TLG 2062 382 :: JOANNES CHRYSOSTOMUS :: Catecheses ad illuminandos 1–8 (series tertia)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Catecheses ad illuminandos 1–8 (series tertia)

Source: Wenger, A. (ed.), Jean Chrysostome. Huit catéchèses baptismales, 2nd edn. [Sources chrétiennes 50 bis] Paris: Cerf, 1970: 108–260.

Homilia 3 = Ad neophytos

Citation: Catechesis — section — (line)

t

1

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχι‐ επισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυ‐ σοστόμου ὁμιλίαι κατηχητικαὶ πρὸς τοὺς μέλλοντας φωτίζεσθαι καὶ πρὸς νεοφωτί‐
5στους καὶ εἰς τὴν ἐπιγραφὴν τῶν πράξεων τῶν ἀποστόλων.

1

t

Κατήχησις πρώτη πρὸς τοὺς μέλλοντας φωτίζεσθαι.

1

.

1

Χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς ὁ παρὼν καιρός· ἰδοὺ γὰρ παραγεγόνασιν ἡμῖν αἱ ποθειναὶ καὶ ἐπέραστοι τῶν πνευματικῶν γάμων ἡμέραι. Οὐδὲ γὰρ ἂν ἁμάρτοι τις γάμον ὀνομάζων τὰ νῦν γινόμενα, καὶ οὐ γάμον μόνον ἀλλὰ καὶ
5στρατολογίαν τινὰ θαυμαστὴν καὶ παράδοξον. Καὶ μὴ νομίσῃ τις ἐναντία εἶναι τὰ εἰρημένα ἀλλ’ ἀκουέτω τοῦ μακα‐ ρίου Παύλου τοῦ τῆς οἰκουμένης διδασκάλου ἀμφοτέροις τούτοις κεχρημένου τοῖς παραδείγμασι καί ποτε μὲν λέγοντος· «Ἡρμωσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι
10τῷ Χριστῷ»· ἀλλαχοῦ δὲ καθάπερ στρατιώταις μέλλουσιν εἰς πόλεμον ἐξιέναι οὕτω τὰ ὅπλα περιτιθέντος καὶ λέγοντος πάλιν· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι
ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου» [...].

1

.

2

Σήμερον χαρὰ γίνεται ἐν οὐράνῳ καὶ ἐπὶ γῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι τοσαύτη γίνεται ἡδονή, ἐπὶ πλήθει τοσούτῳ ἀθρόον τῶν μὲν τοῦ διαβόλου παγίδων καταγελάσαντι, εἰς δὲ τὴν τοῦ Χριστοῦ ποίμνην ἐγγραφῆναι σπου〈δάσαντι
5πόσῳ μᾶλλον χαρὰ γίνεται τοῖς ἀγγέλοις καὶ τοῖς ἀρχαγγέλοις
καὶ πᾶσι ταῖς ἄνω δυνά〉μεσι καὶ πᾶσι τοῖς ἐπὶ τῆς γῆς.

1

.

3

Φέρε τοιγαροῦν καθάπερ μελλούσῃ νύμφῃ εἰς τὰς παστά‐ δας εἰσάγεσθαι τὰς ἱερὰς διαλεχθῶμεν καὶ ὑμῖν ὑποδεικνύντες τοῦ νυμφίου τὸν ὑπερβάλλοντα πλοῦτον καὶ τὴν ἄφατον φι‐ λανθρωπίαν ἣν περὶ αὐτὴν ἐπιδείκνυται, καὶ αὐτῇ δείξωμεν
5οἵων ἀπαλλαττομένη, τίνων ἀπολαύειν μέλλει. Καὶ εἰ δοκεῖ, πρῶτον τὰ κατ’ αὐτὴν γυμνάσωμεν καὶ ἴδωμεν ἐν τίσιν αὐτὴν οὖσαν καὶ ὅπως αὐτὴν διακειμένην ὁ νυμφίος προσίεται· οὕτω γὰρ μάλιστα καὶ τοῦ κοινοῦ πάντων δεσπότου δειχθήσεται τὸ ἄπειρον τῆς φιλανθρωπίας. Οὐδὲ γὰρ τῆς εὐμορφίας αὐτῆς
10οὐδὲ τοῦ κάλλους ἐρασθεὶς οὐδὲ τῆς ὥρας τοῦ σώματος οὕτως αὐτὴν προσήκατο ἀλλὰ δυσειδῆ μᾶλ〈λον〉 καὶ ἄμορφον καὶ αἰ〈σχρὰν καὶ παν〉ταχόθεν 〈καὶ ῥυπαρὰν〉 καὶ σχεδὸν εἰπεῖν ἐν αὐτῷ τῷ βορβόρῳ τῶν ἁμαρτημάτων κυλιομένην,
οὕτως εἰς τὴν νυμφῶνα εἰσήγαγεν.

1

.

4

Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων παρ’ ἡμῶν, εἰς σωματικὴν παχύτητα καταπιπτέτω· περὶ γὰρ ψυχῆς ἡμῖν ὁ λόγος καὶ τῆς ταύτης σωτηρίας. Οὐδὲ γὰρ ἡ οὐρανομήκης ἐκείνη ψυχὴ ὁ μακάριος Παῦλος, ἡνίκα ἔλεγεν· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ
5παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ» ἕτερόν τι ἡμῖν ᾐνί‐ ξατο ἢ ὅτι τὰς τῇ εὐσεβείᾳ προσελθούσας ψυχὰς ἐκείνας, καθάπερ τινὰ παρθένον ἁγνὴν ἥρμοσε τῷ Χριστῷ.

1

.

5

Ταῦτα τοίνυν ἀκριβῶς εἰδότες, μάθωμεν σαφῶς τὴν προ‐ τέραν αὐτῆς ἀμορφίαν ἵνα θαυμάσωμεν τοῦ δεσπότου τὴν φιλαν‐ θρωπίαν. Τί γὰρ ἂν εἴη ταύτης δυσειδέστερον, τῆς τὴν οἰκείαν προεδρίαν καταλιπούσης καὶ τῆς ἄνωθεν εὐγενείας ἐπιλαθο‐
5μένης, τῆς περὶ λίθους καὶ ξύλα καὶ τὰ ἄλογα καὶ τὰ τούτων ἀτιμότερα τὴν θεραπείαν ἐπιδεικνυμένης καὶ ὑπὸ τῆς κνίσης καὶ τοῦ λύθρου τοῦ αἵματος καὶ τοῦ καπνοῦ τὴν ἀμορφίαν ἐπιτεινούσης; Ἐντεῦθεν γὰρ λοιπὸν καὶ ὁ ποικίλος τῶν ἡδονῶν ἑσμός, οἱ κῶμοι, αἱ μέθαι, αἱ ἀσέλγειαι, πάντα τὰ αἰσχρὰ
10ἐπιτηδεύματα οἷς καὶ οἱ ὑπ’ αὐτῶν θεραπευόμενοι δαίμονες χαίρουσιν.

1

.

6

Ἀλλὰ ταύτην τὴν οὕτω διακειμένην καὶ εἰς αὐτὴν τὴν ἄβυσσον ὡς εἰπεῖν τῆς κακίας κατενεχθεῖσαν ἰδὼν ὁ ἀγαθὸς δεσπότης γυμνὴν καὶ ἀσχημονοῦσαν, καὶ μήτε τὴν ἀμορφίαν λογισάμενος, μήτε τῆς πενίας τὴν ὑπερβολήν, μήτε τῶν κακῶν
5τὸ μέγεθος, δεικνὺς τὴν ὑπερβάλλουσαν ἑαυτοῦ φιλανθρωπίαν, προσεδέξατο. Καὶ διὰ τοῦ προφήτου τὴν τοιαύτην διάθεσιν
δηλοῖ λέγων· «Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου· καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.»

1

.

7

Σκόπει πῶς ἐξ αὐτῶν τῶν προοιμίων τὴν οἰκείαν ἀγαθό‐ τητα ἐμφαίνει, θυγατέρα καλέσαι καταξιώσας τὴν οὕτως ἀποσκιρτήσασαν καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν ἐκδεδωκυῖαν ἑαυτήν· καὶ οὐ τοῦτο μόνον ἀλλ’ ὅτι οὐδὲ εὐθύνας ἀπαιτεῖ τῶν
5πεπλημμελημένων οὐδὲ δίκας εἰσπράττεται ἀλλὰ μόνον παραι‐ νεῖ καὶ προτρέπεται ὑποθεῖναι τὴν ἀκοὴν καὶ τὴν παραίνεσιν δέξασθαι καὶ τὴν νουθεσίαν καὶ παρεγγυᾷ λήθην ποιήσασθαι τῶν ἐργασμένων.

1

.

8

Εἶδες φιλανθρωπίαν ἄφατον; Εἶδες κηδεμονίας ὑπερ‐ βολήν; Ταῦτα γὰρ ὁ μακάριος Δαβὶδ ὡς πρὸς πᾶσαν τὴν οἰκου‐ μένην κακῶς διακειμένην τότε ἐφθέγγετο· καὶ ἡμᾶς δὲ νῦν εὔκαιρον πρὸς τοὺς ἐπιποθήσαντας τὸν τοῦ Χριστοῦ ζυγὸν
5καὶ εἰς τὴν πνευματικὴν ταύτην στρατολογίαν ἐπιδραμόντας ταῦτα βοᾶν καὶ λέγειν πρὸς ἕκαστον τῶν ἐνταῦθα παρόντων, μικρὸν ὑπαλλάξαντας τὸ προφητικὸν λόγιον· «Ἐπιλάθεσθε, οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, τῶν προτέρων ἁπάντων, λήθην ποιήσασθε τῶν πονηρῶν ἐπιτηδευμάτων· ἀκούσατε καὶ κλίνατε
10τὸ οὖς ὑμῶν καὶ δέξασθε τὴν ἀρίστην ταύτην νουθεσίαν. «Ἄκουσον, φησίν, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου.»

1

.

9

Ὁρᾷς ὅτι τὰ αὐτὰ καὶ ὁ προφήτης τῇ οἰκουμένῃ πάσῃ ἐπαρῄνεσεν ἃ καὶ ἡμεῖς τήμερον παραινοῦμεν τῇ ὑμετέρᾳ
ἀγάπῃ. Τῷ γὰρ λέγειν «ἐπιλάθου τοῦ λαοῦ σου», τὴν εἰδωλο‐ λατρείαν καὶ τὴν πλάνην εἶπεν αἰνιττόμενος καὶ τὴν πρὸς
5τοὺς δαίμονας θεραπείαν· «καὶ τοῦ οἴκου, φησί, τοῦ πατρός σου» τουτέστι τῆς προτέρας ἀναστροφῆς ἐπιλάθου, τῆς εἰς ταύτην σε τὴν ἀσχημοσύνην ἀγαγούσης. Ἐκείνων ἁπάντων λήθην ποίησαι καὶ πᾶσαν ἐκείνην τὴν πρόληψιν ἔκβαλε τῆς διανοίας τῆς σῆς· ἐὰν γὰρ τοῦτο ποιήσῃς μόνον καὶ ἀποστῇς
10τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, τουτέστι τῆς παλαιᾶς ζύμης καὶ τῆς κακίας ἐν ᾖ κατεδαπανήθης καὶ κατη‐ νάλωσάς σου τὴν τῆς ψυχῆς ὥραν μετὰ τῆς τοῦ σώματος, ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

1

.

10

Ὁρᾷς, ἀγαπητέ, ὅτι περὶ ψυχῆς ἐστιν ὁ λόγος; Σώμα‐ τος γὰρ ἀμορφία φυσικὴ οὐκ ἂν εἰς εὐμορφίαν μετασταίη ποτέ, ἐπειδὴ τὰ τῆς φύσεως ἀκίνητα καὶ ἀμετάθετα εἶναι προσέταξεν ὁ δεσπότης. Ἐπὶ δὲ τῆς ψυχῆς τοῦτο εὔκολον
5καὶ σφόδρα ῥᾴδιον. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ προαι‐ ρέσεώς ἐστι τὸ πᾶν καὶ οὐ φύσεως· διὸ καὶ δυνατὸν καὶ τὴν ἄμορφον καὶ σφόδρα δυσειδῆ ἀθρόον βουληθεῖσαν μεταβα‐ λέσθαι καὶ εἰς τὴν ἄκραν εὐμορφίαν ἐπανελθεῖν καὶ εὔμορφον
πάλιν γενέσθαι καὶ εὐειδῆ, ὥσπερ πάλιν ῥᾳθυμήσασαν εἰς τὴν
10ἐσχάτην δυσείδειαν κατενεχθῆναι. «Ἐπιθυμήσει οὖν ὁ βασι‐ λεὺς τοῦ κάλλους σου», ἐὰν ἐκείνων τῶν προτέρων ἐπιλάθῃ τοῦ λαοῦ σου, λέγει, καὶ τοῦ οἴκου τοῦ πατρός σου.

1

.

11

Εἶδες ἀγαθότητα δεσπότου; Οὐ μάτην ἄρα οὐδὲ εἰκῇ ἀρχόμενος τοῦ λόγου γάμον ἐκάλεσα πνευματικὸν τὰ γινό‐ μενα. Καὶ γὰρ ἐπὶ τοῦ γάμου τούτου τοῦ αἰσθητοῦ οὐκ ἄλλως δυνατὸν τὴν ἀπειρόγαμον ἀνδρὶ συναφθῆναι μὴ τῶν τεκόντων
5καὶ θρεψαμένων ἐπιλαθομένην καὶ μεταστήσασαν ὁλόκληρον αὐτῆς τὴν γνώμην πρὸς τὸν μέλλοντα αὐτῇ συζεύγνυσθαι νυμφίον. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος εἰς τοῦτον τὸν λόγον ἐμπεσὼν μυστήριον τὸ πρᾶγμα ἐκάλεσεν· εἰπὼν γάρ· «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν
10μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν» καὶ τὴν δύναμιν ἐννοήσας τοῦ γινομένου καὶ ἐκπλαγεὶς ἀνεβόησε λέγων· «Τὸ μυστήριον τοῦτο μέγα ἐστί.»

1

.

12

Καὶ γάρ ἐστι μέγα ὡς ἀληθῶς· ποῖος γὰρ λογισμὸς ἀνθρώπινος καταλαβεῖν δυνήσεται τοῦ γινομένου τὴν φύσιν, ὅταν γάρ τις ἐννοήσῃ ὅτι ἡ γαλακτοτροφηθεῖσα καὶ θαλαμευο‐ μένη κόρη καὶ τοσαύτης παρὰ τῶν τεκόντων ἐπιμελείας καὶ
5ἀνατροφῆς ἀξιωθεῖσα, ἐπειδὰν εἰς ὥραν ἔλθῃ γάμου, ἀθρόον
ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῶν ὠδίνων ἐπιλανθάνεται τῶν μητρικῶν καὶ τῆς ἄλλης ἁπάσης θεραπείας καὶ συνηθείας καὶ τοῦ δεσμοῦ τῆς ἀγάπης καὶ πάντων ἁπαξαπλῶς καὶ πᾶσαν αὐτῆς τὴν γνώμην μεθίστησι πρὸς ἐκεῖνον ὃν οὐδέ‐
10ποτε ἐθεάσατο πλὴν ἐκείνης τῆς ἑσπέρας καὶ τοσαύτη λοιπὸν γίνεται τῶν πραγμάτων ἡ μεταβολὴ ὡς ἐκεῖνον αὐτῇ πάντα εἶναι καὶ νομίζειν καὶ πατέρα καὶ μητέρα καὶ νυμφίον καὶ ὅσα ἂν εἴποι τις καὶ οὐδὲ μνήμη τις γίνεται τῶν ἐν τοσούτοις ἔτεσιν ἀναθρεψαμένων, τοσαύτη δὲ αὐτῶν γίνεται ἡ συνάφεια
15ὡς μηδὲ δύο εἶναι λοιπὸν ἀλλὰ ἕν.

1

.

13

Καὶ τοῦτο αὐτὸ προφητικοῖς ὀφθαλμοῖς προορῶν ὁ πρωτόπλαστος ἔλεγεν· «Αὕτη κληθήσεται γυνὴ ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται
5πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Τὸ αὐτὸ ἄν τις εἴποι καὶ περὶ τοῦ ἀνδρὸς ὅτι κἀκεῖνος τῶν γεννησαμένων ἐπιλαθόμενος καὶ τοῦ οἴκου τοῦ πατρικοῦ ἑνοῖ καὶ προσκολλᾷ ἑαυτὸν τῇ κατὰ τὴν ἑσπέραν ἐκείνην αὐτῷ συναπτομένῃ. Καὶ ἵνα δείξῃ ἡμῖν ἡ θεία γραφὴ τῆς συνηθείας
10τὴν ἀκρίβειαν, οὐκ εἶπεν ὅτι ἑνωθήσεται τῇ γυναικί, ἀλλὰ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη ἀλλὰ προσέθηκε· «Καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν μαρτυρίαν ταύτην παράγων ἔλε‐ γεν· «Ὥστε οὐκέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μία.» Τοσαύτη, φησί,
15γίνεται ἡ ἕνωσις καὶ ἡ συνάφεια ὡς τοὺς δύο μίαν εἶναι σάρκα. Εἰπέ μοι, ποῖος λογισμὸς τοῦτο εὑρεῖν δυνήσεται, ποία διάνοια ἐφικέσθαι τοῦ γινομένου; Οὐ καλῶς ἔλεγεν ὁ μακάριος οὗτος ὁ τῆς οἰκουμένης διδάσκαλος ὅτι μυστήριόν ἐστι; Καὶ οὐχ ἁπλῶς εἶπεν μυστήριον ἀλλά· «Τὸ μυστήριον τοῦτο μέγα
20ἐστίν.»

1

.

14

Εἰ τοίνυν ἐπὶ τῶν αἰσθητῶν πραγμάτων μυστήριον καὶ μέγα μυστήριόν ἐστι, τί ἄν τις εἴποι κατ’ ἀξίαν ἐπὶ τοῦ πνευ‐ ματικοῦ τούτου γάμου; Ὅρα δὲ λοιπὸν ἀκριβῶς πῶς ἐπειδὴ πάντα πνευματικά ἐστι τὰ ἐνταῦθα, ἀπεναντίας τοῖς αἰσθη‐
5τοῖς ἐπιτελεῖται τὰ γινόμενα. Ἐπὶ μὲν γὰρ τοῦ γάμου τοῦ αἰσθητοῦ οὐκ ἄν τίς ποτε καταδέξοιτο ἀγαγέσθαι πρότερόν τινα εἰς γυναῖκα μὴ τὴν εὐμορφίαν αὐτῆς περιεργασάμενος καὶ τοῦ σώματος τὴν ὥραν, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ πρὸ τούτων τῶν χρημάτων τὴν εὐπορίαν.

1

.

15

Ἐνταῦθα δὲ τοιοῦτον οὐδέν. Διὰ τί; Ἐπειδὴ πνευμα‐ τικά ἐστι τὰ τελούμενα καὶ ὁ νυμφίος ὁ ἡμέτερος ἀπὸ φιλαν‐ θρωπίας ὁρμώμενος ἐπιτρέχει τῇ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν. Κἂν γὰρ ἄμορφος ᾖ τις, κἂν αἰσχρὸς ὀφθῆναι, κἂν
5πένης πενίαν τὴν ἐσχάτην, κἂν ἀγένης, κἂν δοῦλος, κἂν ἀπερ‐ ριμμένος, κἂν λώβην σώματος ἔχων, κἂν φορτία ἁμαρτημάτων ἐπιφερόμενος, οὐδὲν ἀκριβολογεῖται οὐδὲ περιεργάζεται οὐδὲ εὐθύνας ἀπαιτεῖ· δωρεὰ γάρ ἐστι καὶ φιλοτιμία καὶ χάρις δεσποτικὴ καὶ ἓν μόνον ἐπιζητεῖ παρ’ ἡμῶν, τὴν λήθην τῶν
10παρελθόντων καὶ τὴν μετὰ ταῦτα εὐγνωμοσύνην.

1

.

16

Εἶδες χάριτος ὑπερβολήν; Εἶδες οἵῳ νυμφίῳ ἁρμό‐ ζονται οἱ τῇ κλήσει πειθόμενοι; Ἀλλ’ ἴδωμεν εἰ δοκεῖ καὶ τὰ ἑξῆς τούτου τοῦ γάμου τοῦ πνευματικοῦ. Καθάπερ γὰρ ἐπὶ τῶν αἰσθητῶν γάμων προικῷα συντελεῖται γραμματεῖα καὶ
5ἕδνα δίδοται καὶ τὰ μὲν ὁ ἀνὴρ προσάγει, τὰ δὲ ἡ μέλλουσα συνάπτεσθαι, εἰκότως καὶ ἐνταῦθα τοιοῦτόν τι γίνεσθαι ἐχρῆν.
Δεῖ γὰρ ἀπὸ τῶν σωματικῶν ἐπὶ τὰ θειότερα καὶ πνευματικὰ μετάγειν τὴν διάνοιαν. Τίνα οὖν ἐστιν ἐνταῦθα τὰ προικῷα γραμματεῖα; Τί δὲ ἕτερον ἀλλ’ ἢ ὑπακοὴ καὶ αἱ συνθῆκαι αἱ
10μέλλουσαι πρὸς τὸν νυμφίον συντελεῖσθαι. Καὶ τίνα τὰ ἕδνα ἅπερ ὁ νυμφίος πρὸ τῶν γάμων προσάγει; Ἄκουε τοῦ μακαρίου Παύλου τοῦτο δεικνύντος ἡμῖν καὶ λέγοντος οὕτως· «Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς ἵνα αὐτὴν
15ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα πα‐ ραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.»

1

.

17

Εἶδες ἕδνων μέγεθος; Εἶδες ἀγάπης ὑπερβολὴν ἄφατον; «Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς.» Τοῦτο οὐκ ἄν τίς ποτε ποιῆσαι κατ‐ εδέξατο, τὸ αἷμα ἐκχεῖν ὑπὲρ τῆς μελλούσης αὐτῷ συνάπτεσθαι.
5Ἀλλ’ ὁ φιλάνθρωπος δεσπότης τὴν οἰκείαν μιμούμενος ἀγα‐ θότητα, τοῦτο τὸ μέγα καὶ παράδοξον διὰ τὴν περὶ αὐτὴν κη‐ δεμονίαν κατεδέξατο, ἵνα διὰ τοῦ αἵματος τοῦ ἰδίου ταύτην ἁγιάσῃ, ἵνα καθαρίσας τῷ λουτρῷ τοῦ βαπτίσματος παρα‐ στήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν. Διὰ τοῦτο τὸ αἷμα ἐξέχεε
10καὶ σταυρὸν ὑπέμεινεν ἵνα καὶ ἡμῖν διὰ τούτου τὸν ἁγιασμὸν χαρίσηται καὶ καθαρίσῃ ἡμᾶς διὰ τῆς τοῦ λουτροῦ ἀναγεννή‐
σεως καὶ τοὺς πρότερον ἠτιμωμένους καὶ μηδεμίαν παρρησίαν δυναμένους ἔχειν παραστήσῃ ἑαυτῷ ἐνδόξους μὴ ἔχοντας σπί‐ λον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.

1

.

18

Ὁρᾷς πῶς διὰ τοῦ εἰπεῖν· «Καθαρίσει καὶ παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα», ἐδίδαξεν ἡμᾶς τὴν ἀκαθαρσίαν ἐν ᾗ πρότερον ἐτύγχανεν οὖσα; Ταῦτα δὴ πάντα ἐννοοῦντες, οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται,
5μὴ πρὸς τὸ μέγεθος τῶν οἰκείων ἐφορᾶτε κακῶν μηδὲ τὴν ὑπερβολὴν τῶν ἡμαρτημένων ὑμῖν λογίσησθε· μᾶλλον δὲ, ταῦτα μετ’ ἀκριβείας ἀναλογισάμενοι, μηδὲ οὕτως ἐνδοιάσητε ἀλλ’ εἰδότες τοῦ δεσπότου τὸ φιλότιμον, τῆς χάριτος τὴν ὑπερβο‐ λήν, τῆς δωρεᾶς τὸ μέγεθος, ὅσοι κατηξιώθητε ἐνταῦθα πολι‐
10τογραφηθῆναι, μετὰ πολλῆς τῆς εὐγνωμοσύνης προσέλθετε καὶ πάντων τῶν ἤδη προπεπραγμένων ὑμῖν ἀποστάντες ὁλο‐ κλήρῳ τῇ διανοίᾳ τὴν μετάστασιν ἐπιδείξασθε.

1

.

19

Καὶ ἐπειδὴ ἔγνωτε καλῶς οἵους ὑμᾶς ὄντας καὶ ὅπως διακειμένους ὁ δεσπότης προσίεται, οὐ δίκας ἀπαιτῶν τῶν πλημμεληθέντων οὐδὲ τῶν ἡμαρτημένων τὴν ἐξέτασιν ποιούμε‐ νος, καὶ αὐτοὶ τὰ παρ’ ἑαυτῶν εἰσενέγκατε οὐ τῇ γλώττῃ μόνον
5ἀλλὰ καὶ τῇ διανοίᾳ τὰς πρὸς αὐτὸν ὁμολογίας βεβαιοῦντες. «Καρδίᾳ γάρ, φησί, πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Δεῖ γὰρ καὶ τὴν διάνοιαν ἐστη‐ ρίχθαι βεβαίως ἐν τῇ εὐσεβεῖ πίστει καὶ τὴν γλῶτταν διὰ τῆς ὁμολογίας κηρύττειν τὸ πεπηγὸς τῆς διανοίας.

1

.

20

Ἐπεὶ οὖν ὁ θεμέλιος τῆς εὐσεβείας ἡ πίστις ἐστί, φέρε μικρὰ περὶ ταύτης ὑμῖν διαλεχθῶμεν ἵνα τὸν θεμέλιον ἀρραγῆ καταβαλόμενοι, οὕτω λοιπὸν μετὰ ἀσφαλείας τὴν πᾶσαν οἰκο‐ δομὴν ποιησώμεθα. Προσήκει τοίνυν τοὺς εἰς τὸ ἴδιον τοῦτο
5τὸ πνευματικὸν ἀπογραψαμένους πιστεύειν εἰς τὸν τῶν ὅλων Θεὸν τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸν πάντων αἴτιον, τὸν ἄφραστον, τὸν ἀπερινόητον, τὸν οὔτε λόγῳ οὔτε διανοίᾳ ἑρμηνευθῆναι δυνάμενον, τὸν φιλανθρωπίᾳ καὶ ἀγαθό‐ τητι τὰ πάντα συστησάμενον.

1

.

21

Καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κατὰ πάντα ὅμοιον καὶ ἴσον τῷ Πατρὶ καὶ ἀπαράλλακτον ἔχοντα τὴν πρὸς αὐτὸν ὁμοιότητα, τὸν ὁμοούσιον καὶ ἐν ἰδίᾳ ὑποστάσει γνωριζόμενον, τὸν ἀρρήτως
5ἐξ αὐτοῦ προελθόντα, τὸν χρόνων ἀνώτερον καὶ τῶν αἰώνων ἁπάντων δημιουργόν, ἐν ὑστέροις δὲ καιροῖς διὰ τὴν ἡμετέραν σωτηρίαν μορφὴν δούλου ἀναλαβόντα καὶ ἄνθρωπον γενόμενον καὶ συναναστραφέντα τῇ ἀνθρωπίνῃ φύσει, καὶ σταυρωθέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα.

1

.

22

Δεῖ γὰρ ὑμᾶς ταῦτα ἀκριβῶς ἔχειν ἐμπεπηγότα ὑμῶν τῇ διανοίᾳ ἵνα μὴ εὐχείρωτοι γένησθε ταῖς ἀπάταις ταῖς δια‐ βολικαῖς, ἀλλ’ ἄν τε Ἀρείου παῖδες ὑποσκελίζειν βούλωνται, εἰδείητε ἀκριβῶς ὅτι ἀποφράττειν δεῖ τὰς ἀκοὰς πρὸς τὰ παρ’
5αὐτῶν λεγόμενα, μετὰ παρρησίας πρὸς αὐτοὺς ἀποκρινομένους καὶ δεικνύντας ὅμοιον κατὰ τὴν οὐσίαν ὄντα τῷ Πατρὶ τὸν Υἱόν. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωο‐ ποιεῖ» καὶ διὰ πάντων δείκνυσιν ὅτι τὴν ἴσην ἔχει τῷ Πατρὶ
10δύναμιν. Ἄν τε Σαβέλλιος ἑτέρωθεν διαφθείρειν βούληται τὰ ὑγιῆ δόγματα συναλείφων τὰς ὑποστάσεις, κἀκείνῳ τὰς ἀκοὰς ἀποτείχισον, ἀγαπητέ, διδάσκων ὡς ἡ μὲν οὐσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μία, τρεῖς δὲ αἱ ὑποστάσεις· οὔτε
γὰρ ὁ Πατὴρ υἱὸς ἂν δύναιτο λέγεσθαι, οὔτε ὁ Υἱὸς πατήρ, οὔτε
15τὸ Πνεῦμα τὸ ἅγιον ἕτερόν τι παρὰ τοῦτο, ἀλλ’ ἕκαστος ἐν τῇ ἰδίᾳ μένων ὑποστάσει τὴν ἴσην δύναμιν κέκτηται.

1

.

23

Δεῖ γὰρ καὶ τοῦτο πεπηγέναι ἐν τῇ διανοίᾳ τῇ ὑμε‐ τέρᾳ ὅτι καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς ἀξίας ἐστί, καθὼς καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγε· «Πορευθέντες μαθητεύ‐ σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ
5Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.»

1

.

24

Εἶδες ὁμολογίαν ἀπηρτισμένην; Εἶδες διδασκαλίαν μηδε‐ μίαν ἀμφιβολίαν ἔχουσαν; Μὴ σέ τις λοιπὸν ταραττέτω, τὰς ἐκ τῶν οἰκείων λογισμῶν ζητήσεις ἐπεισφέρων τοῖς τῆς ἐκκλη‐ σίας δόγμασι καὶ τὰ ὀρθὰ καὶ ὑγιῆ δόγματα ἐπιθολοῦν βουλό‐
5μενος. Ἀλλὰ φεῦγε τῶν τοιούτων τὰς συνουσίας ὡς τῶν φαρ‐ μάκων τὰ δηλητήρια. Καὶ γὰρ ἐκείνων οὗτοι χαλεπώτεροι· ἐκεῖνα μὲν γὰρ μέχρι τοῦ σώματος ἵστησι τὴν βλάβην, οὗτοι δὲ αὐτῇ τῇ σωτηρίᾳ τῆς ψυχῆς λυμαίνονται. Διὸ προσήκει ἐξ
ἀρχῆς καὶ ἐκ προοιμίων φεύγειν αὐτῶν τὰς τοιαύτας διαλέξεις
10καὶ μάλιστα μέχρις ἂν δυνηθῆτε τοῦ χρόνου προϊόντος, καλῶς φραξάμενοι καθάπερ ὅπλοις τισὶ πνευματικοῖς ταῖς παρὰ τῆς θείας γραφῆς μαρτυρίαις, ἐπιστομίζειν αὐτῶν τὴν ἀναίσχυν‐ τον γλῶτταν.

1

.

25

Καὶ περὶ μὲν τὰ δόγματα τῆς ἐκκλησίας τοσαύτην ὑμᾶς βουλόμεθα τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι καὶ ταῦτα ἐμπεπηγότα ἔχειν τῇ διανοίᾳ τῇ ὑμετέρᾳ. Ἐπειδὴ δὲ προσήκει τοὺς τοιαύ‐ την ἐπιδεικνυμένους πίστιν καὶ διὰ τῆς τῶν ἔργων πολιτείας
5διαλάμπειν, ἀναγκαῖον καὶ περὶ τούτου διδάξαι τοὺς μέλλον‐ τας τῆς βασιλικῆς ἀξιοῦσθαι δωρεᾶς ἵνα εἰδέναι ἔχητε ὡς οὐδέν ἐστιν οὕτως ἁμάρτημα ὃ νικῆσαι δύναται τὴν φιλοτι‐ μίαν τοῦ δεσπότου. Ἀλλὰ κἄν τε πόρνος ᾖ τις, κἄν τε μοι‐ χός, κἄν τε μαλακός, κἄν τε ἀρσενοκοίτης, κἄν τε ἡταιρηκώς,
10κἄν τε ἅρπαξ, κἄν τε πλεονέκτης, κἄν τε μέθυσος, κἄν τε εἰδωλολάτρης, τοσαύτη τῆς δωρεᾶς ἡ δύναμις καὶ τοῦ δεσπό‐ του ἡ φιλανθρωπία ὡς ἁπάντων τούτων ἀφανισμὸν ἐργάσασθαι καὶ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερον ἀποδεικνύειν τὸν γνώμην μόνον εὐγνώμονα ἐπιδειξάμενον.

1

.

26

Ἐννοοῦντες τοίνυν τοῦ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλ‐ λουσαν δωρεάν, ἤδη ἑαυτοὺς προευτρεπίζετε καὶ τῇ ἀποχῇ τῶν κακῶν καὶ τῇ ἐργασίᾳ τῶν ἀγαθῶν πράξεων· τοῦτο γὰρ καὶ ὁ προφήτης παραινεῖ λέγων· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ
5ποίησον ἀγαθόν.» Καὶ αὐτὸς δὲ ὁ Χριστὸς πάσῃ τῇ ἀνθρωπίνῃ φύσει διαλεγόμενος ἔλεγε· «Δεῦτε πρός με πάντες οἱ κο‐ πιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν
ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς
10ὑμῶν.»

1

.

27

Εἴδετε ἀγαθότητος περιουσίαν; Εἴδετε κλήσεως φιλοτι‐ μίαν; «Δεῦτε, φησίν, πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορ‐ τισμένοι.» Φιλάνθρωπος ἡ κλῆσις, ἀπόρρητος ἡ ἀγαθότης «Δεῦτε πρός με πάντες», οὐκ ἄρχοντες μόνον ἀλλὰ καὶ ἀρχό‐
5μενοι, οὐ πλούσιοι ἀλλὰ καὶ πένητες, οὐκ ἐλεύθεροι ἀλλὰ καὶ δοῦλοι, οὐκ ἄνδρες ἀλλὰ καὶ γυναῖκες, οὐ νέοι ἀλλὰ καὶ γέ‐ ροντες, οὐχ ὑγιεῖς τὸ σῶμα ἀλλὰ καὶ οἱ ἀνάπηροι καὶ οἱ λελω‐ βημένοι τὰ μέλη, πάντες φησὶν δεῦτε. Τοιαῦτα γὰρ τὰ τοῦ δεσπότου δῶρα· οὐκ οἶδε διαφορὰν δούλου καὶ ἐλευθέρου οὐδὲ
10πλουσίου καὶ πένητος ἀλλὰ πᾶσα αὕτη ἡ ἀνωμαλία ἐκβέβληται. «Δεῦτε πάντες, φησίν, οἱ κοπιῶντες καὶ πεφορτισμένοι.»

1

.

28

Ὅρα τίνας καλεῖ, τοὺς ἐν ταῖς παρανομίαις καταδα‐ πανηθέντας, τοὺς ἐν τοῖς ἁμαρτήμασι πεφορτισμένους, τοὺς οὐδὲ ἀνανεῦσαι λοιπὸν δυναμένους, τοὺς αἰσχύνης πεπληρω‐ μένους, τοὺς ἀπαρρησιάστους. Καὶ τίνος ἕνεκεν καλεῖ; Οὐχ
5ἵνα εὐθύνας ἀπαιτήσῃ καὶ δικαστήριον καθίσῃ. Ἀλλὰ τί; Ἵνα ἐκ τοῦ κόπου διαναπαύσῃ, ἵνα τὸ βαρὺ φορτίον περιέλῃ· τί γὰρ ἁμαρτίας βαρύτερον ἂν γένοιτό ποτε; Αὕτη γὰρ κἂν μυριάκις ὦμεν ἀναίσθητοι καὶ λανθάνειν τοὺς πολλοὺς βουλώμεθα, τὸ συνειδὸς διεγείρει καθ’ ἡμῶν τὸν δικαστὴν τὸν ἀδέκαστον κἀ‐
10κεῖνος διηνεκῶς κατεξανιστάμενος ἀδιάλειπτον ἡμῶν τὴν
ὀδύνην ἐργάζεται, καθάπερ δήμιός τις καταξαίνων καὶ ἄγχων τὸν λογισμὸν καὶ δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος. «Τοὺς οὖν ὑπὸ ταύτης φησὶν βεβαρημένους καὶ καθάπερ φορτίῳ τινὶ κα‐ τακαμφθέντας, τούτους ἀναπαύσω τὴν ἄφεσιν τῶν ἡμαρτημέ‐
15νων χαριζόμενος, μόνον δεῦτε πρός με.» Τίς οὕτως λίθινος, τίς οὕτως ἀνένδοτος ὡς μὴ ὑπακοῦσαι τῇ οὕτω φιλανθρώπῳ κλήσει;

1

.

29

Εἶτα διδάσκων ἡμᾶς καὶ τὸν τρόπον τῆς ἀναπαύσεως ἐπήγαγεν· «Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς.» Ὑπέλθετέ μου, φησί, τὸν ζυγόν. Ἀλλὰ μὴ δειλιάσητε ζυγὸν ἀκούοντες· οὐδὲ γὰρ τρίβει τὸν αὐχένα οὐδὲ κάτω νεύειν παρασκευάζει, ἀλλὰ
5τὰ ἄνω φρονεῖν διδάσκει, τὴν ἀληθῆ φιλοσοφίαν οὗτος ὁ ζυγὸς ἐκπαιδεύει. «Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε·» μόνον ὑπέλθετε τὸν ζυγὸν καὶ μαθήσεσθε· μάθετε τουτέστιν ὑπόσχετε τὴν ἀκοὴν ἵνα μαθεῖν δυνηθῆτε ἀπ’ ἐμοῦ. Μὴ γὰρ βαρύ τι παρ’ ὑμῶν ἐπιζητῶ. Ὑμεῖς οἱ δοῦλοι ἐμὲ τὸν
10δεσπότην μιμήσασθε, ὑμεῖς οἱ γῆ καὶ σποδὸς ὄντες τοῦ οὐρα‐ νοῦ καὶ γῆς ποιητὴν τὸν ὑμέτερον δημιουργὸν ζηλώσατε. «Μά‐ θετε ἀπ’ ἐμοῦ φησιν ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.»

1

.

30

Εἶδες συγκατάβασιν δεσπότου; Εἶδες φιλανθρωπίαν ἀμήχανον; Μὴ βαρύ τι ἢ ἐπαχθὲς παρ’ ἡμῶν ἀπῄτησεν· οὐδὲ γὰρ εἶπεν· Μάθετε ἀπ’ ἐμοῦ ὅτι σημεῖα εἰργασάμην, ὅτι νεκροὺς ἤγειρα, ὅτι θαύματα ἐπεδειξάμην, ἅπερ τῆς αὐτοῦ
5μόνης δυνάμεως ἦν. Ἀλλὰ τί; «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Εἶδες ὅσον τοῦ ζυγοῦ τούτου τὸ κέρδος, ὅση ἡ ὠφέλεια; Ὁ τοίνυν ὑπὸ τὸν ζυγὸν τοῦτον ἐλθεῖν καταξιω‐ θεὶς καὶ δυνηθεὶς μαθεῖν παρὰ τοῦ δεσπότου πρᾶος εἶναι καὶ
10ταπεινὸς τῇ καρδία. πᾶσαν αὐτοῦ τῇ ψυχῇ ἀνάπαυσιν προξε‐ νήσει. Τοῦτο γάρ ἐστι τὸ κεφάλαιον τῆς σωτηρίας τῆς ἡμετέ‐ ρας· ὁ ταύτην κεκτημένος τὴν ἀρετὴν δυνήσεται σώματι συμπεπλεγμένος ταῖς ἀσωμάτοις ἁμιλλᾶσθαι δυνάμεσι καὶ μηδὲν ἔχειν κοινὸν πρὸς τὰ παρόντα.

1

.

31

Ὁ γὰρ μιμούμενος τοῦ δεσπότου τὴν πραότητα οὐκ ὀργιεῖται, οὐκ ἐπαρθήσεται κατὰ τοῦ πλησίον. Κἂν πληγὰς αὐτῷ τις ἐντείνῃ, ἐρεῖ· «Εἰ κακῶς ἐλάλησα μαρτύρησον περὶ τοῦ κακοῦ, εἰ δὲ καλῶς, τί με δέρεις;» Κἂν δαιμονῶντα αὐτὸν
5καλέσῃ ἀποκρίνεται· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω» καὶ οὐδὲν αὐτὸν τῶν ἐπαγομένων δακεῖν δυνήσεται. Ὁ τοιοῦτος ὑπερ‐ όψεται πάσης δόξης τοῦ παρόντος βίου καὶ οὐδὲν αὐτὸν τῶν ὁρωμένων ἐπισπάσεται· ἑτέρους γὰρ ὀφθαλμοὺς κτήσεται λοι‐ πόν. Ὁ γὰρ ταπεινὸς τῇ καρδίᾳ γενόμενος οὐδέποτε βασκῆ‐
10ναι δυνήσεται τοῖς τοῦ πλησίον ἀγαθοῖς. Ὁ τοιοῦτος οὐχ ἁρπά‐ σει, οὐ πλεονεκτήσει, οὐκ ἐπιθυμήσει χρημάτων ἀλλὰ καὶ τὰ ὄντα προήσεται, πολλὴν τὴν συμπάθειαν περὶ τὸ ὁμογενὲς ἐπι‐ δεικνύμενος. Ὁ τοιοῦτος οὐ διορύξει γάμον ἀλλότριον. Ὁ γὰρ τὸν ζυγὸν ὑπελθὼν τοῦ Χριστοῦ καὶ μαθὼν πρᾶος εἶναι καὶ
15ταπεινὸς τῇ καρδίᾳ πάντως ἐπιδείξεται πᾶσαν ἀρετὴν καὶ τοῖς ἴχνεσιν ἐξακολουθήσει τοῦ δεσπότου.

1

.

32

Ὑπέλθωμεν τοίνυν τὸν ζυγὸν τὸν χρηστὸν καὶ τὸ φορ‐ τίον τὸ ἐλαφρὸν ἄρωμεν ἵνα καὶ τὴν ἀνάπαυσιν εὑρεῖν δυνη‐ θῶμεν. Ὁ τοῦτον ὑπελθὼν τὸν ζυγὸν πάσης ὀφείλει τῆς παλαιᾶς συνηθείας λήθην ποιήσασθαι καὶ ὀφθαλμῶν ἀκρίβειαν
5ἐπιδείκνυσθαι· «Ὁ γὰρ ἐμβλέψας γυναικί φησιν πρὸς τὸ ἐπι‐ θυμῆσαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ», ὥστε ἀσφάλειαν ἐπιθεῖναι δεῖ ταῖς ὀπτικαῖς αἰσθήσεσιν ἵνα μὴ δι’ αὐτῶν θάνατος ἀναβῇ. Οὐ μόνον δὲ ὀφθαλμῶν, ἀλλὰ καὶ γλώττης πολλὴν τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι χρή. «Πολλοὶ γὰρ
10ἔπεσόν φησιν ἐν στόματι μαχαίρας καὶ οὐχ ὡς οἱ πεσόντες διὰ γλώσσης», τὰ ἄλλα πάθη τὰ τικτόμενα χαλινοῦν καὶ ἐν γαλήνῃ τὴν διάνοιαν καθιστᾶν, τὸν θυμὸν ἐξορίζειν, τὴν ὀργήν, τὴν μνησικακίαν, τὴν ἔχθραν, τὴν βασκανίαν, τὰς ἐπιθυμίας τὰς ἀτόπους, τὴν ἀσέλγειαν ἅπασαν, πάντα τὰ ἔργα τῆς σαρκὸς
15ἅτινά ἐστί φησιν μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδω‐ λολατρία, φαρμακεία, ἔχθρα, ἔρις, φθόνοι, μέθαι, κῶμοι.

1

.

