TLG 2062 417 :: JOANNES CHRYSOSTOMUS :: In infirmos [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In infirmos [Sp.]

Source: Vassiliev, A. (ed.), Anecdota Graeco–Byzantina, vol. 1. Moscow: Imperial University Press, 1893: 323–327.

Citation: Pg — (ln)

323

(1t)

Oratio in infirmos (=in servam Dei Mariam).
2 Δέσποτα Κύριε, ὁ ἰατρὸς τῶν νοσούντων καὶ θεὸς πάσης πα‐ ρακλήσεως, ὁ μὴ βουλόμενος εἶναι τὸν ἄνθρωπον νοσερὸν ἢ κα‐ τώδυνον, ἀλλ’ ἱλαρὸν καὶ ὑγιῆ ὁλοτελῆ, αὐτὸς καὶ τὴν δούλην
5σου Μαρίαν τὴν σωματικὴν ἀσθένειαν πεσοῦσαν καὶ ἐν ἀθυμίᾳ πάσῃ γεναμένη(ν) ἀνάστησον, οἴκτειρον, μὴ παρίδῃς, σβέσον τὸν πυρετόν, πράϋνον τὸ ἄλγος, ἀπέλασον τὴν ῥαθυμίαν. ὁ τὴν πεν‐ θερὰν τοῦ Πέτρου πυρήσουσαν καὶ δεινῶς κατακειμένην καὶ ταύ‐ την τῷ ῥήματί σου ἀναστήσας πρὸς τὸ διακονεῖν σοι, αὐτός,
10βασιλεῦ, πάρεσο καὶ νῦν ἐπὶ τὴν δούλην σου Μαρίαν καὶ κατα‐ πράϋνον τὸ ἄλγος τῆς ψυχῆς καὶ τὴν νόσον τοῦ σώματος. ὁ τὸν κορυφαιότατον τῶν ἀποστόλων δι’ ἀγγέλου ἐξαγαγὼν ἐκ τῶν δε‐ σμῶν τῆς φρουρᾶς, ὁ τὸν κήρυκα τῆς ἐκκλησίας Παῦλον τὸν ἀπό‐ στολον ῥυσάμενος ἐκ τὴν τοῦ Νέρωνος βασιλέως τιμωρία(ν) αὐ‐
15τὸς καὶ τὸν δοῦλόν σου λύτρωσαι τῆς συνεχούσης ὀδύνης· ὁ τὸν ἐπιστήθιον φίλον σου καὶ ἠγαπημένον Ἰωάννην καὶ Θεολόγον ῥυσάμε‐ νος ἐκ τῆς Πάτμου καὶ Ἀρτέμιδος, ὁ τὸν πάμφρωνα Νῶε ἐκ τοῦ φρικτοῦ καὶ πανολέθρου κατακλυσμοῦ διασώσας, αὐτὸς καὶ νῦν ἔκ‐ τεινόν σου τὴν ἀόρατον καὶ πνευματικὴν δεξιὰν καὶ ἀνάστησον τὸ
20πλάσμα σου ἐκ τῆς πλάνης ταύτης. ὁ τὸν ξενοδόχον καὶ δικαιότα‐ τον Ἀβραὰμ ῥυσάμενος πάσης θλίψεως καὶ ὀδύνης, ὁ τὸν μυρίαθλον Ἰὼβ ἐκ τῆς κοπρίας ἀναστήσας αὐτὸς ἀνάστησον καὶ τὴν δούλην σου Μαρίαν ἐκ τῆς περιεχούσης αὐτῆς σωματικῆς ἀσθενείας. ὁ τὸν νομοδότην καὶ δικαιότατον Μωϋσῆν ἐξ Αἰγύπτου καλέσας, ὁ τὸν
25ἠγαπημένον σου παῖδα Ἰσραὴλ ἐκ τῆς κακίστης καὶ πονηρᾶς δου‐ λείας τοῦ πικροτάτου φαραὼ διασώσας αὐτὸς καὶ τὴν δούλην σου Μαρίαν βοήθησον, σβέσον τὸν πυρετόν, πράϋνον τὸ ἄλγος, πᾶσαν πονηρὰν ἀσθένειαν ἀπέλασον ἀπ’ αὐτῆς καὶ ἔγειρον τὴν δούλην σου ἀπὸ κλίνης ὀδυνερᾶς (=—νη—) καὶ ἀπὸ στρωμνῆς κακώσεως. ὁ
30τὸν Ἰακὼβ ἐκ χειρὸς Ἡσαῦ διασώσας, ὁ τὸν Τοβὴτ ὀμματώσας323

