TLG 2062 418 :: JOANNES CHRYSOSTOMUS :: In omnes sanctos [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In omnes sanctos [Sp.] Citation: Pg — (ln) | ||
303(1t) | Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσο‐ | |
2t | στόμου ἐγκώμιον εἰς τοὺς ἁγίους πάντας. | |
---|---|---|
3 | Δεῦτε σήμερον, ἀδελφοί, τῶν ἁγίων μαρτύρων τὴν μνήμην φαι‐ δρῶς πανηγυρίσωμεν. Δεῦτε κοινωνήσωμεν αὐτῆς τῆς ἐπουρανίου χάρι‐ | |
5 | τος· μάρτυρες γὰρ τῆς ἐν παραδείσῳ προδοσίας ἀπολογία, τῆς σφαλείσης ἱλαστήρια φύσεως, τῆς προσκρουσάσης ἀνθρωπότητος δῶρα, τοῦ γένους τοῦ σαλευθέντος ὑπογραφαί, τῆς τοῦ ληστάρχου διορυγῆς προμαχίονες, τῆς τῶν πιστῶν ἐλπίδος ἐνέχυρα, καρτερίας θεόγραφοι πίνακες, μυστικαὶ χριστιανισμοῦ βελοθῆκαι, τόξα τοῦ προσταυρωθέντος ἀπόρρητα, ἰσχυ‐ | |
10 | ροὶ τῆς εὐσεβείας βραχίονες, δένδρα μετὰ τομὴν ἀνθηρότερα, ῥίζαι μετὰ φθορὰν εὐθαλέστεραι, κεχωσμένα τοῖς δαίμοσι δίκτυα· οὐχ οὕτω ταῖς ἀρούραις ἐμπεριπατοῦντες στρουθοὶ τοῖς κεχωσμένοις συλλαμβάνονται βρόχοις ὡς ταῖς φυλαῖς τῶν ἁγίων μαρτύρων ἐμβοσκώμενοι δαίμο‐ νες τῇ κεχωσμένῃ περιπυροῦντες τέφρᾳ καὶ πάσχουσι τοῦ Κάϊν παρό‐ | |
15 | μοιον· οὓς γὰρ ἔσφαξαν φρίττουσιν, ὡς ἐκεῖνος ἐσφαγμένον τὸν Ἄβελ. Ἐπειδὴ καὶ δαίμονές εἰσιν ἐν τῷ ἀέρι τούτῳ βάρβαροι καὶ ἄγριοι καὶ πολέμους ἐγείροντες ἀεὶ καὶ τῆς εἰρήνης ἐχθροί, ἀντεκατέστησεν αὐτοῖς τὰ στρατόπεδα τῶν ἀγγέλων, ἵνα φαινόμενοι μόνον αὐτοὺς καταστέλλω‐ σιν, ἵνα τὴν εἰρήνην ἡμῖν ἀεὶ πρυτανεύωσι. Καὶ ἵνα μάθῃς ὅτι ἄγγε‐ | |
20 | λοι εἰρήνης εἰσίν, ἄκουσον ἐν ταῖς εὐχαῖς ἀεὶ λεγόντων καὶ διακόνων· τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε. Ὁρᾷς ὅτι καὶ ἄγγελοι πάρεισι καὶ μάρτυρες .... τῆς πανηγύρεως ταύτης τῶν ἁγίων πάντων. Πλοῦτον κερδαίνουσιν οἱ μάρτυρες ἀθανασίας πρόξενον· δόξης ἐκείνης ἐπέτυ‐ χον, ἧς ἡ βασιλεία αἰώνιος ὅλον εἰς οὐρανοὺς τὸν τῆς ζωῆς θησαυ‐ | |
25 | ρὸν ἀποθέμενοι· τοιαύτη γὰρ τῶν ἁγίων ἡ νίκη ὡς ὑπὲρ τῶν ἀθα‐ νάτων ἀγαθῶν ἑλέσθαι καὶ θάνατον. Ἐξέοντο τούτων τοῖς βασάνοις οἱ σάρκες, ἀλλ’ ὁ τῆς ψυχῆς σκοπὸς ἀνάλγητος ἔμενεν· ἐκόπτοντο τὰ μέλη τοῖς ξίφεσιν, ἀλλ’ ὁ πρὸς οὐρανὸν οὐκ ἐτέμνετο πόθος .... θη‐ ρίων ὀδόντες διεσπάραττον σπλάγχνα, ἀλλὰ τὸν τῆς καρδίας εὐσεβῆ | |
