TLG 2062 430 :: JOANNES CHRYSOSTOMUS :: In illud: Nolite thesaurizare vobis thesauros in terra [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In illud: Nolite thesaurizare vobis thesauros in terra [Sp.] Citation: Pg — (ln) | ||
629(15t) | (Κωδ. 27 συλλογῆς ἁγ. Σάββα φυλ. 27α—29β.) | |
16t | «Τοῦ αὐτοῦ εἰς τὸ «μὴ θησαυρίζετε ἑαυτοῖς θησαυροὺς ἐπὶ τῆς | |
---|---|---|
17t | γῆς καὶ τὰ ἑξῆς», | |
18 | Ὁ φιλάνθρωπος δεσπότης, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Λόγος, ὁ ὅμοιος κατὰ πάντα τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ παναγίῳ, ἀφ’ ὧν αὐ‐ | |
20 | τὸς διὰ φιλανθρωπίαν χαρίζεται, ἀπὸ τούτων καὶ ἡμᾶς εἰς φιλανθρωπίαν προσκαλεῖται· διὸ ἔλεγε «γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστὶν» «ὅστις ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονη‐ | |
ροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους». Ὅταν δὲ εἴπῃ ὁ | 629 | |
630 | τοῦ Πατρός, δῆλον ὅτι τὴν φύσιν τῆς ἁγ. Τριάδος κηρύττει. Καὶ γὰρ Θεὸς ὁ Πατήρ, Θεὸς ὁ Υἱός· οὔτε γὰρ ἀλλότριος τῆς φύσεως τοῦ Πα‐ τρὸς ὁ Υἱός· δῆλον ὅτι καὶ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς γὰρ Πέτρος ἔλεγε πρὸς Ἀνανίαν «ἵνα τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύ‐ | |
5 | σασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; ... οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ»; Οὐκοῦν θεότητα τριάδος προσκυνήσωμεν, ἵνα μὴ θεότητος ἐκπέ‐ σωμεν. Ποῦ τοίνυν ἡμᾶς χειραγωγεῖ λέγων «μὴ θησαυρίζετε ὑμῖν θησαυ‐ ροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διο‐ ρύσσουσι καὶ κλέπτουσι· ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, | |
10 | ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι καὶ κλέπτουσι»; Ἐπεὶ καὶ ἐλεεινῶς ἡμᾶς προτρέπεται ἐπὶ φιλανθρωπίαν προσκαλούμενος καὶ λέγων· ᾔτησας καὶ ἔδωκα· ὅταν δὲ καὶ σὺ παρὰ τῶν πενήτων αἰτηθῇς χάρισαι Ἐζήτησας ὀλίγα καὶ ἔδωκά σοι πολλά. Καὶ σὺ ὅταν αἰτηθῇς πολλά, κἂν ὀλίγα χάρισαι. Ἀπηγόρευσεν ἡ γῆ | |
15 | παρ’ ὀλίγον τὰς ἐλπίδας, ἀπηγόρευσε τὰ γεννήματα, τὸ οὐράνιον γάλα. Φόβος καὶ τρόμος τῶν ἀνθρώπων τὰς καρδίας διέσεισε. Ἀνέμεινα τὴν δόσιν, ἵνα σὺ ζητήσῃς τὴν δόσιν· ὑπερεθέμην τὴν χάριν, ἵνα σὺ προ‐ έλθῃς τῇ χάριτι. Ἠπείλησα πρὸς ὀλίγον, ἵνα μάθῃς τὸν βρέχοντα καὶ προσκυνήσῃς τὸν τρέφοντα, ἵνα ἐπιγνῷς τὸν ζωήν σοι παρέχοντα. | |
