TLG 2062 419 :: JOANNES CHRYSOSTOMUS :: In magnam feriam v [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In magnam feriam v [Sp.] Citation: Pg — (ln) | ||
338 | Εἰκότως ἀγωνιῶ τοῖς τῆς δειλίας δεσμοῖς συνεχόμενος, πῶς ἐμ‐ πλήσω τὸ δίψος τῆς ὑμετέρας φιληκοΐας, ποίαν προθήσω τοῦ λόγου τὴν τράπεζαν, τίς γένωμαι λαὸν τοσοῦτον δεξιούμενος, ᾧ μόνος Χριστὸς ἐπαρκέσει πρὸς ἑστίασιν. ἐπὶ θύραις λοιπὸν ἡ τοῦ κόσμου χαρά, | |
5 | πλησιάζει ὁ λιμὴν τῆς δεσποτικῆς ἀναστάσεως. πάλιν θορυβεῖται | 338 |
---|---|---|
339 | τῶν Ἰουδαίων τὸ ἀλόγιστον ἔθνος, πάλιν κατὰ τοῦ ποιμένος ὑλακ‐ τοῦσιν οἱ κύνες, πάλιν κατὰ τοῦ δεσπότου στασιάζουσιν οἱ δοῦλοι, πάλιν βουλεύονται κατὰ τοῦ φωτὸς οἱ τοῦ σκότους ἐργάται, πάλιν Ἰούδας μελετᾷ τὴν παράνομον πρᾶσιν, πάλιν ἑτοιμάζουσιν οἱ Ἰουδαῖοι | |
5 | ἀργύρια, ἵνα τῷ ᾅδῃ παραπέμψωσι τὸν ἐν νεκροῖς ἐλεύθερον καὶ μάθωσιν αἰχμαλωτιζόμενον θάνατον, ἵνα τιναχθῶσι τάφοι καὶ νεκροὶ πτερωθῶσι πρὸς ἔγερσιν, πάλιν μαθητὴς πιπράσκει, νομο‐ μαθεῖς δὲ ἀγοράζουσι καὶ λῃστὴς ἐπὶ σταυροῦ θεολογεῖ. Ἀλλὰ τῆς τοῦ προδότου φωνῆς μνημονεύσωμεν· «τί μοι θέλετε | |
10 | δοῦναι», φησίν, «κἀγὼ ὑμῖν παραδώσω αὐτόν». τί [σοι] θέλουσι δοῦναι, Ἰούδα; τὸ τῆς ἀγχόνης σχοινίον, τὸ ἐξώτερον σκότος, τῆς βασιλείας τὴν ἀλλοτρίωσιν, τὸν χωρισμὸν τῶν ἁγίων, τὸ ἀνέγερτον πτῶμα, ταῦτά σοι ἐκ τοῦ συναλλάγματος τοῦ πρὸς Ἰουδαίους τὰ κέρδη. [«τί μοι θέλετε δοῦναι;»] τί σοι δύνανται δοῦναι τοιοῦτον ὅσον μέλλεις | |
15 | ἀπολεῖν, παμπόνηρε; ἱνατί δὲ οὕτως ὀλίγου πιπράσκεις τὸν οὐρανοῦ καὶ γῆς ἀρχιτέκτονα, τὸν ἐν παλάμῃ τὰ σύμπαντα φέροντα; ὅτε τὸν δεσπότην σου ἐθεάσω τιμώμενον, σὺ τὸ πολυτίμητον μῦρον κατὰ τῆς φοβερᾶς αὐτοῦ κεφαλῆς ἐκχεόμενον εἶδες καὶ τῆς φιλοτιμίας τοῦ γυναίου καταγινώσκων ἐβόας· «εἰς τί ἡ ἀπώλεια αὕτη;» «διατί | |
20 | τοῦτο τὸ μῦρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;» καὶ τὸ μὲν μῦρον τὸ ἐκ διαφόρων εἰδῶν κατασκευαζόμενον καὶ ἐν τέχνῃ τινὶ μυρεψούμενον τριακοσίων διετίμησας δηναρίων, τὸ δὲ ἀληθινὸν μῦρον τὸ ὀσφραῖνον νεκροὺς τὴν ἀνάστασιν τριάκοντα δηναρίων πιπράσκεις; οὐκ οἶδας τί πωλεῖς, Ἰούδα. ἐσκότωσέ σε | |
25 | τῆς φιλαργυρίας ἡ μέθη. πότε δὲ ἔγνως δεσπότην παρὰ δούλου πω‐ λούμενον, πότε δὲ ἔμαθες πιπράσκειν φῶς καὶ ἀγοράζειν σκότος; ἱνατί δὲ τῆς ἀγάπης ἐνύβρισας τὸ γνώρισμα, ἱνατί δὲ φιλήματι τὴν | |