30 | λογισμὸν οὐκ ἀπέσπασαν. Ὄντως ἀσπὶς καὶ θῶραξ ταῖς ψυχαῖς τῶν μαρτύρων τὰ σώματα· ταῦτα γὰρ καὶ μόνα τοῖς τῶν τυράννων τιτρώ‐ σκεται βέλεσιν· οἷς γὰρ ὁ τῆς πίστεως καλὸς στρατιώτης πείθων τὰ μέλη δέχεσθαι βέλη προσίεται γυμνὸν τῷ πολέμῳ τὸ σῶμα καὶ νίκην ἐργάζεται, ἐν οἷς νικᾶσθαι νομίζεται· νενίκηται γὰρ διάβολος τῶν μαρ‐ | |
35 | τύρων αἰκίσας τὰ σώματα. Καὶ τούτου ἀπόδειξις τῶν λειψάνων ἡ δύ‐ | |
ναμις ἀοράτῳ πληγῇ φυγαδεύουσα δαίμονας. Ταῦτα τοὺς μάρτυρας δο‐ | 303 | |
304 | ξάζει τὰ τρόπαια· ταῦτα τοὺς οὕτω θανῆναι θελήσαντας ἀθανάτως ἔδειξε ζήσαντας· ταῦτα τῶν ἀγγέλων αἱ στρατιαὶ μακαρίζουσι ταῦτα ἡ κτίσις ἐνέχυρα κατέχει πανταχοῦ σωτηρίας. Ἑκάστη γὰρ λοιπὸν τῆς οἰκουμένης πόλις καὶ χώρα προστάτας εὑρίσκεται τοὺς μάρτυρας κατέ‐ | |
5 | χουσα· ὅσον γὰρ αὐτοῖς ταῖς τιμαῖς εὐσεβοῦντες τρέχομεν, τοσοῦτον αὐτοῖς ἐν ἅπασι κηδεμόνας εὑρίσκομεν. Τιμὴ δὲ μάρτυρι ἡ τῆς πολι‐ τείας ὀρθότης, τὸ πρὸς τὸν Θεὸν εὐσυνείδητον· διδάσκαλοι γὰρ ἡμῶν εὐσεβείας καὶ πολῖται οἱ μάρτυρες Χριστὸν ἔχοντες ὁδηγὸν χάρις τῷ φιλανθρώπῳ δεσπότῃ, τὸ καὶ τῇ γῇ δεδοκότι θησαυροὺς τοὺς ἁγίους | |
10 | Πάντας· ἐν αὐτῇ γὰρ ἐπετέθη τῶν οὐρανῶν τὰ κειμήλια, οἱ τίμιοι μαρ‐ γαρῖται, τὸ χρυσίον τὸ δόκιμον, τὰ σκεύη τὰ ἐκλεκτά· ταῦτα γάρ ἐστι τῶν μαρτύρων τὰ λείψανα καὶ τέως ὁ οὐρανὸς τῇ γῇ παρεχώρησε συγ‐ χωρῶν εὐλογεῖσθαι τῶν ἀνθρώπων τὸν βίον· ἐκεῖ γὰρ ἡ καταθύμιος διαμονὴ τῶν μαρτύρων, ἐκεῖ τῶν ἀγώνων ἡ περιπόθητος ἄνεσις, ἐκεῖ | |
15 | οἱ τῆς νίκης πολύτιμοι στέφανοι. Καὶ ταῦτα μὲν ὁ οὐρανὸς φυλάττειν προστέτακται περιμένων αὐτῶν ἐκεῖ τὴν ἀπόλαυσιν, κατέχει δὲ τούτους τέως ἡ γῆ. Ὁ οὐρανὸς δὲ καὶ .... παρελήφθη φαιδρότητος. Ἔσχε λαμπάδας πυρὸς τοὺς ἀστέρας, ἔσχε πλῆθος ἁγίων ἡ γῆ, ὡς ἐκεῖνος ἀγγέλων ἔχει δοξολογοῦντας. Οὗτοι οἱ μακάριοι μάρτυρες διὰ Χρι‐ | |
