TLG 2062 380 :: JOANNES CHRYSOSTOMUS :: Catechesis de juramento (series prima)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Catechesis de juramento (series prima)

Source: Papadopoulos–Kerameus, A. (ed.), Varia Graeca sacra. St. Petersburg: Kirschbaum, 1909 (repr. Leipzig: Zentralantiquariat der DDR, 1975): 154–166.

Citation: Pg — (ln)

154

(t1)

ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
t2ΚΑΤΗΧΗΣΕΙΣ.
t3Τοῦ αὐτοῦ. Ἐν τῇ προτέρᾳ κατηχήσει διαλεχθεὶς περὶ ὅρ‐
t4κων ταύτην εἶπεν εἰς τὴν αὐτὴν πάλιν ὑπόθεσιν, δει‐
t5κνὺς ὅτι οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ εὐ‐
t6ορκεῖν κόλασιν ἔχει, καὶ ὅτι χρησίμως ὁ
t7Χριστὸς διὰ τριῶν ἡμερῶν ἀνέστη.
t8Λόγος βʹ.
1 Ἆρα ἀπηλάσατε ἐκ τοῦ στόματος ὑμῶν τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν; οὐ γὰρ ἐπιλέλησμαι οὔτε ὧν αὐτὸς διελέχθην πρὸς ὑμᾶς, οὔτε ὧν ὑμεῖς ὑπέσχεσθε πρός με περὶ τῆς ὑποθέ‐ σεως ταύτης. καὶ γὰρ κἀγὼ διελέχθην καὶ ὑμεῖς ὑπέσχεσθε, εἰ
5καὶ μὴ τῷ λόγῳ, ἀλλὰ τοῖς ἐπαίνοις τῶν εἰρημένων. μείζων δὲ154

155

αὕτη ἡ ὑπόσχεσις τῆς διὰ τοῦ λόγου· ὁ μὲν γὰρ ὑποσχόμενος λό‐ γῳ πολλάκις τῇ γλώττῃ μὲν ἐπινεύει, τῇ γνώμῃ δὲ οὐκ ἐπινεύ‐ ει· ὁ δὲ ἐπαινῶν τὰ εἰρημένα ἀπὸ ψυχῆς ποιεῖται τὴν συγκατά‐ θεσιν. ἆρ’ οὖν ἀπεσμήξατε τὴν γλῶσσαν ἀπὸ τῆς χαλεπῆς κηλῖ‐
5δος; ἆρα ἐφυγαδεύσατε τὴν λύμην ἀπὸ τῆς ἱερᾶς ὑμῶν ψυχῆς; ἐγὼ στοχάζομαι, ὅτι ἀπεσμήξατε· καὶ γὰρ βασιλέα ὑποδέχεσθαι μέγαν μέλλετε καὶ διδασκαλίας ἀπολαῦσαι πολλῆς καὶ πνευμα‐ τικῆς τῶν συνετωτέρων πατέρων. καὶ ὁ χρόνος δὲ ἱκανὸς καὶ ἡ δοθεῖσα προθεσμία πρὸς τὴν διόρθωσιν πρὸς τῷ τέλει λοιπόν ἐστι,
10καὶ ὑμεῖς εὐήνιοι καὶ καταπειθεῖς· “πείθεσθε γὰρ τοῖς ἡγουμέ‐ νοις ὑμῶν καὶ ὑπείκετε”, λέγει ὁ ἀπόστολος, καὶ ἐν παντὶ ὑπ‐ ακούετε αὐτοῖς. ἀπὸ τούτων πάντων στοχαζόμενος νομίζω κα‐ τωρθῶσθαι τὸ πᾶν. ἀλλ’ οὐκ ἐβουλόμην στοχάζεσθαι καὶ νομίζειν, ἀλλ’ εἰδέναι σαφῶς· καὶ γὰρ ἂν προθυμότερον τῶν μυστικωτέρων
15ἡψάμην λόγων, τὴν φροντίδα ἀποθέμενος τὴν περὶ τῶν ὅρκων, καὶ μετὰ πλείονος ἀδείας ὑμᾶς ἐχειραγώγησα πρὸς τὴν φρικτὴν ταύτην μυσταγωγίαν, καὶ εἰσήγαγον ἂν εἰς τὰ ἄδυτα αὐτὰ καὶ ἔδειξα τὰ ἅγια τῶν ἁγίων καὶ τὰ ἐκεῖ πάντα, οὐχὶ ὑδρίαν χρυ‐ σῆν μάννα ἔχουσαν, ἀλλὰ σῶμα τὸ δεσποτικόν, τὸν ἄρτον τὸν οὐ‐
20ράνιον. ἔδειξα ἂν ὑμῖν οὐ κιβωτὸν ξυλίνην λιθίνας ἔχουσαν πλά‐ κας καὶ νόμον, ἀλλὰ σάρκα ἄμωμον καὶ ἁγίαν ἔχουσαν αὐτὸν τὸν νομοθέτην. ἔδειξα ἂν ἔνδον οὐ πρόβατον ἄμωμον ἐσφαγιασμένον, ἀλλὰ τὸν ἀμνὸν τοῦ θεοῦ τεθυμένον, θυσίαν μυστικήν, ἣν καὶ αὐ‐ τοὶ τρέμουσιν οἱ ἄγγελοι βλέποντες. ἔδειξα ἂν ὑμῖν οὐ τὸν Ἀα‐
25ρὼν εἰσιόντα μετὰ χρυσῆς στολῆς, ἀλλὰ τὸν μονογενῆ εἰσιόντα, τὴν ἀπαρχὴν τῆς ἡμετέρας φύσεως ἔχοντα, αὐτῷ δεικνύντα τῷ πατρὶ τοῦ κατορθώματος τὸ μέγεθος· “οὐ γὰρ εἰς χειροποίητα”, φη‐
σίν, “ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς155

