|
TLG 2062 428 :: JOANNES CHRYSOSTOMUS :: Deprecatio [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Deprecatio [Sp.] Citation: (Line) | ||
| t | Εὐχὴ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου | |
|---|---|---|
| 1 | Ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεός, ἐλέησον ἡμᾶς. Ὁ πλούσιος ἐν ἐλέει καὶ ὁ ἀγαθὸς ἐν οἰκτιρμοῖς, ἐλ. ἡμ. Ὁ τέλειος καὶ ἀθάνατος νοῦς, ἐλ. ἡμ. Ὁ ἀκοίμητος ὀφθαλμὸς καὶ ἀπερινόητος, ἐλ. ἡμ. | |
| 5 | Ὁ πρὸ ἑωσφόρου γεννηθεὶς κύριος καὶ θεός, ἐλ. ἡμ. Ὁ δημιουργὸς καὶ κτίστης ἁπάντων τῶν ὄντων, Ἰησοῦ | |
| 6 | Χριστέ, ἐλ. ἡμ. Ὁ τὴν ψυχὴν θήσας καὶ τὸ σῶμα βουλήσει τοῦ πατρός, ἐλ. ἡμ. Ὁ τὴν εὐδιάκριτον ὕλην σχηματίσας καὶ τὸν κόσμον συστήσας, | |
| 8 | ἐλ. ἡμ. Ὁ τὸν οὐρανὸν ἐκτείνας καὶ τοῖς ἄστροις κατακοσμήσας, ἐλ. ἡμ. | |
| 10 | Ὁ τὴν γῆν θεμελιώσας καὶ ἄνθεσι χλοεροῖς καὶ εὐκόσμοις κατα‐ | |
| 10 | κοσμήσας, ἐλ. ἡμ. Ὁ τὰς ἀβύσσους κατακλείσας καὶ τὴν θάλασσαν τειχίσας τῷ | |
| 11 | σῷ προστάγματι, ἐλ. ἡμ. Ὁ τετράποδα ζῶα, ἑρπετά τε καὶ πετεινὰ πτερωτὰ ποιήσας, | |
| 12 | ἐλ. ἡμ. Ὁ τὰ κήτη ποιήσας καὶ τοὺς ἰχθύας προστάξας, ἐλ. ἡμ. Ὁ πέτρας θεμελιώσας ἐν τοῖς ὕδασι καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς | |
| 14 | δράσας ἐν ὑψηλοῖς, ἐλ. ἡμ. | |
| 15 | Ὁ 〈τὸν〉 ἥλιον καὶ τὴν σελήνην θεμελιώσας, ὁ μόνος | |
| 15 | ποιητὴς τῶν ἁπάντων καὶ κύριος, ἐλ. ἡμ. Ὁ τὸν ἄνθρωπον ἰδίαις χερσὶ πλάσας καὶ κατάρχειν τούτων | |
| 16 | ἁπάντων προστάξας, ἐλ. ἡμ. Ὁ καιροὺς καὶ χρόνους καὶ μῆνας καὶ ἡμερῶν καὶ νυκτῶν μέτρα | |
| 17 | θέμενος, ἐλ. ἡμ. Ἡ πανσωστικὴ αἰτία καὶ ἡνίοχος ἁπάντων, ἐλ. ἡμ. Ὁ ἐπιτιμῶν τοῖς ἀνέμοις καὶ νεύματι τὴν γῆν σαλεύων, ἐλ. ἡμ. | |
| 20 | Ὁ πῦρ καὶ κρύσταλλον θησαυρίσας, ἐλ. ἡμ. Ὁ τὴν γῆν ὑετίζων καὶ πηγὰς ἐκβλύζων καὶ ποταμοὺς ῥυθμίζων, | |
| 21 | ἐλ. ἡμ. Ὁ τὰ ὄρη καὶ βουνοὺς παλαιῶν, ὁ τὴν θάλασσαν μαινομένην | |
| 22 | κατευνάζων, ἐλ. ἡμ. Ὁ τὰ πάντα ἐν ῥοπῇ ζυγῷ σταθμίσας, ἐλ. ἡμ. Ὁ τὰ ὄντα καταρτίσας ἐκ τῶν μὴ ὄντων βουλήσει τοῦ πατρός, | 318 |