33

Ταῦτα τοίνυν πάντα ἐκμοχλεύειν προσῆκε, τὸν δὲ καρπὸν τοῦ Πνεύματος ἔχειν σπουδάζειν, ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν, χρηστότητα, ἀγαθωσύνην, πραότητα, ἐγκράτειαν. Ἐὰν οὕτως ἐκκαθάρωμεν ἡ μῶν τὴν διάνοιαν
5κατεπᾴδοντες τὰ εὐσεβῆ διδάγματα, δυνησόμεθα ἐντεῦθεν ἤδη ἑαυτοὺς προευτρεπίσαντες καὶ πρὸς τὴν ὑποδοχὴν τοῦ μεγέ‐ θους τῆς δωρεᾶς ἀξίους καταστῆσαι καὶ πρὸς τὴν φυλακὴν τῶν διδομένων ἀγαθῶν.

1

.

34

Μή μοι λοιπὸν περὶ τῶν ἔξω καλλωπισμῶν ἡ φροντὶς γινέσθω μηδὲ περὶ τὴν τῶν ἱματίων πολυτέλειαν ἀλλὰ πᾶσα ἡ σπουδὴ μεταγέσθω ἐπὶ τὴν τῆς ψυχῆς εὐμορφίαν ὥστε τὸ ταύτης κάλλος φαιδρότερον γίνεσθαι. Μή μοι τὰ σηρικὰ ἱμά‐
5τια καὶ τὰ τῶν σκωλήκων νήματα μηδὲ τὰ χρυσὰ περιδέρραια. Καὶ γὰρ ὁ τῆς οἰκουμένης διδάσκαλος εἰδὼς μάλιστα τῆς γυ‐ ναικείας φύσεως τὴν βλακείαν καὶ τῆς γνώμης τὸ εὐόλισθον οὐκ ὤκνησε καὶ περὶ τούτων διατάξασθαι. Τί λέγω ὅτι περὶ τούτων οὐ παρῃτήσατο διδάξαι; Περὶ ἐμπλεγμάτων παραινῶν
10βοᾷ καὶ λέγει· «Μὴ ἐμπλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ» μονονουχὶ διδάσκων κοσμεῖσθαι βούλει, γύναι, καὶ παρὰ τῶν ὁρώντων ἐπαινεῖσθαι; Ἐγώ σοι τοὺς ὁμο‐ γενεῖς ἀνθρώπους ἀλλὰ καὶ τὸν τῶν ὅλων δεσπότην εἰς ἔπαι‐ νον καὶ εὐφημίαν ἐκκαλέσομαι.

1

.

35

Ἐπεὶ δὲ ἐκεῖνον τὸν κόσμον ἐξέβαλε τὸν ἀπὸ τῶν ἐμπλεγμάτων, τὸν ἀπὸ τῶν χρυσίων καὶ μαργαριτῶν καὶ τῶν ἱματίων τῶν πολυτελῶν, ἴδωμεν λοιπὸν ποῖον αὐτῇ περιτίθησι κόσμον. Οὗτος γὰρ ὁ κόσμος ὁ ἐκ τῶν χρυσίων καὶ τῶν ἱμα‐
5τίων, κἂν πρὸς ὀλίγον τέρψῃ τὴν περικειμένην, τῷ χρόνῳ δαπανᾶται· τί λέγω δαπανᾶται; Καὶ πρὸ τῆς δαπάνης τοῦ χρόνου τοὺς τῶν βασκάνων ὀφθαλμοὺς διεγείρει καὶ τοὺς κα‐ κούργους πρὸς τὴν ὑφαίρεσιν προτρέπεται. Ὁ δὲ κόσμος ὃν περιτίθησιν αὐτὸς ἀνάλωτος, ἀδαπάνητος, διηνεκής, καὶ
10ἐνταῦθα συμπαραμένων κἀκεῖ συναποδημῶν καὶ πολλὴν ἡμῖν τὴν παρρησίαν κατασκευάζων.

1

.

36

Ἀλλ’ αὐτῶν ἀναγκαῖον ἀκοῦσαι τῶν ἀποστολικῶν ῥημά‐ των· τί οὖν φησιν; «Ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσεβεῖν, δι’ ἔργων ἀγαθῶν.» Ἄξια, φησί, τῷ ἐπαγγέλματι διαπράττου, διὰ τῶν ἔργων σαυτὴν κόσμει τῶν ἀγαθῶν. Μι‐
5μείσθω ἡ τῶν ἀγαθῶν πρᾶξις τὸ ἐπάγγελμα· ἐπαγγέλλῃ σέβειν
τὸν Θεόν, τὰ ἐκείνῳ ἀρέσκοντα ἐργάζου, τὰ ἔργα τὰ ἀγαθά. Τί δέ ἐστι δι’ ἔργων ἀγαθῶν; Πᾶσα ἡ συναγωγὴ τῆς ἀρετῆς φησιν, ἡ τῶν παρόντων ὑπεροψία, ἡ τῶν μελλόντων ἐπιθυμία, ἡ κατα‐ φρόνησις τῶν χρημάτων, ἡ περὶ τοὺς πένητας δαψίλεια, ἡ
10ἐπιείκεια, ἡ πραότης, ἡ φιλοσοφία, τὸ ἐν εἰρήνῃ καὶ γαλήνῃ τὴν ψυχὴν διακεῖσθαι, τὸ μὴ ἐπτοῆσθαι πρὸς τὴν δόξαν τοῦ παρόντος βίου ἀλλὰ ἄνω τεταμένον ἔχειν τὸ ὄμμα καὶ τὰ ἐκεῖ μεριμνᾶν διηνεκῶς καὶ τῆς ἐκεῖ ἐφίεσθαι δόξης.

1

.

37

Ἀλλ’ ἐπειδὴ πρὸς τὰς γυναῖκάς μοι νῦν ὁ λόγος μά‐ λιστα, βούλομαι καὶ ἕτερά τινα ταύταις παρεγγυῆσαι ὥστε μετὰ τῶν ἄλλων καὶ τῆς ἐπιβλαβοῦς συνηθείας ἀπέχεσθαι τοῦ μὴ κονιᾶν τὸ πρόσωπον μηδὲ ὡς ἐλλιπῶς ἐχούσης τῆς
5δημιουργίας προστιθέναι καὶ τὴν ὕβριν εἰς τὸν δημιουργὸν ἐκτείνειν. Τί γὰρ ποιεῖς, ὦ γύναι; Μὴ γὰρ ἀπὸ τῶν ἐπιτριμ‐ μάτων καὶ τῶν ὑπογραφῶν προσθήκην ἐργάσασθαι ἔχεις τῷ φυσικῷ κάλλει ἢ τὴν φυσικὴν ἀμορφίαν μεταβαλεῖν; Οὔτε ἐκείνῳ προσθήκην ἐργάσῃ διὰ τούτων καὶ τῆς ψυχῆς τὸ κάλλος
10διαφθερεῖς. Ἡ γὰρ περιεργία αὕτη τεκμήριον γίνεται τῆς ἔνδο‐ θεν βλακείας. Ἄλλως τε καὶ πολὺν ἐπισορεύεις διὰ τούτου
σαυτῇ τὸ πῦρ, τὰς τῶν νέων ὄψεις ἀναπτεροῦσα καὶ τοὺς τῶν ἀκολάστων ὀφθαλμοὺς ἐπισπωμένη καὶ μοιχοὺς ἀπηρτισμέ‐ νους ἐργαζομένη καὶ τὸν ἐκείνων ὄλισθον εἰς τὴν σὴν ἕλκεις
15κεφαλήν.

1

.

38

Τὸ μὲν οὖν πρέπον καὶ ἐπωφελὲς πάντη τούτου ἀπ‐ έχεσθαι· εἰ δὲ μὴ βούλοιντο αἱ τῇ κακῇ ταύτῃ συνηθείᾳ προ‐ κατειλημμέναι, κἂν γοῦν ἐπὶ τὸν εὐκτήριον οἶκον ἀφικνούμε‐ ναι μὴ ποιείτωσαν τοῦτο. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, εἰς
5ἐκκλησίαν παραγενομένη οὕτω σαυτὴν διατίθης; Μὴ γὰρ τοῦτο ἐπιζητεῖ τὸ κάλλος ὃν ἔρχῃ προσκυνήσουσα καὶ τὰς ὑπὲρ τῶν ἁμαρτημάτων ἐξομολογήσεις ποιησομένη; Τὸ ἔνδο‐ θεν κάλλος ἐπιζητεῖ, τὴν διὰ τῶν ἔργων τῶν ἀγαθῶν πρᾶξιν, τὴν ἐλεημοσύνην, τὴν σωφροσύνην, τὴν κατάνυξιν, τὴν πίστιν
10τὴν ἀκριβῆ. Σὺ δὲ ταῦτα καταλιποῦσα πολλοὺς τῶν ῥᾳθύμων καὶ ἐν τῇ ἐκκλησίᾳ ὑποσκελίζειν ἐπιχειρεῖς. Καὶ πόσων ταῦτα ἄξια σκηπτῶν; Εἰς τὸν λιμένα παραγίνῃ καὶ ναυάγιον σαυτῇ κατασκευάζῃ· πρὸς τὸν ἰατρὸν ἔρχῃ τὰ ἕλκη θεραπεῦσαι καὶ μείζονα αὐτὰ ἐργαζομένη ἀπέρχῃ. Καὶ τίς σοι λοιπὸν ἔσται
15συγγνώμη; Ἀλλ’ εἰ καὶ πρότερόν τινες ἦσαν οὕτω ῥᾳθύμως περὶ τὴν ἑαυτῶν σωτηρίαν διακείμεναι, νῦν γοῦν πεισθήτωσαν ἀπαλλαγῆναι τῆς λύμης ταύτης· εἰ γὰρ ἱματίοις πολυτελέσι κεχρῆσθαι ἀπηγόρευσε, πολλῷ μᾶλλον τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς.

1

.

39

Μετὰ δὲ τούτων παρακαλῶ καὶ ἄνδρας καὶ γυναῖκας
τοὺς κληδονισμοὺς καὶ τὰς παρατηρήσεις πάντη φεύγειν· ταῦτα γὰρ Ἑλλήνων ἐστὶ καὶ τῶν ἔτι τῇ πλάνῃ προκατειλημ‐ μένων ληρήματα, τὸ τοῦ κόρακος τὴν φωνὴν περιεργάζεσθαι
5καὶ τοῦ μυὸς τὸν ψόφον καὶ τῆς δοκοῦ τὸν τρισμόν, τὸ τὰς ὑπαντήσεις τῶν μὲν αἰσχρῶς βεβιωκότων μεθ’ ἡδονῆς δέχε‐ σθαι τὰς δὲ τῶν ἐν εὐλαβείᾳ καὶ σεμνότητι ὡς αἰτίας μυρίων κακῶν φεύγειν. Ὅρα πόσαι τοῦ διαβόλου αἱ μηχαναί· οὐ μόνον γὰρ ἐρήμους ἡμᾶς εἶναι βούλεται τῆς ἀρετῆς καὶ πρὸς τὴν
10κακίαν νενευκέναι, ἀλλὰ καὶ μῖσος ἡμῖν ἐνθεῖναι κατασκευά‐ ζει ὡς καὶ ἀποστρέφεσθαι τοὺς τὴν ἀρετὴν μετιόντας. Καὶ πάλιν οὐ μόνον μετιέναι ἡμᾶς τὰ πονηρὰ βούλεται ἀλλὰ καὶ οἰκειῶσαι ἡμᾶς πρὸς αὐτὰ σπεύδει καὶ ἐπείγεται, παρασκευά‐ ζων μεθ’ ἡδονῆς αὐτὰ προσίεσθαι.

1

.

40

Ταῦτα μὴ μικρὰ εἶναι νομίσητε μηδὲ τὰ τυχόντα ἀλλ’ ἱκανὰ καταβαπτίσαι ψυχὴν καὶ εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας ἀγαγεῖν. Αὕτη γάρ, αὕτη τοῦ πονηροῦ δαίμονος ἡ ἐπι‐ βουλὴ ὥστε καὶ διὰ τῶν μικρῶν ὑποσκελίζειν. Ἀλλ’ ὑμεῖς οἱ
5νέοι τοῦ Χριστοῦ στρατιῶται καὶ ἄνδρες καὶ γυναῖκες, τοῦτο γὰρ τὸ τοῦ Χριστοῦ στρατόπεδον οὐκ οἶδε φύσεως διαφοράν, ἐντεῦθεν ἤδη πᾶσαν τοιαύτην συνήθειαν ἐκκόψαντες ὡς μέλ‐ λοντες τὸν ἁπάντων βασιλέα ὑποδέχεσθαι, οὕτως ἐκκαθάρατε ὑμῶν τὴν διάνοιαν ὥστε μηδένα ῥύπον ἐπισκοτεῖν τοῖς ὑμετέ‐
10ροις λογισμοῖς.

1

.

41

Ἀλλὰ κἂν ἐχθρὸν ἔχῃ τις καταλλαττέσθω, ἐννοῶν οἵων αὐτὸς μέλλει τυγχάνειν παρὰ τοῦ δεσπότου τοσούτοις ἁμαρτή‐ μασι βεβαπτισμένος καὶ ἀφιέτω τῷ πλησίον τὰ εἰς αὑτὸν ἐπταισμένα. «Κακίαν γάρ, φησίν, ἕκαστος τῷ πλησίον αὐτοῦ
5μὴ λογιζέσθω ἐν ταῖς καρδίαις ὑμῶν.» Κἂν γραμματεῖα τοί‐ νυν τις ἔχῃ καὶ τόκων συναγωγήν, ταῦτα διασπάτω. «Συγγρα‐
φὴν γὰρ ἄδικον, φησί, διάσπα.» Καὶ ἁπλῶς εἰπεῖν προλαμβάνων τὰ παρ’ ἑαυτοῦ ἐπιδεικνύσθω ἵνα μετὰ πολλῆς τῆς δαψιλείας τὰ παρὰ τοῦ δεσπότου δέξηται.

1

.

42

Καὶ πρὸ πάντων τὴν γλῶτταν παιδεύετε τῶν ὅρκων καθαρεύειν· οὐ λέγω τῶν ἐπιόρκων ἀλλὰ καὶ τῶν ὅρκων τῶν εἰκῇ καὶ μάτην γινομένων καὶ ἐπὶ κακῷ τῶν ὀμνύντων. «Ἐρρέθη γάρ φησιν· οὐκ ἐπιορκήσεις. Ἐγὼ δὲ λέγω ὑμῖν μὴ
5ὀμόσαι ὅλως.» Ἤκουσας μὴ ὀμόσαι ὅλως, μηκέτι λοιπὸν ἀνέ‐ χου περιεργάζεσθαι τὰ παρὰ τοῦ δεσπότου νομοθετηθέντα ἀλλὰ πείθου τῷ προστάξαντι καὶ διὰ πάντων ἐκκάθαιρέ σου τὴν διάνοιαν.

1

.

43

Μηκέτι ἱπποδρομίας ἔστω σοι λόγος καὶ τῆς θέας τῶν παρανόμων θεάτρων, ἀσελγείας γάρ ἐστι κἀκεῖνα ὑπεκκαύματα, μηδὲ τῆς ὠμῆς τῶν θηρίων τέρψεως. Ποία γὰρ εἰπέ μοι τέρψις ἰδεῖν τὸν ὁμογενῆ καὶ τῆς αὐτῆς σοι φύσεως κοινωνοῦντα ὑπὸ
5τῶν ἀνημέρων θηρίων σπαραττόμενον; Καὶ οὐ δέδοικας οὐδὲ φρίττεις μὴ σκηπτὸς ἄνωθεν κατενεχθεὶς ἐμπρήσῃ σου τὴν κεφαλήν; Σὺ γὰρ ἀκονᾷς ὡς εἰπεῖν τοῦ θηρίου τοὺς ὀδόντας· τό γε σὸν μέρος διὰ τῆς οἰκείας φωνῆς καὶ αὐτὸς ἐργάζῃ
τὸν φόνον, εἰ καὶ μὴ τῇ χειρὶ ἀλλὰ τῇ γλώττῃ.

1

.

44

Μή, παρακαλῶ, μὴ οὕτω ῥᾳθύμως περὶ τῆς ἑαυτῶν βουλεύεσθε σωτηρίας. Ἐννόει σου τὴν ἀξίαν καὶ αἰδέσθητι· εἰ γὰρ ἐπὶ ἀνθρωπίνῳ τις ἀξιώματι μέγα φρονεῖ καὶ πολλάκις παραιτεῖταί τι διαπράξασθαι ἵνα μὴ ὕβριν τῷ ἀξιώματι προσ‐
5τρίψηται, σὺ τοσοῦτον ἀξίωμα μέλλων κτᾶσθαι οὐκ ὀφείλεις ἤδη σαυτὸν αἰδέσιμον καταστῆσαι; Τὸ γὰρ ἀξίωμά σου τοιοῦ‐ τόν ἐστιν ὡς καὶ τῷ παρόντι αἰῶνι συνπαρεκτείνεσθαι καὶ εἰς τὴν μέλλουσάν σοι συναποδημεῖν ζωήν. Τί δὲ τοῦτό ἐστι; Χριστιανὸς ἀκούεις λοιπὸν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καὶ
10πιστός. Ἰδοὺ οὐχ ἓν ἀξίωμα ἀλλὰ δύο· τὸν Χριστὸν μέλλεις μετ’ οὐ πολὺ ἐνδύεσθαι καὶ προσήκει σε ὡς ἐκείνου σοι πανταχοῦ συμπαρόντος οὕτω καὶ πράττειν ἅπαντα καὶ βουλεύεσθαι.

1

.

45

Ἢ οὐχ ὁρᾷς τοὺς τὰ πολιτικὰ διοικοῦντας πράγματα πῶς ἐπειδὰν ὦσιν ἐσθῆτα περικείμενοι τὰς μορφὰς ἔχουσαν τὰς βασιλικὰς μέγα φρονοῦσι καὶ διὰ τοῦτο βούλονται πλείο‐ νος ἀξιοῦσθαι τῆς τιμῆς καὶ δορυφορίας ἀπολαύουσιν. Εἰ τοί‐
5νυν ἐκεῖνοι οἱ ἐπὶ ἱματίου τὴν μορφὴν ἔχοντες ἐπικειμένην ἐντεῦθεν εἶναι αἰδέσιμοι βούλονται, πολλῷ μᾶλλον σὺ ὁ αὐτὸν μέλλων ἐνδύεσθαι τὸν Χριστόν. «Ἐνοικήσω γὰρ ἐν ὑμῖν, φησί,
καὶ ἐμπεριπατήσω καὶ ἔσομαι ὑμῶν Θεός.»

1

.

46

Φεύγετε τοίνυν πάντα ταῦτα τὰ πονηρὰ δελεάσματα τοῦ διαβόλου καὶ τῆς εἰς τὴν ἐκκλησίαν εἰσόδου μηδὲν ὑμῖν ἔστω προτιμότερον. Καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων καὶ τῆς τῶν κακῶν ἀποχῆς, πολλὴ ἡμῖν γινέσθω τῆς ἀρετῆς ἡ
5σπουδή· καὶ τὸν καιρὸν ἅπαντα τῆς ἡμέρας διανείμωμεν, τὸν μὲν ἐν εὐχαῖς καὶ ἐξομολογήσεσι, τὸν δὲ ἐν ἀναγνώσει καὶ κατανύξει ψυχῆς καὶ ἡ σπουδὴ ἡμῶν πᾶσα γινέσθω ὥστε περὶ τῶν πνευματικῶν ἡμῖν εἶναι τὰς διαλέξεις. Πολλῆς ἡμῖν δεῖ τῆς ἀκριβείας πρὸς τὸ μὴ ἁλῶναι ταῖς τοῦ πονηροῦ
10παγίσιν. Εἰ γὰρ ὑπὲρ ἀργοῦ λόγου δίκας ἀπαιτούμεθα, πολλῷ μᾶλλον ὑπὲρ τῶν φλυαριῶν τῶν ἀκαίρων, ὑπὲρ τῶν βιωτικῶν διαλέξεων.

1

.

47

Ἂν τοίνυν οὕτω φροντίζητε καὶ ἐπιμελήσησθε τῆς κατὰ ψυχὴν ὑμῶν ὑγείας, καὶ τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπισπάσεσθε καὶ αὐτοὶ πλείονος ἀπολαύσετε τῆς παρρησίας καὶ ἡμεῖς μετὰ πολλῆς τῆς προθυμίας καὶ τὴν εἰς τὸ ἑξῆς
5διδασκαλίαν ποιησόμεθα, εἰδότες ὅτι εἰς εὐγνώμονας ἀκοὰς καὶ εἰς λιπαρὰν καὶ βαθύγειον ἄρουραν τὰ πνευματικὰ ταῦτα καταβάλλομεν σπέρματα. Γένοιτο δὲ καὶ ὑμᾶς δαψιλοῦς ἀξιω‐ θῆναι τῆς παρὰ Θεοῦ δωρεᾶς καὶ ἡμᾶς τῆς παρ’ αὐτοῦ τυχεῖν φιλανθρωπίας, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ
10Υἱοῦ μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος,
τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

2

t

ΛΟΓΟΣ Βʹ Τοῦ αὐτοῦ ἀκολουθία πρὸς τοὺς μέλλοντας φωτίζεσθαι καὶ σαφὴς ἀπόδειξις τῶν συμβο‐ λικῶς τε καὶ τυπικῶς ἐν τῷ θείῳ βαπτί‐
5σματι τελουμένων.

2

.

1

Φέρε δὴ πάλιν τοῖς εἰς τὸ ἴδιον τοῦ Χριστοῦ ἀπογραψα‐ μένοις μικρά τινα διαλεχθῶμεν, δεικνύντες αὐτοῖς καὶ τῶν ὅπλων ὧν μέλλουσιν ὑποδέχεσθαι τὴν δύναμιν καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν ἄφατον ἀγαθότητα ἣν περὶ τὸ τῶν ἀνθρώπων ἐπιδεί‐
5κνυται γένος, ἵνα μετὰ πολλῆς τῆς πίστεως καὶ τῆς πλη‐ ροφορίας προσελθόντες δαψιλεστέρας ἀπολαύσωσι τῆς φιλοτι‐ μίας. Ἐννόησον γάρ μοι, ἀγαπητέ, ἐξ αὐτῶν τῶν προοιμίων τῆς ἀγαθότητος τὴν ὑπερβολήν. Εἰ γὰρ μηδέπω καμόντας μηδὲ ἐπιδειξαμένους τι γενναῖον τοσαύτης ἀξιοῖ τῆς δωρεᾶς
10καὶ τὰ ἐν παντὶ χρόνῳ πεπλημμελημένα ἀφίησιν, εἰ μετὰ τὴν τοσαύτην φιλοτιμίαν εὐγνώμονες γενόμενοι τὰ παρ’ ἑαυτῶν εἰσενεγκεῖν βουληθείητε, πόσης ὑμᾶς εἰκὸς ἀξιωθῆναι παρὰ τοῦ φιλανθρώπου Θεοῦ τῆς ἀμοιβῆς;

2

.

2

Ἐπὶ μὲν οὖν τῶν ἀνθρωπίνων πραγμάτων οὐδέν ἐστι τοιοῦτον ἰδεῖν γινόμενόν ποτε, ἀλλὰ πολλοὶ πολλάκις μετὰ τοὺς πολλοὺς πόνους καὶ τὰς ταλαιπωρίας ἃς ὑφίστανται ἐλπίδι τῶν ἀμοιβῶν κεναῖς οἴκαδε ἀναχωροῦσι χερσίν, ἢ τῶν
5προσδοκηθέντων ἀμείβεσθαι ἀγνωμόνων γενομένων περὶ τοὺς πολλὰ κεκμηκότας ἢ καὶ πολλάκις προαναρπασθέντων ἐκ τοῦ μέσου καὶ μὴ δυνηθέντων ἀποπληρῶσαι τὸν οἰκεῖον σκοπόν. Ἐπὶ δὲ τοῦ δεσπότου τοῦ ἡμετέρου οὐ μόνον οὐδέν ἐστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλὰ καὶ πρὶν ἢ ἄρξασθαι ἡμᾶς τῶν πόνων
10καὶ ἐπιδείξασθαι τὰ παρ’ ἑαυτῶν, προλαμβάνων τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείκνυται ἵνα ταῖς εὐεργεσίαις ταῖς πολλαῖς ἐπι‐ σπάσηται ἡμᾶς πρὸς τὴν τῆς οἰκείας σωτηρίας πρόνοιαν.

2

.

3

Οὕτως οὖν ἄνωθεν καὶ ἐξ ἀρχῆς εὐεργετῶν διετέλεσε τὸ τῶν ἀνθρώπων γένος. Ὁμοῦ γὰρ ἐδημιούργησε τὸν πρω‐ τόπλαστον καὶ εὐθέως καὶ ἐκ προοιμίων τῷ παραδείσῳ τοῦτον
ἐγκατῴκισε καὶ τὸν ἀταλαίπωρον αὐτῷ βίον ἐκεῖνον ἐδωρήσατο,
5πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἀπόλαυσιν πλὴν ἑνὸς ξύλου παρασχών. Ἀλλ’ ὑπὸ ἀκρασίας ἐκεῖνος ἀπατηθεὶς ὑπὸ τῆς γυναικός, κατεπάτησε τὴν δοθεῖσαν ἐντολὴν καὶ ὕβρισεν εἰς τὴν τοσαύτην τιμήν.

2

.

4

Ἀλλ’ ὅρα καὶ ἐνταῦθα τὸ μέγεθος τῆς φιλανθρωπίας. Δέον γὰρ τὸν οὕτως ἀγνώμονα περὶ τὰς προλαβούσας εὐερ‐ γεσίας γεγενημένον μηκέτι συγγνώμης τινὸς ἀξιῶσαι ἀλλ’ ἔξω τῆς αὐτοῦ προνοίας τοῦτον καταστῆσαι· οὐ μόνον τοῦτο
5οὐκ ἐποίησεν ἀλλὰ καθάπερ πατὴρ φιλόστοργος παῖδα ἄτακτον ἔχων, ὑπὸ τῆς φυσικῆς φιλοστοργίας κινούμενος, οὐ πρὸς τὸ πλημμέλημα τὰς ἐπιτιμήσεις ἐπάγει οὐδ’ αὖ πάλιν πάντη αὐτὸν ἀνίησιν ἀλλὰ σωφρονίζει μετρίως ὥστε μὴ εἰς πλείονα κακίαν ἐξοκεῖλαι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεός,
10ἐπειδὴ πολλὴν ἐπεδείξατο τὴν παρακοήν, τῆς μὲν διαγωγῆς αὐτὸν ἐκείνης ἐξέβαλε, καταστέλλων δὲ αὐτοῦ λοιπὸν τὸ φρό‐ νημα ὥστε μὴ ἐπιπλέον ἀποσκιρτῆσαι, πόνῳ καὶ ταλαιπωρίᾳ κατεδίκασε μονονουχὶ λέγων πρὸς αὐτόν·

2

.

5

Ἡ ἄνεσις ἡ πολλὴ καὶ ἡ ἄδεια εἰς τοσαύτην σε παρα‐ κοὴν ἤγαγε καὶ ἐποίησεν ἐπιλαθέσθαι τῶν ἐμῶν ἐντολῶν, καὶ τὸ μηδὲν ἔχειν ποιεῖν παρεσκεύασέ σε πλέον τι τῆς οἰκείας φύσεως ἐννοῆσαι, «πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία», διὰ
5τοῦτο πόνῳ σε καὶ ταλαιπωρίᾳ καταδικάζω ἵνα τὴν γῆν ἐργαζό‐ μενος ὑπόμνησιν ἔχῃς διηνεκῆ καὶ τῆς παρακοῆς καὶ τῆς εὐτελείας τῆς οἰκείας φύσεως. Ἐπειδὴ γὰρ μεγάλα ἐφαντάσθης καὶ ἐπὶ τῶν οἰκείων ὅρων μεῖναι οὐκ ἠβουλήθης, διὰ τοῦτο ἐξ ἧς γῆς ἐλήφθης ἐκεῖσε πάλιν ἐπανελθεῖν κελεύω· «Γῆ γὰρ εἶ
10φησι καὶ εἰς γῆν ἀπελεύσῃ.»

2

.

6

Καὶ ἵνα ἐπίτασιν αὐτῷ τῆς ὀδύνης ἐργάσηται καὶ ποιήσῃ αἴσθησιν λαβεῖν τοῦ οἰκείου πταίσματος, οὐ μακράν που αὐτὸν ἀπῴκισεν ἀλλὰ πλησίον τοῦ παραδείσου, ἀποτειχίσας αὐτῷ τὴν ἐκεῖσε εἴσοδον ἵνα καθ’ ἑκάστην ὥραν ὁρῶν τίνων ἑαυτὸν
5δι’ ἀπροσεξίαν ἀπεστέρησε, διηνεκοῦς ἀπολαύῃ νουθεσίας καὶ ἀσφαλέστερος εἰς τὸ ἑξῆς γένηται περὶ τὴν τῶν διδομένων ἐντολῶν φυλακήν. Ὅταν γὰρ ἐν ἀπολαύσει τῶν ἀγαθῶν ὄντες μὴ αἰσθανώμεθα ὃν χρὴ τρόπον τῆς εὐεργεσίας, ἐπειδὰν ἐν στερήσει αὐτῶν γενώμεθα, τότε πλείονα τὴν αἴσθησιν λαμβά‐
10νοντες ἐκ τῆς ἀφαιρέσεως μείζονα καὶ τὴν ὀδύνην ὑπομένο‐ μεν. Ὃ δὴ καὶ ἐπὶ τοῦ πρωτοπλάστου τότε γέγονεν.

2

.

7

Ἀλλ’ ἵνα μάθῃς καὶ τοῦ πονηροῦ δαίμονος τὴν ἐπιβουλὴν καὶ τοῦ δεσπότου τοῦ ἡμετέρου τὸ σοφὸν καὶ εὐμήχανον, σκό‐ πησον τί μὲν ὁ διάβολος ἐπεχείρησε διὰ τῆς ἀπάτης ἐργάσα‐ σθαι τὸν ἄνθρωπον, τίνα δὲ ὁ δεσπότης καὶ κηδεμὼν περὶ αὐτὸν
5τὴν φιλανθρωπίαν ἐπεδείξατο. Ἐκεῖνος γὰρ ὁ πονηρὸς δαίμων
φθονήσας αὐτῷ τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς ἐλπίδι μείζο‐ νος ὑποσχέσεως καὶ τῶν ἐν χερσὶν ἐξέβαλεν· ἰσοθεΐαν γὰρ αὐτὸν φαντασθῆναι παρασκευάσας εἰς τὸ ἐπιτίμιον τοῦ θανά‐ του ἤγαγε. Τοιαῦτα γὰρ αὐτοῦ τὰ δελεάσματα καὶ οὐ μόνον
10τῶν ἐν χερσὶν ἡμᾶς ἀγαθῶν ἐκβάλλει ἀλλὰ καὶ εἰς μείζονα κρημνὸν ἐμβάλλειν ἐπιχειρεῖ. Ἀλλ’ ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτω περιεῖδε τὸ τῶν ἀνθρώπων γένος, ἀλλὰ δεικνὺς καὶ τῷ διαβόλῳ ὡς ἀνονήτοις ἐπεχείρησε καὶ τῷ ἀνθρώπῳ ὅσην περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται διὰ τοῦ θανάτου τὴν ἀθανασίαν
15ἐδωρήσατο. Σκόπει γάρ· ἐξέβαλεν αὐτὸν ἐκεῖνος τοῦ παραδεί‐ σου, εἰσήγαγεν ὁ δεσπότης εἰς τὸν οὐρανόν· μείζων τῆς ζημίας ἡ ἐμπορία.

2

.

8

Ἀλλ’ ὅπερ ἐξ ἀρχῆς ἔλεγον διὸ καὶ ταῦτα εἰπεῖν προή‐ χθην, εἰ τοίνυν τὸν εἰς τὰς τοσαύτας εὐεργεσίας ἀγνώμονα γενόμενον τοσαύτης πάλιν ἠξίωσε τῆς ἑαυτοῦ φιλανθρωπίας, ἐὰν ὑμεῖς οἱ τοῦ Χριστοῦ στρατιῶται περὶ τὰς παρεχομένας
5ὑμῖν ἀφάτους ταύτας δωρεὰς εὐγνώμονες γενέσθαι σπουδάσητε καὶ περὶ τὴν φυλακὴν τῶν παρασχεθέντων διαγρηγορήσητε, πόσης εἰπέ μοι τεύξεσθε τῆς παρ’ αὐτοῦ φιλοτιμίας μετὰ τὴν φυλακήν; Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς· «Τῷ ἔχοντι δοθή‐
σεται καὶ περισσευθήσεται.» Ὁ γὰρ περὶ τὰ ἤδη δοθέντα
10ἄξιον ἑαυτὸν ἀπεργαζόμενος δίκαιος ἂν εἴη καὶ μειζόνων ἀπολαῦσαι.

2

.

9

Πάντες τοίνυν ὅσοι κατηξιώθητε ἐγγραφῆναι τῇ ἐπου‐ ρανίῳ ταύτῃ βίβλῳ, δαψιλῆ τὴν πίστιν εἰσενέγκατε καὶ ἐρρω‐ μένον τὸν λογισμόν. Πίστεως γὰρ δεῖται τὰ ἐνταῦθα γινόμενα καὶ τῶν τῆς ψυχῆς ὀφθαλμῶν ὥστε μὴ τοῖς ὁρωμένοις μόνον
5προσέχειν ἀλλ’ ἀπὸ τούτων φαντάζεσθαι τὰ μὴ ὁρώμενα. Τοιοῦτοι γὰρ οἱ τῆς πίστεως ὀφθαλμοί· καθάπερ γὰρ οἱ τοῦ σώματος ἐκεῖνα μόνα ὁρᾶν δύνανται τὰ τῇ αἰσθήσει ὑποπί‐ πτοντα, οὕτω καὶ οἱ τῆς πίστεως ἀπεναντίας ἐκείνοις. Οὐδὲν γὰρ τῶν ὁρωμένων βλέπουσιν ἀλλὰ τὰ μὴ βλεπόμενα ὡς πρὸ
10τῶν ὀφθαλμῶν κείμενα οὕτως ὁρῶσι. Τοῦτο γάρ ἐστι πίστις τὸ τοῖς μὴ ὁρωμένοις ὡς ὁρωμένοις προσέχειν. «Ἔστι γάρ, φησί, πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων.»

2

.

10

Τί οὖν ἐστιν ὅ φημι καὶ πρὸς τί τοῦτό μοι εἴρηται μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ πνευματικοὺς ὀφθαλμοὺς κεκτῆσθαι; Ἵν’ ὅταν ἴδῃς τῶν ὑδάτων τὴν κολυμβήθραν καὶ τὴν χεῖρα τοῦ ἱερέως ἐφαπτομένην σου τῆς κεφαλῆς, μήτε
5ἐκεῖνο ἁπλῶς ὕδωρ μόνον εἶναι νομίσῃς μήτε τὴν χεῖρα μόνην τοῦ ἀρχιερέως ἐπικεῖσθαί σου τῇ κεφαλῇ. Οὐδὲ γὰρ ἄνθρωπός ἐστιν ὁ ἐργαζόμενος τὰ τελούμενα ἀλλ’ ἡ τοῦ Πνεύματος
χάρις ἐστὶν ἡ καὶ τῶν ὑδάτων τὴν φύσιν ἁγιάζουσα καὶ μετὰ τῆς χειρὸς τοῦ ἱερέως ἐφαπτομένη σου τῆς κεφαλῆς. Οὐ
10καλῶς εἶπον ὅτι τῶν τῆς πίστεως ὀφθαλμῶν ἡμῖν χρεία πρὸς τὴν πίστιν τῶν μὴ ὁρωμένων ἵνα μηδὲν αἰσθητὸν ὑπο‐ πτεύωμεν;

2

.

11

Καὶ γὰρ τάφος ἐστὶ καὶ ἀνάστασις τὸ βάπτισμα· «Συνθάπτεται γὰρ ὁ παλαιὸς ἄνθρωπος τῇ ἁμαρτίᾳ καὶ ἀνί‐ σταται ὁ νέος ὁ ἀνακαινούμενος κατ’ εἰκόνα τοῦ κτίσαντος.» Ἀποδυόμεθα καὶ ἐνδυόμεθα· ἀποδυόμεθα μὲν τὸ παλαιὸν ἱμά‐
5τιον τὸ ὑπὸ τοῦ πλήθους τῶν ἡμαρτημένων καταρρυπωθέν, ἐνδυόμεθα δὲ τὸ καινὸν καὶ πάσης κηλῖδος ἀπηλλαγμένον. Τί δὲ λέγω; Αὐτὸν τὸν Χριστὸν ἐνδυόμεθα· «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.»

2

.

12

Ἀλλ’ ἐπειδὴ ἐπὶ θύραις λοιπόν ἐστιν ὁ καιρὸς καθ’ ὃν μέλλετε τῶν τοσούτων ἀπολαύειν δωρεῶν, φέρε διδάξωμεν ὑμᾶς καὶ ἑκάστων τῶν γινομένων καθὼς οἷόν τε τὰς αἰτίας ἵνα εἰδέναι ἔχητε καὶ πλείονα τὴν πληροφορίαν δεξάμενοι
5οὕτως ἐντεῦθεν ἀναχωρήσητε. Δεῖ τοίνυν ὑμᾶς εἰδέναι τίνος
ἕνεκεν μετὰ τὴν διδασκαλίαν τὴν καθημερινὴν ἐπὶ τὰς τῶν ἐξορκιζόντων ὑμᾶς φωνὰς παραπέμπομεν. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ τοῦτο γίνεται, ἀλλ’ ἐπειδὴ μέλλετε ἔνοικον δέχεσθαι τὸν ἐπουράνιον βασιλέα διὰ τοῦτο μετὰ τὴν παρ’ ἡμῶν νου‐
10θεσίαν παραλαμβάνοντες ὑμᾶς οἱ εἰς τοῦτο τεταγμένοι, καθά‐ περ οἰκίαν τινὰ εὐτρεπίζοντες τῷ μέλλοντι παραγίνεσθαι βασιλεῖ, οὕτως ἐκκαθαίρουσιν ὑμῶν τὴν διάνοιαν διὰ τῶν φοβερῶν ἐκείνων λόγων, φυγαδεύοντες πᾶσαν τοῦ πονηροῦ τὴν μηχανήν, καὶ ἀξίαν τῆς τοῦ βασιλέως παρουσίας κατα‐
15σκευάζοντες. Οὐδὲ γὰρ οἷόν τε, κἂν ἄγριος ᾖ τις δαίμων κἂν ἀπηνής, μετὰ τὰς φωνὰς ἐκείνας τὰς φοβερὰς καὶ τὴν ἐπί‐ κλησιν τοῦ κοινοῦ πάντων δεσπότου μὴ μετὰ πολλοῦ τοῦ τάχους αὐτῶν ἀποστῆναι. Μετὰ τούτου δὲ καὶ αὐτὸ τὸ γινό‐ μενον πολλὴν εὐλάβειαν ἐντίθησι τῇ ψυχῇ καὶ εἰς πολλὴν
20αὐτὴν ἄγει κατάνυξιν.

2

.

13

Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον ὅτι πᾶσα ἀνω‐ μαλία καὶ ἀξιωμάτων διαφορὰ ἐνταῦθα ἐκποδὼν γίνεται· κἂν γὰρ ἐν ἀξιώματι κοσμικῷ τις τυγχάνῃ, κἂν ἐν τῇ τοῦ πλούτου περιφανείᾳ, κἂν ἐπ’ εὐγενείᾳ μέγα φρονῇ καὶ ἐν τῇ δόξῃ τοῦ
5παρόντος βίου, ἕστηκε καὶ αὐτὸς ὁμοίως τῷ προσαίτῃ καὶ τῷ τὰ ῥάκια περιβεβλημένῳ, πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκομμένῳ καὶ τὸ σκέλος πεπηρωμένῳ, καὶ οὐ δυσχεραίνει τοῖς γινομένοις· οἶδε γὰρ ὅτι ἐν τοῖς πνευματικοῖς πάντα
ταῦτα ἀπελήλαται καὶ ψυχῆς εὐγνωμοσύνη μόνον ζητεῖται.

2

.

14

Καὶ αἱ μὲν φωναὶ καὶ αἱ ἐπικλήσεις ἐκεῖναι φοβεραὶ καὶ θαυμασταὶ τοσοῦτον ἔχουσαι τὸ κέρδος· τὸ δὲ σχῆμα τῆς τῶν ποδῶν γυμνότητος καὶ τῆς τῶν χειρῶν ἐκτάσεως ἕτερόν τι ἡμῖν ἐνδείκνυται. Ὥσπερ οἱ τὴν αἰχμαλωσίαν ταύτην τὴν
5σωματικὴν ὑπομένοντες καὶ διὰ τοῦ σχήματος τὴν κατήφειαν δεικνύουσι τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς, οὕτω καὶ οὗτοι αἰχμάλωτοι γενόμενοι ὑπὸ τοῦ διαβόλου, ἐπειδὴ μέλλου‐ σιν ἐλευθεροῦσθαι τῆς ἐκείνου τυραννίδος καὶ ὑπὸ τὸν ζυγὸν ἔρχεσθαι τὸν χρηστόν, πρότερον διὰ τοῦ σχήματος ὑπομιμνή‐
10σκουσιν ἑαυτοὺς τῆς προτέρας καταστάσεως ἵν’ εἰδέναι ἔχωσι τίνος μὲν ἀπαλλάττονται, τίνι δὲ προστρέχουσι, καὶ τοῦτο αὐτὸ γένηται αὐτοῖς ὑπόθεσις πλείονος εὐχαριστίας καὶ εὐ‐ γνωμοσύνης.

2

.

15

Βούλεσθε καὶ πρὸς τοὺς ἀναδεχομένους ὑμᾶς μεταγά‐ γωμεν τὸν λόγον, ἵνα εἰδέναι ἔχωσι κἀκεῖνοι οἵων μὲν ἀξιοῦν‐ ται τῶν ἀμοιβῶν εἰ πολλὴν σπουδὴν περὶ ὑμᾶς ἐπιδείξαντο, οἵα δὲ αὐτοῖς κατάγνωσις ἕπεται ῥᾳθυμήσασιν. Ἐννόησόν μοι,
5ἀγαπητέ, τοὺς ἐπὶ χρήμασί τινας ἀναδεχομένους ὅπως μᾶλλον
τοῦ ὑπευθύνου καὶ τὰ χρήματα δεχομένου ἐκεῖνοι πλείονα ὑφίστανται τὸν ἀγῶνα. Ἄν τε γὰρ εὐγνώμων φανῇ ὁ δανεισά‐ μενος τῷ ἀναδεχομένῳ ἐπεκούφισε τὸ φορτίον, ἄν τε πάλιν ἀγνώμων γένηται ἐκείνῳ πλείονα τὸν κρημνὸν κατεσκεύασε.
10Διὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· «Ἐὰν ἐγγυήσῃ ὡς ἀποτίσων φρόντιζε.» Εἰ τοίνυν οἱ ἐπὶ χρήμασί τινας ἀναδεχό‐ μενοι τῷ παντὶ ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, πολλῷ μᾶλλον οἱ ἐν τοῖς πνευματικοῖς καὶ εἰς τὸν τῆς ἀρετῆς λόγον τινὰς ἀναδεχόμενοι πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι ὀφείλουσι,
15παραινοῦντες καὶ συμβουλεύοντες, διορθοῦντες, πατρικὴν φιλοστοργίαν ἐπιδεικνύμενοι.

2

.

16

Καὶ μὴ νομιζέτωσαν τὸ τυχὸν εἶναι τὸ γινόμενον ἀλλ’ εἰδέτωσαν ἀκριβῶς ὅτι καὶ τῆς εὐδοκιμήσεως αὐτοὶ κοινωνοὶ γίνονται εἰ διὰ τῆς οἰκείας νουθεσίας αὐτοὺς πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγήσουσι καὶ ὅτι ῥᾳθυμησάντων πάλιν
5αὐτῶν πολλὴ αὐτοῖς κείσεται ἡ κατάγνωσις. Διὰ γὰρ τοῦτο καὶ πατέρας ἔθος καλεῖν τοὺς τοιούτους πνευματικούς, ἵνα δι’ αὐτῶν τῶν ἔργων μάθωσιν ὅσην ὀφείλουσι φιλοστοργίαν ἐν τῇ τῶν πνευματικῶν διδασκαλίᾳ περὶ τοὺς τοιούτους ἐπιδείκνυ‐ σθαι. Εἰ γὰρ τοὺς οὐδαμόθεν ἡμῖν προσήκοντας ἐνάγειν εἰς
10τὸν τῆς ἀρετῆς ζῆλον καλόν, πολλῷ μᾶλλον ἐκεῖνον ὃν εἰς
χώραν τέκνου πνευματικοῦ ἀναδεχόμεθα, τὴν πρόσταξιν εἰς αὐτὸν ἀποπληροῦν ὀφείλομεν. Ἐμάθετε καὶ οἱ ἀναδεχόμενοι ὡς οὐ μικρὸς ὑμῖν ἐπήρτηται κίνδυνος ῥᾳθυμήσασι.

