TLG 2062 444 :: JOANNES CHRYSOSTOMUS :: In Christi natalem [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Christi natalem [Sp.] Source: Mercati, S.G. (ed.), “Antica omelia metrica εἰς τὴν Χριστοῦ γένναν” [Biblica 1] 1920: 84–90. Citation: (Line) | ||
t1 | Τοῦ αὐτοῦ 〈ἁγίου Ἰωάννου | |
---|---|---|
t2 | ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου〉 | |
t3 | Εἰς τὴν τοῦ Χριστοῦ γένναν. | |
1 | Φόβου γέμει καὶ φρίκης ἡ σήμερον ἡμέρα, καὶ πολλῆς ἐκπλήξεως καὶ χαρμονῆς ἀπείρου. | |
5 | Δεσπότης γὰρ ἐκ νύμφης | |
παρθένου προέρχεται παράδοξον θάλαμον τὴν κόρην εὑράμενος. Ὁ γὰρ ἄνω 〈***〉 | 84 | |
10 | δίχα φθορᾶς γεννηθείς, οὗτος κάτω 〈***〉 δίχα σπορᾶς γεννᾶται. Καὶ ὁ ἄνω ἐν κόλποις [τοῦ] πατρὸς αὐλιζόμενος, | |
15 | οὗτος [ἐν] ἀγκάλαις μητρὸς παρθένου βαστάζεται. Εἴ τις οὖν κατανοήσει τὴν σήμερον ἡμέραν, 〈*〉 τρόμῳ συστέλλεται· | |
20 | φόβου γὰρ καὶ τρόμου γέμει, | |
20 | ὡς ἤδη προείρηται. Σήμερον τῆς ἀπιστίας τῶν Ἰουδαίων [ὁ] ἔλεγχος καὶ τῶν ἁπάντων 〈**〉 ἀπαρχὴ καὶ πρόοδος. | |
25 | Οἱ φύλλα ἐζωσμένοι | |
καὶ φοροῦντες δέρματα, οὗτοι ἐν τῷ φορεῖσθαι αὐτὸν φοροῦσι Χριστόν. Σήμερον οὖν χαρμονῆς | 85 | |
30 | ἡμέρα καὶ ταραχῆς· [ἔστι γὰρ] τῶν δαιμόνων πόλεμος· [καὶ τοῦ] διαβόλου θόρυβος· [Καὶ] τῶν εἰδώλων ὄλεθρος· τοῦ θανάτου θάνατος, | |
35 | καὶ τοῦ κόσμου παντὸς ἐκ τούτου ἐλευθερίας ἀρχή. Σὺ δέ μοι τὴν παρθένον (fol. 49v) τὴν ἁγίαν ἴδε 〈*〉, καὶ σκόπησον τὸ πρᾶγμα, | |
40 | πῶς τυγχάνει ἄπειρον. Πῶς γὰρ οὐ διασπᾶται τὸν Κύριον φέρουσα· πῶς [γὰρ] αὐτῆς καὶ ἡ γαστὴρ ὅλως οὐ διαλύεται, | |
45 | Ἀλλὰ φέρει ἐν γαστρὶ τὸν κτίστην 〈****〉 〈****〉 τῆς γαστρός, ὡς ἐπίσταται αὐτός. Καὶ εἰ δάκτυλον θεοῦ | |
(50) | [βαστάσαι] οὐκ ἤνεγκεν Αἴγυπτος, πῶς ἤνεγκε παρθένος τοῦ θεοῦ 〈τὴν〉 δεξιάν; [Καὶ] εἰ ὁλκὴν οὐκ ἐβάστασε μικρὰν χρυσίου ἄνθρωπος, | 86 |
55 | πῶς ἡ κόρη ἐβάστασε τοῦ Πατρὸς τὸν θησαυρόν; Εἰ δὲ ἦν καὶ τῷ Χριστῷ εἰς ὁμιλίαν ἐλθεῖν καὶ εἰπεῖν· «Ὅθ’ ὑπῆρχες | |
60 | τῆς κόρης ἐγγάστριος, Οὐκ ἄμετρον εἶχες φύσιν καὶ σθένος ἀνίκητον; οὐκ ἔλεγές σου θρόνον ὑπάρχειν τὸν οὐρανόν; | |
