TLG 2062 381 :: JOANNES CHRYSOSTOMUS :: Catechesis ultima ad baptizandos (series prima) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Catechesis ultima ad baptizandos (series prima) Citation: Pg — (ln) | ||
19t | Τοῦ αὐτοῦ πρὸς τοὺς μέλλοντας φωτίζεσθαι κατήχησις ἐσχάτη. | |
---|---|---|
20t | Λόγος γʹ. | |
21 | Ἐσχάτη τῆς κατηχήσεως ἡ σήμερον ἡμέρα· διὸ καὶ ὁ πάντων ἔσχατος εἰς τὴν ἐσχάτην ἀφῖγμαι· ἀφῖγμαι δὲ ἔσχατος ἀπαγγέλλων ὑμῖν, ὅτι μετὰ δύο ἡμέρας ὁ νυμφίος ἔρχεται. ἀλ‐ λὰ διανάστητε καὶ τὰς λαμπάδας ἀνάψατε καὶ φαιδρῷ τῷ φω‐ | |
25 | τὶ τὸν βασιλέα τῶν οὐρανῶν ὑποδέξασθε. ἀνάστητε καὶ γρηγο‐ | |
ρήσατε· οὐ γὰρ ἐν ἡμέρᾳ, ἀλλὰ μέσον τῶν νυκτῶν ὁ νυμφίος | 166 | |
167 | πρὸς ὑμᾶς ἔρχεται· καὶ γὰρ τῆς νυμφαγωγίας τοῦτο τὸ ἔθος, ἐν ἑσπέρᾳ βαθείᾳ τὰς νύμφας παραδίδοσθαι τοῖς νυμφίοις. ἀλλὰ μὴ παραδράμητε ἁπλῶς τὸ ῥῆμα ἀκούσαντες, ὅτι νυμφίος ἔρχε‐ ται· μέγα γὰρ ὄντως καὶ πολλῆς γέμον φιλανθρωπίας. οὐχὶ τὴν | |
5 | φύσιν τῶν ἀνθρώπων πρὸς αὐτὸν ἀπελθεῖν ἐκέλευσεν, ἀλλ’ αὐτὸς πρὸς ἡμᾶς παρεγένετο· καὶ γὰρ οὕτως γάμων ὁ νόμος, τὸν νυμ‐ φίον ἔρχεσθαι πρὸς τὴν νύμφην, κἂν ὁ μὲν εὐπορώτατος ᾖ, ἡ δὲ εὐτελὴς καὶ ἀπερριμμένη. ἀλλ’ ἐπ’ ἀνθρώπων μὲν οὐδὲν θαυ‐ μαστὸν τοῦτο γίνεσθαι· κἂν γὰρ τῆς ἀξίας πολὺ τὸ διάφορον ᾖ, | |
10 | ἀλλὰ τῆς φύσεως οὐδέν ἐστι τὸ μέσον· κἂν γὰρ εὔπορος ὁ νυμ‐ φίος, πτωχὴ δὲ ἡ νύμφη καὶ εὐτελής, ἀλλὰ τῆς αὐτῆς ἀμφότεροι φύσεως. ἐπὶ δὲ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας τὸ θαῦμά ἐστιν, ὅτι θεὸς ὢν καὶ τῆς μακαρίας καὶ ἀκηράτου οὐσίας ἐκείνης (ἴστε δὲ ὅσον τὸ μέσον θεοῦ πρὸς ἀνθρώπους) κατηξίωσε πρὸς τὴν | |
15 | ἡμετέραν φύσιν ἐλθεῖν· καὶ τὸν πατρῷον οἶκον ἀφεὶς οὐ τῇ με‐ ταβάσει, ἀλλὰ τῇ κατὰ τὴν σάρκα οἰκονομίᾳ πρὸς τὴν νύμφην ἔδραμε. τοῦτο γοῦν καὶ αὐτὸς ὁ μακάριος Παῦλος εἰδὼς καὶ θαυ‐ μάσας τῆς κηδεμονίας καὶ τῆς τιμῆς τὴν ὑπερβολὴν ἀνέκραγε μέγα καὶ εἶπεν· “ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα | |
20 | αὑτοῦ καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυ‐ ναῖκα αὑτοῦ. τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν”. Καὶ τί θαυμαστόν, εἰ πρὸς τὴν νύμφην ἦλθεν, ὅπου γε καὶ τὴν ψυχὴν θεῖναι ὑπὲρ αὐτῆς οὐ παρῃτήσατο; καίτοι γε οὐ‐ | |
25 | δεὶς νυμφίος ὑπὲρ νύμφης ψυχὴν ἔθηκεν· οὐδεὶς γάρ, οὐδεὶς ἐρα‐ στής, κἂν σφόδρα ᾖ μανικός, οὕτω τῆς ἐρωμένης περικαίεται τῆς ἑαυτοῦ, ὡς ὁ θεὸς τῆς σωτηρίας τῶν ἡμετέρων ἐφίεται ψυχῶν. “κἂν ἐμπτυσθῆναι δέῃ”, φησίν, “κἂν ῥαπισθῆναι, κἂν εἰς αὐτὸν ἀναβῆναι τὸν σταυρόν, οὐδὲ σταυρωθῆναι παραιτήσομαι, ὥστε τὴν | |
