TLG 2062 414 :: JOANNES CHRYSOSTOMUS :: Visio Danielis [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Visio Danielis [Sp.] Citation: Pg — (ln) | ||
33(1t) | Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου | |
2t | λόγος ἐκ τὴν ὅρασιν τοῦ Δανιήλ. | |
---|---|---|
3 | Ἄκουσον, οὐρανέ, μετὰ ἀκριβᾶς, πῶς οἱ τέσσαρες βασιλεῖες μετ’ ἀλλήλων συνήχθησαν· Αἰθίωπες, Μακεδόνες, Ἕλληνες καὶ | |
5 | Ῥωμαῖοι. τοῦτοί εἰσιν οἱ τέσσαροι ἄνεμοι ἐν οἷς ἑώρακεν Δα‐ νιὴλ ὁ προφήτης σισείοντα τὴν μεγάλην θάλασσαν. Φίλιππος μὲν ὁ τοῦ Ἀλεξάνδρου πατήρ, αὐτὸς ἔγημε τοῦ Χουσὴθ θυγα‐ τέρα βασιλέως Αἰθιωπίας, ἐξ ἧς Ἀλέξανδρος τίκτεται Μακεδών. αὐτὸς ἔκτιζε Ἀλεξανδρείαν τὴν μεγάλην καὶ ἐβασίλευσεν ἐν | |
10 | αὐτῷ (sic) χρόνους ιεʹ καὶ ἐκυρίευσεν χωρῶν πολλῶν καὶ πόλεων καὶ ἕως τῆς θαλάσσης τῆς λεγομένης Ἡλίου χώρας. καὶ εἰσῆλθεν ἕως τῆς ἑώας γῆς καὶ ἐκεῖ εὗρεν ἔθνος ἀνεξιχνίαστον, πᾶν ζωφίον μαγάρον, ὄφεις, γάτας, μύγας (=μυίγας) καὶ πᾶν ἑρπετόν. Καὶ τοὺς νεκροὺς οὐκ ἔθαπτον, ἀλλὰ μᾶλλον ἴστιον | |
15 | (=ἤσθιον) καὶ ἐκτρόματα τῶν γυναικῶν εἶδος ἀκαθάρτων θηρίων. τοὺς νεκροὺς οὐκ ἔθαπτον, ἀλλὰ μᾶλλον ἴστιον αὐτούς. ταῦτα καταθεωρήσας Ἀλέξανδρος ὑπ’ αὐτῶν ἐν ἀγροῖς γινόμενα δεδοικὼς μή πως πλατυνθῶσιν ἐν τῇ γῇ καὶ ἐνοῦσιν αὐτὴν ἐκ τῶν μιαρῶν ἐπιτηδευμάτων ἐδεήθη τοῦ Κυρίου ἐκτενῶς καὶ συνήγαγεν αὐτοὺς | |
20 | ἄνδρας σὺν γυναιξὶν καὶ τέκνοις καὶ ἁπλῶς εἰπεῖν πάσας τὰς παρεμβολὰς αὐτῶν καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς ἑώας γῆς καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως οὗ εἰσήλθωσαν ἐν τοῖς μέρεσιν τοῦ βοῤῥᾶ. καὶ οὐκ ἔστιν εἴσοδος ἀπὸ ἀνατολῶν ἢ δυσμῶν. αὖθις οὖν ἐλιπάρησεν τὸν Θεὸν καὶ ἀπέκλεισεν αὐτοὺς ἐκεῖσε μετὰ χαλκῶν | |
25 | πυλῶν ἐπιχρίσας ἀσήγχητον. Ταῦτα οὖν τὰ μυσαρὰ καὶ κίβδηλα ἔθνη πάσαις ταῖς μαγικαῖς κακοτεχνίαις κέχρηνται καὶ ἐν τούτοις αὐτῶν τὴν ῥυπαρὰν καὶ ἀπάνθρωπον μᾶλλον δὲ καὶ μισόθεον | |