156

αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ”. ἔστιν ἐκεῖ καταπέτασμα οὐχὶ τοιοῦτον, οἷον εἶχεν ὁ ναὸς ὁ Ἰουδαϊκός, ἀλλὰ πολὺ φρικωδέστερον. ἄκουσον γοῦν, οἷόν ἐστι τοῦτο τὸ κα‐ ταπέτασμα, ἵνα μάθῃς οἷα μὲν ἐκεῖνα τὰ ἅγια τῶν ἁγίων, οἷα
5δὲ ταῦτα. “ἔχοντες”, φησί, “πολλὴν παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσ‐ φατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὑτοῦ”. εἶδες, πῶς τοῦτο ἐκείνου φρικωδέστερον τὸ καταπέτασμα; πρὸς ταῦτα ἐβουλόμην ὑμᾶς ἅπαντα μυσταγωγῆσαι τήμερον.
10 Ἀλλὰ τί πάθω; οὐκ ἀφίησί με ἡ τῶν ὅρκων φροντὶς κα‐ τατήκουσά μου τὴν ψυχήν· καὶ οἶδα μέν, ὅτι πολλοὶ καταγνώσον‐ ται τὴν τῶν λεγομένων ὑπερβολήν, ἀκούσαντες ὅτι κατατήκει μου τὴν ψυχήν· καὶ γὰρ μικρὸν εἶναι νομίζουσι τὸ ἁμάρτημα· ἐγὼ δὲ διὰ τοῦτο μᾶλλον θρηνῶ. τὰ μὲν γὰρ ἄλλα τῶν ἁμαρτημάτων καὶ
15ἔστι χαλεπὰ καὶ νομίζεται εἶναι χαλεπά· οἷον ὁ φόνος καὶ ἡ μοι‐ χεία καὶ ἔστι χαλεπὸν καὶ νομίζεται εἶναι χαλεπόν, ὁ δὲ ὅρκος ἔστι μὲν χαλεπόν, οὐ νομίζεται δὲ εἶναι χαλεπόν. διὰ τοῦτο θρη‐ νῶ καὶ δέδοικα τὸ ἁμάρτημα· τοῦτο γάρ, τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου, συγκεκαλυμμένην εἰσάγειν τὴν ἁμαρτίαν, καὶ ὥσπερ συ‐
20νήθει τροφῇ δηλητήριον μιγνύς, οὕτω τῇ προλήψει τῶν ἀν‐ θρώπων μηχανᾶται ἐγκατακρύψαι τὸν ὅρκον. τί οὖν εἰς τὸν ὅρκον ἅπασαν ἀναλώσομεν τὴν διδασκαλίαν καὶ τὸν χρόνον; οὐδαμῶς· καὶ γὰρ καὶ στοχάζομαι εἶναί τινας τοὺς κατωρθωκότας. ὥσπερ γὰρ τοῦ σπείροντος ἐξελθόντος οὐχ ἅπας ὁ σπόρος εἰς τὰς ἀκάνθας
25ἔπεσεν, οὐδὲ ἅπας εἰς τὰς πέτρας, ἀλλὰ πολλὰ καὶ εἰς τὴν γῆν κατηνέχθη τὴν καλήν, οὕτω καὶ νῦν ἀδύνατον τοσαύτης δι‐ δασκαλίας γενομένης ἐν πλήθει τοσούτῳ μηδένα εἶναι τὸν δυνά‐ μενον ἐπιδείξασθαι τὸν καρπόν. οὐκοῦν ἐπειδὴ πολλοὶ μὲν κατώρ‐
θωσαν, οὔπω δὲ πάντες, μερίσωμεν καὶ ἡμεῖς τὸν λόγον. ἔδει μὲν156