324

καὶ τὸ φῶς αὐτὸν χαρισάμενος, ὁ τὸν πάγκαλον Ἰωσὴφ ἐξ ἀδελ‐ φοκτόνων καὶ πονηρῶν πραθέντα κακῶς διασώσας, ὁ τὸν πάνσο‐ φον Δαυὶδ καὶ θαυμαστὸν προφήτην ἐκ χειρὸς Σαοὺλ διασώσας· αὐτὸς καὶ τὴν δούλην σου τὴν ἐν ἀσθενείᾳ κατακειμένην καὶ τοῦ
5ἐλέους σου ἐπιδεομένην ἐλέησον, οἴκτειρον, ἀνάστησον, διαφύλα‐ ξον ἀπὸ παντὸς κακοῦ ἀπόστησον. ὁ τὸν δικαιότατον Δανιὴλ τὸν προφήτην ἐκ τῆς φοβερᾶς τῶν λεόντων ἁρπαγῆς διασώσας, ὁ τὸν Ἱερεμίαν ἐκ τοῦ ζωφεροῦ καὶ σκοτεινοῦ λάκκου ἀφαρπάσας, ὁ τοὺς τρεῖς παῖδας Ἀνανίαν, Ἀζαρίαν καὶ Μισαὴλ ἐκ τῆς ἑπτα‐
10καύστου καμίνου διασώσας καὶ τὸ πῦρ εἰς δρόσον μεταβαλών· αὐτὸς καὶ τὴν δούλην σου τῆς συνεχούσης ὀδύνης ἀπάλλαξον. ὁ τῶν τυφλῶν τὰ ὄμματα φωτίσας, ὁ τῶν λεπρῶν τὰς σάρκας κα‐ θαρίσας, ὁ τοὺς νεκροὺς ἀναστήσας· αὐτὸς ἀνάστησον, αὐτὸς ζωο‐ ποίησον καὶ μὴ ἀποδώσῃς ἡμῖν κατὰ τὰς ἁμαρτίας ἡμῶν. ὁ τὸν
15παράλυτον λόγῳ συσφίγξας, ὁ τὴν αἱμοῤῥοῦσαν ἰασάμενος, ὁ τὸν λεγεῶνα θεραπεύσας· αὐτός, Δέσποτα, παρακλήθητι παρακαλῶ, δυσωπήθητι παραινῶ, σπλαγχνίσθητι ἱκετεύω ὡς μακρόθυμος, μή με κατάγῃς εἰς ᾅδου ζῶντα, ἀλλ’ αὐτός με ἀνάστησον τῇ ἀορά‐ τῳ σου καὶ πνευματικῇ δεξιᾷ. Ἅγιοι τρεῖς παῖδες οἱ τὴν κάμινον