30 | νύμφην λαβεῖν”. ταῦτα δὲ ἔπασχε καὶ ὑπέμεινεν οὐχὶ τὸ κάλ‐ λος αὐτῆς θαυμάσας· οὐδὲν γὰρ ταύτης αἰσχρότερον οὐδὲ ἀτερ‐ πέστερον ἦν πρὸ τούτου. ἄκουσον γοῦν, πῶς ὁ Παῦλος τὴν ἀμορφίαν | |
αὐτῆς καὶ τὴν αἰσχρότητα διαγράφει· “ἦμεν γάρ ποτε καὶ ἡμεῖς | 167 | |
168 | ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, στυγητοί, μισοῦντες ἀλλήλους”. ἀλλήλους ἐμισοῦμεν (τοσαύτη τῆς κακίας ἦν ἡ ὑπερβολή), ὁ δὲ θεὸς ἡμᾶς τοὺς ἀλλή‐ λους μισοῦντας οὐκ ἐμίσησεν, ἀλλὰ τοὺς ἐν αἰσχρότητι τοσαύτῃ, τοὺς | |
5 | ἐν ἀμορφίᾳ ὄντας ψυχῆς, τούτους διέσωσε. καὶ ἐλθὼν καὶ εὑρὼν τὴν μέλλουσαν αὐτῷ νυμφαγωγεῖσθαι γυμνὴν καὶ ἀσχημονοῦσαν ἱμά‐ τιον αὐτὴν περιέβαλε καθαρὸν καὶ οὗ τὴν λαμπρότητα καὶ τὴν δόξαν οὐδεὶς οὐ λόγος οὐ νοῦς παραστῆσαι δυνήσεται. πῶς εἴπω; ὡς ἱμάτιον ἑαυτὸν ἡμῖν περιέβαλεν· “ὅσοι γὰρ εἰς Χριστὸν ἐβα‐ | |
10 | πτίσθητε, Χριστὸν ἐνεδύσασθε”. τοῦτο τὸ ἱμάτιον ἄνωθεν ἰδὼν προφητικοῖς ὀφθαλμοῖς ὁ Δαυὶδ ἐβόα καὶ ἔλεγε· “παρέστη ἡ βα‐ σίλισσα ἐκ δεξιῶν σου”. βασίλισσα ἀθρόον γέγονεν ἡ πτωχὴ καὶ ἀπερριμμένη καὶ πλησίον ἕστηκε τοῦ βασιλέως, καὶ καθάπερ νυμ‐ φίον καὶ νύμφην ἐν ἱερᾷ παστάδι ἑστῶτας οὕτω δείκνυσι τὴν Ἐκ‐ | |
15 | κλησίαν καὶ τὸν Χριστὸν ὁ προφήτης· “ἐν ἱματισμῷ διαχρύσῳ περι‐ βεβλημένη, πεποικιλμένη”. ἰδοὺ καὶ τὸ ἱμάτιον εἶπέ σοι· εἶτα, ἵνα μὴ χρυσὸν ἀκούσας πρὸς τὰ αἰσθητὰ καταπέσῃς, ἀνάγει σου τὴν δι‐ άνοιαν καὶ παραπέμπει πρὸς τὴν τῶν νοητῶν θεωρίαν ἐπάγων καὶ λέγων· “πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν”. | |
20 | βούλει καὶ τὰ ὑποδήματα αὐτῆς ἰδεῖν; οὐδὲ ταῦτα ἀπὸ αἰσθητῆς ὕλης ἐστὶν ἐρραμμένα, οὐδὲ ἀπὸ κοινῶν συγκείμενα δερμάτων, ἀλλ’ ἀπὸ εὐαγγελίου καὶ εἰρήνης· “ὑποδήσασθε” γάρ φησι “τοὺς πόδας ὑμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης”. θέλεις σοι δεί‐ ξω καὶ τὴν ὄψιν τῆς νύμφης αὐτὴν ἀπαστράπτουσαν καὶ κάλλος | |
25 | ἀμήχανον ἔχουσαν, πολὺ μὲν περὶ αὐτὴν πλῆθος ἀγγέλων, ἀρχαγ‐ γέλων; πλὴν ἀλλ’ ἐπιλαβώμεθα τῆς χειρὸς τοῦ νυμφαγωγοῦ Παύ‐ λου, ὃς τὸ πλῆθος διατεμὼν εἰσαγαγεῖν ἡμᾶς πρὸς αὐτὴν δυνή‐ σεται. τί οὖν οὗτος φησίν; “οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ἑαυτῶν γυ‐ ναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ παρ‐ | |
30 | έδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λου‐ τρῷ τοῦ ὕδατος ἐν ῥήματι”. εἶδες αὐτῆς τὸ σῶμα καθαρὸν καὶ | |
