TLG 2062 443 :: JOANNES CHRYSOSTOMUS :: In illud: Credidi propter quod locutus sum [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In illud: Credidi propter quod locutus sum [Sp.] Citation: Pg — (ln) | ||
351(2t) | Τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου· Εἰς τὸ Ἐπί‐ | |
3t | στευσα, διὸ ἐλάλησα. | |
---|---|---|
4 | Φασί ποτε τὴν μέλισσαν κούφοις πτεροῖς δέν‐ | |
5 | δρεσι καὶ βοτάναις ἀνθοφόροις ἐφιπταμένην καὶ τὴν ἐν ταῖς τῶν ἀνθῶν ἰδέαις ἐγκειμένην νοτίδα ἀβλαβῶς λῃστεύουσαν τὸ γλυκύτατον κηρίον τοῦ μέλιτος τοῖς ἀνθρώποις ἐκεῖθεν πορίζεσθαι. Τοιοῦτοί εἰσιν οἱ τῆς ἐκκλησίας διδάσκαλοι· κούφῳ γὰρ τῷ πτερῷ τῆς δια‐ | |
10 | νοίας ἐπὶ τὸ καλλίχλοον ἔαρ τῶν γραφῶν ἐφιπτάμενοι καὶ τὴν ἐν τῷ γράμματι ἐγκειμένην νοτίδα τοῦ πνεύ‐ ματος ἀρυόμενοι τὸ γλυκύτατον τῆς πίστεως μέλι εἰς τὰς τῶν ὑπηκόων καρδίας ἠρέμα ἐνραίνουσιν. Δεῦρο δὴ καὶ ἡμεῖς, ἀγαπητοί, μιμησάμενοι τὴν μέλισσαν καὶ | |
15 | ταῖς ἀκτῖσι τοῦ ἡλίου τῆς δικαιοσύνης τὸν νοῦν ἐκ‐ θερμάναντες ἐπὶ τὸν ἀνθηρότατον λειμῶνα τῆς ψαλ‐ μῳδίας θερμῷ τῷ πνεύματι καταδράμωμεν. Τί γὰρ ἡμῖν ὁ ὑποψαλθεὶς ἀρτίως ψαλμὸς ἔλεγεν; Ἐπί‐ στευσα, διὸ ἐλάλησα. Ποίαν δὲ ἔχει δύναμιν ὁ | |
20 | λόγος; Ἀναγκαῖόν ἐστι τὸ ἐν τῷ βάθει τοῦ γράμ‐ ματος κείμενον μελισταγὲς νόημα ἀρυσαμένους ἡμᾶς πᾶσιν ὑμῖν τοῖς διψῶσι, καθ’ ὃ μὲν ἰσχύομεν, πότιμον τὸ ῥεῦμα τοῦ λόγου κεράσαι. Ἐπίστευσα, διὸ ἐλάλησα. Ὥςπερ οἱ βουλό‐ | |
25 | μενοι ἐπί τινος πράγματος διηγήσασθαί τισι πρότερον αὐτοὶ ἐν πληροφορίᾳ γίνονται καὶ οὕτως ἄρχονται λεπτομερῶς τὸ πρᾶγμα διδάσκειν, ὡςαύτως καὶ ὁ προφήτης μέλλων διδάσκειν ἡμᾶς αὐτὸς ἐν πληρο‐ φορίᾳ πρότερον γίνεται περὶ τῆς τοῦ θεοῦ ὑπάρξεως | |
30 | καὶ τῆς ἐν Χριστῷ ἐλπίδος ἀποκειμένης τοῖς ἀνθρώ‐ | |
ποις· λέγει· Ἐπίστευσα, διὸ ἐλάλησα. Οὐκ ἦν | 351 | |
352 | γὰρ αὐτῷ ἀσφαλές, μὴ πιστεύσαντι πρότερον καὶ πλη‐ ροφορηθέντι περὶ ὧν ἔμελλε διηγήσασθαι, ἄρξασθαι τοῦ διδάσκειν· διὸ ἀναγκαίως προτάσσει λέγων· Ἐπί‐ στευσα, διὸ ἐλάλησα. Τί δὲ καὶ ἐπίστευσα; | |
5 | Ἐπίστευσα τὸν θεὸν πατέρα εἶναι Χριστοῦ, οὐ κτί‐ στην καὶ ποιητήν, ἀλλὰ γεννήτορα· καὶ τοῦτο πληρο‐ φορηθεὶς ἐπίστευσα, διὸ ἐλάλησα· οὐδὲ περιειργα‐ σάμην τὴν φύσιν τοῦ θεοῦ, ὁποία τε καὶ πόση ἐστίν, ἀλλ’ ἐπίστευσα τὸν Χριστὸν θεοῦ εἶναι υἱόν, πρὸ | |