157

γὰρ τοὺς μὴ κατωρθωκότας μηδὲ ὅλως ἀκοῦσαι μυστικῶν λόγων· ἀλλ’ ἵνα μὴ ἐπηρεάζωνται ἐκεῖνοι, χαρισώμεθα τοῖς ῥᾳθυμοτέροις διὰ τοὺς σπουδαιοτέρους· πολλῷ γὰρ βέλτιον τούτοις δι’ ἐκείνους χαρίσασθαι, ἢ τοὺς σπουδαιοτέρους ἐπηρεάσαι διὰ τοὺς ῥᾳθυ‐
5μοτέρους. Ἀναμνῆσαι δὲ βούλομαι χρέους ὑμᾶς, ὃ τῇ προτέρᾳ δια‐ λέξει ὑπεσχόμην μέν, οὐ κατέβαλον δέ, πρὸς ἀναγκαιότερα τοῦ λόγου κατεπείξαντος ἡμᾶς. τί οὖν ἦν τὸ χρέος ἐκεῖνο; ἐζήτουν πρὸς ὑμᾶς εἰπεῖν, τίνος ἕνεκεν οἱ πατέρες οἱ ἡμέτεροι πάντα τὸν
10χρόνον τοῦ ἐνιαυτοῦ παραδραμόντες ἐν τούτῳ τῷ καιρῷ ἐνομοθέ‐ τησαν τὰς ὑμετέρας μυσταγωγεῖσθαι ψυχάς· καὶ ἔλεγον, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῇ ἡ τοῦ καιροῦ παρατήρησις γέγονεν. ἀεὶ μὲν γὰρ ἡ αὐτὴ χάρις καὶ οὐκ ἐμποδίζεται χρόνῳ· θείᾳ γάρ ἐστιν ἡ χά‐ ρις· ἔχει δὲ μυστικόν τι καὶ ἡ τοῦ καιροῦ παρατήρησις. τίνος οὖν
15ἕνεκεν νῦν ἐνομοθέτησαν τὴν ἑορτὴν ταύτην οἱ πατέρες; νῦν ὁ βασιλεὺς ἡμῶν ἐνίκησε τὸν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους· βάρβαροι γάρ εἰσι καὶ βαρβάρων ἀγριώτεροι πάντες οἱ δαίμονες. νῦν τὴν ἁμαρτίαν κατέλυσε, νῦν τὸν θάνατον ἔσβεσε καὶ τὸν διά‐ βολον ὑπέταξε, τοὺς αἰχμαλώτους ἔλαβε. τῶν ἐπινικίων τοίνυν ἐκεί‐
20νων ὑπομνήματα ἄγομεν τὴν παροῦσαν ἡμέραν. διὰ τοῦτο νῦν ἐνο‐ μοθέτησαν οἱ πατέρες τὰς βασιλικὰς δωρεὰς διανέμεσθαι· οὗτος γὰρ ἐπινικίων ὁ νόμος. οὕτω καὶ οἱ ἔξωθεν βασιλεῖς ποιοῦσι· τὰς ἡμέ‐ ρας τῶν ἐπινικίων πολλαῖς τιμῶσι τιμαῖς. ἀλλ’ ἐκείνης μὲν τῆς τιμῆς ὁ τρόπος ἀτιμίας γέμει· ποία γὰρ τιμὴ θέατρα καὶ τὰ ἐν
25θεάτροις πραττόμενα καὶ λεγόμενα; οὐχὶ πάντα αἰσχύνης ἐμπέ‐ πλησται καὶ πολλοῦ τοῦ γέλωτος; αὕτη δὲ ἡ τιμὴ τῆς τοῦ τιμή‐ σαντός ἐστιν ἀξία μεγαλοδωρεᾶς. διὰ τοῦτο νῦν ἐνομοθέτησαν, ἵνα σε ἀναμνήσωσι διὰ τοῦ καιροῦ τῆς νίκης τοῦ δεσπότου, ἵνα ἐν τοῖς ἐπινικίοις ὦσί τινες οἱ τὰ λαμπρὰ φοροῦντες ἱμάτια καὶ εἰ‐
30σιόντες εἰς τιμὴν τοῦ βασιλέως· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἵνα157

158

καὶ κατὰ τὸν καιρὸν κοινωνῇς τῷ δεσπότῃ. ἐσταυρώθη, φησίν, ἐκεῖνος ἐν τῷ ξύλῳ· σταυρώθητι σὺ διὰ τοῦ βαπτίσματος· σταυ‐ ρὸς γάρ φησι καὶ βάπτισμα καὶ θάνατος, ἀλλὰ θάνατος ἁμαρτίας, ἀλλὰ σταυρὸς τοῦ παλαιοῦ ἀνθρώπου.
5 Ἄκουσον γοῦν, τί φησιν ὁ Παῦλος, πῶς ἀμφότερα λέγει περὶ τοῦ βαπτίσματος, ὅτι θάνατος ἐστιν ἁμαρτίας καὶ ὁ σταυρός· “ἢ ἀγνοεῖτε ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθητε”; καὶ πάλιν· “ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συν‐ εσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας”. ἵνα οὖν μὴ
10ἀκούσας θάνατον καὶ ἀκούσας σταυρὸν φοβηθῇς, ἐπήγαγεν ὅτι ἁμαρ‐ τίας θάνατός ἐστιν ὁ σταυρός. εἶδες, πῶς σταυρὸς τὸ βάπτισμα; μά‐ θε, ὅτι καὶ τὸν σταυρὸν βάπτισμα ἐκάλεσεν ὁ Χριστός, ἀντιδιδούς σοι καὶ ἀντιλαμβάνων τὸ ὄνομα τοῦ βαπτίσματος. τὸ βάπτισμα τὸ σὸν ἐκάλεσε σταυρόν· τὸν σταυρὸν τὸν ἐμόν, φησί, καλῶ βάπτι‐
15σμα. καὶ ποῦ τοῦτο φησί; “βάπτισμα ἔχω βαπτισθῆναι, ὃ ὑμεῖς οὐκ οἴδατε”. καὶ πόθεν δῆλον, ὅτι περὶ τοῦ σταυροῦ λέγει; προσῆλθον αὐτῷ υἱοὶ Ζεβεδαίου, μᾶλλον δὲ “ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου” λέγουσα· “Εἰπέ, ἵνα οὗτοι οἱ δύο υἱοί μου καθίσωσιν, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ σου”. μητρὸς ἡ αἴτησις, εἰ καὶ
20ἀπερίσκεπτος. τί οὖν ὁ Χριστός; “δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι”; ὁρᾷς, ὅτι βάπτισμα τὸν σταυρὸν ἐκάλεσε· πόθεν τοῦτο δῆλον; “δύνασθε”, φησί, “πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν”; πο‐ τήριον τὸ πάθος λέγει καὶ διὰ τοῦτο φησί· “πάτερ, εἰ δυνατόν,
25παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ”. εἶδες, πῶς βάπτισμα
τὸν σταυρὸν ἐκάλεσε καὶ τὸ πάθος ποτήριον; ἐκάλεσε δὲ οὕτως,158