2

.

17

Φέρε λοιπὸν καὶ περὶ αὐτῶν τῶν μυστηρίων ὑμῖν διαλε‐ χθῶμεν καὶ τῶν συνθηκῶν τῶν μελλουσῶν συντελεῖσθαι μεταξὺ ὑμῶν καὶ τοῦ δεσπότου. Καθάπερ γὰρ ἐν τοῖς βιωτικοῖς πράγ‐ μασιν ἐπειδὰν ἐμπιστεῦσαί τις βουληθῇ τινι τὰ αὐτοῦ
5πράγματα, γραμματεῖα ἀνάγκη συντελεῖσθαι μεταξὺ τοῦ ἐμπιστευομένου καὶ τοῦ ἐμπιστεύοντος· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, ἐπειδὴ μέλλετε πιστεύεσθαι παρὰ τοῦ τῶν ἁπάντων δεσπότου οὐκ ἐπίκηρα πράγματα οὐδὲ φθαρτὰ καὶ ἀπολλύμενα ἀλλὰ πνευματικὰ καὶ ἐπουράνια. Διὰ γὰρ τοῦτο καὶ πίστις
10λέγεται ἐπειδὴ οὐδὲν ὁρώμενον ἔχει ἀλλὰ πάντα τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς κατοπτεύεσθαι δυνάμενα. Ἀνάγκη γὰρ γραμματεῖα συντελεσθῆναι μεταξύ, οὐκ ἐν χάρτῃ οὐδὲ διὰ μέλανος ἀλλ’ ἐν Θεῷ διὰ πνεύματος. Τὰ γὰρ ῥήματα ἃ ἐνταῦθα προΐεσθε ἐγγράφεται ἐν τῷ οὐρανῷ καὶ τὰς συνθήκας ἃς διὰ
15τῆς γλώττης προσφέρετε ἀνεξάλειπτοι μένουσι παρὰ τῷ δεσπότῃ.

2

.

18

Ὅρα δὲ πάλιν ἐνταῦθα τῆς αἰχμαλωσίας τὸ σχῆμα· εἰσ‐ άγοντες γὰρ ὑμᾶς οἱ ἱερεῖς πρότερον μὲν κελεύουσι τὰ γόνατα κλίναντας καὶ τὰς χεῖρας ἀνατείναντας εἰς τὸν οὐρανὸν οὕτω
προσεύχεσθαι καὶ διὰ τοῦ σχήματος ἑαυτοὺς ὑπομιμνήσκειν
5τίνος μὲν ἀπαλλάττεσθε, τίνι δὲ μέλλετε ἑαυτοὺς προσνέ‐ μειν. Εἶτα καθ’ ἕκαστον ἐρχόμενος ὁ ἱερεὺς ἀπαιτεῖ τὰς συνθήκας καὶ τὰς ὁμολογίας καὶ λέγειν παρασκευάζει τὰ φοβερὰ ἐκεῖνα ῥήματα καὶ φρίκης γέμοντα· «Ἀποτάσσομαί σοι, σατανᾶ.»

2

.

19

Δακρῦσαί μοι νῦν ἔπεισι καὶ ἀνοιμῶξαι μέγα· ἐνενό‐ ησα γὰρ τὴν ἡμέραν ἐκείνην καθ’ ἣν καὶ αὐτὸς κατηξιώθην ταύτην ἀφεῖναι τὴν φωνὴν καὶ λογισάμενος τὸ φορτίον τῶν ἁμαρτημάτων ὃ ἐξ ἐκείνου μέχρι τοῦ νῦν συνέλεξα, συγχέομαι
5τὴν διάνοιαν καὶ δάκνομαι τὸν λογισμὸν ὁρῶν ὅσην ἐμαυτοῦ τὴν αἰσχύνην κατεσκέδασα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας. Διὸ καὶ πάντας ὑμᾶς παρακαλῶ φιλοτιμίαν τινὰ περὶ ἐμὲ ἐπιδείξασθαι καὶ ἐπειδὰν μέλλητε συντυγχάνειν τῷ βασιλεῖ, δέξεται γὰρ ὑμᾶς μετὰ πολλῆς σφοδρότητος καὶ ἐνδύσει τὴν
10βασιλικὴν ἐκείνην στολὴν καὶ παρέξει δωρεὰς ὅσας καὶ οἵας ἂν βούλησθε, μόνον ἐὰν πνευματικὰ ζητήσωμεν, αἰτῆσαι χάριν καὶ ὑπὲρ ἡμῶν ὥστε τῶν ἡμαρτημένων ἡμῖν μὴ ἀπαιτῆσαι εὐθύνας ἀλλὰ συγγνώμην δόντα εἰς τὸ ἑξῆς τῆς παρ’ αὐτοῦ ἀξιῶσαι ῥοπῆς. Ἀλλὰ τοῦτο μὲν ὅτι ποιήσετε, φιλόστοργοί
15τινες ὄντες περὶ τοὺς ὑμετέρους διδασκάλους, οὐκ ἀμφι‐
βάλλω.

2

.

20

Φέρε δὴ λοιπὸν τῆς ἀκολουθίας ἐχώμεθα τοῦ λόγου. Τότε τοίνυν παρασκευάζει ὑμᾶς ὁ ἱερεὺς λέγειν· «Ἀποτάσ‐ σομαί σοι, Σατανᾶ, καὶ τῇ πομπῇ σου καὶ τῇ λατρείᾳ σου καὶ τοῖς ἔργοις σου.» Ὀλίγα τὰ ῥήματα ἀλλὰ μεγάλη τούτων ἡ
5δύναμις. Καὶ γὰρ ἄγγελοι παρεστηκότες καὶ αἱ ἀόρατοι δυνά‐ μεις ἡδόμεναι ἐπὶ τῇ ὑμετέρᾳ ἐπιστροφῇ δέχονται παρὰ τῆς ὑμετέρας γλώττης τὰς φωνὰς καὶ ἀναφέρουσι τῷ κοινῷ πάν‐ των δεσπότῃ καὶ ἐν ταῖς βίβλοις ταῖς οὐρανίοις αὗται ἐγ‐ γράφονται.

2

.

21

Εἴδετε οἷα τῶν συνθηκῶν τὰ γραμματεῖα; Μετὰ γὰρ τὴν ἀποταγὴν τοῦ πονηροῦ καὶ πάντων τῶν τῷ πονηρῷ διαφερόν‐ των πραγμάτων πάλιν λέγειν παρασκευάζει· «Καὶ συντάσ‐ σομαί σοι, Χριστέ.» Εἶδες ἀγαθότητος ὑπερβολήν; Τὰ ῥήματα
5δεχόμενος παρὰ σοῦ μόνον, τοσοῦτον ἐμπιστεύει σοι πραγμά‐ των θησαυρόν, πάσης τῆς προτέρας ἀγνωμοσύνης ἐπιλαθό‐ μενος καὶ οὐδὲν ὑπομιμνῄσκων σε τῶν προτέρων ἀλλ’ ἀρκεῖται τοῖς βραχέσι τούτοις ῥήμασιν.

2

.

22

Εἶτα μετὰ τὴν συνθήκην ταύτην καὶ τὴν ἀποταγὴν καὶ τὴν συνταγήν, ἐπειδὴ ὡμολόγησας τὴν δεσποτείαν καὶ διὰ τῶν τῆς γλώττης ῥημάτων συνετάξω τῷ Χριστῷ, λοιπὸν ὡς στρα‐ τιώτην καὶ εἰς τὸ στάδιον καταλεγέντα τὸ πνευματικόν,
5ἀλείφει ἐπὶ τοῦ μετώπου τῷ μύρῳ τῷ πνευματικῷ, τὴν σφρα‐ γῖδα ἐπιτιθεὶς καὶ λέγων· «Χρίεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.»

2

.

23

Ἐπειδὴ γὰρ οἶδε λοιπὸν ὅτι μέμηνεν ὁ ἐχθρὸς καὶ θήγει τοὺς ὀδόντας καὶ περιέρχεται ὡς λέων ὠρυόμενος καὶ ὁρῶν τοὺς πρότερον ὑπὸ τὴν αὐτοῦ τυραννίδα τυγχάνοντας ἀθρόον κατεξανισταμένους αὐτοῦ καὶ αὐτῷ μὲν ἀποταξαμένους,
5μεταταξαμένους δὲ καὶ τὴν πρὸς τὸν Χριστὸν συνταγὴν ἐπι‐ δειξαμένους, διὰ τοῦτο ἀλείφει ἐπὶ τοῦ μετώπου καὶ τὴν σφραγῖδα ἐπιτίθησιν ἵνα ἀποστρέψῃ τὰς ὄψεις ἐκεῖνος. Οὐδὲ
γὰρ ἀντιβλέψαι τολμᾷ ὁρῶν τὴν ἐκεῖθεν ἀστραπὴν ἐκπηδῶσαν καὶ ἀποτυφλοῦσαν αὐτοῦ τὰς ὄψεις. Λοιπὸν γὰρ μάχη καὶ
10ἀντίστασις ἐξ ἐκείνου πρὸς αὐτὸν γίνεται καὶ διὰ τοῦτο καθάπερ ἀθλητάς τινας Χριστοῦ οὕτω διὰ τῆς ἀλοιφῆς εἰς τὸ στάδιον τὸ πνευματικὸν εἰσάγει.

2

.

24

Εἶτα μετὰ τοῦτο κατὰ τὸν τῆς νυκτὸς καιρὸν ὁλόκληρον ἀποδύσας τὸ ἱμάτιον καὶ καθάπερ εἰς αὐτὸν τὸν οὐρανὸν εἰσάγειν μέλλων διὰ τῶν τελουμένων οὕτως ἅπαν τὸ σῶμα ἀλείφεσθαι παρασκευάζει τῷ ἐλαίῳ ἐκείνῳ τῷ πνευματικῷ
5ὥστε πάντα τὰ μέλη διὰ τῆς ἀλοιφῆς τειχισθῆναι καὶ ἀχείρωτα γενέσθαι τοῖς παρὰ τοῦ ἐναντίου πεμπομένοις βέλεσι.

2

.

25

Μετὰ τὴν ἀλοιφὴν τοίνυν ταύτην εἰς τὰ ἱερὰ νάματα καθίησιν, ὁμοῦ καὶ θάπτων τὸν παλαιὸν ἄνθρωπον καὶ ἀνιστὰς τὸν νέον τὸν ἀνακαινούμενον κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Τότε λοιπὸν διὰ τῶν ῥημάτων τοῦ ἱερέως καὶ τῆς τούτου
5χειρὸς ἡ ἐπιφοίτησις ἐφίπταται τοῦ Πνεύματος τοῦ ἁγίου καὶ ἄλλος ἀντ’ ἄλλου ἄνεισι, πάντα τὸν ῥύπον τῶν ἁμαρτημάτων ἀποσμηξάμενος καὶ ἀποδυσάμενος τὸ παλαιὸν τῆς ἁμαρτίας ἱμάτιον καὶ ἐνδυσάμενος τὴν ἐσθῆτα τὴν βασιλικήν.

2

.

26

Καὶ ἵνα μάθῃς καὶ ἐντεῦθεν ὡς μία ἡ οὐσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω καὶ ἡ τοῦ βαπτίσματος γίνε‐ ται παράδοσις. Ἐπιφωνοῦντος γὰρ τοῦ ἱερέως· «Βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου
5Πνεύματος», τρίτον τὴν κεφαλὴν καθίησι καὶ ἀνίησι, διὰ τῆς μυστικῆς ταύτης τελετῆς τὴν τοῦ Πνεύματος παρασκευάζων ἐπιφοίτησιν δέξασθαι. Οὐδὲ γὰρ ὁ ἱερεύς ἐστι μόνος ὁ τῆς
κεφαλῆς ἐφαπτόμενος ἀλλὰ καὶ ἡ τοῦ Χριστοῦ δεξιά. Καὶ τοῦτο καὶ ἐξ αὐτῶν τῶν ῥημάτων τοῦ βαπτίζοντος δείκνυται·
10οὐδὲ γὰρ λέγει· «Βαπτίζω ἐγὼ τὸν δεῖνα» ἀλλά· «Βαπτίζε‐ ται ὁ δεῖνα», δεικνὺς ὅτι αὐτὸς μόνον διάκονος γίνεται τῆς χάριτος καὶ τὴν χεῖρα τὴν ἑαυτοῦ παρέχει, ἐπειδὴ εἰς τοῦτο παρὰ τοῦ Πνεύματος τέτακται. Ὁ δὲ πάντα πληρῶν ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, ἡ Τριὰς ἡ ἀδιαίρετος.
15Ἡ εἰς ταύτην τοίνυν πίστις τῶν ἁμαρτιῶν τὴν ἄφεσιν χαρίζεται, αὕτη ἡ ὁμολογία τὴν υἱοθεσίαν ἡμῖν δωρεῖται.

2

.

27

Καὶ τὰ μετὰ ταῦτα δὲ γινόμενα ἱκανὰ διδάξαι ἡμᾶς τίνων μὲν ἠλευθερώθησαν, τίνων δὲ τετυχήκασιν οἱ τῆς μυ‐ στικῆς τελετῆς ταύτης καταξιωθέντες. Εὐθέως γὰρ ἀνιόντας αὐτοὺς ἐκ τῶν ἱερῶν ἐκείνων ναμάτων πάντες οἱ παρόντες
5περιπλέκονται, ἀσπάζονται, καταφιλοῦσι, συνήδονται, συγχαί‐ ρουσιν ὅτι οἱ πρότερον δοῦλοι καὶ αἰχμάλωτοι ἀθρόον ἐλεύθε‐
ροι καὶ υἱοὶ γεγόνασι καὶ εἰς τὴν βασιλικὴν ἐκλήθησαν τρά‐ πεζαν. Μετὰ γὰρ τὴν ἐκεῖθεν ἄνοδον εὐθέως ἐπὶ τὴν τράπεζαν ἄγονται τὴν φρικτὴν καὶ μυρίων γέμουσαν ἀγαθῶν καὶ τοῦ
10σώματος ἀπογεύονται καὶ τοῦ αἵματος τοῦ δεσποτικοῦ καὶ οἰκητήριον γίνονται τοῦ Πνεύματος καὶ καθάπερ αὐτὸν τὸν Χριστὸν ἐνδεδυμένοι οὕτω περιΐασιν, ὥσπερ ἄγγελοί τινες ἐπίγειοι πανταχοῦ φαινόμενοι καὶ ταῖς ἀκτῖσι τοῦ ἡλίου ἀντι‐ λάμποντες.

2

.

28

Ταῦτα πάντα οὐ μάτην οὐδὲ εἰκῇ προλαβὼν ἐδίδαξα τὴν ὑμετέραν ἀγάπην, ἀλλ’ ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως πολλὴν καρπώσησθε τὴν ἡδονὴν ἤδη τῇ ἐλπίδι πτερούμενοι καὶ φρό‐ νημα ἀναλάβητε ἄξιον τῶν γινομένων καὶ καθὼς παρῄνεσεν ὁ
5μακάριος Παῦλος, τὰ ἄνω φρονήσητε καὶ μεταστήσητε ὑμῶν τὸν λογισμὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ μὴ ὁρώμενα. Σαφέστερον δὲ ταῦτα τῶν αἰσθητῶν ὄψεων βλέπομεν τοῖς πνευματικοῖς ὀφθαλμοῖς.

2

.

29

Ἀλλ’ ἐπειδὰν πλησίον γένησθε τῶν προθύρων τῶν βασιλικῶν καὶ μέλλητε αὐτῷ προσεγγίζειν τῷ θρόνῳ ἔνθα προκάθηται ὁ βασιλεὺς ὁ τὰς δωρεὰς διανέμων, πᾶσαν φιλοτι‐ μίαν περὶ τὰς αἰτήσεις ἐπιδείξασθε, μηδὲν βιωτικόν, μηδὲν
5ἀνθρώπινον, ἀλλ’ ἀξίαν τὴν αἴτησιν τοῦ παρέχοντος ποιούμε‐ νοι. Ἐπιβαίνοντες τοίνυν τῶν θείων ἐκείνων ναμάτων καὶ
τὸ σύμβολον τῆς ἀναστάσεως διὰ τῆς ἐκεῖθεν ἀνόδου ἐπιδει‐ κνύμενοι, αἰτήσατε τὴν παρ’ αὐτοῦ συμμαχίαν ὥστε πολλὴν ὑμᾶς τὴν φυλακὴν τῶν δεδωρημένων ὑμῖν ἐπιδείξασθαι, ὥστε
10ἀχειρώτους γενέσθαι ταῖς τοῦ πονηροῦ μηχαναῖς. Περὶ τῆς εἰρήνης τῶν ἐκκλησιῶν παρακαλέσατε, περὶ τῶν ἔτι πλανωμέ‐ νων ἱκετεύσατε, περὶ τῶν ἐν ἁμαρτίαις ὄντων προσπέσετε ὥστε φειδοῦς τινος ἡμᾶς ἀξιωθῆναι. Ὁ γὰρ τοσαύτης ὑμῖν μεταδοὺς παρρησίας καὶ εἰς τοὺς πρώτους τῶν φίλων ἐγγράψας
15καὶ εἰς τὴν υἱοθεσίαν ἀναγαγών, τοὺς πρότερον αἰχμαλώτους καὶ δούλους καὶ ἀπαρρησιάστους, οὐκ ἀνανεύσει πρὸς τὰς ὑμετέρας αἰτήσεις ἀλλὰ πάντα ὑμῖν παρέξει, τὴν οἰκείαν ἀγαθότητα καὶ ἐν τούτῳ μιμούμενος.

2

.

30

Καὶ ταύτῃ μάλιστα εἰς πλείονα αὐτὸν εὔνοιαν ἐπισ‐ πάσεσθε. Ὅταν γὰρ ἴδῃ τοσαύτην ὑμᾶς κηδεμονίαν ποιου‐ μένους τῶν ὑμετέρων μελῶν καὶ τῆς τῶν λοιπῶν σωτηρίας φροντίζοντας, πολλῆς ὑμᾶς καὶ διὰ τοῦτο ἀξιώσει τῆς παρ‐
5ρησίας. Οὐδὲν γὰρ οὕτως αὐτὸν εὐφραίνει ὡς τὸ συμπα‐ θεῖς ἡμᾶς εἶναι περὶ τὰ μέλη τὰ ἡμέτερα καὶ πολλὴν φιλο‐ στοργίαν περὶ τοὺς ἀδελφοὺς ἐπιδείκνυσθαι καὶ τῆς σωτηρίας τῶν πλησίον πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν.

2

.

31

Ταῦτ’ οὖν εἰδότες, ἀγαπητοί, μετὰ χαρᾶς καὶ εὐφρο‐ σύνης πνευματικῆς πρὸς τὴν ὑποδοχὴν τῆς χάριτος ἑαυτοὺς εὐτρεπίσατε ἵνα καὶ ὑμεῖς δαψιλοῦς τῆς δωρεᾶς ἀπολαύσητε καὶ κοινῇ πάντες ἀξίαν τῆς χάριτος τὴν πολιτείαν ἐπιδειξά‐
5μενοι τῶν αἰωνίων καὶ ἀπορρήτων ἐπιτυχεῖν ἀγαθῶν καταξιω‐ θῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος,
τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

3

t

ΛΟΓΟΣ Γʹ Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα πρὸς νεοφω‐ τίστους.

3

.

1

Εὐλογητὸς ὁ Θεός· ἰδοὺ καὶ ἀπὸ γῆς ἀστέρες φαίνουσιν, ἀστέρες τῶν οὐρανῶν φαιδρότεροι. Ἐπὶ γῆς ἀστέρες διὰ τὸν ἐξ οὐρανῶν ἐπὶ γῆς φανέντα· οὐκ ἐπὶ γῆς δὲ μόνον ἀστέρες,
ἀλλὰ καὶ ἐν ἡμέρᾳ ἀστέρες· τοῦτο δεύτερον θαῦμα. Ἐν ἡμέρᾳ
5ἀστέρες τῶν ἐν νυκτὶ φαιδρότεροι. Ἐκεῖνοι μὲν γὰρ τοῦ ἡλίου φανέντος κατακρύπτονται, οὗτοι δὲ τοῦ ἡλίου τῆς δικαιοσύνης φανέντος μᾶλλον ἐκλάμπουσιν. Εἶδες ἀστέρας ποτὲ μετὰ ἡλίου φανέντας;

3

.

2

Ἐκεῖνοι τῆς συντελείας φανείσης ἀφανίζονται, οὗτοι τῆς συντελείας καταλαβούσης μειζόνως διαφαίνουσι. Καὶ περὶ μὲν ἐκείνων φησὶ τὸ εὐαγγέλιον ὅτι «τὰ ἄστρα τοῦ οὐρανοῦ πεσοῦνται ὡς πίπτουσι φύλλα ἀπὸ ἀμπέλου»· περὶ δὲ τούτων,
5ὅτι «οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν».

3

.

3

Τί ἐστιν «ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου οὕτως οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται»; Καθάπερ ἡ ἄμπελος ἕως μὲν ἂν τρέφῃ τοὺς βότρυας χρείαν ἔχει καὶ τῆς σκέπης τῆς ἀπὸ τῶν φύλλων, ἐπειδὰν δὲ ἀποθῆται τὸν καρπὸν καὶ τὴν
5κόμην τὴν ἀπὸ τῶν φύλλων ἀποτίθεται, οὕτω δὴ καὶ ὁ κόσμος ἅπας ἕως μὲν ἔχῃ ἐν ἑαυτῷ τῶν ἀνθρώπων τὴν φύσιν, κατ‐ έχει καὶ τὰ ἄστρα ὁ οὐρανός, καθάπερ ἡ ἄμπελος τὰ φύλλα· νυκτὸς γὰρ τότε οὐκ οὔσης, οὐδὲ ἄστρων χρεία λοιπόν.

3

.

4

Πυρώδης τῶν ἄστρων ἐκείνων ἡ φύσις, πυρώδης καὶ τού‐ των τῶν ἄστρων ἡ οὐσία. Ἀλλ’ ἐκεῖ μὲν πῦρ αἰσθητόν, ἐνταῦθα δὲ πῦρ νοητόν. «Αὐτὸς ὑμᾶς βαπτίσει, φησίν, ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Βούλει καὶ τὰ ὀνόματα ἑκατέρων μαθεῖν; Ἐν
5ἐκείνοις τοῖς ἄστροις εἰσὶ ταῦτα τὰ ὀνόματα ὠρίων, ἀρκτοῦ‐ ρος, ἕσπερος καὶ φωσφόρος· ἐν δὲ τοῖς ἄστροις τούτοις ἕσπε‐
ρος μὲν οὐδείς, φωσφόροι δὲ πάντες.

3

.

5

«Εὐλογητὸς ὁ Θεός», πάλιν εἴπωμεν, «ὁ ποιῶν θαυμάσια μόνος», ὁ ποιῶν πάντα καὶ μετασκευάζων αὐτά. Οἱ πρὸ τῆς χθὲς αἰχμάλωτοι, νῦν ἐλεύθεροι καὶ πολῖται τῆς ἐκκλησίας· οἱ πρώην ἐν αἰσχύνῃ ἁμαρτιῶν, νῦν ἐν παρρησίᾳ καὶ δι‐
5καιοσύνῃ. Οὐ γὰρ ἐλεύθεροι μόνον ἀλλὰ καὶ ἅγιοι, οὐχ ἅγιοι μόνον ἀλλὰ καὶ δίκαιοι, οὐ δίκαιοι μόνον ἀλλὰ καὶ υἱοί, οὐχ υἱοὶ μόνον ἀλλὰ καὶ κληρονόμοι, οὐ κληρονόμοι μόνον ἀλλὰ καὶ ἀδελφοὶ τοῦ Χριστοῦ, οὐκ ἀδελφοὶ τοῦ Χριστοῦ μόνον ἀλλὰ καὶ συγκληρονόμοι, οὐ συγκληρονόμοι μόνον ἀλλὰ καὶ μέλη, οὐ
10μέλη μόνον ἀλλὰ καὶ ναός, οὐ ναὸς μόνον ἀλλὰ καὶ ὄργανα τοῦ Πνεύματος.

3

.

6

«Εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος.» Εἶδες πόσαι τοῦ βαπτίσματος αἱ δωρεαί; Καίτοι γε πολλοῖς δοκεῖ
ὅτι μόνον ἁμαρτημάτων ἄφεσιν ἔχει ἡ δωρεά, ἡμεῖς δὲ δέκα ἀπηριθμησάμεθα τιμάς. Διὰ τοῦτο γοῦν καὶ τὰ παιδία βαπτί‐
5ζομεν καίπερ ἁμαρτίας οὐκ ἔχοντα ἵνα προστεθῇ ἁγιασμός, δικαιοσύνη, υἱοθεσία, κληρονομία, ἀδελφότης, τὸ μέλη εἶναι τοῦ Χριστοῦ, τὸ κατοικητήριον γενέσθαι τοῦ Πνεύματος.

3

.

7

Ἀλλ’ ὦ ποθεινότατοι ἀδελφοί, εἴ γε ἔξεστί μοι ἀδελφοὺς ὑμᾶς καλεῖν, τῶν μὲν γὰρ ὠδίνων ὑμῖν ἐκοινώνησα τῶν αὐ‐ τῶν, ἀλλὰ τῇ μετὰ ταῦτα ῥᾳθυμίᾳ τὴν συγγένειαν ἀπώλεσα τὴν ἀκριβῆ καὶ γνησίαν. Πλὴν δότε μοι καλέσαι ὑμᾶς ἀδελφοὺς
5διὰ τὴν πολλὴν ἀγάπην καὶ παρακαλέσαι ὑμᾶς ὥστε ὅσῳ πλείονος ἀπελαύσατε τῆς τιμῆς τοσούτῳ μείζονα ἐπιδείξασθαι τὴν σπουδήν.

3

.

8

Ὁ μὲν γὰρ πρὸ τούτου χρόνος παλαίστρα καὶ γυμνάσιον ἦν καὶ συγγνώμην εἶχε τὰ πτώματα· ἀπὸ δὲ τῆς σήμερον ἡμέ‐ ρας τὸ στάδιον ἀνέῳγεν, ὁ ἀγὼν ἐφέστηκε, τὸ θέατρον ἄνω κάθηται, οὐκ ἀνθρώπων φύσις μόνον ἀλλὰ καὶ ἀγγέλων δῆμος
5θεωρεῖ τὰ παλαίσματα καὶ βοᾷ Παῦλος Κορινθίοις γράφων· «Θέατρον ἐγενήθημεν τῷ κόσμῳ, οὐκ ἀνθρώποις δὲ μόνον ἀλλὰ καὶ ἀγγέλοις.» Ἄγγελοι τοίνυν θεωροῦσιν, ὁ τῶν ἀγγέλων δεσπότης ἀγωνοθετεῖ· τοῦτο οὐ τιμὴ μόνον ἐστὶν ἀλλὰ καὶ ἀσφάλεια. Ὅταν γὰρ ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ ἡμῶν
10οὗτος κρίνῃ τὰ παλαίσματα, ποίας οὐ τιμῆς τοῦτο, πόσης οὐκ ἀσφαλείας;

3

.

9

Ἐπὶ μὲν οὖν τῶν ὀλυμπιακῶν ἀγώνων ὁ βραβεύων μέσος ἕστηκε τῶν ἀγωνιζομένων, οὔτε τούτῳ οὔτε ἐκείνῳ προσκείμε‐ νος, ἀλλὰ ἀναμένων τὸ τέλος. Διὰ τοῦτο καὶ μέσος ἕστηκεν
ἐπεὶ καὶ τῇ γνώμῃ μέσος ἐστίν. Ἐπὶ δὲ ἡμῶν καὶ τοῦ διαβό‐
5λου οὐ μέσος ἕστηκεν ὁ Χριστός, ἀλλ’ ἡμῶν ὅλος ἐστί. Καὶ ὅτι οὐκ ἔστι μέσος ἀλλὰ μεθ’ ἡμῶν ὅλος ἐστί, σκόπει ἐντεῦθεν. Ἡμᾶς εἰς τὸν ἀγῶνα εἰσιόντας ἤλειψεν, ἐκεῖνον ἔδησεν· ἡμᾶς ἤλειψεν ἔλαιον ἀγαλλιάσεως, ἐκεῖνον ἔδησε δεσμοῖς ἀλύτοις ἵνα συμποδίζηται πρὸς τὰ παλαίσματα. Ἐμοὶ κἂν ὑποσκελισ‐
10θῆναι συμβῇ χεῖρα ὀρέγει καὶ πεσόντα ἀνίστησι καὶ πατεῖν αὐτὸν πάλιν ποιεῖ· «Πατεῖτε γάρ, φησίν, ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ.»

3

.

10

Ἐκείνῳ μετὰ τὴν νίκην γέενναν ἠπείλησεν· ἐγὼ ἐὰν νικήσω στεφανοῦμαι· ἐκεῖνος ἐὰν νικήσῃ κολάζεται. Καὶ ἵνα γνῷς ὅτι τότε μᾶλλον τιμωρεῖται ὅταν κρατήσῃ, φέρε σοι δείξω ἐκ τῶν πραγμάτων. Ἐνίκησε τὸν Ἀδὰμ καὶ ὑπεσκέλισε. Τί οὖν
5τὸ ἔπαθλον τῆς νίκης; «Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πο‐ ρεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Εἰ δὲ
τὸν αἰσθητὸν ὄφιν οὕτως ἐκόλασε, ποίᾳ τιμωρίᾳ κολάσει τὸν νοητόν; Εἰ τοιαύτη καταδίκη τοῦ ὀργάνου, εὔδηλον ὅτι πολλῷ μείζων κόλασις μένει τὸν τεχνίτην. Καθάπερ γὰρ πατὴρ φιλό‐
10στοργος τὸν ἀποκτείναντα τὸν υἱὸν τὸν ἑαυτοῦ εὑρὼν οὐχὶ τὸν φονέα τιμωρεῖται μόνον ἀλλὰ καὶ τὴν μάχαιραν αὐτὴν κατα‐ κόπτει, οὕτω δὴ καὶ ὁ Χριστὸς εὑρὼν τὸν διάβολον ἀποκτεί‐ ναντα τὸν ἄνθρωπον, οὐχὶ τὸν διάβολον μόνον ἐκόλασεν ἀλλὰ καὶ αὐτὴν τὴν μάχαιραν κατέκλασεν.

3

.

11

Οὐκοῦν θαρροῦντες ἀποδυσώμεθα πρὸς τὰ παλαίσματα· καὶ γὰρ ὅπλα ἡμῖν περιέβαλε χρυσίου παντὸς στιλπνότερα, ἀδάμαντος παντὸς ἰσχυρότερα, πυρὸς παντὸς θερμότερα καὶ σφοδρότερα, ἀέρος παντὸς κουφότερα. Οὐδὲ γὰρ βαρύνει τὰ
5γόνατα τῶν ὅπλων τούτων ἡ φύσις, ἀλλ’ ἀναπτεροῖ τὰ μέλη, καὶ μετεωρίζει, κἂν εἰς τὸν οὐρανὸν ἀναπτῆναι βουληθῇς μετὰ τῶν ὅπλων τούτων, τὸ κωλῦον οὐδέν. Καινὴ γὰρ τῶν ὅπλων ἡ φύσις ἐπειδὴ καὶ καινὸς τῆς μάχης ταύτης ὁ τρόπος· ἄνθρω‐ πος γὰρ ὢν δαίμοσι πυκτεύειν ἀναγκάζομαι, σάρκα περικείμε‐
10νος πρὸς ἀσωμάτους δυνάμεις παλαίω. Διὰ τοῦτό μοι τὸν θώρακα οὐκ ἀπὸ σιδήρου ἀλλ’ ἀπὸ δικαιοσύνης ἐποίησεν ὁ
Θεός· διὰ τοῦτό μοι τὸν θυρεὸν οὐκ ἀπὸ χαλκοῦ ἀλλ’ ἀπὸ πίστεως κατεσκεύασεν. Ἔχω καὶ μάχαιραν ἠκονημένην, τὸ τοῦ πνεύματος ῥῆμα. Ἐκεῖνος ἀφίησι βέλη κατ’ ἐμοῦ, ἔχω
15μάχαιραν ἐγώ· ἐκεῖνος τοξότης ἐστίν, ἐγὼ ὁπλίτης εἰμί. Μάθε καὶ ἀπὸ τούτου τὴν διάνοιαν ἐκείνου· ὁ τοξότης ἐγγὺς ἐλθεῖν οὐ τολμᾷ ἀλλὰ πόρρωθεν βάλλει.

3

.

12

Τί δαί; Ἆρα ὅπλα κατεσκεύασε μόνον; Οὐχί, ἀλλὰ καὶ τράπεζαν ἡτοίμασεν ὅπλου παντὸς δυνατωτέραν, ἵνα μὴ κάμνων πολεμῇς, ἵνα τρυφῶν περιγίνῃ τοῦ πονηροῦ. Ἂν γὰρ ἴδῃ σε μόνον ἀπὸ τῶν δείπνων ἐπανιόντα τῶν δεσποτικῶν,
5καθάπερ λέοντα ἰδών τις πῦρ ἀπὸ τοῦ στόματος ἀφιέντα, οὕτω φεύγει παντὸς ἀνέμου σφοδρότερον· κἂν δείξῃς αὐτῷ τὴν γλῶτταν ᾑμαγμένην τῷ αἵματι τῷ τιμίῳ, οὐδὲ στῆναι δυ‐ νήσεται· ἂν δείξῃς τὸ στόμα πεφοινιγμένον, καθάπερ θηρίον εὔτελες οὕτως ἐπὶ τὰ ὀπίσω δραμεῖται.

3

.

13

Βούλει τοίνυν τοῦ αἵματος τούτου μαθεῖν τὴν ἰσχύν; Ἀναδράμωμεν ἐπὶ τὸν τύπον αὐτοῦ, ἐπὶ τὰ παλαιὰ διηγήματα τὰ ἐν Αἰγύπτῳ. Δεκάτην ἔμελλε πληγὴν ἐπάγειν ὁ Θεὸς τοῖς Αἰγυπτίοις· τὰ πρωτότοκα γὰρ αὐτῶν ἐβούλετο ἀνελεῖν ἐπειδὴ
5τὸν πρωτότοκον αὐτοῦ κατεῖχον λαόν. Τί οὖν ἵνα γένηται
ὥστε μὴ συμπλέκεσθαι τοὺς Ἰουδαίους τοῖς Αἰγυπτίοις, ἐπειδὴ εἷς κατεῖχεν αὐτοὺς τόπος; Μάθε τοῦ τύπου τὴν δύ‐ ναμιν ἵνα μάθῃς καὶ τῆς ἀληθείας τὴν ἰσχύν. Πληγὴ θεήλατος ἔμελλεν ἄνωθεν φέρεσθαι καὶ ὁ ὀλοθρεύων ἐπῄει ταῖς οἰκίαις.

3

.

14

Τί οὖν ὁ Μωϋσῆς; «Θύσατε, φησίν, ἀμνὸν ἄμωμον καὶ τὸ αἷμα αὐτοῦ ἐπιχρίσατε ταῖς θύραις.» Τί λέγεις; Αἷμα ἀλόγου σῴζειν ἀνθρώπους τοὺς λογικοὺς οἶδε; Ναί, φησίν, οὐκ ἐπειδὴ αἷμά ἐστιν ἀλλ’ ἐπειδὴ τοῦ αἵματος τοῦ δεσποτι‐
5κοῦ τύπος ἐστί. Καθάπερ γὰρ οἱ ἀνδριάντες οἱ βασιλικοὶ ἄψυχοι ὄντες καὶ ἀναίσθητοι τοὺς καταφεύγοντας εἰς αὐτοὺς ἀνθρώπους αἰσθητικοὺς καὶ ἐμψύχους ὄντας διασῴζουσιν, οὐκ ἐπειδὴ χαλκός εἰσιν ἀλλ’ ἐπειδὴ εἰκὼν τοῦ βασιλέως εἰσίν, οὕτω δὴ καὶ τὸ αἷμα ἐκεῖνο τὸ ἀναίσθητον καὶ ἄψυχον τοὺς
10ψυχὴν ἔχοντας ἀνθρώπους ἔσωσεν, οὐκ ἐπειδὴ αἷμα ἦν ἀλλ’ ἐπειδὴ τοῦ αἵματος τούτου τύπος ἦν.

3

.

15

Τότε εἶδεν ὁ ὀλοθρεύων τὸ αἷμα ταῖς θύραις ἐπι‐ κεχρισμένον καὶ οὐκ ἐτόλμησεν εἰσπηδῆσαι· νῦν ἂν ἴδῃ ὁ διά‐ βολος οὐχὶ θύραις ἐπικεχρισμένον τὸ αἷμα τοῦ τύπου ἀλλὰ τῷ στόματι τῶν πιστῶν ἐπικεχρισμένον τὸ αἷμα τῆς ἀληθείας
5ταῖς θύραις τοῦ ναοῦ τοῦ χριστοφόρου, οὐ πολλῷ μᾶλλον ἑαυ‐ τὸν καθέξει; Εἰ γὰρ ἄγγελος ἰδὼν τὸν τύπον ᾐδέσθη, πολλῷ μᾶλλον ὁ διάβολος ἰδὼν τὴν ἀλήθειαν φεύξεται.

3

.

16

Βούλει μαθεῖν καὶ ἑτέρωθεν τοῦ αἵματος τούτου τὴν ἰσχύν; Βλέπε πόθεν ἔρρευσε τὴν ἀρχὴν καὶ πόθεν τὴν πηγὴν ἔσχεν, ἄνωθεν ἀπὸ τοῦ σταυροῦ, ἀπὸ τῆς πλευρᾶς τῆς δεσπο‐ τικῆς. Τεθνηκότος γάρ, φησί, τοῦ Χριστοῦ καὶ ἐν τῷ σταυρῷ
5ὄντος ἔτι, προσελθὼν ὁ στρατιώτης ἔνυξε τὴν πλευρὰν τῇ λόγχῃ, εἶτα ἐξῆλθεν ὕδωρ καὶ αἷμα. Καὶ τὸ μὲν τοῦ βαπτί‐ σματος σύμβολον ἦν, τὸ δὲ τῶν μυστηρίων. Διὰ τοῦτο οὐκ εἶπεν· Ἐξῆλθεν αἷμα καὶ ὕδωρ ἀλλὰ πρῶτον ἐξῆλθε τὸ ὕδωρ καὶ τότε τὸ αἷμα, ἐπειδὴ πρῶτον τὸ βάπτισμα καὶ τότε τὰ μυστή‐
10ρια. Ἔνυξε τοίνυν τὴν πλευρὰν ὁ στρατιώτης ἐκεῖνος, διώ‐ ρυξε τὸν τοῖχον τοῦ ἁγίου ναοῦ καὶ ἐγὼ τὸν θησαυρὸν εὗρον καὶ τὸν πλοῦτον ἔλαβον. Οὕτω καὶ ἐπὶ τοῦ ἀμνοῦ γέγονεν· οἱ Ἰουδαῖοι ἔσφαζον τὸ πρόβατον καὶ ἐγὼ τὴν σωτηρίαν τὴν ἀπὸ τῆς θυσίας ἐκαρπωσάμην.

3

.

17

«Ἐξῆλθεν ἀπὸ τῆς πλευρᾶς ὕδωρ καὶ αἷμα.» Μὴ παραδράμῃς ἁπλῶς, ἀγαπητέ, τὸ μυστήριον. Ἔχω γὰρ καὶ ἕτερον λόγον εἰπεῖν μυστικόν· εἶπον ὅτι τοῦ βαπτίσματος σύμβολον καὶ τῶν μυστηρίων ἐστὶ τὸ αἷμα ἐκεῖνο καὶ τὸ ὕδωρ.
5Ἐξ ἑκατέρων τούτων ἡ ἐκκλησία γεγέννηται, «διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου», διὰ βαπτίσματος καὶ διὰ μυστηρίων. Τὰ δὲ σύμβολα τοῦ βαπτί‐ σματος καὶ τῶν μυστηρίων ἀπὸ τῆς πλευρᾶς. Ἀπὸ τῆς πλευ‐ ρᾶς ἄρα τὴν ἐκκλησίαν ἐδημιούργησεν ὁ Χριστός, καθάπερ
10ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ τὴν Εὔαν ἐδημιούργησε.

3

.

18

Διὰ τοῦτο καὶ Μωϋσῆς περὶ τοῦ πρώτου ἀνθρώπου διε‐ ξιὼν λέγει· «Ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς
σαρκός μου», τὴν πλευρὰν ἡμῖν αἰνιττόμενος τοῦ δεσπότου. Ὥσπερ γὰρ τότε ἔλαβεν ὁ Θεὸς τὴν πλευρὰν καὶ διέπλασε
5γυναῖκα, οὕτως ἔδωκεν ἡμῖν αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς αὐτοῦ καὶ ἀνέπλασε τὴν ἐκκλησίαν. Ὥσπερ οὖν τότε ἐν τῇ ἐκστάσει τὴν πλευρὰν ἔλαβε, καθεύδοντος τοῦ Ἀδάμ, οὕτω καὶ νῦν μετὰ τὸν θάνατον τὸ αἷμα καὶ τὸ ὕδωρ ἔδωκεν, ἐν πρώτοις δὲ τὸ ὕδωρ εἶτα τὸ αἷμα. Ἀλλ’ ὅπερ τότε ἡ ἔκστασις,
10τοῦτο νῦν ὁ θάνατος γέγονεν ἵνα μάθῃς ὅτι ὁ θάνατος οὗτος ὕπνος λοιπόν ἐστιν.

3

.

19

Εἴδετε πῶς συνῆψεν ἑαυτῷ τὴν νύμφην ὁ Χριστός; Εἴδετε ποίᾳ πάντας ἡμᾶς τρέφει τροφῇ; Ἐκ τῆς αὐτῆς τρο‐ φῆς καὶ συνεστήκαμεν καὶ τρεφόμεθα. Καθάπερ γὰρ γυνὴ τὸ τεχθὲν οἰκείῳ τρέφει αἵματι καὶ γάλακτι, οὕτω καὶ ὁ Χριστὸς
5οὓς ἐγέννησεν αὐτὸς οἰκείῳ τρέφει διηνεκῶς αἵματι.

3

.

20

Ἐπεὶ οὖν τοσαύτης ἀπελαύσαμεν δωρεᾶς πολλὴν ἐπι‐ δειξώμεθα τὴν σπουδὴν καὶ ἀναμνησθῶμεν τῶν συνθηκῶν ὧν ἐθέμεθα πρὸς αὐτόν. Ὑμῖν λέγω καὶ τοῖς νῦν μεμυημένοις καὶ τοῖς πάλαι καὶ πρὸ πολλῶν ἐτῶν· κοινὸς γὰρ πρὸς πάντας
5ἡμᾶς ὁ λόγος ἐπειδὴ καὶ πάντες ἐθέμεθα πρὸς αὐτὸν συνθή‐
κας ἃς ἐγράψαμεν οὐ μέλανι ἀλλὰ πνεύματι, οὐ καλάμῳ ἀλλὰ γλώττῃ. Τούτῳ γὰρ τῷ καλάμῳ αἱ συνθῆκαι αἱ πρὸς τὸν Θεὸν γράφονται· διὰ τοῦτο καὶ ὁ Δαβίδ φησιν· «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.» Ὡμολογήσαμεν αὐτοῦ τὴν
10δεσποτείαν, ἠρνησάμεθα τὴν τυραννίδα τὴν διαβολικήν, τοῦτο χειρόγραφον ἐγένετο, τοῦτο συνθήκη, τοῦτο γραμματεῖον.

3

.

