TLG 2062 429 :: JOANNES CHRYSOSTOMUS :: Epitimia lxxiii [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Epitimia lxxiii [Sp.] Citation: Sect — (ln) | ||
t | Ἐπιτίμια τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. | |
1 | Ὁ ἑκουσίως φονεύσας ἔστω ἀκοινώτητος ἔτη ϛʹ· ποιῶν δὲ καθ’ ἑκάστην ἡμέραν μετανοίας νʹ, τὸ «Κύριε ἐλέησον» σὺν τῷ «Ὁ Θεὸς, ἱλάσθητί μοι» ρνʹ, ἀπεχόμενος κρέατος, τυροῦ καὶ ὠοῦ, τὰς δὲ τε‐ | |
5 | τράδας καὶ παρασκευὰς ἀπεχόμενος ἐλαίου καὶ ὀψα‐ ρίου καὶ οἴνου· εἰ δυνατὸν, καὶ ξηροφαγείτω. | |
---|---|---|
2 | Ὁ ἀκουσίως φονεὺς ἐπιτιμάσθω ἔτη γʹ. | |
3 | Ὁ μοιχὸς ἔστω ἀκοινώτητος ἔτη εʹ, ποιῶν με‐ | |
τανοίας καθ’ ἡμέραν ρʹ· ἐὰν δὲ μετὰ δακρύων καὶ ταπεινώσεως δουλεύσῃ, καὶ ἐν τρία ἔτη κοινωνείτω. | Column end | |
4 | Ὁ πεσὼν εἰς τὴν ἑαυτοῦ συντέκνισσαν, ἐπιτι‐ μάσθω ἔτη ζʹ, ποιῶν καθ’ ἡμέραν μετανοίας ϛʹ, τὸ «Κύριε ἐλέησον» τʹ, καὶ ξηροφαγῶν. | |
5 | Ὁ μοιχεύσας τοῦ ἀδελφοποιητοῦ αὐτοῦ τὴν γυναῖκα, ἔστω ἀκοινώνητος ἔτη ηʹ, μετανοίας ρʹ, «Κύριε ἐλέησον» ρʹ. | |
6 | Ἐὰν ὑπάγωσι πατὴρ καὶ υἱὸς εἰς μίαν γυ‐ | |
ναῖκα, ὁ μὲν πρῶτος ἐπιτίμιον τοῦ πόρνου λαμβάνει, ἤγουν γʹ· ὁ δὲ δεύτερος ἔστω ἀκοινώνητος ἔτη ιβʹ, καθ’ ἑκάστην μετανοίας τʹ. | 461 | |
7 | Ὁ κλέπτης καὶ ὁ ἱερόσυλος ἔστω ἀκοινώνητος ἔτη γʹ, μετανοίας ρʹ· | |
8 | Ὁ βλασφημῶν ἀδίκως τὴν τοῦ Καῒν μερίδα καταδικάζεται, καὶ ἔστω ἀκοινώνητος μῆνας ἓξ, με‐ τανοίας ρʹ. | |
9 | Ὁ ὀμνύων ἀκαίρως εἰς τὴν αὐτοῦ συντυχίαν ψευδῆ, ἀφοριζέσθω τῆς ἐκκλησίας ἡμέρας ιβʹ, καὶ ξηροφαγείτω. | |
10 | Ὁ σταυροπάτης ἀφοριζέσθω ἔτη γʹ, μετα‐ νοίας ρʹ. | |
11 | Ὁ πεσὼν εἰς μαλακίαν μὴ κοινωνείτω ἕως ἡμερῶν νʹ, ξηροφαγῶν, μετανοίας μʹ. | |
12 | Ὁ πίπτων εἰς τὴν ἑαυτοῦ συντέκνισσαν βα‐ πτιστὴν, ἔστω ἀκοινώνητος ἔτη ιβʹ, μετανοίας σʹ. | |
13 | Ὁ πεσὼν εἰς ἀνδρόγυνον, εἴτε ἀνὴρ εἴη, εἴτε γυνὴ, ἔχει ἐπιτίμιον ἔτη ζʹ, ἀκοινώνητος, μετα‐ νοίας σʹ. | |
14 | Ἐάν τις πέσῃ μετὰ τῆς μητρὸς αὐτοῦ, ἔχει ἐπιτίμιον ἔτη ιδʹ, ἀκοινώνητος, μετανοίας τʹ, ξηρο‐ φαγῶν. | |