159

οὐκ ἐπειδὴ αὐτὸς ἐκαθαίρετο (πῶς γάρ, “ὅς γε ἁμαρτίαν οὐκ ἐποί‐ ησεν οὐδὲ δόλος ἦν ἐν τῷ στόματι αὐτοῦ”;), ἀλλ’ ἐπειδὴ τὸ αἷμα τὸ ῥεῦσαν ἐκεῖθεν ἅπασαν τὴν οἰκουμένην ἐκάθηρε. διὰ τοῦτο καὶ ὁ Παῦλος φησί· “εἰ σύμφοιτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανά‐
5του αὐτοῦ διὰ τοῦ βαπτίσματος”. οὐκ εἶπε “τῷ θανάτῳ”, ἀλλὰ “τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ”. θάνατος μὲν γὰρ κἀκεῖνο καὶ τοῦτο, ἀλλ’ οὐ τοῦ αὐτοῦ πράγματος· ἐκεῖνο μὲν γὰρ σώματος, τοῦτο δὲ ἁμαρτίας· διὰ τοῦτο ὁμοίωμα θανάτου. Τί οὖν; ἀποθνῄσκομεν μόνον μετὰ τοῦ δεσπότου καὶ ἐν
10τοῖς σκυθρωποῖς κοινωνοῦμεν μόνον; μάλιστα μὲν οὐδὲ τοῦτο σκυ‐ θρωπόν, τὸ κοινωνῆσαι θανάτῳ δεσποτικῷ. πλὴν μικρὸν ἀνάμεινον καὶ ὄψει καὶ ἐν τοῖς χρηστοῖς κοινωνοῦτά σε· “εἰ γὰρ ἀπεθά‐ νομεν σὺν αὐτῷ”, φησί, “πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ”. ὁμοῦ γὰρ καὶ ταφὴ καὶ ἀνάστασίς ἐστιν ἐν τῷ βαπτίσματι κατὰ
15τὸν αὐτὸν καιρόν· ἀφίησι κάτω τὸν παλαιὸν ἄνθρωπον καὶ λαμβάνει τὸν καινὸν καὶ ἀνίσταται, “ὥσπερ ἠγέρθη ὁ Χριστὸς διὰ τῆς δό‐ ξης τοῦ πατρός”. ὁρᾷς, πῶς πάλιν τὴν ἀνάστασιν λέγει; ἀλλὰ διατί ἡ μὲν ἡμετέρα ἀνάστασις καὶ ἡ ταφὴ καὶ ὁ θάνατος ἐν τῷ αὐτῷ καιρῷ (ὁμοῦ γὰρ καὶ θαπτόμεθα καὶ ἀνιστάμεθα), ἡ δὲ τοῦ δεσπό‐
20του ἐβράδυνεν; ἐν τρισὶ γὰρ ἡμέραις ἠγέρθη. διατί οὖν ἡ μὲν ἡμε‐ τέρα ἀνάστασις ἀθρόον, ἡ δὲ δεσποτικὴ βραδυτέρα; ναὶ συμφερόν‐ τως, ἵνα μάθῃς ὅτι οὐ δι’ ἀσθένειαν ἡ βραδυτής· ὁ γὰρ τὸν δοῦλον ἀναστῆσαι δυνηθεὶς ἐν βραχείᾳ καιροῦ ῥοπῇ πολλῷ μᾶλλον ἑαυτὸν ἀναστῆσαι ἠδύνατο. τίνος οὖν ἕνεκεν ἡ βραδυτής; τίνος ἕνεκεν
25ἡ τριήμερος ταφή; ἵνα βραδύναντος τοῦ θανάτου καὶ διὰ τῆς βραδυτῆτος ἀναμφισβήτητος τῆς ἀναστάσεως ἡ ἀπόδειξις γένη‐
ται. ὅπου γὰρ καὶ νῦν μετὰ τοσαύτην ἀπόδειξιν εἰσὶν ἄνθρω‐159

160

ποι λέγοντες ὅτι δοκήσει ἔπαθεν, εἰ μὴ τοσαύτη γέγονε βραδυ‐ τής, τί οὐκ ἂν εἶπον ἐκεῖνοι; οὐδὲ γὰρ τῷ λόγῳ τῆς ἀναστάσεως ὁ διάβολος ἐπιβουλεῦσαι ἐβούλετο μόνον, ἀλλὰ καὶ τῇ πίστει τοῦ θανάτου· ᾔδει γάρ, ᾔδει σαφῶς ὅτι κοινὸν φάρμακον τῆς οἰκουμέ‐
5νης ὁ σωτήριος θάνατος ἦν καὶ ἐξελεῖν τοῦτον τῆς πίστεως τῶν ἀνθρώπων ἐσπούδαζεν, ἵνα ἀνέλῃ τὴν σωτηρίαν. διὰ τοῦτο βρα‐ δύνει ὁ δεσπότης ἐν τῇ ἀναστάσει καὶ προσέρχονται οἱ Ἰουδαῖοι λέγοντες· “Δὸς ἡμῖν στρατιώτας, ἵνα τηρήσωμεν τὸν τάφον”. ὢ τῆς ἀναισχυντίας· πότε νεκρὸν εἶδες, ὦ Ἰουδαῖε, τηρούμενον; εἰ
10γὰρ κοινὸς νεκρὸς ἦν καὶ ψιλὸς ἄνθρωπος ὁ σταυρωθείς, τί ξέ‐ να καὶ παράδοξα ποιεῖς πράγματα; τί φοβεῖ καὶ τρέμεις καὶ φύ‐ λακας συνάγεις; πλὴν ἀλλ’ οὐδὲ τοῦτο ἐκώλυσεν ὁ θεός, ἀλλ’ ἀφῆ‐ κε φυλάττεσθαι, ἵνα ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συλληφθῇ ὁ ἁμαρτωλός. ἐκεῖνοι μὲν γὰρ ἔλεγον· “Δὸς ἡμῖν στρατιώτας, ἵνα
15μὴ κλέψωσιν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ καὶ εἴπωσιν ὅτι ἀνέστη”. συνέβη δὲ τοὐναντίον· ἔλαβον γὰρ στρατιώτας, ἵνα μὴ ἀναστάν‐ τος αὐτοῦ λέγωσιν, ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ καὶ οὐκ ἀνέστη, καὶ τὰ κατὰ τῆς ἀναστάσεως σκευωρούμενα ὑπὲρ τῆς ἀνα‐ στάσεως γέγονε καὶ τοὺς ἐπιβούλους αὐτοὺς μάρτυρας ἐποίησε
20τῆς ἀναστάσεως ὁ Χριστός, ἵνα ἐκκόψῃ τὴν ἀπολογίαν αὐτῶν τὴν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Τίνος μὲν οὖν ἕνεκεν ἐν τῷ καιρῷ τούτῳ μυσταγωγεῖσθαι ἐκέλευσαν οἱ πατέρες, ἱκανῶς (οἶμαι ἔγωγε) διὰ τῶν εἰρημένων ὑμῖν παρεστήσαμεν. βούλομαι δὲ καὶ ἕτερον ὑμῖν ἀποδοῦναι χρέ‐
25ος, εἰ μὴ πρὸς τὴν ἀκρόασιν ἀπεκάμετε, καὶ εἰπεῖν, τίνος ἕνε‐ κεν γυμνοὺς καὶ ἀνυποδέτους ὑμᾶς πρὸς τὰς τῶν ἐξορκιζόντων ἐντεῦθεν παραπέμπομεν φωνάς· καὶ γὰρ καὶ ἐνταῦθα ἡ αὐτὴ αἰ‐ τία φανεῖται πάλιν, ὅτι πόλεμον νικήσας ὁ βασιλεὺς αἰχμαλώτους
ἔλαβε. τοιοῦτον δὲ τῶν αἰχμαλώτων τὸ σχῆμα. ἄκουσον γοῦν, τί160