γοητείαν κατήργησεν ἡ φύσις τοῦ ἀσυγχήτου. Ἐν δὲ τοῖς καιροῖς | 33 | |
34 | ἐκείνοις κατὰ τὴν (τοῦ) Ἰεζεκιὴλ προφητείαν τὴν λέγουσαν· ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς συντελείας τοῦ κόσμου ἐξελεύσεται χόθ, γώγ, ἀνῆς, ἀγήγ, ἀχενάζ, φαρβατινός, φαζενοί, ὀλβιανοί, σαρματαί, θυάλαιοι καὶ ἀνθρωποφάγοι. Οὗτοι εἴκοσι δύο βασιλεῖς καθεστή‐ | |
5 | κασιν ἔνδον τῶν Κασπίων πυλῶν ὧν κατεσκεύασεν Ἀλέξανδρος ὁ βασιλεύς. Βύζας οὖν ὁ βασιλεὺς ὁ κτίσας τὸ Βυζάντιον ἀπέστειλεν εἰς Αἰθιωπίαν πρὸς Φὸλ βασιλέα Αἰθιωπίας Γερμανικὸν τὸν αὐτοῦ στρατηγὸν εἰρηνεῦσαι μετ’ αὐτοῦ, γράψας αὐτῷ καὶ περὶ Χουσὴθ | |
10 | τῆς θυγατρὸς αὐτοῦ, ὅπως λάβῃ αὐτὴν γυναῖκα καὶ βασιλεύσῃ σὺν αὐτῇ. Δεξάμενος οὖν ὁ βασιλεὺς τὰ γράμματα παρὰ Γερμα‐ νικοῦ καὶ ἑωρακὼς τὰς παρ’ αὐτοῦ φιλοτιμίας εὐ(φ)ράνθη ἄγαν, ἀνέστη δὲ καὶ αὐτὸς καὶ συνήγαγεν ἐξ ὅλων τῶν ἐθνῶν Αἰθιω‐ πίας πλῆθος στρατιᾶς. λαβὼν δὲ καὶ τὴν θυγατέραν αὐτοῦ Χουσὴθ | |
15 | καὶ ἐπορεύθη εἰς τὸ Βυζάντιον καὶ ἔδωκεν φιλοτιμίαν μεγάλην ἔχων μεθ’ ἑαυτοῦ τεσσαράκοντα χιλιάδας Αἰθιώπων. Ἐδεξιώθη δὲ αὐτοὺς ὁ βασιλεὺς Βύζας πέραν τῆς θαλάσσης ἐν Χαλκηδόνι μετὰ πλείστης θυμηδίας, δέδωκεν δώματα πολλὰ τοῖς συνοῦσιν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ Βυζάντιον καὶ δέδωκεν φιλοτιμίαν | |
20 | μεγάλην καὶ δῶρα μέγιστα κατὰ τὴν βασιλικὴν συνήθειαν. Καὶ ἔλαβεν Βύζας ὁ βασιλεὺς τὴν Χουσὴθ θυγατέραν βασιλέως Αἰθιω‐ πίας ἐξ ἦς τίκτεται αὐτῷ θυγάτηρ ἣν καὶ ἐκάλεσεν ἐπὶ τὸ ὄνομα τῆς πόλεως αὐτοῦ Βυζαντίαν. αὐτὴν δὲ ἔγημε Ῥωμύλος ὁ βασιλεὺς Ῥώμης ὁ Ἀρχέλαος, διὰ δὲ τὴν ὑπερβάλλουσαν αὐτὴν ὡραιότητα | |
25 | ἠγάπησεν αὐτὴν σφόδρα. Ἦν δὲ αὐτὸς λίαν πλούσιος καὶ μεγα‐ λόψυχος ὅθεν καὶ ἐν τοῖς προικίοις ἐδωρήσατο τὴν Ῥώμην. ἀκού‐ σαντες δὲ οἱ μεγιστᾶνες αὐτοῦ ἠγανάκτησαν κατ’ αὐτοῦ. Τέτοκεν δὲ καὶ ἡ Βυζαντία τρεῖς υἱοὺς καὶ τὸν μὲν πρῶτον ὠνόμασεν κατὰ τὴν αὐτοῦ προσηγορίαν Ἀρχέλαον, τὸν δὲ ἕτερον Οὐρ‐ | |