21

Ὁρᾶτε μὴ πάλιν ὑποχείριοι γενώμεθα τῷ γραμματείῳ τούτῳ. Ἦλθεν ἅπαξ ὁ Χριστός, εὗρεν ἡμῶν χειρόγραφον πα‐ τρῷον ὅπερ ἔγραψεν ὁ Ἀδάμ. Ἐκεῖνος τὴν ἀρχὴν εἰσήνεγκε τοῦ χρέους, ἡμεῖς τὸ δάνειον ηὐξήσαμεν ταῖς μετὰ ταῦτα
5ἁμαρτίαις. Κατάρα ἦν ἐκεῖ καὶ ἁμαρτία καὶ θάνατος καὶ νόμου κατάκρισις· πάντα ταῦτα ἀνεῖλεν ὁ Χριστὸς καὶ συνεχώρησε. Καὶ βοᾷ ὁ Παῦλος λέγων· «Τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἀπὸ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ.» Οὐκ εἶπεν ἀπαλείψας αὐτό,
10οὐκ εἶπεν χαράξας ἀλλὰ προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἵνα μηδὲ ἴχνος αὐτοῦ μείνῃ. Διὰ τοῦτο οὐκ ἀπήλειψεν ἀλλὰ διέρρηξεν· οἱ γὰρ ἧλοι τοῦ σταυροῦ διέρρηξαν αὐτὸ καὶ διέφ‐ θειραν ἵνα ἄχρηστον γένηται τοῦ λοιποῦ.

3

.

22

Καὶ οὐκ ἐν γωνίᾳ καὶ λάθρᾳ ἀλλ’ ἐν μέσῳ τῆς οἰκου‐ μένης ἐφ’ ὑψηλοῦ τοῦ ἰκρίου τὴν διάλυσιν ἐποιήσατο. Βλεπέ‐
τωσαν ἄγγελοι, φησίν, βλεπέτωσαν ἀρχάγγελοι, βλεπέτωσαν αἱ ἄνω δυνάμεις, βλεπέτωσαν καὶ οἱ πονηροὶ δαίμονες καὶ αὐτὸς
5ὁ διάβολος, οἱ ποιήσαντες ὑπευθύνους ἡμᾶς τῶν ὀφλημάτων ἐπὶ τῶν δανειστῶν· διαρρήγνυται τὸ χειρόγραφον ἵνα μὴ μετὰ ταῦτα ἡμῖν ἐπιπηδήσωσιν.

3

.

23

Ἐπεὶ οὖν διερράγη τὸ πρότερον, σπουδάσωμεν ὅπως μὴ γένηται πάλιν ἄλλο χειρόγραφον· δεύτερος γὰρ σταυρὸς οὐκ ἔστιν, οὐ δευτέρα ἄφεσις διὰ λουτροῦ παλιγγενεσίας. Ἄφεσις μὲν γὰρ ἔστι, διὰ λουτροῦ δὲ οὐκ ἔστι δευτέρα ἄφεσις.
5Ἀλλὰ μὴ ῥᾳθυμώτεροι γενώμεθα, παρακαλῶ. Ἐξῆλθες ἐξ Αἰ‐ γύπτου, ὦ ἄνθρωπε, μηκέτι πάλιν Αἴγυπτον καὶ τὰ Αἰγύπτου
ζήτει κακά· μηκέτι τοῦ πηλοῦ καὶ τῆς πλινθείας μέμνησο· πηλὸς γὰρ καὶ πλινθεία τὰ παρόντα τοῦ βίου πράγματα, ἐπεὶ καὶ αὐτὸ τὸ χρυσίον πρὶν ἢ γενέσθαι χρυσίον οὐδὲν ἕτερόν
10ἐστιν ἢ γῆ.

3

.

24

Εἶδον θαύματα Ἰουδαῖοι· καὶ σὺ νῦν μείζονα ὄψει καὶ πολλῷ λαμπρότερα ἢ τότε ὅτε οἱ Ἰουδαῖοι ἐξῄεσαν ἐξ Αἰγύπτου. Οὐκ εἶδες τὸν Φαραὼ μετὰ τῶν ὅπλων ἀποπνι‐ γόμενον, ἀλλ’ εἶδες τὸν διάβολον μετὰ τῶν ὅπλων κατα‐
5ποντιζόμενον. Διέβησαν ἐκεῖνοι πέλαγος, διέβης σὺ θάνατον· ἀπηλλάγησαν Αἰγυπτίων ἐκεῖνοι, ἠλευθερώθης δαιμόνων σύ· δουλείαν ἀπέθεντο βαρβαρικὴν Ἰουδαῖοι, σὺ δὲ τὴν πολλῷ καλεπωτέραν τὴν τῆς ἁμαρτίας.

3

.

25

Βούλει καὶ ἑτέρωθεν μαθεῖν πῶς μειζόνων ἠξιώθης σύ; Ἰουδαῖοι τότε οὐκ ἠδυνήθησαν ἰδεῖν τὸ πρόσωπον Μωϋ‐ σέως δοξαζόμενον καὶ ταῦτα συνδούλου καὶ συγγενοῦς ὄντος· σὺ δὲ τὸ πρόσωπον εἶδες τοῦ Χριστοῦ ἐν τῇ δόξῃ αὐτοῦ. Καὶ
5βοᾷ Παῦλος λέγων· «Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα.» Εἶχον ἐκεῖνοι τὸν Χριστὸν ἑπόμενον τότε, ἀλλὰ πολλῷ μᾶλλον ἡμῖν νῦν ἕπεται. Ἐκείνοις μὲν γὰρ τότε ὁ Κύριος ἠκολούθει διὰ τὴν χάριν Μωϋσέως,
ἡμῖν δὲ οὐ διὰ τὴν χάριν Μωϋσέως μόνον ἀλλὰ καὶ διὰ τὴν
10οἰκείαν ὑμῶν εὐπείθειαν. Ἐκείνοις μετὰ τὴν Αἴγυπτον ἔρη‐ μος, σοὶ δὲ μετὰ τὴν ἔξοδον οὐρανός. Εἶχον ἐκεῖνοι ἡγεμόνα καὶ στρατηγὸν ἄριστον Μωσέα, ἔχομεν καὶ ἡμεῖς ἄλλον Μωϋ‐ σῆν τὸν Θεὸν προηγούμενον ἡμῖν καὶ στρατηγοῦντα.

3

.

26

Τί γὰρ τὸ τεκμήριον τοῦ Μωϋσέως ἐκείνου; «Ἦν γάρ, φησίν, Μωσῆς πραότερος ἁπάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς.» Τοῦτό τις εἰπὼν καὶ περὶ τούτου τοῦ Μωϋσέως οὐκ ἂν ἁμάρτοι. Καὶ γὰρ καὶ τούτῳ συμπαρῆν τὸ πραότατον Πνεῦμα
5ὡς ὁμοούσιον καὶ συγγενές. Μωϋσῆς τότε ἀνέτεινε τὰς χεῖ‐ ρας εἰς τὸν οὐρανὸν καὶ κατήνεγκεν ἄρτον ἀγγέλων τὸ μάννα. Οὗτος ὁ Μωϋσῆς ἀνατείνων τὰς χεῖρας εἰς τὸν οὐρανὸν φέρει τὴν αἰώνιον τροφήν. Ἐκεῖνος ἔπληξε τὴν πέτραν καὶ ἐξέβαλε ποταμοὺς ὑδάτων· οὗτος ἅπτεται τῆς τραπέζης,
10πλήττει τὴν νοητὴν τράπεζαν καὶ πηγὰς πνεύματος ἀναβλύ‐ ζειν ποιεῖ. Διὰ τοῦτο καθάπερ πηγὴ ἐν τῷ μέσῳ ἡ τράπεζα κεῖται, ἵνα πανταχόθεν τὰ ποίμνια περιρρέῃ τὴν πηγήν, ἵνα ἀπολαύῃ τῶν σωτηρίων ναμάτων.

3

.

27

Ἐπεὶ οὖν τοιαύτη μὲν ἐνταῦθα ἡ πηγή, τοιαύτη δὲ ἡ ζωὴ καὶ μυρίων ἡ τράπεζα γέμει τῶν ἀγαθῶν καὶ πανταχόθεν ἡμῖν βρύει τὰ δῶρα τὰ πνευματικά, μετὰ ἀληθινῆς καρδίας προσέλθωμεν, μετὰ συνειδότος καθαροῦ, ἵνα λάβωμεν χάριν
5καὶ ἔλεον εἰς εὔκαιρον βοήθειαν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ, κυρίου δὲ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι δόξα, τιμή,
κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

4

t

ΛΟΓΟΣ Δʹ Τοῦ αὐτοῦ πρὸς τοὺς νεοφωτίστους καὶ εἰς τὸ ῥητὸν τοῦ ἀποστόλου· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν,
5ἰδοὺ γέγονε τὰ πάντα καινά».

4

.

1

Φαιδρότερον σήμερον ὁρῶ τοῦ συνήθους τὸν σύλλογον καὶ τὴν τοῦ Θεοῦ ἐκκλησίαν ἀγαλλομένην ἐπὶ τοῖς οἰκείοις τέκνοις. Καθάπερ γὰρ μήτηρ φιλόστοργος ὁρῶσα τοὺς ἑαυτῆς παῖδας κυκλοῦντας αὐτὴν ἥδεται καὶ σκιρτᾷ καὶ πτεροῦται
5ὑπὸ τῆς ἡδονῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ πνευματικὴ αὕτη μήτηρ βλέπουσα τὰ ἑαυτῆς τέκνα χαίρει καὶ γέγηθεν ὁρῶσα ἑαυτὴν καθάπερ πολύφορον ἄρουραν κομῶσαν τοῖς στάχυσι τούτοις τοῖς πνευματικοῖς. Σκόπει δέ μοι, ἀγαπητέ, τῆς χάριτος τὴν ὑπερβολήν. Ἰδοὺ γὰρ ἐν μιᾷ νυκτὶ πόσους
10ἀθρόον ἀπέτεκεν ἡ πνευματικὴ αὕτη μήτηρ. Καὶ μὴ θαυμάσῃς· τοιαῦται γὰρ αἱ ὠδῖνες αἱ πνευματικαί· οὐ δέονται χρόνου καὶ περιόδου μηνῶν.

4

.

2

Φέρε οὖν καὶ ἡμεῖς συνησθῶμεν καὶ κοινωνήσωμεν αὐτῇ τῆς εὐφροσύνης. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν οὐρανῷ, πολλῷ μᾶλλον ἐπὶ τοσούτῳ πλήθει προσήκει σκιρτᾶν ἡμᾶς καὶ εὐφραίνεσθαι καὶ δοξάζειν τὸν φιλάνθρωπον
5Θεὸν ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Καὶ γὰρ ἀληθῶς πάντα λόγον ὑπερβαίνει τῶν τοῦ Θεοῦ δωρεῶν τὸ μέγεθος. Ποῖος νοῦς, ποία διάνοια, ποῖος λογισμὸς καταλαβεῖν δυνήσεται τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν ὑπερβολὴν καὶ τῶν ἀφάτων δω‐ ρεῶν τὰ μεγέθη ἃ τῇ τῶν ἀνθρώπων φύσει κεχάρισται.

4

.

3

Οἱ γὰρ χθὲς καὶ πρώην δοῦλοι τῆς ἁμαρτίας καὶ ἀπαρρη‐ σίαστοι καὶ ὑπὸ τὴν τυραννίδα τοῦ διαβόλου τυγχάνοντες καὶ καθάπερ αἰχμάλωτοι οὕτως ἀγόμενοι καὶ περιαγόμενοι, ἰδοὺ σήμερον εἰς τὴν τῶν υἱῶν τάξιν ἐδέχθησαν καὶ τὰ τῶν ἁμαρ‐
5τημάτων ἀποθέμενοι φορτία καὶ τὴν βασιλικὴν ἐνδυσάμενοι στολήν, αὐτῷ σχεδὸν ἀντιλάμπουσι τῷ οὐρανῷ καὶ φαιδρότε‐ ρον τῶν ἀστέρων τούτων ὀφθέντες τὸ φῶς καταυγάζουσι τῶν εἰς αὐτοὺς ὁρώντων τὰς ὄψεις. Ἐκεῖνοι μὲν γὰρ ἐν νυκτὶ μόνον φαίνουσιν· ἐν ἡμέρᾳ δὲ οὐκ ἄν ποτε φανεῖεν. Οὗτοι δὲ
10καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ὁμοίως λάμπουσιν, ἀστέρες γάρ εἰσι πνευματικοί, καὶ πρὸς αὐτὸ τὸ ἡλιακὸν ἁμιλλῶνται φῶς, μᾶλλον δὲ καὶ τοῦτο πολλῷ τῷ μέτρῳ ὑπερακοντίζουσιν. Εἰ γὰρ καὶ ταύτῃ τῇ εἰκόνι ἐχρήσατο ὁ δεσπότης Χριστὸς δεικνὺς τῶν δικαίων τὴν ἐν τῷ μέλλοντι αἰῶνι φαιδρότητα εἰπών· «Τότε οἱ
15δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος», οὐκ ἐπειδὴ τοσοῦτον λάμ‐ πουσιν μόνον ἀλλ’ ἐπειδὴ οὐκ ἦν ἕτερον αἰσθητὸν παράδειγμα εὑρεῖν τούτου φαιδρότερον, διὰ τοῦτο ταύτῃ τῇ εἰκόνι παρέ‐ βαλε τὴν τῶν δικαίων λῆξιν.

4

.

4

Τούτους οὖν καὶ ἡμεῖς σήμερον περιπτυξώμεθα τοὺς τῶν ἀστέρων μᾶλλον φαίνειν δυναμένους, τοὺς ταῖς ἡλιακαῖς ἀκτῖσιν ἀντιλάμποντας, καὶ μὴ μόνον ταῖς σωματικαῖς ταύταις χερσὶν αὐτοὺς περιβάλωμεν ἀλλὰ καὶ διὰ τῆς παραινέσεως τῆς
5πνευματικῆς τὴν περὶ αὐτοὺς φιλοστοργίαν ἐπιδειξώμεθα καὶ παρακαλέσωμεν, ἐννοήσαντας τῆς φιλοτιμίας τοῦ δεσπότου τὴν ὑπερβολὴν καὶ τοῦ ἱματίου τὴν φαιδρότητα ὅπερ ἐνδύ‐ σασθαι κατηξιώθησαν. «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτί‐ σθητε, Χριστὸν ἐνεδύσασθε», οὕτω λοιπὸν ἅπαντα καὶ ποιεῖν
10καὶ πράττειν ὡσανεὶ τὸν τῶν ὅλων δημιουργὸν καὶ δεσπότην τῆς ἡμετέρας φύσεως τὸν Χριστὸν ἔνοικον ἔχοντας. Ὅταν δὲ εἴπω τὸν Χριστόν, καὶ τὸν Πατέρα λέγω καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ γὰρ αὐτὸς ὑπέσχετο λέγων· «Ἐάν τις ἀγαπᾷ με καὶ τὰς ἐντολάς μου τηρήσῃ, ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα
15καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.»

4

.

5

Ὁ τοιοῦτος λοιπὸν κἂν ἐν γῇ βαδίζῃ, ὡς ἐν οὐρανοῖς διατρίβων οὕτω διακείσεται, τὰ ἄνω φρονῶν, τὰ ἄνω φαντα‐ ζόμενος, οὐκέτι δεδοικὼς τοῦ πονηροῦ δαίμονος τὰς ἐπιβουλάς. Ὅταν γὰρ ἴδῃ τὴν τοσαύτην μεταβολὴν ὁ διάβολος καὶ ὅτι οἱ
5πρότερον ὑπὸ τὴν αὐτοῦ δεσποτείαν ὄντες εἰς τοσοῦτον ὕψος ἀνηνέχθησαν καὶ τοσαύτης ἠξιώθησαν φιλανθρωπίας παρὰ τοῦ δεσπότου, κατῃσχυμμένος ἄπεισιν οὐδὲ ἀντιβλέψαι τολ‐ μῶν· οὐδὲ γὰρ φέρει τὰς μαρμαρυγὰς τὰς ἐντεῦθεν ἀπαστρα‐ πτούσας, ἀλλ’ ὑπὸ τῆς αὐγῆς τοῦ φωτὸς τοῦ ἐντεῦθεν ἐκπεμ‐
10πομένου ἀποτυφλωθεὶς τὰς ὄψεις ἄπεισι νῶτα δούς.

4

.

6

Ἀλλ’ ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, οἱ εἰς τὸν οὐρανὸν σήμερον πολιτογραφηθέντες, οἱ εἰς τὴν ἑστίασιν ταύ‐ την τὴν πνευματικὴν κληθέντες καὶ τῆς τραπέζης τῆς βασιλι‐ κῆς ἀπολαύειν μέλλοντες, ἀξίαν τοῦ μεγέθους τῶν δωρεῶν τὴν
5προθυμίαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε. Φιλάνθρωπος γὰρ ὢν ὁ δεσπότης ὁ ἡμέτερος, ἐπειδὰν ἴδῃ ἐπὶ τοῖς ἤδη παρασχεθεῖσιν εὐγνώμονας γενομένους
καὶ πολλὴν τὴν φυλακὴν περὶ τὸ τῶν δωρεῶν μέγεθος ἐπιδειξα‐ μένους, ἐπιδαψιλεύεται τὴν χάριν κἂν μικρόν τι εἰσενέγκωμεν
10μεγάλαις αὐτὸς ἡμᾶς φιλοτιμεῖται ταῖς δωρεαῖς.

4

.

7

Ἐπεὶ καὶ Παῦλος ὁ τῆς οἰκουμένης διδάσκαλος πρὸ τού‐ του διώκων τὴν ἐκκλησίαν καὶ πανταχοῦ περιὼν καὶ σύρων ἄνδρας καὶ γυναῖκας καὶ πάντα συγχέων καὶ ταράσσων καὶ πολλὴν τὴν μανίαν ἐπιδεικνύμενος, ἐπειδὴ φιλανθρωπίας
5ἀπέλαυσε παρὰ τοῦ δεσπότου καὶ καταυγασθεὶς τῷ φωτὶ τῷ νοητῷ ἀπέθετο τὸ σκότος τῆς πλάνης καὶ πρὸς τὴν ἀλήθειαν ἐχειραγωγήθη καὶ διὰ τοῦ βαπτίσματος ἀπελούσατο τὰ προ‐ λαβόντα ἅπαντα ἁμαρτήματα, ἀθρόον οὐδὲ τὸ τυχὸν ἀναβαλ‐ λόμενος, ὁ πρὸ τούτου ὑπὲρ Ἰουδαίων ἅπαντα πράττων καὶ
10πορθῶν τὴν ἐκκλησίαν, εὐθέως συνέχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, κηρύσσων ὅτι ὁ ἐσταυρωμένος αὐτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

4

.

8

Εἶδες εὐγνωμοσύνην; Εἶδες δι’ αὐτῶν τῶν πραγμάτων ἡμῖν δεικνύντα ὅτι καὶ τὰ πρότερα ἐξ ἀγνοίας ἔπραττεν; Εἶδες πῶς δι’ αὐτῆς τῆς πείρας τῶν πραγμάτων ἅπαντας
ἡμᾶς ἐδίδαξεν ὅτι δικαίως ἠξιώθη τῆς ἄνωθεν φιλανθρωπίας
5καὶ πρὸς τὴν τῆς ἀληθείας ὁδὸν ἐχειραγωγήθη. Ὁ γὰρ ἀγαθὸς Θεός, ἐπειδὰν ἴδῃ τὴν ψυχὴν εὐγνώμονα μέν, δι’ ἄγνοιαν δὲ πλανωμένην, οὐ περιορᾷ οὐδὲ ἀφίησιν ἐπὶ πολὺ ἀπρονόητον ἀλλὰ τὰ παρ’ ἑαυτοῦ ἅπαντα ἐπιδείκνυται καὶ οὐδὲν παραλιμ‐ πάνει τῶν εἰς τὴν ἡμετέραν σωτηρίαν συντεινόντων, μόνον
10ἐὰν ἡμεῖς ἑαυτοὺς ἀξίους κατασκευάσωμεν τοῦ μετὰ δαψι‐ λείας τὴν ἄνωθεν ἐπισπάσασθαι χάριν, καθάπερ καὶ ὁ μακά‐ ριος οὗτος·

4

.

9

Ἐπειδὴ γὰρ ἃ πρότερον εἰργάζετο ἐξ ἀγνοίας ἅπαντα εἰργάσατο καὶ νομίζων τὸν νόμον ζήλῳ διεκδικεῖν, θορύβου καὶ ταραχῆς πᾶσι αἴτιος καθίστατο, μαθὼν παρ’ αὐτοῦ τοῦ νομοθέτου ὅτι τὴν ἐναντίαν ὁδὸν βαδίζει καὶ κατὰ κρημνῶν
5ἀπιὼν οὐκ αἰσθάνεται, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλετο, ἀλλ’ εὐθέως ἐπειδὴ κατέλαμψεν αὐτὸν τὸ φῶς τὸ νοητὸν πᾶσαν τὴν πλάνην ἀποθέμενος κῆρυξ τῆς ἀληθείας καθίστατο καὶ ἐκείνους πρώτους ἐπὶ τὴν τῆς εὐσεβείας ὁδὸν ἄγειν ἐβούλετο πρὸς οὓς καὶ τὰς ἐπιστολὰς ἐκόμιζε παρὰ τῶν ἀρχιερέων
10λαβών, καθὼς καὶ αὐτὸς τῷ τῶν Ἰουδαίων πλήθει δημηγορῶν ἔλεγεν· «Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυ‐ τέριον ὅτι ἐπιστολὰς δεξάμενος παρ’ αὐτῶν εἰς Δαμασκὸν ἐπορευόμην πρὸς τοὺς ἀρχιερεῖς ὥστε καὶ τοὺς ἐκεῖ ὄντας δεδεμένους ἀναγαγεῖν εἰς Ἱερουσαλήμ.»

4

.

10

Εἶδες αὐτὸν καθάπερ λέοντα μεμηνότα καὶ πανταχοῦ περιτρέχοντα; Ὅρα αὐτὸν πάλιν ἀθρόον εἰς ἡμερότητα προ‐ βάτου μεταβαλλόμενον καὶ τὸν πρὸ τούτου δεσμεύοντα καὶ εἰς φυλακὰς ἐμβάλλοντα καὶ πάντας τοὺς εἰς τὸν Χριστὸν πι‐
5στεύοντας ἐλαύνοντα καὶ διώκοντα ἐξαίφνης διὰ τὸν Χριστὸν διὰ τοῦ τείχους ἐν σπυρίδι χαλώμενον ἵνα διαφύγῃ τῶν Ἰου‐ δαίων τὰς ἐπιβουλάς, ἄλλοτε διὰ νυκτὸς εἰς Καισάρειαν ἐκπεμπόμενον κἀκεῖθεν εἰς Ταρσὸν ἐξαποστελλόμενον ἵνα μὴ διασπασθῇ ὑπὸ τῆς τῶν Ἰουδαίων μανίας. Εἶδες, ἀγαπητέ,
10ὅση ἡ μεταβολή; Εἶδες ὅση ἡ μετάστασις γέγονεν; Εἶδες πῶς ἀπολαύσας τῆς ἄνωθεν φιλοτιμίας μετὰ δαψιλείας τὰ παρ’ ἑαυτοῦ εἰσήνεγκε, τὸν ζῆλον λέγω, τὴν θερμότητα, τὴν πί‐ στιν, τὴν ἀνδρείαν, τὴν ὑπομονήν, τὸ φρόνημα τὸ ὑψηλόν, τὴν γνώμην τὴν ἀκατάπληκτον. Διὸ καὶ πλείονος ἠξιώθη τῆς ἄνω‐
15θεν ῥοπῆς. Ὅθεν καὶ γράφων ἔλεγε· «Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί».

4

.

11

Τοῦτον δή, παρακαλῶ, καὶ ὑμεῖς μιμήσασθε, οἱ τὸν τοῦ Χριστοῦ ζυγὸν νῦν ὑπελθεῖν καταξιωθέντες καὶ τῆς υἱοθεσίας ἀπολαύσαντες, καὶ τοσαύτην ἐκ προοιμίων εὐθέως ἐπιδείξασθε τὴν θερμότητα καὶ τὴν εἰς τὸν Χριστὸν πίστιν
5ἵνα πλείονα ἐφελκύσησθε τὴν ἄνωθεν χάριν καὶ τὸ παρα‐ σχεθὲν ὑμῖν ἔνδυμα φαιδρότερον ἀπεργάσησθε καὶ δαψι‐ λοῦς ἀπολαύσητε τῆς εὐνοίας τῆς παρὰ τοῦ δεσπότου. Εἰ γὰρ μηδέπω μηδὲν ἐργασαμένους ἀγαθὸν ἀλλὰ καὶ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντας ἐπικείμενα τοσούτων ἠξίωσε δωρεῶν,
10τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, οὐ γὰρ μόνον ἁμαρτη‐ μάτων ἀπήλλαξε καὶ δικαιοσύνην ἐχαρίσατο ἀλλὰ καὶ ἁγίους ἀπέδειξε καὶ υἱοθεσίαν παρέσχεν, εἰ τοίνυν προλαβὼν τοσαῦτα ἐδωρήσατο, εἰ τὰ παρ’ ἑαυτῶν μετὰ τοσαύτας δωρεὰς εἰσ‐ ενεγκεῖν σπουδάσετε καὶ μετὰ τῆς φυλακῆς τῶν ἤδη παρασχε‐
15θέντων καὶ πολιτείας ἀκρίβειαν ἐπιδείξεσθε, πῶς οὐ μείζονος
πάλιν ἀξιωθήσεσθε τῆς φιλοτιμίας;

4

.

12

Ἠκούσατε γὰρ σήμερον τοῦ μακαρίου Παύλου τοῦ νυμφαγωγοῦ τῆς ἐκκλησίας γράφοντος καὶ λέγοντος· «Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις»· οὐχ ἵνα περὶ τῆς αἰσθητῆς ταύτης κτίσεως νομίσωμεν εἶναι τὸ εἰρημένον, διὰ γὰρ τοῦτο
5προσέθηκεν· «εἴ τις ἐν Χριστῷ» διδάσκων ἡμᾶς ὅτι εἴ τις πρὸς τὴν εἰς τὸν Χριστὸν πίστιν μετετάξατο, καινὴν κτίσιν ἡμῖν ἐπιδείκνυσι. Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον καινὸν ἰδεῖν οὐρανὸν καὶ τὰ ἄλλα τῆς κτίσεως μέρη, ὅσον κέρδος ἄνθρωπον ἰδεῖν ἀπὸ κακίας ἐπὶ ἀρετὴν μεταστάντα καὶ ἀπὸ τῆς πλάνης
10ἐπὶ τὴν ἀλήθειαν μεταταξάμενον. Τοῦτο γὰρ καινὴν κτίσιν καὶ ὁ μακάριος οὗτος ὠνόμασε, διὸ καὶ ἐπήγαγεν εὐθέως· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», μονονουχὶ δεικνὺς ὅτι καθάπερ ἱμάτιον παλαιὸν ἀποδυσάμενοι τῶν ἁμαρ‐ τημάτων τὸ φορτίον διὰ τῆς εἰς τὸν Χριστὸν πίστεως, τὸ
15καινὸν τοῦτο καὶ φαιδρὸν ἱμάτιον καὶ τὴν στολὴν τὴν βασι‐ λικὴν περιέθεντο οἱ τῆς πλάνης ἐλευθερωθέντες καὶ τῷ φωτὶ τῆς δικαιοσύνης καταυγασθέντες· διὰ τοῦτο ἔλεγεν· «εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ
πάντα καινά».

4

.

13

Πῶς γὰρ οὐ καινὰ καὶ παράδοξα ὅταν ὁ χθὲς καὶ πρώην περὶ τὴν τρυφὴν καὶ τὴν ἀδηφαγίαν ἐσχολακὼς ἀθρόον ἐγκράτειαν καὶ λιτότητα διαίτης ἀσπάζηται; Πῶς οὐ καινὰ καὶ παράδοξα τὰ πάντα ὅταν ὁ πρότερον ἀκόλαστος καὶ περὶ
5τὰς ἡδονὰς τοῦ παρόντος βίου καταδαπανώμενος, ἐξαίφνης ἀνώτερος τῶν παθῶν γεγονώς, ὡς οὐδὲ σῶμα περικείμενος, οὕτω τὴν σωφροσύνην καὶ τὴν ἁγνείαν μεταδιώκῃ.

4

.

14

Εἶδες πῶς ὄντως καινὴ κτίσις ἐστὶ τὸ γεγενημένον; Ἡ γὰρ τοῦ Θεοῦ χάρις ἐπεισελθοῦσα μετέπλασε καὶ μετερρύ‐ θμισε τὰς ψυχὰς καὶ ἄλλας ἀντ’ ἄλλων αὐτὰς εἰργάσατο, οὐ τὴν οὐσίαν μεταβαλοῦσα ἀλλὰ τὴν προαίρεσιν μετασκευάσασα
5καὶ τῶν ὀφθαλμῶν τῆς διανοίας τὸ κριτήριον οὐκ ἀφιεῖσα λοιπὸν ἐναντίαν περὶ τῶν πραγμάτων ἔχειν τὴν ὑπόληψιν, ἀλλὰ καθάπερ λήμην τινὰ τῶν ὀφθαλμῶν ἀποσκεδάσασα παρέ‐ σχεν ἀκριβῶς ὁρᾶν καὶ τῆς κακίας τὸ δυσειδὲς καὶ ἄμορφον καὶ τῆς ἀρετῆς τὴν πολλὴν εὐμορφίαν καὶ τὴν φαιδρότητα.

4

.

15

Εἶδες πῶς καθ’ ἑκάστην ἡμέραν καινὴν ἐργάζεται κτί‐ σιν ὁ δεσπότης; Τίς γὰρ ἕτερος ἔπεισεν, εἰπέ μοι, τὸν πᾶσαν τὴν ζωὴν πολλάκις καταναλώσαντα εἰς τὰς τοῦ βίου ἡδυπαθείας καὶ λίθους προσκυνοῦντα καὶ ξύλα καὶ ταῦτα θεοὺς ἡγούμε‐
5νον, ἀθρόον εἰς τοσοῦτον ὕψος ἀρετῆς ἀναδραμεῖν ὡς ἐκείνων μὲν ἁπάντων ὑπεριδεῖν καὶ καταγελᾶν καὶ τοὺς λίθους λίθους ὁρᾶν ὡσαύτως καὶ τὰ ξύλα ξύλα, τὸν δὲ τῶν ὅλων δημιουργὸν προσκυνεῖν καὶ τὴν εἰς αὐτὸν πίστιν τῶν ἐν τῷ παρόντι βίῳ
πάντων προτιμᾶν.

4

.

16

Εἶδες πῶς ἡ εἰς τὸν Χριστὸν πίστις καὶ ἡ πρὸς τὴν ἀρετὴν ἐπάνοδος καινὴ κτίσις λέγεται; Ἀκούωμεν τοίνυν, παρακαλῶ, καὶ οἱ πάλαι μεμυημένοι καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς δεσποτικῆς, τῆς ἀποστολικῆς
5παραινέσεως τῆς λεγούσης· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά» καὶ τῶν προτέρων ἁπάντων ἐπι‐ λαθόμενοι, ὥσπερ ἐν καινῇ πολιτευόμενοι ζωῇ οὕτω τὸν ἑαυτῶν βίον μεταρρυθμίσωμεν, καὶ ἐννοοῦντες τοῦ ἐνοικοῦν‐ τος ἐν ἡμῖν τὸ ἀξίωμα οὕτως ἅπαντα καὶ λέγωμεν καὶ
10πράττωμεν.

4

.

17

Εἰ γὰρ ἄνθρωποι τὰς βιωτικὰς λειτουργίας ἀναδεχό‐ μενοι καὶ ἐπὶ τῆς ἐσθῆτος πολλάκις ἣν περίκεινται τὸν τύπον τῶν βασιλικῶν εἰκόνων ἐπιφερόμενοι καὶ διὰ τοῦτο ἀξιόπιστοι τοῖς ἄλλοις ἅπασι φαινόμενοι, οὐδὲν ἀνάσχοιντο ἄν ποτε πρᾶξαι
5τοιοῦτον ὃ τῆς ἐσθῆτος ἐκείνης τῆς τοὺς τύπους ἐχούσης τοὺς βασιλικοὺς ἀνάξιον ἂν γένοιτο, ἀλλὰ κἂν αὐτοί ποτε ἐπιχειρήσωσι, πολλοὺς ἔχουσι τοὺς διακωλύοντας, κἂν ἕτε‐ ροί τινες αὐτοὺς κακῶς διαθεῖναι βούλοιντο, ἱκανὴν ἔχουσιν ἀσφάλειαν τοῦ μηδὲν ἀηδὲς παθεῖν τῆς ἐσθῆτος τὴν περιβο‐
10λήν, πολλῷ δὴ μᾶλλον οἱ οὐκ ἐπὶ ἱματίου ἀλλ’ ἐπὶ ψυχῆς αὐτὸν τὸν Χριστὸν ἔχοντες ἐνοικοῦντα καὶ τὸν τούτου Πατέρα καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν, πολλὴν ἂν
εἶεν δίκαιοι τὴν ἀσφάλειαν ἐπιδείκνυσθαι καὶ πᾶσιν ἑαυτοὺς καταδήλους ποιεῖν διὰ τῆς ἀκριβοῦς πολιτείας καὶ τῆς τοῦ
15βίου ἐπιμελείας ὅτι τὴν εἰκόνα τὴν βασιλικὴν ἐπιφέρουσιν.

4

.

18

Ὥσπερ γὰρ ἐκεῖνοι ἐπὶ τῆς ἐσθῆτος κατὰ τοῦ στήθους τὰς μορφὰς δεικνύντες τὰς βασιλικὰς πᾶσι φανεροὶ καθε‐ στήκασιν, οὕτω καὶ ἡμεῖς εἰ βουληθείημεν, οἱ ἅπαξ τὸν Χρι‐ στὸν ἐνδυσάμενοι καὶ ἔνοικον αὐτὸν ἔχειν καταξιωθέντες,
5δυνησόμεθα διὰ τῆς τοῦ βίου ἀκριβείας καὶ σιγῶντες ἅπασι δεικνύναι τοῦ ἐνοικοῦντος ἐν ἡμῖν τὴν δύναμιν. Καὶ ὃν τρόπον νῦν ἡ τῆς ἐσθῆτος ὑμῶν περιβολὴ καὶ τὸ φαιδρὸν τῶν ἱματίων πάντων ἐπισπᾶται τὰς ὄψεις, οὕτω καὶ εἰς τὸ διηνεκές, εἰ βουληθείητε, δυνήσεσθε τὴν φαιδρότητα τοῦ ἐνδύματος τοῦ
10βασιλικοῦ διατηροῦντες, ἀκριβέστερον ἢ νῦν διὰ τῆς κατὰ Θεὸν πολιτείας καὶ τῆς πολλῆς ἀκριβείας τοὺς ὁρῶντας ἅπαντας εἰς τὸν ὅμοιον ἐπισπάσεσθαι ζῆλον καὶ εἰς τὴν τοῦ δεσπότου δοξολογίαν.

4

.

19

Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Εἶδες πῶς παραινεῖ λάμπειν τὸ φῶς τὸ ἐν ἡμῖν οὐ διὰ τῶν
5ἱματίων ἀλλὰ διὰ τῶν ἔργων; Εἰπὼν γάρ· «Λαμψάτω τὸ φῶς ὑμῶν», ἐπήγαγεν· «ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν.» Τοῦτο τὸ φῶς οὐ μέχρι τῶν σωματικῶν αἰσθήσεων ἵσταται, ἀλλὰ καὶ τὰς ψυχὰς τῶν ὁρώντων καὶ τὴν διάνοιαν καταυγάζει καὶ τῆς κακίας τὸ σκότος διασκεδάσαν πρὸς τὴν ἔλλαμψιν τοῦ
10οἰκείου φωτὸς καὶ τὴν τῆς ἀρετῆς μίμησιν ἐπισπᾶται τοὺς
ἐντυγχάνοντας.

4

.

20

«Λαμψάτω, φησί, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀν‐ θρώπων.» Καὶ καλῶς εἶπεν «ἔμπροσθεν τῶν ἀνθρώπων». Τοσοῦτον ὑμῶν ἔστω, φησί, τὸ φῶς ὥστε μὴ μόνον ὑμᾶς καταλάμπειν ἀλλὰ καὶ ἔμπροσθεν τῶν ἀνθρώπων φαίνειν τῶν
5δεομένων τῆς τούτου χορηγίας. Ὥσπερ οὖν τὸ αἰσθητὸν τοῦτο φῶς φυγαδεύει τὸ σκότος καὶ ὀρθὰ ποιεῖ βαδίζειν τοὺς τὴν αἰσθητὴν ταύτην ὁδεύοντας ὁδόν, οὕτω καὶ τὸ νοητὸν φῶς τὸ ἐκ τῆς ἀρίστης πολιτείας τοὺς ὑπὸ τοῦ σκότους τῆς πλά‐ νης τὸ ὄμμα τῆς διανοίας τεθολωμένον ἔχοντας καὶ οὐ δυνα‐
10μένους ἀκριβῶς ἰδεῖν τῆς ἀρετῆς τὴν ὁδὸν καταυγάζει καὶ τὴν λήμην τῶν ὀφθαλμῶν τῆς διανοίας ἀποκαθαίρει καὶ πρὸς τὴν εὐθεῖαν ἄγει καὶ ποιεῖ βαδίζειν λοιπὸν ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν.

4

.

21

«Ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ἡ ἀρετή, φησίν, ἡ ὑμε‐ τέρα καὶ ἡ περὶ τὴν πολιτείαν ἀκρίβεια καὶ ἡ τῶν καλῶν ἔργων κατόρθωσις εἰς δοξολογίαν διεγειρέτω τοὺς ὁρῶντας
5τοῦ κοινοῦ πάντων δεσπότου. Ἕκαστος τοίνυν ὑμῶν, παρα‐ καλῶ, σπουδαζέτω μετὰ τοσαύτης ἀκριβείας βιοῦν ἵνα παρὰ πάντων τῶν εἰς ὑμᾶς ὁρώντων ἡ εὐφημία εἰς τὸν δεσπότην ἀναφέρηται.

4

.

22

Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος ὁ μιμητὴς τοῦ Χρι‐ στοῦ, ὁ τῆς ἀρίστης πολιτείας διδάσκαλος, ὁ πανταχοῦ περι‐ τρέχων καὶ πάντα ποιῶν ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, ἔγραφε λέγων· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα
5παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», μονονουχὶ παραινῶν καὶ λέγων· Ἀπέθου τὸ παλαιὸν ἔνδυμα, ἔλαβες τὸ καινὸν καὶ τοσαύτην ἔχον τὴν φαιδρότητα ὡς αὐταῖς ἀντιλάμπειν ταῖς ἀκτῖσι ταῖς ἡλιακαῖς· σκόπει ὅπως ἐπὶ τῆς αὐτῆς φαιδρότη‐
τος διατηρῇς τοῦ ἐνδύματος τὸ κάλλος. Ἕως γὰρ ἂν βλέπῃ ὁ
10πονηρὸς δαίμων ἐκεῖνος καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέ‐ ρας ἀπαστράπτον ἡμῶν τοῦτο τὸ ἔνδυμα τὸ πνευματικόν, οὐ τολμᾷ οὐδὲ πλησίον στῆναι, οὕτω δέδοικεν αὐτοῦ τὴν φαιδρό‐ τητα. Ἀποτυφλοῖ γὰρ αὐτοῦ τὰς ὄψεις ἡ ἀστραπὴ ἡ ἐντεῦθεν ἐκπηδῶσα.

4

.

23

Διό, παρακαλῶ, ἤδη ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων πολὺν τὸν ἀγῶνα, πολλὴν τὴν φαιδρότητα ἐπιδείξασθε, διὰ πάντων τοῦ ἐνδύματος τούτου τὸ κάλλος λαμπρότερον καὶ φαιδρότερον κατασκευάζοντες καὶ μήτε λόγος τῆς γλώττης ἁπλῶς καὶ
5εἰκῇ προπηδάτω, ἀλλὰ πρότερον σκοπῶμεν εἴ τι χρήσιμον ἔχει καὶ εἴ τινα οἰκοδομὴν τοῖς ἀκούουσι παρέχειν δύναται καὶ τότε μετὰ πολλοῦ τοῦ δέους τὰ ῥήματα προφέρωμεν, ὡσανεί τινος ἑστῶτος καὶ ταῦτα γραφῇ παραδιδόντος, μνημονεύοντες τοῦ παρὰ τοῦ Κυρίου εἰρημένου· «Λέγω ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν
10ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.»

4

.

24

Μήτε διάλεξις τοίνυν βιωτικὴ καὶ ἀνόνητος καὶ μηδὲν κέρδος ἔχουσα παρ’ ἡμῶν γινέσθω· καινὴν γὰρ εἱλόμεθα λοιπὸν πολιτείαν καὶ ἐξηλλαγμένην καὶ προσήκει ἡμᾶς ἀκόλουθα τῇ πολιτείᾳ διαπράττεσθαι ἵνα μὴ ταύτης ἀνάξιοι γενώμεθα. Οὐχ
5ὁρᾶτε ἐν τοῖς βιωτικοῖς ἀξιώμασι πῶς οἱ εἰς τὴν παρ’ αὐτοῖς λεγομένην σύγκλητον τελεῖν σπουδάζοντες ὑπὸ τῶν νόμων τῶν ἀνθρωπίνων κωλύονταί τινα διαπράττεσθαι τῶν τοῖς ἄλλοις ἀνθρώποις μετὰ ἀδείας συγκεχωρημένων; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς οἵ τε νῦν μεμυημένοι καὶ οἱ πάλαι ταύτης
10τῆς χάριτος ἀξιωθέντες δίκαιοι ἂν εἴημεν, εἰς τὴν σύγκλητον
τὴν πνευματικὴν ἅπαξ ἀπογραψάμενοι, μὴ τὰ αὐτὰ τοῖς ἄλλοις μετιέναι· ἀλλὰ καὶ γλώττης ἀκρίβειαν καὶ διανοίας καθαρότητα ἐπιδείκνυσθαι καὶ ἕκαστον ἡμῶν τῶν μελῶν παιδαγωγεῖν μηδὲν ἔργον μεταχειρίζειν ὃ μὴ πολὺ τὸ κέρδος τῇ ψυχῇ
15πραγματεύεται.

4

.

25

Οἷόν τι λέγω; Τὴν γλῶτταν εἰς ὕμνους μόνον καὶ δοξο‐ λογίαν καὶ ἀνάγνωσιν τῶν θείων λογίων καὶ διαλέξεις πνευμα‐ τικὰς ἀπασχολεῖν· «Εἴ τις γὰρ λόγος, φησίν, ἀγαθὸς πρὸς οἰκοδομὴν ἵνα δῷ χάριν τοῖς ἀκούουσι· καὶ μὴ λυπεῖτε τὸ
5Πνεῦμα τοῦ Θεοῦ ἐν ᾧ ἐσφραγίσθητε.» Εἴδετε ὅτι τὸ μὴ ταῦτα ποιεῖν εἰς λύπην τοῦ ἁγίου Πνεύματος συντείνει; Διὰ τοῦτο, παρακαλῶ, σπουδάζωμεν μηδὲν τῶν λυπούντων τὸ Πνεῦ‐ μα τὸ ἅγιον διαπράττεσθαι ἀλλὰ κἂν προϊέναι δέῃ, μὴ τὰ ἐπι‐ βλαβῆ συνέδρια ἐπιδιώκωμεν μηδὲ τοὺς συλλόγους τοὺς ἀνοή‐
10τους καὶ φλυαρίας γέμοντας ἀλλὰ πρὸ πάντων τῆς τοῦ Θεοῦ ἐκκλησίας καὶ τῶν εὐκτηρίων οἴκων μηδὲν ἡμῖν ἔστω προτι‐ μότερον καὶ τῶν συλλόγων τῶν πνευματικὰς ἐχόντων διαλέ‐ ξεις.

4

.