161

φησι πρὸς τοὺς Ἰουδαίους ὁ θεός· “ὃν τρόπον ἐπορεύθη ὁ παῖς μου Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος, οὕτως πορεύσονται υἱοὶ Ἰσρα‐ ὴλ εἰς τὴν αἰχμαλωσίαν γυμνοὶ καὶ ἀνυπόδετοι”. βουλόμενος τοί‐ νυν ἀναμνῆσαί σε τῆς προτέρας τοῦ διαβόλου τυραννίδος διὰ τοῦ
5σχήματος παραπέμπει σε πρὸς τὴν μνήμην τῆς δυσγενείας τῆς παλαιᾶς. διὰ τοῦτο οὐχὶ γυμνοὶ καὶ ἀνυπόδετοι μόνον ἑστήκατε, ἀλλὰ καὶ τὰς χεῖρας ὑπτίας ἔχοντες, ἵνα καὶ τὴν μετὰ ταῦτα ὁμο‐ λογῆτε τοῦ θεοῦ δεσποτείαν, ᾗ νῦν προσέρχεσθε. σκῦλα ἐστὲ καὶ λάφυρα πάντες ὑμεῖς· καὶ τῶν σκύλων τούτων ὁ Ἡσαΐας μέμνη‐
10ται πόρρωθεν πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως προαναφω‐ νῶν οὕτως· “αὐτὸς τοῦ ἰσχυροῦ μεριεῖται σκῦλα”. καὶ πάλιν· “ἦλθε κηρῦξαι αἰχμαλώτοις ἄφεσιν”. ὁ Δαυὶδ δὲ μετὰ τούτου τὴν αἰχμαλωσίαν ταύτην προφητεύων ἔλεγεν· “ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν”. ἀλλὰ μὴ στυγνάσῃς ἀκούων αἰχμα‐
15λωσίαν· οὐδὲν γὰρ ταύτης τῆς αἰχμαλωσίας μακαριώτερον. ἡ μὲν γὰρ τῶν ἀνθρώπων αἰχμαλωσία ἀπὸ ἐλευθερίας εἰς δουλείαν ἄγει, αὕτη δὲ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησι· καὶ ἡ μὲν τῶν ἀνθρώπων ἀποστερεῖ πατρίδος καὶ πρὸς τὴν ξένην ἄγει, αὕτη δὲ ἡ αἰχμαλωσία ἐκβάλλει τῆς ξένης καὶ ἄγει πρὸς τὴν πατρίδα, τὴν
20ἄνω Ἱερουσαλήμ. ἡ τῶν ἀνθρώπων αἰχμαλωσία ἀποστερεῖ μητρός, αὕτη δὲ πρὸς τὴν μητέρα σε ἄγει τὴν κοινὴν πάντων ἡμῶν. ἐκείνη καὶ συγγενῶν καὶ πολιτῶν διαζεύγνυσιν, αὕτη δὲ πρὸς τοὺς πολίτας ἄγει τοὺς ἄνω· καὶ γὰρ “συμπολῖται ἐστέ” φησι “τῶν ἁγίων”. τὸ μὲν οὖν σχῆμα τοῦτον ἔχει τὸν λόγον.
25 Τίνος δὲ ἕνεκεν αἱ τῶν ἐξορκιστῶν φωναί, αἱ φοβεραὶ ἐκεῖναι καὶ φρικώδεις, ἀναμιμνήσκουσί σε τοῦ κοινοῦ δεσπότου, τῆς κολά‐ σεως, τῆς τιμωρίας, τῆς γεέννης; διὰ τὴν ἀναισχυντίαν τῶν δαι‐ μόνων. καὶ γὰρ πρόβατον ἀσφράγιστον ὁ κατηχούμενός ἐστι καὶ
πανδοχεῖον ἔρημον καὶ ἀθύρωτον καταγώγιον πᾶσι προκείμενον161