20 | Ἐγὼ ὡς ἐπεγνώσθην, παρεκλήθην. Δέδωκας πλουσιωτέραν τὴν δω‐ ρεάν. Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν «ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦ‐ μεν». Ἐπληθύνθη πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον δι’ ὑμῶν τῶν λιτανευόντων ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, μᾶλλον δὲ σκεπάσαι τὰ γεννήματα. Καὶ βοᾷ πρὸ τῶν λόγων τὰ πράγματα. Τοιγαροῦν οἱ | |
25 | λαβόντες παρ’ ἐμοῦ μεγάλα, κἂν μικρὰ τοῖς πένησι χαρίσασθε. Ἐγὼ τὰ μεγάλα χαρίζομαι, δίδου σὺ τὰ μικρὰ ἀπὸ τῶν μεγάλων, ὧν ἔλαβες παρ’ ἐμοῦ· τὰ ἐμὰ ἐμοὶ δός· ἐγὼ τὴν χάριν λογίζομαι, κἀγὼ αὐτὰ ποιήσω μετὰ πολλῆς προσθήκης. Διὰ γὰρ τοῦτο ἐκάλεσά σε, φησί, καὶ ἑτέροις δοῦναι, ἵνα σὺ μᾶλλον ἀσφαλέστερα κατέχῃς· ὡς μὲν γὰρ | |
30 | αὐτὰ κατέχεις οὐδὲ οὕτως κατέχεις, ὅταν δὲ ἑτέροις δώσῃς δι’ ἐμέ, τότε αὐτὰ ποιήσω μετὰ πάσης προσθήκης. | |
Οὕτως ἡ φιλία τοῦ Θεοῦ πάντα ὑπερβαίνει. Δῶμεν τοίνυν τῷ | 630 | |
631 | Θεῷ τῷ δεδωκότι. Ὁ γὰρ δοὺς ἡμῖν, μηδὲν λαβὼν παρ’ ἡμῶν, πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν αὐτὸν δώσει μειζόνως. Ἐγὼ τὸ αἷμα ἐξέχεα ὑπὲρ σοῦ· σὺ κἂν ἀργύριον δὸς ὑπὲρ ἐμοῦ μὴ κατὰ τὸν Ἰούδαν εἰς προδοσίαν ἀλλὰ τῷ πένητι διὰ φιλανθρωπίαν. Ἐγὼ Θεὸς ὢν ἄνθρω‐ | |
5 | πος γέγονα διὰ σέ· σὺ τὸν ἄρτον χάρισαι διὰ σαυτὸν τῷ πένητι, οὐχ ἵνα πένητα θρέψῃς μόνον· ἀλλ’ ἵνα κἀμὲ διὰ τοῦ πένητος θρέψῃς καὶ χορτάσῃς τὸν εἰπόντα· «ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν» καὶ «ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιή‐ σατε». Οὕτω λέγει ὁ Θεὸς ὁ τῶν ὅλων Δεσπότης· «ὅτι σοὶ ἐγκαταλέ‐ | |
10 | λειπται ὁ πτωχός». Ὥσπερ ἂν παιδίῳ δώσῃ ἀργύριόν τις, μετὰ πάσης ἀσφαλείας κατέχειν ἐπιτάττει καὶ λαβὼν μετὰ πάσης σπουδῆς ἀσφα‐ λίζεται, οὕτω θέλει ὁ Θεός· δός, φησί, τῷ δεομένῳ, παράδος εἰς τὸν ἀσφαλέστερον κόλπον τοῦ πένητος, ἵνα μή τις ἁρπάσῃ, δὸς εἰς τὸν ἄ‐ συλον θησαυρόν, ἵνα μή τις ἀποκλέψῃ, σκόρπισον εἰς τὴν εὐθαλεστέ‐ | |
15 | ραν γῆν, ἵνα ἑκατονταπλασίονα λήψεσαι. Καὶ ποῦ ὁ τόκος εἰπέ, φη‐ σίν, ὦ δέσποτα; ὁ τόκος, φησί, ζωὴν αἰώνιον κληρονομήσετε. Ἀλλὰ πάλιν λέγει τις τῶν ἀφρόνων· διδάσκαλε, τίς τὰ ἐμὰ ἀπὸ τῶν ἐμῶν θησαυρῶν συλῆσαι δυνήσεται; τὰ κλεῖθρα κέκλεισται μετὰ πάσης ἀ‐ σφαλείας. Φύλακες παρίστανται πολλοὶ καὶ πιστοί, οἱ τὰς ἐμὰς πεπι‐ | |
20 | στευμένοι παραθήκας. Πανταχόθεν ἠσφαλισάμην τοῖχον καὶ δῶμα· κλεῖθρα σιδηρᾶ καὶ φυλακὴ πολλή. Ὢ τῆς ἀπονοίας! ὁ ταλαίπωρος χρυσὸς ἐν δεσμωτηρίῳ κατάκειται, μηδὲν ἁμαρτήσας καὶ οὐδὲ φωτὸς ἀξιοῦται, ὁ πάσης ὕλης τιμιώτερος ὧν νομίζομεν. Ναὶ ἡ τιμὴ ἐν ἀτι‐ μίᾳ μετὰ ἀξιοπίστου φυλακῆς. Καὶ τίς τὰ ἐμὰ ἀπὸ τῶν ἐμῶν ἁρπάσαι | |