| 24 | μόνε δημιουργέ, ἐλ. ἡμ. | |
| 25 | Ὁ τὸν διάβολον ἐκτρίψας καὶ σειραῖς ταρτάρου ζόφοις παραδώσας, | |
| 25 | ἐλ. ἡμ. Ὁ διὰ τὴν αὐτοῦ ὑπερηφανίαν τοῦτον τῶν οὐρανίων ἀσπίδων | |
| 26 | ἀποσπινθηρίσας καὶ εἰς τέλεον ἐξαφανίσας, ἐλ. ἡμ. Ὁ τὴν πανουργίαν τοῦ ὄφεως χειρωσάμενος, ἐλ. ἡμ. Ὁ τῷ Ἀδὰμ συμπαθήσας κατὰ τὴν ἄφατόν σου φιλανθρωπίαν, | |
| 28 | ἐλ. ἡμ. Ὁ τῷ Ἄβελ συναθλήσας καὶ τὸν Νῶε κυβερνήσας, | |
| 29 | ἐλ. ἡμ. | |
| 30 | Ὁ τὸν Ἀβραὰμ ὁδηγήσας καὶ δι’ αὐτοῦ πατριάρχας | |
| 30 | ἡμῖν χαρισάμενος, ἐλ. ἡμ. Ὁ τῷ Ἰσαὰκ συνδεθεὶς καὶ τῷ Ἰακὼβ συγ‐ | |
| 31 | ξενιτεύσας, ἐλ. ἡμ. Ὁ τῷ Ἰωσὴφ συμπραθεὶς καὶ τῷ Μωυσεῖ συσ‐ | |
| 32 | τρατηγήσας, ἐλ. ἡμ. Ὁ τὸν Ἰσραὴλ νομοθετήσας καὶ αὐτὸν κληρο‐ | |
| 33 | δοτήσας, ἐλ. ἡμ. Ὁ ἐκ παρθένου σαρκωθεὶς καθὼς αὐτὸς εὐδόκησας, | |
| 34 | ἐλ. ἡμ. | |
| 35 | Ὁ ἐν Βηθλεὲμ ἄνθρωπος γεννηθεὶς ἐκ τῆς παρθένου | |
| 35 | καὶ μετὰ τόκον ἄφθορον φυλάξας τὴν παρθένον, ἐλ. ἡμ. Ὁ ἐν φάτνῃ σπάργανα λαβὼν καὶ ἀνακλιθεὶς καὶ | |
| 36 | ὑπὸ ἀλόγων γνωρισθεὶς κύριος καὶ θεός, ἐλ. ἡμ. Ὁ ὑπ’ ἀγγέλων ὑμνούμενος καὶ δοξασθεὶς ἐπὶ γῆς | |
| 37 | καὶ ὑπὸ ποιμένων γνωρισθείς, ἐλ. ἡμ. Ὁ ὑπ’ ἀστέρος μηνυθεὶς καὶ ὑπὸ μάγων προσκυνη‐ | |
| 38 | θείς, ἐλ. ἡμ. Ὁ ἀπὸ Ἡρῴδου ἀποδράσας ἐν Αἰγύπτῳ καὶ τὰ χειροποίητα | |
| 39 | Αἰγύπτου συσσείσας τῇ σῇ ἐπιδημίᾳ, ἐλ. ἡμ. | |
| 40 | Ὁ τὴν Ναζαρὲτ οἰκίσας καὶ φόρους τελέσας, διὰ τὸ θέλειν σε | |
| 40 | αὐτὸ ὑπεῖναι, ἐλ. ἡμ. Ὁ ὑπὸ Ἰωάννου προκηρυχθεὶς καὶ ἐν Ἰορδάνῃ | |
| 41 | βαπτισθεὶς ὑπ’ αὐτοῦ, ἐλ. ἡμ. Ὁ μαρτυρηθεὶς ὑπὸ ἀχράντου πατρὸς καὶ τὸ ἅγιον πνεῦμα | |
| 42 | πέμψαντος ἐπὶ σέ, ἐλ. ἡμ. Ὁ γνωρίσας ἡμῖν τὸ μυστήριον τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, | 319 |
| 43 | ἐλ. ἡμ. Ὁ ἐν ἐρήμῳ πειρασθεὶς καὶ κύριος καὶ θεὸς | |
| 45 | εὑρεθεὶς καὶ ἐπιτιμήσας τῷ διαβόλῳ, ἐλ. ἡμ. | |
| 45 | Ὁ ἐν τῷ ναῷ προσενεχθεὶς καὶ ὑπὸ τοῦ Συμεὼν ἐναγκαλισθείς, | |
| 45 | ἐλ. ἡμ. Ὁ ἐν τῷ ναῷ ὀφθεὶς καὶ ὑπὸ τοῦ λαοῦ ἀπιστη‐ | |
