TLG 2062 435 :: JOANNES CHRYSOSTOMUS :: In ramos palmarum [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In ramos palmarum [Sp.] Citation: Pg — (ln) | ||
309(1t) | «Τοῦ Χρυσοστόμου λόγος εἰς τὰ Βαΐα, Κύριε εὐλόγησον. | |
2 | Ὅτε ἤγγισεν ὁ Κύριος εἰς Ἱεροσόλυμα καὶ ἦλθεν εἰς Βηθσφα‐ γὴν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀπέστειλε δύο μαθητὰς λέγων· πο‐ ρεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὑρήσετε ὄνον δεδε‐ | |
---|---|---|
5 | μένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι· καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει· καὶ εὐθέως ἀποστέλλει | |
αὐτούς· τοῦτο δὲ γέγονεν, ἵνα τὸ ῥηθὲν πληρωθῇ διὰ τοῦ προφήτου· | 309 | |
310 | εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον ἀλλ’ οὐδέ‐ ποτε μετὰ τοσαύτης περιφανείας. Τί οὖν τὸ αἴτιον; προοίμιον ἦν τότε | |
5 | οἰκονομίας καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν οὔτε ὁ καιρὸς τοῦ παθεῖν ἐγγύς· διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο καὶ μᾶλλον κρύπτων ἑαυτόν. Οὔτε γὰρ ἂν ἐθαυμάσθη φαινόμενος οὕτως καὶ εἰς μείζονα αὐτοὺς ἐξήγειρεν ὀργήν. Ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐπιλάμπει | |
10 | λοιπὸν καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. Δυνατὸν μέντ’ ἄρ’ ἦν καὶ παρὰ τὴν ἀρχὴν τοῦτο γε‐ νέσθαι, ἀλλ’ οὐδὲν χρήσιμον οὐδὲ λυσιτελὲς οὕτως. Σὺ δέ μοι θέα ὅσα θαύματα γίνεται καὶ ὅσαι πληροῦνται προφητεῖαι. Εἶπεν, ὅτι εὑρήσετε ὄνον· προεῖπεν, ὅτι οὐδεὶς κωλύει, ἀλλ’ ὅτι ἀκούσαντες σιγή‐ | |
15 | σουσι. Καὶ τοῦτο δὲ οὐ μικρὸν κρῖμα Ἰουδαίων ἐστί. Τοὺς οὐδέποτε γνωρίμους αὐτῷ οὐδὲ φανέντας πείθει τὰ ἑαυτῶν προέσθαι καὶ μηδὲ ἀντειπεῖν καὶ διὰ τῶν μαθητῶν. Οὗτοι δὲ αὐτῷ θαυματουργοῦντι παρ‐ όντες οὐκ ἐπείσθησαν. Μὴ δὴ μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον. Τίς γὰρ αὐτοὺς ἔπεισε τῶν Ἰουδαίων ἀφαιρουμένων καὶ ταῦτα πέ‐ | |
20 | νητας ὄντας ἴσως καὶ γεωργοὺς μὴ ἀντειπεῖν; τί λέγω μὴ ἀντειπεῖν; μὴ ἐρέσθαι ἢ καὶ ἐρομένους σιγῆσαι καὶ παραχωρῆσαι; Καὶ γὰρ ἀμφότερα ὁμοίως θαύματα ἦν· καὶ εἰ μηδὲν εἶπον ἑλκομένων τῶν ὑ‐ ποζυγίων καὶ εἰπόντες καὶ ἀκούσαντες, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει παρεχώρησαν καὶ οὐκ ἀντέστησαν καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες ἀλλὰ | |