30 | βανόν, τὸν δὲ τρίτον Κλαύδιον. Ἐβασίλευσαν οὖν ἑκάτεροι, ὁ μὲν Ἀρχέλαος ἐν Ῥώμῃ, Οὐρβανὸς (δὲ) εἰς Βυζάντιον πόλιν τῆς αὐτοῦ μητρός, Κλαύδιος ἐν Ἀλεξανδρείᾳ. Κατεκράτησεν δὲ τὸ | |
σπέρμα τῆς Χουσὴθ θυγατρὸς τοῦ βασιλέως Αἰθιωπίας τὴν | 34 | |
35 | τρεῶαν Μακεδονίαν, Ῥωμαίων τε καὶ Ἑλλήνων ἤγουν τῶν Ῥω‐ μαίων ἐκ γένους τῶν Αἰθιώπων. αἰνιττόμενος γὰρ ταύτην ὁ ἅγιος Δαυὶδ ταῦτα εἴρηκεν· Αἰθιωπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ. ἡ γὰρ ἐκ γένους τῶν Αἰθιώπων συνισταμένη ἡ βασιλεία τῶν | |
5 | χριστιανῶν κέκτηται τὸ μέγα καὶ σεβάσμιον ξύλο(ν) τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, ὅθεν ἡ αὐτὴ βασιλεία τῶν χριστιανῶν ἰσχυρά ἐστιν ὑπὲρ πᾶσαν βασιλείαν καὶ οὐκ ἔστιν ἔθνος ἢ βασι‐ λεία ἐν τῇ ὑπ’ οὐρανῶν δυναμένη καταδυναστεῦσαι τῆς βασιλείας τῶν χριστιανῶν τῶν Ῥωμαίων. ὡς γὰρ πρεπόντως προέφημε(ν), | |
10 | ἀγαπητοί, τὸν ἐν μέσῳ τῆς γῆς πανέντιμον, ζωοποιόν τε καὶ ἰσχυρὸν σταυρὸν ὑφ’ οὗ καὶ τῆς οἰκουμένης πέρατα λίαν σαφῶς ὑπογράφουσιν κατά τε πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος. ποία γὰρ ἰσχύει βασιλεία τῇ τῶν Ῥωμαίων ἀρχῇ; Ἀκούσωμεν γάρ, τί ὁ θεσπέσιος Παῦλος προηγόρευσεν περὶ | |
15 | τῆς ἐσχάτης ἡμέρας καὶ τῆς τῶν χριστιανῶν βασιλείας, φημὶ δήπου ἐν τῇ πρὸς Θεσσαλονίκαις ἐπιστολῇ οὕτως. ἐρωτῶμαι δὲ ὑμᾶς καὶ τὸν λοιπὸν ἕως ἂν ἀποδεικνύωνται αὐτὸν ὅτι ἐστὶν θεός. λοιπὸν οὗτος ὁ μόνος κατέχων ὅτι ἐκ μέσου γένηται καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. Τί οὖν ἐστι τὸ ἐκ μέσου εἰ μὴ τῶν | |
20 | χριστιανῶν βασιλεία; πᾶσα γὰρ ἀρχὴ καὶ ἐξουσία τοῦ κόσμου τού‐ του καταργηθήσεται πλὴν ταύτης. καὶ γὰρ αὐτὴ πολεμεῖται καὶ οὐ χύταται, καὶ πάντα τὰ ἔθνη συγκρούονται μετ’ αὐτῆς καὶ ἀναλωθήσονται ὑπ’ αὐτῆς καὶ κρατήσονται ἕως οὗ ἐφθάσει ἡ ἐσχάτη ἡμέρα. καὶ αὐτό ἐστιν τὸ προφθάσει χεῖρα αὐτῆς τῷ | |