10 | αἰώνων ἀφράστως ἐκ πατρὸς γεννηθέντα, καὶ τοῦτο πληροφορηθεὶς ἐπίστευσα, διὸ ἐλάλησα. Ἀλλὰ τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσιν Ἰουδαῖοι, ψάλλειν ἀληθείᾳ οὐ δύνανται· οὐ γὰρ ἐπί‐ στευσαν τὸν θεὸν πατέρα εἶναι τοῦ Χριστοῦ οὐδὲ | |
15 | ἔγνωσαν τὸν Χριστὸν υἱὸν εἶναι θεοῦ· εἰ γὰρ ἔγ‐ νωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύ‐ ρωσαν. Τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσιν Εὐνο‐ μιανοὶ καὶ Ἀρειανοί, ἀλλ’ ἐν ἀληθείᾳ ψάλλειν οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸν θεὸν εἶναι γεννή‐ | |
20 | τορα τοῦ Χριστοῦ, ἀλλὰ κτίστην καὶ ποιητήν, οὐδ’ αὖ πάλιν ἐπίστευσαν τὸν Χριστὸν εἶναι υἱὸν τοῦ θεοῦ, κτίσμα εἶναι αὐτὸν λέγοντες καὶ ποίημα· Χριστὸν δὲ ἀθετοῦντες τὸν πατέρα ἀθετοῦσιν. Ἄκουε τῆς γρα‐ φῆς λεγούσης· Εἴ τις τὸν υἱὸν οὐκ ἔχει, οὗτος | |
25 | οὐδὲ τὸν πατέρα ἔχει. Ἐπίστευσα, διὸ ἐλά‐ λησα. Τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσι Μακεδο‐ νιανοί, ψάλλειν ἐν ἀληθείᾳ οὐ δύνανται· οὐ γὰρ ἐπί‐ στευσαν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐκ πατρὸς ἐκπορευ‐ όμενον ἀρρήτως εἶναι θεόν· τὸ δὲ ἅγιον πνεῦμα οὐκ | |
30 | ἔχοντες, οὐδὲ τὸν Χριστὸν ἔχουσιν. Ἄκουε Παύλου λέγοντος· Εἴ τις τὸ πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Πᾶς οὖν ὁ ὀρθῶς πι‐ στεύων εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τοῦτο | |
λέγει· Ἐπίστευσα, διὸ ἐλάλησα. | 352 | |
353 | Ἴδωμεν δὲ καὶ τὸν ἑξῆς στίχον, τί βούλεται λέ‐ γειν· μετὰ τὸ Ἐπίστευσα, διὸ ἐλάλησα· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἀλλ’ ὁ μὴ νοῶν δοκεῖ ἀνακόλουθον εἶναι τὸν στίχον· ἀλλ’ ἐὰν νοήσῃ ἕκα‐ | |
5 | στος ἡμῶν, καθὼς καὶ Δαυὶδ ἐνόησε, περὶ τοῦ θεοῦ καὶ περὶ ἑαυτοῦ λέγει· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ὀφθαλμοῖς καρδίας τὴν ἀνέκφραστον καὶ ἀνεκδιήγητον τοῦ θεοῦ μεγαλειότητα θεωρήσας, ὅτι ὅσον ὁ οὐρανὸς διαφέρει μύρμηκος, τοσοῦτον θεὸς | |
10 | αὐτοῦ τοῦ ἀνθρώπου, καὶ τοῦτο νοήσας καὶ ἐκπλα‐ γεὶς λέγει· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Τοῦτο καὶ Ἀβραὰμ θεωρήσας, ὅτι ἐν συγκρίσει θεοῦ αὐτὸς γῆ ἐστι καὶ σποδός, ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Οἱ γὰρ ὑπερήφανοι μὴ γινώσκοντες τὸν | |
15 | θεὸν οὐδὲ ἑαυτοὺς ἴσασι, τί εἰσι· πῶς γὰρ τὸν δημι‐ ουργὸν πρότερον μὴ ἐπεγνωκὼς ἑαυτὸν ἐπιγνώσεται, ὅτι πλάσμα ἐστίν; Ὅτι δὲ ἐκ τοῦ μὴ εἰδέναι τὸν κύριον προςγίγνεται ἡ ὑπερηφανία, μαρτυρησάτω μοι ἡ γραφὴ λέγουσα· Ἀρχὴ ὑπερηφανίας τὸ μὴ | |