15 | Ἐὰν ἀποθάνῃ παιδίον ἀβάπτιστον μέσον τῶν γονέων αὐτοῦ ἡμερῶν ιβʹ ἢ καὶ πλεῖον, ἔχουσιν ἐπι‐ τίμιον ἔτη βʹ· εἰ δὲ βεβαπτισμένος ἐστὶ, ἡμερῶν μʹ, ἔχουσιν ἐπιτίμιον ἔτη γʹ, ὡς καταφρονοῦντες. | |
16 | Ἐὰν ἀποθάνῃ βρέφος ἀβάπτιστον πλήσιον τῶν γονέων αὐτοῦ ἔσωθεν τῶν ζʹ ἡμερῶν, ἔχουσιν ἐπιτίμιον οἱ γονεῖς αὐτοῦ ἡμέρας μʹ, μετανοίας ιβʹ πρωῒ καὶ βραδὺ, νηστεύοντες δευτέραν, τετράδα καὶ | |
5 | παρασκευὴν, ξηροφαγοῦντες ἄρτον μόνον καὶ ὕδωρ. | |
17 | Γυνὴ θηλάζουσα ἑαυτῆς βρέφος, καταφρονή‐ σασα τοῦ οἰκονομῆσαι αὐτὸ, εὑρέθη δὲ τὸ βρέφος αὐτῆς νεκύων, εἴ ἐστι ἀβάπτιστος ὢν ἡμερῶν μʹ, ἔχει ἐπιτίμιον χρόνον αʹ· εἰ δὲ κεῖται παρεκτὸς καὶ | |
5 | ἀποθανεῖ, ἐπιτιμάσθω ἡμέρας νʹ. | |
18 | Ἐὰν γυνὴ εἰς μαλακίαν ἑαυτὴν ἐκδώσασα ταῖς ἰδίαις χερσὶν, ἔστω ἀκοινώνητος ἔτη ϛʹ, ἀφορι‐ ζέσθω αὐτὴ, καθ’ ἡμέραν μετανοίας ρνʹ. | |
19 | Εἴ τις γυνὴ λάβῃ ζύμην, καὶ ἀποσφουγγίζει τὸ σῶμα αὐτῆς, ἔστω ἀκοινώνητος ἔτη ζʹ, μετα‐ νοίας σʹ. | |
20 | Γυνὴ ἡ συμμιγεῖσα μετὰ ἀνδρὸς ἀπίστου καὶ ἀλλοφύλου, ἐπιτιμάσθω ἔτη ζʹ ἀκοινώνητος, ἀφορι‐ ζέσθω αὐτὴ καὶ ἐχομένη μετανοίας ρʹ. | |
21 | Γυνὴ ἡ ἀμελήσασα βρέφου ἐν τῇ κοιλίᾳ αὑτῆς, καὶ ἀποβαλλομένη αὐτὸ, ἐπιτιμάσθω ἔτη γʹ | |
ἢ δύο, ἀκοινώνητος, μετανοίας ϛʹ. | Column end | |
22 | Εἴ τις οὐ καταδέχεται παρ’ ἑτέρου νίψασθαι τοὺς πόδας, ἀνάθεμα ἔστω. | |
23 | Εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ μοναχὸς οὐ δέχεται τὸν πρὸς αὐτὸν ἐλθόντα ἁμαρτωλὸν εἰς ἐξομολόγησιν, ἐχθρὸς τοῦ Θεοῦ ὑπάρχει, καὶ τὸν Χρι‐ στὸν λυπεῖ τὸν εἰπόντα· «Οὐκ ἦλθον καλέσαι δι‐ | |
5 | καίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν,» καί· «Ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι.» | |
24 | Εἴ τις μεταλάβῃ τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, καὶ τότε λουσθῇ, ἐπι‐ κατάρατος ἔστω. | |
25 | Εἴ τις ἐν ὀνείροις πορνεύσας καὶ τῷ πρωῒ κοινωνήσας, ἀνάθεμα ἔστῳ. | |
