TLG 2062 420 :: JOANNES CHRYSOSTOMUS :: De meretrice [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De meretrice [Sp.]

Source: Abicht, R. (ed.), “Quellennachweise zum Codex Suprasliensis” [Archiv für slavische Philologie 16] 1894: 149–153.

Citation: Pg — (ln)

149

(1t)

Τοῦ αὐτοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ὁμιλία εἰς τὸν
2tφαρισαῖον καὶ εἰς τὴν πόρνην. Cf. Ev. Luk. 7, 36—50.
3 Ἐν παντὶ καιρῷ καλὴ καὶ σωτήριος ἡ μετάνοια τοῖς χρω‐ μένοις αὐτῇ, ἐν ταύταις δὲ μάλιστα ταῖς τῆς νηστείας ἡμέραις
5ἐπωφελὴς πᾶσιν ἀνθρώποις καθίσταται, τοῖς προςτρέχουσιν ταῖς ἀγκάλαις αὐτῆς. Νῦν γὰρ ἡμῶν αἱ ψυχαὶ, τὴν πολυσαρ‐ κίαν, ὡς βαρὺ φορτίον, ἀποτιθέμεναι, ῥαδίως ἀνήπτανται πρὸς τὸν ποιητὴν καὶ δεσπότην θεόν· καὶ τῶν οἰκείων πλημμελημά‐ των κατηγοροῦσι θερμῶς, καὶ τὴν ἐπὶ τοῖς αὐτῶν πταίσμασιν
10συγγνώμην αἰτοῦσιν παρὰ τοῦ φιλανθρώπου κριτοῦ. Εὔκαιρον οὖν ἐστιν, ἡμᾶς εἰς μέσον ἀγαγεῖν, μετανοίας διδάσκαλον, τὴν πόρνην ἐκείνην, τὴν περιπλακεῖσαν τοῖς ἀχράντοις ἴχνεσιν τοῦ δεσπότου Χριστοῦ, τὴν ἐξαλείψασαν τοῖς νάμασιν τῶν δακρύων τὸ γραμματεῖον τῆς φαυλοτάτης ζωῆς, ἣν ἐλεήσας ὁ κύριος
15ἀπέσμηξεν καὶ οἰκτειρήσας ἀπέλουσεν. Ἀναδράμωμεν οὖν ἐπὶ τὴν εὐαγγελικὴν ἱστορίαν, ἵνα καὶ τὴν τοῦ Χριστοῦ φιλανθρω‐ πίαν κατίδωμεν, καὶ τῆς γυναικὸς τὴν προςεδρίαν θαυμάσω‐ μεν, καὶ μάθωμεν παρ’ αὐτῆς, πῶς ὀφείλομεν καὶ ἡμεῖς, οἱ ἁμαρτωλοὶ, προςτρέχειν τῷ λυτρωτῇ θεῷ καὶ λαμβάνειν παρ’
20αὐτοῦ τὴν συγχώρησιν τῶν πεπλημμελημένων ἡμῖν. «Ἠρώτησέν τις τῶν φαρισαίων τὸν κύριον, ἵνα φάγῃ μετ’ αὐτοῦ· καὶ εἰς‐ ελθὼν εἰς τὴν οἰκίαν τοῦ φαρισαίου ἀνεκλίθη.» Βλέπεις συγ‐
κατάβασιν θεοῦ; βλέπεις θείας οἰκονομίας μυστήριον; βλέπεις149

