TLG 2062 432 :: JOANNES CHRYSOSTOMUS :: In catenas sancti Petri [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In catenas sancti Petri [Sp.]

Source: Batareikh, E. (ed.), “Discours inédit sur les chaînes de S. Pierre attribué à S. Jean Chrysostome” [Χρυσοστομικά 3] Rome: Pustet, 1908: 978–1005.

Citation: Sect — (ln)

t

Λόγος εἰς τὴν προσκύνησιν τῆς τιμίας ἁλύσεως τοῦ ἁγίου καὶ κορυφαίου τῶν ἀποστόλων Πέτρου. (H = Cod. Hier. 9; V = Cod. Vat. 817)

1

Ὅσοι τῷ τοῦ κορυφαίου τῶν ἀποστόλων θείῳ ἔρωτι γενόμενοι κάτοχοι, πανηγυρίζειν αὐτῷ προτε‐ θύμηστε· ὅσοι τοῖς αὐτοῦ πνευματικοῖς ζωγρηθέντες δικτύοις τῷ τῆς ἐκείνου θεολογίας φωτὶ κατελάμφθητε, κοινὴν πα‐
5νήγυριν συστησάμενοι σήμερον, πρὸς τὴν αὐτὴν εὐφημίαν τὴν γλῶτταν ἰθύνωμεν.

2

Διὰ πολλὰς μὲν ἄν τις τὰς αἰτίας εἰς ἑορτῆς ὑπό‐ θεσιν, τὴν ἐκείνου μνήμην εὕροι ἀξίαν πρὸς ἔπαινον, οὐχ ἥκιστα δὲ κἂν διὰ τὸ ἀποστολικὸν ἀξίωμα καὶ τὸν τοῦ κηρύγματος δρόμον καὶ τὴν τοῦ εὐαγγελίου διδασκαλίαν,
5καὶ τὴν ἐν τοῖς ἔθνεσιν ἐκ διασπορᾶς τῶν Ἰουδαίων δι’ ἐπι‐ στολῶν νουθεσίαν τε καὶ παραίνεσιν, ὧν πλέον ἦν αὐτῷ μέριμνα καὶ φροντὶς ὡς ἐξ ἐκείνων καὶ φύντι καὶ γενο‐ μένῳ· ἃ πάντα εἰς ἀφορμὴν ἐπαίνων κρινόμενά τε καὶ λαμ‐ βανόμενα ἀνυψώσει πάντως τὸν εὐφημούμενον, καὶ πρὸς
10αὐτὸ τὸ ἄκρον ἀναβιβάσει τῆς εὐφημίας, ὅσιον γὰρ ὁμοῦ καὶ δίκαιον, καὶ διὰ τὸ ἐκ τοῦ νομικοῦ γράμματος τὸν ἐπὶ σωτηρίᾳ ἡμῶν ἐληλυθότα, ἐνοπτρίζεσθαι ταῖς πρεπούσαις τιμαῖς μεγαλύνεσθαι τὸν ἀπόστολον· οὐχ ἧττον δὲ καὶ διὰ τὴν ἐπ’ ἐσχάτων τῶν χρόνων ὀφθεῖσαν αὐτῷ θεοφάνειαν
15αὐτοῦ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἀμέσως αὐτῷ προσο‐
μιλήσαντος καὶ τῆς οἰκείας σαρκώσεως αὐτόπτην καὶ μύ‐ στην ποιησαμένου. φ’ ᾧ καὶ τὴν ἑαυτοῦ ἐκκλη‐ σίαν οἰκοδομῆσαι εἰς ἆθλον τῆς θεοπρεποῦς ἀναῤῥήσεως προϋπέφηνε, καὶ τὰς τῶν οὐρα‐978
20νῶν κλεῖς ἀῤῥαβῶνα τῆς περὶ αὐτὸν ὑπέσχετο πίστεως, καὶ τῶν ὑπ’ αὐτοῦ δεδεμένων καὶ λελυμένων ἐπὶ τῆς γῆς ἐν οὐρανοῖς ψηφίζεσθαι τὴν περαίωσιν. Ναὶ μὴν καὶ ὡς εὐπειθῶς κεκληκότος τοῦ ἀδελφοῦ καθυπακού‐ σαντα, καὶ ὡς τῷ Χριστῷ σὺν αὐτῇ κλήσει προσεληλυθότα,
25καὶ τὴν Κηφᾶ προσηγορίαν ὥςπερ τι σημεῖον καὶ σφραγίδα τῆς εἰς αὐτὸν κομισάμενον πίστεως καὶ ὡς αὐτόθεν ὅλον ἀνακραθέντα τῷ διδασκάλῳ καὶ οἷον ἐκτυρωθέντα, καὶ διὰ τοῦτο τὸ θερμὸν ὡς οὐκ ἄλλος τις τῶν ἀποστόλων ἐν πολ‐ λοῖς πολλάκις ἐπιδειξάμενον.

3

Ταῦτα εἰ καὶ πολλῷ τῷ μεγέθει τὰς ἀνθρωπίνας ὑπερνικᾷ διανοίας, καὶ μείζω τῆς τῶν λόγων δυνάμεως κα‐ ταφαίνεται, οὐ πάντως πρὸς τὸ πάντη ἀνέφικτον χωρήσει καὶ ἄπορον. Συγκαταβήσεται γὰρ καὶ μέχρι τῆς ἡμετέρας
5ἐσχατιᾶς ὁ πάντων ἀποστόλων ὑπέρτερος, οὐ μόνον διὰ τὸ συμπαθὲς ᾧ πρὸ παντὸς ἄλλου χρώμενος τοῖς ὁμοφυέσιν ἡμῖν μεταδίδωσιν, ἀλλὰ καὶ διὰ τὸ πρὸς τὸν διδάσκαλον μιμητικὸν, ὃς καὶ μέχρι τῆς τοῦ δούλου μορφῆς συγκαταβὰς, τὸ μετριοφρονεῖν καὶ συνταπεινοῦσθαι τοῖς τα‐
10πεινοῖς τοὺς ἑαυτοῦ μαθητὰς ἐξεπαίδευσε.

4

Φαιδρὰ μὲν γὰρ καὶ ἡ τῆς τελειώσεως αὐτοῦ ἑορτὴ καὶ πολλῷ φωτὶ καταλαμπομένη τοῦ πνεύματος· σταυρὸν προςπηγνύμενος, ἀνάβασις πρὸς αὐτὸν πρόθυμος, χεῖρες ἐκτάδην προσεφαπλούμεναι καὶ τὸ δεσποτικὸν πάθος ἀπει‐
5κονίζουσαι, σχῆμα σταυρώσεως οὐκ ὄρθιον ἀλλ’ ἀντίστρο‐ φον, εὐλαβείας τῆς πρὸς τὸν διδάσκαλον αἴνιγμα· ἀεὶ τοῦ κορυφαίου δι’ αἰδοῦς τὰ πρωτεῖα τούτῳ παραχωροῦντος καὶ τὸ αὐτοῦ ταπεινὸν πρὸς τὸ ἐκείνου ὕψος ἀντιπαρατιθέντος, καὶ διὰ τοῦτο τὰ ἔσχατα καὶ ὑποδεῆ αἰρουμένου τε καὶ
10προκρίνοντος. Ἐνδέουσα δὲ οὐδὲν τῆς τοιαύτης φαιδρότητος καὶ ἡ σήμερον ἐπιστᾶσα πανήγυρις [f. 157 vo] καὶ τῶν ἐν τέλει τὰς αἰτίας προϋποφαίνουσα καὶ τῆς ἐπὶ σταυροῦ ὑψώ‐ σεως, οὐχ ἧττον τὰ παθήματα διαγγέλλουσα, δι’ ἃ καὶ ὁ σταυρὸς ἡδίων ἦν αὐτῷ μᾶλλον καὶ πάντων ἐρασμιώτερος·979
15ἁλύσεων γὰρ αὐτοῦ τῶν τιμίων προφαίνει φανέρωσιν καὶ προσκύνησιν, ἐν αἷς καταδεσμούμενος, τὰς τοῦ ἀρχεκάκου πολυπλόκου διέλυσε μηχανὰς, καὶ τοὺς ὑπ’ αὐτοῦ δεσμου‐ μένους ἀφαρπάσας τοῦ νοητοῦ θανάτου ἀπελυτρώσατο.

5

Ἅσπερ εἰς ἑορτῆς ὑπόθεσιν ἔχοντες, καὶ ὡς αἰτίας καὶ προξένους τῆς ἐν τῷ τέλει σταυρώσεως ἐπιστάμενοι καὶ περὶ ἕνα καὶ τὸν αὐτὸν ἀπόστολον ταύτας κἀκείνην συμ‐ βεβηκυίας καὶ ἡνωμένας θεώμενοι, οὐ πόῤῥῳ τὴν παροῦσαν
5πανήγυριν τῆς ἱερᾶς τελειώσεως λογιούμεθα· ἀλλὰ μίαν δι’ ἀμφοτέρων συγκροτήσαντες σήμερον, ταῖς ἐκ τῶν λό‐ γων τιμαῖς καθ’ ὅσον οἷόν τε ζεούσῃ πίστει καταλαμ‐ πρύνωμεν.

6

Ταύτην ὡς πανεύσημον καὶ πανίερον καὶ παντὸς τοῦ κόσμου φωταγωγὸν θεοβράβευτον ἐν ἱεραῖς μελῳδίαις κατα‐ κοσμήσωμεν. Ταύτην ὡς παρεκτικὴν τῆς τοῦ Ἁγίου Πνεύ‐ ματος χάριτος καὶ φωτιστικὴν τῶν πρὸς τοῦτο ἐπιτηδείων
5ψυχῶν τοῖς κατὰ δύναμιν ἐγκωμίοις ἀποσεμνύνωμεν. Οὕτω γὰρ ἂν ἡμῖν ὑπάρξῃ ἐραστὰς τῶν ἀποστολικῶν δεδειγμένους ἐπαίνων, καὶ τὸν τιμώμενον εἰς οἶκτον προσεπισπάσασθαι [f. 158 ro], καὶ τῆς εἰς αὐτὸν εὐφημίας πλουτῆσαι συλ‐ λήπτορα. Ἐκείνου γάρ μοι τὴν χάριν τῆς γλώσσης πα‐
10ρασχεθῆναι προσλιπαρῶ, ἣν ἡ πυρφόρος τοῦ Πνεύματος δια‐ χαλκεύσασα δύναμις καὶ οὐρανίου καὶ ἀποῤῥήτου διδασκα‐ λίας ἐμπλήσασα, τὰ τῶν ἐθνῶν πολύσπορα γένη τῆς οἰκείας
σαγήνης εἴσω μεγαλοπρεπῶς ἐποιήσατο. Ἀλλ’ ἐνταῦθα τῷ λόγῳ γενόμενος καὶ πρὸς τῶν ἀπο‐980
15στολικῶν πρακτέων πέλαγος τὸ τοῦ νοῦ ὀπτικὸν ἐπαφεὶς ὁ λόγος ἰλίγγου καὶ σκοτοδινίας ὑποπλησθεὶς καὶ εἰς ἑαυτὸν συστραφείς, συνῳδὸς τῷ μεγαλοφωνοτάτῳ Ἡσαίᾳ φημί· «Ὢ τάλας, λέγων, ἐγὼ, ὅτι ἀκάθαρτος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων» καθαρῶν ἐφάπτομαι ὑποθέσεων μηδεμιᾶς μοι
20τὸ πρὸς τὰ τοιαῦτα θαῤῥεῖν ἀφορμῆς παρεχούσης τὸ εὔελπι.

7

Οὐκοῦν ἐπὶ τὴν ἄβυσσον τῆς ἀποστολικῆς εὐσπλαγ‐ χνίας καθεὶς ἐμαυτόν, βραχείᾳ γλώττῃ τοὺς περὶ αὐτοῦ ἐπαίνους πειράσομαι διανήξασθαι. Τὰ μὲν οὖν περὶ γεννήσεως καὶ πατρίδος καὶ τῶν πε‐
5ριαγαγόντων πατέρων παρείσθω τὰ νῦν· σεμνῶν μὲν καὶ αὐτῶν ὄντων καὶ ἀξίων πρὸς ἀκοὴν, ἀπασχολούντων δὲ τὸν νοῦν καὶ μὴ ἐώντων πρὸς τὰ κρείττω, καὶ ὧν ἡ μνήμη ὠφέλιμος καὶ σωτήριος τὸν λόγον προσεπεκτείνεσθαι.