65 | Καὶ ὅλως οὖν οὕτως ὑπάρχων ἀχώρητος τοῖς πᾶσιν, τὴν νηδὺν τῆς παρθένου ἔχεις ἐνδιαίτημα. Καὶ πῶς ὁ ἐν [τοῖς] κόλποις ὢν | |
70 | τοῦ ἀχράντου σου Πατρὸς κόρης ἀπειρογάμου ὑπάρχεις ἐγγάστριος;» »[Ναί, φησί], παρεφθάρη ὁ Ἀδάμ· κατεκλύσθη ὁ κόσμος· | |
75 | ἐφλέχθη τὰ Σόδομα· ἐπατήθη ὁ νόμος· Προφῆται ὑβρίσθησαν· | |
οὐκ ἠκούσθην [ἐγὼ] ὁ θεός· ἐδέσποζεν ὁ δράκων· | 87 | |
80 | ἐκράτουν οἱ δαίμονες· Ὁ κόσμος ἀπώλλυτο· ἄγγελος σαρκωθῆναι καὶ σῶσαι οὐκ ἴσχυεν 〈*******〉. | |
85 | Διὰ τοῦτο 〈***〉· ἐγὼ ἀναλαμβάνω τὴν τοῦ δούλου μορφήν 〈*〉 〈*******〉.» Ὢ τοῦ θαύματος 〈**〉· | |
90 | ἐκπλήττομαι καὶ φρίττω ὑπὸ τοσούτων θαυμάτων τὸν νοῦν κυματούμενος. Ἐκεῖνο μόνον εἰπεῖν ἱκανὸς εὑρίσκομαι | |
95 | τό· Ὢ βάθος καὶ πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ.» Καὶ τοῦτο γὰρ ἐξαίσιον καὶ σφόδρα παράδοξον· καὶ μήτηρ καὶ παρθένος | |
(100) | ἡ κόρη εὑρίσκεται. Οὐ σπείρεται καὶ γεννᾷ· οὐκ ἀροῦται καὶ τίκτει· οὐκ ἀναμένει πάθος· οὐκ ἐκδέχεται φθοράν. | 88 |
105 | Οὐ τὸν φθαρτὸν 〈***〉 〈******* **〉 ἐκδεχομένη χαυνοῦται τοῖς μέλεσιν, Ὅτι μετὰ τὸ γεννῆσαι | |
110 | ἀσπόρως τὸν Κύριον τοσοῦτον ὅσον τοῦ Κυρίου ἀθαλαμεύτου παιδός ... Ἀληθῶς ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· | |
115 | πάντα ἐν σοφίᾳ 〈*〉 〈***〉 ἐποίησας». Λογίζου [δέ] μοι [καὶ] τὸν Ἀδὰμ χορεύειν φορούμενον καὶ πολλὰ ὀνειδίζειν | |
120 | τὸ θηρίον 〈***〉 [Καὶ] χαιρόμενόν τι λέγειν· «Παμπόνηρε, τί ὤνησας συλήσας με; Τί ποτε ἐπραγματεύσω συλήσας με;» ......... | |
125 | Ἴδε· ὁ φύλλα συκῆς περὶ τὴν ὀσφὺν φορῶν καὶ 〈τοὺσ〉 χιτῶνας νεκροῦ | |
ἐνδεδυμένος τὸ πρίν, Ἴδε νῦν φορούμενον | 89 | |
130 | τὸν ζῳοποιοφόρον· πόθεν, φησίν, τοσαύτη δέδοται παρρησία; Πόθεν, «Κύριος εἶπεν πρὸς μέ· Υἱός μου εἶ σύ; | |
135 | 〈******* *******〉 Ἵνα γὰρ τῇ [ἁγίᾳ] Παρθένῳ τὴν γένναν λογίζεσθε καὶ νομίσητε μητέρα | |
140 | ἀληθινὴν τῆς σαρκός, Σημαίνω νῦν τὸν ἐμὸν Κύριον 〈****〉· αὐτὸς γὰρ καὶ τῆς [μακαρίας] Μαρίας τυγχάνει δημιουργός. | |
145 | [Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων· ἀμήν]. | 90 |