20σβέσαντες, ἅγιοι ἑπτὰ παῖδες οἱ ἐν Ἐφέσῳ οἱ ἐκ τῶν νεκρῶν ἀνα‐ στήσαντες, βοηθήσατε, ἅγιοι ἐννέα μάρτυρες οἱ ἐν Κυζίκῳ θαυ‐ ματουργοῦντες, ἅγιοι δέκα μάρτυρες οἱ ἐν τῇ Κρήτῃ τελειωθέν‐ τες, ἅγιοι τεσσαράκοντα μάρτυρες οἱ ἐν Σεβαστείᾳ θαυματουργοῦν‐ τες, ἅγιοι τριάκοντα καὶ τρεῖς μάρτυρες ἀπὸ Ῥώμην, ἅγιοι τρι‐
25ακόσιοι δέκα καὶ ὀκτὼ θεοφόροι πατέρες οἱ ἐν Νικαίᾳ τῇ πόλει θαυματουργοῦντες, ἅγιοι οἱ μύριοι ἄνδρες οἱ ἐν Θεολόγῳ (sic) τελειωθέντες. ἅγιε Θεράπων ἀπὸ Σμύρνην, ἅγιε Παρθένιε ἀπὸ Λάμψακον, ἅγιε Ἰουλιανὲ ἀπὸ Καισαρίαν, ἅγιε Λεόντιε ἀπὸ Τρί‐ πολιν, ἅγιε Δημήτριε ἀπὸ Θεσσαλονίκην, ἅγιε Γεώργιε ἀπὸ Καπ‐
30παδοκίαν, ἅγιοι ἀνάργυροι Κωσμᾶ καὶ Δαμιανὲ καὶ Παντελεήμων, Κύρε καὶ Ἰωάννη, Σαμψὼν καὶ Διομήδους (sic), Φλόρε καὶ Λαῦρε καὶ Ἑρμόλαε. ἅγιε Ἀνδρόνικε σὺν τῇ ἁγίᾳ Ἀθανασίᾳ, ἅγιοι ὁμο‐ λογῆται ἀπὸ Ἐδέσσαν τὴν πόλιν, Γούρια, Σαμωνᾶ καὶ Ἄβιβε, οἱ τὴν κόρην ἐκ τοῦ τάφου ἁρπάσαντες καὶ πρὸς τὴν πατρίδα αὐτῆς
35ἀπαγαγόντες. ἅγιε Ἀκίνδυνε πρόφθασον, ἅγιε Ἀφθόνιε ἐπισκίασον,
ἅγιε Ἐλπιδιφόρε ἀνάστησον, ἅγιε Ἀνεμπόδιστε μὴ παρίδῃς, ἅγιοι324