8

Πολλαὶ μὲν αἱ τοῦδε τοῦ ἀποστόλου θεοσημεῖαι [f. 158 vo] καὶ ἡ τῶν θαυμάτων πληθὺς καὶ τὰ ἄλλα ὅσα ἡ ἐν αὐτῷ κατοικοῦσα χάρις τοῦ Πνεύματος δι’ αὐτοῦ ἐνήργησέ τε καὶ ἔδρασεν, ἅτινα, ἐὰν γράφηται καθ’ ἓν, κα‐
5λὸν γὰρ περὶ αὐτοῦ τοῖς θεολογικοῖς προσχρήσασθαι ῥήμα‐ σιν, οὐδὲ αὐτὴν οἶμαι τὴν καθ’ ἡμᾶς τῶν λόγων ἰσχὺν ἐπαρκεῖν· κἂν ὅτι πάλιστα πρὸς τοῦτο νεανιεύσοιτο. Οὗτος, μετὰ τὴν ἐν τῷ πατρώῳ θρόνῳ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ὑπερφυᾶ καὶ ἀπόρρητον καθίδρυσιν, συνῆν καὶ συνδιῃ‐
10τᾶτο τῷ λοιπῷ τῶν ἀποστόλων συστήματι, καὶ κοινὸν μετ’ αὐτῶν ἐποιεῖτο τὸ τοῦ εὐαγγελίου κήρυγμα· καὶ ποτὲ μὲν βήματι καὶ δικαστηρίοις μετ’ αὐτῶν συμπαρίστατο· ποτὲ δὲ κἂν ταῖς ἐξ Ἰουδαίων ἀτιμίαις καὶ μάστιξι τοῖς ἄλλοις συνεπεπόνθει, καὶ οὐκ ἦν ὅπου μὴ οὐχὶ συνῆπτο
15τοῖς ἀποστόλοις καὶ τοῖς ἐκείνων ἐκοινώνει παθήμασιν.981

9

Ἡ μὲν οὖν τῶν Πράξεων βίβλος πολλοὺς περὶ αὐτοῦ διεξιοῦσα κινδύνους, οἷς ὑπέπεσέ τε καὶ συνεσχέθη, καὶ πολ‐ λῶν θαυμάτων μνήμην ποιησαμένη, οἷον τὴν παραδόξως ἐνεργηθεῖσαν ἐν τῷ χωλῷ ἴασιν, τὴν Ἀνανίου καὶ Σαπφεί‐
5ρας ἀδυσώπητον τελευτήν, τὴν τῆς Ταβηθὰ ἐξ αὐτῶν τοῦ θανάτου βρόχων ἀνάστασιν, τὴν Κορνηλίου δι’ ἀγ‐ γελικῆς ἐπιστασίας μεταβολὴν καὶ μετάθεσιν, τὴν διὰ τῆς σκιᾶς τοῦ σώματος τοῖς ἀσθενοῦσι προσγινομένην ἀνάρρωσιν· ὅσας τε καθυπέμεινε θλίψεις, καθέρξεις, ἐπὶ βημάτων πα‐
10ραστάσεις· ὅπως τε ὑπὲρ Χριστοῦ μαστιχθεὶς ἔχαιρεν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ καταξιωθεὶς ἀτιμασθῆναι· τὰς μετὰ παῤῥησίας ἐκείνας πρὸς Ἰουδαίους δημηγορίας· καὶ ὅπως ἐξ ἀγραμμάτου καὶ ἰδιωτικοῦ στόματος λόγοι σοφίας ἔμπλεοι θείας ἐξεπορεύοντο· τὸν διὰ προσευχῆς γεγονότα σεισμὸν,
15καὶ τὸ συνεληλυθὸς πλῆθος πρὸς πίστιν ἐφελκυσάμενον.

10

Ταῦτά τε καὶ ὅσα τούτοις ἀκόλουθα πέπονθέ τε καὶ ἔδρασεν, εἰς ὄγκου πλῆθος οὐκ εὐαφήγητον ἀναφερόμενα ἐπι‐ τεμών τε καὶ συνελὼν, ἕνα τῶν πάντων χαλεπώτατον καὶ δυσδιάφευκτον, μετὰ θαυματουργίας ἐνεργηθέντα κίνδυνον
5ἐπαγορεύει, πολλὴν ἔχοντα καὶ τὴν κατ’ αὐτοῦ τῶν Ἰου‐ δαίων ὠμότητα καὶ τῆς ἐκ θεοῦ συμμαχίας τὴν ταχύτητα.

11

Ἡρώδης γὰρ ἐκεῖνος ὁ τοῦ πρώτως βασιλεύσαντος ἐν Ἱερουσαλὴμ ἀπόγονος, ἅτε τοῦ ἰουδαϊκοῦ καὶ σπέρματος ὢν καὶ σεβάσματος, καὶ ζηλωτυπῶν ἐπὶ τῇ καταλύσει τῶν πατρικῶν ἐθῶν καὶ νομίμων ἃ ταῖς τῶν ἀποστόλων ἀνετέ‐
5τραπτο διδαχαῖς καὶ πρὸς καταστροφὴν ὑπωρύσσετο, ταῖς τῶν ὁμοφύλων ὀργαῖς ἐξαπτόμενος [f. 159 vo] καὶ χαριζόμε‐ νος αὐτοῖς εἰ ἐπὶ μᾶλλον χρήσαιτο τῷ κατὰ τῶν ἀποστό‐
λων θυμῷ καὶ τῇ λύσσῃ. Πρῶτα μὲν Ἰακώβου τὸν ἀδελ‐ φὸν Ἰωάννου ἀνῃρήκει διὰ μαχαίρας, τῆς γραφῆς τὸ θυ‐982
10ριῶδες αὐτοῦ καὶ ἀπάνθρωπον διὰ τῆς μαχαίρας ὑποδηλού‐ σης. Ἐξῆν γὰρ αὐτῷ καὶ ἑτέρῳ θανάτῳ τὸν ἀπόστολον καταθῦσαι ἢ καὶ θανάτου παραπλησίοις κολάσεσι καὶ τι‐ μωρίαις καταβαλεῖν· ἀλλ’ ἵν’ ἐκείνου μὲν ἡ καὶ θηρίων αὐ‐ τῶν ὠμοτέρα γνώμη στηλιτευθῇ, τούτου δὲ ἡ πρὸς σφαγὴν
15ἐπίδοσις πρόθυμος γνωρισθῇ, προβάτου δίκην τοῦ ἐπὶ σφαγὴν ἑλκομένου, διὰ μαχαίρας ὑπεδέχετο τὴν τελείωσιν.

12

Οὕτω μὲν οὖν ὁ ἱερὸς Ἰάκωβος τετελείωται, καὶ μαρτυρικῷ θανάτῳ τὸν ἀποστολικὸν ἐπεσφράγισε δρόμον, ἐκεῖνο πιὼν τὸ ποτήριον, ὃ πάλαι πιεῖν αὐτῷ ἡ τοῦ θεοῦ σοφία προέφησε, καὶ βαπτισθῆναι τῷ ἰδίῳ αἵματι προεσή‐
5μανεν. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι τοῦτο τοῖς Ἰουδαίοις, προσέ‐ θετο συλλαβεῖν καὶ Πέτρον, ὃν καὶ πιάσας ἔθετο ἐν φυλακῇ, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν. Διὰ τὸ τὰς ἡμέρας τῶν ἀζύμων παρεστάναι, βουλόμενος,
10μετὰ τὸ Πάσχα, ἀγαγεῖν αὐτὸν πρὸς κρίσιν τῷ λαῷ. Διὰ πάντων ὁ συγγραφεὺς [f. 160 ro] τὸ αἱμοχαρὲς καὶ φονικὸν αἰνιττόμενος τοῦ Ἡρώδου, τοῖς τοιοῖσδε ῥήμασιν ἐχρήσατο· οὐδὲν γὰρ αὐτῷ πρὸ τῶν ὀφθαλμῶν ἐπράττετο δίκαιον, οὐ‐ δὲν ἔννομον, οὐδὲν εὐπρεπὲς καὶ εὔφημον. Ἀλλ’ ὅσα πρὸς
15ἀρέσκειαν τῶν ὁμοφύλων, ὅσα πρὸς θεραπείαν τῆς βεβήλου αὐτῶν προαιρέσεως, ταῦτ’ ἦν αὐτῷ καὶ λεγόμενα καὶ πρατ‐ τόμενα.

13

Τὸ γὰρ τὸν ἀπόστολον κρατῆσαι καὶ εἱρκτῇ παρα‐ δοῦναι καὶ τὸν θάνατον αὐτῷ κατὰ πρόσωπον ἐπιστῆναι, τῆς ἰουδαϊκῆς ἀρεσκείας συμπέρασμα ἦν· ᾤοντο γὰρ, ὡς, εἰ τοῦτον ἀνέλοιεν καὶ ἐκ ποδῶν ποιήσαιντο, εὐχερῶς τοῦ λοι‐
5ποῦ τῶν ἄλλων ἀποστόλων περιγενέσθαι. Αὐτὸς γὰρ ἦν
ἀντιπνέων καὶ ἀντιμαχόμενος ἐν συνεδρίοις, ἐν δικαστηρίοις, ἐν συναγωγαῖς, καὶ τὸ τοῦ Ἰησοῦ ὄνομα διαῤῥήδην ἀνα‐ κηρύττων καὶ τῇ τούτου ἐπικλήσει τελῶν τὰ ἐξαίρετα.983

14

Σκοπεῖν δὲ προσήκει, ὅπως τοῖς κατὰ Χριστοῦ μα‐ νεῖσι γραμματεῦσί τε καὶ ἀρχιερεῦσι ἐξομοιοῦσθαι καὶ οὗτος ἐσπούδακεν. Ἐκεῖνοι γὰρ ἔλεγον, μὴ ἐν τῇ ἑορτῇ γενέσθαι τὴν τούτου σύλληψιν, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ,
5ὡς μετὰ τὴν ἑορτὴν πάντως ἐπὶ τὸν σταυρὸν ἄγειν μέλ‐ λοντες. Ἐνταῦθα δὲ μετὰ τὸ Πάσχα τὴν ἐπὶ [f. 160 vo] θανάτῳ (ψῆφον) τοῦτον προσάγεσθαι. Οὐκοῦν ἀνάγκη, ὁμογνωμόνων ὄντων τούτων, ἐκείνοις τοῖς αὐτοῖς καὶ λόγοις καὶ ἔργοις κεχρῆσθαι περὶ τὸν ἀπόστολον, οἷς καὶ περὶ τὸν
10διδάσκαλον.

15

Εἰς τέσσαρας δὲ τετράδας τὴν τῶν στρατιωτῶν ἀφώρισε φυλακὴν, καὶ οὐκ ἐφ’ ἑνὶ τόπῳ, ἀλλ’ ἐν πλείοσι καὶ μικρὸν ἄποθεν διεστηκόσιν, ἵν’ ἥτε ἀσφάλεια εἴη ὀχυρωτέρα, καὶ τῷ ἀποστόλῳ, ἐὰν προσγένηται τῶν δεσμῶν ἀποδράσαι
5καὶ τοὺς ἐγγυτέρω διαλαθεῖν φύλακας, ὑπὸ τῶν ἄλλων κατάφορός τε καὶ εὔληπτος γένοιτο. Ἀλλ’ ὁ μὲν Πέτρος, φησίν, ἦν ἐν τῇ φυλακῇ κοιμώμενος μεταξὺ δύο στρατιω‐ τῶν καὶ δεδεμένος ἁλύσεσι δυσί. «Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὲρ αὐτοῦ ὑπὸ τῆς ἐκκλησίας».

16

Τίνος χάριν ἐπὶ τοσαύταις ἐφρουρεῖτο ταῖς ἡμέραις, καὶ οὐ παρ’ εὐθὺ τοῦ θυμοῦ ζέοντος καὶ τῶν Ἰουδαίων τὸν αὐτοῦ θάνατον διψώντων, παρ’ αὐτίκα τοῦτον ἐπῆγον τῷ κορυφαίῳ; Κατὰ μὲν τὸν νοῦν τοῦ συγγραφέως, διὰ τὰς
5τῶν ἀζύμων ἡμέρας, ἐν αἷς καθαίροντες ἑαυτοὺς Ἰουδαῖοι καὶ παντὸς ἀτόπου χωριζόμενοι πράγματος, τὴν τοῦ Πάσχα
διήνυον ἑορτὴν, ἀθώοις χερσὶ, τῆς νομικῆς ἐφαπτόμενοι θυ‐ σίας. Κατὰ δὲ τρόπον ἕτερον, λύσσης ἀπείρου κατὰ τοῦ ἀποστόλου πεπληρωμένος ὁ Ἡρώδης, εἰς παρέκτασιν ἡμερῶν984
10[f. 161 ro] τὴν τούτου κάθειρξιν διωρίσατο, ὡς ἂν ἐπὶ πλέον αἰκίζοιτο καὶ τιμωροῖτο, καὶ ἀνίαις καὶ θλίψεσι πε‐ ριστοιχίζοιτο, τῇ τε τῶν ἁλύσεων βαρύτητι, καὶ τῇ ἐκ τοῦ λιμοῦ θανατώσεώς γε ἤλπιζε, καὶ τῇ τῶν συγκαθευ‐ δόντων αὐτῷ στρατιωτῶν ἀπανθρώπῳ διαθέσει.