25 | τοὺς μαθητάς. Ἀπὸ τούτων αὐτοὺς παιδεύει, ὅτι καὶ Ἰουδαίους ἠδύνατο καὶ ἄκοντας κωλῦσαι διόλου μέλλοντας αὐτῷ ἐπιέναι καὶ ἀφώνους κατα‐ στῆσαι. Ἀλλ’ οὐκ ἠθέλησεν. Καὶ ἕτερον δὲ μετὰ τούτων διδάσκει τοὺς μαθητὰς ὅπερ ἂν αἰτήσῃ διδόναι καὶ αὐτὴν κελεύει τὴν ψυχὴν προ‐ | |
30 | έσθαι καὶ ταύτην παρέχειν καὶ μὴ ἀντιλέγειν. Εἰ γὰρ ἀγνοοῦντες οὕτω παρεχώρησαν, πολλῷ μᾶλλον αὐτοῦ ἀπόντος ἐξίστασθαι δεῖ. Προσδὲ προφητείαν καὶ ἑτέραν πάλιν ἐπλήρου διπλῆν, τὴν μὲν δι’ ἔργων τὴν δὲ διὰ ῥημάτων. Καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν ἡ διὰ τῆς καθέδρας | |
τοῦ ὄνου, ἡ δὲ διὰ ῥημάτων, ἡ τοῦ προφήτου Ζαχαρίου. Καὶ γὰρ | 310 | |
311 | εἶπεν, ὅτι καθεδεῖται ὁ βασιλεὺς ἐπὶ ὄνου· καὶ καθίσας αὐτὸς καὶ πληρώσας αὐτήν. Ἑτέρα πάλιν προφητεία· ἀρχὴν διὸ ἐποίει τὰ μέλ‐ λοντα προδιατυπῶν. Πῶς καὶ τίνι τρόπῳ; τῶν ἀκαθάρτων ἐθνῶν τὴν κλῆσιν προαναφωνεῖ καὶ ὅτι αὐτὸς ἐπαναπαύσεται καὶ ἥξουσιν αὐτῷ | |
5 | καὶ ὄψονται. Καὶ προφητεία διεδέχετο προφητείαν. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο μόνον δοκεῖ τὸν ὄνον ἐκάθισε, ἀλλὰ καὶ τρόπον ἡμῖν φιλοσο‐ φίας παρέχων. Οὐ γὰρ δὴ μόνον προφητείας ἐπλήρου οὐδὲ δόγματα ἐφύτευσε τὰ τῆς ἀληθείας, ἀλλὰ καὶ τὸν βίον διώρθου δι’ αὐτῶν τού‐ των, πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας ζωῆς καὶ διὰ πάν‐ | |
10 | των τὴν ζωὴν κατορθῶν τὴν ἡμετέραν. Διὰ τοῦτο καὶ ἡνίκα τίκτε‐ σθαι ἔμελλεν, οὐκ ἐπεζήτησε λαμπρὰν οἰκίαν οὐδὲ μητέρα πλουσίαν καὶ περιφανῆ ἀλλὰ πτωχὴν καὶ μνηστῆρα τέκτονα ἔχουσαν. Καὶ ἐν καλύβῃ γεννᾶται καὶ ἐν φάτνῃ τίθεται καὶ μαθητὰς ἐκλέγων οὐ ῥήτο‐ ρας καὶ σοφοὺς οὐδὲ εὐπόρους καὶ εὐγενεῖς ἀλλὰ πένητας καὶ ἐκ πε‐ | |
15 | νήτων καὶ πάντοθεν ἀσήμους ἐξέλεξε. Καὶ τράπεζαν παρατιθέμενος ποτὲ μὲν κριθίνους ἄρτους παρατίθεται ποτὲ δὲ πρὸς αὐτὸν τὸν και‐ ρὸν ἐξ ἀγορᾶς τοὺς μαθητὰς ὠνήσασθαι κελεύων. Καὶ στιβάδας ποιῶν ἀπὸ χόρτου καὶ ἱμάτια ἀμφιεννύμενος εὐτελῆ καὶ τῶν πολλῶν οὐδὲν διαφέροντα περιβάλλεται. Οἰκίαν δὲ οὐδὲ ἔσχεν, εἰ δὲ καὶ μεταβῆναι | |