φαιδρόν; εἶδες ὡραίαν ὑπὲρ τὰς ἡλιακὰς ἀστράπτουσαν ἀκτῖνας· | 168 | |
169 | εἶτα ἐπάγει, “ἵνα ᾖ ἁγία καὶ ἄμωμος, μὴ ἔχουσα σπῖλον ἢ ῥυτί‐ δα ἤ τι τῶν τοιούτων”. εἶδες αὐτὸ τῆς νεότητος τὸ ἄνθος, αὐτὴν τῆς ἡλικίας τὴν ἀκμήν; βούλει καὶ τὸ ὄνομα αὐτῆς μαθεῖν; πι‐ στὴ καλεῖται καὶ ἁγία. “Παῦλος” γάρ φησιν “ἀπόστολος Χρι‐ | |
5 | στοῦ Ἰησοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χρι‐ στῷ Ἰησοῦ”. Ἀλλὰ τὸ ὄνομα τῆς νύμφης ἀκούσας ἀνέμνησα ἐμαυτὸν ὀφλήματος παλαιοῦ· καὶ γὰρ ἤμην ὑποσχόμενος ὑμῖν, τίνος ἕνεκεν πιστοὶ λεγόμεθα. τίνος οὖν ἕνεκεν λεγόμεθα; πράγματα ἐπιστεύ‐ | |
10 | θημεν οἱ πιστοί, ἅπερ οἱ τοῦ σώματος ἡμῶν ὀφθαλμοὶ ἰδεῖν οὐ δύνανται· οὕτως ἔστι μεγάλα καὶ φρικώδη καὶ τὴν φύσιν ὑπερ‐ βαίνει τὴν ἡμετέραν. οὔτε γὰρ λογισμὸς εὑρεῖν οὔτε λόγος ἀν‐ θρώπινος ἑρμηνεῦσαι αὐτὰ δυνήσεται, μόνη δὲ ἡ τῆς πίστεως οἶ‐ δεν αὐτὰ διδασκαλία καλῶς. διὰ τοῦτο διπλοῦς ἡμῖν ἐποίησεν | |
15 | ὀφθαλμοὺς ὁ θεός, τοὺς μὲν τῆς σαρκός, τοὺς δὲ τῆς πίστεως. ὅταν εἰσέλθῃς εἰς τὴν ἱερὰν μυσταγωγίαν, οἱ μὲν ὀφθαλμοὶ τῆς σαρκὸς τὸ ὕδωρ ὁρῶσιν, οἱ δὲ ὀφθαλμοὶ τῆς πίστεως τὸ πνεῦμα βλέπουσι· κἀκεῖνοι μὲν τὸ σῶμα θεωροῦσι βαπτιζόμενον, οὗτοι δὲ τὸν παλαιὸν ἄνθρωπον θαπτόμενον· ἐκεῖνοι τὴν σάρκα λουομένην, | |
20 | οὗτοι τὴν ψυχὴν καθαιρομένην· ἐκεῖνοι τὸ σῶμα ἀναβαῖνον ἀπὸ τῶν ὑδάτων, οὗτοι τὸν καινὸν ἄνθρωπον καὶ ἀποστίλβοντα βλέπου‐ σιν ἀναβαίνοντα ἀπὸ τῆς ἱερᾶς ταύτης καθάρσεως. κἀκεῖνοι μὲν τὸν ἱερέα βλέπουσιν ἄνωθεν ἐπιτιθέντα τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς κεφαλῆς ἁπτόμενον, οὗτοι δὲ τὸν ἀρχιερέα τὸν μέγαν ἐκ τῶν | |
25 | οὐρανῶν θεωροῦσι τὴν δεξιὰν τὴν ἀόρατον ἐκτείνοντα καὶ τῆς κε‐ φαλῆς ἁπτόμενον· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ τότε βαπτίζων, ἀλλ’ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ παῖς. καὶ ὅπερ ἐπὶ τῆς δεσποτικῆς ἐγένετο σαρκός, τοῦτο καὶ ἐπὶ τῆς ἡμετέρας γίνεται· καθάπερ γὰρ ἐκείνην τῷ μὲν δοκεῖν Ἰωάννης ἀπὸ τῆς κεφαλῆς κατεῖχεν, ὁ δὲ | |
30 | θεὸς λόγος εἰς τὰ Ἰορδάνεια ῥεῖθρα κατῆγε καὶ ἐβάπτιζε καὶ ἄνωθεν ἡ πατρικὴ φωνὴ λέγουσα, “οὗτός ἐστιν ὁ υἱός μου ὁ | |
ἀγαπητός”, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῆς ἐπιφοιτήσεως. | 169 | |
170 | τοῦτο καὶ ἐπὶ τῆς σῆς γίνεται σαρκός· εἰς γὰρ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὸ βάπτισμα γίνεται. διὰ τοῦτο καὶ Ἰω‐ άννης ἔλεγε παιδεύων ἡμᾶς, ὅτι οὐκ ἄνθρωπος ἡμᾶς βαπτίζει, ἀλλ’ ὁ θεός· “ὀπίσω μου ἔρχεται ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰ‐ | |
5 | μὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί”. διὰ τοῦτο καὶ ὁ ἱερεὺς βα‐ πτίζων οὐ λέγει “Βαπτίζω τὸν δεῖνα”, ἀλλὰ “Βαπτίζεται ὁ δεῖ‐ να εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύμα‐ τος”, δεικνὺς ὅτι οὐκ αὐτός ἐστιν ὁ βαπτίζων, ἀλλ’ ὁ πατὴρ καὶ | |
10 | ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὧν καὶ τὸ ὄνομα ἐπικέκληται. διὰ τοῦτο καὶ ἡ σήμερον ἡμῶν ἀπαγγελία πίστις λέγεται, καὶ οὐδὲν ἕτε‐ ρον ὑμῖν ἐπιτρέπομεν εἰπεῖν πρότερον, ἕως ἂν εἴπητε ὅτι “Πι‐ στεύω”. τὸ ῥῆμα τοῦτο θεμέλιος ἄσειστος, οἰκοδομὴν ἔχων ἄνωθεν ἀσάλευτον. διὰ τοῦτο καὶ Παῦλος φησί· “πιστεῦσαι γὰρ δεῖ τὸν | |
15 | προσερχόμενον τῷ θεῷ, ὅτι ἔστι”. διὰ τοῦτο καὶ σὺ προσερχόμε‐ νος τῷ θεῷ πρῶτον πιστεύεις καὶ τότε τοῦτο φθέγγει τὸ ῥῆμα· ἐὰν γὰρ μὴ τοῦτο ᾖ, οὐδὲν τῶν ἄλλων οὔτε εἰπεῖν οὔτε νοῆσαι δύνασαι. καὶ ἵνα τὴν ἄρρητον ἐκείνην καὶ ἀμάρτυρον παραλείπω γέννησιν, ταύτην τὴν κάτω γενομένην, ἧς πολλοὶ μάρτυρες ἐγέ‐ | |
20 | νοντο, παραγαγὼν εἰς μέσον δι’ αὐτῆς σε τῶν πραγμάτων τῆς ἀποδείξεως πιστώσομαι, ὅτι πίστεως ἄνευ οὐ δυνατὸν οὐδὲ ταύ‐ την καταδέξασθαί ποτε. ὁ ἀχώρητος, ὁ πάντα συνέχων καὶ δια‐ κρατῶν, εἰς μήτραν ἦλθε παρθενικήν· πῶς, εἰπέ μοι, καὶ τίνι τρόπῳ; ἀποδεῖξαι μὲν οὐκ ἔστιν· ἂν δὲ ἐπὶ τὴν πίστιν ἔλθῃς, | |
25 | ἐκείνη σε πληροφορῆσαι δυνήσεται· τὰ γὰρ ὑπερβαίνοντα τῶν ἡμε‐ τέρων λογισμῶν τὴν ἀσθένειαν τῇ τῆς πίστεως ἐπιτρέπειν διδα‐ σκαλίᾳ χρή. τοῦτον τὸν τρόπον τῆς γεννήσεως οὔτε Ματθαῖος οἶδεν αὐτὸς ὁ γράψας. ὅτι μὲν γὰρ “εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύ‐ ματος ἁγίου” εἶπεν, τὸν δὲ τρόπον οὐκ ἐδίδαξεν. οὔτε Γαβριὴλ ἐπί‐ | |
30 | σταται, καὶ γὰρ καὶ ἐκεῖνος τοῦτό φησι μόνον· “πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι”. τὸ δὲ | |
πῶς καὶ τίνι τρόπῳ οὐδὲ αὐτὸς ἐπίσταται. | 170 | |
171 | Ἀλλὰ τὸν μὲν περὶ πίστεως λόγον τῷ διδασκάλῳ παρα‐ χωρήσομεν, καὶ ἡμῖν δὲ δυνατὸν ἐν ἑτέρῳ καιρῷ πρὸς ὑμᾶς εἰ‐ πεῖν, ὅταν πολλοὶ τῶν ἀμυήτων παρῶσιν· ἃ δὲ ἀνάγκη μόνους ἀκοῦσαι ὑμᾶς νῦν καὶ οὐ δυνατὸν ἐκείνων ἀναμεμιγμένων ὑμῖν εἰ‐ | |
5 | πεῖν, ταῦτα τήμερον ἀναγκαῖον εἰπεῖν. τίνα οὖν ἐστι ταῦτα; μετὰ τὴν αὔριον τῇ Παρασκευῇ, ὥρᾳ ἐνάτῃ, ἀνάγκη τινὰ ὑμᾶς ἀπαι‐ τηθῆναι ῥήματα καὶ συνθήκας θέσθαι πρὸς τὸν δεσπότην. οὐχ ἁπλῶς δὲ ὑμᾶς οὐδὲ τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἀνέμνησα ταύ‐ την· ἀλλὰ ἔστι καὶ ἀπὸ τούτων μαθεῖν τι μυστικόν. καὶ γὰρ τῇ | |