17

Πόσους γὰρ ἂν διὰ μέσου τούτων τῶν ἡμερῶν λό‐ γους θρασεῖς καὶ ἀπειλητικοὺς ἐξήνεγκαν πρὸς αὐτόν; πό‐ σους ὀνειδισμούς; πόσας ὕβρεις καὶ ἀτιμίας; πῆ μὲν ὡς τὰ τῶν ἀλλοφύλων Ἰουδαίων καθαιροῦντα καὶ ἀνατρέποντα,
5πῆ δὲ ὡς βασιλικοῖς προστάγμασιν ἀντιλέγοντα· καὶ ποτὲ μὲν ὡς στασιώδη καὶ θορύβων αἴτιον διαβαλλόμενον, ποτὲ δὲ ὡς τῶν μωσαϊκῶν νόμων ἀντίπαλον λοιδορούμενον. Ἔστι δ’ ὅτε καὶ πυγμαῖς καὶ ῥαπίσμασι καὶ κονδύλοις παιόμενον καὶ αἰκιζόμενον οὐκ ἀπιστήσειε δ’ ἄν τις ὡς οὐχὶ καὶ ταῖς
10ἁλύσεσι σφοδροτέρως καὶ ἐπιπονοτέρως αὐτὸν συνέσφιγγον καὶ συνέθλιβον· ἵν’ ἐκ πάντων ἡ τῶν ἀλγεινῶν αὐτῷ ἐπί‐ στασις καὶ συναίσθησις ἐπὶ μεῖζον γενομένη, τάχιστα τοῦ ζῆν αὐτὸν ἀπαλλάξειεν. Ἠλέγχοντο δὲ διὰ πάντων εἰς ὕδωρ γράφοντες καὶ εἰς ἀέρα πυκτεύοντες. Στερρότερος γὰρ μᾶλ‐
15λον τῇ παρατάσει τῆς καθείρξεως δεικνύμενος ὁ ἀπόστολος, καὶ τοῖς περικυκλοῦσιν αὐτὸν δεινοῖς ὥσπερ τισὶ κέντροις [f. 161 vo] νυττόμενος καὶ διανιστάμενος, τοσοῦτον ἀπεῖχε τού‐ τοις ἐξασθενεῖν τε καὶ κατατρύχεσθαι, ὅσον οἱ φύλακες τῇ ἐπ’ αὐτῷ σωτηρίῳ καὶ θαρσοποιῷ εὐφροσύνῃ ἐνεκαλύπτοντό
20τε καὶ κατῃσχύνοντο.

18

Τούτων οὕτως ἐπ’ αὐτῷ τελουμένων, ἡ μὲν παρὰ τῆς ἐκκλησίας γενομένη εὐχὴ πρὸς οὐρανοὺς ἀνεφέρετο· παρ’ αὐτίκα δὲ ἄγγελος ἐκεῖθεν ἐξεπέμπετο καὶ προσεπιστὰς
τῇ εἱρκτῇ, ταύτην μὲν ἐπλήρου φωτὸς, ἵν’ ἀκραιφνῆ τὴν985
5ὅρασιν ἔχοι ὁ κορυφαῖος τῶν θαυματουργουμένων. Νύξας δὲ τοῦτον κατὰ πλευράν· «Ἀνάστα, φησὶν, ἐν τάχει». Καὶ ἵνα μήτι ἄτοπον κατὰ διάνοιαν αὐτὸν ὑποδράμῃ, ὡς καὶ αὐτοῦ τοῦ σατανᾶ ἔσθ’ ὅτε εἰς ἄγγελον μετασχηματι‐ ζομένου φωτὸς, ὑποκλέπτην τε τὴν αἴσθησιν ἐν τῷ φαινο‐
10μένῳ προσχήματι, ἅμα τῷ λόγῳ ἐξέπεσον αἱ ἁλύσεις αὐ‐ τοῦ ἀπὸ τῶν χειρῶν ὡς πιστωθῆναι τοὺς λόγους τῷ πρά‐ γματι, καὶ μὴ δύναμιν ἀποστατικὴν ἢ φαντασίαν ἀνύπαρ‐ κτον ἡγήσασθαι τὸ φανὲν, ἀλλ’ ἄγγελον ἀληθῆ καὶ ὄψιν ὑπαρκτικὴν τὸ ἀψευδὲς αὐτόπιστον ἔχουσαν.

19

Τούτων δὲ οὕτω προκεχωρηκότων τῷ ἀποστόλῳ, ἐπείπερ ἔτι περιδεὴς ἦν καὶ ἔντρομος, οὐ μόνον ταῖς περὶ τοῦ φανέντος ἀμφιβολίαις κλυδωνιζόμενος, ἀλλὰ καὶ περὶ τοῦ πῶς τὰς τεταγμένας διέλθοι τῶν στρατιωτῶν φυλα‐
5κὰς, [f. 162 ro] πολλῇ περὶ αὐτὸν κεχρημένων τῇ ἀσφαλείᾳ καὶ ἀκοιμήτως ἐπαγρυπνούντων τῷ πράγματι, φησὶν, ὁ φανείς· «Ὑπόδησαι τὰ σάνδαλά σου καὶ περιβαλοῦ τὸ ἱμά‐ τιόν σου καὶ ἀκολούθει μοι». Ἐπειδὴ γὰρ ἔτι σε, φησὶν, ὁ βασιλικὸς ἅμα καὶ ἰουδαϊκὸς φόβος, καὶ ἡ τῶν φυλασ‐
10σόντων ἐν κύκλῳ περιοχὴ καὶ συντήρησις ὀρρωδοῦντα καὶ τεθηπότα πεποιήκασι, καὶ διὰ τοῦτο οὐκ εὐχερῶς τοῖς παρ’ ἐμοῦ λεγομένοις πιστεύειν ἐθέλεις, τοσαύτης σε βοη‐ θείας καὶ συμμαχίας ἐμπιπλῶ, καὶ πάντα φόβον τῆς σῆς ἀπορραπίζω διανοίας, ὡς καὶ αὐτὸ τὸ ἱμάτιον δίχα παντὸς
15δέους περιβαλέσθαι, καὶ τὰ σανδάλια ὑποδύσασθαι. Ὢ τῆς ἐκ θεοῦ ταχίστης ἐπικουρίας καὶ τῆς ἀποστο‐ λικῆς πρὸς αὐτὸν ἐντεύξεως! Ὢ μεγίστης ἐγκαρδίου εὐχῆς, ἥτις ὡς ἀπό τινος σφενδόνης τοῦ τῆς Ἐκκλησίας στόματος
ἐκπεμφθεῖσα πρὸς οὐρανοὺς, τὴν μὲν Ἡρώδου καρδίαν και‐986
20ρίως κατέτρωσε, τὸν δὲ κορυφαῖον τῶν αὐτοῦ χειρῶν διε‐ σώσατο! Βαβαὶ χάριτος ἀποστολικῆς καὶ ἐλπίδος ἐνυπο‐ στάτου καὶ ἀληθοῦς, δι’ ὧν τὸ θεῖον ἔχων εὐήκοον, ἐξ αὐ‐ τῶν τῶν τοῦ θανάτου βρόχων ἀφήρπαστο! Εἰ δέ τις ἀντεπάγων διαποροίη, τί δήποτε μὴ πρὸς
25αὐτὸ τὸ συλληφθῆναι γενόμενον τὸν ἀπόστολον ἀνάρπαστον τῶν ἰουδαϊκῶν χειρῶν [f. 162 vo] ὁ διδάσκαλος ἐποιήσατο, ἀλλὰ καὶ δεσμοῖς καὶ φυλακῇ καὶ ἡμερῶν παραδρομῇ καὶ κακώσει περισχεθῆναι συγκεχώρηκεν, ἴστω ὡς οὐχ οὕτως εἰς ἀπορίαν καὶ θαῦμα τοὺς ἐχθροὺς ἡ τοῦ συλληφθῆναι
30αὐτὸν θεόθεν συμμαχία συνήλαυνεν, ὡς τὸ ἐν χερσὶν τοῦ‐ τον ἑλόντας, καὶ ἁλύσεσι πεδήσαντας καὶ φρουροῖς ἀσφα‐ λισαμένους, ἐκ μέσου τῶν ἀφύκτων τούτων καὶ ἀδράστων ἀρκύων ἀνασώσασθαι.

20

Ἐκεῖ μὲν γὰρ τοῖς συλλαβοῦσιν εὐχείρωτος ὢν τάχα ἂν ἔδοξε φαντασιώδη τινὰ τέχνην ἐνηργηκέναι, τῷ πόρρῳ γενέσθαι συλλήψεως, καὶ ἦν ἐν χλεύῃ τὰ τοῦ ἀποστόλου θαυματουργήματα. Ἐνταῦθα δὲ καὶ δεδεμένος ἁλύσεσι, καὶ
5τέσσαρσι τετραδίοις στρατιωτῶν φυλασσόμενος, καὶ μετα‐ ξὺ δύο κοιμώμενος στρατιωτῶν, καὶ μηδενὸς ἐλλείποντος τῶν ὅσα πρὸς θάνατον συνελαύνειν οἶδε τὸν κατάκριτον, οὕτω τῆς ἄνωθεν βοηθείας ἠξίωται, καὶ παραδόξου τυγχάνει ἀπολυτρώσεως· ὅσῳ τοῦτο ἐκείνου θαυμαστότερον καὶ πα‐
10ραδοξότερον, ὅσῳ τὸ ἐκ μέσων ἀνασωθῆναι τῶν δεινῶν τοῦ μηδὲ πρὸς πεῖραν αὐτῶν ἐλθεῖν ἐξαισιώτερόν τε καὶ φρικω‐ δέστερον. Ἀλλὰ καὶ μετὰ τοσαύτην θαυματουργίας δύνα‐ μιν καὶ προτροπὴν ἀγγελικὴν οὐκ ᾔδει ὅτι ἀληθὲς ἦν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου [f. 163 ro]· ἀλλ’ ἐδόκει ὅραμα
15βλέπειν. Ἠλέγχετο γὰρ ἔτι τῆς ἀνθρωπίνης φύσεως ἡ ἀσθέ‐ νεια, καὶ τὸ ὑπὲρ φύσιν καὶ ἀφράστως γινόμενον τῇ φυ‐ σικῇ ἀκολουθίᾳ παραμετρούμενον, εἰς ἀνυπόστατον ὅραμα διεκρίνετο. Τί οὖν ὁ φανεὶς ἄγγελος; Ἐπείπερ αὐτὸν εἶδεν
ἔτι τῷ τῆς ἀπιστίας χειμαζόμενον κλύδωνι, καὶ μηδὲν τῶν987
20ὑπ’ αὐτῷ τελεσθέντων παραδόξως γενέσθαι ὑποτοπάζοντα, τὴν μὲν πρώτην καὶ δευτέραν φυλακὴν τῶν στρατιωτῶν οὕτω σὺν αὐτῷ διῆλθεν ἀψοφητὶ, ὡς μηδ’ αἰσθέσθαι τοὺς φυλάσσοντας τῆς τούτου διαβάσεως, θείῳ τινὶ νεύματι τοῦ ὕπνου τὰ ἐκείνου πεδήσαντος βλέφαρα πρὸς τὸ μὴ συνιέναι
25τὸ γεγονός.

21

Ὡς δὲ πρὸς τὴν σιδηρᾶν ἀφίκοντο πύλην τὴν εἰς τὴν πόλιν φέρουσαν, ἣ μὲν αὐτομάτη τούτοις ἠνοίχθη, τοῦ Θεοῦ κἀνταῦθα θαυματουργήσαντος καὶ τὸ τοῦ ἀποστόλου περιδεὲς κατὰ μικρὸν ὑπεξαίροντος καὶ πρόθυμον ἀποδεικνύν‐
5τος πρὸς τὸ ἑξῆς.

22

Καὶ ἐπειδήπερ ἐξελθόντες προῆλθον ῥύμην μίαν, ὁ μὲν ἄγγελος ἀποστὰς ἦν ἀφανής· ὁ δὲ τοῦ θαύματος ἐν συναισθήσει γενόμενος, καὶ λογισάμενος τά τε πρότερον περὶ αὐτὸν ἐν τῇ φυλακῇ τελεσθέντα θαύματα, «τά τε νῦν
5ὑπερφυῶς τερατουργηθέντα» καὶ ταῦτα ἐκείνοις συμβάλ‐ λων καὶ ἀντεξετάζων καὶ πιστωθείς [f. 163 vo] τὸ τῆς ὀπτα‐ σίας ἀληθὲς καὶ βέβαιον καὶ ὡς οὐ φαντασία ἦν τὸ ὁρώ‐ μενον, ἀλλὰ πράγματος ἔκβασις ἐναργὴς, τοιάνδε μετ’ εὐ‐ χαριστίας ἠφίει φωνήν· «Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε
10Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώ‐ δου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων».