20 | ἐκ τόπων ἔδει ὁδοιπορῶν ὡς καὶ κοπιᾶν καὶ καθήμενος οὐ θρόνου δεῖται οὐδὲ προσκεφαλαίου, ἀλλ’ ἐπὶ τοῦ ἐδάφους ποτὲ μὲν ἐν τῷ ὄρει ποτὲ δὲ παρὰ τὴν πηγὴν καὶ οὐ παρὰ πηγὴν μόνον ἀλλὰ καὶ μόνος καὶ σαμαρείτιδι διαλέγεται. Πάλιν λύπης μέτρα τιθείς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύει ἠρέμα, πανταχοῦ κανόνας, ὅπερ ἔφην, καὶ ὅρους πηγνὺς | |
25 | μέχρι ποῦ προβαίνειν δεῖ καὶ περαιτέρω μηκέτι. Διὰ δὴ τοῦτο καὶ νῦν, ἐπειδὴ συνέβαινέ τινας ἀσθενεστέρους ὄν‐ τας ὑποζυγίων δεῖσθαι, κἀνταῦθα μέτρον ἔθηκε δεικνύς, ὅτι οὐχ ἵπ‐ πους οὐδὲ ἡμιόνους ζεύξαντας φέρεσθαι δεῖ, ἀλλ’ ὄνῳ κεχρῆσθαι καὶ περαιτέρω μὴ προβαίνειν καὶ πανταχοῦ τῆς χρείας εἶναι. Ἴδωμεν καὶ | |
30 | τὴν προφητείαν τὴν διὰ τῶν ῥημάτων. Τίς οὖν ἡ προφητεία; ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾷος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ | |
πῶλον νέον, οὐχ ἅρματα ἐλαύνων ὡς οἱ λοιποὶ βασιλεῖς, οὐ φόρους | 311 | |
312 | ἀπαιτῶν, οὐ σοβῶν καὶ δορυφόρους περιάγων, ἀλλὰ πολλὴν ἐπιείκειαν κἀντεῦθεν ἐπιδεικνύμενος Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον ποῖος βα‐ σιλεὺς ἐπὶ ὄνου ὀχούμενος εἰσῆλθεν εἰς Ἱερουσαλήμ; ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλ’ ἢ τοῦτο μόνον· Ἐποίει δὲ ταῦτα, ὅπερ ἔφην, τὰ | |
5 | μέλλοντα προδηλῶν. Ἐνταῦθα γὰρ ἡ Ἐκκλησία δηλοῦται διὰ τοῦ πώ‐ λου καὶ ὁ λαὸς ὁ νέος καί ποτε ἀκάθαρτος μετὰ δὲ τὸ καθίσαι τὸν Ἰησοῦν καθαρὸς γενόμενος. Καὶ ὅρα διόλου τὴν εἰκόνα σωζομένην. Οἱ γὰρ μαθηταὶ λύουσι τὰ ὑποζύγια· διὰ γὰρ τῶν ἀποστόλων κἀκεῖ‐ νοι καὶ ἡμεῖς ἐκλήθημεν, διὰ τῶν ἀποστόλων προσήχθημεν. Ἐπειδὴ | |
10 | δὲ καὶ ἡ ἡμετέρα εὐδοκίμησις ἐκείνους παρεζήλωσε, διὰ τοῦτο φαί‐ νεται ὄνος ἀκολουθοῦσα τῷ πώλῳ. Μετὰ γὰρ τὸ καθίσαι τὸν Χρι‐ στὸν ἐπὶ τὰ ἔθνη, τότε ἥξουσι κἀκεῖνοι παραζηλοῦντες. Καὶ τοῦτο δη‐ λῶν ὁ Παῦλος ἔλεγεν· ὅτι πώρωσις ἀπὸ μέρους τοῦ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ τότε πᾶς Ἰσραὴλ σω‐ | |
15 | θήσεται. Ὅτι γὰρ προφητεία ἦν δῆλον ἐκ τῶν εἰρημένων· οὐ γὰρ ἂν ἐμέλησε τῷ προφήτῃ μετὰ τοσαύτης ἀκριβείας ὄνου τὴν ἡλικίαν εἰπεῖν, εἰ μὴ τοῦτο ἦν. Οὐ ταῦτα δὲ μόνον δηλοῦται διὰ τῶν εἰρημένων, ἀλλ’ ὅτι καὶ μετ’ εὐκολίας αὐτοὺς ἀξιοῦσιν οἱ ἀπόστολοι. Ὥσπερ γὰρ | |