20 | εἰδέναι τὸν κύριον· ἐκ γὰρ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ. Οὐ τοιοῦτος ὁ Δαυίδ· ἀλλ’ ἐγνωκώς, ὅτι καρδίαν συντετριμ‐ μένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξου‐ δενώσει, ἐταπείνωσεν ἑαυτόν, ἵνα ὑψωθῆ· πᾶς | |
25 | γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Τοσοῦτον ἀγαθόν ἐστιν ἡ ταπεινοφροσύνη· ὅτι αὐτὸς ὁ κύριος ἡμῶν ἐταπείνωσεν ἑαυτὸν καὶ ἡμᾶς βουλόμενος πρὸς τὴν ὁμοιότητα τῆς αὐτοῦ ταπεινοφροσύνης ἐπαγαγεῖν | |
30 | λέγει· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐτα‐ | |
πεινώθην σφόδρα. Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει | 353 | |
354 | μου· πᾶς ἄνθρωπος ψεύστης. Καὶ πῶς ἀκού‐ ομεν τὸν Ἰὼβ ἄνδρα ἀληθινόν; Μαρτυρεῖ γὰρ αὐτῷ ὁ θεὸς λέγων· Προςέσχες τῷ θεράποντί μου Ἰώβ, πῶς οὐκ ἔστι τῶν κατ’ αὐτὸν ἐν πάσῃ | |
5 | τῇ γῇ; Ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀλη‐ θινός, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εἰ οὖν ἀληθὴς ὁ Ἰὼβ γέγραπται καὶ μαρτυρεῖται παρὰ τοῦ θεοῦ, πῶς λέγει Δαυὶδ ἀποφη‐ νάμενος κατὰ πάντων· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκ‐ | |
10 | στάσει μου· πᾶς ἄνθρωπος ψεύστης; Πρὸς ὃ ἐροῦμεν, ὅτι ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀνθρώ‐ πων ὁ Ἰὼβ ἦν ἀληθινός, ὅσον δὲ ἐν συγκρίσει θεοῦ κἀκεῖνος ψεύστης ἐτύγχανεν. Οὐδεὶς γὰρ καθα‐ ρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μία ἡμέρα ἡ ζωὴ | |
15 | αὐτοῦ. Εἰ δὲ οὐδεὶς ἀναμάρτητος, δῆλον ὅτι οὐδὲ ἔστιν ἀψευδής, εἰ μὴ μόνος ὁ θεός. Ὁμοίως δὲ καὶ τὸν Βαρνάβαν ἀκούομεν εἶναι ἀγαθόν· ὅσον ἐν συγ‐ κρίσει τῶν ἄλλων ἀνθρώπων καὶ ἀγαθὸν αὐτὸν οἴδα‐ μεν, ὅσον δὲ ἐν συγκρίσει θεοῦ καὶ οὗτος οὐκ ἔστιν | |
20 | ἀγαθός· οὐδεὶς γὰρ ἀγαθός, εἰ μὴ μόνος ὁ θεός. Καὶ ὥςπερ ἐν ὥρᾳ ἑσπέρας λέγει τις φω‐ τεινὸν τὸν ἀστέρα ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀστέρων, ἡλίου δὲ φανέντος οὐκ ἄν τις εἴποι φωτεινὸν τὸν ἀστέρα διὰ τὸ τῇ ὑπερβαλλούσῃ αἴγλῃ τοῦ ἡλίου | |
25 | καλύπτεσθαι τὴν λαμπηδόνα τοῦ ἀστέρος, ὡςαύτως καὶ ἄνθρωπόν φαμεν εἶναι ἀληθινὸν καὶ ἀγαθὸν ὅσον ἐν συγκρίσει τῶν ἄλλων, ὅσον δὲ ἐν συγκρίσει θεοῦ οὐκ ἔστιν ἀληθὴς ἄνθρωπος· πᾶς γὰρ ἄνθρωπος ψεύστης. | |
30 | Ἀλλὰ δεῦρο, ἀγαπητοί, τρέψωμεν τὸν λόγον, ἵνα ἑτέραν ἐν αὐτῷ νοημάτων χάριν ἐκλάμπουσαν εὕρω‐ μεν. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς | |
ἄνθρωπος ψεύστης. Δαυὶδ ὁ μακάριος, ὁ ἐν παι‐ | 354 | |
355 | δίῳ φιλόλογος, ὁ ἐν ἡλικίᾳ φιλόπονος, ὁ ἐν τῷ γήρᾳ φιλόσοφος, Δαυὶδ ὁ μακάριος θεόφιλος ὢν καὶ βου‐ λόμενος θεὸν περιαθρῆσαι ὀφθαλμοῖς καρδίας, ὁποῖός ἐστιν, ἔξω γενόμενος τῶν σαρκικῶν ἐπιθυ‐ | |
5 | μιῶν καὶ τῷ νῷ τὸν ἀέρα παραδραμὼν καὶ τὰς νε‐ φέλας ὑπερκύψας καὶ τὸν οὐρανὸν ὑπεραλόμενος καὶ τὰς ἀγγελικὰς δυνάμεις παραπετασθεὶς καὶ εἰς αὐτὸ τὸ ἄϋλον καὶ ἀκραιφνέστατον εἶδος τοῦ θεοῦ ἐμβα‐ τεύσας καὶ θεωρήσας τὴν αἴγλην ἐκείνην καὶ τὴν | |
10 | ἀστραπὴν τῆς θεότητος ἀνείκαστον μεγαλειότητα οὖσαν καὶ νοήσας, ὅτι οὐδεὶς ἀνθρώπων οὐδὲ μία γλῶσσα ἀνθρωπίνη ἱκανή ἐστι διηγήσασθαι τὸ μέγεθος τοῦ θεοῦ, γεγονὼς ἐν τοιαύτῃ ἐκστάσει καὶ καταμαθὼν ἀκριβῶς θαρσῶν ἀποφαίνεται λέγων· Ἐγὼ δὲ εἶπα | |
15 | ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Ἀλλὰ δεῦρο πάλιν τρέψωμεν τὸν μαργαρίτην τοῦ λόγου καὶ ὑπὸ τῆς ἐγκειμένης αἴγλης τοῦ πνεύ‐ ματος τὸν νοῦν ἡμῶν καταυγάσωμεν. Οἶδα, ἀγα‐ πητοί, ἐγὼ καὶ γεωργὸν ἔμπειρον ἀπὸ μιᾶς χώρας | |
20 | ἐν ἐνιαυτῷ τρεῖς καρποὺς λαμβάνοντα· μιμησώμεθα οὖν καὶ ἡμεῖς τοὺς γεωργούς, τῇ δικέλλῃ τοῦ πνεύ‐ ματος σκάλλωμεν κατὰ τὸν προφήτην τὸν λέγοντα· Νυκ‐ τὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. Πρῶτον οὖν τοῦ γράμ‐ | |
25 | ματος ἐθεωρήσαμεν στίχον, τὸν δεύτερον ἐλάβομεν, ἔτι τὸν τρίτον θεωρήσωμεν· Ἐγὼ δὲ εἶπον, φησίν, ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Θεώρει μοι πάντα ἄνθρωπον ἑαυτῷ ὑπογράφοντα πολλὰ ἔτη ζωῆς, βουλόμενον οἰκοδομεῖν καὶ κατα‐ | |
30 | φυτεύειν καὶ τὰ τέκνα αὐτοῦ ἐκτρέφειν καὶ κατὰ τῶν ἀδικούντων δὲ αὐτὸν ἐντυγχάνειν καὶ ἐπαγγελλόμενον τοὺς ἐχθροὺς ἀμύνασθαι, φυλακίζειν, δεσμεύειν, ἐξορί‐ ζειν ἢ καὶ ἄλλο τι ποιεῖν χαλεπώτερον καὶ μετ’ οὐ πολὺ αὐτῇ τῇ νυκτὶ ἢ μετὰ δύο ἢ τρεῖς ἡμέρας ἀπο‐ | |
35 | θνήσκοντα, καὶ ὄψῃ, πῶς πᾶς ἄνθρωπος ψεύστης· | |
ἃ γὰρ ἐπηγγείλατο, οὐκ ἐποίησεν. Ἀλλὰ πᾶς μὲν ὁ | 355 | |
356 | τὸν βίον τοῦτον ἀγαπῶν ἄνθρωπος ψεύστης ἐστίν, ὁ δὲ τὸν βίον τοῦτον ἐν ἀρεταῖς μεταδιώκων οὐκ ἔστι ψεύστης· οὐ γάρ ἐστιν ἄνθρωπος ὁ τοιοῦτος, ἀλλὰ θεός, οὐ διὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ διὰ τὴν τοῦ | |
5 | ἐνοικοῦντος ἐν αὐτῷ χάριν, οἷος ἦν Παῦλος καὶ Πέ‐ τρος, οἵτινες εἶχον ἐν αὐτοῖς λαλοῦντα Χριστόν· οὗτοι γὰρ οὐκ ἦσαν ψεῦσται, ἀλλ’ ἀληθεῖς· οὐδὲ γὰρ ἦσαν ἄνθρωποι, πνεῦμα γὰρ εἶχον θεῖον λαλοῦν ἐν αὐτοῖς. Τούτοις οὐκ ἔμελε περὶ χρημάτων, | |