προδοσίαν ἐργάζῃ; καλῶς σε στηλιτεύων πόρρωθεν ὁ προφήτης | 339 | |
340 | ἐβόα· «οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος·» «ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον»· καὶ κατεφίλεις τὸν δεσπότην σου. πρόσελθε, φίλησον· ἀνέ‐ χεται ὁ σωτὴρ μακροθύμως, οὐ τὸ δυσῶδες τοῦ σοῦ φιλήματος | |
5 | ἀποστρεφόμενος, ἀλλ’ ἣν ἔδωκέ σοι ἐκ τῶν σῶν χειλέων ἀνακαλού‐ μενος χρεωφειλήματος χάριν. ὦ πόσον ἡ φιλαργυρία δεινόν. διὰ ταύτης ὁ μαθητὴς ἀποστολικῆς ἀπορραγεὶς σειρᾶς, τοῦ πνιγμοῦ τὸ σχοινίον κληρονομεῖ καὶ ἄξιον δεικνύει τῆς ἀγχόνης τὸν λαιμόν, δι’ οὗ προῆλθε τῆς προδοσίας τὰ ῥήματα. ὦ πηλίκον νῆψις ἀγαθόν. | |
10 | διὰ ταύτης γὰρ ὁ λῃστὴς ἐπήδησεν ἀπὸ σταυροῦ εἰς παράδεισον· ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτό‐ μενον πένθει, τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον, τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα, ῥηγνυμένας τὰς πέτρας—ὡς ἅπαντα ταῦτα ἐθεά‐ | |
15 | σατο, εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν, τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέ‐ μουσαν, τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε· «μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» ὄντως γοργὸς ὁ λῃστὴς τῆς ἑνδεκάτης ὥρας ἐργάτης· ὅλον | |
20 | γὰρ τὸ τῆς ἡμέρας τοῦ βίου ἀνεπλήρωσεν ἔργον, ᾗ ἐμισθώθη ὥρᾳ προθύμως εἰργάσατο. οὐκ ὤκλασε τῇ πίστει, οὐκ ἀπεῖδεν εἰς τὰς ὕβρεις, εἰς τὰς πληγὰς οὐκ ἀπέβληψε, τὰ τῶν Ἰουδαίων ὀνείδη παρε‐ κρούσατο, ἔλαβε τὴν κτίσιν διδάσκαλον καὶ τὸν τῆς κτίσεως δεσπότην γνωρίσας ἀξίαν ἔδωκε τὴν προσκύνησιν. | |
25 | Τί οὖν πρὸς ταῦτα ὁ τῶν μισθῶν ἀποδότης, ὁ φιλότιμος ἐν ταῖς εὐεργεσίαις Χριστός; τοῦ λῃστοῦ τὸ μέλλον ζητήσαντος αὐτὸς ἀνυ‐ πέρθετον τὴν χάριν ἐπέδειξεν· ἐκείνου γὰρ εἰρηκότος· «μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», ὁ δεσπότης εὐθὺς ἀπεκρί‐ | |
νατο λέγων· «ἀμήν, λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παρα‐ | 340 | |
341 | δείσῳ.» ἀληθὴς ἡ λέγουσα γραφή· «ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι.» αὐτῷ τῷ Χριστῷ ἡ δόξα σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | 341 |