10 | Παρασκευῇ, ἐνάτῃ ὥρᾳ, ὁ λῃστὴς εἰς τὸν παράδεισον εἰσῆλθε καὶ τὸ σκότος κατελύθη τὸ ἀπὸ τῆς ἕκτης ὥρας ἕως τῆς ἐνάτης, καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητὸν φῶς τότε ὑπὲρ τῆς οἰκουμένης ἀνη‐ νέχθη θυσία· τότε γάρ φησιν ὁ Χριστός· “πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου”. τότε τὸν ἥλιον τῆς δικαιοσύνης | |
15 | ἰδὼν ἀπὸ τοῦ σταυροῦ λάμποντα ὁ αἰσθητὸς οὗτος ἥλιος τὰς ἀκτῖ‐ νας ἀπέστρεψεν. ὅταν οὖν μέλλῃς εἰσάγεσθαι καὶ σὺ κατὰ τὴν ἐνάτην ὥραν, ἀναμιμνήσκου καὶ σὺ τοῦ μεγέθους τῶν κατορθω‐ μάτων καὶ τὰς δωρεὰς ἀρίθμει ταύτας παρὰ σαυτῷ, καὶ οὐκ ἔσῃ λοιπὸν ἐπὶ τῆς γῆς, ἀλλὰ διαναστήσῃ καὶ τῶν οὐρανῶν αὐτῶν ἐπι‐ | |
20 | λήψῃ τῇ ψυχῇ. δεῖ τοίνυν εἰσαχθέντας ὑμᾶς τότε κοινῇ πάντας (καὶ γὰρ καὶ τοῦτο παρατήρει, ὅτι πάντα κοινῇ δίδοται πᾶσιν ὑμῖν, ἵνα μήτε ὁ πλούσιος ὑπερίδῃ τοῦ πένητος, μήτε ὁ πένης ἔλατ‐ τον ἔχειν τι τοῦ πλουσίου νομίζῃ· ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ, οὐ Σκύθης, οὐ Βάρβαρος, οὐκ Ἰουδαῖος, οὐχ | |
25 | Ἕλλην· οὐχ ἡλικίας δὲ μόνον καὶ φύσεως, ἀλλὰ καὶ ἀξίας πά‐ σης ἀνωμαλία ἀνῄρηται· ἓν πᾶσιν ἀξίωμα, μία δωρεά, εἷς ἀδελ‐ φότητος ἡμῖν σύνδεσμος, ἡ αὐτὴ χάρις), δεῖ τοίνυν εἰσαχθέντας ὑμᾶς τότε κοινῇ κλῖναι γόνυ πάντας, οὐκ ὀρθοὺς ἑστάναι, καὶ τὰς χεῖρας ἀνατείναντας εἰς τὸν οὐρανὸν εὐχαριστῆσαι τῷ θεῷ τῆς | |
30 | δωρεᾶς ἕνεκεν ταύτης. ἐπὶ γόνυ δὲ οἱ ἱεροὶ κελεύουσι κεῖσθαι νόμοι, ὥστε καὶ διὰ τοῦ σχήματος ὁμολογῆσαι τὴν δεσποτείαν. ὅτι γὰρ τὸ γόνυ κάμψαι 〈τῶν〉 τὴν δουλείαν ὁμολογούντων ἐστίν, ἄκουσον | |
τί φησιν ὁ Παῦλος· ὅτι “αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ | 171 | |
172 | ἐπιγείων καὶ καταχθονίων”. κλίναντας οὖν τὰ γόνατα κελεύουσι λέγειν μυσταγωγοῦντες ταῦτα τὰ ῥήματα· “Ἀποτάσσομαί σοι. Σατανᾶ”. Δακρῦσαί μοι νῦν ἐπῆλθε καὶ συνεχύθην τὴν διάνοιαν | |
5 | καὶ πικρὸν ἐστέναξα. τίνος ἕνεκεν ἀνεμνήσθην τῆς ἱερᾶς ἑσπέρας ἐκείνης, καθ’ ἣν τὴν μακαρίαν ταύτην κατηξιώθην ἀφεῖναι φωνήν, καθ’ ἣν ἐπὶ τὴν φρικώδη καὶ ἁγίαν μυσταγωγίαν ἠγόμην; ἀν‐ εμνήσθην τῆς τότε καθαρότητος καὶ τῶν ἁμαρτημάτων, ὅσα μετ’ ἐκείνην εἰς τὴν παροῦσαν ἡμέραν συνέλεξα. καθάπερ οὖν γυναι‐ | |
10 | κῶν ὅσαι περ ἂν ἀπὸ πλούτου καὶ εὐπορίας εἰς πτωχείαν τὴν ἐσχάτην κατενεχθῶσιν, ὁρῶσαι κόρας ἑτέρας νυμφευομένας καὶ εὐπόροις διδομένας νυμφίοις καὶ πολλῆς ἀπολαυούσας τιμῆς καὶ με‐ τὰ θεραπείας καὶ πομπῆς ἀπαγομένας ἀλγοῦσι καὶ ὀδυνῶνται, οὐ τοῖς ἀλλοτρίοις φθονοῦσαι καλοῖς, ἀλλ’ ἐν ταῖς ἑτέρων εὐπραγίαις | |
