TLG 2062 437 :: JOANNES CHRYSOSTOMUS :: Encomium in sanctum Joannem evangelistam [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Encomium in sanctum Joannem evangelistam [Sp.] Citation: Pg — (ln) | ||
665(15t) | «Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώ‐ | |
16t | μιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν. | |
---|---|---|
17 | Πάλιν ἡμῖν ἐξ οὐρανοῦ ἐπεδήμησεν ὁ μέγας καὶ μόνος θεολό‐ γος Ἰωάννης· πάλιν Θεὸν Λόγον ἀνακηρύττει καὶ τὴν οἰκουμένην ἅπασαν εἰς οὐρανοὺς ἀναβλέπειν παρασκευάζει. Ἰωάννης ἡμῖν σήμε‐ | |
20 | ρον ἐξ οὐρανῶν ἐπεδήμησεν, ὁ ἁλιεὺς ὁ ῥίψας τὴν σαγήνην καὶ λα‐ βὼν τὸ εὐαγγέλιον, Ἰωάννης, ὁ ἀφεὶς τὸν κάλαμον καὶ μεταχειρισά‐ μενος τὸν λόγον, Ἰωάννης, ὁ Μωϋσέως ὑψηλότερα δόγματα τὴν οἰ‐ | |
κουμένην διδάξας. Ὁ μὲν γὰρ ἔλεγεν· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν | 665 | |
666 | οὐρανὸν καὶ τὴν γῆν· οὗτος δὲ τὰ κτίσματα καταλιπὼν ἐπὶ τὸν δημι‐ ουργὸν ἀναβαίνει. Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος, Λόγος ἐνυπόστατος, Λόγος ἐν ὑστέροις καιροῖς φα‐ νερωθεὶς καὶ τὴν οἰκουμένην διασώσας, Λόγος τῆς τοῦ Πατρὸς οὐσίας | |
5 | ἀπαράλλακτος. Ὥσπερ γὰρ ὁ ἐν ἐμοὶ λόγος μετὰ τῆς οὐσίας εἰς τὴν τῆς ψυχῆς μετὰ δὲ τὸ προενσχεθῆναι διὰ στόματος καὶ λαβεῖν ἔνδυμα τὴν φωνὴν οὐκέτι λοιπὸν εἰς ἐμὲ μόνον ἀποκέκρυπται ἀλλὰ καὶ πᾶσι λοι‐ πὸν γνωρίζεται, οὕτως καὶ ὁ μονογενὴς ὢν ἐν τῷ Θεῷ καὶ τῆς οὐ‐ σίας ὢν τοῦ Πατρὸς ἔμεινεν ἐν ἀρχῇ γνωριζόμενος, μετὰ δὲ τὸ ἐν‐ | |
10 | δυθῆναι τὴν σάρκα οὕτω πᾶσι λοιπὸν κατάδηλος γίνεται. Ὥσπερ γὰρ ὁ λόγος, ὁ φορέσας τὴν φωνὴν γνώριμος πᾶσι καθίσταται, οὕτως ὁ Θεὸς Λόγος, φορέσας τὴν σάρκα, πᾶσιν ἀνθρώποις ἀπεκαλύπτετο διὰ τῆς σαρκός. Τὰς δὲ εἰκόνας ταύτας οὐ διὰ τὴν τοῦ Θεοῦ φύσιν λαμ‐ βάνομεν· ἀνεξιχνίαστος γὰρ καὶ ἀπερινόητος καὶ ἀκατάληπτος καὶ ἀνε‐ | |
15 | ξερεύνητος ἡ φύσις ἐκείνη· εἰ γὰρ τὰ κρίματα τοῦ Θεοῦ ἀνεξιχνία‐ στοι αἱ ὁδοὶ αὐτοῦ, πῶς τολμᾷ τις ἐρευνῆσαι τὴν φύσιν ἐκείνην τὴν ἀκατάληπτον; Ἀλλ’ ἀνθρωπίνας εἰκόνας λαμβάνομεν διὰ τὴν ἡμετέραν ἀσθένειαν, εἰ δυνηθῶμεν κἂν ἐκ μέρους κατανοῆσαι τῶν ἐπουρανίων θαυμάτων τὴν εἰκόνα. Τοῦτο γὰρ καὶ ὁ ἀπόστολος λέγων ἐγνώριζεν | |