23

Τί φὴς ἀποστόλων ὑπέρτερε; Νῦν οἶδας; Νῦν πεπίστευκας; Νῦν ἐπιχαίρεις τῷ θαύματι; Ποῦ σοι τὸ ἀψευδὲς τῶν ἐλπίδων ἀπέπτη; Πῶς τὰ τῆς θερμῆς ἐκείνης ὁμολογίας διερρύη. Αἱ δὲ κλεῖς τῆς οὐρανῶν βασιλείας καὶ
5τὸ τῆς ἐκκλησίας χρηματίζειν ἔρεισμα, ποῦ; Ποῦ δὲ ὁ δια‐ καὴς καὶ διάπυρος ἐκεῖνος πόθος, καὶ ἡ μέχρι θανάτου ἀδιά‐
ζευκτος ἕνωσις καὶ συνάφεια. Ἆρ’ εἰς κενὸν τὰ τῆς τοσαύ‐ της κατήντησε πίστεως; Ἆρ’ εἰς αὔρας αἱ τηλικαῦται σου ἐλπίδες διελύθησαν. Ἆρ’ ᾔσθου τῶν παρὰ τοῦ διδασκάλου988
10τελεσθέντων τερατουργημάτων; Ἐπελάθου δὲ τοῦ ἐν θα‐ λάσσῃ κλύδωνος, καὶ ὅπως τῇ δεξιᾷ σε βυθιζόμενον διε‐ σώσατο; Οὐκ ἐνήχους ἔτι τοὺς αὐτοῦ κατέχεις λόγους φά‐ σκοντος· «Ὡς ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ἐργάσεται; Οὐ συμ‐
15παρῆς αὐτῷ ὅτε τοὺς ἤδη [f. 164 ro] νενεκρωμένους προσ‐ τάγματι παρεσκεύαζεν ἅλλεσθαι; ὅτε τοῖς ἐστερημένοις φω‐ τὸς τὴν ὀπτικὴν παρεῖχεν ἐνέργειαν; ὅτε τοῦ μνήματος ἐξανίστατο καὶ τοὺς φρουροῦντας νεκροὺς ἀπεδείκνυεν, καὶ τὰς σφραγῖδας ἀλυμάντους ἐφύλαττεν; ὅτε σοι τὴν δύνα‐
20μιν τῶν σημείων διὰ τῆς τοῦ Πνεύματος ἐπιδημίας κεχά‐ ριστο; ὅτε τὸν ἐν τῇ ὡραίᾳ πύλῃ χωλόν; ὅτε τὸν Αἰνέαν; ὅτε τὴν Ταβηθᾶ; τὸν μὲν ἀρτίπουν καὶ εὔδρομον ἀπειργά‐ ζου; τὸν δὲ τῆς χρονίας ἀπελύτρου ἀρρωστίας; τῆς δὲ τὴν ψυχὴν ἀποπτᾶσαν ἐπανήγαγες; Τοσούτων καὶ τηλικούτων
25θαυμάτων γενόμενος ἐν μετοχῇ, καὶ τὰ μὲν ἰδὼν, τὰ δὲ δράσας αὐτός, καὶ πεῖραν πολλὴν τῆς τοῦ θεοῦ δυνάμεως εἰληφὼς, νῦν οἶδας ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐ‐ τοῦ καὶ ἐῤῥύσατό σε ἐκ χειρὸς Ἡρώδου; Εἰ μὴ τοῖς προγε‐ γενημένοις θαύμασιν ἐπιστώθης, πῶς τῷ ἑνὶ πιστωθήσῃ;
30Εἰ μὴ τὸ τούτων πλῆθος βεβαίωσίν σοι παρέσχε τῆς ἀλη‐ θείας, πῶς τὸ μοναδικὸν καταπραύνει σου τὸν λογισμὸν κυ‐ μαινόμενον; Ναὶ, φησὶν, οὐ γὰρ τοιαῦτα τὰ τῆς θείας δυνά‐ μεως, ὥςτε ῥᾳδίως καταλαμβάνεσθαι καὶ πρὸς πίστιν εὐκό‐ λως ἐνάγεσθαι. Τοῦτο γὰρ οὐ μόνον οὐκ αὔξει [f. 164 vo]
35τὰ θαύματα, ἀλλὰ καὶ μειοῖ ταῦτα καὶ ἐλαττοῖ καὶ τοὺς τούτων χαρακτῆρας ἐκ τῆς ψυχῆς ἀπαλείφει· τὸ δὲ μετὰ βασάνου καὶ λογισμῶν ἀμφιβόλων πολλάκις δοκιμασθέν,
καὶ πλέον τοῦ ἀληθοῦς τὸ φαντασιῶδες ἐμποιῆσαι, ὡς τοῦ ἀβεβαίου καὶ ἀσθενοῦς τῆς ψυχῆς καὶ πρὸς αὐτὰ τὰ ὑπὲρ989
40αἴσθησιν φρικτὰ δυσπαράδεκτον ποιοῦντος τὸ ἐνεργούμενον· οἶδε μετὰ τὸν πολὺν καὶ ποικίλον ἐκεῖνον σάλον τῶν λο‐ γισμῶν, περὶ τὸ τέλος αὐτὸ τὸ πιστὸν καὶ ἀληθὲς, ταῖς ψυχαῖς ἐνιέναι καὶ ἐμβαθύνειν, καὶ παγίαν καὶ ἰσχυρὰν χαρίζεσθαι μονιμότητα.

24

Ἐντεῦθεν τῇ τῶν συνηθροισμένων οἰκίᾳ πιστῶν προσ‐ ελθὼν καὶ τὴν πύλην πατάξας, ἀνεγνωρίζετο μὲν παρὰ τῆς παιδίσκης καὶ τοῖς ἔνδον κατεμηνύετο, ἠπιστεῖτο δὲ, τὴν τούτου δὲ παρουσίαν εὐαγγελιζομένης, ὡς καὶ μανίαν
5ἐγκληθῆναι καὶ οὐκ αὐτὸν, ἀλλὰ τὸν τούτου παρεῖναι ἄγ‐ γελον αὐτοὺς οἴεσθαι.

25

Ὡς δὲ τῆς πύλης διανοιγείσης εἰσῄει πρὸς τὸ ἐν‐ δότερον, ἔκστασίς τε αὐτοὺς κατεῖχε καὶ θάμβος, τὸ τῆς ἀπολυτρώσεως ὁρῶντας ἀνέλπιστον, καὶ ὃς αὐτίκα διηγεῖτο τὴν ὑπὸ Ἡρώδου κατάσχεσιν, τὴν ἐν φυλακῇ κάθειρξιν,
5τὴν διὰ σιδηρῶν ἁλύσεων δέσμησιν, τὴν ἀγγελικὴν ἐπιφάνειαν [f. 165 ro], καὶ ὅπως διὰ τῆς ἐκείνου ὀπτασίας, αἱ μὲν ἁλύσεις τῶν χειρῶν ἐξέπιπτον, αὐτὸς δὲ αὐτῷ ἀκολου‐ θῶν, καὶ τῶν φρουρούντων παρῆλθε τὰς φυλακὰς καὶ τὴν πύλην αὐτομάτην διανοιχθεῖσαι διεληλύθει.

26

Πρὸς οἷσπερ ἐκδειματωθέντες καὶ τῷ παραδόξῳ τοῦ διηγήματος καταπλαγέντες ἐφ’ ἑαυτῶν μένειν οὐκ ἐδύναντο, τῆς χαρᾶς συγκραθείσης τῷ θαύματι καὶ ὑπὸ δύο τούτων παθῶν πολιορκουμένων. Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ οὔτε
5ὑπὸ τῆς ἄγαν εὐθυμίας ἐκλύεσθαι παρασκευάζοντος τὸν ἀκροατὴν, οὔτε ὑπὸ τοῦ θαύματος ἐκπίπτειν πρὸς τὸ λίαν θαμβητικὸν καὶ ἐξεστηκός· ἀλλὰ διὰ μὲν τῆς ἀνίστησι τὴν ψυχὴν καὶ πρὸς τὸ εὐφρόσυνον μετατίθησι· διὰ δὲ τῶν συ‐ στέλλων ἐπέχει καὶ τῆς τοῦ πρόσω ἀναχαιτίζει ὁρμῆς καὶ
10δι’ ἀμφοῖν ἐν τῷ καθεστῶτι συντηρεῖ τὸν ἀκούοντα.990

27

Σὺ δέ μοι σκόπει τὸ ἄτυφον καὶ ἀφιλότιμον, καὶ τὴν ἐνοῦσαν αὐτῷ μετριοφροσύνην πρὸς τὰ παράδοξα. Οὐ γὰρ ἐσάλπισεν τὰ τοῦ θαύματος, ὅπερ ἂν ἄλλος ἴσως πέ‐ πονθέ τις· οὐχ ὥσπερ ἐκπομπεύων τοῖς κατορθώμασιν ἐπὶ
5τῶν δωμάτων ταῦτα ἐκήρυξεν, οὐκ ἐκ περιχαρείας τῇ ἐκ‐ κλησίᾳ τὰ περὶ αὐτοῦ ἐθριάμβευσεν, οὐ προσηλύτοις, οὐ γνωρίμοις αὐτὰ προσανέθετο, ἀλλὰ κατασείσας τῇ χειρὶ τοὺς ἐν τῇ ἐκκλησίᾳ [f. 165 vo] τούτοις μόνοις ἡσυχῆ προσανήγ‐ γειλεν, μεθ’ ὧν καὶ Ἰακώβῳ καὶ τοῖς σὺν αὐτῷ.

28

Ἵν’ ἀκούσαντες ἐξ οἵων δεσμῶν ἀνελπίστως ἐρρύσθη πλειόνως ἐπιδοῖεν ἑαυτοὺς πρὸς τὸ τῆς πίστεως κήρυγμα, τῇ τῶν θαυμάτων ἐλπίδι νευρούμενοι, καὶ ἅμα οἱ τῆς ἰου‐ δαϊκῆς ἀποστάντες ἄρτι κακοπιστίας, καὶ τὸ τῆς θεογνω‐
5σίας πεφωτισμένοι φωτὶ ἀναρρωσθεῖεν καὶ ἀνακληθεῖεν, τῆς ἐνδομυχούσης αὐτοῖς περὶ τὴν θείαν πίστιν ἀμφιβολίας καὶ παγιώτεροι πρὸς τὸ καλὸν διαμείνοιεν. Ἀλλ’ ὢ πωρώσεως ψυχικῆς, ἥτις δι’ αὐτῶν τῶν νοητῶν αἰσθητηρίων τοῦ Ἡρώ‐ δου χωρήσασα, ὅλον ἀπειθῆ καὶ ἀσυλλόγιστον πρὸς τὴν
10τῶν ἀποστολικῶν θαυμασίων πεποίηκε δύναμιν.

29

Ἐχρῆν γὰρ τὴν παράδοξον ἀπολύτρωσιν τοῦ ἀπο‐ στόλου, ἔκ τε τῶν φρουρῶν, ἔκ τε τῶν ἁλύσεων, ἔκ τε τῶν ἐσφραγισμένων πυλῶν πιστωθέντα, καὶ ὡς οὐ δι’ ἀμέ‐ λειάν τι συμβέβηκε τῶν αὐτοῦ τὴν ψυχὴν ἀνιώντων ἐπαι‐
5σχυνθῆναι, ἐγκαλυφθῆναι καὶ εἰ μὴ διαρρήδην διὰ τὸ τῶν Ἰουδαίων κατὰ τοῦ ἀποστόλου μανιῶδες θαυμάσαι τὸ τε‐ ρατούργημα, ἀλλ’ οὖν καθ’ ἑαυτὸν καὶ ἐν τῇ ψυχῇ τοῦτο ἐκπλαγέντα, τῆς τῶν φρουρούντων ἀποσχέσθαι σφαγῆς.

30

Ὁ δὲ, ἵνα καὶ μᾶλλον αὐτῷ τὸ θηριῶδες καὶ ἀπάν‐ θρωπον αὔξοιτο, τῇ τοῦ θανάτου ψήφῳ τοὺς ἀνευθύμους ὑπάγει, καὶ ταῦτα [f. 166 ro] μηδὲν περὶ τὴν φυλακὴν καὶ
ἀσφάλειαν κατοκλάσαντας· ὅτι γὰρ μὴ κατ’ ἐκείνου ἴσχυσε991
5τῷ θυμῷ ἀποχρήσασθαι, καὶ τὴν ἑαυτοῦ γαστέρα ἀποστο‐ λικῶν ἐμπλῆσαι σαρκῶν, κατὰ τῶν φρουρούντων μανιωδῶς ἐπάγει τὸν θάνατον· εἰ δ’ ὅτι δι’ αὐτὸν κατακέκριντο, μὴ τοῦ θανάτου θαυματουργήσας τούτους ἐξείλετο ὁ ἀπόστο‐ λος. Διττὸν ἔχει τὸν τῆς ἐπιλύσεως λόγον· ἕνα μὲν τὸν
10ἀπανθρώπως καὶ θηριωδῶς τούτους κεχρῆσθαι τῷ ἀποστόλῳ, συγκοιμωμένους αὐτῷ καὶ δριμυτέρας τῶν δεσμῶν, τὰς ἐκ τῶν λόγων προσφέροντας μάστιγας, καὶ οὐχ ἧττον Ἡρώδου κατ’ αὐτοῦ μεμηνότας τε καὶ φρονοῦντας· ἕτερον δὲ τὸ μὴ πρὸς μόνον τὸν κορυφαῖον τῇ τοσαύτῃ χρήσασθαι θηριωδίᾳ,
15ἢ γὰρ ἂν καὶ φιλανθρωπίας ἠξίωντο ἅπαξ τῷ τοιούτῳ παρ‐ ωλισθηκότες πτώματι.