150

φιλανθρωπίας ὑπερβωλήν; ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, κληθεὶς εἰς ἄριστον ὑπὸ τοῦ οἰκέτου, ἀναμφιβόλως παρεγένετο πρὸς αὐτὸν, ἵνα διὰ τῆς ἐσθιάσεως ἐνδείξηται τῆς αὑτοῦ συγ‐ καταβάσεως τὸ μέγεθος· καὶ τὸ τοῦ φαρισαίου δωμάτιον κατέ‐
5λαβεν, ὡς ἄνθρωπος, ὁ πάντα τόπον πληρῶν τῇ θεότητι, ἵνα καὶ τὴν οἰκονομίαν καὶ τὴν φιλανθρωπίαν ἐνδείξηται. «Καὶ ἰδοὺ, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλὸς, ἐπιγνοῦσα, ὅτι ἀνάκειται εἰς τὴν οἰκίαν τοῦ φαρισαίου, λαβοῦσα ἀλάβαστρον μύρου πολυτίμου, καὶ στᾶσα ὀπίσω αὐτοῦ, ἤρξατο τοῖς δάκρυσιν
10βρέχειν αὐτοῦ τοὺς πόδας, καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ»—οὐδὲν λέγουσα φανερῶς πρὸς αὐτόν. Ἐδεδοίκει γὰρ, μήπως λόγος τις δυςώδης, ἐκ τῶν ἁμαρτωλῶν αὐτῆς χειλέων ἐξελθὼν, κινήσῃ κατ’ αὐτῆς εἰς ὀργὴν τὸν φιλάνθρωπον κριτήν.
15Κατὰ δὲ τὸ σιωπώμενον τὴν πρεσβείαν ἐξύφαινεν, καὶ τῇ καρδίᾳ μόνῃ τὴν ἐξομολόγησιν ποιουμένη, τὴν ἱκεσίαν ἀνέφερεν τῷ μόνῳ τὰ ἐγκάρδια ἐπισταμένῳ δεσπότῃ, καὶ πρὸς αὐτὸν, τὸν φιλάν‐ θρωπον, τῇ διανοίᾳ ἐβόα· «Ἐτόλμησα προςελθεῖν σοι, δέσποτα, διὰ τὴν σὴν μητέρα καὶ παρθένον, ὡς σὺ μόνος ἐπίστασαι ὡς
20δημιουργὸς καὶ θεός· δι’ ἐκείνην τοίνυν τὴν σὴν ἀπειρόγαμον μητέρα καὶ παρθένον, οἴκτειρόν με, τὴν πόρνην· δώρησαί μοι τῶν ἐμῶν πλημμελημάτων τὴν συγχώρησιν· δι’ αὐτὴν ἐκείνης παρθενίαν τὴν ἐμὴν πορνείαν οἰκτείρησον· ἐλέησον, φιλάν‐ θρωπε, κλαίουσαν, ἣν εἰκότως ἐμίσεις γελῶσαν καλῶς· οἰκτεί‐
25ρησον στενάζουσαν κατὰ ψυχὴν, ἣν εὐλόγως ἀπεστρέφου καλλω‐ πιζομένην τῷ σώματι πρὸς ὄλεθρον καὶ ἀπάτην πολλῶν· οἰκτεί‐ ρησον πλοκάμους, οὓς αὐτὸς μὲν ἐδημιούργησας πρὸς κόσμον τῆς ἐμῆς κεφαλῆς, ἐγὼ δὲ πρὸς ἀπώλειαν κατεκόσμουν τῆς ἐμῆς ψυχῆς· δέξαι τὸ μύρον, ὡς μύρον οὐράνιον, καὶ ἀπόσμηξόν μου
30τοῦ βίου τὸν βόρβορον· δέξαι τὸ μύρον τοῦτο, καὶ πνευματικόν μοι μύρον χάρησαι, ἡ πηγὴ τῶν ἀγαθῶν· ἐμὲ τὴν ῥυπωθεῖσαν ἀπόπλυνον, ἰατρὲ παντοδύναμε· θεράπευσον τὴν πολλὰς παρὰ τοῦ διαβόλου δεξαμένην πληγάς· ἀπόξεσόν μου τῆς ψυχῆς τῶν ἁμαρτημάτων τὴν λέπραν, ὡς ἀπέξυσας τοῦ πιστοῦ λεπροῦ τὴν
35κηλῖδα τοῦ σώματος· ξήρανον τὰς τῶν ἐμῶν ἀνομημάτων πηγὰς,150