325

ἀνάργυροι προφθάσατε, ἅγιε Παντελεήμων ἀρχιατρὲ ἐπισκίασον, ἅγιοι Κύρε καὶ Ἰωάννη προφθάσατε, ἅγιε Ἀγαπητὲ ἀπὸ Συναώ, ἅγιε Ἰωάννη Θεολόγε, ἅγιε Πέτρε ἀπὸ Ῥώμην, ἅγιε Παῦλε ἀπὸ Δαμασκόν, ἅγιε Εὐθύμιε ἀπὸ Μάδητον, ἅγιε Νικόλαε ἐκ τὰ Μύρα,
5ἅγιε Βασίλειε ἀπὸ Καισαρίαν, ἅγιε Ἐπιφάνιε ἀπὸ Κύπρον, ἅγιε Ἰωάννη Χρυσόστομε, ἅγιε Θύρσε, Λεύκιε καὶ Φιλήμων, ἅγιε Ἀλύ‐ πιε καὶ Προκόπιε, ἁγία δέσποινα Θεοτόκε ἀπὸ Ἀθήνας, ἁγία Ἀνα‐ στασία φαρμακολύτρια, ἁγία Βαρβάρα ἀπὸ Πάτρας, ἁγία Μαρίνα ἡ τὸν δαίμονα πατήσασα, ἁγία πρωτομάρτυς Θεοφανοῦ ἀπὸ Κωνσταν‐
10τινούπολιν, ἁγία Αἰκατερίνα ἀπὸ Ἀλεξανδρείαν, ἅγιε Ἰωάννη προ‐ φῆτα καὶ Πρόδρομε καὶ Βαπτιστὰ τοῦ Χριστοῦ, ἅγιοι προφῆται, ἀπόστολοι, μάρτυρες, ὅσιοι καὶ δίκαιοι, πᾶσαι αἱ οὐρανίαι δυνά‐ μεις τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, ἀρχαί, ἐξουσίαι καὶ τὰ πολυόμματα χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα σεραφίμ, ἡ ἀκατάληπτος
15δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προσπέσατε, δυσωπήσατε τὸν μόνον ὑπεράγαθον θεὸν ὅπως δωρήσητε τὴν δούλην τοῦ θεοῦ Μαρίαν ὑγείαν καὶ σωτηρίαν καὶ ἄφεσιν τῶν συνεχομένων κακῶν καὶ ἀπελάσατε ταύτην τὴν χαλεπὴν ἀσθένειαν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν· πυρετόν, ἐσωπύρετον, ῥίγους κραταιοῦ, ῥίγους
20βραχέος, ῥίγους λυμαντικοῦ, νόσος βλαβερά, νόσος χαλεπή, νόσος δεινὴ προσγινομένη, ἐπιπεμπτικὴ καὶ πεποιημένη. ἐξορκίζω ὑμᾶς τὰς οβʹ ἀσθενείας, ἃς ἔχει ὁ ἄνθρωπος, ἀναχωρεῖν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν, μὴ ἀπὸ οὐρανοῦ κατῆλθεν ἡ ἀσθένεια ἢ ἀπὸ ἀστέρων ἢ ἀπὸ ἡλίου ἢ σελήνης, μὴ ἀπὸ ζώφου νεφέλης,
25μὴ ἀπὸ κρυεροῦ ἀέρος, μὴ ἀπὸ βροντῆς ἢ ἀπὸ ἀστραπῆς κατῆλθε, μὴ ἀπὸ σεισμοῦ ἢ κτύπου καὶ συμπτωμάτων, μὴ ἀπὸ ὀρέων κοι‐ λάδων ἢ φάραγξ ἢ πλαγίων, μὴ ἀπὸ βουνοῦ ἢ κάμπου ἢ πεδί‐ ων, μὴ ἀπὸ λίθου ἢ ὕδατος ἢ πηγῆς ἢ ὁδοῦ ἢ ποταμοῦ ἢ χώ‐ ρας ἢ ἀγροῦ ἢ περιβολίου, μὴ ἐν κήπῳ ἢ ἐν παραδείσῳ, μὴ ἐν
30διόδοι(ς) ἢ ἐν τριόδοι(ς), μὴ ἐν εἰσόδοις ἢ ἐν ἐξόδοις, μὴ ἐν αὐλῇ λουτροῦ ἢ φούρνου ἢ τρωχάλου, μὴ ἐν θύρᾳ ἢ ἐν θυρίδι ἢ ἀνωγέων ἢ κατωγέων ἢ αὐλῆς ἢ ἁλωνίου, καὶ ἦλθες πειρᾶσαι τὴν δούλην τοῦ θεοῦ. μή τις ἐπαοιδὸς φθόνῳ εἰργάσατο ἢ περι‐
εποιήσατο ἢ ἀπὸ φαρμάκου ἢ φθόνου ἢ ζήλου, μὴ ἀπὸ βαρέων325