26

Καὶ ἕκαστον τῶν παρ’ ἡμῶν γινομένων πολλῆς μετεχέτω τῆς κοσμιότητος. «Στολισμὸς γάρ, φησίν, ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγέλλει τὰ περὶ αὐτοῦ.» Τῆς γὰρ ἐν τῇ ψυχῇ καταστάσεως εἰκὼν ἂν γένοιτο σαφὴς ἡ ἔξωθεν
5ὄψις, καὶ ἡ τῶν μελῶν κίνησις ἐκείνης μάλιστα δείκνυσι τὴν εὐμορφίαν. Κἂν βαδίζωμεν ἐπὶ τῆς ἀγορᾶς, τοιαύτη ἡμῶν ἔστω ἡ πρόοδος, τοσαύτης μετεχέτω γαλήνης καὶ καταστά‐
σεως ὡς ἐπιστρέφειν εἰς τὴν ἡμετέραν θέαν τοὺς ἀπαντῶν‐ τας, καὶ μήτε ὀφθαλμὸς ῥεμβέσθω μήτε οἱ πόδες ἄτακτα
10βαδιζέτωσαν καὶ ἡ γλῶττα μετὰ τῆς ἡσυχίας καὶ ἐπιεικείας τὰ ῥήματα προφερέτω καὶ ἁπλῶς ἅπαντα τὰ ἔξωθεν μηνυέτω τῆς ἔνδοθεν καθημένης ψυχῆς τὴν εὐμορφίαν, καὶ ξένη τις καὶ παρηλλαγμένη γινέσθω λοιπὸν ἡμῶν ἡ διαγωγή, ἐπειδὴ και‐ νὰ καὶ ξένα ἐστὶ τὰ ὑμῖν ὑπηργμένα, καθάπερ ὁ μακάριος
15δείκνυσι Παῦλος λέγων· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις.»

4

.

27

Καὶ ἵνα μάθῃς ὅτι καινὰ καὶ παράδοξα τὰ δεδωρημένα ἡμῖν, οἱ πρὸ τούτου τοῦ πηλοῦ ἀτιμότεροι καὶ χαμαὶ ὡς εἰπεῖν συρόμενοι ἀθρόον χρυσοῦ φαιδρότεροι γεγόναμεν καὶ ἀντὶ τῆς γῆς τὸν οὐρανὸν ἠλλαξάμεθα. Διὰ τοῦτο καὶ πάντα
5τὰ δεδωρημένα ἡμῖν τυγχάνει πνευματικά. Καὶ γὰρ τὸ ἔνδυμα ἡμῶν πνευματικὸν καὶ ἡ τροφὴ ἡμῶν πνευματικὴ καὶ τὸ πόμα ἡμῶν πνευματικόν· λοιπὸν ἀκόλουθον ἂν εἴη καὶ τὰ ἔργα ἡμῶν καὶ τὰς πράξεις πάσας εἶναι πνευματικάς. Αὗται γάρ εἰσι καρπὸς τοῦ Πνεύματος καθάπερ καὶ Παῦλος λέγει· «Ὁ
10δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυ‐ μία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος, φησίν.» Καλῶς οὕτως εἶπεν· ἀνώτεροι γὰρ τοῦ νόμου οἱ τὴν ἀρετὴν μετιόντες καὶ οὐχ ὑπόκεινται νόμῳ· «Δικαίῳ γάρ, φησί, νόμος οὐ κεῖται.»

4

.

28

Εἶτα τὸν καρπὸν τοῦ Πνεύματος ἡμῖν διελθὼν ἐπήγαγεν· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι
καὶ ταῖς ἐπιθυμίαις», ὡς ἂν εἴποι τις ἀνενέργητον αὐτὴν πρὸς τὴν τῶν κακῶν ἐργασίαν ἀπέδειξαν, ἄπρακτον αὐτὴν
5κατέστησαν, οὕτως αὐτὴν κατηγωνίσαντο ὡς ἀνωτέραν εἶναι καὶ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν. Τοῦτο γὰρ ᾐνίξατο εἰπών «ἐσταύρωσαν». Καθάπερ γὰρ ὁ ἐπὶ τοῦ σταυροῦ προσηλωμέ‐ νος καὶ τοῖς ἥλοις ἐκείνοις προσπεπαρμένος ὑπὸ τῶν ὀδυνῶν διακοπτόμενος καὶ ἐντεῦθεν κἀκεῖθεν ὡς εἰπεῖν κεντούμενος,
10οὐκ ἂν δυνηθείη ποτὲ ὑπὸ σαρκικῆς ἐπιθυμίας ἐνοχληθῆναι ἀλλὰ καὶ τὰ πάθη πάντα καὶ ἐπιθυμία πᾶσα πονηρὰ φυγαδεύε‐ ται, τῆς ὀδύνης οὐδεμίαν χώραν ἐκείνοις τοῖς πάθεσι παρ‐ εχούσης, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀνα‐ θέντες οὕτως αὐτῷ προσηλώθησαν καὶ κατεγέλασαν τῶν
15σωματικῶν ἀναγκῶν ὡσανεὶ σταυρώσαντες ἑαυτοὺς μετὰ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν.

4

.

29

Οἱ τοίνυν τοῦ Χριστοῦ γενόμενοι καὶ αὐτὸν ἐνδυσάμενοι καὶ τῆς τροφῆς αὐτοῦ τῆς πνευματικῆς καὶ τοῦ ποτοῦ κατα‐ ξιούμενοι, οὕτως ἑαυτοὺς ῥυθμίσωμεν ὡς μηδὲν κοινὸν ἔχοντες πρὸς τὰ τοῦ παρόντος βίου πράγματα. Καὶ γὰρ εἰς ἑτέραν
5πολιτείαν ἀπεγραψάμεθα, εἰς τὴν ἄνω Ἱερουσαλήμ. Διό, παρακαλῶ, ἄξια τῆς πολιτείας ἐκείνης τὰ ἔργα ἐπιδειξώμεθα ἵνα καὶ δι’ ὧν αὐτοὶ τὴν ἀρετὴν μέτιμεν καὶ δι’ ὧν ἑτέρους εἰς τὴν τοῦ δεσπότου δοξολογίαν ἐκκαλούμεθα, πολλὴν τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα. Ὅταν γὰρ δεσπότης ἡμῶν δοξάζηται,
10μετὰ πολλῆς καὶ αὐτὸς δαψιλείας τὰς παρ’ ἑαυτοῦ δωρεὰς ἡμῖν ἐκχεῖ, ἅτε ἀποδεξάμενος ἡμῶν τὴν εὐγνωμοσύνην καὶ εἰδὼς ὡς οὐκ εἰς ἀχαρίστους καὶ ἀγνώμονας τὰς παρ’ ἑαυτοῦ εὐεργεσίας κατατίθεται.

4

.

30

Οἶδα ὅτι μακρὸν ἐποίησα τὸν λόγον. Ἀλλὰ σύγγνωτε· ἡ πολλὴ περὶ ὑμᾶς φιλοστοργία εἰς μῆκος ἡμῖν ἐξέτεινε τὴν διδασκαλίαν. Ὁρῶν γὰρ ὑμῶν τὸν πλοῦτον τὸν πνευματικὸν καὶ
εἰδὼς τοῦ πονηροῦ δαίμονος τὴν μανίαν καὶ ὅτι νῦν μάλιστα
5πολλῆς ὑμῖν δεῖ τῆς ἀσφαλείας καὶ τῆς φυλακῆς, διὰ τοῦτο ταῦτα παρῄνεσα ὥστε καθ’ ἑκάστην ἡμέραν νήφειν καὶ ἐγρη‐ γορέναι καὶ διηνεκῆ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι καὶ τὴν φυ‐ λακὴν περὶ τὸν θησαυρὸν ὑμῶν τοῦτον τὸν πνευματικόν, ἵνα μηδεμίαν παρείσδυσιν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας
10εὑρεῖν δυνηθῇ.

4

.

31

Τὰς συνθήκας τοίνυν ἃς πρὸς τὸν δεσπότην ἔθεσθε, οὐ μέλανι οὐδὲ χάρτῃ ταύτας ἐγγράψαντες ἀλλὰ τῇ πίστει καὶ τῇ ὁμολογίᾳ, βεβαίους καὶ ἀκινήτους φυλάξαντες, πάντα τὸν τῆς ζωῆς χρόνον ἐν τῇ αὐτῇ φαιδρότητι διαμένειν σπουδάζετε.
5Ἔξεστι γὰρ ἐὰν βουλώμεθα τὰ παρ’ ἑαυτῶν εἰσφέρειν δι‐ ηνεκῶς, οὐ μόνον ἐπὶ τῆς αὐτῆς λαμπρότητος μεῖναι ἀλλὰ καὶ φαιδροτέραν ἡμῶν ἐργάσασθαι τῶν ἐνδυμάτων τούτων τῶν πνευματικῶν τὴν περιβολήν, ἐπεὶ καὶ Παῦλος μετὰ τὴν τοῦ βαπτίσματος χάριν ὅσον προῄει ὁ χρόνος, τοσούτῳ μᾶλλον
10λαμπρότερος καὶ φαιδρότερος ἐδείκνυτο, τῆς χάριτος ἐπαν‐ θούσης αὐτῷ.

4

.

32

Καὶ ἡμεῖς τοίνυν σπουδάσωμεν ἐφ’ ἑκάστης ἡμέρας περισκοπεῖν μήπου τινὰ σπίλον ἢ ῥυτίδα δέξηται τὸ φαιδρὸν ἡμῶν τοῦτο ἔνδυμα, ἀλλὰ μέχρι τῶν μικρῶν νομιζομένων πολ‐ λὴν τὴν παραφυλακὴν ποιώμεθα ἵνα δυνηθῶμεν καὶ τὰ μεγάλα
5τῶν ἁμαρτημάτων διαφυγεῖν. Ἐὰν γὰρ ἀρξώμεθα ἐνίων ὡς εὐτελῶν καταφρονεῖν, κατὰ μικρὸν ὁδῷ βαδίζοντες καὶ πρὸς τὰ μεγάλα τῶν πταισμάτων ἥξομεν. Διὸ παρακαλῶ καὶ τῶν
συνθηκῶν ἐπὶ τῆς διανοίας τὴν μνήμην ὑμᾶς ἀεὶ περιφέρειν καὶ πᾶσιν οἷς ἐπετάξασθε, ταῖς πομπαῖς λέγω ταῖς διαβολι‐
10καῖς καὶ ταῖς ἄλλαις πάσαις μεθοδείαις τοῦ πονηροῦ, τούτων διηνεκῶς φεύγειν τὴν λύμην καὶ τὰς πρὸς τὸν Χριστὸν συν‐ θήκας ἀκεραίους διαφυλάττειν ἵνα τῶν πνευματικῶν τούτων δείπνων συνεχῶς ἀπολαύοντες καὶ ὑπὸ τῆς ἐντεῦθεν τροφῆς νευρούμενοι ἀχείρωτοι γένησθε ταῖς τοῦ διαβόλου μηχαναῖς.

4

.

33

Καὶ διὰ τῆς ἀρίστης πολιτείας τοσαύτην ἐπισπάσησθε τὴν παρὰ τοῦ Πνεύματος χάριν ὡς καὶ ὑμᾶς ἀκαταγωνίστους εἶναι καὶ τὴν τοῦ Θεοῦ ἐκκλησίαν σκιρτᾶν καὶ γεγηθέναι ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ καὶ τὸν ἁπάντων ἡμῶν δεσπότην δοξά‐
5ζεσθαι καὶ πάντας ἡμᾶς τῆς τῶν οὐρανῶν βασιλείας καταξιω‐ θῆναι· χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

5

t

ΛΟΓΟΣ Εʹ Τοῦ αὐτοῦ παραίνεσις ὥστε τρυφῆς ἀπ‐ έχεσθαι καὶ πολυτελείας καὶ μέθης καὶ τὴν συμμετρίαν πάντων προτιμᾶν· καὶ πρὸς
5τοὺς νεοφωτίστους.

5

.

1

Εἰ καὶ ἡ νηστεία παρῆλθεν, ἀγαπητοί, ἀλλὰ μενέτω ἡ εὐλάβεια. Εἰ καὶ ὁ τῆς ἁγίας τεσσαρακοστῆς καιρὸς παρ‐ έδραμε, τὴν γοῦν μνήμην αὐτῆς μὴ ἀποθώμεθα. Ἀλλὰ μηδεὶς δυσχεραινέτω, παρακαλῶ, πρὸς τὴν παραίνεσιν· οὔτε γὰρ
5νηστεύειν ἀναγκάζων πάλιν φημὶ ταῦτα ἀλλὰ βουλόμενος ὑμᾶς καὶ ἀνίεσθαι καὶ ἀκριβεστέραν νῦν μᾶλλον τὴν ἀληθῆ νηστείαν ἐπιδείκνυσθαι. Ἔστι γὰρ καὶ μὴ νηστεύοντα νηστεύειν. Καὶ πῶς; Ἐγὼ λέγω· ὅταν βρωμάτων μὲν μεταλαμβάνωμεν ἁμαρτη‐ μάτων δὲ ἀπεχώμεθα. Αὕτη γὰρ ἡ ἐπωφελὴς νηστεία καὶ διὰ
10ταύτην καὶ ἡ τῶν βρωμάτων ἀποχὴ γίνεται ἵν’ εὐκολώτερον πρὸς τὸν τῆς ἀρετῆς δρόμον τρέχωμεν. Ἂν τοίνυν βουλώμεθα καὶ τοῦ σώματος τὴν προσήκουσαν ἐπιμέλειαν ποιεῖσθαι καὶ τὴν ψυχὴν καθαρὰν τῶν ἁμαρτημάτων διατηρεῖν, οὕτω ποιῶμεν
πειθόμενοι.

5

.

2

Καὶ γὰρ εὐκολώτερος ἡμῖν οὗτος ἔσται τῆς νηστείας ὁ τρόπος· διότι ἐπ’ ἐκείνης τῆς νηστείας, τῆς ἀποχῆς τῶν βρω‐ μάτων λέγω, πολλῶν ἤκουον λεγόντων βαρέως φέρειν τῆς ἀσιτίας τὸν πόνον καὶ ἀσθένειαν αἰτιωμένων σώματος καὶ
5πολλὰ ἕτερα ἀποδυρομένων καὶ λεγόντων ὑπὸ τῆς ἀλουσίας καὶ ὑδροποσίας διαφθείρεσθαι. Ἐπὶ δὲ ταύτης τῆς νηστείας οὐδὲν τοιοῦτον ἔστι προβαλέσθαι. Ἔξεστι γὰρ καὶ τούτων ἁπάντων ἀπολαύειν καὶ τὴν κατάλληλον τῷ σώματι θεραπείαν προσάγειν καὶ τὴν προσήκουσαν τῆς ψυχῆς ἐπιμέλειαν
10ποιεῖσθαι. Οὐδενὸς γὰρ τούτων τέως ἀπέχεσθαι νῦν παραινῶ. Ἁμαρτίας μόνον ἀπόστηθι καὶ τὴν ἐκείνης ἀποχὴν διηνεκῶς ἐπιδείκνυσο. Καὶ οὕτω δυνήσῃ ἐν παντὶ τῷ τῆς ζωῆς χρόνῳ τὴν ἀληθῆ νηστείαν ἐπιτελεῖν. Ἐκείνων μὲν γὰρ ὧν ἀπ‐ ηριθμησάμεθα, ἡ σύμμετρος ἀπόλαυσις οὐ κεκώλυται· ἡ δὲ
15ἁμαρτία πάντη ἀπηγόρευται· αὕτη δὲ οὐδαμόθεν τίκτεται ἢ ἀπὸ τῆς τρυφῆς καὶ ἀδηφαγίας καὶ πολλῆς τῆς βλακείας. Διό, παρακαλῶ, ταῦτα ἀκριβῶς ἐπισταμένους μὴ τὰ ἄδικα εἰς πρόφασιν ῥᾳθυμίας χρησώμεθα.

5

.

3

Ὅπερ γὰρ πολλάκις εἶπον τοῦτο καὶ νῦν ἐρῶ· ὥσπερ ἡ χρεία καὶ ἡ συμμετρία τῆς μεταλήψεως καὶ τῇ τοῦ σώματος ὑγιείᾳ καὶ τῇ τῆς ψυχῆς καταστάσει πολλὴν παρέχει τὴν ὠφέ‐ λειαν, οὕτω πάλιν ἡ ἀμετρία ἑκατέρωθεν διαφθείρει τὸν
5ἄνθρωπον. Ἡ γὰρ ἀδηφαγία καὶ ἡ μέθη τοῦ σώματος ἐκλύει τὸν τόνον καὶ τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν. Διὸ φεύγω‐ μεν τὴν ἀμετρίαν καὶ μὴ ῥᾳθύμως περὶ τὴν ἑαυτῶν σωτηρίαν διακεώμεθα· ἀλλ’ εἰδότες ὅτι ῥίζα πάντων τῶν κακῶν ἐστιν, ἐκτέμωμεν αὐτὴν μετὰ ἀκριβείας. Καθάπερ γὰρ ἀπὸ πηγῆς
10τινος, οὕτως ἀπὸ τῆς τρυφῆς καὶ τῆς μέθης ἅπαντα βλαστά‐ νει τὰ τῶν ἁμαρτημάτων εἴδη, καὶ ὅπερ ἐστὶν ἡ καυστικὴ ὕλη τῷ πυρί, τοῦτο ἡ τρυφὴ καὶ ἡ μέθη πρὸς τὸν τῶν ἁμαρ‐ τημάτων ὄλισθον· καὶ ὥσπερ ἐκεῖ πλείονα τὴν πυρὰν ἀνάπτει καὶ τὴν φλόγα εἰς ὕψος ἐγείρει ἡ τῆς ὕλης ἀφθονία, οὕτω
15καὶ ἐνταῦθα τὴν πυρὰν τῶν ἁμαρτημάτων αὔξεσθαι παρα‐ σκευάζει τὸ πρὸς τὴν τρυφὴν καὶ τὴν μέθην ἑαυτοὺς ἐκδιδόναι.

5

.

4

Καὶ οἶδα μὲν ὅτι συνετοὶ ὄντες οὐκ ἀνέξεσθε μετὰ τὴν ἡμετέραν παραίνεσιν τῆς χρείας ὑπερβῆναι τοὺς ὅρους. Ἐγὼ δὲ νῦν εὐκαίρως παραινῶ οὐ ταύτην μόνον τὴν μέθην ἐκτρέ‐ πεσθαι ἀλλὰ καὶ τὴν ἄνευ οἴνου ἐγγινομένην. Καὶ γὰρ αὕτη
5πάλιν χαλεπωτέρα τυγχάνει. Καὶ μὴ ξενιζέτω ὑμᾶς τὸ λεγό‐ μενον· ἔστι γὰρ καὶ ἄνευ οἴνου μεθύειν. Καὶ ὅτι μεθύειν ἄνευ οἴνου ἔστιν, ἄκουε τοῦ προφήτου λέγοντος· «Οὐαὶ οἱ με‐ θύοντες οὐκ ἀπὸ οἴνου.» Ποία τοίνυν ἐστὶ μέθη οὐκ ἀπὸ οἴνου; Πολλὴ καὶ διάφορος· καὶ γὰρ ὀργὴ ποιεῖ μέθην καὶ
10κενοδοξία καὶ ἀπόνοια καὶ ἕκαστον τῶν ὀλεθρίων παθῶν τῶν ἐν ἡμῖν τικτομένων, ὥσπερ μέθην τινὰ καὶ κόρον ἐν ἡμῖν ἐργάζεται καὶ σκοτοῖ τὸν λογισμὸν τὸν ἡμέτερον. Οὐδὲν γάρ ἐστι μέθη ἢ ἔκστασις τῶν κατὰ φύσιν φρενῶν καὶ παρατροπὴ λογισμῶν καὶ ἔκπτωσις συνέσεως.

5

.

5

Τί τοίνυν, εἰπέ μοι, ἔλαττον διάκεινται τῶν ἀπὸ οἴνου μεθυόντων οἱ ὀργιζόμενοι καὶ τῷ θυμῷ μεθύοντες καὶ τοσαύτην ἐπιδεικνύμενοι τὴν ἀμετρίαν ὡς κατὰ πάντων ὁμοίως χωρεῖν καὶ μήτε ῥημάτων φείδεσθαι μήτε προσώπων εἰδέναι διαφο‐
5ράν. Καθάπερ γὰρ οἱ μαινόμενοι καὶ ἐξεστηκότες κατὰ κρημνῶν ἑαυτοὺς ῥιπτοῦντες οὐκ αἰσθάνονται, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ ὀργιζόμενοι καὶ ὑπὸ τοῦ θυμοῦ πολιορκούμενοι. Διὸ καὶ σοφός τις παραστῆσαι βουλόμενος τῆς τοιαύτης μέθης τὸν ὄλεθρόν φησιν· «Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ
10πτῶσις αὐτῷ.» Εἶδες πῶς ἐν βραχεῖ ῥήματι τὴν ὑπερβολὴν τοῦ ὀλεθρίου τούτου πάθους ἡμῖν ᾐνίξατο;

5

.

6

Καὶ ἡ κενοδοξία δὲ πάλιν καὶ ἡ ἀπόνοια ἑτέρα μέθη, μᾶλλον δὲ μέθης χαλεπωτέρα. Ὁ γὰρ τούτοις ἁλοῦς τοῖς πά‐ θεσι καὶ αὐτῶν τῶν αἰσθητηρίων ὡς εἰπεῖν τὸ κριτήριον ἀπόλλυσι καὶ οὐδὲν ἔλαττον πάλιν τῶν μαινομένων διάκειται.
5Καὶ γὰρ καθ’ ἑκάστην ἡμέραν ὑπὸ τῶν παθῶν τούτων σπα‐ ραττόμενος οὐκ αἰσθάνεται μέχρις ἂν εἰς αὐτὸν τὸν βυθὸν τῆς κακίας κατενεχθείς, ἀνιάτοις ἑαυτὸν περιβάλῃ κακοῖς. Φύγωμεν τοίνυν, παρακαλῶ, καὶ τὴν ἀπὸ τοῦ οἴνου μέθην καὶ τὴν ἀπὸ τῶν παθῶν τῶν ἀτόπων ἐγγινομένην ἡμῖν σκότωσιν
10τῶν λογισμῶν καὶ ἀκούωμεν τοῦ κοινοῦ διδασκάλου τῆς οἰκου‐ μένης λέγοντος· «Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία.»

5

.

7

Εἶδες πῶς δῆλον ἡμῖν ἐποίησε διὰ τοῦ ῥήματος τούτου ὅτι ἔστι καὶ ἑτέρως μεθύειν; Εἰ γὰρ μὴ ἦν καὶ ἑτέρα μέθη, τίνος ἕνεκεν εἰπών· μὴ μεθύσκεσθε, προσέθηκεν· οἴνῳ;
Καὶ ὅρα αὐτοῦ τῆς σοφίας τὴν ὑπερβολὴν καὶ τῆς διδασκαλίας
5τὴν ἀκρίβειαν διὰ τῆς ἐπαγωγῆς· εἰπὼν γάρ· μὴ μεθύσκεσθε οἴνῳ, ἐπήγαγεν· ἐν ᾧ ἐστιν ἀσωτία, μονονουχὶ δεικνὺς ἡμῖν ὅτι ἡ τούτου ἀμετρία πάντων ἡμῖν αἰτία γίνεται τῶν κακῶν. «Ἐν ᾧ ἐστί, φησίν, ἀσωτία» τουτέστι δι’ οὗ τὸν πλοῦ‐ τον τῆς ἀρετῆς ἀπόλλυμεν.

5

.

8

Καὶ ἵνα μάθῃς ὅτι τοῦτο αἰνίττεται, ἐξ αὐτῆς τῆς λέ‐ ξεως πειράσομαι ὑμῖν τοῦτο ποιῆσαι φανερόν. Ἀσώτους γὰρ ἐκείνους καλεῖν εἰώθαμεν τῶν νέων οὓς ἐὰν ἴδωμεν τὴν πα‐ τρῴαν οὐσίαν ἁπλῶς καὶ εἰκῇ καταδαπανῶντας καὶ εἰς οὐδὲν
5δέον, καὶ οὔτε καιρὸν εἰδότας ἐξόδου οὔτε δαπάνης μέτρον, ἀλλ’ ἐν βραχεῖ χρόνῳ πάντα τὸν πατρικὸν πλοῦτον κατανα‐ λίσκοντας καὶ εἰς ἐσχάτην πενίαν καταφερομένους. Τοιοῦτοί εἰσι καὶ οἱ ὑπὸ τῆς μέθης τοῦ οἴνου ἁλισκόμενοι· οὐδὲ γὰρ ἴσασι λοιπὸν δεόντως διανέμειν τῆς διανοίας τὸν πλοῦτον,
10ἀλλὰ καθάπερ οἱ ἄσωτοι τῶν νέων οὕτω καὶ οὗτοι ὑπὸ τῆς μέ‐ θης καταβαπτιζόμενοι κἂν ῥήματα προέσθαι δέῃ, κἂν ἀπρεπῆ τινα φθέγξασθαι καὶ ὄλεθρον πολὺν φέροντα, πάντα ἀδεῶς καὶ λέγουσι καὶ πράττουσι καὶ χεῖρον τῶν ἀσώτων ἐκείνων τὴν τῶν χρημάτων οὐσίαν καταναλισκόντων εἰς τὴν ἐσχάτην
15πενίαν τῆς ἀρετῆς ἑαυτοὺς ἐμβάλλουσι, καὶ τὰ ἀπόρρητα τῆς διανοίας πολλάκις ἐκφέροντες οὐκ αἰσθάνονται, καὶ πᾶσαν αὐτῶν τῆς διανοίας τὴν ὕπαρξιν καταναλώσαντες ἔρημοι καὶ γυμνοὶ πάσης εὐλαβείας καὶ συνέσεως ἀθρόον γίνονται.

5

.

9

Ὁ γὰρ μεθύων οὐκ οἶδεν οἰκονομῆσαι τοὺς λόγους αὐτοῦ
ἐν κρίσει, ἀλλ’ ὥσπερ οἰκία πάντοθεν ἀνεῳγμένη καὶ πᾶσιν εὐεπίβατος τοῖς ἐπιβουλεύουσι τυγχάνουσα, οὕτως ἐστὶν ἡ τοῦ τοιούτου διάνοια ἀναπεπταμένη καὶ ὑπὸ τῶν ὀλεθρίων
5παθῶν σπαραττομένη. Μέθη γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ προδο‐ σία λογισμῶν καὶ συμφορὰ καταγελωμένη καὶ νόσημα χλευα‐ ζόμενον. Μέθη αὐθαίρετός ἐστι δαίμων, μέθη σκότωσις λογισμῶν, μέθη συνέσεως ἐρημία, μέθη τῶν ἐκ σαρκὸς παθῶν ὑπέκκαυμα. Τὸν γὰρ ὑπὸ δαίμονος ἐνοχλούμενον πολλάκις καὶ
10ἐλεοῦμεν· τούτῳ δὲ καὶ ἀγανακτοῦμεν καὶ ὀργιζόμεθα. Τίνος ἕνεκεν; Ὅτι ἐκεῖνο μὲν ἐπήρεια τοῦ δαίμονός ἐστι, τοῦτο δὲ ῥᾳθυμίας καὶ πολλῆς ἀκρασίας δεῖγμα, καὶ ἐκεῖνο μὲν ἐπι‐ βουλὴ τοῦ διαβόλου, τοῦτο δὲ ἐπιβουλὴ τῶν οἰκείων λογισμῶν.

5

.

10

Καὶ ἵνα μάθῃς ὅτι οὕτως ἔχει, ὅρα μοι αὐτὸν τὰ αὐτὰ ὑπομένοντα τῷ δαιμονῶντι ἢ καὶ χαλεπώτερα. Ὥσπερ γὰρ ὁ δαιμονῶν ἀφρὸν ἐκ τοῦ στόματος ἀφίησι καὶ καταπίπτει καὶ ἀκίνητος μένει πολλάκις ἐπὶ τοῦ ἐδάφους, οὐδὲ τοὺς παρόντας
5ἐπιγινώσκων ἀλλὰ διαστρέφων τῶν ὀφθαλμῶν τὰς κόρας, τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ μεθύων, ἐπειδὰν ἡ τοῦ οἴνου ἀμετρία ἐπεισελθοῦσα διαφθείρῃ τὸ κριτήριον τῶν λογισμῶν, ὁμοίως ἐκείνῳ οὐ μόνον ἀφρὸν ἐκ τοῦ στόματος προΐεται οὐδὲ τῶν νεκρῶν χεῖρον ἐρριμμένος κεῖται, ἀλλὰ καὶ χυμὸν πολλάκις
10σεσηπότα ἐκ τοῦ στόματος προΐησι. Καὶ ἐντεῦθεν λοιπὸν γίνε‐ ται καὶ φίλοις ἀηδὴς καὶ γυναικὶ ἐπαχθὴς καὶ παισὶ κατα‐ γέλαστος καὶ οἰκέταις εὐκαταφρόνητος καὶ πᾶσιν ἁπλῶς τοῖς ὁρῶσιν ἀσχημοσύνης ὑπόθεσις πρόκειται καὶ γέλωτος.

5

.

11

Εἶδες πῶς καὶ τῶν δαιμονώντων ἀθλιώτερον οἱ τοιοῦ‐ τοι διάκεινται; Βούλει μαθεῖν μετὰ τούτων ἁπάντων καὶ τὸ κεφάλαιον τῶν κακῶν; Τοσαῦτα γὰρ εἰρηκὼς οὐδέπω τὸν κολο‐ φῶνα ἐπήγαγον· ὁ μεθύων καὶ τῆς βασιλείας τῶν οὐρανῶν
5ἀλλότριος γίνεται. Καὶ ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε ἀρρενοκοῖται, οὔτε μέθυσοι βασιλείαν Θεοῦ κληρονο‐ μήσουσιν.» Ἀλλ’ ἴσως εἴποι τις ἄν· Τί οὖν; Καὶ ὁ εἰδωλο‐ λάτρης καὶ ὁ μοιχὸς καὶ ὁ μέθυσος ὁμοίως τῆς βασιλείας
10ἐκτὸς γίνονται; —Μὴ παρ’ ἐμοῦ ταῦτα θέλε μανθάνειν, ἀγα‐ πητέ. Ἐγὼ γὰρ θεῖον ἀνέγνων νόμον οὕτως ἔχοντα· μὴ τοίνυν ταῦτα περιεργάζου εἰ τὴν αὐτὴν τιμωρίαν ἐκείνοις δίδωσιν ὁ μεθύων ἀλλ’ ἐκεῖνο σκόπει ὅτι ὁμοίως τῆς βασιλείας τὴν στέ‐ ρησιν ὑπομένει· ὁ δὲ ταύτης ἐκτὸς γεγονώς, ποίαν ἕξει λοιπὸν
15παραμυθίαν;

5

.

12

Καὶ ταῦτα νῦν λέγω, οὐ τῶν παρόντων καταγινώσκων, μὴ γένοιτο· πέπεισμαι γὰρ ὅτι καθαροὶ τοῦ πάθους ὑμεῖς τυγχά‐ νετε διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ τούτου μέγιστον ποιοῦμαι δεῖγμα τὴν ἐνταῦθα μετὰ προθυμίας ὑμῶν συνέλευσιν, τὴν
5σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν τῆς πνευματικῆς ταύτης δι‐ δασκαλίας. Οὐδὲ γὰρ ἔνι τὸν μὴ νήφοντα καὶ ἐγρηγορότα θείων
λογίων ἐπιθυμεῖν. Ἀλλὰ ταῦτα λέγω βουλόμενος δι’ ὑμῶν καὶ τοὺς ἄλλους ἅπαντας παιδεύεσθαι καὶ ὑμᾶς ἀσφαλεστέρους γενέσθαι ὥστε μηδέποτε ἁλῶναι τούτῳ τῷ πάθει.

5

.

13

Οἱ γὰρ τοιοῦτοι καὶ αὐτῶν τῶν ἀλόγων ἂν εἶεν ἀλογώ‐ τεροι. Καὶ πῶς; Ἐγὼ λέγω· τὰ ἄλογα ἐπειδὰν διψῇ μέχρι τῆς χρείας τὴν ἐπιθυμίαν ἵστησι καὶ οὐκ ἄν ποτε ἀνάσχοιτο ὑπερ‐ βῆναι τὴν χρείαν· ἄνθρωποι δὲ οἱ λογικοὶ οὐ τοῦτο σκοποῦσιν
5ὅπως τὸ δίψος παραμυθήσωνται, ἀλλ’ ὅπως ὑποβρύχιοι γενό‐ μενοι χαλεπώτερον ἑαυτοῖς ἐργάσωνται τὸ ναυάγιον. Καθάπερ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς ταχέως καταβαπτίζεται, οὕτω καὶ ἄνθρωπος ὑπερβὰς τῆς χρείας τοὺς ὅρους καὶ μεῖζον ἐπιθεὶς τὸ φορτίον τῇ γαστρὶ κατέδυσεν αὐτοῦ τὴν διάνοιαν
10καὶ τῆς ψυχῆς τὴν εὐγένειαν ἐλυμήνατο.

5

.

14

Διὸ πολλὴν ὑμᾶς προσήκει ποιεῖσθαι τὴν φροντίδα, ἀγαπητοί, ὥστε τοὺς πλησίον διορθοῦν καὶ ἐξαρπάζειν τοῦ κλυδωνίου τούτου, ἵνα μὴ μόνον ὑπὲρ τῶν καθ’ ἑαυτοὺς ἀλλὰ καὶ τῆς ἑτέρων σωτηρίας πολὺν κομίσησθε τὸν μισθόν. Οὕτω
5καὶ Παῦλος ἔλεγε· «Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ πλησίον συμφέρον.» Καὶ πάλιν· «Οἰκοδομεῖτε εἷς τὸν ἕνα.» Μὴ τοίνυν τοῦτο ἴδῃς ὅτι αὐτὸς ὑγιαίνεις καὶ ἀπήλλαξαι τῆς νόσου, ἀλλὰ πολλὴν ποιοῦ τὴν φροντίδα καὶ τὴν μέριμναν ὥστε καὶ τὸ μέλος τὸ σὸν ἐλευθερωθῆναι τῆς ἐντεῦθεν βλάβης
10καὶ τὴν νόσον διαφυγεῖν. «Μέλη γάρ ἐσμεν ἀλλήλων καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχειν χρὴ πάντα τὰ μέλη καὶ εἴτε
δοξάζεται ἓν μέλος συγχαίρειν δεῖ πάντα τὰ μέλη.»

5

.

15

Οὐ τοσαύτης ὑμῖν παραινέσεως καὶ συμβουλῆς ἦν χρεία κατὰ τὸν τῆς ἁγίας τεσσαρακοστῆς καιρὸν ὅση νῦν. Τότε μὲν γὰρ ἡ τῆς νηστείας ὑπόθεσις καὶ ἄκοντας ὑμᾶς ἐσωφρόνιζε· νυνὶ δὲ δέδοικα καὶ φοβοῦμαι τὴν ἄδειαν καὶ τὴν
5ἐκ ταύτης τικτομένην ῥᾳθυμίαν. Πρὸς οὐδὲν γὰρ οὕτως ἄχρηστον ἡ ἀνθρωπίνη φύσις ὡς πρὸς ἄνεσιν· διὸ καὶ ὁ φιλάν‐ θρωπος δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων ὥσπερ χαλινόν τινα ἐπιθεὶς τῷ τῶν ἀνθρώπων γένει πόνῳ καὶ ταλαιπωρίᾳ τὸν ἄνθρωπον κατεδίκασε, πολλὴν τῆς σωτηρίας ἡμῶν τὴν
10πρόνοιαν ποιούμενος.

5

.

16

Διηνεκῶς γὰρ δεόμεθα χαλινοῦ ὥστε εὔτακτα βαδίζειν, ἐπεὶ καὶ Ἰουδαῖοι ἐντεῦθεν τὴν ἄνωθεν ὀργὴν ἐπεσπάσαντο. Ὅτε γὰρ πολλῆς ἀπέλαυσαν τῆς ἀνέσεως καὶ ἐν ἀδείᾳ γεγό‐ νασι, τῆς σκληρᾶς δουλείας ἀπαλλαγέντες τῆς ἐν Αἰγύπτῳ,
5δέον πλείονα τὴν εὐχαριστίαν ποιεῖν καὶ τὴν δοξολογίαν σπου‐ δαιότερον ἀναφέρειν τῷ δεσπότῃ καὶ εὐγνώμονας γίνεσθαι περὶ τὸν τοσαύτας εὐεργεσίας εἰς αὐτοὺς καταθέμενον. Οἱ δὲ τὸ ἐναντίον ἐποίησαν καὶ ὑπὸ πολλῆς ἀνέσεως ἐξετραχη‐ λίσθησαν. Διά τοι τοῦτο κατηγοροῦσα αὐτῶν ἡ θεία γραφή
10φησιν· «Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη καὶ ἐπ‐ αχύνθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.»

5

.

17

Μετὰ γὰρ τὰ πολλὰ θαύματα ἐκεῖνα καὶ τὰ σημεῖα τὰ παράδοξα καὶ τῆς θαλάττης τὴν διάβασιν καὶ τὸν τῶν Αἰγυ‐ πτίων ὄλεθρον καὶ τὴν ξένην καὶ καινὴν τοῦ μάννα τροφήν, ἔτι ἔναυλον ἔχοντες τῶν εὐεργεσιῶν τὴν μνήμην, ἐπειδὴ ἐν
5πολλῇ ἀνέσει γεγόνασι, λήθην ἁπάντων ἐκείνων ποιησάμενοι μόσχον κατασκευάσαντες προσεκύνουν λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου.» Ὢ τῆς ἀγνωμοσύνης, ὢ τῆς πολλῆς ἀναισθησίας. Τοιοῦτον γὰρ αὐτῶν ἀεὶ τὸ ἔθος καὶ ὅταν μὲν ἀνέσεως λάβωνται κατὰ κρη‐
10μνῶν φέρονται καὶ ἐπιλανθάνονται τοῦ εὐεργέτου· ὅταν δὲ μικρὸν στενοχωρηθῶσι, τότε συστέλλονται καὶ ταπεινοῦνται. Διὸ καὶ ὁ μακάριος Δαβὶδ τοῦτο δηλῶν ἔλεγεν· «Ὅταν ἀπέ‐ κτεννεν αὐτούς, τότε ἐξεζήτουν αὐτόν.»

5

.

18

Ἀλλὰ τοιοῦτο τῶν ἀγνωμόνων οἰκετῶν καὶ τῶν ἀναι‐ σθήτων Ἰουδαίων τὸ ἔθος. Ἡμεῖς δέ, παρακαλῶ, διηνεκῶς τὰς τοῦ Θεοῦ δωρεὰς ἐπὶ τῆς διανοίας στρέφοντες καὶ ἀναμιμνῃ‐ σκόμενοι τῶν εὐεργεσιῶν αὐτοῦ τὸ μέγεθος καὶ τὸ πλῆθος
5εὐγνώμονες γινώμεθα καὶ διὰ παντὸς τὸν τῶν ἀγαθῶν ἡμῖν αἴτιον ἐπιγινώσκωμεν καὶ ἀξίαν τῶν εὐεργεσιῶν τὴν πολιτείαν ἐπιδειξώμεθα καὶ καθ’ ἑκάστην ἡμέραν τῆς ἑαυτῶν ψυχῆς τὴν ὑγίειαν πραγματευώμεθα. Καὶ μάλιστα ὑμεῖς οἱ πρόσφα‐ τον τῆς θείας καταξιωθέντες μυσταγωγίας καὶ τὰ τῶν
10ἁμαρτημάτων ἀποθέμενοι φορτία καὶ λαμπρὰν τὴν στολὴν περιβαλόμενοι· καὶ τί λέγω λαμπρὰν στολήν, οἱ τὸν Χριστὸν αὐτὸν ἐνδεδυμένοι καὶ τὸν τῶν ὅλων δεσπότην ἔνοικον δεξά‐ μενοι, ἀξίαν τοῦ ἐνοικοῦντος τὴν πολιτείαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε καὶ μιμηταὶ γε‐
15νέσθαι σπουδάσητε τοῦ προτέρου μὲν διώκτου μετὰ δὲ ταῦτα ἀποστόλου γενομένου.

5

.

19

Ὃς ἡνίκα μὲν ἐβαπτίσθη καὶ τῷ φωτὶ τῆς ἀληθείας κατηυγάσθη, εὐθέως μὲν καὶ οὕτω μέγας γέγονε, πολλῷ δὲ μεί‐ ζων ἐγένετο τοῦ χρόνου προϊόντος. Ἐπειδὴ γὰρ τὰ παρ’ ἑαυ‐
τοῦ εἰσήνεγκε, τὸν ζῆλον, τὴν προθυμίαν, τὸ φρόνημα τὸ
5γενναῖον, τὸν πόθον τὸν ζέοντα, τὴν ὑπεροψίαν τῶν παρόν‐ των, ἐπέρρει αὐτῷ λοιπὸν καὶ τὰ παρὰ τῆς τοῦ Θεοῦ χάριτος μετὰ πολλῆς τῆς δαψιλείας. Καὶ ὁ πρὸ τούτου ἀκάθεκτον τὴν μανίαν ἐπιδεικνύμενος καὶ πανταχοῦ διατρέχων καὶ διὰ πάν‐ των πολεμῶν τῷ τῆς εὐσεβείας λόγῳ, ἐπειδὴ ἐπέγνω τὴν τῆς
10ἀληθείας ὁδόν, εὐθέως καὶ συνέχυνε τοὺς ἀγνώμονας Ἰου‐ δαίους καὶ «διὰ θυρίδος ἐν σαργάνῃ» ἐχαλᾶτο ἵνα δυνηθῇ διαφυγεῖν τῶν μαινομένων Ἰουδαίων τὴν ὠμότητα. Εἴδετε ἀθρόαν μεταβολήν; Εἴδετε τοῦ Πνεύματος τὴν χάριν πῶς αὐτοῦ τὴν ψυχὴν μετερρύθμισε, πῶς αὐτοῦ τὴν γνώμην μετέ‐
15βαλε, πῶς καθάπερ πῦρ εἰς ἀκάνθας ἐμπεσόν, οὕτως ἡ τοῦ Πνεύματος χάρις ἐπεισελθοῦσα καὶ τῶν ἁμαρτημάτων τὰς ἀκάνθας ἠφάνισε καὶ ἀδάμαντος αὐτὸν στερρότερον εἰργάσατο;

5

.

20

Τοῦτον καὶ ὑμεῖς μιμήσασθε, παρακαλῶ, καὶ δυνήσεσθε οὐ πρὸς δύο καὶ τρεῖς καὶ δέκα ἡμέρας καὶ εἴκοσι μόνον κα‐ λεῖσθαι νεοφώτιστοι, ἀλλὰ καὶ δέκα καὶ εἴκοσι καὶ τριάκοντα παρελθόντων ἐτῶν καὶ διὰ πάσης ὡς εἰπεῖν τῆς ζωῆς ταύτης
5ἀξιοῦσθαι τῆς προσηγορίας. Ἐὰν γὰρ τὸ ἐν ἡμῖν φῶς, τοῦ Πνεύματος λέγω τὴν χάριν, σπουδάζωμεν διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως φαιδρότερον ἀπεργάζεσθαι ὥστε μηδέποτε κατασβεσθῆναι, διὰ παντὸς τοῦ χρόνου ταύτης ἀπολαύσομεν τῆς προσηγορίας. Ὥσπερ γὰρ ἔστι τὸν νήφοντα καὶ ἐγρηγο‐
10ρότα καὶ ἀξίαν πολιτείαν ἐπιδεικνύμενον διηνεκῶς εἶναι νεο‐ φώτιστον, οὕτω πάλιν ἔστι καὶ μετὰ μίαν ἡμέραν ῥᾳθυμήσαντα
ἀνάξιον γενέσθαι ταύτης τῆς προσηγορίας.

5

.

21

Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος διὰ τῆς μετὰ ταῦτα ἀρε‐ τῆς πλείονα τὴν ἄνωθεν ἐπισπασάμενος ῥοπήν, διηνεκῶς ἐν τῇ φαιδρότητι ταύτῃ διέμεινε, λαμπρότερον ἐν αὐτῷ τῆς ἀρετῆς τὸ φῶς ἐργαζόμενος. Ὁ δὲ Σιμὼν ἐκεῖνος ὁ μάγος,
5ἐπειδὴ μετανοήσας ἐπὶ τὴν διὰ τοῦ βαπτίσματος δωρεὰν ἔδραμε καὶ τῆς χάριτος μὲν ἀπέλαυσε καὶ τῆς φιλοτιμίας τῆς δεσποτικῆς, οὐκ ἀξίαν δὲ γνώμην εἰσήνεγκεν ἀλλὰ πολλὴν τὴν ῥᾳθυμίαν ἐπεδείξατο, ἀθρόον ἔρημος ἐγένετο τῆς τοσαύτης δωρεᾶς ὡς καὶ συμβουλὴν δέξασθαι παρὰ τοῦ πρώτου τῶν
10ἀποστόλων διὰ μετανοίας τὸ μέγεθος τοῦ πλημμελήματος ἰάσασθαι· «Μετανόησον γάρ, φησίν, ἀπὸ τῆς κακίας σου ταύ‐ της, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου.»