26 | Εἴ τις λέγει τῷ ἀδελφῷ αὐτοῦ μωρῷ, ἐπικα‐ τάρατος ἔστω, καθὼς εἶπεν ὁ Κύριος. | |
27 | Εἴ τις συντυχεῖ ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἀνά‐ θεμα ἔστω. | |
28 | Εἴ τις φάρμακα καὶ ἀστρονομίας διὰ κλοπῆς πραγμάτων προσφέρει, ἢ ἄλλο τί ποτε ἐρωτᾷ, ἀνά‐ θεμα ἔστω. | |
29 | Εἴ τις φαγεῖ αἷμα κτήνους, ἐπικατάρατος ἔστω. | |
30 | Εἴ τις πρεσβύτερος ἢ κληρικὸς ἢ διάκονος τό‐ κους ἀπαιτῶν παρὰ δανειστῶν, ἀνάθεμα. | |
31 | Εἴ τις πρεσβύτερος ἢ κληρικὸς ἢ διάκονος ἐμβῇ εἰς τὸ καπηλεῖον, οὐ κατὰ ἀνάγκην καὶ οὐ κατὰ ξενιτείαν, ἀνάθεμα ἔστω. | |
32 | Εἴ τις ἀκροᾶται μυστήρια ἀδελφῶν, ἀνάθεμα ἔστω. | |
33 | Εἴ τις χριστιανὸς ποιήσει γάμους τῇ ἁγίᾳ καὶ μεγάλῃ τεσσαρακοστῇ, ἀνάθεμα ἔστω. | |
34 | Εἴ τις γυνὴ εὑρέθη εἰς δύο ἀδελφοὺς, ἔστω ἀκοινώνητος ἔτη ζʹ, μετανοίας καθ’ ἑκάστην ρʹ, ξη‐ ροφαγῶν. | |
35 | Εἴ τις πρεσβύτερος ἢ μοναχὸς ἐμμέσει ἀπὸ τοῦ οἴνου πολλοῦ, ἐπιτιμάσθω ἡμέρας μʹ, με‐ τανοίας νʹ. | |
37 | Εἴ τις τὴν ἀσχημοσύνην αὐτοῦ φανερὰν ὑπο‐ δεικνύει χαριεντιζόμενος, ἀνάθεμα ἔστω. | |
38 | Ἐὰν πορνεύσῃ μοναχὸς μεγαλόσχημος, μοι‐ χοῦ ἐπιτίμιον δεχέτω· ὁ δὲ μικρόσχημος μοναχὸς, ἐὰν εἰς ἐλεύθερον πρόσωπον πέσῃ, ἐπιτίμιον πόρνου δέχεται. | |
39 | Ὁ μοναχὸς ὁ πεσὼν εἰς μαλακίαν, ἔχει ἐπι‐ τίμιον ἡμέρας μʹ, μετανοίας νʹ, ξηροφαγῶν. | |
40 | Ὁ πεσὼν μοναχὸς εἰς ῥεῦσιν καθ’ ὕπνου | |
αὐτοῦ ἢ ἐκ μελέτης ἢ ἀπὸ θεωρίας, ὀφείλει μὴ λει‐ τουργεῖν ἕως ἡμερῶν ζʹ, ποιῶν δὲ καθ’ ἑκάστην μετανοίας μʹ, ξηροφαγῶν. | 462 | |
41 | Ὁ πεσὼν μοναχὸς εἰς μονάστριαν, καθαι‐ ρείσθωσαν καὶ οἱ δύο, καὶ ἀρχαρίων τόπων ἐρχέ‐ σθωσαν· τὸ ἐπιτίμιον αὐτῶν ἔστω χρόνους ιβʹ, ἀκοι‐ νώνητοι, ποιεῖν καθεκάστην μετανοίας τʹ, ὅτι ὁ | |
5 | φθείρας τὸν ναὸν τοῦ Θεοῦ, φθειρεῖ τοῦτον ὁ Θεός. | |
42 | Ὁ πεσὼν μοναχὸς εἰς ἀνδρόγυνον, καθαι‐ ρείσθω· τὸ ἐπιτίμιον αὐτοῦ χρόνους ζʹ, ἀκοινώνητος, μετανοίας τʹ, ξηροφαγῶν. | |
43 | Εἴ τις μοναχὸς ὑβρίζεται, ὡς πόρνος λογί‐ ζεται· εἰ δὲ τύψει τινὰ ἀδίκως, ἔστω ἀφορισμένος ἡμέρας μʹ, ξηροφαγῶν. | |