20 | στὸν κολασθέντες, στρεβλωθέντες, θηρίοις παραδοθέντες, πυρὶ καὶ ξί‐ φει ἀναλωθέντες νῦν δορυφοροῦνται, τιμῶνται, δοξάζονται, ἐν οὐρανοῖς βασιλεύουσι, τὸν Θεὸν δυσωποῦσιν, ἁμαρτωλοῖς βοηθοῦσι, τὴν οἰκου‐ μένην φυλάττουσι, πόλεις ἁγιάζουσιν, ἐρήμους πολίζουσιν, εὐλογοῦσι τὰς χώρας, λαοὺς συγκροτοῦσι, βαρβάρους ἀποστρέφουσι .... λει‐ | |
25 | ψάνοις μεριζομένης. Δῆλον δὲ τοῦτο ἐκ τῆς κατατεθείσης σήμερον κι‐ βωτοῦ ἐχούσης τὸ μάννα, κιβωτοῦ τῆς ἀλλοφύλους νικώσης, κιβωτοῦ τῆς ἀσφαλεστέρας τοῦ Νῶε· ἡ μὲν γὰρ ἐπάνω τῶν ὑδάτων νηχομένη διεσώζετο, ἡ δὲ ἐν αὐτῷ τῷ θανάτῳ φερομένη λυτροῦται· διὰ γὰρ τοῦτο καὶ ἐν τοῖς κόλποις αὕτη τῆς γῆς καταχώννυται ψυχαγωγοῦσα | |
30 | καὶ τοὺς ἐν ᾍδῃ βυθιζομένους ἀνθρώπους. Τοιοῦτος σήμερον ὁ ἡμέ‐ τερος θησαυρός, τοιοῦτον ὁ οἶκος τῶν μαρτύρων ἐδέξατο πλοῦτον, τοι‐ αύτην ὁ τόπος ἐκτήσατο χάριν. Ἐνταῦθα τῆς ἁγιωσύνης λοιπὸν τὸ μύρον πηγάζει, ἐνταῦθα τῆς τῶν παθῶν θεραπείας διοδεύει τὰ ῥεῖθρα, ἔνθεν οἱ ὀχετοὶ τῶν ἰάσεων ῥέουσιν, ἔνθεν πόλις εὐφραίνεται πεινῶσα, | |
35 | ἔνθεν ποίμνια διψῶντα κορέννυται, ἔνθεν λαὸς συντρέχων ἁγιάζεται, | |
ἔνθεν Χριστὸς σπλαγχνίζεται δοξαζόμενος. Ἐννόησον ὅσοι καὶ μαρ‐ | 304 | |
305 | τυρίου στέφανον ἀνεδήσαντο· οἱ μὲν γὰρ ἐμαστίχθησαν, οἱ δὲ εἰς δε‐ σμωτήριον ἐνεκλείσθησαν, οἱ δὲ ἁλύσεσι περιέκειντο, οἱ δὲ πατρίδος ἐξέπεσαν, οἱ δὲ οὐσίαν ἀπέβαλον, οἱ δὲ πρὸς τὴν ὑπερορίαν μετῳκί‐ σθησαν, οἱ δὲ ἐσφάγησαν, οἱ μὲν καὶ τῇ πείρᾳ, οἱ δὲ καὶ τῇ γνώμῃ· | |
5 | καὶ γὰρ δοράτων γυμνουμένων καὶ ξιφῶν ἠκονημένων καὶ ἀπειλῶν καθ’ ἑκάστην ἡμέραν γιγνομένων καὶ τῶν ἐν ἀρχαῖς θυμοῦ πνεόντων καὶ φωνῶν ἐπανατεινομένων μυρία εἴδη καὶ κολάσεων καὶ τιμωριῶν οὐκ εἶξαν οὐδὲ ἐνέδωκαν, ἀλλ’ ἔστησαν ἐπὶ τῆς πέτρας ἀκίνητοι πάντα ποιῆσαι καὶ παθεῖν αἱρούμενοι ὥστε μὴ κοινωνῆσαι τῇ παρανομίᾳ τῶν | |
10 | τὰ τοιαῦτα τετολμηκότων, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες· καὶ γὰρ καὶ γυναῖκες πρὸς τὸν ἀγῶνα ἀπεδύσαντο τοῦτον καὶ ἀνδρῶν πολ‐ λαχοῦ μᾶλλον ἠνδρίσαντο. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ νέοι καὶ μειράκια κομιδῆ, ὧν γένοιτο .... ᾧ ἡ δόξα σὺν τῷ πατρὶ καὶ τῷ | |
ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. | 305 |