25 | θεῷ κατὰ τὸν ἀπόστολον τὸν λέγοντα. ὅταν κα(τα)ργηθῇ πᾶσα ἀρχὴ καὶ ἐξουσία τοῦ κόσμου τούτου, τότε αὐτὴ παραδώσει τῷ βασιλεῖ τῷ θεῷ καὶ πατρί. Ποίαν βασιλείαν; δηλονότι τῶν χριστιανῶν, οὐδὲ γάρ ἐστι βασιλεία δυνατωτέρα αὐτῆς. Διὰ δὲ τὸ πλῆθος τῶν ἁμαρτιῶν αὐτῶν θυμωθήσεται ὁ θεὸς ἀπ’ | |
30 | αὐτῆς καὶ προσκαλέσεται τὸν θηρευτὴν Ἰσμαὴλ καὶ κινήσει ὡς ἡ ἄμμος τῆς θαλάσσης ἡ ἀναρίθμητος καὶ πετασθήσονται ὡς ἱέρακες ἐπὶ τὰ ὄρη τὰ ὑψηλά, οἱ δὲ ἵπποι αὐτῶν ἐξαλλοήνται | |
(=ἐξαλλοήσονται) ὡς ἀετιτόμενοι, καὶ εἰσελεύσονται ἐν τῇ πόλει | 35 | |
36 | τῇ ἑπταλόφῳ ἐν ἅρμασι καὶ ἵπποις καὶ ἕνεκαν τούτων πολλῆς αἱματεχυσίας, οὐκ ὀλίγον ποιήσαντες δὲ καὶ σκῦλα. Τί χρὴ λέ‐ γειν; καὶ εἰσῆλθεν Ἰσμαὴλ τῷ ἀγγέλῳ ἕως Ἀτταλῶν. Καὶ εἶπον ἐγὼ Δανιὴλ τῷ ἀγγέλῳ. Κύριέ μου, διὰ τί ἐπεισῆλθον αἱ θλίψεις | |
5 | αὗται τοῖς χριστιανοῖς; καὶ εἶπέν μοι ὁ ἄγγελος. οὐχ ὅτι ἀγαπᾷ Κύριος ὁ θεὸς τὸν Ἰσμαὴλ διδώσει αὐτῷ τὴν ἐξουσίαν τοῦ κρα‐ τῆσαι τῆς γῆς τῶν Ῥωμαίων, ἀλλὰ διὰ τὰς ἁμαρτίας κατοικούντων ἐν αὐτῇ. καὶ ἀρθήσεται ἡ τιμὴ τῶν ἱερέων καὶ ἐκλείψει ἡ θυσία ἀπὸ τῶν ἐκκλησιῶν καὶ πληρωθήσεται ἡ κακία ἐπὶ τοὺς ἀνθρώ‐ | |
10 | πους καὶ γενήσονται ὁ λαὸς ὡς ἄγρια θηρία καὶ ἔσονται ἱερεῖς ὡς ὁ κοινὸς λαός. Ἐν τῷ καιρῷ ἐκείνῳ ἤτοι τῷ ἑβδοματικῷ χρόνῳ ἐν ᾧ πληροῦται ὁ ἀριθμὸς τῶν Ἰσμαηλιτῶν καὶ τῆς δυναστείας αὐτῶν, ἧς κατεκράτησαν, καὶ ἠρήμωσαν Ῥωμανίαν τε καὶ Πισιδίαν καὶ τὰς λοιπὰς νήσους εὑρισκομένους πλησίον | |
15 | Ῥώμης, Καλαβρίαν καὶ Σικελίαν τὴν καλουμένην Τυραννίδα πόλιν. τότε βλασφημήσαντες οἱ Ἰσμαηλίται ἐροῦσιν ὅτι οὐκ ἔχουσιν ἀνάῤῥυσιν ἐκ τῶν χειρῶν ἡμῶν οἱ Ῥωμαῖοι. Τότε αἰφνιδίως ἐξέλ‐ θωσιν οἱ τῆς πόλεως ἐκείνης τῆς καλουμένης Τυραννίδος καὶ εὑροῦσιν δι’ ἀποκαλύψεως θεοῦ μέσον τῆς αὐτῶν πόλεως ἄν‐ | |
20 | θρωπόν τινα οὗτινος τὸ ὄνομα ἦν ἔλαττον ἐν τῷ κόσμῳ. καὶ τοῦτον κρατήσαντες ἀπάξουσιν αὐτὸν μέχρι δίνης κἀκεῖ χρί‐ σουσιν αὐτὸν εἰς βασιλέα, ὃν εἶχον οἱ ἄνθρωποι ὡσεὶ νεκρὸν καὶ οὐδὲν χρησιμεύοντα. ἔστιν δὲ τὸ ὄνομα αὐτοῦ εἰς τὸ τριακο‐ στὸν κεφάλαιον. Οὗτος ἐξελεύσεται εἰς τοὺς Ἰσμαηλίτας ἐν τόπῳ | |