20 | ἡμῖν, ὅτι ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν. Διὰ τοῦτο ἐκ τῶν ἐπιγείων καὶ τῶν ἀνθρωπίνων μερικὴν τὴν ἄνω γνῶσιν σπουδάζομεν λαμβάνειν. Ἀλλ’ ὥσπερ οὐκ ἔστι τὸν λόγον ἀπὸ τῆς ψυχῆς διατεμεῖν ἀλλ’ ἔστι τῆς αὐτῆς οὐσίας ἐν τῇ ψυχῇ μένων καὶ μετὰ ταύτης ἀδιαστάτως νοούμενος καὶ οὐ τεμνόμενος, ἀλλ’ ἐκ τῆς | |
25 | αὐτῆς οὐσίας καὶ ἐκ τῆς αὐτῆς θεότητος ὢν τοῦ Πατρός, ἐκ τῶν πατρικῶν θησαυρῶν προελθών, κατῆλθε σάρκα περιβαλλόμενος καὶ πᾶσι τὰ τῆς δωρεᾶς θαύματα χαριζόμενος. Τοῦτον ἡμῖν τὸν θησαυρὸν σήμερον ἀνεκάλυψεν Ἰωάννης, ὁ | |
ἰχθύων ἀφωνότερος καὶ ῥητόρων φιλοσόφων ἀπορράψας στόματα. | 666 | |
667 | Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος. Οὐδαμοῦ τὸ οὐκ ἦν ἀλλὰ πανταχοῦ τὸ ἦν, οὐδαμοῦ τὸ ἐποί‐ ησεν ἀλλὰ πανταχοῦ τὸ ἦν, μετὰ τὸ ἦν τότε τὸ ἐποίησεν, οὐκ ἐπὶ τοῦ δημιουργοῦ ἀλλ’ ἐπὶ τῶν κτισμάτων. Καὶ ἵνα μάθῃς πῶς τὸ ἦν | |
5 | καὶ πῶς τὸ ἐποίησεν, ἐγὼ λέγω ὑμεῖς ἀριθμεῖτε. Ἐν ἀρχῇ ἦν ὁ Λό‐ γος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος. Οὐδαμοῦ τὸ οὐκ ἦν ἀλλὰ πανταχοῦ τὸ ἦν· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· ἰδοὺ τέταρτον ἐμνημόνευσε τοῦ Λόγου καὶ οὐδὲ ἅπαξ εἶπε τὸ ἐγένετο. Τί οὖν μετὰ ταῦτα; πάντα δι’ αὐτοῦ ἐγένετο· οὐκ εἶπεν ἐνταῦθα ἦν· | |
10 | διατί; ὅτι περὶ τῶν κτισμάτων ἦν ὁ λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο. Ἐγένετο· καὶ οὐκ εἶπε τὸ ἦν ἀλλὰ τὸ ἐγένετο· πάντα δι’ αὐτοῦ ἐγέ‐ νετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Πάλιν τὸ ἐγένετο· ὅπου περὶ Θεοῦ τὸ ἦν, ὅπου περὶ τῶν κτισμάτων τὸ ἐγένετο. Ἐν ἀρχῇ ἦν ὁ Λόγος· ἐντεῦθεν καὶ ὁ Πατὴρ κατὰ τὴν Παλαιὰν Διαθήκην ἐγνωρίζετο. Ὅτε | |
15 | γὰρ εἶπεν αὐτῷ Μωϋσῆς· ἐὰν εἴπωσί μοι υἱοὶ Ἰσραήλ, τίς ὁ ἀποστείλας σε πρὸς ἡμᾶς, τί ἐρῶ πρὸς αὐτούς; καὶ εἶπεν ὁ Θεός· ἐγώ εἰμι ὁ ὤν, ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς ὁ Πατὴρ ὁ ὤν, ὁ Υἱὸς ἐν ἀρχῇ ἦν. Εἰ δέ τις φιλονεικεῖ λέγων, ὅτι οὐκ ἔστι τὸ αὐτὸ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Χριστοῦ, ἐπὶ γὰρ τοῦ Πατρὸς ὁ ὢν ἐγώ εἰμι ἐπὶ δὲ τοῦ Υἱοῦ τὸ ἐν | |
20 | ἀρχῇ ἦν, οὐκ ἔστι δὲ τὸ αὐτὸ τὸ ὢν καὶ τὸ ἦν, δείκνυμι καὶ τὴν αὐτὴν προσηγορίαν καὶ τοῦ μονογενοῦς· ἄκουσον τοῦ εὐαγγελιστοῦ λέ‐ γοντος· ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ἰδοὺ μίαν ἔχει φωνὴν εὐαγγελίου εἰς τὸ ὁ ὤν. Καὶ πάλιν ὁ ἀπόστολος· ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων | |
25 | Θεὸς εὐλογητός. Εἶδες ὅπως σε ἀσφαλίζεται Ἰωάννης, τὸ ἦν ἐπὶ τοῦ Θεοῦ τεθεικὼς τὸ δὲ ἐγένετο ἐπὶ τῶν κτισμάτων; οὔτε γὰρ τῷ Θεῷ | |
πρέπει τὸ ἐγένετο, οὔτε τῇ κτίσει τὸ ἦν. | 667 | |
725 | Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγέ‐ νετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ὅτε τὸ ἐγένετο ἐπὶ τὰ κτί‐ σματα καταβαίνει, ὅτε τὸ ἦν ἐπὶ τὸν δημιουργὸν ἀναβαίνει. Καὶ πά‐ | |
5 | λιν ζωὴ ἦν· πάλιν ἀναβαίνει πρὸς τὸν δημιουργόν· κλίμακα πολλῶν σήμερον μυστηρίων πεπληρωμένην φέρει. Ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, τὸ ἦν ἀνακηρύττει, ὅτε καταβαίνει πρὸς τὰ κτίσματα, τὸ ἐγένετο λαμβάνει. Ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, ἀποτίθεται τὸ ἐγένετο καὶ λαμβάνει τὸ ἦν. Ὥσπερ πρὸς βασιλέα τις ἐρχόμενος μετὰ στο‐ | |
10 | λῆς εἰσέρχεται, μεθ’ ἧς ἄξιόν ἐστιν ἰδεῖν βασιλέα, πρὸς δὲ ἰδιώτην ἐὰν εἰσέρχηται, μετὰ ἰδιωτικῶν ἐνδυμάτων εἰσέρχεται, οὕτω καὶ ὁ εὐαγγελιστής, ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, μετ’ ἐκείνης ἀναβαίνει τῆς λέξεως τῆς πρεπούσης Θεῷ· ἐν ἀρχῇ ἦν ὁ Λόγος· ὅτε καταβαίνει πρὸς τὴν κτίσιν μετὰ τῆς δουλικῆς λέξεως καταβαίνει· πάντα δι’ αὐτοῦ ἐγέ‐ | |
15 | νετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ πάλιν· ἦν τὸ φῶς τὸ ἀληθι‐ νόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὅπου ὁ Λόγος ἦν, ὅπου ζωὴ ἦν, ὅπου τὸ φῶς ἦν, ὅπου τὰ κτίσματα ἐγένετο. | |
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτοῦ Ἰ‐ | 725 | |
726 | ωάννης. Ἀλλὰ τολμῶσιν εἰπεῖν τινες τῶν αἱρετικῶν· ἦν ποτε ὁ Πα‐ τήρ, ὅτε οὐκ ἦν ὁ Υἱός. Πόσον δέ ἐστι τὸ μέσον αὐτῶν εἰπέ μοι· χρόνος ἦν τὸ μέσον. Ἀλλ’ ὁ Υἱὸς καὶ καιροὺς καὶ τοὺς χρόνους καὶ τοὺς αἰῶνας ἐποίησε· πάντα δι’ αὐτοῦ ἐγένετο. Ἄκουσον Παύλου λέ‐ | |
5 | γοντος· πολυτρόπως καὶ πολυμερῶς πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατρά‐ σιν ἡμῶν, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε· πῶς οὖν αἰὼν ἢ χρόνος πρὸ τοῦ πεποιηκότος τοὺς αἰῶνας; Ἄκουσον τοι‐ γαροῦν καὶ προφήτου λέγοντος· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Ὁ | |