15 | ἀκριβέστερον τὰς ἑαυτῶν καταμανθάνουσαι συμφοράς, τοιοῦτον δή τι καὶ αὐτὸς πέπονθα νῦν. ἀλλ’ ἵνα μὴ τὰ ἐμαυτοῦ διηγούμενος κακὰ νῦν ἐπὶ τὸ σκυθρωπότερον τὸν λόγον ἀγάγω, φέρε πρὸς ὑμᾶς ἐπανέλθωμεν πάλιν. “Ἀποτάσσομαί σοι, Σατανᾶ”. τί γέγονε; τί τὸ ξένον καὶ | |
20 | παράδοξον; ὁ δεδοικώς, ὁ τρέμων κατεξανέστης τοῦ τυράννου; καταφρονεῖς αὐτοῦ τῆς ὠμότητος; τίς σε εἰς τοσαύτην ἀπόνοιαν ἐπῆρε; πόθεν σοι τὸ θαρρεῖν ἐγένετο; “Ὅπλον ἔχω”, φησίν, “ἰ‐ σχυρόν”. ποῖον ὅπλον, ποίαν συμμαχίαν; εἰπέ μοι. “Συντάσσο‐ μαί σοι, Χριστέ”, φησί· “διὰ τοῦτο θαρρῶ καὶ κατεξανίσταμαι· | |
25 | ἰσχυρὰν γὰρ ἔχω καταφυγήν. αὕτη με τοῦ δαίμονος ἐποίησεν ἀνώ‐ τερον, τὸν πρὸ τούτου δεδοικότα καὶ τρέμοντα. διὰ τοῦτο οὐχὶ αὐτῷ μόνῳ, ἀλλὰ καὶ πάσῃ αὐτοῦ ἀποτάσσομαι τῇ πομπῇ”. πομ‐ πὴ δὲ διαβόλου πᾶν εἶδος ἁμαρτίας ἐστί, θέατρα παρανομίας, ἱπ‐ ποδρομίαι, συνέδρια γέλωτος καὶ αἰσχρολογίας γέμοντα· πομπὴ | |
30 | διαβόλου οἰωνισμοὶ καὶ μαντεῖαι, κληδόνες καὶ παρατηρήσεις και‐ ρῶν, καὶ σύμβολα καὶ περίαπτα καὶ ἐπῳδαί. θαυμαστὸν περίαπτον ὁ σταυρὸς ἔχει καὶ μεγίστην ἐπῳδήν, καὶ μακαρία ἡ ψυχὴ ἡ λέ‐ | |
γουσα τὸ ὄνομα Ἰησοῦ Χριστοῦ τοῦ σταυρωθέντος· τοῦτο κάλεσον | 172 | |
173 | καὶ πᾶν νόσημα φεύξεται, πᾶσα ἐπιβουλὴ παραχωρήσει σοι σατα‐ νική. τούτων οὖν μέμνησο τῶν ῥημάτων· αὗται αἱ συνθῆκαι πρὸς τὸν νυμφίον εἰσί. καθάπερ γὰρ ἐπὶ τῶν γάμων τὰ τῶν ἕδνων καὶ τῆς φερνῆς ἀνάγκη συντελεῖσθαι γραμματεῖα, οὕτω καὶ νῦν πρὸ | |
5 | τῶν γάμων γίνεται· γυμνήν σε εὗρε καὶ πτωχὴν καὶ ἀσχημονοῦ‐ σαν, καὶ οὐ παρέδραμε· τῆς προαιρέσεώς σου γὰρ δεῖται μόνης. ἀντὶ προικὸς τοίνυν ταῦτα εἰσένεγκε τὰ ῥήματα καὶ μέγαν ἡγή‐ σεται πλοῦτον ὁ Χριστός, ἂν ταῦτα φυλάττῃς διὰ παντός· πλοῦ‐ τος γὰρ ἐκείνου τῶν ἡμετέρων ψυχῶν ἡ σωτηρία. ἄκουσον, πῶς | |
10 | φησιν ὁ Παῦλος· “πλουτῶν εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς ἐπι‐ καλουμένους αὐτόν”. Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὴν ἀποταγὴν τοῦ δια‐ βόλου, μετὰ τὴν συνταγὴν τὴν πρὸς τὸν Χριστόν, ἅτε οἰκείους γεγενημένους λοιπὸν καὶ οὐδὲν κοινὸν ἔχοντας πρὸς ἐκεῖνον, εὐ‐ | |
15 | θέως, σφραγίζεσθαι κελεύει καὶ ἐπὶ τοῦ μετώπου δίδωσί σοι τὸν σταυρόν. ἐπειδὴ γὰρ εἰκὸς τὸ θηρίον ἐκεῖνο ταῦτα ἀκοῦσαν τὰ ῥή‐ ματα ἀγριωθῆναι μᾶλλον (ἀναίσχυντον γάρ ἐστι) καὶ αὐτῇ βού‐ λεται ἐπιπηδῆσαι τῇ ὄψει, διὰ τοῦ χρίσματος ἐντυπῶν σου τῷ προσώπῳ τὸν σταυρὸν ἅπασαν αὐτοῦ καταστέλλει τὴν μανίαν· οὐ | |