44 | Εἴ τις μοναχὸς συνοδεύσει γυναῖκα ὀργίας ζʹ, πόρνον λογίζεται αὐτὸν ὁ Θεός. | |
45 | Εἴ τις μοναχὸς περιπατῶν ἐν ὁδῷ θέσει τὴν ῥάβδον αὐτοῦ ἐπὶ τῶν ὤμων αὐτοῦ, ἔξω τῆς μονα‐ δικῆς ἐστὶ καταστάσεως, καὶ λῃστὴν λογίζεται αὐτὸν ὁ Θεός. | |
46 | Εἴ τις μοναχὸς φαγεῖ ἀσκέπαστος, εἴτε κοι‐ μηθῇ, ἐχθρός ἐστι τοῦ Θεοῦ. | |
47 | Εἴ τις μοναχὸς σηκώσει τὸ ῥάκος αὐτοῦ ἐπάνω τῶν γονάτων αὐτοῦ, πόρνον λογίζεται αὐτὸν ὁ Θεός. | |
48 | Ἐάν τις μαχόμενος μεθ’ ἑτέρου, καὶ ἀπο‐ θάνοι εἷς ἐξ αὐτῶν ἀσυγχώρητος παρὰ τοῦ ἑτέρου, ὀφείλει ὁ ζῶν ἐπιτιμᾶσθαι ξηροφαγῶν ἔτη ιβʹ, καὶ δεόμενος τοῦ Θεοῦ ὑπὲρ συγχωρήσεως τοῦ τεθνη‐ | |
5 | κότος. | |
49 | Ἐάν τις ἁρπάσῃ ἀλλότριον πρᾶγμα, καὶ ὁμώσαντες ἕτεροι ἀδίκως, ἐπιτιμάσθω ἔτη ιβʹ, καὶ τὸ πρᾶγμα τριπλοῦν ἀποστραφείτω. | |
50 | Ἐάν τις ὁμώσῃ παρθένον, οὐκ ἔχει ὁ κανὼν ἵνα χωρισθῶσι, διὰ τὸ μὴ πατήσειν τὸ ζωοποιὸν σταυρόν. | |
51 | Ἐάν τις μιανθῇ τὴν ἁγίαν τεσσαρακοστὴν, νηστεύει ἀπὸ τοῦ πάσχα μέχρι τῆς πεντηκοστῆς· χρὴ δὲ διαλύειν τὴν μεγάλην κυριακήν. | |
52 | Ἐάν τις ἀδελφὸν ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας διὰ τὴν πανουργίαν αὐτοῦ, ἐπιτιμάσθω ἡμέρας μʹ, μετανοίας νʹ, ξηροφαγῶν. | |
53 | Ἐάν τις [εὑρεθῇ] ἀργολογῶν καὶ γελιάζων, ἐπιτιμάσθω ἡμέρας βʹ, μετανοίας νʹ, ξηροφαγῶν. | |
54 | Ὁ κενοδοξῶν τινα χριστιανὸν, ἐχθρὸς γίνεται τοῦ Θεοῦ. | |
55 | Ὁ κανόναρχος, ἐὰν ἀμελῶς στιχολογῇ, καὶ | |
τὴν ἁρμόζουσαν τῷ Θεῷ ἀκολουθίαν διὰ τὴν αὐτοῦ ῥᾳθυμίαν ἐκκόπτει, ξηροφαγείτω ἡμέρας εʹ, με‐ τανοίας νʹ. | Column end | |
56 | Ὁ αὐτὸς ἐὰν ἀμελῶς κατακεῖται μετὰ τὴν ὥραν τοῦ σημαντῆρος, καὶ τὰς βίβλους αὐτοῦ μὴ ἐπιμελούμενος, καὶ τὰς μνείας τῶν ἁγίων μὴ ἐρευ‐ νῶν, ξηροφαγείτω ἡμέρας νʹ. | |
57 | Ὁ μάγειρος, ἐὰν ἀμελῇ τὴν διακονίαν αὐτοῦ καὶ οὐ μετὰ φόβου καὶ πίστεως ποιῇ ἑψένεσθαι πάντων καλῶς, μὴ [ὀφείλει] πιεῖν αὐτὸν οἶνον. | |
58 | Ὁ αὐτὸς πάλιν ἐὰν μὴ σκεπάζῃ τὰ ἀγγεῖα αὐτοῦ μετὰ σπαστρίας, ἢ ἄπλητα ἀφήσει αὐτὰ, ἐπιτιμάσθω ἡμέρας γʹ, ξηροφαγῶν. | |