25 | τινὶ λεγομένῳ Πετρίνῳ καὶ συγκροτήσουσιν πόλεμον ἰσχυρόν. ἐν δὲ τῷ τόπῳ ἐκείνῳ ἐστὶν φρέαρ δίστομον κἀκεῖ συγκόψονται ἀλ‐ λήλους ὥστε ἐκ τῶν αἱμάτων τῶν Ῥωμαίων καὶ τῶν Ἰσμαηλιτῶν μεστὸν γενέσθαι τὸ φρέαρ. Καὶ παραδώσει Κύριος ὁ θεὸς τὸν Ἰσμαὴλ εἰς χεῖρας τοῦ βασιλέως καὶ μετὰ ταῦτα ἀποστελεῖ εἰς | |
30 | τὰς χώρας αὐτῶν καὶ ποιήσει κατασκευὴν πλοίων καὶ ὀρνεύσει αὐτά. καὶ ἄλλους ἀγγέλους αὐτοῦ ἀποστελεῖ εἰς τὰ ἐνδότερα μέρη τῆς Ῥώμης καὶ ἡμερώσει τὰ ξανθὰ ἔθνη καὶ ὁμοῦ διώ‐ ξουσιν τὸν Ἰσμαήλ. καὶ τότε πληρωθήσεται ἡ προφητεία ἡ λέ‐ | |
γουσα ὅτι κύων καὶ σκύμνος διώξουσιν ἀγρόν. Καὶ ἀπερχομένου | 36 | |
37 | τοῦ βασιλέως ἐν τῇ Ῥώμῃ εἰσέλθει εἰς τόπον λεγόμενον Λωγ‐ γιβαρδίας, καὶ ἀντιτάξονται αὐτὸν οἱ τοῦ τόπου ἐκείνου, καὶ τού‐ τους παρακαλέσας εἰσέλθει ἐν τῇ Ῥώμῃ, καὶ ἐλθὼν ἐν τόπῳ τινὶ οὗ ἦν κεκλεισμένος θησαυρός, κρούει μετὰ τοῦ φραγγελίου | |
5 | αὐτοῦ εἰς τὸ ζόδον, ἔνθα ἐστὶν ὁ θησαυρὸς ἀποκεκλεισμένος. προστάξει δὲ θεοῦ ἀνοιχθήσονται, καὶ ἐξ αὐτοῦ ποιήσει ῥῶγας τῷ λαῷ αὐτοῦ. καὶ ἐξέλθει ἀπὸ Ῥώμης μετὰ πλείστου λαοῦ καὶ ἀπέλθει διὰ τῆς στερεᾶς ἐν τῇ ἑπταλόφῳ πόλει καὶ οὐκ ἔσται ὁ ἀντικείμενος αὐτῷ, ὅτι Κύριος ὁ θεὸς ἦν μετὰ αὐτοῦ. καὶ ἀκου‐ | |
10 | σθήσεται ὁ φόβος αὐτοῦ ἐν πάσῃ πόλει καὶ χώρᾳ καὶ ἀκούσας ὁ εἰς διακοσιοστὸν κεφάλαιον τοῦ τριακοστοῦ κεφαλαίου ἀπο‐ δράσει ἀπὸ τῆς πόλεως τῆς ἑπταλόφου εἰς τὸ ἐνδότερον μέρος τῆς ἀνατολῆς καὶ ἀπολεῖται κακῶς. Εἶτα ἀναστήσεται νεανίας ἐκ φυλῆς τοῦ Δὰν κατὰ τὴν προφητείαν τοῦ Ἰακὼβ τοῦ πατρι‐ | |
15 | άρχου τὴν λέγουσαν. ὄφις ἐφ’ ὁδοῦ ἐκαθήμενος δάκνων πτέρ‐ ναν ἵππου καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω τὴν σωτηρίαν ἀναμένων Κυρίου. Ἱππεύς ἐστιν ἡ ἀλήθεια καὶ ἡ εὐσέβεια τῶν ὀρθοδόξων χριστιανῶν, (πτέρνα) δὲ ἡ ἐσχάτη ἡμέρα. Καὶ οὗτοι ἅγιοι ἐν τῷ χρόνῳ δαχθήσονται ὑπὸ τοῦ ὄφεως ἤτοι τοῦ | |
