TLG 2062 379 :: JOANNES CHRYSOSTOMUS :: In illud: Apparuit gratia dei omnibus hominibus

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In illud: Apparuit gratia dei omnibus hominibus

Source: Wenger, A. (ed.), “Une homélie inédite de Jean Chrysostome sur l’épiphanie” [Revue des études byzantines 29] 1971: 123–135.

Citation: Sect — (ln)

t

ΤΟΥ ἉΓΙΟΥ ἸΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ὁμιλία εἰς τὸ Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ καὶ εἰς τὰ Θεοφάνια

1

Πρώην ὑμῖν περὶ σωφροσύνης διελέχθημεν καθάπερ μέμνησθε καὶ οἷον δὴ νόμον ἀνέγνωμεν οὕτως ἔχοντα· Πᾶς ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Φοβερὸν τὸ ῥῆμα, καὶ γὰρ ἀναίσχυντον τὸ πάθος· δεινὴ ἡ ἀπόφασις, καὶ γὰρ χαλεπὴ ἡ
5ἐπιθυμία.

2

Καθάπερ οὖν κύνα τις ἔχων ἄγριον καὶ τοῖς παριοῦσιν ἐπιπηδῶντα πᾶσιν, οὐκ ἀνέχεται λελυμένον εἶναι καὶ ἄφετον, ἀλλὰ σιδηρᾷ ἁλύσει δήσας αὐτὸν παραδίδωσιν ταῖς χερσὶν τῶν οἰκετῶν μετὰ ἀσφαλείας κατέχειν, οὕτως καὶ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τοὺς ἡμετέρους, κυνῶν ἀναιδέστερον
5ἐπιπηδῶντας τοῖς λαμπροῖς τῶν σωμάτων, οὐκ ἀφίησιν εἶναι λελυμένους, ἀλλ’ ὥσπερ σιδηρᾷ ἁλύσει τῷ φόβῳ τῆς νομοθεσίας ἀποδήσας αὐτούς, παρέδωκεν μετὰ ἀσφαλείας κατέχειν τῷ λογισμῷ, προειπὼν καὶ ἀπειλήσας, εἰ διαφύγοιεν καί τινος τῶν παριόντων ἐπιλάβοιντο, τὴν τῶν μοιχῶν αὐτὸν ἀπαιτήσειν τιμωρίαν. Πᾶς γὰρ ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι
10αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.

3

Τοῦτο δὲ ἠπείλησεν τῶν ὁρώντων κηδόμενος. Ἐπὶ μὲν γὰρ τῶν κυνῶν καὶ τῶν ἀνθρώπων, οὐχ οἱ δάκνοντες κύνες, ἀλλ’ οἱ δακνόμενοι ἄνθρωποι τὰ ἕλκη λαμβάνουσιν· ἐπὶ δὲ τῶν ἀσελγῶς ὁρώντων ὀφθαλμῶν καὶ τῶν ὁρωμένων γυναικῶν, οὐχ αἱ ὁρώμεναι γυναῖκες, ἀλλ’ οἱ ὁρῶντες
5ἄνθρωποι τὰ τραύματα δέχονται. Ἐκεῖ ὁ δηχθεὶς ἐπλήγη, ἐνταῦθα ὁ δάκνων τὸν ἰὸν ἔλαβεν.

4

Διὰ τοῦτο αὐτοὺς ἀσφαλίζεται, διὰ τοῦτο βλέφαρα καὶ βλεφαρίδας τοῖς ὀφθαλμοῖς περιέθηκεν, ἵνα μὴ διὰ παντὸς ἀνεῳγμένας ἔχῃς τὰς θυρίδας. Ὅταν γὰρ θύραι διὰ παντὸς ὦσιν ἀνεῳγμέναι, μετὰ πολλῆς τῆς εὐκολίας ὁ λῃστὴς ἐπεισέρχεται, μετὰ πολλῆς τῆς ἐξουσίας
5τὸν θησαυρὸν τῆς σωφροσύνης συλᾷ. Διὰ τοῦτο κόραι καλοῦνται τῶν ὀφθαλμῶν αἱ βολαί, ἵνα μάθῃς ὅτι αἰσχύνεσθαι χρὴ καὶ ἐρυθριᾶν· καθάπερ γὰρ αἱ ἀπειρόγαμοι καὶ θαλαμευόμεναι οὐκ ἀνέχοιντο οὐδὲ πρὸς τοὺς οἰκείους μετὰ ἀναιδείας ἰδεῖν, οὕτω καὶ τὰς κόρας τῶν ὀφθαλμῶν χρή,
καθάπερ κόρας ἀπειρογάμους ἐν θαλάμῳ, τῷ ὀφθαλμῷ καθημένας, μὴ123
10ἀναισχύντως ἁπάσαις ἐπαφιέναι ταῖς ὄψεσιν ἑαυτάς, ἐπεὶ οὐκ ἂν κόραι λοιπόν, ἀλλὰ κύνες ἀναίσχυντοι.

