TLG 2062 438 :: JOANNES CHRYSOSTOMUS :: In sanctum pascha [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In sanctum pascha [Sp.]

Source: Baur, C. (ed.), “Drei unedierte Festpredigten aus der Zeit der nestorianischen Streitigkeiten” [Traditio 9] 1953: 108–110.

Citation: (Line)

1tΤοῦ αὐτοῦ (Jo. Chrysostomi) λόγος εἰς τὸ ἅγιον Πάσχα.
2tΕὐλόγησον· πάτερ.
3 Πᾶσα μὲν ἡμέρα φαιδρὰ καὶ περίβλεπτος, ἡ δὲ τῆς ἀναστάσεως πασῶν φαιδροτέρα καθέστηκεν. Ἐν ᾗ τὸ μὲν ἄπληστον τοῦ θανά‐
5του κεχαλίνωται στόμα, οἱ θνητοὶ δὲ ὡς ἀδρανῆ λοιπὸν καὶ πρόσ‐ καιρον γελῶσι τὸν θάνατον, μᾶλλον δὲ καὶ εὐεργέτην οἱ καλῶς βιοῦντες εὑρίσκουσιν. Ἀποτεμὼν γὰρ ἡμᾶς τῆς ὀδυνηρᾶς ταύτης καὶ προσκαίρου ζωῆς εἰς ἀταλαιπώρητον διαγωγὴν καὶ μακαρίαν παραπέμπει κατάστασιν, ἔνθα «ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός»
10εἰς ἀπόλαυσιν ἀνεκλάλητον καὶ τρυφὴν ἀκατάληπτον, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». Ἄκων οὖν εὐεργέτης τῶν ἀνθρώπων ὁ θάνατος καὶ ἐχθρὸς ἐπιτήδειος, ἀλλ’ εὔχρηστος μὲν ἡμῖν, ἑαυτῷ δὲ πολέμιος· ἐν ᾧ γὰρ αὔξει τὰ ἡμέ‐ τερα, καταλύσει τὰ ἴδια. Λύσις γὰρ θανάτου τὸ τοὺς τελευτῶντας
15εἰς ἀτελεύτητον ἀθανασίαν χωρεῖν. Καὶ τίς αὐτὸ(ν) εἰς τὴν ἀντίστρο‐ φον ταύτην περιήνεγκεν τέχνην ἵνα λοιπὸν εὐεργετῇ καὶ βλάπτων χαρίζηται; Ὁ τὴν τῆς ἀναστάσεως ἐπαγγελίαν ἐκφωνήσας τῷ κόσμῳ· «λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» «Λύ‐ σατε τὸν ναὸν τοῦτον», οὐχ ὃν αἱ ὑμέτεραι χεῖρες ἀνέστησαν, ἀλλ’
20ὃν ἐγὼ κτίσας ἐμαυτῷ περιέθηκα· αὐτὸς γὰρ πεσὼν ἀναστήσεται, ὁ δὲ ὑμέτερος ἱστάμενος πεσεῖται· «Ἀμὴν γὰρ λέγω ὑμῖν· οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον.» «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέ‐ ραις ἐγερῶ αὐτόν». Οὐκ εἶπεν· ἐγερεῖ αὐτὸν ὁ Πατὴρ, ἵνα μὴ Ἄρειος ἐπιπηδήσῃ τῷ λόγῳ ἀλλ’· Ἐγὼ ἐγερῶ αὐτόν· ἐγὼ δι’ ἐμαυτοῦ αὐ‐
25θεντῶ οὐ κελευόμενος. Διὰ τί δὲ μὴ παραχρῆμα, ἀλλὰ μετὰ τρεῖς ἡμέρας; Ἐρωτᾷς διὰ τί μὴ παραχρῆμα ἀνίσταται, ἀλλὰ μετὰ τρεῖς ἡμέρας· Ἵνα μὴ τοῦ προφήτου Ἰωνᾶ τὸν τύπον παραλύσῃ. «Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς
30ἡμέρας καὶ τρεῖς νύκτας». Ἥλιος γὰρ διασκεδάζει γνόφον, διώ‐ κει δὲ νύκτα φωτοφόρος ἡμέρα· τὴν δὲ νύκτα τῆς ἀγνωσίας ἡ λευκο‐ χίτων τῆς ἀναστάσεως ἐκάλυψεν ἡμέρα. Πάντα χαρᾶς καὶ φαιδρό‐
τητος γέμει. Πάσης δὲ φαιδρυνομένης τῆς κτίσεως πενθήρη μόνον τὸν διάβολον βλέπω. Ἡ γὰρ ἡμετέρα χαρὰ τῶν δαιμόνων ἐστὶν συμ‐108
35φορά. Πενθεῖ δὲ ἄρα ὁ διάβολος· Διὰ τί; Ὅτι καὶ τὸν Ἀδὰμ ἀπώ‐ λεσεν καὶ τὸν λῃστὴν οὐκ ἐκράτησεν, ὅτι καὶ τὸ καθ’ ἡμῶν χειρόγραφον ἡρπάγη καὶ τὸ ὑπὲρ ἡμῶν τρόπαιον ἐφυτεύθη σταυρὸς κατὰ δαιμό‐ νων τρόπαιον νικηφόρον. Σταυρὸς δένδρον ἀειθαλὲς καθ’ ἑκάστην ἡμέραν μαραίνων τὸν διάβολον. Ὁσάκις γὰρ ὁρᾷ, ποῦ τὴν ζωὴν περιέ‐
40πειρεν, τοσαυτάκις μαραίνεται βαλλόμενος σφοδρῶς τῇ τῆς θλί‐ ψεως λόγχῃ, ὅτι καὶ τὴν ζωὴν οὐκ ἐφόνευσεν καὶ τὸν θάνατον διὰ τῆς ζωῆς ἐθανάτωσεν. Κρατήσας γὰρ ὁ θάνατος τὴν ζωὴν ἐνεκρώθη καὶ οἱ νεκροὶ τὴν ζωὴν ἰδόντες ἀνέστησαν. «Τὰ ἀρχαῖα παρῆλθεν, γέγονε τὰ πάντα καινά». Ἔπεσεν ὁ πρῶτος Ἀδάμ, ὁ δεύτερος ῥή‐
45γνυσιν. Κάτω γὰρ ῥήγνυσιν, ὃν ἄνωθεν ἔρριψεν. Τὴν Εὔαν ἐσκέ‐ λισεν, παρὰ Μαρίας σκελίζεται. Εὐχαριστεῖ τῷ ξύλῳ τῆς παραβά‐ σεως, θρηνήσει τῷ σταυρῷ κολαζόμενος. Ἐν τῷ παραδείσῳ κεκρά‐ τηκεν, ἐν τῷ Ἅιδῃ κεκράτηται. Ἐν τῷ παραδείσῳ μὴ κρατῶν ἐτυ‐ ράννησεν, ἀλλ’ ἐν τῷ Ἅιδῃ κρατῶν ἀπεστέρηται. Ὃν οὐκ εἶχεν πρό‐