| 46 | θείς, ἐλ. ἡμ. Ὁ τοὺς χωλοὺς θεραπεύσας καὶ τοὺς λεπροὺς | |
| 47 | καθαρίσας, ἐλ. ἡμ. Ὁ τοὺς τυφλοὺς φωταγωγήσας καὶ τοὺς νε‐ | |
| 48 | κροὺς ἀναστήσας, ἐλ. ἡμ. Ὁ κόπον ὑπομείνας καὶ τὸν παράλυτον ἰασάμενος λόγῳ, ἐλ. ἡμ. | |
(50) | Ὁ δίψαν ὑπομείνας καὶ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, ἐλ. ἡμ. Ὁ τὸν Λάζαρον κλαύσας καὶ τεταρταῖον νεκρὸν ἀναστήσας, ἐλ. ἡμ. Ὁ τοὺς ἀποστόλους συναθροίσας καὶ βασι‐ | |
| 52 | λείας οὐρανῶν κληρονόμους ἀναδείξας, ἐλ. ἡμ. Ὁ ὑπὸ Ἰουδαίων συλληφθεὶς καὶ ὑπὸ ἀρχιε‐ | |
| 53 | ρέων παραδοθείς, ἐλ. ἡμ. Ὁ ὑπὸ Ἡρῴδου προαχθεὶς καὶ ὑπὸ Πιλάτου | |
| 54 | ἀνακριθείς, ἐλ. ἡμ. | |
| 55 | Ὁ ἐν σταυρῷ σαρκὶ προσηλωθεὶς [207r] καὶ ἐπὶ ξύ‐ | |
| 55 | λου αὐτοῦ κρεμασθείς, ἐλ. ἡμ. Ὁ τοῖς ἐν τῷ ᾅδῃ εὐαγγελισάμενος καὶ τῇ τριημέρῳ σου | |
| 56 | ἀναστάσει ἐκ νεκρῶν ἀναστάς, ἐλ. ἡμ. Ὁ ταῖς γυναιξὶ τὸ τῆς ἀναστάσεώς σου μυστήριον φανερώσας | |
| 57 | καὶ τοῖς μαθηταῖς χαρὰν δώσας, ἐλ. ἡμ. Ὁ τοὺς ἀποστόλους πληροφορήσας διὰ τύπων τῶν ἥλων καὶ | |
| 58 | τῆς πλευρᾶς, ἐλ. ἡμ. Ὁ συναυλισθεὶς τοῖς μαθηταῖς ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ | |
| 59 | εἰς οὐρανοὺς ἀναληφθείς, ἐλ. ἡμ. | |
| 60 | Ὁ ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος καὶ ἐρχόμενος | |
| 60 | πάλιν κρῖναι ζῶντας καὶ νεκρούς, ἐλ. ἡμ. Ὁ ἡνίοχος τῶν χερουβὶμ καὶ ἐποχούμενος τοῖς σερα‐ | |
| 61 | φίμ, ἐλ. ἡμ. Ὁ ἀρχιστράτηγος τῶν ἀγγέλων καὶ βασιλεὺς τῶν | |
| 62 | αἰώνων, ἐλ. ἡμ. Ἡ ἀνάστασις τῶν τεθανατωμένων καὶ σωτηρία | |
| 63 | τῶν ἀπολλυμένων, ἐλ. ἡμ. Ὁ ἥλιος τῆς δικαιοσύνης καὶ ἡ ζωὴ τῶν ἀνθρώπων, ἐλ. ἡμ. | 320 |
| 65 | Ὁδηγὲ τῶν πεπλανημένων καὶ καταφυγὴ τῶν | |
| 65 | ἀπεγνωσμένων. ἐλ. ἡμ. Ὁ καλὸς ποιμὴν τῶν προβάτων καὶ νυμφίος τῆς | |
| 66 | ἐκκλησίας, ἐλ. ἡμ. Θεὲ ἐκ θεοῦ, θεὲ ἀληθινὲ ἐκ θεοῦ ἀληθινοῦ, μονογενῆ υἱὲ | |
| 67 | τοῦ πατρός, κύριε Ἰησοῦ Χριστέ, ὁ σωτὴρ ὁ σταυρωθεὶς ἐν | |
| 67 | σαρκὶ δι’ ἡμᾶς, ἐλέησον ἡμᾶς. | 321 |