25 | δύναται, φησίν; ἀλλ’ ἔλαθες ἑαυτὸν ὦ ἄνθρωπε φυλάττων ἀφυλάκτως τὸν χρυσόν, τὸν μηδέποτε πίστιν ἔχοντα. Πρόκειται γάρ, τοῖς πολλοῖς ἀπὸ τούτου πρὸς ἐκεῖνον ταχέως μεταβαίνων, πρόκειται τοῖς πολλοῖς ...... καὶ ἄρχουσι καὶ συκοφάνταις καὶ ταῖς τῶν δυναστευόντων ἐπιβουλαῖς καὶ κλέπταις καὶ λῃσταῖς καὶ τοιχωρύκταις. Ἐπείγομαι κατα‐ | |
30 | λείπειν σε καὶ εἰς ἑτέρων χεῖρας μεταβαίνειν· πολλὰ γὰρ πηδᾷ ὁ χρυσὸς | |
ὡς ἀκρὶς ἀπὸ τόπου εἰς τόπον, ἀπὸ τούτου εἰς ἐκεῖνον. Ὅταν δὲ διὰ | 631 | |
632 | τούτων ἁπάντων μὴ δυνηθῇ σε καταλιπεῖν, τότε λοιπὸν ἀποθνήσκοντός σου οὐδέν σοι προσφέρει, οὐδὲ μέχρι τῶν τάφων συνέρχεται, ἀλλ’ ἐπεί‐ γεται διὰ πολλοῦ χρόνου τὸ φῶς ἰδεῖν καὶ ταχέως εἰς τὰς ἑτέρων χεῖρας μεταπηδῆσαι. | |
5 | Διὰ τοῦτο καὶ ὁ προφήτης βοᾷ· «μὴ φοβοῦ ὅταν πλουτήσῃ ὁ ἄν‐ θρωπος ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀ‐ ποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα». Ἀλλὰ καὶ φησὶν ὁ ἄνους· πλού‐ σια γέγονε τὰ τέκνα μου· τί πρὸς σὲ ταλαίπωρε τὸν γυμνὸν καὶ πένητα ἀπερχόμενον; τί πρὸς σὲ τὸν ἀπαιτούμενον εὐθύνας ἐκεῖ ὑπὲρ τῶν ἐν‐ | |
10 | ταῦθα παρὰ σοῦ καταλειφθέντων; Διπλᾶς γὰρ ἀπαιτηθήσει τὰς εὐθύ‐ νας ἐκεῖ ὑπὲρ ὧν κακῶς ἐθησαύρισας καὶ ὑπὲρ ὧν ἀφορμὴν δέδωκας τοῖς σοῖς κληρονόμοις εἰς ἀσωτείας καὶ γοητείας καὶ πορνείας καὶ συν‐ θήκας παρανόμους δαπανῆσαί σου τοὺς καμάτους. Διὰ τοῦτο καὶ ἡ Γρα‐ φὴ λέγει «τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς | |
15 | κρίσιν»· τισὶ δὲ καὶ ἐπακολουθοῦσι διὰ τῶν παρανόμων δαπανημάτων τῶν γινομένων ὑπὸ τῶν σῶν κληρονόμων. Διὸ καὶ ὁ Χριστὸς ἔλεγε· «μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς· ἀλλὰ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ». Θέλεις μαθεῖν τούτου τὴν ἀσθένειαν καὶ τὴν ἰσχύν; πρόθες σεαυτῷ τοὺς θησαυροὺς ἐν μέσῳ καὶ κείμενος καὶ πυ‐ | |
20 | ρέσσων καὶ κακῶς ἔσει περισφιγγόμενος πανταχόθεν καὶ πρὸς ἐκείνην τὴν ἀπαραίτητον ἀποδημίαν ἑλκόμενος. Καὶ πρόθες εἰς μέσον τὸν χρυσὸν καὶ εἰπέ· ὦ χρυσέ, ὁ ὀξὺς τοῖς ἀνθρώποις εἰς ἁμαρτίαν· πολ‐ λάκις ἐπιόρκησα διὰ σέ· πολλάκις ἐβλασφήμησα διὰ σέ· πολλάκις κιν‐ δύνους θαλάσσης ἐπέρασα διὰ σέ· τοὺς γεννήσαντας ἐξύβρισα διὰ σέ· | |
25 | τοὺς φίλους ἐμίσησα διὰ σέ· τοὺς ἀπὸ γένους ἀπεστράφην διὰ σέ· μυ‐ ρίοις κακοῖς ὑπεύθυνος ἐγενόμην· διὰ σὲ ἁμαρτίας ἔχω· σὺ κἂν ἅπαξ μοι βοήθησον ἀντὶ τῶν πολλῶν μου κακῶν· κἂν ἅπαξ μοι εὐεργέτησον, κούφισόν μου τὸν πυρετόν, ἐλάφρυνόν μου τὴν νόσον, ἐξαγόρασόν μου τὸν θάνατον· ἐγὼ πεντήκοντα χρυσίνων ἄνθρωπον οἰκέτην ἠγόρασα. Σὺ | |