20 | ἐνταῦθα οὐδεὶς ἀντεῖπεν εἰς τὸ κατασχεῖν, οὕτως οὐδὲ ἐπὶ τῶν ἐθνῶν οὐδεὶς ἠδυνήθη διακωλῦσαι τῶν κατεχόντων αὐτοὺς ἔμπροσθεν. Οὐ κάθηται δὲ ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ’ ἐπὶ τὰ ἱμάτια τῶν ἀποστό‐ λων. Ἐπειδὴ γὰρ τὸν πῶλον ἔλαβον, ἅπαντα λοιπὸν προΐενται, κα‐ θὼς καὶ Παῦλος ἔλεγεν· ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ δαπανηθήσομαι | |
25 | ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου, πῶς ἀδάμα‐ στος ὢν καὶ χαλινοῦ ἄπειρος οὐκ ἐσκίρτησεν ἀλλ’ εὐτάκτως ἐφέρετο, ὃ καὶ αὐτὸ προφητειῶν τις ἦν, δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν. Καὶ γὰρ πάντα τὸ ῥῆμα εἰργάσατο λέγον· λύσαντες ἀγάγετέ μοι· ὥστε τὰ ἄτακτα εὔτακτα καὶ τὰ ἀκάθαρτα | |
30 | γενέσθαι λοιπὸν καθαρά. Ἀλλ’ ὅρα τὸ ταπεινὸν τῶν Ἰουδαίων. Το‐ σαῦτα θαύματα εἰργάσατο καὶ οὐδέποτε αὐτὸν οὕτως ἐξεπλάγησαν. Ἐ‐ πειδὴ δὲ εἶδον ὄχλον συντρέχοντα, τότε θαυμάζουσι. Ἐσείσθη γὰρ πᾶσα ἡ πόλις λέγουσα. Τίς ἐστιν οὗτος, οἱ δὲ ὄχλοι ἔλεγον. Οὗτός ἐστιν ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας· καὶ ὅτε ἔδοξάν τι μέγα λα‐ | |
35 | λεῖν, τότε χαμαίζηλος αὐτῶν ἡ γνώμη καὶ ταπεινὴ καὶ σεσυρμένη. | 312 |
313 | Ταῦτα δὲ αὐτὸς ἐποίει δεικνύμενος, ἀλλ’ ὁμοῦ μέν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν καὶ φιλοσοφίαν παιδεύων, ὁμοῦ δὲ καὶ τοὺς μα‐ θητὰς παραμυθούμενος, λυπουμένους διὰ τὸν θάνατον καὶ δεικνύς, ὅτι πάντα ταῦτα πάσχει ἑκών. Σὺ δέ μοι θαύμασον τοῦ προφήτου | |
5 | τὴν ἀκρίβειαν πῶς πάντα προεῖπε· καὶ τὰ μὲν ὁ Δαυΐδ, τὰ δὲ ὁ Ζα‐ χαρίας προανεφώνησεν. Οὕτω καὶ ἡμεῖς ποιῶμεν καὶ ὑμνῶμεν καὶ τὰ ἱμάτια προώμεθα τοῖς αὐτὸν φέρουσι. Τίνος γὰρ ἂν εἴημεν ἄξιοι, ὅταν οἱ μὲν τὴν ὄ‐ νον περιβάλλωσιν ἣν ἐκάθητο, οἱ δὲ τοῖς ποσὶν αὐτῆς ὑποστρωννύωσι | |
10 | τὰ ἱμάτια, ἡμεῖς δὲ αὐτὸν γυμνὸν ὁρῶντες οὐδὲ ἀποδοῦναι κελευόμε‐ νοι, ἀλλ’ ἀπὸ τῶν μενόντων δαπανᾶν μηδὲ οὕτως ὦμεν φιλότιμοι; Κἀκεῖνοι μὲν παρακολουθοῦσιν ἔμπροσθεν καὶ ὄπισθεν, ἡμεῖς δὲ καὶ προσιόντας παραπεμπόμεθα, διακρουόμεθα, ὑβρίζομεν. Πόσης ταῦτα κολάσεως ἄξια; μὴ δὴ πτωχεύωμεν, μηδὲ ἀπάνθρωποι καὶ ὠμοὶ περὶ | |
15 | ἡμᾶς αὐτοὺς γινώμεθα, ἀλλ’ ἐμπορευσώμεθα τὴν καλὴν ταύτην πρα‐ γματείαν, ἵνα καὶ αὐτοὶ λαβόντες αὐτὴν ἀπέλθωμεν καὶ τοῖς υἱοῖς τοῖς ἑαυτῶν καταλείψωμεν καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα | |
καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν». | 313 |