TLG 2062 425 :: JOANNES CHRYSOSTOMUS :: In illud: Dominus regnavit et in illud: Dies diei dicit verbum [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In illud: Dominus regnavit et in illud: Dies diei dicit verbum [Sp.] Citation: Sect — (ln) | ||
t | Τοῦ αὐτοῦ εἰς τὸν ϟϛʹ ψαλμόν· «ὁ κύριος ἐβασίλευσεν, ἀγαλ‐ λιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί», τουτέστιν ὁ ἄνθρω‐ πος καὶ ἡ ἐκκλησία. Καὶ εἰς τὸ «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα». | 120 |
1 | Εὐφροσύνης εἰ μὴ γάρ τι γεγόνει ἀγαθὸν, οὐκ ἂν προφῆται ἀν‐ εφθέγγοντο «ὁ κύριος ἐβασίλευσεν». Ἀλλ’ ἐπειδὴ βασιλεύσαντος τοῦ Χριστοῦ ἡ ἁμαρτία λέλυται, ὁ διάβολος ᾔσχυνται, δαίμονες πεφεύγασιν, τὰ κέντρα τοῦ θανάτου κατεκλάσθησαν, ὁπότε κεκλεισμένος τῷ Ἀδὰμ | |
5 | παράδεισος ἠνέῳκται, αἱ ἄκανθαι τῶν ἁμαρτημάτων ἡμῶν ἐξηράνθησαν, ὁ τρίβολός μου ἐξεριζώθη, καὶ τρίπλοκος χάρις τῆς κεφαλῆς μου ἐπετέθη, λέλυταί μου ἡ ἀρχαία κατάρα, οὐκέτι ἐγὼ φοβοῦμαι ἀκούων «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ»· ἐν γὰρ τῷ βαπτίσματι τὴν γῆν ἀπεθέμην καὶ οὐρα‐ νὸν ἐνεδυσάμην, καὶ λοιπὸν ἀκούω· «οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπε‐ | |
---|---|---|
10 | λεύσῃ· ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί.» Οὐκέτι ὑποχθόνια κεῖμαι, οὐκέτι ἐν τοῖς ἀδύτοις ἐκείνοις καὶ σκοτεινοῖς καὶ ἀφεγγέσιν ταμείοις καὶ περιβόλοις τοῦ δια‐ βόλου ἐν τῷ ᾍδῃ κατέχομαι· δεῖ με λοιπὸν νεφέλαις ἐπιβῆναι καὶ οὐρα‐ νὸν ἀναδραμεῖν διὰ τῆς τοῦ βασιλεύσαντος Χριστοῦ χάριτος. Οὐκ ἀμάρ‐ | |
15 | τυρος ὁ λόγος· «ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις, Παῦλος βοᾷ, εἰς ἀπάντησιν τοῦ κυρίου, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.»· «Ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ, καὶ εὐφρανθήτωσαν νήσοι πολλαί.» Οὐκέτι Εὔα φοβεῖται τὸν Ἀδὰμ ὀνειδίζοντα· ἐν γὰρ Μαριὰμ τὸ ταύτης ἥττημα ἀνασέσωσται· καὶ οὐκέτι φοβοῦμαι τὸν ὄφιν τὸν | |
20 | καμπύλα διαβαίνοντα, τὸν ἀλλαχόσε τὴν κεφαλὴν ἀποκλίνοντα, οὐκέτι φοβοῦμαι αὐτοῦ τὸ ἰοβόλον δῆγμα· οὐ γάρ εἰμι λοιπὸν γῆ ἀλλ’ ἅλας, τῷ γὰρ ὄφει εἶπεν ὁ κύριος καταρασάμενος· «γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ γῆ ἤμην ἐσθιομένη ἀπὸ ὄφεως, ἐλθὼν δὲ ὁ κύριος εἰς ἅλας με μετέβαλεν. Μάθετε, | |
25 | ἀγαπητοὶ, πῶς τὸ ἅλας γίνεται ἵνα σεαυτὸν ἐν ἐκείνῳ τῷ πράγματι καταμάθῃς· ἅλας τοίνυν ἐξ ὕδατος καὶ πνεύματος γίνεται καὶ ἡμᾶς τοίνυν ἐξ ὕδατος καὶ πνεύματος ἀνεγέννησεν. | |
2 | «Ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ καὶ εὐφρανθήτωσαν νήσοι πολλαί.» Διατί δὲ οὐ πᾶσαι ἀλλὰ πολλαί; αἱ πολλαὶ τῶν | |
ὀρθοδόξων ἐκκλησίαι· αἱ δὲ πίστεως ὀρθῆς ἀμοιροῦσαι, αἱ αἱρετικῶν ἐκκλησίαι εἰσίν· πῶς οὖν εὐφρανθῶσιν, τὸν βασιλέα Χριστὸν ποικίλως | 121 | |
5 | ὑβρίζουσαι; Εἴη δὲ κἀκείνας ἐκκλησίας λέγειν, ἀγαπητοὶ, καὶ μὴ ἀλω‐ πέκων καταγώγια, ἐν οἷς εἰσὶν ἀλώπεκες οὐ τῇ τῆς φύσεως μεταβολῇ ἀλλὰ τῆς γνώμης μετατροπῇ. | |