10 | οὐ περὶ κτήσεων· πῶς γὰρ ἂν τούτοις ἔμελεν, ὁπότε ἔλεγεν αὐτοῖς· Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄρ‐ γυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν; Οὔτε ἠπείλουν ἀμύνασθαι ἐχθρούς· οὐδὲ γὰρ εἶχον ἐχθρούς. Ἐφύλαττον γὰρ τὸ τοῦ κυρίου πρόςταγμα λέγοντος· | |
15 | Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. Οὗτοι ἔτη πολλὰ ἑαυ‐ τοῖς οὐχ ὑπέγραφον ζωῆς· ἕκαστος γὰρ αὐτῶν ἔλεγε· Καθ’ ἡμέραν ἀποθνήσκω νὴ τὴν ὑμετέραν καύ‐ χησιν. Ἄκουε τοῦ ἀποστόλου λέγοντος· Ὡς πλάνοι | |
20 | καὶ ἀληθεῖς, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν. Ὅσον γὰρ ἐν τῷ φαινομένῳ, ὡς πλάνοι ἐσμέν· ἄνθρωποι γὰρ φαινόμενοι· ὅσον δὲ ἐν τῷ κη‐ ρύγματι τῆς καρδίας καὶ τῆς πολιτείας, ἀληθεῖς ἐσ‐ μεν. Καὶ ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν. | |
25 | Ὅσον γὰρ ἐν τῇ ἡμετέρᾳ προθέσει, καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκομεν, ὅσον δὲ τῇ τοῦ κυρίου πίστει, ζῶμεν. Εἶτα μετὰ τοῦτο· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκ‐ στάσει μου· πᾶς ἄνθρωπος ψεύστης, ἐπάγει· | |
30 | Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν | |
ἀνταπέδωκέ μοι; Θεωρήσας ὁ προφήτης τὴν ἐξ | 356 | |
357 | ἀρχῆς τοῦ κυρίου δωρεὰν δεδομένην καὶ ἀπορῶν πρὸς τὴν ἀνταπόδοσιν τῶν παρὰ θεοῦ δεδωρημένων αὐτῷ ἀγαθῶν λέγει· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Οὐρανὸν | |
5 | δι’ ἐμὲ ἐτάνυσε φωτοφόροις ἄστροις αὐτὸν διαθείς, ἥλιον δι’ ἐμὲ ἔπηξε χρυσοειδέσιν ἀκτῖσιν αὐτὸν περι‐ υφήνας, σελήνην δι’ ἐμὲ ἐθεμελίωσε νυκτοπόρον τὰ ἀμαυρὰ τῆς νυκτὸς αὐγάζουσαν, πλωτήρων καὶ ὁδοι‐ πόρων ἡνίοχον, γῆν δι’ ἐμὲ ἥπλωσε παντοίοις δέν‐ | |
10 | δρεσι καρποφόροις καὶ ἀκάρποις καταπυκνώσας, βο‐ τάναις ἀνθοφόροις αὐτὴν κατακοσμήσας, ὑδάτων πλήθη ἰχθυοτόκων εἰς μίαν συναγωγὴν συνέκλεισε, πη‐ γὰς ὑδάτων ἁλμυροφόρους καὶ γλυκυφόρους ἴαμα τῆς δίψης τοῖς ἀνθρώποις ἐξ οἰκείων λαγόνων πηγάζειν | |
15 | ἡτοίμασεν. Πρὸς οὖν πάσας ταύτας τὰς εὐεργεσίας ἀπορῶν ὁ προφήτης βοᾷ λέγων· Τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἀλλ’ ἔτι βαθύτερον καὶ πνευματικώτερον ἐννοήσας ὁ προφήτης Δαυὶδ καὶ θεωρήσας τὰς ἐν Χριστῷ μελ‐ | |