(50)

τερον ἔλαβεν, ἀλλ’ ὕστερον, ὃν κατεῖχεν ἀπώλεσεν. Χαίρων ἔδρα‐ μεν καὶ θρηνῶν ἀνεχώρει. «Τὰ ἀρχαῖα παρῆλθεν, γέγονεν τὰ πάντα καινά.» Τὸν Ἀδὰμ οὐκέτι κλείει παράδεισος, τοῦ λῃστοῦ τὰς θύρας ἀνοίξαντος. Ἐκδικεῖ τὴν Εὔαν ἡ Μαρία. Οὗ γὰρ ἐκείνη τὰς ἐν‐ τολὰς οὐκ ἐφύλαξεν, τοῦτον αὕτη γαστρὶ περιέλαβεν· καὶ ὃν οὐρα‐
55νὸς οὐκ ἐχώρησεν, οὐκ ἐστενοχώρησεν ἡ γαστὴρ τῆς παρθένου. Καὶ ὁ τὸν οὐρανὸν ἐπικρεμάσας τῷ κόσμῳ, εὐτελοῦς ἀπεκρεμᾶτο ξύλου, ἵνα ξύλῳ πλανήσῃ τὸν διὰ ξύλου τὸν Ἀδὰμ ἀπατήσαντα. Φιλαν‐ θρώπῳ τοίνυν προσφεύγωμεν Δεσπότῃ ὑπὲρ τοῦ πεπονθότος δι’ ἡμᾶς. Μὴ φύγωμεν τὰ πάθη· «Συμπάσχομεν γὰρ ἵνα καὶ συνδοξασθῶμεν.»
60Ἡ ἀνάστασις ἀνέστη καὶ χαρᾶς ἡ κτίσις πεπλήρωται. Ὁ γὰρ κῆρυξ τῆς ἀναστάσεως πρῶτος ἐν ἑαυτῷ τὴν ἀνάστασιν ἔδειξεν. Εἰ γὰρ λόγῳ μὲν ἐκήρυξεν, ἔργῳ δὲ μὴ ὑπέδειξεν, οὐκ ἂν ἐπίστευσαν οἱ λόγον μὲν ἀκούοντες, ἔργον δὲ μὴ θεωροῦντες. Τί οὖν ὁ τῆς ἀναστά‐ σεως ὑπενόησεν κῆρυξ; Ὡς ἰατρὸς ἄριστος πρῶτος ἀπογεύεται τοῦ
65φαρμάκου, ἵνα οἱ δεόμενοι τῆς ἰατρείας ἀνενδοιάστως λοιπὸν τὸ κή‐ ρυγμα δέξωνται. Πρῶτος οὖν ὁ Δεσπότης «ἐκ νεκρῶν· Ἀπαρχὴ τῶν κεκοιμημένων» ὁ Χριστός. Καὶ μηδεὶς ἐκεῖνο λεγέτω· Καὶ μὴν εὑρίσκομεν ἄλλους πρὸ αὐτοῦ ἀναστάντας· Ἠλίας ὁ θεσβίτης τὸν υἱὸν τῆς Σαραφθείας πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἀνέστησεν. Ἐλισ‐
70σαῖος ὁμοίως τὸν υἱὸν τῆς Σουμανίτιδος. Πῶς οὖν· «Ἀπαρχὴ τῶν κε‐ κοιμημένων Χριστός; Τὸ πλέον λέγω· Αὐτὸς ὁ Δεσπότης Χριστὸς πρὸ
ἑαυτοῦ τετραήμερον νεκρὸν τὸν Λάζαρον ἤγειρεν. Πῶς «ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός; Ὃ λέγομεν ἐπὶ τοῦ Λαζάρου, λέγομεν ἐπὶ πάν‐ των τῶν πρὸ αὐτοῦ ἀναστάντων. Ἀνέστη μὲν ὁ Λάζαρος πρὸ τοῦ Δεσπό‐109
75του Χριστοῦ· ἀλλ’ ἀνέστη Λάζαρος, ἵνα πάλιν ἀποθάνῃ. Πρὸς ὀλίγον ἀναλαμβάνει τοῦ ζῆν, ἵνα ὑπερετήσῃ τῷ θαύματι καὶ πάλιν ὑπὸ τὴν θα‐ νατικὴν ἀπόφασιν γένηται. Εἰ δὲ «ἀπαρχὴ τῶν κεκοιμημένων Χριστός,» οὐκέτι πρὸς δεύτερον ἐχώρησε θάνατον, ἀλλὰ χωρίσας ἑαυτὸν καθάπαξ τοῦ σώματος, ὅπερ ἦν ἐξ ἀρχῆς, ἀθάνατος ἔμεινεν. Μαρτύρησον ὦ Παῦλε