20 | γὰρ τολμήσει πρὸς τοιαύτην ἀντιβλέψαι λοιπὸν ὄψιν, ἀλλ’ ὥσπερ ἀκτῖνας ὁρῶν ἐκπηδώσας ἐκεῖθεν, οὕτως ἀποτυφλωθεὶς τοὺς ὀφθαλ‐ μοὺς ἄπεισιν. ἐντυποῦται δὲ ὁ σταυρὸς διὰ τοῦ χρίσματος· τὸ δὲ χρῖσμα τοῦτο ἔλαιον ὁμοῦ καὶ μύρον ἐστί, μύρον μὲν ὡς νύμφην, ἔλαιον δὲ ὡς ἀθλητήν. καὶ ὅτι πάλιν οὐκ ἄνθρωπος, ἀλλ’ αὐτός | |
25 | σε χρίει ὁ θεὸς διὰ τῆς τοῦ ἱερέως χειρός, ἄκουσον τοῦ Παύλου λέγοντος· “ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς, θεός”. ἐπειδὰν δὲ τοῦτο τὸ ἄλειμμα ἀλείψῃ πάντα τὰ μέ‐ λη, μετὰ ἀδείας τὸν δράκοντα κατέχειν δύνασαι καὶ οὐδὲν πείσῃ δεινόν. | |
30 | Μετὰ τὴν χρῖσιν τοίνυν ταύτην ἐπὶ τὴν κολυμβήθραν τῶν ἁγίων ὑδάτων λείπεται ἐλθεῖν. τότε ἀποδύσας σε τὸ ἱμάτιον ὁ ἱερεύς, αὐτός σε κατάγει ἐπὶ τὰ νάματα. τίνος οὖν ἕνεκεν γυμνόν; | |
ἀναμιμνήσκει σε τῆς προτέρας γυμνότητος, ὅτε ἦς ἐν τῷ παρα‐ | 173 | |
174 | δείσῳ καὶ οὐκ ᾐσχύνου· “ἦσαν” γάρ φησιν “Ἀδὰμ καὶ Εὔα γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο”, ἕως ἔλαβον τὸ τῆς ἁμαρτίας ἱμάτιον, τὸ πολ‐ λῆς γέμον αἰσχύνης. μὴ τοίνυν μηδὲ ἐνταῦθα αἰσχύνου· πολὺ γὰρ τοῦ παραδείσου βελτίων ἡ κολυμβήθρα. οὐκ ἔστιν ἐνταῦθα ὄφις, | |
5 | ἀλλὰ Χριστός ἐστιν ἐνταῦθα μυσταγωγῶν σε πρὸς τὴν ἐξ ὕδατος καὶ πνεύματος ἀναγέννησιν. οὐκ ἔστιν ἐνταῦθα δένδρα καλὰ καὶ ὡραῖα ἰδεῖν, ἀλλ’ ἔστιν ἐνταῦθα χαρίσματα πνευματικά. οὐκ ἔστιν ἐνταῦθα ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, οὐδὲ νόμος καὶ ἐντο‐ λαί, ἀλλὰ χάρις καὶ δωρεαί. “ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· | |
10 | οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν”. Ἀλλ’ ἐπειδὴ μετὰ τοσαύτης ἡδονῆς ἠκούσατε τῶν εἰρημέ‐ νων, μίαν ὑμᾶς αἰτήσω τῆς ἡδονῆς ἀμοιβήν, ἣν καὶ παρὰ τὴν ἀρχὴν ὑμᾶς ᾔτησα. ὅταν εἰς τὴν κολυμβήθραν καταβῆτε τῶν ὑδάτων ἐκείνων, μνήσθητέ μου τῆς εὐτελείας. τοῦτο καὶ πρώην | |
15 | ἡμῶν ἐδεήθην, ὅτε καὶ τοῦ Ἰωσὴφ ἀνέμνησα, ὃς πρὸς τὸν ἀρχι‐ οινοχόον ἔλεγε· “μνήσθητί μου, ὅταν εὖ σοι γένηται”. κἀγὼ πρὸς ὑμᾶς παρὰ τὴν ἀρχὴν εἶπον· “μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γέ‐ νηται”. νυνὶ δὲ οὐ λέγω “μνήσθητέ μου, ὅταν εὖ ὑμῖν γένηται”, ἀλλὰ μνήσθητέ μου, ἐπειδὴ εὖ ὑμῖν ἐγένετο. κἀκεῖνος μὲν ἔλε‐ | |
20 | γε· “μνήσθητι, ὅτι οὐδὲν ἐποίησα κακόν”. ἐγὼ δὲ λέγω· μνή‐ σθητέ μου, ὅτι πολλὰ καὶ πονηρὰ ἐποίησα κακά. πολλὴ παρρησία πρὸς τὸν βασιλέα νῦν ὑμῖν ἅπασι· κοινοὺς ὑμᾶς πέμπομεν πρέ‐ σβεις ὑπὲρ τῆς φύσεως τῶν ἀνθρώπων· οὐ χρυσοῦν στέφανον αὐτῷ προσφέρετε, ἀλλὰ πίστεως στέφανον· μετὰ πολλῆς ὑμᾶς δέ‐ | |