5

.

22

Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τοιοῦτόν τι ὑποστῆναί ποτε, ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον πάντας εἰς τοσαύτην ἐπιδοῦναι τὴν ἀρετὴν ὡς δαψιλεστέρας ἀξιωθῆναι τῆς παρὰ τοῦ δεσπότου φιλοτιμίας. Μὴ γὰρ τὰ
5τυχόντα ἐστίν, ἀγαπητέ, ὧν ἠξιώθημεν· πᾶσαν ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν, νικᾷ τὸν λογισμὸν τὸν ἡμέτερον τῶν δεδωρημένων τὸ μέγεθος. Ἐννόησον γάρ μοι ὅσην ἀρχὴν ἐν‐ επιστεύθης καὶ οἷον ἀξίωμα ἔλαβες παρὰ τοῦ τῶν ὅλων βασι‐ λέως. Ὁ πρότερον γὰρ δοῦλος, ὁ αἰχμάλωτος, ὁ προσκεκρου‐
10κώς, εἰς υἱοθεσίαν ἀθρόον ἀνηνέχθης. Οὐκοῦν μὴ ῥᾳθυμήσῃς μηδὲ συγχωρήσῃς ἀφαιρεθῆναί σου τοῦτο τὸ ἀξίωμα μηδὲ ἔρημόν σε γενέσθαι τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ. Ἐὰν γὰρ σὺ μὴ βουληθῇς, οὐδείς ποτε ἀφελέσθαι δυνήσεται τὰ παρὰ τοῦ Θεοῦ σοι δεδωρημένα.

5

.

23

Καίτοι ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων τοῦτο οὐκ ἔνι. Ὅταν γάρ τις ἀξιώματός τινος τύχῃ παρὰ τοῦ τῆς γῆς
βασιλέως, οὐκ ἐν τῇ αὐτοῦ γνώμῃ κεῖται ἡ ἀφαίρεσις, ἀλλ’ ὁ τὴν ἀξίαν παρασχὼν αὐτὸς καὶ τῆς ἀφαιρέσεώς ἐστι κύριος
5καὶ ὅτε βούλεται γυμνοῖ τῆς ἀξίας τὸν εἰληφότα καὶ ἰδιώτην ἀθρόον ἀπεργάζεται καὶ παραλύει τῆς ἀρχῆς. Ἐπὶ δὲ τοῦ βασιλέως τοῦ ἡμετέρου τοὐναντίον ἅπαν· τὸ γὰρ ἀξίωμα διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἅπαξ ἡμῖν δωρηθέν, τὴν υἱοθεσίαν λέγω, τὸν ἁγιασμόν, τοῦ Πνεύματος τὴν χάριν, εἰ μὴ ῥᾳθυμή‐
10σαιμεν, οὐδεὶς οὐδέποτε ἡμῶν ἀφελέσθαι ταῦτα δυνήσεται. Καὶ τί λέγω ἀφελέσθαι, ἐὰν γὰρ ἴδῃ εὐγνώμονας γεγενημένους παρὰ τὰ ἤδη παρασχεθέντα καὶ προσθήκην ἡμῖν ἐργάζεται καὶ μετὰ πολλῆς τῆς φιλοτιμίας πάλιν αὔξει τὰς παρ’ ἑαυτοῦ δωρεάς.

5

.

24

Εἰδότες τοίνυν ὅτι μετὰ τὴν τοῦ Θεοῦ χάριν ἐν ἡμῖν κεῖται τὸ πᾶν καὶ ἐν τῇ σπουδῇ τῇ ἡμετέρᾳ, εὐγνώμονες γε‐ νώμεθα περὶ τὰ ἤδη δωρηθέντα ἵνα καὶ μειζόνων ἑαυτοὺς ἀξίους καταστήσωμεν. Διὸ παρακαλῶ, οἵ τε πρόσφατον ἀξιω‐
5θέντες τῆς θείας δωρεᾶς πολλὴν τὴν φυλακὴν ἐπιδείξασθε καὶ τὸ παρασχεθὲν ὑμῖν ἔνδυμα πνευματικὸν καθαρὸν καὶ ἀκηλίδωτον διαφυλάττετε, οἵ τε πάλαι ταύτης τυχόντες τῆς δωρεᾶς πολλὴν τοῦ βίου τὴν μεταβολὴν ἐπιδειξώμεθα. Ἔστι γάρ, ἔστιν ἐπάνοδος ἐὰν βουλώμεθα καὶ δυνατὸν εἰς τὴν προ‐
10τέραν ἐπανελθεῖν εὐμορφίαν καὶ φαιδρότητα ἐὰν μόνον τὰ παρ’ ἑαυτῶν εἰσενέγκωμεν.

5

.

25

Ἐπὶ μὲν γὰρ τοῦ σωματικοῦ κάλλους ἀμήχανον τὴν ἅπαξ ἄμορφον γενομένην ὄψιν καὶ ὑπὸ γήρως ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἑτέρας τινὸς σωματικῆς περιστάσεως τὸ πρότερον ἀπο‐ λέσασαν κάλλος εἰς ἀκμὴν πάλιν ἐπανελθεῖν. Φύσεως γάρ ἐστι
5τὸ πάθος καὶ διὰ τοῦτο ἀδύνατον πρὸς τὴν προτέραν ἐπαν‐ ελθεῖν τῆς εὐμορφίας φαιδρότητα. Ἐπὶ δὲ τῆς ψυχῆς, ἐὰν βουλώμεθα, καὶ τοῦτο γενέσθαι δυνατὸν διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν ἅπαξ καταρρυπωθεῖσαν καὶ διὰ τοῦ τῶν ἁμαρτημάτων πλήθους δυσειδῆ καὶ αἰσχρὰν γενομένην
10ταχέως ἐπὶ τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν, εἰ πολλὴν καὶ ἀκριβῆ τὴν μετάνοιαν ἐπιδειξαίμεθα.

5

.

26

Ἀλλὰ ταῦτα μὲν πρὸς ἐμαυτὸν λέγω καὶ τοὺς πάλαι τοῦ βαπτίσματος ἀξιωθέντας. Ὑμεῖς δὲ οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, ἐμοὶ πείσθητε, καὶ παντὶ τρόπῳ σπουδάσατε κα‐ θαρὸν ὑμῶν τὸ ἔνδυμα διατηρῆσαι· πολλῷ γὰρ βέλτιον ὑπὲρ
5τῆς φαιδρότητος νῦν ἔχειν τὴν μέριμναν καὶ τὴν φροντίδα ὥστε διηνεκῶς ἐν καθαρότητι διαμένειν καὶ μηδεμίαν δέ‐ ξασθαι κηλῖδα ἢ ῥᾳθυμήσαντας ὕστερον δακρύειν καὶ κό‐ πτεσθαι ὥστε τὸν ἐπιγενόμενον ἀποσμήξασθαι ῥύπον. Μὴ δὴ τὰ αὐτὰ ἡμῖν πάθητε, παρακαλῶ, ἀλλ’ ἡ τῶν προλαβόντων
10ῥᾳθυμία ὑμῖν ἀσφαλείας ὑπόθεσις γενέσθω.

5

.

27

Καὶ καθάπερ στρατιῶται πνευματικοί, γενναῖοι καὶ ἐγρηγορότες, οὕτω καθ’ ἑκάστην ἡμέραν ἀποσμήχετε τὰ ὅπλα ὑμῶν τὰ πνευματικά, ἵνα βλέπων ὁ πολέμιος τῶν ὅπλων τὴν ἀστραπὴν πόρρω γένηται καὶ μηδὲ πλησίον ἑστάναι νομίσῃ.
5Ὅταν γὰρ ἴδῃ μὴ μόνον ἀστράπτοντα τὰ ὅπλα ἀλλὰ καὶ ὑμᾶς πανταχόθεν πεφραγμένους καὶ τὸν τῆς διανοίας ὑμῶν θησαυρὸν καθάπερ οἶκόν τινα μετὰ ἀκριβείας ἠσφαλισμένον, ἐγκαλυψά‐ μενος ἄπεισιν, εἰδὼς ὡς οὐδὲν αὐτῷ πλέον ἔσται κἂν μυριά‐ κις ἐπιθέσθαι ἐπιχειρήσῃ. Εἰ γὰρ καὶ ἀναίσχυντός ἐστι καὶ
10ἰταμὸς καὶ θηρίου παντὸς πικρότερος, ἀλλ’ ὁρῶν ὑμῶν τὴν
παντευχίαν τὴν πνευματικὴν καὶ τὴν ἰσχὺν τὴν παρὰ τοῦ Πνεύματος ὑμῖν δεδομένην, ἀκριβέστερον τὴν οἰκείαν ἀσθέ‐ νειαν καταμανθάνων μετὰ πολλῆς τῆς αἰσχύνης ἀφίσταται, σφόδρα καταγνοὺς ἑαυτοῦ καὶ γινώσκων ὡς ἀνηνύτοις ἐπιχει‐
15ρεῖ.

5

.

28

Νήφωμεν τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν καὶ τὸν ἐπιγενόμενον ἀποκαθήρασθαι ῥύπον, καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς
5βασιλικῆς, πολλὴν τὴν ἀγρυπνίαν καὶ τὴν ἀσφάλειαν ἐπιδεί‐ ξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ’ ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς
10περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιτατ‐ τώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρό‐ νοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπα‐ σώμεθα. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐
15στοῦ μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος,
τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

6

t

ΛΟΓΟΣ ϛʹ Τοῦ αὐτοῦ ἐπιτίμησις πρὸς τοὺς καταλι‐ πόντας τὴν σύναξιν καὶ εἰς τὰς ἱπποδρο‐ μίας καὶ τὰ θέατρα ἀπελθόντας καὶ ὅσην
5προσήκει τῶν ῥᾳθυμούντων ἀδελφῶν ποι‐ εῖσθαι τὴν ἐπιμέλειαν· καὶ εἰς τοὺς νεοφω‐ τίστους.

6

.

1

Πάλιν ἱπποδρομίαι καὶ θέατρα σατανικά, καὶ ὁ σύλλογος ἡμῖν ἐλάττων γίνεται. Διὰ τοῦτο κἀγὼ δεδοικὼς τὴν ἀπὸ τῆς ἀνέσεως καὶ ἀδείας ῥᾳθυμίαν προλαβὼν παρῄνεσα καὶ παρ‐ εκάλεσα τὴν ὑμετέραν ἀγάπην μήτε τὸν συλλεγέντα πλοῦτον
5ἀπὸ τῆς νηστείας ἐκχεῖν μήτε τὴν ἀπὸ τῶν σατανικῶν θεά‐ τρων λύμην προστρίψασθαι, καὶ ὡς ἔοικεν οὐδὲν ἡμῖν κέρδος ἀπὸ τῆς παραινέσεως γέγονεν. Ἰδοὺ γάρ τινες τῶν ἀκηκοότων τῆς παρ’ ἡμῶν διδασκαλίας παρασυρέντες σήμερον καὶ τὴν
ἀκρόασιν ταύτην τὴν πνευματικὴν καταλιπόντες ἐκεῖ δεδρα‐
10μήκασι, πάντα ὑφ’ ἓν ἀπὸ τῆς διανοίας τῆς ἑαυτῶν ῥίψαντες, τῆς ἁγίας τεσσαρακοστῆς τὴν μνήμην, τῆς ἀναστασίμου ἡμέρας τὴν σωτήριον ἑορτήν, τῶν θείων μυστηρίων τὴν φρικτὴν καὶ ἀπόρρητον κοινωνίαν, τῆς ἡμετέρας διδασκαλίας τὴν συνέ‐ χειαν.

6

.

2

Ποίᾳ τοίνυν, εἰπέ μοι, λοιπὸν προθυμίᾳ τῆς συνηθοῦς ἅψομαι διδασκαλίας, ὁρῶν οὐδὲν πλέον κερδαίνοντας ἐκ τῶν παρ’ ἡμῶν λεγομένων ἀλλ’ ὅσῳ τὰ τῆς διδασκαλίας ἡμῖν ἐπι‐ τείνεται τοσαύτῳ καὶ τὴν ῥᾳθυμίαν ὡς εἰπεῖν αὐξουμένην,
5ὅπερ καὶ ἡμῖν πλείονα τὴν ὀδύνην ἐργάζεται καὶ ἐκείνοις μείζονα προξενεῖ τὴν κατάκρισιν. Μᾶλλον δὲ οὐκ ὀδύνη μό‐ νον, ἀλλὰ καὶ μείζων ἡμῖν ἡ ἀθυμία γίνεται· καθάπερ γὰρ γηπόνος ἐπειδὰν ἴδῃ μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς μόχθους μηδὲν ἄξιον τῶν πόνων τὴν γῆν παρέχουσαν ἀλλὰ
10πέτραν ἄγονον μιμουμένην, ὀκνηρότερος λοιπὸν καθίσταται πρὸς τὴν ταύτης ἐργασίαν, ὁρῶν εἰκῇ καὶ μάτην ἑαυτὸν πονούμενον. Τὸν αὐτὸν δὴ τρόπον καὶ διδάσκαλος, ἐπειδὰν θεάσηται μετὰ τὴν πολλὴν ἐπιμέλειαν καὶ τὴν συνεχῆ διδα‐ σκαλίαν τοὺς μαθητευομένους ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένον‐
15τας, οὐκ ἄν ποτε δύναιτο μετὰ τῆς αὐτῆς προθυμίας τὴν πνευματικὴν διδασκαλίαν προΐεσθαι, καίτοι γε ἐνταῦθα οὐδὲ τῆς ἀμοιβῆς τῶν πόνων αὐτῷ ἐλαττουμένης ἀπὸ τῆς ῥᾳθυμίας
τῶν ἀκροατῶν.

6

.

3

Οὐδὲ γὰρ ὅπερ ἔστιν ἐπὶ τῆς γῆς ἰδεῖν, τοῦτο καὶ ἐπὶ τῆς πνευματικῆς διδασκαλίας συμβαίνει. Ἐκεῖ μὲν γὰρ ὅταν ἡ γῆ διαψεύσηται, κεναῖς οἴκαδε χερσὶν ὁ γηπόνος ἀναχωρεῖ, οὐδεμίαν τῶν πόνων παραμυθίαν εὑρεῖν δυνηθείς· ἐνταῦθα δὲ
5οὐχ οὕτως, ἀλλὰ κἂν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένωσιν οἱ μαθητευόμενοι κἂν μηδεὶς ὠφελῆται ἐκ τῶν λεγομένων, ὅταν ὁ διδάσκαλος μηδὲν τῶν προσηκόντων εἰς αὐτὸν παραλίπῃ, καὶ οὕτω τὰς ἀμοιβὰς τῶν πόνων μετὰ δαψιλείας κομίζεται, τοῦ φιλανθρώπου Θεοῦ οὐ διὰ τὴν ἐκείνων ῥᾳθυμίαν ὑποτεμνομέ‐
10νου τῶν πόνων τοὺς μισθούς, ἀλλὰ κἄν τε ἀκούωσι κἄν τε μὴ ἀκούωσι, δαψιλεῖς παρέχοντος τὰς ἀντιδόσεις.

6

.

4

Ἀλλ’ ἐπειδὴ οὐ τοῦτο σκοποῦμεν μόνον εἰ τὰ τῶν μισθῶν ἀκέραια ἡμῖν μένει καὶ τὰ τῶν ἀντιδόσεων, ἀλλὰ καὶ τὸ ὑμέτε‐ ρον κέρδος καὶ τὴν ὠφέλειαν τὴν ὑμετέραν περὶ πολλοῦ ποιού‐ μεθα, οἰκείαν ζημίαν κρίνοντες τὴν ὑμετέραν ῥᾳθυμίαν, διὰ
5τοῦτο καὶ ἀκρωτηριάζεσθαι ἡμῖν λογιζόμεθα τὰ τῆς ἡδονῆς καὶ μάλιστα ὅταν ἐννοήσωμεν ὅτι τοῦτο αὐτὸ πλείονος κα‐ τακρίσεως αἴτιον γίνεται τοῖς μετὰ τοσαύτην παραίνεσιν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένουσι καὶ μηδὲν κερδαίνειν βουλομένοις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας.

6

.

5

Ὅπερ δὲ καὶ ὁ Χριστὸς ἔλεγε περὶ τῶν Ἰουδαίων· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν», τοῦτο καὶ ἡμῖν ἁρμόσει νῦν λέγειν περὶ τῶν προτιμησάντων τῆς ἐνταῦθα
5συνελεύσεως τὴν ἔξω διατριβὴν καὶ τὰς ἐπιβλαβεῖς συνουσίας καὶ τὰς ἱπποδρομίας καὶ τὰ τοῦ διαβόλου θέατρα. Εἰ μὴ προλαβόντες τοσαύτην ἐποιησάμεθα τὴν παραίνεσιν, διὰ παν‐ τὸς τοῦ χρόνου ἐνηχοῦντες, παρακαλοῦντες καθάπερ τὰ παιδία τὰ μικρά, οὕτω καθ’ ἑκάστην ἡμέραν διὰ τῆς συνεχοῦς
10διδασκαλίας προτρεπόμενοι ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν, δει‐ κνύντες τῆς κακίας τὴν λύμην, διεγείροντες πρὸς τὴν τῶν ἤδη ἐπταισμένων διόρθωσιν, εἰ μὴ τοίνυν προλαβόντες ταῦτα ἅπαντα πεποιήκαμεν, τάχα ἄν τις αὐτοὺς καὶ συγγνώμης ἠξίωσε.

6

.

6

Νυνὶ δὲ ποίαν ἕξουσιν ἀπολογίαν; Τίς αὐτοῖς συγγνώ‐ μης μεταδώσει, ὅταν μὴ μόνον αὐτοὶ πολλὴν ἐκ τῆς τοσαύ‐ της ῥᾳθυμίας τὴν βλάβην δέχωνται ἀλλὰ καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γίνωνται, καὶ μήτε ὁ γέρων εἰς ἔννοιαν λαμβάνῃ
5τῆς ἡλικίας τὸν χρόνον, τῆς τελευτῆς τὴν ἔξοδον, τοῦ φορ‐ τίου τῶν ἤδη ἡμαρτημένων τὸ μέγεθος, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν αὔξῃ τὰ πλημμελήματα καὶ τοῖς νέοις τὴν ἡλικίαν. διδάσκαλος ῥᾳθυμίας γίνηται; Πότε γάρ, εἰπέ μοι, ὁ τοιοῦτος δυνήσεται τοῦ παιδὸς τὴν ῥᾳθυμίαν διορθῶσαι καὶ τὸν νέον
10ἀκοσμοῦντα σωφρονίσαι, αὐτὸς οὐδὲ ὑπὸ τοῦ χρόνου τῆς ἡλι‐ κίας σωφρονιζόμενος καὶ μέλλων εὐθύνας ὑπέχειν οὐ μόνον ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀλλὰ καὶ ὑπὲρ ὧν ἑτέροις ῥᾳθυμίας διδάσκαλος γίνεται, μηδὲ οὕτως ἀπέχεται τῆς πονηρᾶς ταύ‐ της συνηθείας.

6

.

7

Ὥσπερ γὰρ ὁ τὴν ἀρετὴν μετιὼν οὐ μόνον ὑπὲρ τῶν οἰκείων πόνων ἀναμένει τὰς ἀμοιβὰς ἀλλὰ καὶ τῆς ἑτέρων ὠφελείας καρποῦται τὸν μισθόν, πολλοὺς εἰς ζῆλον καὶ μίμη‐ σιν ἄγων τῆς οἰκείας ἀρετῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τὴν
5κακίαν μετιόντες μείζους ὑπέχουσι τὰς εὐθύνας τῷ καὶ ἑτέ‐ ροις ῥᾳθυμίας ὑπόθεσις γίνεσθαι. Τί οὖν λοιπὸν τοῖς νέοις ἐγκαλέσομεν, τῶν γεγηρακότων εἰς τοσαύτην ῥᾳθυμίαν ἀπο‐ κλινάντων καὶ μηδὲ τῆς παραινέσεως τῆς ἀποστολικῆς ἀκουόντων τῆς λεγούσης· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις
10καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ.»

6

.

8

Εἶδες σπλάγχνα ἀποστολικὰ οἵαν συμβουλὴν εἰσήγαγε, δεδοικὼς σφόδρα καὶ τρέμων διὰ τοὺς ἐκ τῆς ἡμετέρας ῥᾳθυ‐ μίας βλαπτομένους καὶ εἰδὼς ὡς οὐ μικρὸς κείσεται κίνδυνος τοῖς τὴν ἑτέρων ῥᾳθυμίαν ἐπιτείνουσι; Διὸ καὶ ἑτέροις πα‐
5ραινῶν διὰ πάντων τῆς ἀρετῆς ποιεῖσθαι πρόνοιαν ἔλεγεν· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» Σκόπει μοι παραίνεσιν ἀκριβεστάτην. Πάντα, φησίν, ἅπερ μεταχειρίζῃ καὶ διαπράττῃ, ῥίζαν καὶ ὑπόθεσιν ταύτην ἐχέτω τὸ εἰς δόξαν Θεοῦ συντείνειν καὶ μηδὲν γινέσθω
10παρὰ σοῦ ὃ μὴ ταύτην ἔχει τὴν ὑπόθεσιν. «Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἕτερον ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»

6

.

9

Καὶ πῶς ἔστι, φησίν, εἰς δόξαν Θεοῦ ἐσθίειν καὶ πί‐
νειν; Ὅταν καθήμενος ἐπὶ τῆς τραπέζης εὐχαριστῇς τῷ δε‐ δωκότι, ὅταν ἐπιγινώσκῃς τὸν χορηγόν, ὅταν μηδεμίαν βιω‐ τικὴν ἐπεισαγάγῃς διάλεξιν, ἀλλὰ μετὰ πολλῆς τῆς σωφρο‐
5σύνης τὴν χρείαν τοῦ σώματος πληρώσας καὶ τὴν ἀμετρίαν καὶ τὴν ἀδηφαγίαν ἐκκλίνας, ἀναστὰς εὐχαριστήσῃς τῷ τὴν τροφὴν παρασχόντι εἰς σύστασιν ἡμετέραν, τότε εἰς δόξαν Θεοῦ πάντα ἐποίησας. «Εἴτε γὰρ ἐσθίετε, φησίν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»

6

.

10

Θέα μοι πῶς διὰ τῆς βραχείας ταύτης λέξεως πάντα τὸν βίον ἡμῶν συμπεριέλαβεν· εἰπὼν γάρ· εἴτε τι ποιεῖτε, πᾶσαν ἡμῶν τὴν ζωὴν ἑνὶ ῥήματι περιέκλεισε, βουλόμενος ἡμᾶς πανταχοῦ μηδὲν πρὸς ἀνθρωπίνην δόξαν ἀφορῶντας διαπράτ‐
5τεσθαι τῶν τῆς ἀρετῆς ἔργων. Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ εἰπών· «εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε», καὶ ἕτερον ἡμῖν αἰνίττεται, τὸ πάντη τῶν τῆς κακίας ἔργων ἀπέχεσθαι καὶ μηδὲν πράττειν ὃ μὴ φέρει δόξαν τῷ κοινῷ πάντων δε‐ σπότῃ. Κἄν τε οὖν ἀρετὴν μετίωμεν, τοῦτο σκοπῶμεν πρὸ
10πάντων τὸν παρὰ τοῦ μόνου Θεοῦ ἔπαινον κομίζεσθαι καὶ μηδεὶς ἡμῖν ἔσται λόγος τῆς παρὰ τῶν ἀνθρώπων εὐφημίας, κἄν τε ῥᾳθυμῶμεν, ἐκεῖνο ἡμᾶς φοβείτω καὶ τὸν λογισμὸν ἡμῶν συστελλέτω, τὸ κριτήριον ἐκεῖνο λέγω τὸ ἀδέκαστον, καὶ ἡ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἐπέλευσις καὶ τὸ εἰς βλασφη‐
15μίαν τοῦ Θεοῦ τείνειν τὰ παρ’ ἡμῶν γινόμενα. Ὥσπερ οὖν ἐπὶ τῶν τὴν ἀρετὴν μετιόντων φησί· «Τοὺς δοξάζοντάς με δοξάσω», οὕτως ἄκουε πάλιν τοῦ προφήτου λέγοντος· «Οὐαὶ ὑμῖν ὅτι δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνε‐
σιν.»

6

.

11

Ὁρᾷς πόση τοῦ ῥήματος ἡ ἀγανάκτησις; Πῶς δὲ ἔστι δοξάσαι τὸν Θεόν; Διὰ τοῦ εἰς δόξαν τοῦ Θεοῦ ζῆν καὶ οὕτως ἡμῶν λάμπειν τὸν βίον καθάπερ καὶ ἀλλαχοῦ ἔλεγε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσι τὰ καλὰ
5ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρα‐ νοῖς.» Οὐδὲν γὰρ οὕτω ποιεῖ δοξάζεσθαι τὸν δεσπότην τὸν ἡμέτερον ὡς ἀρίστη πολιτεία. Καθάπερ γὰρ τὸ ἡλιακὸν φῶς ταῖς οἰκείαις ἀκτῖσι καταυγάζει τῶν ὁρώντων τὰς ὄψεις, οὕτω καὶ ἀρετὴ πάντας τοὺς ὁρῶντας ἐπισπωμένη πρὸς τὴν ἑαυ‐
10τῆς θέαν, εἰς δοξολογίαν κινεῖ τοῦ δεσπότου τοὺς εὖ φρονοῦν‐ τας. Πάντα τοίνυν ἅπερ ἂν πράττωμεν, οὕτως αὐτὰ πράττω‐ μεν ὡς εἰς δοξολογίαν κινεῖν ἕκαστον τῶν ὁρώντων· φησὶ γάρ· «Εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»

6

.

12

Οἷόν τι λέγω; Κἂν συντυχεῖν τινί ποτε βουληθῇς, μὴ τοὺς ἐν εὐημερίαις καὶ τῇ περιφανείᾳ τῇ κατὰ τὸν κόσμον τυγχάνοντας θεραπεύειν σπούδαζε, ἀλλὰ τοὺς ἐν θλίψεσι, τοὺς ἐν περιστάσεσι, τοὺς ἐν δεσμωτηρίοις, τοὺς πανταχόθεν ἐρή‐
5μους καὶ μηδεμιᾶς ἀπολαύοντας παρακλήσεως. Ἐκείνων τὴν συντυχίαν περὶ πολλοῦ ποιοῦ· πολὺ γὰρ ἐξ ἐκείνων δέξῃ τὸ κέρδος καὶ φιλοσοφώτερος μᾶλλον ἔσῃ καὶ εἰς δόξαν Θεοῦ τὸ πᾶν ἐργάσῃ. Κἂν ἐπισκέπτεσθαι δέῃ ὀρφανοὺς καὶ χήρας, καὶ τοὺς ἐν πολλῇ εὐτελείᾳ τυγχάνοντας μᾶλλον προτίμα τῶν ἐν
10δόξῃ καὶ περιφανείᾳ. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς· «Ἐγώ εἰμι πατὴρ ὀρφανῶν καὶ κριτὴς χηρῶν.» Καὶ πάλιν· «Κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος.»

6

.

13

Κἂν ἁπλῶς ἐπὶ τῆς ἀγορᾶς παραγενέσθαι βούλῃ, μνη‐ μόνευε τῆς ἀποστολικῆς παραινέσεως τῆς λεγούσης· «Εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε»· μὴ εἰς ἀνονήτους καὶ ἐπιβλαβεῖς συνουσίας τὸν καιρὸν ἀνάλισκε, ἀλλὰ πρὸς τὸν
5τοῦ Θεοῦ οἶκον τὸν δρόμον ποιοῦ ἵν’ ὁμοῦ τὸ σῶμα καὶ ἡ ψυχὴ μεγίστην δέξηται τὴν ὠφέλειαν. Κἂν διαλεγώμεθα πρός τινας, μετ’ ἐπιεικείας καὶ πολλῆς τῆς πραότητος τοῦτο ποιῶμεν καὶ μὴ ἀνεχώμεθα βιωτικὰς καὶ οὐδὲν ὄφελος ἐχούσας διαλέξεις ἀποτείνειν, ἀλλὰ τοιαῦτα διαλέγεσθαι ἃ καὶ τοῖς ἀκούουσι πολ‐
10λὴν παρέξει τὴν ὠφέλειαν καὶ ἡμᾶς πάσης μέμψεως ἐλευ‐ θερώσει.

6

.

14

Ταῦτα οὐχ ἁπλῶς ἐκίνησα νῦν ἐπὶ τῆς ὑμετέρας ἀγά‐ πης, ἀλλ’ ἵνα μάθητε ὅσης ἡμῖν ἀσφαλείας δεῖ εἰ βουλόμεθά τινα ποιεῖσθαι φροντίδα τῆς σωτηρίας τῆς ἡμετέρας καὶ ὅσης εἰσὶ καταγνώσεως ἄξιοι οἱ τῆς ἐνταῦθα συνελεύσεως καὶ τῆς
5πνευματικῆς ταύτης διδασκαλίας προτιμῶντες τὰς ἔξω δια‐ τριβὰς καὶ τὰς ἀνονήτους καὶ ἐπιβλαβεῖς συνουσίας καὶ τὰς ἱπποδρομίας καὶ τὰ σατανικὰ καὶ ὀλέθρια θέατρα καὶ οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούοντες λέγοντος· «Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ.»

6

.

15

Ποία γὰρ τοῖς τοιούτοις λείπεται συγγνώμη, τίς δὲ ἀπολογία ὅταν ὁ χριστιανὸς καὶ τῆς ἐντεῦθεν μετέχων διδα‐ σκαλίας καὶ τῶν φρικτῶν καὶ ἀπορρήτων μυστηρίων ἀπολαύων μεταξὺ τοῦ Ἰουδαίου καὶ τοῦ Ἕλληνος ἀναστρέφηται κἀκεί‐
5νοις χαίρῃ οἷς καὶ ἐκεῖνοι ἥδονται; Πότε δυνησόμεθα λοιπόν, εἰπέ μοι, τὸν πλανώμενον εἰς τὴν ἀλήθειαν χειραγωγῆσαι καὶ εἰς τὴν εὐσέβειαν ἐπισπάσασθαι τοσαύτῃ ῥαθυμίᾳ κεχρημένον; Πῶς δὲ οὐχ ἁρμόσει καὶ ἡμῖν εἰπεῖν πρὸς τοὺς τοιούτους ὅπερ ὁ μακάριος Παῦλος ἔλεγε πρὸς τοὺς ἐν Κορίνθῳ εἰς τοὺς
10ναοὺς τοὺς εἰδωλικοὺς εἰσιόντας μετὰ τὸ δέξασθαι τὸν τῆς εὐσεβείας λόγον; «Ἐάν τις ἴδῃ σέ, φησί, τὸν ἔχοντα γνῶσιν
ἐν εἰδωλίῳ κατακείμενον.»

6

.

16

Ἡμεῖς δὲ μικρὸν ὑπαλλάξαντες ἐροῦμεν· «Ἐάν τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν εὐσεβείας ἐν ταῖς ἀνονήτοις ἐκείναις καὶ ἐπιβλαβέσι συνουσίαις διημερεύοντα, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ σπουδαιότερον
5τὰ τοιαῦτα μεταδιώκειν;» Ὅπερ γὰρ ὁ μακάριος ἐκεῖνος ἔλε‐ γεν, ἀναστέλλων τοὺς ἀπαραφυλάκτως μετὰ τὴν τῆς εὐσεβείας γνῶσιν τοῖς εἰδωλίοις παραβάλλοντας καὶ σκανδάλου τοῖς λοι‐ ποῖς αἰτίους γινομένους, τοῦτο καὶ ἡμεῖς νῦν εὐκαίρως ἐροῦ‐ μεν πρὸς τοὺς εἰς τὰ παράνομα ἐκεῖνα συνέδρια τρέχοντας
10καὶ τὰς ἔξω διατριβὰς προτιμῶντας τῆς ἐνταῦθα συν‐ ελεύσεως.

6

.

17

Ἀλλὰ τί τὸ κέρδος τῶν τοσούτων ἐγκλημάτων ὅταν οἱ ὑπεύθυνοι μὴ ἀκούωσι μηδὲ παρῶσι τούτων λεγομένων; Μᾶλ‐ λον δὲ οὐδὲ οὕτως ἡμῖν ἀνόνητος ἔσται ἡ παραίνεσις. Δυνατὸν γὰρ διὰ τῆς ὑμετέρας συνέσεως ἅπαντα αὐτοὺς μετὰ ἀκρι‐
5βείας μαθεῖν, καὶ φυγεῖν μὲν τοῦ διαβόλου τὸ δέλεαρ, ἐπανελ‐ θεῖν δὲ ἐπὶ τὴν τροφὴν τὴν πνευματικήν. Οὕτω καὶ ἰατροὶ ποιοῦσιν· ἐπειδὰν γὰρ τοὺς ἀρρώστους ἐπισκέπτωνται, οὐκ ἐκείνοις μόνοις τὰ περὶ τῆς θεραπείας διαλέγονται, ἀλλὰ καὶ τοῖς παρεστῶσι καὶ ὑγιαίνουσι καὶ τῷ κάμνοντι προσήκουσι
10πάντα διατάττονται, κἀκείνοις ἐγχειρίσαντες τὴν τούτων ἐπιμέλειαν, οὕτως ἐξίασιν ὡς τὸ πᾶν κατορθώσαντες. Καὶ ἡμεῖς τοίνυν, εἰ καὶ μὴ πάρεισιν οἱ κάμνοντες, ἀλλ’ ὑμῖν τοῖς ὑγιαίνουσι τὰ περὶ τῆς ἰατρείας ἐκείνων ἐγχειρίζομεν καὶ τὴν ὀδύνην τῆς ἡμετέρας ψυχῆς ἐκκαλύπτομεν ἵν’ ὑμεῖς λοιπὸν
15φροντίσητε τῆς σωτηρίας τῶν οἰκείων μελῶν καὶ πληρώσητε διὰ τῶν ἔργων τὴν ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.»

6

.

18

Ὅταν γὰρ ἐξελθὼν ἐντεῦθεν ἔργον ποιήσῃ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν καὶ μὴ μόνον ἐγκαλέσῃς μηδὲ ἐπιτιμήσῃς, ἀλλὰ καὶ συμβουλεύσῃς καὶ παρακαλέσῃς καὶ δείξῃς τῆς μὲν ἔξω διατριβῆς τὴν βλάβην, τῆς δὲ ἐντεῦθεν διδασκαλίας τὸ κέρδος
5καὶ τὴν ὠφέλειαν, εἰς δόξαν Θεοῦ τὸ πᾶν εἰργάσω καὶ δι‐ πλοῦν σαυτῷ τὸν μισθὸν κατεσκεύασας, ὑπέρ τε ὧν αὐτὸς τῆς οἰκείας σωτηρίας τοσαύτην ποιῇ τὴν ὠφέλειαν καὶ ὑπὲρ ὧν τὸ μέλος τὸ σὸν ἰατρεῦσαι ἐσπούδασας. Τοῦτο τῆς ἐκκλησίας τὸ καύχημα, τοῦτο τοῦ σωτῆρος τὸ παράγγελμα, τὸ μὴ τὰ ἑαυτῶν
10μόνον σκοπεῖν ἀλλὰ καὶ τὰ τοῦ πλησίον.

6

.

19

Ἐννόησον γὰρ εἰς ὅσον ἀξίωμα ἑαυτὸν ἀνάγει ὁ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν περὶ πολλοῦ ποιούμενος· κατὰ δύναμιν ἀνθρωπίνην τὸν Θεὸν ὁ τοιοῦτος μιμεῖται. Ἄκουε γὰρ διὰ τοῦ
προφήτου τί λέγει· «Ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου ὡς στόμα
5μου ἔσται.» Ὁ τὸν ἠμελημένον, φησίν, ἀδελφὸν σπουδάζων διασῶσαι καὶ ἐξαρπάσαι τῆς φάρυγγος τοῦ διαβόλου, κατὰ δύ‐ ναμιν ἀνθρωπίνην ἐμὲ μιμεῖται. Τί τούτου ἴσον γένοιτ’ ἄν; Τοῦτο πάντων τῶν κατορθωμάτων μεῖζον, τοῦτο πάσης τῆς ἀρετῆς τὸ κεφάλαιον.

6

.

20

Καὶ μάλα εἰκότως· εἰ γὰρ ὁ Χριστὸς τὸ αἷμα ἐξέχεε τὸ ἑαυτοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ βοᾷ Παῦλος λέγων ἐπὶ τῶν τὰ σκάνδαλα παρεχόντων καὶ καταβλαπτόντων τῶν ὁρώντων τὴν συνείδησιν ὅτι ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ
5τῇ σῇ γνώσει δι’ ὃν ὁ Χριστὸς ἀπέθανεν, εἰ τοίνυν ὁ δεσπότης σου δι’ αὐτὸν τὸ αἷμα ἐξέχεε, πῶς οὐ δίκαιον ἕκαστον ἡμῶν κἂν γοῦν τὴν διὰ τῶν λόγων παραίνεσιν εἰσφέρειν καὶ χεῖρα ὀρέγειν τοῖς ἀπὸ ῥᾳθυμίας εἰς τὰς τοῦ διαβόλου παγίδας ἐμπεπτωκόσιν. Ἀλλ’ ὅτι μὲν τοῦτο ποιήσητε φιλόστοργοί τινες
10ὄντες περὶ τὰ μέλη τὰ ὑμέτερα καὶ μετὰ πάσης σπουδῆς ἐπανάξετε τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους πρὸς τὴν κοινὴν μητέρα, πάνυ πέπεισμαι εἰδὼς ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν συνετοὶ ὄντες δύνασθε καὶ ἄλλους νουθετεῖν.

6

.

21

Βούλομαι δὲ λοιπὸν πρὸς τοὺς νεοφωτίστους τρέψαι τὸν λόγον· νεοφωτίστους δὲ λέγω οὐ τοὺς πρόσφατον ἀξιω‐ θέντας τῆς δωρεᾶς τῆς πνευματικῆς ἀλλὰ τοὺς πρὸ ἐνιαυτοῦ καὶ πρὸ πλείονος χρόνου. Εἰ γὰρ βούλοιντο, δυνήσονται καὶ
5οὗτοι διηνεκῶς ταύτης ἀπολαύειν τῆς προσηγορίας. Ἡ γὰρ
νεότης αὕτη γῆρας οὐκ ἐπίσταται, νόσῳ οὐχ ὑπόκειται, ἀθυ‐ μίᾳ οὐχ ἁλίσκεται, χρόνῳ οὐκ ἀμαυροῦται, οὐδενὶ εἴκει, οὐχ ὑπ’ οὐδενὸς ἡττᾶται, εἰ μὴ ὑπὸ ἁμαρτίας μόνης. Τὸ γὰρ βαρὺ ταύτης γῆρας ἡ ἁμαρτία.

6

.

22

Καὶ ἵνα μάθῃς ὅτι πάντων αὕτη βαρυτέρα, ἄκουε τοῦ προ‐ φήτου λέγοντος· «Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ.» Οὐ μόνον δὲ βαρεῖα τυγχάνει, ἀλλὰ καὶ δυσώδης. Ἐπήγαγε γάρ· «Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου.» Εἶδες οὐ
5μόνον βαρεῖαν ἀλλὰ καὶ δυσώδη τὴν ἁμαρτίαν; Μάνθανε καὶ πόθεν αὕτη τίκτεται διὰ τῶν ἐπαγομένων· «Ἀπὸ προσώπου γάρ, φησί, τῆς ἀφροσύνης μου.» Ἄρα ἀφροσύνη πάντων αἰτία ἡμῖν τῶν κακῶν. Ἔστιν οὖν καὶ γέροντα ὄντα κατὰ τὴν τοῦ σώματος ἡλικίαν νέον εἶναι καὶ νεοφώτιστον κατὰ τὴν τῆς
10χάριτος ἀκμήν, καὶ νέον ὄντα κατὰ τὸ σῶμα γεγηρακέναι κατὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος. Ἔνθα γὰρ ἂν αὕτη εἴσοδον λάβῃ, πολὺν τὸν σπῖλον, πολλὴν τὴν ῥυτίδα ἐργάζεται.

6

.

23

Διὸ παρακαλῶ καὶ τοὺς πρόσφατον τοῦ βαπτίσματος ἀξιωθέντας καὶ τοὺς πρὸ τούτου τῆς δωρεᾶς ἐπιτυχόντας, τοὺς μὲν ἀποσμήχειν δι’ ἐξομολογήσεως καὶ δακρύων καὶ με‐ τανοίας ἀκριβεστάτης τὸν προλαβόντα ῥύπον, τοὺς δὲ τὴν
5φαιδρότητα διατηρεῖν ἀνθοῦσαν καὶ τῆς ψυχῆς τὸ κάλλος περισκοπεῖν ὥστε μηδεμίαν ῥανίδα δέξασθαι ῥύπον ἐμποιῆσαι δυναμένην. Οὐχ ὁρᾶτε τοὺς τὴν λαμπρὰν ἐσθῆτα περιβαλλο‐ μένους ὅσην σπουδὴν ποιοῦνται βαδίζοντες ἐπὶ τῆς ἀγορᾶς μήπου ῥανὶς βορβόρου ἐξακοντισθεῖσα λυμήνηται τοῦ ἱματίου
10τὸ κάλλος, καίτοι οὐδεμία ἐντεῦθεν ἂν γένοιτο βλάβη τῇ ψυχῇ·
ἱμάτιον γάρ ἐστι καὶ ὑπὸ σητὸς ἀναλισκόμενον καὶ ὑπὸ χρόνου δαπανώμενον, ἄλλως δὲ καὶ ῥυπωθὲν εὐκόλως ὕδατι ἀποκα‐ θαιρόμενον. Ἐπὶ δὲ τῆς ψυχῆς εἰ γένοιτό ποτε, ὃ μὴ γένοιτο, καὶ δέξεταί τινα κηλῖδα ἢ διὰ γλώττης ἢ διὰ λογισμῶν τῶν
15ἐν τῇ διανοίᾳ τικτομένων, πολλὴ εὐθέως ἡ λύμη ἐπεισέρχεται, πολὺ τοῦ φορτίου τὸ βάρος, πολλὴ ἡ δυσωδία.

6

.

24

Διὰ τοῦτο δεδοικὼς κἀγὼ τοῦ ἐχθροῦ τὰς μηχανὰς συνεχῆ ποιοῦμαι τὴν παραίνεσιν ἵνα τὴν νυμφικὴν στολὴν ἀκραιφνῆ διατηρήσητε καὶ μετὰ ταύτης ἀεὶ εἰς τὸν γάμον εἰσίητε τοῦτον τὸν πνευματικόν. Ὅτι γὰρ γάμος πνευματικός
5ἐστι τὰ ἐνταῦθα τελούμενα, ὅρα πῶς καθάπερ ἐπὶ τῶν γάμων τούτων τῶν ἀνθρωπίνων μέχρις ἑπτὰ ἡμερῶν αἱ παστάδες εἰσὶ τεταμέναι, οὕτω καὶ ἡμεῖς ἐν τοσαύταις ἡμέραις τὴν παστάδα ταύτην τὴν πνευματικὴν ὑμῖν τείνομεν, τὴν τρά‐ πεζαν ὑμῖν παρατιθέντες τὴν μυστικήν, τὴν μυρίων γέμουσαν
10ἀγαθῶν. Καὶ τί λέγω ἑπτὰ ἡμέρας; Ἐὰν βούλησθε νήφειν καὶ ἐγρηγορέναι, διὰ παντὸς τοῦ χρόνου αὖται ὑμῖν αἱ παστάδες εἰσὶ τεταμέναι, μόνον ἐὰν τὸ ἔνδυμα ὑμῶν τὸ νυμφικὸν ἀκέ‐ ραιον καὶ φαιδρὸν διατηρήσητε.

6

.