3 | Ἐὰν προσέλθῃ Εὐνόμιος ἢ Ἄρειος ἢ Μακεδόνιος τῷ Χριστῷ μου κυρίῳ, καὶ εἴπῃ αὐτῷ· «ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέλθῃς»· προσφόρως αὐτῷ καὶ ἁρμοζόντως ἀντιφθέγγεται λέγων· «αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ | |
5 | ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.» Περὶ τούτων λέγει ὁ ἐκκλησιαστής· «πιάσατέ μοι ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπε‐ λῶνας.» Μικροὶ ἀλώπεκές εἰσιν οἱ αἱρετικῶν μαθηταὶ, οἵτινες ἐνδύνοντες ἐν ταῖς ἐκκλησίαις ἡμῶν τοὺς δίκην βοτρύων ἐξέχοντας τῷ χριστοφόρῳ ἀμπελῶνι πιστοὺς τῇ διδασκαλίᾳ λυμαίνονται· «φθείρου‐ | |
10 | σιν γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί.» «Ὁ κύριος οὖν ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νήσοι πολλαί.» | |
4 | Εἶτα τὸ ἑξῆς· «Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ.» Ἡ νεφέλη τοὺς Ἑβραίους ἐξερχομένους ποτὲ ἐκ τῆς Αἰγύπτου ἐσκέπαζεν, τὰς μὲν τοῦ ἡλίου καυσωνιζούσας ἀκτίνας ἀναχαιτίζουσα, ταῖς δὲ ἰδίαις αὐγαῖς αὐτὴν φωταγωγοῦσα. Εἰ δὲ θέλεις τρανότερον ἰδεῖν τὴν νεφέλην αὐτὴν, | |
5 | ἀνάβηθι εἰς τὸ ὄρος μετὰ Χριστοῦ καὶ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου καὶ ὄψῃ ἐκεῖ τὴν νεφέλην φωτεινὴν ἐπισκιάζουσαν καὶ φωνὴν ἐκ τῆς νεφέλης ἐξερχομένην καὶ λέγουσαν· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, ἀκούετε αὐτοῦ.» Τί δέ ἐστιν τὸ· «νεφέλη κύκλῳ αὐτοῦ»; ἄλλο νεφέλη καὶ ἄλλο γνόφος. Νεφέλη γάρ ἐστιν ἐκ φωτοει‐ | |
10 | δοῦς ἀέρος φεγγοβόλον καὶ λεπτότατον ὕφασμα. Γνόφος δέ ἐστιν | |
ἀχλυώδης, καὶ ὁμιχλώδης σκοτασμός. Πῶς οὖν νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ. Καὶ προέταξεν τὴν νεφέλην καὶ τότε τὸν γνόφον. Πρῶτον γὰρ ἡ νεφελότης (θεότης?) καὶ τότε ἡ ἀνθρωπότης. Νεφέλη οὖν εἶπεν ἵνα διὰ τῆς νεφέλης τὸ θεοειδὲς αὐτοῦ καὶ φωτοφόρον τῆς θεότητος ἐνδείξη‐ | 122 | |
15 | ται κάλλος· γνόφον δὲ εἶπεν ἵνα διὰ τοῦ γνόφου τὸ ἀνθρώπινον σημάνῃ κάλυμμα· τούτῳ τῷ γνόφῳ τὴν ἑαυτοῦ πορείαν ὁ θεοῦ λόγος ἔκρυψεν. | |
5 | Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· «ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ, καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.» Πόδας δὲ Θεοῦ εἶπεν ἵνα τὴν ἐπὶ γῆς πορείαν αὐτοῦ μηνύσῃ. «Ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ | |
5 | γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.» Ἔκρυψεν δὲ τὴν πορείαν τῆς θεότητος αὐτοῦ τῷ καλύμματι τῆς σαρκὸς, ἵνα μὴ ταῖς ἀντικειμέναις δυνάμεσιν γνώσθῃ ἡ πολυποίκιλος αὐτοῦ τῆς σοφίας ὁδός. «Εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» Καθὼς καὶ ὁ προφήτης λέγει· «ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασιν | |
10 | πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.» Καὶ τὰ μὲν ἴχνη αὐτοῦ οὐ γνωσθήσονται, λέγει ὁ προφήτης, τὴν δὲ τῆς θεότητος αὐτοῦ γέννησιν Εὐνόμιος ἐξιχνιάζειν τολμᾷ. | |