151

ὡς ἐξήρανας τῷ κρασπέδῳ τοῦ αἵματος τῆς αἱμοῤῥοούσης τοὺς ὀχετούς· ἐλέησόν με κύριε, υἱὲ Δαυὶδ, ὡς ἠλέησας ἐκείνην τὴν Χανανείαν, τὴν ἀγενῆ, ἀλλὰ καὶ πιστήν.» Ταῦτα τῆς πόρνης πιστῶς ἐν τῷ ἀποκρύφῳ τῆς ψυχῆς ἐργαστηρίῳ καθικετευσούσης
5μετὰ δακρύων, ἐξεπλήσσοντο πάντες οἱ ἀνακείμενοι ἐπὶ τῇ ἀνε‐ ξικακίᾳ τοῦ σωτῆρος, ὁρῶντες αὐτὸν ἐπιεικῶς φέροντα φιλήματα πορνικὰ καὶ κρατήματα χειρῶν ἁμαρτωλῶν. Ὁ δὲ φαρισαῖος, ὁ καλέσας αὐτὸν εἰς ἄριστον, ἐν τοῖς ἀφανέσι τῆς ψυχῆς ἐργα‐ στηρίοις βλασφήμους ἐκίνει κατ’ αὐτοῦ λογισμοὺς, καὶ τὴν τοῦ
10σωτῆρος φιλανθρωπίαν ὡς ἄγνοιαν ἐμέμφετο, λέγων ἐν ἑαυτῷ· «Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν, ποταπή ἐστιν ἡ ἁπτο‐ μένη αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.» Ἀπάνθρωπον ὅλον καὶ τυφλὸν τοῦ φαρισαίου τὸ φρόνημα. Ἀλλὰ τί πρὸς αὐτὸν ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος καὶ τῶν ἀγαθῶν χορηγός;
15«Σίμων, Σίμων, ἔχω σοί τι εἰπεῖν»—ἤκουσα ὧν οὐκ ἐφθάγξω ῥημάτων, ἔγνων τῆς σῆς ψυχῆς τὰ βουλεύματα· ἐπίσταμαι τὰ κατὰ διάνοιάν σοι μελετηθέντα κατ’ ἐμοῦ· καὶ διὰ τοῦτο μηδὲν λαλήσαντί σοι ἀποκρίνομαι, ἵνα ἐκ τῆς ἐμῆς ἀποκρίσεως μάθῃς τῆς ἐμῆς θεότητος τὴν ἰσχύν· ἵνα ἐκ τῶν ἐμῶν ῥημάτων ἐπι‐
20γνῷς, ὅτι ποιητής εἰμι ψυχῶν καὶ ἔφορος τῶν καρδιῶν· εἰ τοίνυν προφήτην με βούλει καλεῖν, ἢ καὶ δημιουργὸν τῶν προφητῶν, τὸν κατὰ τὸ βλεπόμενόν σοι ἄνθρωπον, ὃ βούλει καὶ δόξαζε. «Σίμων, Σίμων, ἔχω σοί τι εἰπεῖν· δύο χρεοφειλέται ἦσαν δα‐ νειστῇ τινι. ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, καὶ ὁ ἕτερος πεν‐
25τήκοντα· μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρί‐ σατο. Τίς οὖν αὐτὸν ὤφειλεν πλέον ἀγαπᾶν; Ἀποκριθεὶς δὲ ὁ φαρισαῖος εἶπεν· ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλέον ἐχαρίσατο. Λέγει πρὸς αὐτὸν ὁ σωτήρ· ὀρθῶς ἔκρινασ»—Καὶ σὺ χρεστεῖς μοι τῆς ἑαυτοῦ ζωῆς εὐθύνας πολλὰς, κἀγὼ συνεχώρησά σοι
30καθάπερ καὶ ταύτῃ τῆς πολιτείας τὰ ἐγκλήματα, καὶ σοῦ καλέ‐ σαντός με προθύμως ὑπήκουσα καὶ ὁμορόφιος ἐγενόμην καὶ ὁμοδίαιτος· οὐχ ὡς ἄπορος ἢ ἐνδεὴς τροφῆς, ἀλλ’ ὡς πλούσιος ἐν ἐλέει τὴν τῶν προςερχομένων μετάνοιαν προςδεχόμενος καὶ
τὰς τούτων ἁμαρτίας συγχωρῶν. Τί οὖν διαβάλλεις τὴν ἐμὴν151

