ πρέπει δόξα νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας622
τῶν αἰώνων. Ἀμήν.623