31

Ἀλλ’ ἐπειδὴ καὶ πρὸς τοὺς λοιποὺς ἀποστόλους τῇ αὐτῇ λύσσῃ ἐχρῶντο, καὶ ἄλλους τῶν πιστῶν διωγμοῖς καὶ κολάσεσι καὶ παντοδαπαῖς βασάνοις αὐτοὺς περιέβαλον, καὶ θανάτου θήρατρα πανταχόθεν αὐτοῖς περιεπήγνυον τοῦθ’ ἕ‐
5νεκα τὴν ἐπὶ θανάτῳ κατεκρίθησαν, παλαιᾶς καὶ συντε‐ θραμμένης καὶ ἀνιάτου κακίας τιννύντες ἀντέκτησιν.

32

Τοῦτο τοῦ κορυφαίου τῶν μαθητῶν τὸ κατὰ τοῦ διαβόλου [f. 166 vo] περιφανέστατον τρόπαιον. Τοῦτο τῶν εἰς αὐτὸν τελεσθέντων θαυμάτων τὸ ὑπερφυέ‐ στατον τερατούργημα. Τί πρῶτον τοῦ ἀποστόλου τούτου
5θαυμάσω; τὸ τοῦ πόθου διάπυρον πρὸς Χριστόν; Ἀλλ’ ὢ τῆς διὰ τοῦ Πατρὸς ἄνωθεν γεγονυίας αὐτῷ ἀποκαλύ‐ ψεως! Τὸ συνθανεῖν ἐθέλειν τῷ διδασκάλῳ, καὶ μηδὲ θα‐ νόντι συναπορρήγνυσθαι; Ἀλλ’ ὢ τῆς μετὰ τὴν ἀνάστα‐ σιν τριττῆς ἐρωτήσεως, δι’ ἧς οὐ μόνον τὸν ἐκείνου πρὸς
10αὐτὸν ἐγκάρδιον διετράνωσεν ἔρωτα, ἀλλὰ καὶ τὰ τῆς τε‐
λευτῆς προηνίξατο διὰ τῆς νεότητος καὶ τοῦ γήρως καὶ τοῦ ἀλλοτρίου περιζώματος, τὸ τῆς ἀντιστρόφου σταυρώσεως ὑποσημηνάμενος σχῆμα.992

33

Οὗτος περιουσίᾳ πίστεως τὴν ἐκ Θεοῦ καὶ Πατρὸς δεξάμενος ἀποκάλυψιν, Υἱὸν τοῦ Θεοῦ τοῦ Ζῶντος τὸν Χρι‐ στὸν τρανῶς ἀνεκήρυξε καὶ τὸ τῶν δύο φύσεων ἀληθὲς ἐπι‐ στώσατο. Οὗτος τῇ διδασκαλικῷ κατεμπιπράμενος πόθῳ
5πόρρωθεν τὰ τοῦ πάθους τοῦ Ἰησοῦ προαινιττομένου. «Ἵλεώς σοι, φησὶ, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο». Καὶ ὡς τὰ τῶν ἀνθρώπων φρονῶν καὶ οὐχὶ τὰ τοῦ Θεοῦ ἐπιτι‐ μηθεὶς τὴν περὶ τούτου σιγὴν ἐδιδάσκετο.

34

Οὗτος καὶ τοῦ πλοίου τὸν διδάσκαλον ἀπεπέμπετο τῷ ὑπερβάλλοντι τοῦ θαύματος ὑπερεκπληττόμενος, καὶ τῆς ἐκβολῆς αἰτίαν, τὸ ἑαυτὸν ἁμαρτωλὸν εἶναι προβαλλόμε‐ νος. Οὗτος [f. 167 ro] καὶ μεταμορφουμένῳ παρῆν τῷ Χρι‐
5στῷ καὶ σκηνὰς ἐπὶ τοῦ ὄρους οἰκοδομεῖν προτεθύμητο, τὴν Ἰουδαίων μιαιφόνον ἐκκλίνων ὁρμήν. Ἆρ’ οὐχ ὁ αὐτὸς ἐν τῷ τοῦ πάθους καιρῷ καὶ συντεθνάναι τῷ Ἰησοῦ ὑπισχνεῖτο; καὶ τῇ μαχαίρᾳ τὸ τοῦ φονέως οὖς ἀφῃρήκει; ἐν πᾶσι τὸ ζέον δεικνὺς καὶ διάπυρον τῆς πίστεως; Ἆρ’ ἵνα μὴ δὲ
10πρὸς τὸ λίαν ἀσυμπαθὲς καὶ ἄσπλαγχνον ἀποφέροιτο, οὐκ ἀρνήσει περιπεσεῖν συγκεχώρητο, καὶ κλαυθμῷ τὸ ἁμάρ‐ τημα ἐξιάσασθαι; Τί τ’ ἄλλα; Ἐῶ τὴν δειλίαν, τὴν φυ‐ γήν, τὴν ἀπιστίαν, τὴν εἰς αὐτὸν τὸν τάφον εἰσέλευσιν, τὰ τῶν μυροφόρων πρὸς αὐτὸν εὐαγγέλια, τὴν ἰδιαζόντως
15τοῦ Σωτῆρος πρὸς αὐτὸν ἐμφάνειαν, τὴν ἐπὶ τῆς Τιβεριάδος θαυματουργίαν, τά τε ἄλλα καὶ ὅσα καὶ πρὸ τοῦ πάθους καὶ μετὰ τὴν ἀνάστασιν ἀπιστοῦντί τε καὶ πιστεύοντι ἐνηρ‐ γήθη καὶ διεπράχθη· ἅπερ οὐ μάτην συνεχωροῦντο, ἀλλ’ ὅ‐ σον εἰς ἀνθρωπίνην ἧκεν κατάληψιν. Ἔσθ’ ὅτε μὲν ἀνα‐
20κτώμενα τὸ χαῦνον τοῦ ἀποστόλου καὶ ἀσθενές· ἔσθ’ ὅτε δὲ τὸ αὐστηρὸν καὶ θρασὺ τῆς ἐκείνου γνώμης ἀπορραπί‐ ζοντα καὶ δι’ ἑκατέρων διδάσκοντα μήτε μείζους τῆς ἀν‐
θρωπίνης ἀσθενείας ποιεῖσθαι τὰς ὑποσχέσεις, μήτε κατα‐ πίπτειν καὶ τεθηπέναι [f. 167 v0] καὶ ὀρρωδεῖν· ὅτε δέον993
25συγκοινωνεῖν τοῦ πάθους τῷ διδασκάλῳ, καὶ τὸ τῆς μαθη‐ τείας ὑποφαίνειν δουλοπρεπές, ἀλλ’ ἐν ὅροις μένειν μεσότη‐ τος, ὅσου ἀπέχειν θερμότητος ἀνεπισκέπτου καὶ ταπεινό‐ τητος μικροψύχου.

35

Ἐγὼ δὲ καὶ τοῦτο λέγειν οὐκ ὀκνήσω περὶ αὐτοῦ, ὅτι καὶ μάρτυς, ὡς αὐτός φησι, τῶν τοῦ Χριστοῦ παθη‐ μάτων γνωρίζεται, καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δό‐ ξης κοινωνός· ὅτι καὶ τοῖς ἐν τῇ διασπορᾷ πιστεύσασιν
5Ἰουδαίοις, ἁρμοζούσας τὰς πνευματικὰς δι’ ἐπιστολῶν ὑπέ‐ θετο παραινέσεις, δι’ ὧν ἀγάπην αὐτοῖς καὶ στηριγμὸν τῆς ἐν Χριστῷ πίστεως καθυπέφηνε, καὶ τὴν αὐτοῦ παρουσίαν ἐκ παντὸς ἐσομένην ἐλπίζειν ᾐνίξατο, ἐν αἷς καὶ τὴν ἐκ τοῦδε τοῦ σκήνους μετάθεσιν προσημαίνει καὶ ταύτην μό‐
10νον πρὸς ζῆλον καὶ φυλακὴν τῶν θείων ἐντολῶν ἀναμιμνή‐ σκει· ἐμφόβους τε καὶ περιδεεῖς ἐργάζεται τῷ τοῦ κατακλυ‐ σμοῦ παραδείγματι καὶ τῇ τῶν ἁμαρτησάντων ἀγγέλων κατακρίσει καὶ ταρταρώσει, πρὸς οἷς καὶ τῆς δευτέρας πα‐ ρουσίας ὑπομιμνήσκει, ἐν ἧ τοὺς οὐρανοὺς μὲν παρελεύσε‐
15σθαί φησι, στοιχεῖα δὲ καυσούμενα διαλυθήσεσθαι.

36

Τοῦτον καὶ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐμακάρισε καὶ [f. 168 ro] ὁ τούτου Θεὸς καὶ Πατὴρ ἐστεφάνωσε καὶ τὸ συγγενὲς καὶ Παράκλητον Πνεῦμα καθαγιάσαι θεόπνουν ὄργανον ἀπέδειξε. Τοῦτον αἱ τῶν νοερῶν ἀγγέλων ἐπευφή‐
5μησαν τάξεις. Τοῦτον ὁ τῶν ἀποστόλων ὑπερηγάσθη χο‐ ρὸς καὶ ὡς ἑαυτῶν στόμα περιεπτύξαντό τε καὶ ἀνύ‐ μνησαν. Τοῦτον οἱ τῷ Χριστῷ πεπιστευκότες ὁδηγὸν καὶ διδάσκαλον ἔχοντες, τοῖς τῆς ἀπιστίας προσκόμμασιν οὐ προσπταίουσι. Τοῦτον καὶ οὐρανομήκη καὶ πολύφωτον στῦ‐
10λον τοῦ νοητοῦ Ἰσραὴλ ὀνομάζομεν καὶ κυβερνήτην τῶν
ἐν πελάγει κακοπιστίας χειμαζομένων ψυχῶν. Τοῦτον καὶ ὡς τοῦ νόμου παρωσάμενον τὸ σκιῶδες ὑπερτιμῶμεν καὶ πρὸς τὸ τῆς ἀληθείας φέγγος μεταταξάμενον ἀνυμνοῦμεν. Ὄντως οὗτός ἐστιν ἡ τῶν ἀποστόλων κρηπὶς,994
15τῶν οὐρανίων μυσταγωγὸς, ὁ τῶν ἀποῤῥήτων ὑφυγητὴς, ὁ τῶν σαλευομένων στηριγμὸς, ὁ τῶν καταπιπτόντων ἀνορ‐ θωτὴς, ὁ τῶν ἐστηριγμένων συντηρητὴς, ὁ τῆς μετανοίας θερμότατος ὁδηγὸς, Πέτρος τὸ μέγα θαῦμα τοῦ κόσμου παν‐ τὸς, τὸ τῆς ἐκκλησίας καύχημα, τὸ τῶν μαθητῶν σεμνο‐
20λόγημα, τὸ τῶν ὀρθοδόξων ὡράϊσμα, τὸ τῶν θεολόγων ἐγκαλλώπισμα, τὸ στόμα Χριστο, ὁ νοῦς ὁ οὐράνιος, τὸ τῆς Τριάδος καθαρώτατον σκήνωμα, ὁ τῶν προσκε‐ κρουκότων διαλλακτὴς, ὁ τῶν σεμνῶς βιούντων χειραγωγὸς, ὁ τῶν καλῶς τρεχόντων ὑπασπιστὴς, ὁ παντὸς οὐρανίου καὶ
25ἐπιγείου ἐπαίνου καὶ πάσης εὐφημίας ἐπάξιος.