25 | ξεται εὐνοίας. δεήθητε τοίνυν ὑπὲρ τῆς κοινῆς ἁπάντων μητρός, ὥστε ἀσάλευτον εἶναι αὐτὴν καὶ ἄσειστον· καὶ ὑπὲρ τοῦ ἀρχιερέ‐ ως, δι’ οὗ τῶν χειρῶν καὶ τῆς φωνῆς τῶν ἀγαθῶν τούτων τυγχά‐ νετε. ὑπὲρ τῶν συνεδρευόντων ἡμῖν ἱερέων πολλὰ αὐτῷ διαλέχθη‐ τε, ὑπὲρ τοῦ ἀνθρωπείου γένους, ὥστε μὴ ἡμῖν χρημάτων λοι‐ | |
30 | πάδας ἀλλὰ ἁμαρτημάτων ἀφεῖναι. κοινὰ γενέσθω τὰ κατορθώ‐ ματα· πολλὴ γὰρ παρρησία πρὸς τὸν δεσπότην ὑμῖν καὶ ἀπὸ | |
φιλήματος ὑμᾶς δέξεται. | 174 | |
175 | Ἀλλ’ ἐπειδὴ φιλήματος ἐμνήσθην, βούλομαι καὶ περὶ τού‐ του νῦν ὑμῖν εἰπεῖν. ἐπειδὰν μέλλωμεν τῆς ἱερᾶς ἅπτεσθαι τρα‐ πέζης, φιλεῖν ἀλλήλους κελευόμεθα καὶ ἀσπάζεσθαι ἀσπασμὸν ἅγι‐ ον. τίνος ἕνεκεν; ἐπειδὴ τοῖς σώμασιν ἐσμὲν διῃρημένοι, τὰς ψυ‐ | |
5 | χὰς ἀλλήλαις συμπλέκομεν κατ’ ἐκεῖνον τὸν καιρὸν διὰ τοῦ φιλή‐ ματος, ὥστε γενέσθαι τὸν σύλλογον ἡμῶν τοιοῦτον, οἷος ἦν ἐκεῖ‐ νος ὁ ἀποστολικός, ὅτε πάντων τῶν πιστευόντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. οὕτως γὰρ δεῖ προσιέναι τοῖς ἱεροῖς μυστηρίοις συν‐ δεδεμένους ἀλλήλοις. ἄκουσον, τί φησιν ὁ Χριστός· “ἐὰν προσφέ‐ | |
10 | ρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελ‐ φός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελ‐ φῷ σου καὶ τότε πρόσφερε τὸ δῶρόν σου”. οὐκ εἶπε “πρότε‐ ρον προσένεγκε”, ἀλλὰ “πρότερον διαλλάγηθι καὶ τότε προσέ‐ νεγκε”. διὰ τοῦτο καὶ ἡμεῖς, τοῦ δώρου προκειμένου, πρότε‐ | |
15 | ρον ἀλλήλοις καταλλαττόμενοι τότε τῇ θυσίᾳ προσερχόμεθα. ἔστι δὲ καὶ ἕτερος μυστικὸς λόγος τοῦ φιλήματος τούτου. ναοὺς ἡμᾶς ἐποίησε τοῦ Χριστοῦ τὸ πνεῦμα τὸ ἅγιον. φιλοῦντες οὖν ἀλ‐ λήλων τὰ στόματα, τὰ πρόθυρα τοῦ ναοῦ καταφιλοῦμεν. μηδεὶς τοίνυν μετὰ συνειδότος πονηροῦ, μετὰ ὑπούλου διανοίας τοῦτο ποι‐ | |
20 | είτω· ἅγιον γάρ ἐστι τὸ φίλημα· “ἀσπάσασθε” γάρ φησιν “ἀλ‐ λήλους ἐν φιλήματι ἁγίῳ”. τούτων πάντων μεμνημένοι ταῦτα διὰ παντὸς διατηρῶμεν, τὴν συνταγήν, τὴν ἀποταγήν, τὴν παρρη‐ σίαν, ἣν νῦν ἡμῖν ὁ δεσπότης χαρίζεται, καὶ ἀκηλίδωτον καὶ ἀκέ‐ ραιον διαφυλάξωμεν, ἵνα μετὰ πολλῆς τῆς δόξης ἀπαντήσωμεν τῷ | |
25 | βασιλεῖ τῶν οὐρανῶν καὶ καταξιωθῶμεν ἐν νεφέλαις ἁρπαγῆναι καὶ φανῆναι τῆς βασιλείας τῶν οὐρανῶν ἄξιοι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ | |
Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν. | 175 |