5

Ἀλλὰ τὰ μὲν περὶ σωφροσύνης ἱκανῶς εἴρηται καὶ τότε καὶ νῦν τοῖς προσέχουσιν· τὸ δὲ ζητούμενον, οὐχ ἵνα συνεχὴς ἡ παρ’ ἡμῶν διδασκα‐ λία γένηται καὶ συνεχὴς ἡ παρ’ ὑμῶν ἡ ἀκρόασις, ἀλλ’ ἵνα τι καὶ ἀπὸ τῆς ἡμετέρας διδασκαλίας καὶ ἀπὸ τῆς ὑμετέρας ἀκροάσεως γένηται πλέον
5εἰς λόγον ζωῆς τῆς ὑμετέρας, εἰς καύχημα ἡμέτερον, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ, ἵνα δυνηθῶ κἀγὼ κατὰ τὴν ἡμέραν ἐκείνην καυχᾶσθαι ἐκ τῶν κατορ‐ θωμάτων ὑμῶν καὶ εἰπεῖν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ ἐμοὶ ἔδωκεν ὁ Θεός.

6

Γενέσθω τὰ ῥήματα τὰ ἡμέτερα πράγματα δι’ ὑμῶν. Καὶ γὰρ ἐπὶ τῶν γεηπόνων οὐ τοῦτό ἐστιν τὸ ζητούμενον ζεῦξαι βοῦς ἀροτῆρας καὶ βαθεῖαν αὔλακα τεμεῖν καὶ καταβαλεῖν τὰ σπέρματα, ἀλλὰ δεῖξαι κομῶντα τὰ λήϊα καὶ τὴν ἅλωνα τῶν δραγμάτων πεπληρωμένην, ἵνα, ὅταν ἔλθῃ ὁ
5διακαθαίρων αὐτήν, οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, μηδαμοῦ τῆς ἅλωνος ἄχυρον εὕρῃ, ἀλλὰ πανταχοῦ σῖτον, πανταχοῦ καρπὸν ὥριμον εἰς βασιλικὰς ἀποθήκας ἀπενεχθῆναι δυνάμενον. Ἥξει γάρ, ἥξει πάντως ἐκεῖνος ὁ βαπτί‐ ζων ὑμᾶς ἐν πνεύματι ἁγίῳ καὶ πυρί· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Μεγάλη ἡ τιμωρία,
10ἀλλ’ ἐὰν θέλωμεν, οὐ λημψόμεθα τὴν τιμωρίαν οὐδὲ ἐσόμεθα ἄχυρα.

7

Τοιοῦτον γὰρ ἡ ἁμαρτία· καθάπερ τὰ ἄχυρα τῶν ἀλόγων ζῴων ἐστὶ τροφὴ καὶ πυρὸς δαπάνη, οὕτως καὶ ἡ ἁμαρτία τοῦ μέλλοντος πυρός ἐστιν δαπάνη. Βούλῃ μαθεῖν πῶς ἐστιν πυρὸς δαπάνη ἡ ἁμαρτία; Εἴ τις ἐποι‐ κοδομεῖ—φησίν—ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσίον, ἀργύριον, λίθους
5τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Ἰδοὺ πυρὸς δαπάνη ἡ ἁμαρτία.

8

Ἄκουσον πῶς καὶ ἀφροσύνη ἐστὶν καὶ ἀλόγων τροφὴ παθῶν· ἄκουσον τοῦ Δαβὶδ λέγοντος· Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθη‐ σαν ἐπ’ ἐμέ· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου
5τῆς ἀφροσύνης μου. Τὸ ἄχυρον πάλιν κοῦφόν ἐστιν καὶ εὐρίπιστον καὶ μικρᾷ ἀνέμου προσβολῇ ταχέως μετεωρίζεται καὶ πανταχοῦ περιφέρεται. Τοιοῦτοί εἰσιν τῶν ἀνθρώπων οἱ ῥᾳδίως ὑπὸ ὀργῆς ἐξαπτόμενοι, οἱ ταχέως ὑπὸ ἀνοίας φυσώμενοι. Διὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ λίκμα παντὶ ἀνέμῳ—ἵνα μὴ μείνῃς ἄχυρον—ἀλλ’ ἴσθι ἐστηριγμένος ἐπὶ
10τῇ πέτρᾳ.

9

Διὰ τοῦτο γὰρ ἦλθεν ὁ Χριστός, οὐχ ἵνα τὰ παλαιὰ ἁμαρτήματα
καταλύσῃ μόνον, ἀλλ’ ἵνα καὶ πρὸς τὰ μέλλοντα ἡμᾶς διορθώσηται. Τοῦτο καὶ Παῦλος, δεικνὺς ὅτι οὐ διὰ τὰ παλαιὰ μόνον ἦλθεν ἁμαρτήματα, ἀλλὰ καὶ διὰ τὰ μέλλοντα κατορθώματα, ἐβόα τήμερον· Ἐπεφάνη ἡ χάρις125
5τοῦ Θεοῦ, παιδεύουσα ἡμᾶς. Ἀλλὰ διανάστητε· πάλιν γὰρ τοὺς θησαυροὺς διανοίγομεν, πάλιν τοὺς μαργαρίτας δείκνυμεν· μηδεὶς τοίνυν διαδράμῃ τῶν εἰρημένων τὸ κάλλος· Ἐπεφάνη ἡ χάρις.