37

Τούτου αἱ μὲν σκιαὶ καὶ τὰ σουδάρια νόσων ὑπῆρ‐ χον φυγαδευτήρια. Αἱ δὲ τοῦ τιμίου σώματος προσψαύσα‐ σθαι ἁλύσεις ὅσῳ πλησιεστέρας ἔτυχον τῆς προσψαύσεως, τοσοῦτον ἀφθονοτέρας τῆς τῶν θαυμάτων μετέσχον ἐνεργεί‐
5ας· ἁλύσεις ἐκεῖναι αἱ πάνσεπτοι, αἱ πάντιμοι, αἱ τὸ ἀπο‐ στολικὸν ἐκεῖνο καὶ μακάριον συνδεσμήσασαι σῶμα, αἱ τὰς θαυματουργοὺς αὐτοῦ περισφίγξασαι χεῖρας, αἱ τῆς θείας χάριτος ἐξ αὐτοῦ ἐμπλησθεῖσαι, αἱ τὰ θαύματα ποταμηδὸν ἀναβλύζουσαι, αἱ τοὺς κάμνοντας τῶν νόσων ἀπολυτρού‐
10μεναι αἱ τοὺς πιστῶς προσπτυσσομένους καθαγιάζουσαι, αἱ τῶν ψυχῶν τὰς ῥυτίδας μυστικῶς ἐκκαθαίρουσαι, αἱ τῶν σαρκῶν τὰς νοσώδεις ἐπιρροίας ἀναστέλλουσαι, αἱ τῷ ἀερίῳ ὕψει συμπαρεκτεινόμεναι μέχρις αὐτῶν οὐρανῶν φθάνουσαι, καὶ ὡς ἀπό τινος ἀγκύρας τοῦ δεσποτικοῦ καὶ θείου θρόνου
15ἀποτεινόμεναι. Ταύτας ἔφριξε μὲν ὁ τῶν ἀποστατικῶν [f. 169 ro]
δυνάμεων ἄρχων καὶ εἰς ἔτι καὶ νῦν δέδοικε καὶ συνδέει πολλῷ ὑποχωρεῖ καὶ συστέλλεται. Ταύτας καὶ ἡ τῶν ἀερίων πληθὺς δεδοικυῖα καὶ τρέμουσα ταῖς ἐξ αὐτῶν θαυματουργοῖς βολίσι βαλλομένη, μακρὰν ἀπελήλαται· οὐ995
20γὰρ φέρει τὴν ἐν αὐταῖς ἐπισκιάζουσαν χάριν τοῦ Πνεύμα‐ τος, οὐδ’ ὑποστέγει τοὺς ἐν αὐταῖς τοῦ θείου πυρὸς ἀναπτο‐ μένους σπινθῆρας, ἀλλ’ ὑπ’ αὐτῶν πυρπολουμένη κατατε‐ φροῦται καὶ καταφλέγεται.

38

Ταύτας ἐχάλκευσε μὲν ὁ τοῦ Πατρὸς συναΐδιος καὶ συνάναρχος Λόγος εἰς ἆθλον τῆς ἐκείνου θεολόγου ὁμολογίας· ἐξεπύρωσε δὲ ὁ τῷ Ἡσαίᾳ προφανεὶς θεοπτικώτατος ἄνθραξ. Τὸ δὲ Παράκλητον Πνεῦμα τῇ παρ’ αὐτοῦ ἐμπνεύσει τὸ
5ἐκ τοῦ ἄνθρακος ἀναφυσῆσαι πῦρ πρὸς ἐργασίαν ἐναπετέ‐ λεσεν. Διά τοι τοῦτο κἂν σιδηρᾶς οὐσίας τυγχάνωσι, θεϊκῆς πεπλήρωνται χάριτος καὶ δυνάμεως. Ὑπὸ τούτων τὰ τῶν δαιμονίων πονηρὰ δεσμούμενα πνεύματα θανατοῦται καὶ ἀποπνίγεται. Ὑπὸ τούτων ὁ τοῦ κόσμου ἄρχων συρόμενος,
10ὡς αἰχμάλωτος ὑπὸ πιστῶν ἀνδρῶν καταπαίζεται. Ὑπὸ τούτων οἱ τοῖς τῶν πταισμάτων βρόχοις γεγονότες κάτοχοι λέλυνταί τε καὶ ἠλευθέρωνται, καὶ οἱ τοῖς τοῦ θανάτου ἄρκυσι περιεσχημένοι πρὸς ζωὴν μεταβαίνουσιν. [f. 169 vo] Αὗται τὰ τῆς Θεοῦ κληρονομίας ὅρια περιζωννῦσαι καὶ πε‐
15ριφράττουσαι, ἀνάλωτα τοῖς ἐχθροῖς ἀπεργάζονται. Αὗται τὰς τῶν χριστωνύμων στεφανοῦσαι κορυφὰς ἀπημάντους τῆς τῶν ἀοράτων συντηροῦσιν ἐπιβουλῆς. Εἰ γὰρ καὶ παρὰ τῶν κακούντων εἰς κολαστηρίου εἶδος τῷ ἀποστόλῳ γε‐ γόνασιν, ἀλλ’ εἰς ἀποτροπὴν τῶν κακούργων βουλομένων
20ἐδείκνυτο, οὐ μᾶλλον κολάζουσαι, ἢ φρουροῦσαι καὶ περι‐ τειχίζουσαι τὸ ἀποστολικὸν ἐκεῖνο καὶ τίμιον σῶμα. Ταύ‐ ταις ἐκαλλωπίζετο ὁ ἀπόστολος. Ταύταις ἐγάνυτο καὶ κατετέρπετο καὶ ὡς βασίλειον κόσμον περιφέρων ἠγάλλετο.
Ταύτας καὶ κολάσεως αἰτίας ἐγίνωσκε καὶ στεφάνων προ‐996
25ξένους ὑπελάμβανε. Ταύτας καὶ νῦν ἡ τοῦ Θεοῦ πανάμω‐ μος καὶ πανακήρατος νύμφη Ἐκκλησία ὥσπερ τινὰς μαρ‐ γαρώδεις ὁρμίσκους καὶ χρυσηλάτους κόσμους περικειμένη, καὶ οἷόν τινι στεφάνῳ ἐξ ἀκηράτων ἀνθέων διαπλακέντι σεμνυνομένη, ἐκ δεξιῶν τοῦ νοητοῦ Νυμφίου παρίσταται.

39

Ταύτας καὶ ἡμεῖς ὁ Χριστοῦ λαὸς περιούσιος κατα‐ σμαζόμεθα σήμερον. Ταύτας εὐλαβῶς προσκυνοῦμέν τε καὶ σεβόμεθα καὶ ὡς ψυχῶν ἀνάπλασιν λογιζόμεθα. Ταύταις πᾶσαν αἴσθησιν καὶ πᾶν μέλος προσπελάζοντες [f. 170 ro]
5τοῦ ἐκεῖθεν ἁγιασμοῦ ἐμπιπλάμεθα, καὶ νοητῶς τὴν τοῦ Πνεύματος χάριν ἐν ταῖς ψυχαῖς εἰσδεχόμεθα. Ἔδει γὰρ, ἔδει μὴ μόνον τῶν ἀποσπολικῶν χειρῶν τὰς ἁλύσεις ὑπερ‐ τιμᾶν καὶ γεραίρειν, ἀλλὰ καὶ καθ’ ἓν τῶν αὐτοῦ μελῶν τὰ προσπελάσαντα δικαστήρια περιπτύσσεσθαί τε καὶ κα‐
10τασπάζεσθαι καὶ καθ’ ἕκαστον αὐτῶν ἑορτὴν συγκροτεῖν καὶ πανήγυριν.

40

Ἔπρεπε δ’ αὖ πάλιν καὶ τῇ περὶ ἡμᾶς αὐτοῦ προ‐ νοίᾳ καὶ φιλανθρώπῳ σχέσει δι’ οὓς κεκοπίακε, δι’ οὓς καθ’ ἑκάστην ἤθλει καὶ ἠγωνίζετο, δι’ οὓς καὶ τὰς τῶν ἁλύ‐ σεων βαρύτητας περιέκειτο, καὶ τὸν διὰ σταυροῦ θάνατον
5ἡδέως καθυπεδέξατο, ἑαυτὸν τοῖς δι’ αὐτοῦ πιστεύσασι τῷ Χριστῷ διανεῖμαι καὶ συμμετρήσασθαι, καὶ Ῥώμῃ μὲν τῇ παλαιᾷ τὴν τοῦ πανσέπτου σώματος δωρήσασθαι κατά‐ θεσιν καὶ ταφὴν, τῇ δὲ βασιλευούσῃ καὶ νέᾳ τὰ τῶν πα‐ θῶν αὐτοῦ σύμβολά τε καὶ σήμαντρα, καὶ ἀντὶ τοῦ πανιέ‐
10ρου σώματος αὐτοῦ δῶρον ἐναποθέσθαι ταῦτα ποθούμενον, ἃ οὐκ ἄν τις πιστεύσειεν ἀθεεὶ καὶ κατὰ τήνδε πεφοιτηκέ‐ ναι τὴν μεγαλόπολιν.

41

Παλαιὸς γάρ τις καὶ ἀρχαίζων λόγος καὶ βίβλοις
αὐταῖς ἐναπόγραφος κάτεισιν ὡς ἡμᾶς μὴ μακρὰν τῶν τοῦ τετράρχου Ἡρώδου βασιλείων, φρουρεῖσθαί τε καὶ συγκεκλεῖσθαι [f. 170 vo] τὸν ἀπόστολον, πλησίον δέ που καὶ σύν‐997
5εγγυς ταῖς στρατιωτικαῖς σπείραις φυλάττεσθαι. Δέει τοῦ μὴ παρά τινων τῶν δεσμῶν ἀπολυθέντα τερατούργημα δόξῃ τὸ δραματούργημα· ἵν’ ἔκ τε τοῦ πλησιάζειν ταῖς βα‐ σιλικαῖς οἰκίαις, ἔκ τε τῶν φυλασσόντων καὶ τῆς τῶν ἁλύ‐ σεων περιβολῆς τε καὶ περιστάσεως, πάντοθεν σχοίη τὸ
10ἀναπόδραστον. Ἀλλ’ ἐπειδὴ πολλοὶ τῶν δι’ αὐτοῦ τῷ Χρι‐ στῷ πεπιστευκότων ἀνὰ τὴν βασιλικὴν ἑστίαν διῆγόν τε καὶ διέτριβον, καὶ ταῖς βασιλέως θεραπείαις ὑπηρετούμενοι, τὸ πρὸς Χριστὸν καὶ τὸν αὐτοῦ ἀπόστολον φίλτρον, ἐν καρδίας μυχοῖς περιέφερον. Παραδόξως τῆς ἀπολυτρώσεως δι’ ἀγγε‐
15λικῆς ἐπιστασίας ἐνεργηθείσης, ἐκεῖνος μὲν διὰ τῆς πύλης ἐξῄει τῆς πρὸς τὴν πόλιν φερούσης· τὰς δέ γε ἁλύσεις περὶ τὴν φρουρὰν καταλειφθείσας, οἱ τῶν τοῦ Ἡρώδου ὑπηρε‐ τῶν, ὅσοις τὸ τῆς θεογνωσίας ἐνήστραψε φῶς, ταύτας κρυφῇ ἀνελόμενοι καὶ παρ’ ἑαυτοῖς θησαυρίσαντες, καὶ παῖς
20παρὰ πατρός, ὃ δὴ λέγεται, τὸ περὶ αὐτὰς διήγημα τοῖς ἐφεξῆς παραπέμψαντες ἐν ἀσφαλεῖ κατεῖχον καὶ συγκατέ‐ κρυπτον, ἕως τὸ τῆς ἰουδαϊκῆς πατριᾶς ἔργον γεγονυίας πο‐ λέμου καὶ εἰς φροῦδον χωρησάσης, ἔτι μὴν καὶ τῆς εἰδω‐ λικῆς σκοτομήνης περιαιρεθείσης, ὑπὸ βασιλεῦσι πιστοῖς τὰ
25Ῥωμαίων γέγονε σκῆπτρα, οἷς διὰ σπουδῆς ὄντα περὶ Χρι‐ στοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων παντοίως τιμᾶν, φανεροῦται καὶ ἡ ἀποστολικὴ αὕτη ἅλυσις, καὶ ὑπ’ αὐτῶν πρὸς τὴν βασιλεύουσαν τῶν πόλεων ἀναφέρεται, καὶ τῷ τοῦ ἀποστό‐ λου ἱερῷ τεμένει ἐπαξίως ἐγκατατίθεται, ἣν ὡς αὐτοῦ ἐκεί‐
30νου τὸ θαυματουργὸν σκῆνος καὶ τιμῶμεν καὶ κατασπα‐ ζόμεθα.