30 | πορεύθητι μετὰ μυρίων χρυσίνων ἢ καὶ ἄλλων τοσούτων καὶ ἄνεσίν μοι ὠνήσατε. Οὐ λέγω σοι θάνατον τὸν ἐμὸν ἐξαγόρασον, οὐδὲ γὰρ δύνασαι. Ἀλλὰ κἂν ὀλίγων ἡμερῶν προθεσμίαν μοι ζωῆς ὠνήσατε. Κἀκεῖνος πρὸς σὲ ἀποκρίνεται. Τί ἄνθρωπε πλανᾶσαι; οὐκ ἔμαθές μου τὴν ἰσχύν, ὅτι μόνον ἐνταῦθα δι’ ὀλίγου χρόνου ταραχὴν ἔχω; οὐκ εἶδες | |
35 | πολλάκις τὸν σήμερον πλούσιον αὔριον πένητα; οὐκ εἶδες πολλά‐ | |
κις τὸν σήμερον δικαστὴν αὔριον δεσμώτην; Οὐκ εἶδες πολλάκις | 632 | |
633 | τὸν σήμερον πάντων ὑψηλότερον δεσπότην αὔριον πάντων ἐλαχιστό‐ τερον οἰκέτην; οὐκ εἶδες πολλάκις ὅτι πῶς τῶν αὐτῶν δεσμῶν ἀπη‐ λαύσαμεν κἀγὼ καὶ ὁ κεκτημένος μοι; ὀλίγον χρόνον τὴν ταραχὴν καὶ τὸν θόρυβον ἐνταῦθα ἔχω. Μὴ γὰρ εἶδές μέ ποτε ἐκδημήσαντα; οὐχ | |
5 | ὡς ὁ πηλὸς οὗτος λελόγισμαι τῷ δεσπότῃ, μὴ δυνάμενος ὠφελῆσαί τινα τῶν κακῶν, εἰ μὴ ὅτε πρὸς τὰς χεῖρας τῶν πενήτων διασκορπι‐ σθῶ; Ἀλλὰ θέλεις βοηθήσω σοι ἄνθρωπε; Λῦσόν με τῶν δεσμῶν τῶν ἐνταῦθα κἀγὼ λύσω σε τῶν δεσμῶν τῶν ἐκεῖσε· ἀπόλυσόν με τῆς φυ‐ | |
10 | λακῆς, παράδος με τοῖς πένησι, σκόρπισόν με τοῖς πτωχοῖς· «Ἐσκόρ‐ πισεν, ἔδωκε τοῖς πένησι· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰ‐ ῶνα». Συγχώρησον μοι θρέψαι τοὺς ὀρφανούς, ὅλως εἰ θέλεις ἵν’ ἀκολουθήσω σοι. Συγχώρησόν μοι καλύψαι τοὺς γυμνητεύοντας κἀγὼ σὲ καλύπτω ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. «Μακάριος γὰρ ὁ συνιὼν ἐπὶ | |
15 | πτωχὸν καὶ πένητας, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος». Θέλεις βοηθήσω σοι; Ἄφες βοηθῆσαι τοῖς πένησι· ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Διπλῆν ἔχω τὴν δύναμιν καὶ τὴν ἰσχύν. Ἐὰν ἐνταῦθα φυλαχθῶ, γίνομαι δικαστὴς ἐκεῖ καὶ καταδικάζω τοὺς φυλάσσοντάς με. «Ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι τῷ | |
20 | μὴ ποιήσαντι ἔλεος». Ἐὰν ἐνταῦθα σκορπισθῶ, γίνομαι ἐλεημοσύνη καὶ ἐλεῶ τοὺς ἐλεοῦντάς με. «Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται». Διὰ γὰρ τοῦτο ὁ Χριστὸς ἔλεγε· «ποιήσατε ὑμῖν φί‐ λους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵνα δέξωνται ὑμᾶς εἰς τὰς αἰωνί‐ ους μονὰς αὐτῶν». Οὐκοῦν συγχώρησόν μοι μεταβληθῆναι τὴν φύ‐ | |
25 | σιν καὶ γίνομαι ἀντὶ χρυσοῦ ἐλεημοσύνη καὶ εἰσέρχομαι εἰς τὸν βα‐ σιλέα τῶν βασιλευόντων καὶ γίνομαί σοι συνήγορος μετὰ πολλῆς παρ‐ ρησίας καὶ συνηγορῶ σοι καθὼς συνηγόρησα Κορνηλίῳ. «Αἱ γὰρ προσευχαί σου καὶ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ». Φυλάξωμεν ἑαυτοὺς ἀδελφοί, γενώμεθα ἐλεήμονες καθὼς καὶ ὁ Πα‐ | |
30 | τὴρ ἡμῶν ὁ οὐράνιος ἐλεήμων ἐστίν· ὅτι αὐτῷ πρέπει τιμὴ καὶ κρά‐ τος ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 633 |