162

ἁπλῶς, λῃστῶν καταδρομή, θηρίων καταφυγή, δαιμόνων οἴκησις. ἐπεὶ οὖν ἔδοξε τῷ βασιλεῖ διὰ πολλὴν φιλανθρωπίαν τὸ παν‐ δοχεῖον τοῦτο τὸ ἔρημον, τὸ ἀθύρωτον, τὴν καταφυγὴν τῶν λῃστῶν βασιλικὰς αὐλὰς γενέσθαι, διὰ τοῦτο ἔπεμψε προετοι‐
5μάζοντας τὸ καταγώγιον ἡμᾶς τοὺς διδάσκοντας κἀκείνους τοὺς ἐξορκίζοντας. καὶ ἡμεῖς μὲν οἱ διδάσκοντες τοὺς τοίχους σαθροὺς ὄντας ποιοῦμεν ὀχυροὺς διὰ τῆς διδασκαλίας· “πᾶς” γάρ φησιν, “ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιωθή‐ σεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν
10πέτραν”. ἀσφαλῆ καταβάλλωμεν τὰ θεμέλια, ἕως ἂν παραγένηται ὁ βασιλεύς. εἴ που ῥῦπόν τινα καὶ βόρβορον ἴδωμεν, ἐξαντλοῦμεν· τοιοῦτον γὰρ ἡ συνήθεια τῆς ἁμαρτίας, δυσώδης καὶ ἀκάθαρτος. ἄκουσον γοῦν, πῶς αὐτῆς τὴν φύσιν ὁ Δαυὶδ λέγει· “ὡσεὶ φορ‐ τίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώ‐
15λωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου”. ἡμεῖς μὲν ἐξ‐ αντλοῦμεν τὴν δυσωδίαν καὶ τίθεμεν τὸ μύρον τὸ πνευματικόν, οἱ δὲ ἐξορκίζοντες διὰ τῶν φοβερῶν ἐκείνων φωνῶν περισκοποῦσι, μή που θηρίον, μή που ὄφις, μή που ἔχις, μή που σκορπίος· μετὰ γὰρ τὸ τὴν φωνὴν ἀκοῦσαι τὴν φοβερὰν ἐκείνην, κἂν χα‐
20λεπὸν ᾖ τὸ θηρίον, οὐ δύναται καταδύεσθαι οὐδὲ φωλεύειν, ἀλλ’ ἄνεισι καὶ δραπετεύει καὶ μὴ βουλόμενον. Ἐβουλόμην εἰπεῖν καὶ ἕτερον, ὅπερ οὐχ ὑπεσχόμην εἰπεῖν· ἀναγκαῖον δὲ ἦν εἰπεῖν, τίνος ἕνεκεν ἡμεῖς μὲν πιστοί, οἱ δὲ ἀμύ‐ ητοι κατηχούμενοι. καὶ γὰρ αἰσχρὸν ὄντως καὶ καταγέλαστον τι‐
25μὴν λαμβάνοντα μηδὲ τὸ ὄνομα τῆς τιμῆς εἰδέναι. ἀλλὰ τί πά‐ θω; ἐπέστη μοι πάλιν ἡ τῶν ὅρκων φροντὶς καὶ βραδυτῆτα ἐνε‐ κάλεσε καὶ τὸν λόγον ἕλκει πρὸς ἑαυτήν. διὰ τοῦτο τούτους εἰς τὴν ἐπιοῦσαν ἀναβαλλόμενοι τοὺς λόγους πρὸς τὴν περὶ τῶν ὅρ‐ κων παραίνεσιν τρεψώμεθα νῦν. δεινὸν ὁ ὅρκος, ἀγαπητέ, δεινὸν
30καὶ ἐπιβλαβές· φάρμακον ὀλέθριον, δηλητήριον χαλεπόν, τραῦμα162

163

κεκρυμμένον, ἕλκος ἀφανές, νομὴ συνεσκιασμένη καὶ τὸν ἰὸν ἐπὶ τὴν ψυχὴν ἄγουσα· βέλος σατανικόν, ἀκόντιον πεπυρωμένον, μά‐ χαιρα δίστομος, ῥομφαία ἠκονημένη, ἁμαρτία ἀσύγγνωστος, πα‐ ρανομία ἀπολογίαν οὐκ ἔχουσα, βάραθρον βαθύ, κρημνὸς ἀπότομος,
5παγὶς ἰσχυρά, δίκτυον ἐκτεταμένον, δεσμὸς λυθῆναι μὴ δυνάμενος, βρόχος ἀδιεξόδευτος. ἆρα ἀρκεῖ ταῦτα καὶ πιστεύετε, ὅτι δεινὸν ὁ ὅρκος καὶ πάντων ἁμαρτημάτων χαλεπώτερον; πείσθητέ μοι, πεί‐ σθητε, παρακαλῶ· εἰ δέ τις ἀπιστεῖ, καὶ τὴν ἀπόδειξιν ἤδη πα‐ ρέχομαι· ὅπερ γὰρ οὐδεμία ἁμαρτία κέκτηται, τοῦτο αὕτη ἡ
10ἁμαρτία ἔχει. τὰς μὲν γὰρ ἄλλας ἐντολὰς μὴ παραβαίνοντες ἀπαλ‐ λαττόμεθα τιμωρίας, τὸν δὲ ὅρκον πολλάκις καὶ φυλάττοντες καὶ παραβαίνοντες ὁμοίως κολαζόμεθα. τάχα οὐκ ἐνοήσατε τὸ λεχθέν; οὐκοῦν ἀνάγκη σαφέστερον αὐτὸ πάλιν εἰπεῖν. πολλάκις τις ὤμο‐ σε πρᾶξαι πρᾶγμα παράνομον καὶ ἐνέπεσεν εἰς βρόχον ἄλυτον·
15ἀνάγκη γὰρ λοιπὸν ἢ φυλάξαντα τὸν ὅρκον παρανομεῖν, ἢ μὴ φυλάξαντα τὸν ὅρκον ἐγκλήματι ἐπιορκίας ἁλῶναι· καὶ γέγονεν ἑκα‐ τέρωθεν βαθὺς ὁ κρημνός, ἑκατέρωθεν ὁ θάνατος ἀπαραίτητος καὶ φυλάττουσι τὴν ἐντολὴν καὶ μὴ φυλάττουσιν. ἆρα ἔστιν ὀλε‐ θριώτερόν τι τοῦ πλημμελήματος τούτου, ὅταν φυλάττηται καὶ μὴ
20φυλάττηται; Καὶ ἵνα μάθητε, ὅτι τοῦτο οὕτως ἐστὶ καὶ πολλοὶ πολλά‐ κις οὐχὶ παραβάντες τὸν ὅρκον μόνον, ἀλλὰ καὶ φυλάξαντες τὸν ὅρκον κολάσει ἑαυτοὺς ὑπευθύνους ἐποίησαν, ἐγὼ διήγημα τοιοῦ‐ τον ὑμῖν ἐρῶ. ὁ Ἡρώδης γενέσιά ποτε ἐπετέλει καὶ τὴν ἡμέραν
25ἦγεν, ἐν ᾗ ἐτέχθη· καὶ βουλόμενος αὐτὴν ποιῆσαι λαμπρὰν εἰσ‐ ήγαγεν ὀρχήσασθαι τὴν θυγατέρα τῆς βασιλίδος, οὐκ εἰδὼς ὅτι μᾶλλον αὐτὴν κατῄσχυνε· καὶ γὰρ δέον εὐχαριστῆσαι τῷ φιλαν‐ θρώπῳ θεῷ, ὅτι οὐκ ὄντα αὐτὸν ἐποίησεν, ὅτι ψυχὴν ἔδωκεν, ὅτι
αὐτὸν εἰσήγαγεν εἰς τὸ σεμνὸν τοῦτο τῆς κτίσεως θέατρον, ὅτι163