42

Ταύτην γὰρ βλέποντες, ἐκεῖνον νοητῶς κατοπτεύ‐ ομεν καὶ ταύτῃ προσψαύοντες, ἐκείνῳ προσψαύειν οἰόμεθα. Τί δὲ ἡ μάχαιρα; οὐ δὲ γὰρ ταύτην παροπτέον, ὅτι καὶ αὐτὴ χειρὶ σπωμένη ἀποστολικῇ, ὅλην ἐκεῖθεν τοῦ πανα‐998
5γίου Πνεύματος τὴν χάριν ἐπλούτησε, μεθ’ ἧς καὶ κατὰ τὸν τοῦ πάθους καιρὸν παίσας τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ τὸ τούτου ἀποτεμὼν ὠτίον, ἔδειξε μὲν τὸ θερμὸν τῆς πρὸς τὸν διδάσκαλον πίστεως· ἔδρασε δέ τι μεῖζον καὶ ὑπὲρ ἄνθρωπον, οὐκ αὐτὸς, ἀλλὰ πρὸς τὸ τοῦ διδασκάλου δυνα‐
10τὸν ἀφορῶν, δι’ οὗ τὸ τιμηθὲν αὖθις τῷ πεπληγότι ἀποκα‐ θίστατο. Ἵνα τί γένηται; Ἱν’ ἐντεῦθεν [f. 171 ro] τὸ μεμηνὸς ἐκεῖνο πλῆθος κατ’ αὐτοῦ τῶν Ἰουδαίων τῇ θερα‐ πείᾳ τοῦ τμηθέντος μορίου σωφρονισθὲν καὶ τῆς κατὰ Χρι‐ στὸν λύσσης ἀπαλλαγὲν τῆς προδοσίας ἀπόσχοιτο, καὶ γνῷ
15διὰ τῆς πείρας τοῦ προδιδομένου τὸ παντοδύναμον καὶ τὸ τῆς αὐτοῦ θεότητος μέγεθος. Διδάσκοιτο δὲ καὶ ὁ ἀρχιε‐ ρεὺς παρ’ αὐτοῦ τοῦ θαύματος ἐναργέστερον καὶ γνοίη ὡς οὐκ ἂν οὕτω ταχείας ἠξίωτο θεραπείας ὁ πεπονθώς, εἰ μὴ Θεὸς ἦν ἀληθὴς ὁ παρ’ αὐτοῦ ἐταζόμενος καὶ κρινόμενος.

43

Παρῆν δὲ τῷ ἀποστόλῳ ἡ μάχαιρα, οὐχ ὡς ἄν τις φαίη χρείαις ἰδίαις ὑπηρετησαμένη καὶ πρὸς ἔργα χει‐ ρῶν ἀντιληψομένη. Πῶς γάρ; Ὅς γε ταῖς τοῦ Διδασκάλου πειθόμενος παραινέσεσι, μὴ πήραν, μὴ ζώνην, μὴ μάχαιραν.
5ἐπιφέρεσθαι, ἀπέριττός τε καὶ ἄσκευος καὶ τῶν βιωτικῶν πάντη ἀπηλλαγμένος, τοῖς ὑποδεχομένοις τὸ κήρυγμα ἐγνω‐ ρίζετο.

44

Ἀλλ’ ἐπειδήπερ ὁ τοῦ πάθους ἠλπίζετο καιρὸς, ἔτι τε τοῖς μαθηταῖς οἱ λογισμοὶ περὶ αὐτὸν ἐκυμαίνοντό τε καὶ ἐσαλεύοντο ἐν μεταιχμίῳ οὖσιν ἀπιστίας καὶ πίστεως, μήτε δι’ ἐκείνης πρὸς ὑψηλοτέρας ἐννοίας ἀνελθεῖν συγχω‐
5ρούμενοι, μήτε διὰ ταύτης πρὸς ταπεινοτέρας κατελθεῖν ἀφιέμενοι. [f. 172 ro] Καὶ καθαρῶς μὲν τὰ τοῦ πάθους προσημάναι οὐκ ἦν ἀκίνδυνον ἀτελεστέροις οὖσιν· ἐδεδίει
δ’ αὖθις ἐκφαντικώτερον τοῦτο προσθεῖναι, τὸ δειλὸν αὐτῶν ὑποπτεύων καὶ ἔμφοβον αἰνιγματωδῶς ἐντίθησι τὴν τοῦ999
10πάθους ὑπόμνησιν.

45

Τί φάσκων; Καὶ «Ὅσα μὴ ἔχετε μαχαίρας, ἀγο‐ ράσατε». Ἀκατάλληδα τὰ ῥήματα. Ὁ πρὸ μικροῦ δι‐ δάσκων μὴ πήραν μὴ μάχαιραν κτᾶσθαι, νῦν κελεύει μα‐ χαίρας ὠνεῖσθαι. Ναὶ, φησὶν, ὅτι τότε μὲν τὰ τῆς ἀκτη‐
5μοσύνης αὐτοῖς ἐντιθεὶς σπέρματα καὶ κούφους καὶ εὐσταλεῖς πρὸς τὸν τοῦ Εὐαγγελίου δρόμον ἀποτελῶν, καὶ μαχαιρῶν καὶ τῶν ἄλλων ὑλῶν ἀπηγόρευε τὴν κτῆσιν. Ἐνταῦθα δὲ, καιροῦ καλοῦντος, ἐν ᾧ τὸ σωτήριον πάθος ἔμελλεν ἐνεργεῖσθαι ἠρέμα καὶ κρυφιομύστως τοῦτο ὑποσημαίνειν
10βούλεται, ὡς οὐ χρὴ καθεύδειν καὶ ἀναπεπτωκέναι, ἀλλὰ πρὸς Ἰουδαίους ἀνθοπλίζεσθαι πρὸς φονευτὰς ἀντιπαρατάσ‐ σεσθαι, πρὸς θεοκτόνους ἀνταγωνίζεσθαι, πρὸς τοὺς τὸν ἐμὸν διψῶντας θάνατον (ἀντιπολεμεῖν καὶ) ἀντιμάχεσθαι.

46

Οὐκ ἔτι καιρὸς διδασκαλίας, οὐκ ἔτι θεραπείας ἀρ‐ ρωστούντων, οὐ θαυμάτων ἐπιδείξεως· ὅπλων χρεία, μαχαι‐ ρῶν καὶ τῶν ὁμοίων τούτοις ἀμυντηρίων, οἷς οἱ μιαιφόνοι πρὸς τὴν ἐμὴν ἀφαίρεσιν [f. 172 vo] χρήσονται. Κατὰ τοῦ‐
5τον δὴ τὸν τρόπον Πέτρος τὴν μάχαιραν ἐπεφέρετο, εἰδότος μὲν τοῦ Ἰησοῦ τὸ τοῦ μαθητοῦ θερμὸν καὶ διάπυρον, καὶ ὡς διὰ ταύτης, τὴν ἐκτομὴν ποιήσαιτο τοῦ ὠτὸς, οὐ μὴν ἀπείρξαντος, ἵνα καὶ τὸ διακαὲς αὐτοῦ πρὸς τὸν διδάσκαλον παραγυμνωθῇ καὶ τὸ τῆς ἰάσεως ἔργον εἰς ἔλεγχον τῶν
10θεοκτόνων ἀποφανθῇ· καὶ ὅτι οὐ πρὸς ἄμυναν τὴν τῶν μα‐ χαιρῶν κτῆσιν τοῖς μαθηταῖς διωρίζετο, ἀλλὰ πρὸς σημα‐ σίαν τοῦ πάθους τοῖς εὐαγγελικοῖς πιστώθητι ῥήμασι· «Βάλε, φησὶν, τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς». Οὐ γὰρ διὰ ταῦτα ὑμῖν παρεκελευσάμην μαχαίρας κτήσα‐
15σθαι, ὥςτε δι’ αὐτῶν τοὺς ἐπιόντας ἀμύνασθαι. Οὐκ ἔστι παρ’ ἐμὸν τοῦτο στεργότερον. Εἰ γὰρ προσῆκον ἦν καὶ βου‐ λητὸν ἐμοὶ ἀντιμάχεσθαι, εἶχον ἂν παρακαλέσαι τὸν Πα‐ τέρα μου καὶ παρέστησεν ἄν μοι πλείους ἢ δώδεκα λεγεῶ‐ νας ἀγγέλων.1000

47

Ἀλλ’ ἐπεὶ ἑκουσίως αὐτὸν πρὸς τοὺς θεοκτόνους ἐκ‐ δέδωκα, διὰ τοῦτο καὶ τὴν τῶν μαχαιρῶν κτῆσιν πρὸς ση‐ μασίαν τοῦ πάθους ὑπῃνιξάμην. Εἰ γὰρ καὶ μικρόν σοι παρεχώρησα χρήσασθαι τῇ μαχαίρᾳ δι’ ἃς προέφην αἰτίας,
5καὶ τὸ τοὺς μαθητὰς φιλοκινδύνους ἐργάσασθαι, ἀλλ’ οὖν ἀπόστρεψον αὐτὴν εἰς τὴν θήκην αὐτῆς, ὡς οὐ θεμιτὸν ἐμοὶ μαχαίραις [f. 173 ro] καὶ ξίφεσι τὴν ἐκ τοῦ πάθους ζητεῖν ἀπολύτρωσιν.

48

Τὸ δ’ αὐτὸ τοῦτο καὶ ἀλλαχόθι προαινιττόμενος εἰ ἔστι παρὰ τοῖς μαθηταῖς μάχαιρα ᾔρετο, τῶν δὲ φησάντων μίαν εἶναι παρ’ αὐτοῖς, ἀρκεῖσθαι ταύτην προσεπειπεῖν τὸν Διδάσκαλον. Τί διὰ τῆς ἐρωτήσεως κατασκευάζων; μὴ
5μακρὰν ἔσεσθαι τὸ ἑαυτοῦ πάθος ὑποδηλῶν, ἀλλὰ καὶ ταῖς μαχαίραις χρῆσθαι τῶν ἐπιόντων εἰς ἄμυναν· εἴτε τὴν τοῦ νομικοῦ Πάσχα προσαγορεύων μετάληψιν καὶ τὸν ἐν αὐτῷ διὰ μαχαίρας ἀμνὸν τυθησόμενον, οὕτω τῆς μαχαίρας ἐπι‐ κτηθείσης τῷ Πέτρῳ ἐπεφέρετο ταύτην κἂν τῷ κηρύγματι
10ἅμα μὲν, εἴπου δεήσειε ταύτῃ χρησόμενος· τὸ δὲ πρόδηλον πρὸς μνήμην δι’ αὐτῆς ἐναγόμενος τῆς τοῦ διδασκάλου πα‐ ραινέσεως καὶ διὰ ταύτης τὸν τοῦ πάθους καιρὸν ἀναλογι‐ ζόμενος καὶ ὅσα τοῦ πάθους, τὸν φθόνον, τὸ μῖσος, τὴν ἐπιβουλὴν, τὴν προδοσίαν, τὴν ἄδικον κρίσιν, τὴν ἀδικω‐
15τέραν τοῦ θανάτου ψῆφον, τὸν σταυρὸν, τὴν ταφὴν, καὶ ὅσα ἐξῆν δρᾶσαι τοῖς μιαιφόνοις.

49

Ταῦτα διὰ μαχαίρας προενωπτρίζετο. Ταῦτα κατὰ διάνοιαν ἀνιστόρει καὶ ἔστρεφεν. Ταῦτα τῇ διανοίᾳ ἀνε‐ λογίζετο, τῆς μαχαίρας πρὸς ὑπόμνησιν τοῦτον διεγειρούσης καὶ θερμότερον ἀποτελούσης περὶ τὸ κήρυγμα. Αὕτη
5[f. 173 vo] καὶ πρὸς πάντα μὲν κίνδυνον τὸν ὑπὲρ Χριστοῦ τοῦτον ἐπήλειψε καὶ ἐπέρρωσεν· οὐχ’ ἥκιστα δὲ καὶ πρὸς τὸ τὰς ἱερὰς περιθέσθαι ἁλύσεις καὶ τὴν κατάδικον οἰκῆσαι εἱρκτήν, καὶ τέλος τὴν διὰ σταυροῦ τελείωσιν δέξασθαι. Ὅθεν καὶ ὡς τιμία καὶ πάνσεπτος καὶ ταῖς ἀποστολικαῖς1001
10χερσὶν καὶ ὑπουργήσασα καὶ προσψαύσασα καὶ πρὸς ἰσότητα τῶν παντίμων ἁλύσεων καὶ τιμωμένη καὶ σεβομένη, τῆς ἐν βασιλείοις ἔλαχε καταθέσεως, ἐν οἷς τέμενος ἱερὸν τῷ ἀποστόλῳ ἀνιδρυμένον ὡς θησαυρὸν ἱερὸν καὶ οὐράνιον ταύ‐ την ἔνδον ἐνεκολπώσατό τε καὶ περιέστειλε. Καὶ νῦν βα‐
15σιλεῦσι πιστοῖς καὶ θεραπείᾳ βασιλέων, καὶ πλήθεσι πάν‐ των πιστῶν ἁγιασμοῦ πηγὴ, χαρίτων οὐρανίων παροχὴ, ἰαμάτων παντοίων ἐπιρροὴ, προσκυνούντων σωτήριος φυλακὴ καὶ τῶν ἀσπαζομένων ἀνόρθωσις ψυχική. Εἰ δὲ καὶ βρα‐ χεῖα τις ὁρᾶται καὶ ἄμορφος οὐ διὰ τοῦτο παρορατέον· τὴν
20γὰρ ἀποστολικὴν ἐν αὐτῇ περιέχει τῶν τεραστίων ἰσχύν τε καὶ δύναμιν. Ταύτην καὶ ὡς δυνατοῦ ῥομφαίαν ἐκέκτητο καὶ ὡς δίστομον ἐγνώριζε μάχαιραν. Ἐπεὶ καὶ τἄλλα τῶν ἀποστολικῶν ἐσθημάτων τε καὶ περιβλημάτων πολλῆς γέ‐ μει τῆς εὐτελείας καὶ ταπεινότητος, ἀλλὰ πρὸς τὴν νοητὴν
25εὐπρέπειαν καὶ μεγαλειότητά [f. 174 ro] τις ἀπιδὼν εὑρή‐ σει ταῦτα πεπληρωμένα θεϊκῆς καὶ οὐρανίου χάριτος καὶ τῶν ἀποστολικῶν τερατουργημάτων κατὰ μηδὲν ἐλλείπον‐ τα, ἀλλ’ αὐτὸν ἐκεῖνόν τε εἰπεῖν καὶ τούτων ἐπιμνησθῆναι. Ἐγὼ δὲ καὶ αὐτὴν τὴν φρουρὰν παντοίως ἀξιῶ εὐφημίας
30καὶ πάσης σεβασμιότητος ἔμπλεων ὡς ἀξιωθῆσαν τηλικού‐ των ἁγιωσύνης τέμενος ἔνδον εἰσδέξασθαι.