152

συγκατάβασιν; τί δὲ κακίζεις τὴν ἐμὴν φιλανθρωπίαν, ἧς πρῶτος ἀπήλαυσας σύ; τί πολλὴν ἐπὶ τῶν ἄλλων ἀπαιτεῖς τὴν ἀκρίβειαν, ἣν ἐὰν ἐπιδείξωμαι νῦν, οὐ συμφέρει σοι; τί λογοθετεῖς τὴν ἐμὴν ἀγαθότητα, ἧς ἐνδεὴς γέγονας καὶ αὐτός; «Καὶ στραφεὶς
5πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα;» —ὦ φιλανθρωπίας θεοῦ ἄπειρον ὕψος· ὦ ἀνεξικακίας δεσπό‐ του ἀνυπέρβλητον μέγεθος· τὴν ὁμολογουμένην πόρνην «γυναῖκα» προςηνῶς προςηγόρευσεν· ἔκρυψεν τὸ τῆς πονηρᾶς προαιρέ‐ σεως ὄνομα, καὶ τὸ κοινὸν τῆς φύσεως προεκόμισεν ὄνομα.
10«Βλέπεις ταύτην τὴν γυναῖκα»—ἣν ἐθεασάμην πάλαι τοῖς τῆς θεότητος ὀφθαλμοῖς· τὴν αὐτόκλητον ἐπειςελθοῦσαν ἡμῖν; τὴν πρῶτον καὶ μόνον ἀναισχυντήσασαν ἀναισχυντίαν καλήν; τὴν, ἐνδέοντι καιρῷ, τὴν ζωηφόρον ἐπιδειξαμένην ἀναίδειαν; τὴν ὑπὸ σοῦ κατηγορουμένην ἐπὶ ἐγκλήμασι πολλοῖς, ἐφ’ οἷς προς‐
15ῆλθεν τῇ ζωῇ, καὶ μὴ τολμήσασαν, ὡς ἀπρόςωπον, κατὰ πρός‐ ωπον στῆναι, ἀλλ’ ὀπίσω κρυπτομένην, καὶ διὰ τοῦ βίου τοῦ προτέρου ἑαυτῆς ἔλεγχος γινομένην; «Εἰςῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ εἰς τοὺς πόδας μου οὐκ ἔδωκας, αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν τῆς κεφαλῆς
20αὑτῆς ἐξέμαξεν.» Οὓς οὐκ ἔβρεξεν πόδας τοῖς κύμασι ἡ θάλασσα, αὕτη τοῖς δάκρυσιν ἀπέπλυνεν καὶ τοῖς φιλήμασιν ἱκέτευσεν. Πότε κατέμαθες τοιαύτην γυναῖκα τὰς ἰδίας τρίχας ἐκμαγεῖον ποιήσασαν, καθάπερ αὕτη ἐπὶ τῶν ἐμῶν ποδῶν πεποίηκεν; «Φίλημά μοι οὐκ ἔδωκας», καίτοι δίκαιος ἦσθα, καλέσας ἡμᾶς
25εἰς ἄριστον, πρῶτος ὑπαντῆσαι καὶ περιπτύξασθαί με καὶ τὰ τῆς φιλοφροσύνης ἐν πᾶσιν ἐπιδείξασθαι· ἀλλὰ σὺ μὲν τοῦτο οὐκ ἐποίησας, «αὕτη δὲ, ἀφ’ οὗ εἰςῆλθον εἰς τὸν οἶκόν σου, οὐ διέλειπεν καταφιλοῦσά μου τοὺς πόδας». Βλέπε ταύτης τὸν ἀκόρεστον πόθον καὶ κόλασόν σου τὸν φιλολοίδορον τρόπον·
30βλέψον εἰς αὐτὴν καὶ κατάμαθε κλαίουσαν, εἰ μὴ καὶ σὺ ἀγα‐ πήσῃς, ἣν ἀκαίρως ἐμίσησας. «Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέν μου τοὺς πόδας, οὗ χάριν, λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί». Ταύτην οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, ζηλώσωμεν τὴν πιστὴν καὶ
35θαυμασίαν πόρνην, καὶ ὡς ἔτι καιρὸν ἔχομεν μετανοίας ἐν152

153

ταῖς ὀλίγαις ταύταις ἡμέραις τῆς νηστείας, σπουδάσωμεν διὰ βίου καθαροῦ καὶ πολιτείας ἀρίστης, διὰ νηστείας, δι’ ἐλεημο‐ σύνης, διὰ δακρύων, δι’ ἐξομολογήσεως κατᾶραι πάντα βόρβορον καὶ κηλῖδα τῶν πολλῶν ἡμῶν ἁμαρτιῶν, ἵνα καὶ τῆς προςηνοῦς
5φωνῆς ἀκούσωμεν τοῦ φιλανθρώπου δεσπότου, λέγοντος πρὸς ἡμᾶς· ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι· ὅπως καὶ τῆς ἐπουρανίου βασιλείας κληρονόμοι γενώμεθα, καὶ τῆς μακαρίας φωνῆς ἀξιω‐ θῶμεν, τῆς λεγούσης· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν—ἧς γένοιτο
10πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύ‐ ματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων, ἀμήν.153