10 | ἀπόστολος λέγει· ὅτι δι’ αὐτοῦ ἐποίησε τοὺς αἰῶνας· ὁ εὐαγγελιστής· πάντα δι’ αὐτοῦ ἐγένετο· ὁ προφήτης· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· καὶ πάλιν ὁ ἀπόστολος εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε θρόνοι, εἴτε κυ‐ ριότητες· πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων· καὶ σὺ τολμᾷς εἰπεῖν, ὅτι ἦν ὁ Πατήρ, ὅτε οὐκ ἦν ὁ Υἱός; | |
15 | ἀλλὰ τῆς τόλμης ταύτης εὐθύνας ἔχουσι παρασχεῖν ἐν ἡμέρᾳ κρί‐ σεως. Καλεῖ γὰρ ἐν ἡμέρᾳ κρίσεως καὶ Ἰωάννην καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τοὺς λέγοντας· τὸ οὐκ ἦν· διατί; ἐπειδήπερ ὁ Πατὴρ οὐ‐ δένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τι‐ μῶσι τὸν Υἱὸν καθὼς τιμῶσι Πατέρα. Καλεῖ οὖν ἐν ἡμέρᾳ κρίσεως | |
20 | καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τὸ οὐκ ἦν. Ἐξέρχεται τὸ χειρόγραφον ἑκάστου. Σὺ τί εἶπας; ἀνάγνωθι τὴν ὁμολογίαν. Ἐγὼ εἶπον τὸ ἦν. Οὗτος τί; οὗτος εἶπε τὸ οὐκ ἦν. Τίς ἐδίδαξέ σε λέγειν τὸ οὐκ ἦν; Ἰωάννης· σὺ αὐτὸν ἐδίδαξας λέγειν τὸ οὐκ ἦν; ἐγὼ οὐχὶ δέσποτα· ἀλλὰ τί; ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ | |
25 | Θεὸς ἦν ὁ Λόγος· καὶ οὗτος ἦν ἐν ἀρχῇ· πανταχοῦ ἦν καὶ οὐδαμοῦ τὸ οὐκ ἦν· ἀπὸ λογισμῶν ἀνθρωπίνων· τί ἕτερον σὺ ὡμολόγησας; ἐγώ, φησίν, ὅτι ἴσος· ἐκεῖνος τί; ὅτι ἀνόμοιος· σὺ δὲ ποῦ μεμάθηκας ὅτι ἴσος; τίς ἐδίδαξέ σε; ὁ εὐαγγελιστὴς εἰπών· διὰ τοῦτό φησιν ἐδί‐ | |
ωκον τὸν Σωτῆρα, ὅτι οὐ μόνον κατέλυε τὸ σάββατον ἀλλὰ καὶ πα‐ | 726 | |
727 | τέρα ἑαυτοῦ ἔλεγε τὸν Θεόν, ὅμοιον ἑαυτὸν τῷ Θεῷ ποιῶν. Τοῦτο μὲν καὶ ὁ ἀπόστολος ἐδίδαξε· τί εἰπών; οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶ‐ ναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε. Πόθεν οὖν αὐτὸς ἔμαθε τὸ ἀνό‐ μοιος; ἀπὸ λογισμῶν ἀνθρωπίνων. Σὺ δὲ πάλιν τί ὡμολόγησας; ἐγώ, | |
5 | ὅτι ὥσπερ ἐργάζεται ὁ Υἱός· τίς ἐδίδαξέ σε; ὁ εὐαγγελιστής· τί εἰπών; ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· τί οὖν πάλιν ὡμολόγησας; ὅτι ὅμοιός ἐστι κατὰ πάντα τῷ Πατρί· τίς εἶπεν; ὁ εὐαγγελιστής· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐκεῖνος τί εἶπεν; ὅτι κτίσμα ὁ Υἱός. Τίς σε ἐδίδαξεν; | |