25

Οὕτω γὰρ καὶ τὸν νυμφίον εἰς ἔρωτα πλείονα ἐπισπά‐ σεσθε καὶ αὐτοὶ τοῦ χρόνου προϊόντος λαμπρότεροι καὶ φαι‐ δρότεροι φανήσεσθε, τῆς χάριτος ἐπὶ πλεῖον αὐξανομένης διὰ τῆς τῶν ἀγαθῶν πράξεων ἐργασίας. Γένοιτο δὲ πάντας ἡμᾶς
5καὶ τῆς ἤδη παρασχεθείσης δωρεᾶς ἀξίαν τὴν φυλακὴν ἐπι‐ δείξασθαι καὶ τῆς ἄνωθεν φιλανθρωπίας ἀξιωθῆναι· χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
10νων. Ἀμήν.

7

t

ΛΟΓΟΣ Ζʹ. Τοῦ αὐτοῦ ὅτι μεγίστης ὠφελείας ἡμῖν ὑπόθεσις γίνεται τὰ λείψανα τῶν ἁγίων μαρ‐ τύρων καὶ ὅτι δεῖ ὑπερορᾶν τῶν βιωτικῶν
5ἁπάντων καὶ τῶν πνευματικῶν ἔχεσθαι καὶ ὅσον ἀγαθὸν εὐχὴ καὶ ἐλεημοσύνη· καὶ εἰς τοὺς νεοφωτίστους.

7

.

1

Πολλὴν καὶ διάφορον περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπι‐ δεικνύμενος τὴν ἑαυτοῦ πρόνοιαν ὁ φιλάνθρωπος Θεὸς οὐ μόνον τὴν κτίσιν ἅπασαν ἐδημιούργησε καὶ τὸν οὐρανὸν ἐξ‐ έτεινε καὶ τὴν θάλασσαν ἥπλωσε καὶ ἥλιον ἀνῆψε καὶ σελήνην
5φαίνειν παρεσκεύασε καὶ τὴν γῆν πρὸς οἴκησιν ἐχαρίσατο καὶ τὰ ἀπὸ τῆς γῆς ἅπαντα πρὸς διατροφὴν καὶ σύστασιν τῶν ἡμετέρων παρέσχε σωμάτων, ἀλλὰ καὶ τῶν ἁγίων μαρτύρων ἡμῖν τὰ λείψανα κεχάρισται, καὶ τὰς ψυχὰς αὐτὸς λαβών,
«δικαίων γάρ, φησί, ψυχαὶ ἐν χειρὶ Θεοῦ», τὰ σώματα ἡμῖν
10τέως κατέλιπεν ἱκανὴν παράκλησιν καὶ παραμυθίαν ἵνα παρὰ τοὺς τάφους τῶν ἁγίων τούτων γινόμενοι, εἰς ζῆλον καὶ μίμη‐ σιν διεγειρώμεθα καὶ διὰ τῆς ὄψεως ὑπόμνησιν λαμβάνωμεν τῶν αὐτοῖς κατορθωμένων καὶ τῶν ἐπὶ τοῖς κατορθώμασιν ἀμοιβῶν τῶν ἀποκειμένων.

7

.

2

Μέγα γὰρ ὄφελος ταῖς ἡμετέραις ψυχαῖς ἐντεῦθεν προσγίνεται ἐὰν νήφωμεν· οὐδὲ γὰρ οὕτω λόγος παιδεῦσαι δύναται καὶ πρὸς φιλοσοφίαν ἐναγαγεῖν καὶ τὴν τῶν παρόντων ὑπεροψίαν ὡς τὰ πάθη τῶν μαρτύρων σάλπιγγος λαμπροτέραν
5ἀφιέντα φωνὴν καὶ πᾶσι διὰ τῶν πραγμάτων δεικνύντα τῆς ἀμοιβῆς τῶν ἐνταῦθα πόνων τὸ μέγεθος καὶ τῆς ἀντιδόσεως τὴν ὑπερβολήν. Ὅσον γὰρ λείπεται λόγος πράξεως τοσοῦτον τὰ παρ’ ἡμῶν λεγόμενα τῆς παρὰ τῶν ἁγίων τούτων διδασ‐ καλίας.

7

.

3

Ὅταν τοίνυν ἐνταῦθα παραγενόμενος, ἀγαπητέ, ἀναλο‐ γίσῃ τῇ διανοίᾳ ὅτι ὁ δῆμος οὗτος ἅπας μετὰ τοσαύτης σπου‐ δῆς συντρέχειν ἐπείγεται ὥστε τὴν κόνιν περιπτύξασθαι καὶ τὴν ἐντεῦθεν εὐλογίαν καρπώσασθαι, πῶς οὐχὶ μετάρσιος
5γενήσῃ λοιπὸν τῇ διανοίᾳ καὶ τὸν ἴσον ζῆλον τῷ μάρτυρι ἐπι‐ δείξασθαι σπεύσεις, ὥστε καὶ αὐτὸς τῶν αὐτῶν ἀξιωθῆναι ἀμοιβῶν; Ἐννόησον γὰρ εἰ παρ’ ἡμῶν τῶν συνδούλων ἐνταῦθα τοσαύτης ἀπολαύουσι τιμῆς, πόσης καὶ ἡλίκης ἀπολαύσονται
παρὰ τῷ δεσπότῃ τῆς παρρησίας ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ,
10ὅτε μέλλουσι τῶν ἀκτίνων τῶν ἡλιακῶν φαιδρότερον ἀπο‐ λάμπειν· «τότε γάρ, φησίν, ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος.»

7

.

4

Εἰδότες τοίνυν τῆς παρρησίας αὐτῶν τὸ μέγεθος, πρὸς αὐτοὺς ἀεὶ καταφεύγωμεν καὶ τὴν παρ’ αὐτῶν συμμαχίαν λαμβάνωμεν. Εἰ γὰρ ἄνθρωποι πρὸς τὸν ἐπὶ γῆς βασιλέα παρ‐ ρησίαν ἔχοντες πολλὰ καὶ μεγάλα δύνανται τοὺς ἐπ’ αὐτοὺς
5καταφεύγοντας ὠφελεῖν, πολλῷ μᾶλλον οὗτοι οἱ ἅγιοι οἱ πρὸς τὸν τῶν οὐρανῶν βασιλέα τὴν παρρησίαν κτησάμενοι διὰ τῶν οἰκείων παθημάτων τὰ μέγιστα ἡμᾶς ὀνήσουσι, μόνον ἐὰν ἡμεῖς τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν· τότε γὰρ μάλιστα καὶ ἡ παρ’ αὐτῶν προστασία ὠφελῆσαι ἡμᾶς δυνήσεται, ἐὰν μὴ
10ῥᾳθυμῶμεν ἀλλὰ καὶ αὐτοὶ σπουδάζωμεν τῇ προσεδρείᾳ καὶ τῇ περὶ τὸν βίον ἐπιμελείᾳ τὴν φιλανθρωπίαν ἐφ’ ἑαυτοῖς ἐπι‐ σπάσασθαι τοῦ δεσπότου.

7

.

5

Ὡς πρὸς ἰατροὺς τοίνυν πνευματικοὺς ἐπὶ τούτους
συνεχῶς καταφεύγωμεν. Διὰ γὰρ τοῦτο τὰ σώματα αὐτῶν κατ‐ έλιπεν ἡμῖν ὁ ἀγαθὸς δεσπότης, ἵν’ ἐνταῦθα παραγενόμενοι καὶ τῇ τῆς ψυχῆς διαθέσει ταῦτα περιπτυσσόμενοι μεγίστην
5ἐντεῦθεν λαμβάνωμεν τὴν ἰατρείαν καὶ τῶν ψυχικῶν καὶ τῶν σωματικῶν ἀρρωστημάτων. Ἐὰν γὰρ μετὰ πίστεως παραγενώ‐ μεθα, κἂν ψυχικὸν ἔχωμεν πάθος κἂν σωματικόν, κατάλληλον τὴν θεραπείαν δεξάμενοι οὕτως ἐπαναστρέψομεν.

7

.

6

Καίτοι ἐπὶ μὲν τῶν σωματικῶν παθῶν πολλάκις καὶ ἀπο‐ δημίαν ἔνι στείλασθαι μακρὰν ὥστε τῶν τοῦ ἰατροῦ χειρῶν τυχεῖν καὶ χρήματα καταβαλεῖν καὶ πολλὰ ἕτερα ἐπινοῆσαι τὰ δυνάμενα πεῖσαι ἐκεῖνον τὴν ἀπὸ τῆς οἰκείας τέχνης ἐπιστή‐
5μην εἰσενεγκεῖν καὶ τῷ πάθει παραμυθίαν εὑρέσθαι. Ἐνταῦθα δὲ οὐδενὸς ἡμῖν τούτων δεῖ, οὐχ ὁδοιπορίας μακρᾶς, οὐ καμά‐ του, οὐ πολλῆς περιόδου, οὐ δαπάνης χρημάτων, ἀλλ’ ἀρκεῖ πίστιν εἰσενεγκόντα γνησίαν καὶ δάκρυα θερμὰ προχέαντα μετὰ νηφούσης ψυχῆς παραχρῆμα καὶ τῇ ψυχῇ τὴν ἰατρείαν
10εὑρεῖν καὶ τοῦ σώματος τὴν θεραπείαν κομίσασθαι.

7

.

7

Εἶδες ἰατρῶν δύναμιν; εἶδες φιλοτιμίαν; εἶδες τέχνην οὐ νικωμένην ὑπὸ νοσημάτων; Καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθῶν πολλάκις ἐνίκησε τοῦ ἰατροῦ τὴν τέχνην ἡ δυσκολία τῆς νόσου. Ἐνταῦθα δὲ οὐδὲν ἔστι τοιοῦτον ὑποπτεῦσαί ποτε,
5ἀλλ’ ἐὰν μετὰ πίστεως τὴν πρόσοδον ποιώμεθα, παραχρῆμα τὴν ὠφέλειαν καρπούμεθα. Καὶ μὴ θαυμάσῃς, ἀγαπητέ· ὁ γὰρ φιλάνθρωπος δεσπότης, ἐπειδὴ δι’ αὐτὸν καὶ τὴν εἰς αὐτὸν ὁμολογίαν ἅπαντα ὑπέμειναν καὶ μέχρις αἵματος ἀντικα‐ τέστησαν πρὸς τὴν ἁμαρτίαν ἀποδυσάμενοι, βουλόμενος αὐ‐
10τοὺς καὶ διὰ τούτου λαμπροτέρους ἀποφῆναι καὶ τὴν δόξαν αὐτῶν ἐπὶ πλέον αὐξῆσαι καὶ ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ, εἰς τιμὴν αὐτῶν τοῖς μετὰ πίστεως προσιοῦσι τὰς δωρεὰς φιλο‐ τιμεῖται.

7

.

8

Καὶ ὅτι οὐ ῥήματα μόνον εἰσὶ τὰ παρ’ ἡμῶν λεγόμενα ἀλλὰ καὶ αὐτὴ μαρτυρεῖ τῶν πραγμάτων ἡ πεῖρα, καὶ ὑμεῖς εὖ
οἶδ’ ὅτι ἐρεῖτε καὶ μαρτυρήσετε. Ποία γὰρ γυνὴ ἐν ἀποδημίᾳ τὸν ἄνδρα ἔχουσα καὶ δυσχεραίνουσα ἐπὶ τῷ χωρισμῷ, παραγε‐
5νομένη ἐνταῦθα καὶ διὰ τῶν ἁγίων μαρτύρων τὴν ἱκεσίαν προσαγαγοῦσα τῷ τῶν ὅλων δεσπότῃ, οὐχὶ θᾶττον ἐπανήγαγε τοῦτον ἐκ τῆς μακρᾶς ἀποδημίας; καὶ ἑτέρα πάλιν ὁρῶσα τὸν ἑαυτῆς παῖδα ὑπὸ ἀρρωστίας χαλεπῆς πολιορκούμενον καὶ σπαραττομένη ὥσπερ εἰπεῖν καὶ διακοπτομένη τὰ σπλάγχνα,
10ἐνταῦθα ἀφικομένη καὶ θερμὰ δάκρυα ἀφεῖσα καὶ διεγείρασα εἰς τὴν ὑπὲρ αὐτῆς δέησιν τοὺς ἁγίους τούτους, τοὺς τοῦ Χριστοῦ λέγω στεφανίτας, οὐκ εὐθέως τὴν νόσον ἀπήλασε καὶ πρὸς ὑγίειαν τὸν ἄρρωστον ἐπανελθεῖν παρεσκεύασε;

7

.

9

Πολλοὶ δὲ καὶ περιστάσεσι πραγμάτων περιπεπτωκότες καὶ κινδύνους ἀφορήτους αὐτοῖς ὁρῶντες ἐπικρεμαμένους, ἐνταῦθα ἀφικόμενοι καὶ τὴν προσευχὴν ἐκτενῆ ποιησάμενοι, πάντων ἐκείνων τῶν δεινῶν τὴν πεῖραν διέφυγον. Καὶ τί λέγω
5σωματικὰ νοσήματα καὶ πραγμάτων περιστάσεις; Πολλοὶ καὶ ὑπ’ αὐτοῦ τοῦ διαβόλου τυραννούμενοι καὶ ὑπὸ παθῶν ψυχι‐ κῶν πολιορκούμενοι, πρὸς τοὺς πνευματικοὺς τούτους ἰα‐ τροὺς παραγεγονότες καὶ εἰς μνήμην ἐλθόντες τῶν οἰκείων πλημμελημάτων καὶ τῷ λόγῳ γυμνώσαντες αὐτῶν ὡς εἰπεῖν
10τὰ ἕλκη, τοσαύτην ἐντεῦθεν ἐδέξαντο τὴν παραμυθίαν ὡς αἴσθησιν εὐθέως λαβεῖν καὶ κουφότερον ἐργάσασθαι αὐτῶν τὸ
συνειδὸς καὶ μετὰ πολλῆς τῆς πληροφορίας οἴκαδε ἐπανελθεῖν.

7

.

10

Καθάπερ γὰρ πηγὰς πνευματικὰς δαψιλῆ τὰ νάματα προχέειν δυναμένας, οὕτω τὰς τῶν ἁγίων μαρτύρων θήκας ὁ δεσπότης ἡμῖν κεχάρισται. Καὶ ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων πᾶσιν ἀδεῶς πρόκεινται τοῖς ἀρύεσθαι βουλομένοις τὰ ἐκεῖθεν
5νάματα καὶ ὅσον ἂν ὑποδέξασθαι δύνηται τοῦ ἀγγείου τὸ μέγεθος, τοσοῦτον λαβὼν ἄπεισιν ὁ βουλόμενος, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν πηγῶν τούτων τῶν πνευματικῶν ἔστιν ἰδεῖν. Καὶ αὖται γὰρ αἱ πηγαὶ πᾶσίν εἰσιν ἀνειμέναι καὶ οὐδε‐ μία ἐστὶν ἐνταῦθα προσώπων διαφορά, ἀλλὰ κἂν πλούσιος ᾖ
10τις κἂν πένης, κἂν δοῦλος κἂν ἐλεύθερος, κἂν ἀνὴρ κἂν γυνή, τοσοῦτον μέτρον ὑποδέχεται ἐκ τῶν θείων τούτων ναμάτων ὅσον ἐὰν μέγεθος προθυμίας εἰσενεγκεῖν σπουδάσῃ.

7

.

11

Ὅπερ γάρ ἐστιν ἐκεῖ τὰ ἀγγεῖα πρὸς τὴν τῶν ὑδάτων ὑποδοχήν, τοῦτο ἐνταῦθα ἡ διάνοια καὶ ἡ ζέουσα προθυμία καὶ ἡ μετὰ νήψεως πρόσοδος. Ὁ γὰρ οὕτω προσιὼν εὐθέως τὰ μυρία κομίζεται ἀγαθά, τῆς τοῦ Θεοῦ χάριτος ἀοράτως αὐτοῦ
5κουφιζούσης τὸ συνειδὸς καὶ πολλὴν τὴν πληροφορίαν παρ‐ εχομένης καὶ παρασκευαζούσης λοιπὸν τῆς γῆς ἀπαλλάττεσθαι καὶ πρὸς τὸν οὐρανὸν μεθορμίζεσθαι. Δυνατὸν γὰρ καὶ σώματι περιπεπλεγμένον μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς ἅπαντα φαντάζεσθαι καὶ τὰ ἐκεῖ περισκοπεῖν
10διηνεκῶς.

7

.

12

Διὰ τοῦτο καὶ Παῦλος γράφων ἔλεγεν ἀνθρώποις σαρκὶ συμπεπλεγμένοις καὶ ἐν τῷ μέσῳ στρεφομένοις καὶ γυναικὸς καὶ παίδων φροντίζουσιν· «Τὰ ἄνω φρονεῖτε.» Εἶτα ἵνα
μάθωμεν τί βούλεται αὐτῷ ἡ παραίνεσις αὕτη καὶ τί ἐστι τὰ
5ἄνω φρονεῖν ἐπήγαγεν· «Οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Ἐκεῖνα, φησί, βούλομαι ὑμᾶς φρονεῖν τὰ δυνάμενα ὑμῶν ἐκεῖ μεταστῆσαι τὸν λογισμόν, τὰ ἀφιστῶντα ὑμᾶς τῶν ἐν τῇ γῇ πραγμάτων. «Καὶ γὰρ τὸ πολίτευμα ὑμῶν ἐν οὐρανῷ ὑπάρχει.» Ἔνθα οὖν ἀπεγράφητε, φησίν, ἐκεῖ τὸν
10νοῦν ὑμῶν ἅπαντα μεταγαγεῖν σπουδάσατε κἀκεῖνα βουλεύεσθε καὶ πράττειν ἃ τῆς ἐκεῖ πολιτείας ὑμᾶς ἀξίους ἀποφῆναι δυνήσεται.

7

.

13

Καὶ ἵνα μὴ νομίσωμεν αὐτὸν ἀδύνατά τινα ἐπιτάττειν καὶ ὑπερβαίνοντα τὴν φύσιν τὴν ἡμετέραν, πάλιν δευτεροῖ τὴν παραίνεσιν καί φησι· «Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» Τί ἐστιν ὃ βούλεται ἡμᾶς παιδεῦσαι; Μὴ ταῦτα, φησί, φρο‐
5νεῖτε τὰ τῆς γῆς ἄξια. Τίνα δέ ἐστι τὰ τῆς γῆς ἄξια; Τὰ μηδὲν ἔχοντα μόνιμον, τὰ πρὶν ἢ φανῆναι ἀφιπτάμενα, τὰ μηδὲν ἔχοντα βέβαιον μηδὲ ἀκίνητον, τὰ τῷ παρόντι βίῳ συγκαταλυόμενα, τὰ πρὶν ἢ ἀνθῆσαι μαραινόμενα, τὰ φθορᾷ ὑποκείμενα. Τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα κἂν πλοῦτον
10εἴπῃς κἂν δυναστείαν κἂν δόξαν κἂν σώματος ὥραν κἂν ἅπα‐
σαν τοῦ βίου τὴν εὐημερίαν.

7

.

14

Διὰ τοῦτο καὶ λέξει τοιαύτῃ ἐχρήσατο εἰπών· «Μὴ τὰ ἐπὶ τῆς γῆς», τῷ ὀνόματι τῆς γῆς τὴν πολλὴν αὐτῶν εὐτέ‐ λειαν ἐνδείξασθαι βουλόμενος. Μὴ τοίνυν ταῦτα φρονεῖτε, φησίν, ἀλλὰ τὰ ἄνω· ἀντὶ τῶν ἐπὶ τῆς γῆς, τῶν εὐτελῶν τού‐
5των καὶ παρατρεχόντων, τὰ ἄνω φρονεῖτε, φησί, τὰ ἐν τοῖς οὐρανοῖς, τὰ ἀκίνητα, τὰ τῷ διηνεκεῖ αἰῶνι συμπαρεκτεινό‐ μενα, τὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ὁρώμενα, τὰ τέλος οὐκ ἐπιστάμενα, τὰ διαδοχὴν οὐκ εἰδότα, τὰ πέρας οὐκ ἔχοντα. Περὶ ἐκεῖνα βούλομαι διηνεκῶς ὑμῶν στρέφεσθαι τὸν λογισμόν.
10Ἡ γὰρ ἐν τούτοις μελέτη τῆς γῆς ἀπαλλάττει καὶ πρὸς τὸν οὐρανὸν μεθίστησι.

7

.

15

Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· «Ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ.» Ἡ γὰρ ψυχὴ ἐπει‐ δὰν τὴν ἔννοιαν δέξηται τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν, καθ‐ άπερ ἀπολυθεῖσα τῶν συνδέσμων τοῦ σώματος, μετάρσιος
5ὡς εἰπεῖν γίνεται καὶ καθ’ ἑκάστην ἡμέραν ἐκείνων τὴν ἀπό‐ λαυσιν φανταζομένη, οὐδὲ ἔννοιαν λαβεῖν δύναται τῶν ἐν τῇ γῇ πραγμάτων ἀλλὰ πάντα καθάπερ ὄναρ καὶ σκιὰν παρατρέ‐ χει, ἐκεῖ τεταμένον ἔχουσα διηνεκῶς τὸν λογισμὸν κἀκεῖνα μονονουχὶ ὁρᾶν νομίζουσα τοῖς τῆς πίστεως ὀφθαλμοῖς καὶ
10ἐφ’ ἑκάστης πρὸς τὴν ἐκείνων ἀπόλαυσιν ἐπειγομένη.

7

.

16

Ἀκούσωμεν τοίνυν τῆς παραινέσεως τοῦ μακαρίου τού‐ του τοῦ θαυμαστοῦ τῆς οἰκουμένης διδασκάλου, τοῦ καλοῦ παιδοτρίβου, τοῦ γεωργοῦ τῶν ἡμετέρων ψυχῶν, κἀκεῖνα φρο‐ νῶμεν ἅπερ αὐτὸς συνεβούλευσεν· οὕτω γὰρ δυνησόμεθα καὶ
5τῶν παρόντων ἀπολαύειν καὶ τῶν μελλόντων ἐπιτυχεῖν. Ἐὰν γὰρ ἐκεῖνα ζητῶμεν προηγουμένως, καὶ ταῦτα ἐν προσθήκης ἕξομεν μέρει· «Ζητεῖτε γάρ, φησί, τὴν βασιλείαν τοῦ Θεοῦ
καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Μὴ τοίνυν ἅπερ ἐν προσθήκης μέρει ὑπέσχετο ἡμῖν
10παρέξειν, ταῦτα προηγουμένως ζητῶμεν ἵνα μὴ ἐναντία τῇ δεσποτικῇ παραινέσει διαπραττόμενοι, ἑκατέρων ἐκπέσωμεν. Μὴ γὰρ ἀναμένει τὴν παρ’ ἡμῶν ὑπόμνησιν ὁ δεσπότης καὶ τότε ἡμῖν τὰς παρ’ ἑαυτοῦ παρέχει δωρεάς; Οἶδεν ὧν χρείαν ἔχομεν πρὸ τοῦ ἡμᾶς αἰτῆσαι αὐτόν. Ἂν τοίνυν ἴδῃ περὶ
15ἐκεῖνα τὴν σπουδὴν ἡμᾶς ἔχοντας, κἀκείνων ἡμῖν τὴν ἀπό‐ λαυσιν χαριεῖται καὶ ταῦτα μετὰ δαψιλείας παρέξει ἅπερ ἐν προσθήκης μέρει φιλοτιμεῖσθαι ὑπέσχετο. Ζητῶμεν οὖν, πα‐ ρακαλῶ, τὰ πνευματικὰ προηγουμένως καὶ τὰ ἄνω φρονῶμεν, μὴ τὰ ἐπὶ τῆς γῆς, ἵνα κἀκείνων ἐπιτύχωμεν καὶ τούτων
20ἀπολαύσωμεν.

7

.

17

Ἐπειδὴ καὶ οἱ ἅγιοι οὗτοι μάρτυρες, ἐπεὶ τὰ ἄνω ἐφρό‐ νησαν καὶ τῆς γῆς ὑπερεῖδον κἀκεῖνα ἐζήτησαν, διὰ τοῦτο κἀκείνων μετὰ δαψιλείας ἐπέτυχον καὶ τῆς ἐνταῦθα τιμῆς καθ’ ἑκάστην ἡμέραν ἀπολαύουσιν, εἰ καὶ μὴ δέονται ταύτης
5καθάπαξ αὐτῆς ὑπεριδόντες, ἀλλ’ ὅμως διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν προσίενται τὴν παρ’ ἡμῶν τιμὴν καὶ μὴ δεόμενοι, ἵν’ ἡμεῖς τὴν παρ’ αὐτῶν εὐλογίαν καρπώσασθαι δυνηθῶμεν.

7

.

18

Καὶ ἵνα μάθῃς ὅπως ὑπερεῖδον πάντων τῶν ἐν τῷ παρόντι βίῳ ἵνα δυνηθῶσιν ἐπιτυχεῖν τῶν ἀθανάτων ἐκείνων ἀγαθῶν, ἐννόει μοι, ἀγαπητέ, τῷ λογισμῷ ὅτι ὁρῶντες τοῖς σωματικοῖς ὀφθαλμοῖς τὸν τύραννον πῦρ πνέοντα καὶ θήγοντα
5τοὺς ὀδόντας καὶ λέοντος σφοδρότερον τὴν μανίαν ἐπιδεικνύ‐ μενον καὶ πῦρ καὶ τήγανα καὶ λέβητας ὑποκαιομένους παρα‐ σκευάζοντα καὶ πάντα ποιοῦντα ὥστε περιγενέσθαι καὶ κατα‐ παλαῖσαι αὐτῶν τὸν λογισμόν, καταλιπόντες οὗτοι τὰ ἐπὶ τῆς γῆς ἅπαντα, τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὸν βασιλέα τῶν
10οὐρανῶν ἐθεώρουν καὶ τῶν ἀγγέλων τὸν δῆμον παρεστῶτα καὶ τὰ ἀπόρρητα ἐκεῖνα ἀγαθὰ ἐφαντάζοντο.

7

.

19

Καὶ τὸ φρόνημα ἐκεῖ μεταστήσαντες, οὐδενὶ τῶν ὁρω‐ μένων λοιπὸν ἐπεστρέφοντο· ἀλλὰ καὶ τῶν δημίων τὰς χεῖρας ὁρῶντες καταξαινούσας αὐτῶν τὰς σάρκας καὶ τὸ πῦρ τοῦτο τὸ αἰσθητὸν βλέποντες ἀναπτόμενον καὶ τοὺς ἄνθρακας ἐκπη‐
5δῶντας, αὐτοὶ τὸ τῆς γεέννης πῦρ ἑαυτοῖς ὑπέγραφον καὶ οὕτω τὸν λογισμὸν αὐτῶν νευρώσαντες ἥλλοντο λοιπὸν ὡς εἰπεῖν πρὸς τὰ δεινά, οὐ τὴν παροῦσαν ὀδύνην τὴν ἐγγινομένην τῷ σώματι λογιζόμενοι ἀλλὰ πρὸς τὴν διηνεκῆ ἀνάπαυσιν σπεύδοντες. Καὶ κατὰ τὴν παραίνεσιν τοῦ μακαρίου τούτου τὰ
10ἄνω φρονοῦντες, διετέλουν οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Καὶ οὐδὲν τῶν ὁρωμένων κατεπλήττοντο, ἀλλὰ πάντα παρέτρεχον ὡς ὄναρ καὶ σκιὰν αὐτὰ ἡγούμενοι, διὰ τὸ πτερωθῆναι αὐτῶν τὸν λογισμὸν τῇ τῶν μελλόντων ἐπι‐ θυμίᾳ.

7

.

20

Διά τοι τοῦτο καὶ ὁ μακάριος οὗτος εἰδὼς τῆς τοιαύτης συμβουλῆς τὴν ἰσχὺν ἔλεγε· «Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Ὅρα διδασκάλου σύν‐ εσιν, ποῦ ἀνήγαγεν ἀθρόον τοὺς αὐτῷ πειθομένους. Πάντας γὰρ
5διατεμὼν ἀγγέλους, ἀρχαγγέλους, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, πάσας τὰς ἀοράτους ἐκείνας δυνάμεις, τὰ
χερουβίμ, τὰ σεραφίμ, παρ’ αὐτὸν τὸν θρόνον τὸν βασιλικὸν ἔστησε τῶν πιστῶν τὰ φρονήματα· καὶ τοὺς ἐπὶ τῆς γῆς βαδί‐ ζοντας διὰ τῆς οἰκείας διδασκαλίας ἔπεισε μὲν ἀπαλλάττεσθαι
10τῶν συνδέσμων τοῦ σώματος, ἵπτασθαι δὲ καὶ παρ’ αὐτὸν ἑστάναι τῇ διανοίᾳ τὸν τῶν ὅλων κύριον.

7

.

21

Καὶ ἵνα μὴ νομίσωσι πάλιν οἱ ταῦτα ἀκούοντες ὑπερ‐ βαίνειν αὐτοὺς τὴν συμβουλὴν καὶ ἀδύνατα εἶναι τὰ ἐπιτάγ‐ ματα καὶ ὑπὲρ τὴν ἀνθρωπίνην δύναμιν εἶναι τὸ τοιοῦτον φρόνημα ἀναλαβεῖν, εἰπών· «Τὰ ἄνω φρονεῖτε μὴ τὰ ἐπὶ τῆς
5γῆς», ἐπήγαγεν· «Ἀπεθάνετε γάρ.» Ὢ ψυχῆς πεπυρωμένης καὶ πολὺν ἐχούσης τὸν πόθον περὶ τὸν Θεόν. «Ἀπεθάνετε γάρ, φησί», μονονουχὶ λέγων· Τί κοινὸν ἔχετε πρὸς τὸν παρόντα
βίον λοιπόν; Τί κεχήνατε πρὸς τὰ τῆς γῆς πράγματα; Ἀπ‐ εθάνετε, τουτέστι νεκροὶ γεγόνατε τῇ ἁμαρτίᾳ, καθάπαξ ἀπ‐
10ετάξασθε τῇ παρούσῃ ζωῇ.

7

.

22

Εἶτα ἵνα μὴ θορυβηθῶσιν ἀκούοντες ἀπεθάνετε, ταχέως ἐπήγαγε· «καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.» Ἡ ζωή, φησίν, ἡ ὑμετέρα νῦν οὐ φαίνεται, κέκρυπται γάρ· μὴ τοίνυν ὡς ζῶντες οὕτως ἐνεργεῖτε πρὸς τὰ
5τοῦ παρόντος βίου πράγματα, ἀλλ’ ὡσανεὶ ἀποθανόντες καὶ νεκροὶ ὄντες οὕτω διάκεισθε. Εἰπὲ γάρ μοι, μὴ ἔστι τὸν ἀπο‐ θάνοντα κατὰ τὸν βίον τοῦτον ἐνεργεῖν τι λοιπὸν εἰς τὰ παρόντα πράγματα; Οὐδαμῶς. Οὕτω, φησί, καὶ ὑμᾶς ἀποθα‐ νόντας καθάπαξ καὶ νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ τοῦ βαπτί‐
10σματος, ἀκόλουθον μηδὲν κοινὸν ἔχειν πρὸς τὰ τῆς σαρκὸς πάθη καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα. «Ὁ παλαιὸς γὰρ ἡμῶν ἄνθρωπος, φησί, συνεσταυρώθη καὶ ἐτάφη διὰ τοῦ βαπτίσμα‐ τος.» Μηδὲν τοίνυν τῶν ἐπὶ τῆς γῆς διαπράττεσθε μηδὲ ὡς ζῶντες ἐν τοῖς παροῦσι πράγμασιν ἐνεργεῖτε. Ἡ γὰρ ζωὴ ἡ
15ὑμετέρα νῦν μὲν κέκρυπται καὶ ἄδηλός ἐστι τοῖς ἀπίστοις, ἔσται δὲ καιρὸς ὅτε φανερὰ γενήσεται. Νῦν οὐκ ἔστιν ὑμέ‐ τερος ὁ καιρός· ἀποθανόντες τοίνυν καθάπαξ μὴ θελήσητε τὰ ἐπὶ τῆς γῆς φρονεῖν. Τὸ γὰρ τῆς ἀρετῆς ὑμῶν μέγεθος οὕτω μάλιστα διαδείκνυται ὅταν τὸ φρόνημα τῆς σαρκὸς καταγωνι‐
20σάμενοι ὡσανεὶ νεκροὶ τῷ βίῳ γεγενημένοι οὕτω διάκεισθε πρὸς ἅπαντα τὰ βιωτικά.

7

.

23

Ἀκουέτωσαν ταῦτα καὶ οἱ πρόσφατον τῆς τοῦ βαπτί‐ σματος δωρεᾶς ἀξιωθέντες καὶ ἡμεῖς ἅπαντες οἱ πάλαι ταύτης μετασχόντες τῆς χάριτος καὶ δεχώμεθα τὴν συμβουλὴν τοῦ τῆς οἰκουμένης διδασκάλου καὶ ἐννοήσωμεν οἵους εἶναι βούλε‐
5ται τοὺς ἅπαξ τῶν ἀπορρήτων μυστηρίων μετόχους γεγενημέ‐
νους, πῶς ἀλλοτρίους αὐτοὺς τοῦ παρόντος βίου, οὐχ ἵνα ἔξω τοῦ κόσμου τούτου καὶ μακράν που ἀποικισθῶσιν, ἀλλ’ ἵνα ἐν τῷ μέσῳ στρεφόμενοι τῶν μακρὰν ὄντων μηδὲν διαφέρωσιν ἀλλὰ φωστήρων δίκην διαλάμπωσι καὶ διὰ πραγμάτων δεικνύωσι
10τοῖς ἀπίστοις ὅτι εἰς ἑτέραν πολιτείαν ἑαυτοὺς μετέστησαν καὶ οὐδὲν κοινὸν ἔχουσι πρὸς τὴν γῆν καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα.

7

.

24

Καὶ καθάπερ νῦν διὰ τῆς φαιδρᾶς ἐσθῆτος πᾶσι περί‐ βλεπτοι τυγχάνετε καὶ δείκνυσιν ὑμῶν τῆς ἐν τῇ ψυχῇ καθα‐ ρότητος τὴν ὑπερβολὴν καὶ ἡ τῶν ἱματίων φαιδρότης, οὕτω καὶ τὸν ἑξῆς χρόνον καὶ ὑμᾶς τοὺς ἄρτι καταξιωθέντας τῆς
5δωρεᾶς καὶ πάντας τοὺς ἤδη τῆς αὐτῆς ὑμῖν ἀπολαύσαντας φι‐ λοτιμίας, δίκαιον διὰ τῆς ἀρίστης πολιτείας πᾶσι καταδήλους γίνεσθαι καὶ φωτὸς δίκην καταυγάζειν πάντας τοὺς ὁρῶντας. Τὸ γὰρ ἔνδυμα τοῦτο τὸ πνευματικόν, εἰ βουληθείημεν αὐτοῦ τὴν φαιδρότητα διαφυλάττειν, ὅσον πρόεισιν ὁ χρόνος φαιδρο‐
10τέραν τὴν λαμπηδόνα ἀφίησι καὶ πολλὴν τοῦ φωτὸς τὴν μαρ‐ μαρυγὴν, ὅπερ ἐπὶ τῶν αἰσθητῶν ἱματίων οὐδέποτε συμβῆναι δυνατόν. Κἂν γὰρ μυριάκις πολλὴν αὐτῶν ποιώμεθα τὴν ἐπι‐ μέλειαν, καὶ ὑπὸ τοῦ χρόνου δαπανᾶται καὶ παλαιωθέντα ἀφα‐ νίζεται καὶ κείμενα ὑπὸ σητῶν ἀναλίσκεται καὶ πολλὰ ἕτερά
15ἐστι τὰ λυμαινόμενα τὰ ἱμάτια ταῦτα τὰ αἰσθητά. Τὸ μέντοι τῆς ἀρετῆς ἔνδυμα, ἐὰν τὰ παρ’ ἑαυτῶν εἰσφέρειν σπουδάζω‐ μεν, οὔτε ῥύπον ποτὲ δέξεται οὔτε παλαιότητος πεῖραν λήψε‐ ται, ἀλλ’ ὅσῳ ἂν ὁ χρόνος παρατρέχῃ τοσούτῳ μᾶλλον φαιδρό‐ τερον καὶ ἀκμαιότερον τὸ κάλλος καὶ τοῦ φωτὸς τὴν αὐγὴν
20ἐπιδείκνυσιν.

7

.

25

Εἶδες ἱματίου δύναμιν; Εἶδες ἐνδύματος φαιδρότητα οὐ χρόνῳ εἴκουσαν, οὐχ ὑπὸ παλαιότητος ἀμαυρουμένην;
Εἶδες κάλλος ἀμήχανον; Σπουδάζωμεν τοίνυν, παρακαλῶ, τοῦτο τὸ κάλλος ἀκμάζον διατηρεῖν καὶ μάθωμεν ἀκριβῶς τίνα
5ἐστὶ τὰ δυνάμενα τοῦ κάλλους τούτου τὴν φαιδρότητα διατη‐ ρῆσαι. Τίνα οὖν ἐστι; Πρὸ πάντων εὐχὴ ἐκτενὴς καὶ εὐχα‐ ριστία ὑπὲρ τῶν ἤδη παρασχεθέντων καὶ παράκλησις ὑπὲρ τῆς τῶν δοθέντων ἀσφαλείας. Τοῦτο γὰρ ἡ σωτηρία ἡ ἡμε‐ τέρα, τοῦτο τὸ φάρμακον τῶν ἡμετέρων ψυχῶν, τοῦτο τὸ
10ἰατρεῖον τῶν παθῶν τῶν ἐν τῇ ψυχῇ τικτομένων. Εὐχὴ τὸ τεῖχος τῶν πιστῶν, εὐχὴ τὸ ὅπλον ἡμῶν τὸ ἀκαταγώνιστον, εὐχὴ τὸ καθάρσιον τῆς ἡμετέρας ψυχῆς, εὐχὴ ἡ ἀπολύτρωσις τῶν ἡμετέρων ἁμαρτημάτων, εὐχὴ ἡ ὑπόθεσις τῶν μυρίων ἀγαθῶν. Εὐχὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ διάλεξις πρὸς τὸν
15Θεὸν καὶ ὁμιλία πρὸς τὸν τῶν ὅλων δεσπότην. Τί οὖν ἂν εἴη μακαριώτερον τοῦ καταξιουμένου συνεχῶς τῆς πρὸς τὸν δε‐ σπότην ὁμιλίας;

7

.

26

Καὶ ἵνα μάθῃς ὅσον ἐστὶ τοῦτο τὸ ἀγαθόν, ἐννόει μοι τοὺς περὶ τὰ παρόντα πράγματα ἐπτοημένους, τοὺς σκιᾶς οὐδὲν ἄμεινον διαφέροντας. Οἳ ἐπειδὰν ἴδωσί τινα συνεχῶς τῷ ἐπὶ τῆς γῆς βασιλεύοντι διαλεγόμενον, πῶς μέγαν τοῦτον
5εἶναι νομίζουσι καὶ μακαριστότατον ἀποφαίνουσι καὶ περι‐ έπουσι ὡς θαυμαστόν τινα καὶ τῆς ἀνωτάτω τιμῆς ἠξιωμένον. Εἰ τοίνυν ὁ τοιοῦτος καίτοι γε ὁμογενεῖ διαλεγόμενος καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοινωνοῦντι καὶ περὶ βιωτικῶν καὶ ἐπι‐ κήρων πραγμάτων διεξιόντι οὕτω περίβλεπτος εἶναι νομίζε‐
10ται, τί ἄν τις εἴποι περὶ τοῦ καταξιωθέντος τῷ Θεῷ διαλέ‐ γεσθαι οὐ περὶ τῶν ἐπὶ τῆς γῆς πραγμάτων ἀλλὰ περὶ τῆς τῶν ἁμαρτημάτων συγχωρήσεως, περὶ τῆς ἀφέσεως τῶν παραπτω‐ μάτων, περὶ τῆς φυλακῆς τῶν ἤδη παρασχεθέντων, περὶ τῶν μελλόντων παρασχεθήσεσθαι, περὶ τῶν αἰωνίων ἀγαθῶν; Ὁ
15τοιοῦτος καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου μακαριώτερος ἂν γένοιτο εἰ διὰ τῆς εὐχῆς ἐπισπάσαιτο τὴν ἄνωθεν ῥοπήν.

7

.

27

Αὕτη πρὸ πάντων δυνήσεται τοῦ ἐνδύματος τούτου τοῦ πνευματικοῦ τὴν φαιδρότητα διηνεκῶς ἡμῖν διαφυλάττειν καὶ μετὰ ταύτης ἡ δαψιλὴς ἐλεημοσύνη, τὸ κεφάλαιον τῶν ἡμε‐ τέρων ἀγαθῶν, ἡ σωτηρία τῶν ἡμετέρων ψυχῶν. Αὕτη ἡ
5συζυγία τὰ μυρία ἡμῖν ἀγαθὰ ἄνωθεν προξενῆσαι δύναται καὶ τὴν πυρὰν τῶν ἁμαρτημάτων σβέσαι τῶν ἡμετέρων ψυχῶν καὶ πολλὴν ἡμῖν παρασχεῖν τὴν παρρησίαν. Ταύτῃ τῇ συζυγίᾳ χρησάμενος ὁ Κορνήλιος εἰς τὸν οὐρανὸν τὰς εὐχὰς ἀν‐ έπεμπε. Διὸ καὶ ἤκουσε παρὰ τοῦ ἀγγέλου· «Αἱ προσευχαί σου
10καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.»

7

.

28

Εἶδες ἄνδρα ἐν χλανίδι καὶ ζώνῃ τὸν ἅπαντα βίον ἀναστρεφόμενον πόσην ἐντεῦθεν ἐκτήσατο τὴν παρρησίαν; Ἀκουέτωσαν οἱ ταῖς στρατείαις ἐγκατειλεγμένοι καὶ μανθανέ‐ τωσαν ὡς οὐδὲν κώλυμα γίνεται πρὸς ἀρετὴν τῷ νήφειν βουλο‐
5μένῳ ἀλλ’ ἔξεστι καὶ χλανίδα καὶ ζώνην περικειμένῳ καὶ γυναῖκα ἔχοντα καὶ παιδίων ἐπιμελούμενον καὶ οἰκετῶν φροντί‐ ζοντα καὶ ἀρχὴν ἐγκεχειρισμένον τῆς ἀρετῆς πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν. Ἰδοὺ γὰρ καὶ ὁ θαυμάσιος οὗτος καὶ χλανίδα
καὶ ζώνην περικείμενος καὶ στρατιωτῶν ἄρχων, ἑκατόνταρχος
10γὰρ ἦν, ἐπειδὴ ἐβουλήθη καὶ ἔνηφε καὶ ἐγρηγορὼς ἦν, ὅσης ἀξιοῦται τῆς ἄνωθεν κηδεμονίας. Καὶ ἵνα μάθῃς ἀκριβῶς ὅτι ἡ ἄνωθεν χάρις τότε ἡμῖν ἐφί‐ πταται ἐπειδὰν αὐτοὶ τὰ παρ’ ἑαυτῶν πρότερον εἰσενέγκω‐ μεν, ἄκουε τῆς ἱστορίας αὐτῆς. Ἐπειδὴ γὰρ προλαβὼν πολλὰς
15καὶ δαψιλεῖς τὰς ἐλεημοσύνας ἐποιήσατο καὶ μετ’ ἐκτενείας ταῖς προσευχαῖς προσεκαρτέρει, κατὰ τὴν ἐνάτην ὥραν, φησί, προσευχομένῳ αὐτῷ ἐπιστὰς ἄγγελος εἶπεν· «Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσου‐ νον ἐνώπιον τοῦ Θεοῦ.»

7

.