20 | λούσας εὐεργεσίας τῷ ἀνθρώπῳ δίδοσθαι ὡς ἤδη πα‐ ρούσας αὐτὰς κηρύττων λέγει· Τί ἀντα‐ ποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέ‐ δωκέ μοι; Χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς ἔπλασέ τε καὶ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρήγαγεν, εἰκόνι | |
25 | με ἰδίᾳ τετίμηκε, δόξαν μοι ἀγγελικὴν περιέθηκε καὶ διὰ τῆς παραβάσεως τῷ θανάτῳ παραλυθέντα με ἐλ‐ θὼν πάλιν ἀνεκαλέσατο· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι· Τὸν κατ’ ἐμοῦ δράκοντα ὄφιν ἐθανάτωσε, πύλας χαλκᾶς τοῦ | |
30 | θανάτου ἐν τῷ ᾅδῃ αὐτὸς γενόμενος συνέκλασε καὶ μοχλοὺς σιδηροῦς συνέτριψε· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἐκ τρυφῆς παραδείσου ἐκβληθέντα με εἰςήνεγκε πάλιν οὐ τῇ ἐμῇ δικαιοσύνῃ, ἀλλὰ τῇ αὐτοῦ χάριτι, οὐρανοῦ | |
35 | μοι πύλας ἤνοιξε, βασιλείαν οὐρανῶν ἐπηγγείλατο, κλίμακά μοι ἀπὸ γῆς εἰς οὐρανὸν τὴν πίστιν ἀνέτειλε· | |
τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν | 357 | |
358 | ἀνταπέδωκέ μοι; Ἀλλ’ ἔτι πλείονα τούτων μοι ἐχαρίσατο· δι’ ἐμὲ γὰρ ὑπέμεινεν ἐμπτύσματα καὶ ῥαπίσματα, δι’ ἐμὲ ἀκάνθινον στέφανον ἐπὶ τῆς κε‐ φαλῆς αὐτοῦ ἐφόρεσεν, ὄξος σὺν χολῇ μεμιγμένον | |
5 | ἔπιε, δι’ ἐμὲ πολλὰ πέπονθεν, ἵνα καὶ τὴν ἡτοιμασ‐ μένην τοῦ θανάτου πικρίαν καὶ κακίαν ἐκκενώσῃ· τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀν‐ ταπέδωκέ μοι; Πολλὰ ζητήσας ὁ προφήτης καὶ ἐμπεριελθὼν τῇ | |
10 | διανοίᾳ καὶ μηδὲν ἄξιον θεοῦ εὑράμενος ἀνταπόδομα τέλειον, ἓν ἰδὼν τῷ πράγματι τοῦ μαρτυρίου ἐπιφέρει λέγων· Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι. Τοῦτο δὲ τὸ πο‐ τήριον μηνύει τὸ πάθος τοῦ Χριστοῦ. Πάτερ, γάρ, | |
15 | εἰ δυνατὸν παρελθεῖν τὸ ποτήριον τοῦτο, παρελθέτω. Ἔχομεν πολλὰ ποτήρια ἐν τῇ γραφῇ γεγραμμένα· ποτήριον, φησί, χρυσοῦν Βαβυ‐ λῶνος· ἐπίοσαν ἔθνη καὶ ἐμεθύσθησαν. Ἔχει καὶ ἡ Βαβυλὼν ποτήριον χρυσοῦν, ἀλλ’ οὐκ ἔχει καλὸν | |
20 | ποτὸν ἐν αὐτῷ· χρυσοῦν γὰρ ποτήριον τῆς Βαβυλῶνος ἦν, νόει μοι τὸν περικαλλέστατον λόγον τῶν οἰήσει σοφῶν Ἑλλήνων ἔχοντα ἔνδοθεν κρᾶμα θανάσιμον τὸ τῆς εἰδωλολατρείας δίδαγμα. Ἀλλ’ οὐ τοιοῦτον ποτήριον ὁ εὐχόμενος ἐν τῷ ψαλμῷ ἐπιζητεῖ, | |
25 | ἀλλὰ τὸ ποτήριον τὸ ὑπομονῆς καὶ ἀθλήσεως γέμον, ἐν ὀνόματι κυρίου ἐσφραγισμένον, οὗ ὁ πιὼν τῆς τοῦ ἁγίου πνεύματος εὐφροσύνης μεστωθεὶς εἰς τὸν ἅγιον τῶν μαρτύρων χορὸν κατασταθήσεται· ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς | |
30 | τοὺς, αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 358 |