326

αἰσχρῶν ὀφθαλμῶν, μὴ ἀπὸ βασκοσύνης καὶ πάσης ἄλλης συμ‐ φορᾶς ἐπερχομένης, μὴ πρηστηριακὸν ἢ βουβιατικὸν ἢ ἐπιπεμπτι‐ κὸν ἢ κεφαλικὸν ἢ χειρῶν καρδίας καὶ ποδῶν ἢ δαιμονικὸν φα‐ σματικὸν ἢ καλὶς τῶν ὀρέων, μὴ ὀνοσκελιακὸν ἢ νεραΐδων, μὴ
5τῶν ἐν ζώφῳ ἀέρων πετωμένων καὶ ἤλθατε ἀδικῆσαι τὴν δούλην τοῦ θεοῦ. μὴ κεφαλόπονον ἢ ὀφθαλμόπονον ἢ ὀδοντόπονον ἢ στηθόπονον ἢ φρενόπονον ἢ χειρόπονον. μὴ δυσουρίας ἢ τρισου‐ ρίας ἢ ἐνσόχασιν ἢ ἐξόχασιν ἢ ὑστέρα(ν) ἢ στρόφου ἢ ἀρμόπο‐ νον ἢ τζίρματος ὀμαλικὸν ἢ ἄϋπνον ἢ πολύϋπνον. ἐξορκίζω ὑμᾶς
10εἴ τι ἄν ἐστιν ἀδικῶν τὴν δούλην τοῦ θεοῦ· ἀναχωρήσατε καὶ ἀπέλθατε εἰς τὰ ἄγρια ὄρη ὅπου ἂν εἷσαι κατακείμενον καὶ ἀδι‐ κῶν τὴν δούλην τοῦ θεοῦ. ἀναχωρήσατε καὶ ἀπέλθατε εἰς τὰ ἄγρια ὄρη μὴ ἐν τρίχεσι κεφαλῆς, μὴ ἐν μυελοῦ κάρας, μὴ ἐν κρανίου ἢ ἡμικράνου, μὴ ἐν μετώποις ἢ κροτάφοις ἢ βλεφάροις ἢ
15φρεσίν, μὴ ἐν μυκτήραις ἢ ὠτίοις, μὴ ἐν στόμασιν ἢ μύλεσιν ἢ χείλεσιν ἢ ὀδοντίοις, μὴ ἐν τραχήλοις ἢ ὠμοπλάταις χειρῶν, μὴ ἐν στήθοις ἢ φλεγμονίοις ἢ καρδίᾳ καὶ πᾶσα ὑγρίς, μὴ ἐν ῥάχεσι καπούλοις ἢ ὀμφαλοῖς καὶ ὑπογάστροις, μὴ ἐν γόνασι ποδῶν ἢ ἀστραγάλοις ἢ δακτύλοις καὶ ὀνύχοις ὅπου ἐὰν κατα‐
20κείμενον καὶ ἀδικῶν καὶ ἐμφωλεῦον αὐτῇ, ἀναχώρησον καὶ ἄπελθε ἐπὶ τὰς τῶν ποιησάντων κεφαλὰς καὶ ἐπιπέμψαντα καὶ τῶν συν‐ ειδότων, μήτε ξένος ἐποίησεν ἢ ἴδιος ἢ παραδότης ἢ δοῦλος ἢ ἐλεύθερος, μὴ φαρμακοπάοιδος, μὴ γυλοῦ ἢ στρίγγος ἢ στρίγγα ἢ φθονερὸς ἄνθρωπος. ἐξορκίζω ὑμᾶς, πάντα τὰ ἀκάθαρτα πα‐
25θήματα, κατὰ τοῦ μεγάλου ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ κατὰ τῆς ἀχράντου αὐτοῦ κορυφῆς καὶ κατὰ τῆς κραταιᾶς αὐτοῦ δεξιᾶς, ἀναχώρησον ἀπὸ τὴν δούλην τοῦ θεοῦ. ὁρκίζω σε κατὰ τοῦ κρεμάσαντος τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὁρκίζω σε κατὰ τοῦ θεμελιώσαντος τοὺς οὐρανοὺς ἐν ἀβάτοις εἰλίξιν, ὁρ‐
30κίζω σε εἰς τὸν θρόνον τοῦ θεοῦ τὸν ἀσάλευτον, ὁρκίζω σε κατὰ τῶν μακαρίων δυνάμεων καὶ ἀΰλων ταγμάτων, ὁρκίζω σε κατὰ τῶν τεσσάρων ἀρχαγγέλων Μιχαήλ, Γαβριὴλ καὶ Οὐριὴλ καὶ Ῥα‐ φαήλ, ὁρκίζω σε κατὰ τῶν εἴκοσι τεσσάρων πρεσβυτέρων τῶν
λειτουργούντων τὸν θρόνον τοῦ θεοῦ, ὁρκίζω σε κατὰ τῶν δώ‐326

327

δεκα ἀποστόλων· ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν καὶ δὸς αὐτήν, Δέσποτα Κύριε, ὑγείαν, ζωήν, εἰρή‐ νην, μακροημέρευσιν ὅπως δοξασθῇ καὶ παρ’ αὐτῆς τὸ πανάγιον ὄνομά σου τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος νῦν
5καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.327