29

Μὴ ἁπλῶς παραδράμωμεν τὸ λεχθέν, ἀλλ’ ἐννοήσωμεν μετὰ ἀκριβείας τοῦ ἀνδρὸς τὴν ἀρετὴν καὶ τότε καταμάθωμεν τοῦ δεσπότου τὴν φιλανθρωπίαν, πῶς οὐδένα περιορᾷ ἀλλ’ ἔνθα ἂν ἴδῃ νήφουσαν ψυχὴν ἐκεῖ τὴν παρ’ ἑαυτοῦ χάριν ἐπιδα‐
5ψιλεύεται. Στρατιώτης ἄνθρωπος, οὐδεμιᾶς ἀπολαύων διδα‐ σκαλίας, ἐν πράγμασι βιωτικοῖς συμπεπλεγμένος, καθ’ ἑκάστην ἡμέραν μυρία ἔχων τὰ περισπῶντα αὐτὸν καὶ ἀνθέλκοντα, οὐκ εἰς συμπόσια καὶ μέθην καὶ ἀδηφαγίαν τὸν ἑαυτοῦ βίον κατ‐ ανήλισκεν, ἀλλ’ εἰς προσευχὰς καὶ ἐλεημοσύνας καὶ τοσαύτην
10οἴκοθεν τὴν σπουδὴν ἐπεδείκνυτο καὶ οὕτω ταῖς εὐχαῖς προσήδρευε καὶ τὰς ἐλεημοσύνας δαψιλεῖς εἰργάζετο ὡς καὶ ὀπτασίας τοιαύτης ἄξιον ἑαυτὸν ἀποφῆναι.

7

.

30

Ποῦ νῦν εἰσιν οἱ τὰς πολυτελεῖς τραπέζας παρατι‐ θέντες καὶ πολὺν τὸν ἄκρατον ἐγχεόμενοι καὶ διημερεύοντες ἐν τοῖς συμποσίοις καὶ οὔτε πρὸ τῆς ἑστιάσεως πολλάκις εὔχεσθαι αἱρούμενοι οὔτε μετὰ τὴν ἑστίασιν τὴν εὐχαριστίαν
5ἀναφέροντες, ἀλλὰ νομίζοντες πάντα αὐτοῖς ἐξεῖναι ἀδεῶς διαπράττεσθαι διὰ τὸ ἐν ἀρχαῖς εἶναι καὶ στρατιωτικοῖς κατα‐ λόγοις ἐναριθμεῖσθαι καὶ χλανίδα καὶ ζώνην περικεῖσθαι.
Ὁράτωσαν τοῦ Κορνηλίου τούτου τὴν ἐν ταῖς εὐχαῖς προσ‐ εδρείαν, τὴν περὶ τὰς ἐλεημοσύνας δαψίλειαν, καὶ ἐγκα‐
10λυπτέσθωσαν.

7

.

31

Τάχα δὲ οὐκ ἐκείνοις μόνοις ἀξιόπιστος οὗτος γενήσε‐ ται διδάσκαλος, ἀλλὰ καὶ πᾶσιν ἡμῖν καὶ αὐτοῖς τοῖς τὸν τῶν μοναχῶν βίον ἐπανῃρημένοις καὶ τὴν ἐκκλησιαστικὴν λει‐ τουργίαν ἀναδεδειγμένοις. Τίς γὰρ ἡμῶν ποτε δυνήσεται καυ‐
5χήσασθαι ὅτι ἢ ἐν ταῖς εὐχαῖς τοσαύτην ἐπεδείξατο τὴν προσεδρείαν ἢ περὶ τὴν ἐλεημοσύνην οὕτω δαψιλὴς γέγονεν ὡς τοιαύτης ὀπτασίας ἄξιος γενέσθαι. Διό, παρακαλῶ, εἰ καὶ μὴ πρότερον, κἂν νῦν γοῦν ἅπαντες τοῦτον ζηλώσωμεν καὶ οἱ ἐν στρατείᾳ κατειλεγμένοι καὶ οἱ τὸν ἰδιωτικὸν βίον μετιόντες
10καὶ τῶν τοσούτων δωρεῶν ἀξιωθέντες, καὶ μὴ ἐλάττους γενώ‐ μεθα τοῦ μετὰ χλανίδος καὶ ζώνης τοσαύτην ἐπιδειξαμένου τὴν ἀρετήν. Τότε γὰρ δυνησόμεθα καὶ τοῦ ἐνδύματος ἡμῶν τούτου τοῦ πνευματικοῦ τὸ κάλλος ἀκμάζον διατηρῆσαι εἰ τὴν συζυγίαν τούτων τῶν ἀρετῶν μετὰ ἀκριβείας ἐπιδειξαίμεθα·

7

.

32

Εἰ δὲ βούλεσθε, καὶ ἕτερα ταύταις προσθῶμεν τὰ συν‐ τελεῖν δυνατὰ πρὸς τὴν φυλακὴν καὶ τὴν ἀφθαρσίαν τούτου τοῦ ἐνδύματος, τὴν σωφροσύνην λέγω καὶ τὸν ἁγιασμόν· «Εἰρήνην γὰρ διώκετε, φησίν, ὁ ἀπόστολος, καὶ τὸν ἁγιασμὸν
5οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Καὶ ταύτην τοίνυν μετὰ ἀκριβείας μετερχώμεθα, καθ’ ἑκάστην ὥραν τοὺς λογισμοὺς ἡμῶν διερευνώμενοι καὶ μὴ ἀφέντες ῥύπον τινὰ ἢ κηλῖδα τὴν ψυχὴν δέξασθαι ἐκ τῶν πονηρῶν ἐνθυμήσεων.

7

.

33

Ἐὰν γὰρ οὕτω διακαθαίρωμεν ἡμῶν τὴν διάνοιαν καὶ πᾶσαν σπουδὴν περὶ τὴν ταύτης ἔχωμεν ἐπιμέλειαν, εὐκολώ‐ τερον καὶ τῶν ἄλλων περιεσόμεθα παθῶν καὶ οὕτω κατὰ μικρὸν εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς ἥξομεν καὶ πολλὰ ἐντεῦθεν
5ἤδη ἑαυτοῖς προαποθέμενοι τὰ ἐφόδια τὰ πνευματικά, δυνη‐ σόμεθα καὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι τῶν τεταμιευμένων τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα,
10κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

8

t

ΛΟΓΟΣ Ηʹ. Τοῦ αὐτοῦ ἀποδοχὴ καὶ ἔπαινος εἰς τοὺς ἀπὸ τῆς περιοικίδος παραγινομένους καὶ ὅτι τῶν δικαίων ἁπάντων ἐπαγγελίας αἰσθη‐
5τὰς δεξαμένων καὶ ἀντὶ τῶν αἰσθητῶν τὰ νοητὰ φανταζομένων, ἡμεῖς ἀπεναντίας τῶν νοητῶν ἐπαγγελίαν δεξάμενοι περὶ τὰ αἰ‐ σθητὰ κεχήναμεν· καὶ ὅτι προσήκει καὶ ὑπὸ τὴν ἕω καὶ κατὰ τὴν ἑσπέραν ἐπὶ τὴν ἐκκλη‐
10σίαν σπεύδοντας τὰς εὐχὰς ποιεῖσθαι καὶ τὰς ἐξομολογήσεις· καὶ εἰς τοὺς νεοφω‐ τίστους.

8

.

1

Ἱκανῶς ὑμᾶς εἱστίασαν ἐν ταῖς παρελθούσαις ἡμέραις οἱ καλοὶ διδάσκαλοι καὶ συνεχοῦς ἀπελαύσατε τῆς πνευματικῆς αὐτῶν παραινέσεως, δαψιλοῦς τῆς εὐλογίας μετασχόντες ἀπὸ τῶν λειψάνων τῶν ἁγίων μαρτύρων. Φέρε δὴ σήμερον λοιπὸν
5ἐπειδὴ λαμπρότερον ἡμῖν τὸ θέατρον ἀπειργάσαντο οἱ ἀπὸ τῆς
χώρας πρὸς ἡμᾶς συρρεύσαντες, καὶ ἡμεῖς δαψιλεστέραν αὐτοῖς τράπεζαν παραθῶμεν τὴν πνευματικὴν τὴν πολλῆς ἀγάπης γέμουσαν ἣν περὶ ἡμᾶς ἐπεδείξαντο. Ταύτην τοίνυν αὐτοῖς παρασχόντες τὴν ἀμοιβὴν καὶ ἀποδεξάμενοι τῆς περὶ
10ἡμᾶς διαθέσεως, πολλὴν περὶ αὐτοὺς τὴν φιλοξενίαν ἐπι‐ δείξασθαι σπουδάσωμεν. Εἰ γὰρ αὐτοὶ τοσοῦτον ὁδοῦ μῆκος διανύσαι οὐκ ὤκνησαν ὥστε διὰ τῆς ἑαυτῶν παρουσίας πολλὴν ἡμῖν παρασχεῖν τὴν εὐφροσύνην, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον δαψιλεστέραν αὐτοῖς σήμερον παραθεῖναι τὴν πνευματικὴν
15ταύτην τροφήν, ἵν’ ἐφόδια λαβόντες ἱκανὰ οὕτως ἐντεῦθεν οἴκαδε ἐπανέλθωσιν.

8

.

2

Ἀδελφοὶ γάρ εἰσιν ἡμέτεροι καὶ μέλη τυγχάνουσι τοῦ τῆς ἐκκλησίας σώματος. Ὡς μέλη τοίνυν ἡμέτερα περιπτυξάμε‐ νοι οὕτω γνησίαν τὴν περὶ αὐτοὺς ἀγάπην ἐπιδειξώμεθα καὶ μὴ τοῦτο ἴδωμεν ὅτι ἐνηλλαγμένην ἔχουσι τὴν διάλεξιν, ἀλλὰ
5τῆς ψυχῆς αὐτῶν τὴν φιλοσοφίαν μετὰ ἀκριβείας κατανοή‐ σωμεν, μηδὲ ὅτι βάρβαρον ἔχουσι τὴν γλῶτταν, ἀλλὰ τὸ ἔνδον φρόνημα καταμάθωμεν καὶ ὅτι ἅπερ ἡμεῖς ἐν λόγοις φιλοσο‐ φοῦντες διδάσκειν σπουδάζομεν, ταῦτα οὗτοι διὰ τῶν πραγ‐
μάτων ἐπιδείκνυνται, τὸν ἀποστολικὸν νόμον διὰ τῶν ἔργων
10πληροῦντες τὸν κελεύοντα ἀπὸ τῆς τῶν χειρῶν ἐργασίας τὴν καθημερινὴν πορίζεσθαι τροφήν.

8

.

3

Ἤκουσαν γὰρ τοῦ μακαρίου Παύλου λέγοντος· «Κοπιῶ‐ μεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί.» Καὶ πάλιν· «Ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὖται.» Καὶ ταῦτα δι’ αὐτῶν τῶν ἔργων πληροῦν σπουδά‐
5ζοντες λαμπροτέραν τῶν λόγων ἀφιᾶσι φωνήν, διὰ τῶν πρά‐ ξεων ἀξίους ἑαυτοὺς ἀποφαίνοντες καὶ τοῦ μακαρισμοῦ τοῦ παρὰ τοῦ Χριστοῦ· «Μακάριος γάρ, φησίν, ὁ ποιήσας καὶ διδάξας.» Ὅταν γὰρ ἡ διὰ τῶν ἔργων προηγῆται διδασκαλία οὐκέτι χρεία τῆς διὰ τῶν λόγων παιδεύσεως. Καὶ ἴδοις ἂν
10τούτων ἕκαστον νῦν μὲν παρὰ τὸ βῆμα ἑστῶτα τὸ ἱερὸν καὶ τοὺς θείους νόμους ἀναγινώσκοντα καὶ τοὺς ὑπηκόους ἐκπαι‐ δεύοντα, νῦν δὲ περὶ τὴν τῆς γῆς ἐπιμέλειαν πονούμενον καὶ ποτὲ μὲν ἄροτρον ἕλκοντα καὶ τὰς αὔλακας τῆς γῆς ἀνα‐ τέμνοντα καὶ τὰ σπέρματα καταβάλλοντα καὶ τοῖς κόλποις
15αὐτῆς παρακατατιθέμενον, ποτὲ δὲ τὸ τῆς διδασκαλίας ἄροτρον μεταχειρίζοντα καὶ εἰς τὰς τῶν μαθητευομένων ψυχὰς τὸν σπόρον τῶν θείων μαθημάτων ἐναποτιθέμενον.

8

.

4

Μὴ τοίνυν πρὸς τὸ σχῆμα ἁπλῶς ὁρῶντες καὶ τῆς γλώτ‐ της τὴν διάλεξιν παρατρέχωμεν αὐτῶν τὴν ἀρετήν, ἀλλ’ ἀκρι‐ βῶς αὐτῶν καταμάθωμεν τὸν βίον τὸν ἀγγελικόν, τὴν φιλόσο‐ φον διαγωγήν. Πᾶσα γὰρ τρυφὴ καὶ ἀδηφαγία παρὰ τούτοις
5ἀπελήλαται· οὐ μόνον δὲ ταῦτα ἀλλὰ καὶ ἡ λοιπὴ βλακεία ἡ ἐν ταῖς πόλεσι πολιτευομένη καὶ τοσαῦτα μόνον σιτοῦνται ὅσα πρὸς τὴν τῆς ζωῆς σύστασιν αὐτοῖς ἀρκέσαι δύναται, καὶ τὸν
λοιπὸν ἅπαντα χρόνον ἐν ὕμνοις καὶ διηνεκέσιν εὐχαῖς τὴν ἑαυτῶν ἀπασχολοῦσι διάνοιαν καὶ ἐν τούτῳ τὴν ἀγγελικὴν
10διαγωγὴν μιμούμενοι.

8

.

5

Καθάπερ γὰρ ἐκείναις ταῖς ἀσωμάτοις δυνάμεσιν ἓν τοῦτο μόνον ἔργον ἐστὶ τὸ διὰ παντὸς ὑμνεῖν τὸν τῶν ὅλων δημιουργόν, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ θαυμάσιοι οὗτοι ἄνδρες καὶ τοῦ σώματος τὴν χρείαν παραμυθοῦνται διὰ τὸ
5σαρκὶ συμπεπλέχθαι, καὶ τὸν ἄλλον ἅπαντα χρόνον τοῖς ὕμνοις καὶ ταῖς εὐχαῖς προσανέχουσι, πολλὰ χαίρειν εἰπόντες ταῖς βιωτικαῖς φαντασίαις καὶ διὰ τῆς ἀρίστης αὐτῶν πολιτείας τοὺς ὑπηκόους εἰς τὴν οἰκείαν μίμησιν ἐναγαγεῖν σπουδά‐ ζουσι. Τίς ἂν οὖν κατ’ ἀξίαν τούτους μακαρίσειεν ὅτι τῆς
10ἔξωθεν παιδεύσεως μὴ μετέχοντες τὴν ἀληθῆ σοφίαν ἐπαι‐ δεύθησαν, δεικνύντες ἐκεῖνο τὸ ἀποστολικὸν διὰ τῶν ἔργων πληρούμενον· «ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν.»

8

.

6

Ὅταν γὰρ ἴδῃς τὸν ἰδιώτην τοῦτον καὶ ἄγροικον καὶ μηδὲν εἰδότα πλέον ἢ τὰ κατὰ τὴν γεωργίαν καὶ τὴν τῆς γῆς ἐπιμέλειαν τῶν μὲν παρόντων οὐδένα ποιούμενον λόγον, πρὸς δὲ τὰ ἐν τοῖς οὐρανοῖς ἀποκείμενα ἀγαθὰ ἐπτερωμένον τὴν
5διάνοιαν καὶ φιλοσοφεῖν ἐπιστάμενον περὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν καὶ ταῦτα μετὰ ἀκριβείας εἰδότα ἅπερ οἱ φιλόσοφοι καὶ μέγα ἐπὶ τῷ πώγωνι καὶ τῇ βακτηρίᾳ φρο‐
νοῦντες οὐδὲ φαντασθῆναί ποτε ἠδυνήθησαν, πῶς οὐκ ἐναργῆ λήψῃ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἀπόδειξιν; Πόθεν γάρ, εἰπέ
10μοι, ἄλλοθεν τούτοις ἡ τοσαύτη τῆς ἀρετῆς φιλοσοφία καὶ τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ τὰ ἄδηλα καὶ ἀφανῆ καὶ τὰ ἐν ἐλπίσι τῶν φαινομένων καὶ ἐν χερσὶ ὄντων προτιθέναι; Τοῦτο γάρ ἐστι πίστις ὅταν τις τὰ ὑπὸ τοῦ Θεοῦ ἐπαγγελθέντα κἂν μὴ φαίνηται τούτοις τοῖς τοῦ σωμάτος ὀφθαλμοῖς,
15ἀξιοπιστότερα ἡγῆται τῶν φαινομένων καὶ πρὸ τῶν ὀφθαλμῶν κειμένων τῶν ἡμετέρων.

8

.

7

Οὕτως οἱ δίκαιοι πάντες εὐδοκίμησαν καὶ τῶν ἀπορ‐ ρήτων ἐκείνων ἀγαθῶν ἠξιώθησαν. Οὕτως ὁ πατριάρχης Ἀβραὰμ ἀνεκηρύχθη παρὰ τοῦ δεσπότου, τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως παραδραμὼν καὶ πρὸς τὴν δύναμιν τοῦ
5ἐπαγγειλαμένου πᾶσαν αὐτοῦ τείνας τὴν διάνοιαν. Διὸ καὶ ἀνακηρύττεται ὑπὸ τῆς θείας γραφῆς· «Ἐπίστευσε γάρ, φησίν, Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Διὰ τοῦτο καὶ ἐκ προοιμίων ἀκούσας· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου,
10καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω», μετὰ πολλῆς τῆς προθυ‐ μίας ὑπήκουσε καὶ τὸ ἐπιταχθὲν εἰς ἔργον ἤγαγε καὶ κατ‐ ελίμπανε μὲν τὴν οἰκείαν γῆν ἔνθα κατασκηνώσας ἐτύγχανεν, ἐξείη δὲ οὐκ εἰδὼς ὅπου στήσεται. Ἀλλὰ τῶν δήλων καὶ ὡμολογημένων προετίμα τὸ κελευσθὲν παρὰ τοῦ δεσπότου καὶ
15οὐ μόνον οὐ περιεργάζετο τὸ πρόσταγμα οὐδὲ ἐταράττετο τὸν
λογισμόν, ἀλλὰ πρὸς τὸ ἀξίωμα τοῦ κελεύσαντος ἀφορῶν, πάντα τὰ ἀνθρώπινα κωλύματα παραδραμών, ἑνὸς ἦν μόνου τοῦ μηδὲν ἐλλιπεῖν τῶν προσταχθέντων.

8

.

8

Ταῦτα δὲ ἐγίνετο οὐ διὰ τὸν δίκαιον μόνον ἵνα δειχθῇ αὐτοῦ τῆς πίστεως τὸ μέγεθος, ἀλλ’ ἵνα καὶ ἡμεῖς ζηλωταὶ γενώμεθα τοῦ πατριάρχου. Ἐπειδὴ γὰρ εἶδεν αὐτοῦ τὴν εὐγνώ‐ μονα ψυχήν, διὰ τοῦτο καθάπερ φωστῆρα λανθάνοντα καὶ
5κεκρυμμένον ἐβουλήθη εἰς τὴν Χαναναίαν αὐτὸν μεταστῆσαι ἵνα τοὺς αὐτόθι πλανωμένους καὶ ὑπὸ τοῦ τῆς ἀγνοίας σκό‐ τους ἔτι πεπηρωμένην ἔχοντας τὴν διάνοιαν, εἰς τὸν τῆς εὐσεβείας χειραγωγήσῃ λόγον. Ὃ δὴ καὶ γέγονε καὶ δι’ ἐκείνου λοιπὸν οὐχ οἱ τὴν Παλαιστίνην μόνον οἰκοῦντες ἀλλὰ καὶ οἱ τὴν
10Αἴγυπτον ἐμάνθανον καὶ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν πρόνοιαν καὶ τοῦ δικαίου τὴν ἀρετήν. Ὅρα γὰρ αὐτοῦ τῆς μεγαλοψυ‐ χίας τὴν ὑπερβολήν, ὅπως πτερωθεὶς ὑπὸ τοῦ περὶ τὸν Θεὸν πόθου οὐ μέχρι τῶν ὁρωμένων ἵστατο οὐδὲ τοῖς ἐπαγγελθεῖσι μόνον προσεῖχεν, ἀλλὰ τὰ μέλλοντα ἐφαντάζετο. Καὶ τοῦ
15Θεοῦ γῆν ἀντὶ γῆς ἐπαγγειλαμένου καὶ εἰπόντος· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω», αὐτὸς κατα‐ λιπὼν τὰ αἰσθητὰ τῶν νοητῶν ἠφίετο.

8

.

9

Τάχα αἴνιγμα ὑμῖν εἶναι δοκεῖ τὸ εἰρημένον; Ἀλλὰ μὴ θορυβηθῆτε· ἐγὼ τὴν ἀπόδειξιν ἐπάγω ἵνα μάθητε ὅπως ὁ δίκαιος αἰσθητῶν ἐπαγγελίαν δεξάμενος περὶ τὰ νοητὰ τὴν ἐπιθυμίαν εἶχε. Πόθεν οὖν τοῦτο ἀκριβῶς εἰσόμεθα; Ἀκού‐
5σωμεν αὐτοῦ λέγοντος, μᾶλλον δὲ τοῦ μακαρίου Παύλου, τοῦ τῆς οἰκουμένης διδασκάλου, τοῦ μετὰ ἀκριβείας ταῦτα ἅπαντα ἐπισταμένου, περὶ αὐτοῦ λέγοντος, οὐ περὶ αὐτοῦ δὲ μόνον
ἀλλὰ καὶ περὶ τῶν δικαίων πάντων. Μνημονεῦσαι γάρ ποτε βουλόμενος τοῦ καταλόγου τῶν δικαίων οἷον τοῦ Ἀβραάμ, τοῦ
10Ἰσαάκ, τοῦ Ἰακώβ φησι· «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.»

8

.

10

Τί λέγεις, ὦ μακάριε Παῦλε; Οὐκ ἔλαβον τὰς ἐπαγγε‐ λίας; Οὐ τὴν Παλαιστίνην πᾶσαν κατέσχον; Οὐ κύριοι τῆς γῆς γεγόνασι; Ναί, φησί· τὴν μὲν Παλαιστίνην εἰλήφασι καὶ τῆς γῆς τὴν κατάσχεσιν, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς περὶ
5ἕτερα τὴν ἐπιθυμίαν εἶχον. Ἐπήγαγεν οὖν λέγων· «Οἱ γὰρ ταῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσι καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνα‐ κάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρα‐ νίου.» Εἶδες αὐτῶν τὸν πόθον; Εἶδες αὐτῶν τὴν ἐπιθυμίαν;
10Εἶδες πῶς τοῦ Θεοῦ πανταχοῦ αἰσθητὰ ἐπαγγελομένου καὶ περὶ γῆς διαλεγομένου, οὗτοι ἐκείνην ἐζήτουν τὴν πατρίδα καὶ ἐκείνης ὀρέγοντο τῆς ἐπουρανίου; Διὰ γὰρ τοῦτο προσ‐ έθηκεν· «Ἧς τεχνίτης ἐστὶ καὶ δημιουργὸς ὁ Θεός.» Εἶδες πῶς τῶν νοητῶν ἐπεθύμουν καὶ ἐκεῖνα ἐφαντάζοντο τὰ μὴ
15τοῖς σωματικοῖς ὀφθαλμοῖς φαινόμενα ἀλλὰ τῇ πίστει νοού‐ μενα;

8

.

11

Ἀλλ’ ἐνταῦθα θορυβεῖται μου ἡ διάνοια καὶ συγχεῖται ὁ λογισμός, ὅταν ἐννοήσω ὅτι ἀπεναντίας πᾶσι τούτοις ἡμεῖς ἐρχόμεθα. Καθάπερ γὰρ οἱ δίκαιοι οὗτοι αἰσθητῶν ἐπαγγελίαν δεξάμενοι περὶ τὰ νοητὰ τὴν ἐπιθυμίαν ἔσχον, οὕτως ἡμεῖς
5νοητῶν ἐπαγγελίαν δεξάμενοι περὶ τὰ αἰσθητὰ ἐπτοήμεθα καὶ οὐκ ἀκούομεν τοῦ μακαρίου Παύλου λέγοντος· «Τὰ γὰρ βλε‐ πόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» Καὶ πάλιν ἀλλαχοῦ δηλῶν ὅτι τοιαῦτά ἐστι τὰ ἡτοιμασμένα τοῖς ἀγαπῶ‐ σιν αὐτὸν λέγει· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε
10καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.» Ἡμεῖς δὲ καὶ μετὰ ταῦτα ἅπαντα περὶ τὰ παρόντα κεχή‐ ναμεν, τὸν πλοῦτον λέγω καὶ τὴν δόξαν τοῦ παρόντος βίου, τὴν τρυφήν, τὰς τιμὰς τὰς παρὰ τῶν ἀνθρώπων· ταῦτα γὰρ δοκεῖ εἶναι τὰ λαμπρὰ τοῦ παρόντος βίου. Δοκεῖ, εἶπον,
15ἐπειδὴ σκιᾶς καὶ ὀνειράτων οὐδὲν διενήνοχε.

8

.

12

Καὶ γὰρ ὁ πλοῦτος αὐτὸς οὐδὲ μέχρι τῆς ἑσπέρας πολλάκις παρέμεινε τοῖς αὐτὸν κατέχειν οἰομένοις, ἀλλὰ καθά‐ περ δραπέτης ἀγνώμων ἀπὸ τούτου πρὸς ἕτερον μεθίσταται, καὶ γυμνοὺς καὶ ἐρήμους ἀφίησι τοὺς μετὰ πολλῆς τῆς σπου‐
5δῆς αὐτὸν περιέποντας· ὅτι δὲ καὶ κινδύνοις πολλάκις περι‐ έβαλεν ἀφορήτοις τοὺς πολλὴν περὶ αὐτὸν τὴν ἐπιθυμίαν ἔχον‐ τας αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διδάσκαλος ἅπασι καθέστηκε. Τοιοῦτόν τί ἐστι καὶ ἡ δόξα ἡ ἀνθρωπίνη; ὁ γὰρ σήμερον λαμπρὸς καὶ ἐπίσημος παρὰ πᾶσι φαινόμενος ἀθρόον ἄτιμος
10γίνεται καὶ πᾶσιν εὐκαταφρόνητος.

8

.

13

Τί οὖν τούτων γένοιτ’ ἂν οὐδαμινέστερον, τῶν πρὶν ἢ φανῆναι λέγω ἀφιπταμένων, τῶν οὐδέποτε ἱσταμένων ἀλλ’ οὕτω
ταχέως παρατρεχόντων τοὺς περὶ ταῦτα ἐπτοημένους; Κα‐ θάπερ γὰρ τὸν τροχὸν οὐδέποτε ἔστιν ἰδεῖν ἐπὶ τοῦ αὐτοῦ τῆς
5ἄντυγος μένοντα μέρους ἀλλὰ διηνεκῶς στρεφόμενον καὶ ἄνω καὶ κάτω περιαγόμενον, οὕτω καὶ ἐπὶ τῶν πραγμάτων ἔστιν ἰδεῖν. Ὀξύρροπος γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ἡ μεταβολὴ καὶ ταχεῖα ἡ μετάπτωσις καὶ οὐδὲν βέβαιον οὐδὲ ἀκίνητον ἔχουσα, ἀλλὰ πάντα εὐπερίτρεπτα καὶ πολλὴν ἔχοντα τὴν
10πρὸς τὸ ἐναντίον ῥοπήν. Τί οὖν ἂν εἴη τούτων καταγελαστό‐ τερον τῶν πρὸς τὰ παρόντα κεχηνότων μὲν καὶ προσηλωμέ‐ νων, τῶν δὲ διηνεκῶς ὄντων καὶ ἀεὶ μενόντων ταῦτα προτιμό‐ τερα ἡγουμένων;

8

.

14

Διὰ τοῦτο καὶ ὁ προφήτης σφοδρὰν τὴν κατηγορίαν ποιούμενος τῶν περὶ ταῦτα ἐπτοημένων φησίν· «Ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα.» Ὅρα πῶς ἑνὶ ῥήματι παραστῆσαι αὐτῶν ἐβουλήθη τὴν οὐδένειαν, οὐκ εἶπεν ὡς
5παρεχόμενα, οὐκ εἶπεν ὡς μεταβαλλόμενα, οὐκ εἶπεν ὡς παρατρέχοντα, ἀλλὰ τί; ὡς φεύγοντα, τὸ τάχος αὐτῶν ἐνδείξασθαι βουλόμενος καὶ τὴν πολλὴν καὶ ἀθρόαν μεταβολὴν καὶ παιδεῦσαι ἡμᾶς μηδέποτε προστετηκέναι τοῖς ὁρωμένοις ἀλλ’ ἐκείνοις μόνοις πεποιθέναι καὶ θαρρεῖν οἷς ἂν
10ὁ Θεὸς ἐπαγγέλληται.

8

.

15

Κἂν γὰρ μυρία κωλύματα ἐν τῷ μέσῳ γένηται, οὐχ οἷόν τέ ποτε διαπεσεῖν τὰ παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα. Ὥσπερ γὰρ αὐτὸς ἄτρεπτος τυγχάνει καὶ ἀναλλοίωτος καὶ ἀεὶ μένων καὶ διηνεκῶς, οὕτω καὶ αἱ ἐπαγγελίαι αὐτοῦ ἀδιάπτωτοι καὶ
5ἀκίνητοι τυγχάνουσι, πλὴν εἰ μήπου παρὰ ἔργον κωλυθῶσιν ἐλθεῖν. Ἐπὶ δὲ τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἐναντίον συμβαίνει. Καθάπερ γὰρ φθαρτὴ καὶ ἐπικηρός ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, οὕτω καὶ αἱ παρὰ τῶν ἀνθρώπων εἰσὶ δωρεαὶ φθαρταὶ καὶ μαραινόμεναι. Καὶ εἰκότως· ἐπεὶ γὰρ φθαρτοὶ καὶ
10ἡμεῖς πάντες ἄνθρωποι καὶ τῶν ἀνθρωπίνων δωρεῶν ἡ φύσις τὴν ἡμετέραν φύσιν μιμεῖται. Ἐπὶ δὲ τῶν τοῦ Θεοῦ ἐπαγ‐ γελιῶν οὐδὲν ἔστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλὰ τὰ ἐπαγ‐ γελθέντα ἐκεῖνα μόνα τὸ βέβαιον ἔχει καὶ ἀκίνητον καὶ πάγιον καὶ στερεόν.

8

.

16

Διό, παρακαλῶ, ἐκεῖνα ζητῶμεν τὰ ἀεὶ μένοντα καὶ μεταβολὴν οὐκ ἐπιδεχόμενα. Διὰ γὰρ τοῦτο ἐπίτηδες καὶ τὸν λόγον τοῦτον εἰς μέσον παρήγαγον ἵνα κοινὴν πρὸς ἅπαντας ποιήσωμαι τὴν παραίνεσιν καὶ πρὸς τοὺς πάλαι μεμυημένους
5καὶ πρὸς τοὺς πρόσφατον τῆς τοῦ βαπτίσματος δωρεᾶς ἀξιω‐ θέντας. Ἐπειδὴ τοίνυν ἐν ταῖς παρελθούσαις ἡμέραις παρὰ τοὺς τάφους τῶν ἁγίων μαρτύρων συνεχῶς παραγινόμενοι πολλὴν ἐκεῖθεν τὴν εὐλογίαν ἐκαρπωσάμεθα καὶ δαψιλοῦς ἀπελαύσαμεν τῆς διδασκαλίας, μέλλει δὲ λοιπὸν ἡ τῶν συνά‐
10ξεων συνέχεια διακόπτεσθαι, ἀναγκαίως ὑπομιμνῄσκω τὴν ὑμετέραν ἀγάπην ὥστε ἔναυλον ἔχειν τῆς τοσαύτης διδασκα‐ λίας τὴν μνήμην καὶ τῶν βιωτικῶν ἁπάντων προτιμότερα ποιεῖσθαι τὰ πνευματικά.

8

.

17

Καὶ μετὰ πολλῆς τῆς σπουδῆς καὶ τὰς ὑπὸ τὸν ὄρθρον εὐχὰς καὶ ἐξομολογήσεις ἐνταῦθα παραγινομένους ἀποδιδό‐ ναι τῷ τῶν ὅλων Θεῷ καὶ εὐχαριστεῖν ὑπὲρ τῶν ἤδη παρασχε‐ θέντων καὶ παρακαλεῖν πολλῆς ἀξιωθῆναι τῆς συμμαχίας πρὸς
5τὴν εἰς τὸ ἑξῆς φυλακήν· καὶ οὕτω μετὰ τὴν ἐντεῦθεν ἔξοδον μετὰ πάσης εὐλαβείας τῶν προσηκόντων ἕκαστον ἅπτεσθαι πραγμάτων. Καὶ ὁ μὲν πρὸς τὴν ἀπὸ τῶν χειρῶν ἐργασίαν
ἐπειγέσθω, ὁ δὲ εἰς τὸν τῆς στρατείας κατάλογον σπευδέτω, ἕτερος περὶ τὰ πολιτικὰ πράγματα· ἕκαστος μέντοι μετὰ
10φόβου καὶ ἀγωνίας τοῖς πράγμασι προσίτω καὶ τὸν τῆς ἡμέρας καιρὸν οὕτω διανυέτω ὡς ὀφείλων περὶ τὸν τῆς ἑσπέρας και‐ ρὸν πάλιν ἐνταῦθα παραγενέσθαι καὶ τῆς ἡμέρας ἁπάσης τὸν λόγον ἀποδοῦναι τῷ δεσπότῃ καὶ συγγνώμην αἰτῆσαι περὶ τῶν ἐπταισμένων. Οὐδὲ γὰρ οἷόν τε κἂν μυριάκις ἀσφαλισώμεθα
15μὴ πολλοῖς καὶ διαφόροις σφάλμασιν ὑπευθύνους ἡμᾶς κα‐ ταστῆσαι· ἢ γὰρ ἀκαίρως τι ἐφθεγξάμεθα, ἢ ματαίαν ἀκοὴν παρεδεξάμεθα, ἢ λογισμὸν ἀπρεπῆ κατὰ τὴν διάνοιαν ἐκινή‐ σαμεν, ἢ προπετῶς εἴδομεν, ἢ μάτην καὶ εἰκῇ τὸν καιρὸν ἀναλώσαμεν καὶ εἰς οὐδὲν δέον.

8

.

18

Καὶ διὰ τοῦτο προσήκει ἡμᾶς καθ’ ἑκάστην ἑσπέραν ὑπὲρ τούτων ἁπάντων τὴν συγγνώμην αἰτεῖν παρὰ τοῦ δεσπότου καὶ ἐπὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταφεύγειν καὶ παρακαλεῖν. Καὶ τῆς νυκτὸς τὸν καιρὸν μετὰ νήψεως ἡμᾶς διαγαγόντας,
5οὕτω πάλιν ἐπὶ τὴν ὑπὸ τὸν ὄρθρον ἐξομολόγησιν ἀπαντᾶν ἵν’ οὕτως ἕκαστος ἡμῶν τὸν ἑαυτοῦ βίον οἰκονομῶν, καὶ τοῦ παρόντος βίου τὸ πέλαγος ἀκινδύνως διαδραμεῖν δυνηθῇ καὶ τῆς παρὰ τοῦ δεσπότου φιλανθρωπίας ἀξιωθῆναι. Καὶ ἐπειδὰν καιρὸς συνάξεως καλῇ, πάντων προτιμάσθω τὰ πνευματικὰ
10καὶ ἡ ἐνταῦθα συνέλευσις, ἵνα καὶ τὰ ἐν χερσὶν ἡμῖν μετὰ ἀσφαλείας οἰκονομῆται.

8

.

19

Ἐὰν γὰρ ταῦτα ἡμῖν ᾗ προηγούμενα, ἐν ἐκείνοις οὐδένα ἕξομεν πόνον, τοῦ φιλανθρώπου Θεοῦ πολλὴν ἡμῖν τὴν εὐμάρειαν ἐν αὐτοῖς παρέχοντος· ἐὰν δὲ τῶν πνευματικῶν ἀμελοῦντες περὶ ἐκεῖνα μόνα σπουδάζωμεν καὶ τῆς ψυχῆς
5οὐδένα ποιούμενοι λόγον περὶ τὰ βιωτικὰ διηνεκῶς στρεφώ‐
μεθα, καὶ τούτων ὑπομενοῦμεν τὴν ζημίαν καὶ ἐν ἐκείνοις οὐδὲν πλέον ἕξομεν. Μὴ τοίνυν ἀντιστρέφωμεν τὴν τάξιν, παρακαλῶ, ἀλλ’ εἰδότες τοῦ δεσπότου τοῦ ἡμετέρου τὴν ἀγα‐ θότητα αὐτῷ πάντα παραχωρῶμεν καὶ μὴ κατατείνωμεν ἑαυ‐
10τοὺς ταῖς βιωτικαῖς φροντίσιν. Ὁ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγῶν διὰ τὴν οἰκείαν φιλανθρωπίαν, πολλῷ μᾶλλον τὴν λοιπὴν ἅπασαν ἡμῖν παρέξει πρόνοιαν· «Οἶδε γάρ, φησίν, ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.»

8

.

20

Διά τοι τοῦτο βούλεται ἡμᾶς πάσης τοιαύτης ἀπηλ‐ λάχθαι φροντίδος καὶ περὶ τὰ πνευματικὰ ἅπασαν ἔχειν τὴν σχολήν. Ζήτει γὰρ σύ, φησί, τὰ πνευματικὰ κἀγώ σοι μετὰ δαψιλείας παρέξω πάντα τὰ σωματικά. Ἐντεῦθεν καὶ οἱ
5δίκαιοι πάντες εὐδοκίμησαν. Ἀπὸ γὰρ τῆς τούτων ἀρετῆς καὶ ὁ λόγος ἡμῖν οὗτος εἰς μέσον ἤχθη· ἐλέγομεν γὰρ ὅτι αἰσθη‐ τῶν ἐπαγγελίαν ἐκεῖνοι δεξάμενοι πραγμάτων τὰ νοητὰ ἐπ‐ εζήτουν· ἡμεῖς δὲ ἀπεναντίας ἐκείνοις πράττομεν καὶ νοητῶν ἐπαγγελίαν ἔχοντες περὶ τὰ αἰσθητὰ κεχήναμεν.

8

.

21

Διά τοι τοῦτο, παρακαλῶ, κἂν νῦν γοῦν ἡμεῖς οἱ ἐν τῇ χάριτι, ἐκείνους μιμησώμεθα τοὺς οἴκοθεν καὶ πρὸ τοῦ νόμου ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης διδασκαλίας πρὸς τοσοῦτον ἀρετῆς ὕψος φθάσαι δυνηθέντας, καὶ πᾶσαν τὴν σπουδὴν
5μεταθῶμεν ἐπὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ ἐναλλάξωμεν ἡμῶν τὰς φροντίδας καὶ καταμερίσωμεν τὴν μέριμναν καὶ τῆς μὲν ψυχῆς αὐτοὶ τὴν ἐπιμέλειαν ἀναδεξώμεθα, ἐπειδὴ τοῦτό ἐστι τὸ κυριώτερον ἐν ἡμῖν· τοῦ δὲ σώματος ἅπασαν τὴν φρον‐ τίδα καὶ τὴν μέριμναν τῷ κοινῷ πάντων δεσπότῃ παραχω‐
10ρῶμεν.

8

.

22

Καὶ τοῦτο γὰρ τῆς αὐτοῦ σοφίας καὶ τῆς ἀφάτου
φιλανθρωπίας τεκμήριον μέγιστον ὅτι τοῦ μείζονος ἐν ἡμῖν, τῆς ψυχῆς λέγω, τὴν ἐπιμέλειαν ἡμῖν ἐνεχείρισε διδάσκων ἡμᾶς δι’ αὐτῶν τῶν πραγμάτων ὅτι αὐτεξουσίους ἡμᾶς εἰργάσατο καὶ
5ἐφ’ ἡμῖν εἶναι κατέλιπε καὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ καὶ τὸ τὴν ἀρετὴν ἑλέσθαι καὶ τὸ πρὸς τὴν κακίαν αὐτομολῆσαι· τῶν δὲ σωματικῶν ἁπάντων αὐτὸς ὑπέσχετο τὴν πρόνοιαν παρέξειν, ἐντρέψαι βουλόμενος καὶ διὰ τούτου τὴν ἀνθρωπείαν φύσιν ὥστε μὴ τῇ οἰκείᾳ πεποιθέναι δυνάμει μηδὲ νομίζειν δύνασθαί
10τι συνεισφέρειν πρὸς τὴν τοῦ παρόντος βίου σύστασιν.

8

.

23

Διὰ δὴ τοῦτο ἡμᾶς τοὺς λόγῳ τετιμημένους καὶ τοσαύ‐ της ἀξιωθέντας προσεδρείας ἐπὶ τὴν τῶν ἀλόγων μίμησιν παρορμᾷ καί φησιν· «Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθή‐
5κας καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά», ὡσεὶ ἔλεγεν· Εἰ τῶν ἀλόγων τῶν πετεινῶν τοσαύτην ποιοῦμαι φροντίδα ὡς ἄσπαρτα καὶ ἀνήροτα αὐτοῖς ἅπαντα παρέχειν, πολλῷ μᾶλλον ὑμῶν τῶν λογικῶν πλείονα ποιήσομαι τὴν ἐπιμέλειαν, εἰ τὰ πνευματικὰ τῶν σαρκικῶν προτιμῆσαι ἕλοισθε. Εἰ γὰρ καὶ
10ταῦτα δι’ ὑμᾶς παρήγαγον καὶ τὴν κτίσιν ἅπασαν, ἐγὼ δὲ καὶ τούτων τοσαύτην ποιοῦμαι τὴν πρόνοιαν, πόσης οὐκ ἂν ὑμᾶς ἀξιώσω τῆς κηδεμονίας δι’ οὓς καὶ ταῦτα ἅπαντα παρήχθη.

8

.

24

Θαρρῶμεν τοίνυν, παρακαλῶ, τῇ τοῦ Θεοῦ ὑποσχέσει καὶ ὅλην ἡμῶν τὴν διάνοιαν τείνωμεν περὶ τὸν τῶν πνευματι‐ κῶν πόθον καὶ δεύτερα πάντα ἡγώμεθα τῆς τῶν μελλόντων ἀπολαύσεως, ἵνα καὶ τῶν παρόντων μετὰ δαψιλείας ἐπιτύχω‐
5μεν καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἀξιωθῆναι δυνηθῶμεν καὶ τῆς ἐν τῇ γεέννῃ τιμωρίας ἐλευθερωθῆναι. Μή μοι πάλιν εἰς ῥᾳθυμίαν καὶ ἀνονήτους διατριβὰς καὶ εἰς διεφθαρμένους
συλλόγους καὶ εἰς συμπόσια καὶ μέθην καθημερινὴν ἅπας τῆς ἡμέρας ὁ καιρὸς καταναλισκέσθω, μὴ τὰ καλῶς συλλε‐
10γέντα διὰ τῆς μετὰ ταῦτα ἀμελείας διαρρυῆναι ποιήσωμεν ἀλλὰ μετὰ ἀσφαλείας κατέχωμεν τὰ δωρηθέντα ἡμῖν ἅπαντα παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας.

8

.

25

Καὶ μάλιστα ὑμεῖς οἱ νεωστὶ τὸν Χριστὸν ἐνδυσάμενοι καὶ τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν ὑποδεξάμενοι, καθ’ ἑκά‐ στην ἡμέραν, παρακαλῶ, ὑμῶν περισκοπεῖτε τοῦ ἐνδύματος τὴν φαιδρότητα ὥστε μηδαμοῦ σπίλον ἢ ῥυτίδα δέξασθαι, μὴ διὰ
5λόγων ἀκαίρων, μὴ δι’ ἀκοῆς ματαίας, μὴ διὰ λογισμῶν πονη‐ ρῶν, μὴ δι’ ὀφθαλμῶν ἁπλῶς καὶ εἰκῇ τοῖς προστυγχάνουσιν ἐπιπηδώντων. Πανταχόθεν τοίνυν ἑαυτοὺς ἅπαντας τειχίζω‐ μεν τῇ διηνεκεῖ μνήμῃ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἵνα ἐν φαιδρότητι διαμείναντες καὶ τὸ τῆς ἀφθαρσίας ἔνδυμα ἄσπι‐
10λον καὶ ἀκηλίδωτον διαφυλάξαντες τῶν ἀπορρήτων ἐκείνων ἀξιωθῶμεν δωρεῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή· νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.