50

Ἐγὼ καὶ αὐτὸ τὸ ἔδαφος ἐφ’ ᾧ ἀνακληθεὶς ἐκαθεύ‐ δησε δέσμιος, ἁγιοπρεπὲς ὑπολαμβάνω καὶ τῆς ἀποστολικῆς χάριτος μέτοχον. Ἀλλὰ διστάζει τις μὴ οὕτως ἔχειν αὐτὰ, μήδ’ ἐν μετουσίᾳ τῆς ἐν τῷ ἀποστόλῳ καθίστασθαι χάριτος.
5Αἱ σκιαὶ τοῦτον πεισάτωσαν καὶ τὰ σιμικίνθια. Αἱ μὲν τῇ ἀντιφράσει τοῦ σώματος πρὸς τὸ ἡλιακὸν φῶς συνιστάμεναι καὶ μακρὰν οὖσαι τῆς τοῦ κορυφαίου προσψαύσεως, τὰ δὲ τῷ τούτου χρωτὶ πλησιάσαντα τῆς ἐκεῖθεν μετείληφε θείας χάριτος, τῆς ἴσης θαυματουργοῦ δυνάμεως ἐμπιπλάμενα1002
10καὶ, ὃ τούτου παραδοξότερον, κατὰ δευτέραν μετουσίας ἀκο‐ λουθίαν τε καὶ μετάβασιν τῶν χαρίτων τοῖς προσπελάζουσι μεταδιδομένων καὶ τὸ ταυτὸν τῆς ἐναργείας τῶν θαυμάτων ἀναβλυζόντων ἀμείωτον.

51

Σκοπεῖν οὖν χρὴ, εἰ [f. 174 vo] τὰ ἐνεργούμενα τοι‐ αῦτα ποταπὸς ἦν ὁ ἐνεργῶν, καὶ εἰ τὰ μετέχοντα τηλι‐ κούτων θαυμάτων παρεκτικὰ, πηλίκον οἴεσθαι δεῖν τὸν ὑπ’ αὐτῶν μετεχόμενον. Μεῖζον γὰρ τὸ δι’ οὗ τοῦ ἐν ᾧ
5ἐστι, αἰτίαν τοῦ λόγου ἐπέχον πρὸς αἴτιον καὶ ὑποδεοῦς πρὸς δεκτικὸν ὕψωμα καὶ ἀξίωμα. Εἰ δὲ καὶ τὰ σανδάλια τούτου καὶ τὰ ἱμάτια, ἃ περιβαλέσθαι πρὸς τοῦ ἀγγέλου ἐπετέτραπτο, δοίη μοί τις θεάσασθαι, ἠσπασάμην ἂν καὶ περιεπτυξάμην καὶ ὡς οὐράνιον δῶρον τοῖς τῆς καρδίας τα‐
10μείοις συνέκρυψα. Τὴν οὖν τοιαύτην ἱερὰν μάχαιραν ταῖς ἱεραῖς καὶ ἀποστολικαῖς ἐπισυνάπτοντες ἁλύσεσιν, ἐκεῖνον ὁρᾶν νοητῶς φανταζόμεθα, καὶ ἀμφοτέροις προσψαύοντες, ἐκείνῳ προσψαύειν οἰόμεθα. Καὶ οὐδαμῶς ταῖς ἐννοίαις συνδιϊστῶμεν τὰ τοπικῶς ἀπ’ ἀλλήλων διϊστάμενά τε καὶ
15διαιρούμενα. Ἀλλ’ ἐντυποῦντες αὐτὰ τῷ νῷ καὶ ταῦτα κἀκεῖνον εἰς ἓν διὰ τῆς πίστεως ἑνοῦντες καὶ συνάπτοντες, πρὸς τὸν δι’ αὐτὸν πεπονθότα τὴν ἀναφορὰν τοῦ λόγου ποι‐ ούμεθα.

52

Ταῦτα περιπτυσσόμενοι αὐτὸν ἐκεῖνον ὁρᾶν πιστεύο‐ μεν. Κἀκεῖνον ἀνιστοροῦντες, ταῦτα τούτῳ περικείμενα ὁρᾶν οἰόμεθα, καὶ οὐ πάντη τῶν αὐτοῦ χαρίτων ἀμέτοχα [f. 175 ro] καθεστήκαμεν. Ἀλλ’ εἰ καὶ τῇ πα‐
5λαιᾷ ἐμφιλοχωρεῖ Ῥώμῃ διὰ τῆς τοῦ σώματος ἀποκληρώσεως, οὐδὲ ἡμῶν ἀπολιμπάνεσθαι
βούλεται διὰ τῆς αὐτοῦ μαχαίρας καὶ τῶν ἁλύσεων. Πάρεστι γὰρ καὶ πρὸς ἡμᾶς. Καὶ τοῦτον ὡς ὅλον κατέχοντες, οὐκ ἀπερρήγμεθα τῆς πρὸς αὐ‐1003
10τὸν συναφείας τε καὶ ἑνώσεως. Ἀλλὰ καὶ τῆς χάριτος μιᾶς οὔσης τῆς διὰ τοῦ σώματος καὶ τῶν ἁλύσεων καὶ ἱματίων καὶ τῆς μαχαίρας ἐνεργούσης, οὐκ ἄν τις διαπι‐ στήσειεν μὴ οὐχὶ καὶ ἐν ἑκάστῳ τούτων, ἄρτιον καὶ ὁλό‐ κληρον συμπαρεῖναι, καὶ τοῖς πιστῶς προσιοῦσι καὶ περι‐
15πτυσσομένοις πρὸς τὸ τοῦ θείου πόθου διάπυρον ἀντιμετρεῖν τὴν ἀντίδοσιν.

53

Οὗτος καὶ εἷς ἐστιν καὶ πολλοῖς ἐπιμεριζόμενος οὐκ ἠλάττωται, ἀλλὰ καὶ καθ’ ἑαυτὸν ὢν, τῆς ὁλότητος τὸ ταὐτὸν ἐπιδείκνυται. Κἂν τοῖς τοῦ πάθους συμβόλοις αὐ‐ τοῦ μεταβαίνων καὶ διαιρούμενος, ὁ αὐτός ἐστιν ὁ ἐνεργῶν
5καὶ θαυματουργῶν καὶ τῇ ἀποστολικῇ ἐκκλησίᾳ τερατουρ‐ γῶν τὰ ὑπερφυῆ· οὕτως οὐδὲν τῶν τῷ κορυφαίῳ προσόντων κενόν τε καὶ ἀνέργητον, οὐδὲν ἀδόξαστον, οὐδὲν τῶν ἐκ θεοῦ θαυμάτων ἀμέτοχον.

54

Σὺ δέ μοι Πέτρε, Χριστοῦ ἐκκλησίας πέτρα καὶ στήριγμα, ἡ κορυφαία τῶν ἀπο‐ στόλων ἀκρότης, ὁ τοῦ Χριστοῦ γνήσιος καὶ διάπυρος μαθητὴς, ὁ πλέον τῶν ἄλλων τῇ
5πρὸς αὐτὸν παρρησίᾳ χρώμενος, ὁ Θεοῦ Υἱὸν Ζῶντος τοῦτον ἀνακηρύξας, ὁ τὰς κλεῖς τῶν οὐρανῶν βα‐ σιλείας ἐγχειρισθεὶς, καὶ δεσμεῖν καὶ λύειν ἐν οὐρανοῖς τὰ ὑπὸ σοῦ ἐν γῇ καὶ δεσμούμενα καὶ λυόμενα, ὁ τῆς ἐναν‐ θρωπήσεως Χριστοῦ μεγαλοφωνότατος κήρυξ, ὁ τοὺς ἐκ πε‐
10ριτομῆς νομικῆς πρὸς τὴν ἀκροβυστίαν τῆς τοῦ Θεοῦ ἐπιγνώ‐ σεως μεταθέμενος, ὁ πάντα διὰ Χριστὸν καταλιπὼν καὶ αὐτὸν μόνον ἀντὶ πλούτου παντὸς κτησάμενος, ὁ θανατοῦν καὶ ζωογονεῖν τὴν ἐνέργειαν εἰληφὼς παρ’ αὐτοῦ, δι’ ἃς ἐκεῖνος αἰτίας σοι ἀπεκάλυψεν, ὁ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνα‐
15τεταμένος στῦλος καὶ ὁδηγῶν τοὺς πρὸς τὰς ἐκεῖσε μονὰς
ἐπισπεύδοντας, ὁ διὰ τῆς λευϊτικῆς ἰδιωτείας τὴν ἑλληνικὴν τεχνολογίαν ἀπομωράνας, ὁ ἐν Πνεύματι θείῳ φθεγγόμενος, καὶ τῷ ῥήματι μόνον πρὸς τὸ δοκοῦν μετατρέπων τὰ ὑπο‐ κείμενα, ὁ τὴν ἐπώδυνον ἐκείνην καθυποστὰς σταύρωσιν,1004
20ἵν’ ἐν μηδενὶ καθυστερῇς τῶν τοῦ διδασκάλου παθῶν, ὁ τὰς ἁλύσεις ταύτας δίκην κακούργου φορέσας καὶ ἰαμάτων πη‐ γὴν ταύτας ἀποτελέσας, πάρεσο σήμερον συμπαθῶς, ἐπιδή‐ μησον ἐνταυθοῖ ἀοράτως, ἐπίστηθι, τῷ θαυματουργῷ σου τούτῳ τεμένει καὶ τῇ σῇ ἁγίᾳ κλήσει διαφερόντως [f. 176 ro]
25τιμωμένῳ, ἐν ᾧ σου τὰς τιμίας ἁλύσεις θησαυρι‐ σθῆναι εὐδόκησας, ἐν ᾧ ταμισθῆναι ταύτας ὡς ἱερώτατα κειμήλια κέκρικας, ἐν ᾧ καὶ προκείμεναι καὶ πᾶσι πιστοῖς καθορώμεναι, τὰς ἐκ σοῦ νοητὰς ἐποχετεύσεις τῶν θαυμά‐ των κρουνηδὸν τοῖς ἐθέλουσιν ἀναβλύζουσι. Ταύταις κα‐
30τάδησον τὰ τῶν ψυχῶν ἡμῶν τραύματα. Ταύταις τὰς ἐκ τῶν πταισμάτων ὀγκώσεις καὶ φλεγμονὰς ἀνατεμὼν νοη‐ τοῖς φαρμάκοις συνούλωσον. Ταύταις ὡς ὅπλῳ εὐδοκίας τὸ τοῦ Χριστοῦ στεφάνωσον ποίμνιον. Ταύταις τοὺς βαρβά‐ ρους δεσμῶτας ἀνάδειξον· δοριαλώτους ἀπέργασαι, καὶ τῇ
35τιμώσῃ σε πόλει λάφυρον πολεμικὸν ἀποτέλεσον. Πρὸ δὲ πάντων τὸν εὐσεβῆ καὶ πιστότατον ἡμῶν αὐτοκράτορα, ἀντὶ στρατιωτικῶν ὅπλων, ταύταις καθόπλισον, περίφραξον, περιφρούρησον, νίκαις καὶ τροπαίοις κατάστεψον, φοβερὸν πολεμίοις ἀνάδειξον, ποθεινὸν ὑπηκόοις ἀπέργασαι, ὡς ἂν,
40εἰρηνικῶς ὑπ’ αὐτοῦ βασιλευόμενοί τε καὶ κυβερνώμενοι, ἤρε‐ μον καὶ ἡσύχιον διανύωμεν βίον, δοξάζοντες τὸν ἀληθινὸν Θεὸν ἡμῶν, ὃν διὰ παντὸς ἐδόξασάς τε καὶ ἐμεγάλυνας, ὅτι αὐτῷ πρέπει πᾶσα τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ συμφυεῖ καὶ ὁμοουσίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ
45εἰς τοὺς αἰῶνας [τῶν αἰώνων. Ἀμήν.]1005