6 | «Καὶ ἔκλινεν οὐράνους καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Οὐχ ὅτι πτέρυγας ἔχει ὁ Κύριος καὶ πέταται, ἀλλ’ εἶπεν ὁ προφήτης τὸ ἐπετάσθη, ἵνα τὴν ταχεῖαν καὶ ὀξεῖαν ἀπ’ οὐρανῶν εἰς | |
5 | τὴν γῆν καταδρομὴν τοῦ θεοῦ Λόγου δηλώσῃ. «Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη. Ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Τίνες εἰσὶν ἢ πάντως οἱ ἄγγελοι; «Ὁ ποιῶν γὰρ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Ἀλλ’ ἐπειδὴ εἶπον τὸν γνόφον ἀχλυώδη καὶ ὁμιχλώδη, σκοτασμὸν ἀχλυώδη ἵνα μή | |
10 | τις νομίσῃ μύθον λέγειν καὶ μὴ πρᾶγμα, αὐτὸς ὁ προφήτης μαρτυρη‐ σάτω· «καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» | |
7 | Καὶ «ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», ἢ πάντως τὸ σῶμα. | |
Ὅτι δὲ τὸ σκήνωμα τοῦ σώματος λέγει σκότος, ὁ ἑξῆς στίχος τοῦ ψαλμοῦ σε διδαξάτω. Μετὰ γὰρ τὸ εἰπεῖν «καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», ἐπήγαγεν λέγων· «κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.» Εἶδες αὐτοῦ | 123 | |
5 | τὴν νεφέλην; ἔγνως αὐτοῦ τὸν γνόφον; ἔγνως τί ἐστιν γνόφος; νῦν λύε τὴν πολυθρύλλητον ἑρμηνείαν ἐκείνην, τὴν παρὰ πολλοῖς μὲν ῥηθεῖσαν, οὐκ ἀληθῶς δὲ ἑρμηνευθεῖσαν· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα· καὶ νὺξ νυ‐ κτὶ ἀναγγέλλει γνῶσιν. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.» «Τὸ σκό‐ τος, φησὶν ἡ γραφὴ, ὁ θεὸς ἐκάλεσεν νύκτα», νὺξ μὲν ἦν εἰς τὰ | |
10 | ἔθνη· τὴν νύκτα οὖν ἐνεδύσατο ὁ κύριος· τὸ ἡμέτερον σκῆνος ἐφόρεσεν. | |
8 | «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.» Ὁ πατὴρ τῷ υἱῷ· καθὸ φῶς ἐστὶν ἡμέρα καὶ ὁ υἱός. «Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου»· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα». Ἔγγισον τῷ Ἰορδάνῃ, κἀκεῖ ὄψῃ πῶς ἡ ἄνωθεν ἡμέρα τῇ κάτω ἑστηκυίᾳ «ἐρεύγεται | |
5 | ῥῆμα»· λέγει γὰρ οὕτως· «οὗτος γάρ ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα.» Ἀλλ’ ἵνα μὴ νομίσῃς ὅτι ὁ προφήτης τὸ πνεῦμα τὸ ἅγιον παρέλειπεν εἰρηκώς· «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα», μάνθανε, ἀγαπητὲ, ὅτι τὴν τριάδα ὡμολόγησεν· ἡμέρα γὰρ ὁ πατήρ· ἡμέρα ὁ υἱός· ῥῆμα τὸ ἐν μέσῳ τῷ ἄερι ἐν εἴδει περιστερᾶς διιπτάμενον πνεῦμα. | |
10 | Ὅτι δὲ ῥῆμα τὸ πνεῦμα τὸ ἅγιον μαρτυρησάτω Παῦλος· «λάβετε τὴν μάχαιραν τοῦ ἁγίου πνεύματος· ὅ ἐστιν ῥῆμα θεοῦ.» | |
9 | «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.» «Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ.» Ἡμέρα ὁ αὐτὸς καὶ νὺξ ὁ αὐτὸς, καὶ θεὸς καὶ ἄνθρωπος· Ἡμέρα κατὰ θεότητα, Νὺξ κατὰ τὴν ἀνθρωπότητα· ὅσον γὰρ ἐν συγκρίσει τῆς θεότητος νύξ ἐστιν | |
5 | ἡ ἀνθρωπότης. Τοῦτο γάρ ἐστιν· «ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ.» «Τὸ δὲ σκότος ἐκάλεσεν νύκτα.» «Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.» Χριστὸς κατὰ τὴν ἀνθρωπότητα νυκτὶ πάσῃ τῇ γῇ, τουτέστιν τῇ ἀνθρωπότητι, ἀναγγέλλει τὴν περὶ πατρὸς καὶ ἑαυτοῦ καὶ ἁγίου πνεύμα‐ τος γνῶσιν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
10 | Ἀμήν. | 124 |