20 | υἱοῦ τῆς ἀπωλείας εἰς τὰς φαντασίας αὐτοῦ καὶ εἰς τὰς ψευ‐ δομαντείας αὐτοῦ· ποιήσει γὰρ σημεῖα καὶ τέρατα ἐπὶ τῆς γῆς ἀνδρανὴ (sic) καὶ ἐξίτηλα. τυφλοὶ ἀναβλέψουσιν καὶ χωλοὶ περι‐ πατήσουσιν, κωφοὶ ἀκούσονται καὶ δαιμονιώδαις ἰασθήσονται, μεταστρέψει τὸν ἥλιον εἰς σκότος καὶ τὴν σελήνην εἰς αἷμα | |
25 | καὶ ἐν τούτοις τοῖς αὐτοῦ τοῖς σημείοις καὶ φαντασιώδαις ἐν τέ‐ ρασιν πλάναις καὶ ἀπατήσει εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς καθὼς γέγραπται. Εἰσελεύσεται γὰρ ὁ υἱὸς τῆς ἀπωλείας εἰς Ἱερο‐ σόλυμα καὶ καθίσει εἰς τὸν ναὸν Κυρίου ἶσα θεῷ, ἄνθρωπος ὑπάρχων σάρκινος, ἐκ σπέρματος ἀνδρὸς καὶ ἐκ μήτρας γυναικός, | |
30 | ἐκ τῆς φυλῆς τυγχάνων τοῦ Δάν. Ἰούδας γὰρ ὁ Ἰσκαριώτης ὁ παραδοὺς (scil. τὸν Κύριον) καὶ αὐτὸς ἐκ φυλῆς (ἦν) τοῦ Δάν. | |
Πληθυνομένης γὰρ τῆς θλίψεως τῶν ἡμερῶν ἐκείνων ἀπὸ τοῦ | 37 | |
38 | υἱοῦ τῆς ἀπωλείας οὐ φέρει τὸ θεῖον καθωρᾶν τὴν ἀπώλειαν τοῦ γένους τῶν ἀνθρώπων οὓς ἐξηγόρασεν τῷ ἰδίῳ αὐτοῦ αἵματι ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ, ἀλλὰ ἀποστέλλει ἐν συν‐ τόμως τοὺς ἰδίους αὐτοῦ θεράποντας τόν τε Ἐνὼχ καὶ Ἡλίαν | |
5 | εἰς ἔλεγχον αὐτοῦ τοῦ ἀντικειμένου ἐνώπιον πάντων ἐθνῶν. λέγοντες ὅτι οὗτός ἐστιν ὁ πλάνος ὁ ἀντικείμενος, τὸ δὲ βδέλυγμα τῆς ἐρημώσεως. Ὁρῶντες οὖν αὐτὸν τὰ ἔθνη ὑπὸ τῶν δούλων τοῦ Ἐνὼχ καὶ Ἡλίου ἐλεγχόμενον φεύξονται ἀπ’ αὐτοῦ καὶ προσακολουθήσονται τοῖς ἁγίοις. ὁρῶν οὖν ὁ ἐχθ‐ | |
10 | ρὸς ἑαυτὸν ὑπ’ αὐτῶν δεινῶς ἐλεγχόμενον καὶ ὑπὸ πάντων καταφρονούμενον θυμῷ καὶ ὀργῇ ἀνελεῖ τοὺς ἁγίους. Τότε φανή‐ σεται τὸ σημεῖον τοῦ υἱοῦ τῶν ἀνθρώπων μετὰ δόξης οὐρανίου καὶ ἀνελεῖ αὐτὸν ὁ Κύριος τῷ πνεύματι τοῦ στόματος αὐτοῦ κατὰ τοῦ ἀποστόλου φωνήν. Τότε λάμψουσιν οἱ δίκαιοι ὡς φωσ‐ | |
15 | τῆρες ἐν τῷ κόσμῳ λόγον ζωῆς ἐπέχοντες, οἱ δὲ ἀσεβεῖς ἐκδιωχ‐ θήσονται καὶ ἀποστραφήσονται εἰς τὸν ἅδην, ἐξ οὗ ῥυσθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν | |
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. | 38 |