164

θεατὴν ἐποίησε τῆς δημιουργίας τῆς καλλίστης ταύτης καὶ θαυ‐ μαστῆς, δέον ὕμνοις καὶ εὐχαριστίαις ταῖς εἰς τὸν δεσπότην τιμῆ‐ σαι τὴν ἡμέραν, ὁ δὲ τῇ ἀτιμίᾳ ἐτίμησεν. τί γὰρ ὀρχήσεως ἀτιμότερον; κατὰ ταύτην τὴν ἡμέραν ὠρχήσατο ἡ θυγάτηρ Ἡρω‐
5διάδος. ἀκούσατε, καὶ ἄνδρες καὶ γυναῖκες, ὅσοι τοιούτοις ὀρχή‐ μασι καὶ τοιούτοις ᾄσμασι τὰ ἄριστα τιμᾶτε τὰ ἑαυτῶν· οὐκ ἔστι ταῦτα μικρὰ τὰ κακά, εἰ καὶ δοκεῖ ἀδιάφορα εἶναι· διὰ γὰρ τοῦ‐ τό ἐστι μεγάλα κακά, ἐπειδὴ ἀδιάφορα εἶναι δοκεῖ· οὐδὲ γὰρ πολ‐ λῆς ἀπολαύει τῆς προνοίας· τὸ μὲν γὰρ μέγα νόσημα καὶ ἐπιμε‐
10λείας τυγχάνον σβέννυται, τὸ δὲ μικρὸν εἶναι δοκοῦν, δι’ αὐτὸ τοῦ‐ το καταφρονούμενον, μέγα γίνεται. τί λέγεις; εἰς οἰκίαν πιστοῦ τολμᾷ τις ὄρχησιν εἰσάγειν καὶ οὐ δέδοικε, μὴ σκηπτὸς ἄνω‐ θεν κατενεχθεὶς καταφλέξῃ πάντα; ταῦτα καὶ πρὸς τὰς γυναῖκας λέγω, ἵνα καὶ τοὺς ἄνδρας σωφρονίζωσι καὶ τῆς τοιαύτης ἀπα‐
15γάγωσι τέρψεως. κατὰ ταύτην τὴν ἡμέραν εἰσῆλθε καὶ ὠρχήσα‐ το ἡ θυγάτηρ τῆς βασιλίδος. εὐλογητὸς ὁ θεός· πρὸς ὅσην σω‐ φροσύνην τὸν βίον ἡμῶν μετέβαλεν. ἀκούσατε οἱ πιστοί, ποίῳ προσέρχεσθε νυμφίῳ, ὃς τὴν ζωὴν ἡμῶν ἀσχημονοῦσαν πρὸ τού‐ του κατεκόσμησεν αἰδοῖ καὶ σωφροσύνῃ καὶ σεμνότητι· ἃ γὰρ ἡ
20βασιλὶς τότε οὐκ ἐπῃσχύνετο πρᾶξαι, νῦν θεραπαινίδιον εὐτε‐ λὲς οὐκ ἂν ἕλοιτο ὑπομεῖναι. ὠρχήσατο τοίνυν ἐκείνη καὶ μετὰ τὴν ὄρχησιν ἑτέραν ἁμαρτίαν χαλεπωτέραν ἔπραξεν· ἔπεισε γὰρ τὸν ἀνόητον ἐκεῖνον ὁμολογῆσαι αὐτῇ μεθ’ ὅρκου δοῦναι ὃ ἂν αἰ‐ τήσῃ. ὁρᾷς, ὅπως καὶ ἀνοήτους ὁ ὅρκος ποιεῖ; ὅπερ ἐὰν αἰτήσῃ,
25ἁπλῶς ὤμοσε δοῦναι. τί οὖν, εἰ τὴν κεφαλὴν ᾔτησε τὴν σήν; τί δέ, εἰ τὴν βασιλείαν ἅπασαν; πλὴν ἀλλ’ οὐδὲν τούτων ἐκεῖνος
σύνοιδεν. ἐφειστήκει γὰρ ὁ διάβολος τὴν παγίδα ποιῶν ἰσχυράν, καὶ164

