TLG 2062 434 :: JOANNES CHRYSOSTOMUS :: In passionem salvatoris nostri Jesu Christi [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In passionem salvatoris nostri Jesu Christi [Sp.] Citation: Pg — (ln) | ||
691(1t) | «Τοῦ Χρυσοστόμου λόγος εἰς τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν | |
2t | Ἰησοῦ Χριστοῦ τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ. | |
---|---|---|
3 | Ὅταν τὸ μέγεθος τοῦ δεσπότου θεάσωμαι καὶ τὰς ὕβρεις τῆς ἀνεξικάκου φιλανθρωπίας λογίσωμαι, ἐξίσταμαι τὴν διάνοιαν, πῶς ὁ | |
5 | παρὰ τοῦ Πατρὸς πᾶσαν τὴν κρίσιν δεξάμενος Πιλάτῳ παρέστη κρι‐ νόμενος, πῶς παρὰ τοῦ πηλοῦ ὁ κεραμεὺς ἐδικάζετο. Τί γὰρ τῶν ἀτο‐ πωτάτων δι’ ἡμᾶς οὐχ ὑπέμεινεν; ὁ πάντα ἠγορακὼς ἐπιπράσκετο, ὁ τῆς ζωῆς τὸ ξύλον πεποιηκὼς ξύλῳ θανάτου προσήγετο καὶ χειρὶ ῥαπιζόμενος ἔφερεν ὁ χεῖρα ξηρὰν ἀποδιδοὺς ὑγιαίνουσαν καὶ ἐμπτυσμάτων ἠνέσχετο | |
10 | ὁ πτύσματι καὶ πηλῷ δημιουργῶν ὀφθαλμούς. Τὰς ἐκ τῶν ἥλων ὑπ‐ έμεινεν ὀδύνας ὁ τοὺς ἐπελθόντας αὐτῷ πτήξας φυσήματι καὶ πληγαῖς ἐξεδίδου τὸν νῶτον ὁ δέκα πληγαῖς βασανίσας τὴν Αἴγυπτον. Ἀλλ’ ὢ τῆς ἰουδαϊκῆς ἀγνωμοσύνης! Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; τίνος γὰρ ὦ Ἰουδαῖε τῶν ἀγαθῶν οὐκ ἀπήλαυσας; μάννα φαγών, χολὴν προσ‐ | |
15 | εκόμισας, ὕδωρ ἐκ πέτρας δεξάμενος, ὄξος τὸ ποτίσαν δέδωκας, ἐκ παρθένου γῆς γενόμενος ἄνθρωπος, οὐ δέχει τὸν ἐκ παρθένου γεννώ‐ μενον, ἀλλὰ σταυρῷ προσηλοῖς τὸν κριτὴν ὡς κατάκριτον καὶ θανα‐ τῶσαι μελετᾷς τὴν ἀνάστασιν. Ἀλλ’ ἴδε πάντα, κἂν ἀσεβῇς εἰς τοῦ ἐσταυρωμένου τὴν δύναμιν. Τῷ ξύλῳ προσηλοῦτο καὶ μετέφερε τὴν | |
20 | κτίσιν, ἐκρέματο καὶ τὸ βαστάζον ἐσάλευεν. Ἐλεῶ σου τὴν τύφλωσιν ὦ Ἰουδαῖε. Τὸ ἔδαφος ἔτρεμε καὶ σὺ ῥαπίζων ἐγέλας, ἐξίστατο τὰ | |
στοιχεῖα καὶ σὺ τὴν ὕβριν ἐπόμπευες· προφήτευσον ἡμῖν Ἰησοῦ τίς ἐστιν ὁ παίσας σε. Τρέμει καὶ αὐτὸς ὁ λόγος διηγούμενος τὸ πάθος, ἀλλ’ ὅμως καὶ τρέμων οὐ σιωπᾷ τὸ γενόμενον, ἵν’ ἀποβλέποντες οὐκ | 691 | |
25 | ἐφοβήθησαν καὶ ἀκούοντες οὐκ ἐντραπῶσι. Τί οὖν ἐπὶ τούτοις ἐγέ‐ νετο; ὁ ἥλιος ἐμαραίνετο τὸν δημιουργὸν ὁρῶν θανατούμενον. Ὁ δε‐ σπότης θέλων ἀπέθνησκε καὶ ζῆν τὸ φῶς οὐκ ἐβούλετο, ἀλλὰ τὸ ποίημα τῷ ποιητῇ συναπέθνησκεν. Σὺ δὲ οὐδὲ τούτων συμβάντων πρὸς μετάνοιαν ἔδραμες. Ξένον καὶ παράδοξον πρᾶγμα· ἄνω τὸν ἥ‐ | |
30 | λιον ἐφυγάδευσε καὶ κάτω συνεκλείετο τάφῳ καὶ λίθος ἐπετίθετο τῇ πέτρᾳ καὶ τὴν ζωὴν ὁ θάνατος ἐκράτει καὶ νὺξ τὸν ἀληθινὸν ἔκρυ‐ πτεν ἑωσφόρον καὶ στρατιῶται τὸν βασιλέα τῶν οὐρανῶν ὡς δραπέ‐ την ἐτήρουν καὶ τὴν σφραγῖδα τῆς πίστεως ἐφύλαττον σφραγῖδες Ἰουδαίων. Ἀλλ’ ἦν ἰδεῖν τότε ἔκπληκτον καὶ παράδοξον θέαν. Ὁ γὰρ | |
35 | τάφος τὸν Ἰησοῦν μετὰ σφραγῖδος δεξάμενος τὰς μὲν σφραγῖδας ἐφύ‐ λαξε, τὴν δὲ παρακαταθήκην οὐκ ἔσωσεν, ἵνα πληρωθῇ τὸ γεγραμ‐ μένον· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου· καὶ οὐ θαυ‐ μαστὸν εἰ τρεῖς ἡμέρας ὁ τάφος τὸν Ἰησοῦν οὐκ ἐκράτησεν οὗπερ ἡ φωνὴ τετραήμερον τὸν Λάζαρον ἤγειρεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶ‐ | |
40 | νας τῶν αἰώνων. Ἀμήν». | 692 |