10 | οὐδείς· ἀλλὰ ἀπὸ λογισμῶν ἀνθρωπίνων· τὰ βλάσφημα ἴδε ταῦτα τοῖς αἱρετικοῖς ἐναντία τολμῶσι βαπτίσαι ἐκτὸς τῆς παραγγελίας τοῦ Χρι‐ στοῦ· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· μὴ τολμῶσιν αἱρετικοὶ βαπτίσαι εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ | |
15 | Υἱοῦ καὶ τοῦ ἀνομοίου, ἀλλὰ γίνεται χωλὸν αὐτῶν τὸ βάπτισμα· ἀλλ’ ἡμεῖς μίαν ὁμολογίαν ἔχοντες ἓν βάπτισμα παραλαμβάνομεν τῆς ἁγίας Τριάδος ἀδιαστάτως ἁγιαζόμενον. Ταύτην τοιγαροῦν τὴν κρηπῖδα τῆς πίστεως παρακαλῶ πάντας ὑμᾶς βεβαίως κατέχειν καὶ μηδαμοῦ ἐπὶ τοῦ μονογενοῦς λαμβάνειν ἢ | |
20 | τὸ ἐγένετο ἢ τὸ οὐκ ἦν· ταῦτα γὰρ κάτωθεν τῆς ἀφράστου καὶ ἀνεκ‐ διηγήτου τοῦ μονογενοῦς οὐσίας· διατί; ὅτι ἐν ἀρχῇ ἦν, τῆς δὲ ἀρ‐ χῆς ταύτης οὐδέν ἐστιν ἀρχικώτερον. Ὅσον γὰρ ἐὰν ἀναβῇς, ὅσον γε ἐὰν ὑπερακοντισθῇς, ὅσον ἐὰν ἐκτανθῇς, ὑπὲρ τὴν ἀρχὴν ἐκείνην εὑρί‐ σκεις καὶ οὐχ ὑπὲρ τὴν ἀρχήν· ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ μηδὲν ὑπερ‐ | |
25 | αναβῇς, οὔτε γὰρ δύνασαι· ἀλλ’ ἐννόησον τὸν μακάριον Ἰωάννην, ὅπως τὴν σωματικὴν ἁλιείαν καταλιπὼν διὰ τῶν ῥημάτων τούτων πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν ἐσαγήνευσεν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. | |
Πόσοι τύραννοι ἐφιλονείκησαν τὴν φωνὴν ταύτην καταλῦσαι καὶ οὐκ | 727 | |
728 | ἠδυνήθησαν; ἦλθεν ἄνεμος, ἔπνευσε, τὰ κύματα προσέρρηξε τῇ οἰκο‐ δομῇ τουτέστι τῇ πίστει καὶ οὐ κατέπεσε· πύργος γὰρ ἦν ᾠκοδομημέ‐ νος ἐπὶ τὴν πέτραν, πανταχόθεν περικρουόμενος καὶ μηδέπω καταπί‐ πτων. Ἐπὶ τῆς πέτρας ταύτης οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύ‐ | |
5 | λαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐπανέστησαν βασιλεῖς, ἐπαν‐ έστησαν τύραννοι, γεγόνασι κατὰ χριστιανῶν πόλεμοι· τύραννοι καὶ θεομάχοι πολλάκις ἐνέρρηξαν κατὰ τῶν χριστιανῶν τὴν τυραννίδα ἀλλ’ οὐκ ἠδυνήθησαν μίαν τρίχα ἐξαλεῖψαι τοῦ εὐαγγελίου. Ἐν ἀρχῇ ἦν ὁ Λόγος· οὐ τῷ αἰῶνι συμπαραπεμπόμενος· πάντας νικῶν, πάντας παι‐ | |
10 | δεύων καὶ τῷ αἰῶνι συνεκτεινόμενος Λόγος, τὴν γῆν οὐρανὸν ἐργα‐ ζόμενος καὶ πολλοὺς υἱοὺς τῷ Πατρὶ κατὰ χάριν προσενέγκας ᾧ πρέ‐ πει δόξα, τιμή, κράτος, μεγαλωσύνη καὶ μεγαλοπρέπεια σὺν τῷ, ἀνάρχῳ Πατρὶ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶ‐ | |
νας τῶν αἰώνων· Ἀμήν». | 728 |