165

ἐξ οὗ τὸν ὅρκον ἀπήρτισε καὶ ἔθηκε τὴν παγίδα καὶ τὸ δίκτυον ἐξέτεινε πανταχοῦ, τότε ἐπάγει τὴν αἴτησιν ἐκείνην, ἵνα ἄφευ‐ κτος γένηται ἡ λαβή. “δός μοι”, φησίν, “ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ”. ἀναίσχυντος ἡ αἴτησις, ἀνόητος ἡ δόσις
5καὶ βλαβερά. ἀμφοτέρων τούτων ὁ ὅρκος αἴτιος. τί οὖν ἔδει ποιῆ‐ σαι; μνημονεύετέ μου ὅ τι ἔλεγον, ὅτι καὶ φυλάττοντες τὴν ἐντολὴν καὶ παραβαίνοντες ὁμοίως κολαζόμεθα. δοῦναι τὴν κεφαλὴν ἔδει τοῦ προφήτου; ἀλλ’ ἀφόρητος ἡ κόλασις. ἀλλὰ μὴ δοῦναι; ἀλλ’ ἐκδέξεται ἐπιορκίας ἔγκλημα. εἶδες, πῶς ἑκατέρωθεν ὁ κρημνός;
10“δός μοι”, φησίν, “ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ”. ὢ τῆς ἐναγοῦς αἰτήσεως· ἀλλ’ ὅμως ἔπεισε καὶ ἐνό‐ μιζεν ἐπιστομίζειν τὴν γλῶτταν ἐκείνην τὴν ἱεράν, ἣ δὲ μέχρι νῦν βοᾷ· καὶ γὰρ καθ’ ἑκάστην ἡμέραν, μᾶλλον δὲ καθ’ ἑκάστην ἐκκλησίαν ἀκούετε Ἰωάννου διὰ τῶν Εὐαγγελίων βοῶντος καὶ λέ‐
15γοντος· “οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελ‐ φοῦ σου”. ἐξέτεμε τὴν κεφαλήν, ἀλλ’ οὐκ ἐξέτεμε τὴν φωνήν· ἐπεστόμισε τὴν γλῶτταν, ἀλλ’ οὐκ ἐπεστόμισε τὸν ἔλεγχον. Ἴδετε, τί ποιεῖ ὁ ὅρκος· προφητῶν ἀποτέμνει κεφαλάς. εἶδες τὸ δέλεαρ, φοβήθητι τὸν ὄλεθρον· εἶδες τὸ δίκτυον, μὴ ἐμ‐
20πέσῃς. ἀλλ’ ἀνάγκη λοιπὸν φείσασθαι, ὥστε μὴ βαθυτέραν γενέ‐ σθαι τὴν τομήν· ἀνάγκη λοιπὸν ἀνασχεῖν τὴν χεῖρα καὶ τὸ σιδή‐ ριον ᾑμαγμένον καὶ τὸν λόγον ἀπὸ τῶν τραυμάτων τῆς ἐπιορ‐ κίας εἰς σιγὴν ἀποθέσθαι. τοῦτο δὴ μέμνησθε καὶ οὐδέποτε ἁμαρ‐ τήσεσθε, ὅτι καὶ φυλάττοντες τὸν ὅρκον καὶ μὴ φυλάττοντες
25ὁμοίως κολάζεσθε. ποῦ νῦν εἰσιν οἱ λέγοντες, “Ἐὰν ἐπὶ δι‐ καίῳ ὀμόσω”; ποῦ γὰρ δίκαιον τοῦτο, ὅταν νόμου παράβασις ᾖ; ποῦ δίκαιον, ὅταν ὁ θεὸς κωλύῃ, σὺ δὲ ποιεῖς; ἀλλὰ γὰρ ἀνά‐ σχεσθε λοιπὸν ἐπιδεσμούντων ἡμῶν τὰ τραύματα· ἔχει γάρ τι καὶ
ὁ ἐπίδεσμος ὀδυνηρόν. χαλεπὴ μὲν γὰρ καὶ τῆς ἐπιορκίας καὶ165

166

τῆς εὐορκίας ἡ κόλασις καὶ πρὸ τῆς διδασκαλίας τῆς ἡμετέρας, χαλεπωτέρα δὲ καὶ μετὰ τὴν διδασκαλίαν τὴν ἡμετέραν. “εἰ γὰρ μὴ ἦλθον”, φησί, “καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶ‐ χον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας”. τοῦτο
5καὶ ἐφ’ ὑμῶν ἐστιν εἰπεῖν, ὅτι οὐδὲ μία λοιπὸν ὑμῖν ἀπολογία παραβαίνουσι. νῦν μὲν οὖν τὸ βάπτισμα, κἂν ἐπιορκίαν εὕρῃ, κἂν εὐορκίαν, κἂν πορνείαν, κἂν μοιχείαν, κἂν πᾶσαν τὴν κα‐ κίαν, ἀπορρύπτει καὶ καθαίρει μετὰ πολλῆς τῆς ἀκριβείας· γένοι‐ το δὲ καὶ εἰς τὸ ἑξῆς καὶ ὑμᾶς τὴν καθαρότητα διατηρῆσαι ταύ‐
10την, πάσης ἀπηλλαγμένους κηλῖδος, καὶ ἡμᾶς δυνηθῆναι παρρη‐ σίας τινὸς μετασχεῖν εὐχαῖς ταῖς ὑμετέραις· ἔξεστι γὰρ ὑμῖν καὶ ὑπὲρ διδασκάλων εὔχεσθαι λοιπόν. καὶ γὰρ μετὰ μικρὸν ἡμῖν ἀπὸ τῶν οὐρανῶν μέλλετε φαίνεσθαι τῶν ἀστέρων αὐτῶν φαιδρότερον λάμποντες. γένοιτο οὖν εὐχαῖς ταῖς ὑμετέραις παρρησίας ἡμᾶς με‐
15τασχεῖν ἅπαντας ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.166