59 | Ὁ καθεζόμενος ἐν τραπέζῃ καὶ γελιάζων ἢ τὰ βρώματα παρατιθέμενα ψέγων, ἐκδιωχθήτω τῆς τραπέζης, ἐπιτιμάσθω δὲ αὐτὸς καὶ ψάλλειν τὸν νʹ, καὶ στήτω τῇ τραπέζῃ, καὶ ποιείτω μετανοίας νʹ. | |
60 | Ὁ ἀποστέλλων ἢ ὁ δεχόμενος λάθρα τοῦ ἡγου‐ μένου τὶ οἷον δήποτε, ξηροφαγείτω ἡμέρας γʹ. | |
61 | Ὁ μὴ ἐξαγγέλλων τὰς πράξεις αὐτοῦ καὶ λογισμοὺς τῷ πνευματικῷ πατρὶ αὐτοῦ ἢ τῷ ἡγου‐ μένῳ, ἐπιτιμάσθω ἡμέρας ιεʹ, ξηροφαγῶν. | |
62 | Ὁ ἐν καιρῷ διδασκαλίας κοινῆς καὶ νουθε‐ σίας πνευματικῆς καταλιμπανόμενος ἐξ ἀμελείας, ξηροφαγείτω ἡμέρας εʹ. | |
63 | Ὁ γευόμενος οἵας δήποτε ἐφ’ ὥρας χωρὶς εὐλογίας τοῦ προεστῶτος, ἐπιτιμάσθω ἡμέρας ιεʹ, μὴ πιεῖν οἶνον. | |
64 | Ὁ ἔχων τὸ ἴδιον πρᾶγμα παρὰ τοῦ πατρὸς αὐτοῦ πνευματικοῦ, ἀρθήτω ἀπ’ αὐτοῦ καὶ ἐπιτι‐ μάσθω ἡμέρας μʹ. | |
65 | Ὁ μὴ ἐργαζόμενος μὴ ἐσθιέτω κατὰ τὸν θεῖον Ἀπόστολον· ἐὰν μετρίως ἐργάζηται, μετρίως καὶ ἐσθιέτω. | |
66 | Ὁ ἀμέτρως ἐσθίων καὶ πίνων, τῷ Κυρίῳ οὐ δουλεύει, ἀλλὰ τὴν ἑαυτοῦ κοιλίαν θεοποιεῖται. | |
67 | Εἴ τις ἐπίσκοπος ἀγωνίζεται ὑπὲρ τοῦ βίου καὶ ἀμελεῖ τὸν ναὸν τοῦ Θεοῦ, ἔστω ὡς αἱρετικὸς, καθὼς καὶ ὁ Κύριος λέγει· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.» | |
68 | Εἴ τις πρεσβύτερος πέσει εἰς πορνείαν, κα‐ θαιρείσθω ἀπρόκοπος· τῶν δὲ ἐπιτιμιῶν συμπα‐ θείτω κατὰ τὸν λόγον τοῦ Κυρίου· «Οὐ γὰρ ἐκδική‐ σεις δὶς ἐπὶ τὸ αὐτό.» | |
69 | Εἴ τις διάκονος πορνεύσει, καθαιρείσθω, καὶ ἀναγνώστου τόπον ἐχέτω. | |
70 | Ὁμοίως καὶ ὁ ἱερεὺς καὶ τῷ αὐτῷ ἐπιτιμίῳ | |
συμπαθείτω. | 463 | |
72 | Εἴ τις διάκονος ἢ ἱερέως γυνὴ παραπέσει, καθαιρείσθωσαν αὐτοὶ, καὶ ἀπρόκοποι μενέτωσαν· ὁμοίως καὶ ἀναγνώστου· ἀπὸ δὲ τῶν ἐπιτιμίων συμ‐ παθείσθωσαν, μεταλαμβάνοντες ἀκωλύτως, ἐὰν φυ‐ | |
5 | λάξωσιν ἑαυτούς. | Column end |
73 | Εἴ τις ἐπίσκοπος διὰ χρημάτων τῆς ἀξίας ταύτης περικρατὴς γενέσθαι, ἢ πρεσβύτερος ἢ διάκο‐ νος, καθαιρείσθωσαν ἀμφότεροι· στερηθήτωσαν καὶ τῆς ἐκκλησίας, ὡς ὁ Σιμὼν ὁ μάγος ὑπὸ τοῦ | |
5 | Πέτρου. | 464 |