80τῷ λεγομένῳ· «Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέ‐ θανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.» Τὴν οὖν τελείαν ἀνάστασιν Χριστὸς ἐπεδείξατο πρῶτος. Διὰ τοῦτο· «ἀπαρχὴ τῶν κεκοιμημέ‐ νων» Χριστός, ἵνα ἅπερ ἐπηγγείλατο τοῖς λόγοις, ταῦτα πληρώσῃ τοῖς
85ἔργοις. Ἂν μὴ γὰρ προϋπάρξῃ θάνατος, οὐκ ἔστιν ἀνάστασις· ἂν μὴ προλάβῃ τὸ πάθος, οὐκ ἔστιν ἰατρεία. Χριστὸς δὲ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας, τὰς ψυχικὰς ἡμῶν ἐθεράπευσεν νόσους, τοὺς ψυχοφθόρους δαίμονας ἀπήλασεν. Ἐκεῖνο λεγέτω· Εἰ Θεός, πῶς ἐσταυρώθη; πῶς ἀσώματος φύσις σωματικὴν ὑπέμεινεν ὀδύνην; πῶς
90ἡ παντοδύναμος ἐξουσία πεῖραν ἐδέξατο θανάτου; Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Οὐχ ἡ θεότης ἐσταυρώθη, ἀλλὰ τὸ περιβόλαιον τῆς θεό‐ τητος. Σταυρουμένου δὲ τοῦ σώματος, ἡ θεότης ἠτιμάζετο. Ὁ γὰρ τὸ ἱμάτιον σχίσας, τὸν ἐνδεδυμένον ὑβρίζει· ὁ τὴν βασιλικὴν κατα‐ κόψας πορφύραν, τὸν βασιλέα πρὸς ὀργὴν ἐρεθίζει.
95 Καὶ τότε μὲν αὐτὸν ἐσταύρωσαν οἱ Ἰουδαῖοι· νῦν δὲ οἱ τῶν Χρι‐ στιανῶν αὐτὸν ἀνασταυροῦσι πρωτόθρονοι. Ὁ γὰρ ἀναχρίσας τὸν Χριστὸν ἀνεσταύρωσεν. «Εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα.» Ἐπὶ γὰρ τῷ βαπτίσματι τὸ χρῖσμα. Πῶς οὖν ὁ χρισθεὶς μέχρι νῦν ὡς ἄχριστος ἀνεχρίσθη; Τὸ γὰρ περιττὸν χρῖσμα τὸν Χριστιανὸν

(100)

ἐποίησεν ἄχριστον καὶ σαυτοῦ γέγονας ὡς Ἰούδας προδότης, διὰ χρυσὸν τὸν Χριστὸν ἀρνησάμενος. Διὸ καὶ ἡ τοῦ Ἰούδα περιμένει σε σχοῖνος. Δεῖ σε γὰρ τὰ ἐκείνου φρονοῦντα πληρῶσαι τὴν ἐσχάτην ἐκείνου. Ἀλλὰ πανταχόθεν τὸν περὶ τῆς ἀναστάσεως συλλέγοντες λόγον καὶ βίον ἄξιον τῶν δογμάτων ἐπιδειξώμεθα, ἵνα κρειττόνων καὶ
105ἀκηράτων ἀγαθῶν ἐπιτύχωμεν τῶν καὶ νοῦν καὶ (τὸν) λόγον ὑπερβαι‐ νόντων ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.110