10

Διὰ τί οὐκ εἶπεν· ἐδόθη ἡ χάρις; Ἵνα μάθῃς ὅτι, πρὸ τοῦ φανῆναι τὴν χάριν, ἐν σκότει τῶν ἀνθρώπων ἡ φύσις ἐκάθητο· τοῖς γὰρ ἐν σκότει καθημένοις ὁ Χριστὸς φαίνει, ὅπερ οὖν καὶ ὁ προφήτης προαναφωνῶν ἔλεγεν· Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδεν φῶς μέγα. Ἐπεφάνη ἡ χάρις
5τοῦ Θεοῦ σωτήριος. Εἶδες ἀποστόλων καὶ προφητῶν συμφωνίαν; Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει· τοιαύτη γὰρ ἡ φύσις τοῦ σκότους· ὅπουπερ ἂν καταλάβῃ τοὺς ἀνθρώπους, εὐθέως καθίζει αὐτοὺς καὶ οὐκ ἀφίησιν προβῆναι περαιτέρω, ἡ βάδισις σφαλέρα καὶ ἐπικίνδυνος γίνεται. Ὁδηγῶν τοίνυν καὶ τὸ ἄπρακτον τῆς φύσεως ἡμῶν πρὸς ἀρετήν, ἔλεγεν· Ὁ λαὸς ὁ
10καθήμενος ἐν σκότει εἶδεν φῶς μέγα.

11

Οὐ τοῦτο δὲ μόνον ἐνδείκνυται ἡμῖν τὸ ἀποστολικὸν ῥῆμα τὸ ἐπεφάνη, ἀλλὰ καὶ ἕτερον πρὸς τούτοις. Ποῖον δὴ τοῦτο; Ὅτι οὐχ ἡμεῖς ζητήσαντες εὕρομεν τὸ φῶς, ἀλλὰ τοῦτο ἡμῖν ἐπεφάνη· οὐχ ἡμεῖς ἀπήλθαμεν πρὸς αὐτόν, ἀλλ’ αὐτὸς προσεγένετο πρὸς ἡμᾶς. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς
5ἔλεγεν· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ὑμᾶς ἐξελεξάμην. Καὶ ὁ Ἀπόστο‐ λος δὲ πάλιν, συνῳδὰ τούτοις βοῶν, ἔλεγεν· Τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην· νῦν δὲ οὐκ ἐπέγνων, ἀλλ’ ἐπεγνώσθην. Καὶ πρὸς Φιλιππη‐ σίους δὲ γράφων ἔλεγεν· Διώκω δὲ εἰ καὶ καταλάβω ἐφ’ ᾧ καὶ κατελήμ‐ φθην, διὰ πάντων δηλῶν ὅτι οὐχ ἡμέτερον κατόρθωμα γέγονεν ἡμῶν
10ἡ σωτηρία, ἀλλὰ θείᾳ χάριτι πάντες ἐσώθημεν· ὅπερ οὖν καὶ ἐνταῦθα αἰνίττεται λέγων· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ.

12

Ποῖα χάρις; Καὶ γὰρ καὶ τῆς παλαιᾶς χάρις ἔστιν καὶ ὁ Ἰωάννης ἐβόα λέγων· Χάριν ἀντὶ χάριτος ἐλάβομεν. Καὶ γὰρ ὄντως χάρις καὶ ἡ τῆς παλαιᾶς, ἀπαλλάξασα αὐτοὺς τῆς δουλείας τῆς ἐν Αἰγύπτῳ καὶ μυρίων κακῶν ἑτέρων· ἀλλὰ μείζων αὕτη ἡ χάρις. Τότε μὲν γὰρ τῶν Αἰγυπτίων
5ἀπήλλαξεν, νῦν δὲ τῆς τῶν δαιμόνων ἠλευθέρωσεν τυραννίδος· τότε ἀπήλ‐ λαξεν τῆς μανίας Φαραώ, νῦν δὲ τῆς κατοχῆς τοῦ διαβόλου· τότε διὰ Μωϋσέως, νῦν δὲ διὰ τοῦ Μονογενοῦς· τότε διὰ ῥάβδου, νῦν δὲ διὰ σταυροῦ· τότε διὰ θαλάσσης ἐρυθρᾶς, νῦν δὲ διὰ λουτροῦ παλιγγενεσίας· τότε ἀπὸ πηλοῦ καὶ πλινθείας ἐξήγαγεν, νῦν δὲ ἀπὸ θανάτου καὶ ἁμαρτίας· τότε127
10εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, νῦν εἰς βασιλείαν οὐρανῶν εἰσήγαγεν.

13

Ὄντως ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος. Ἀλλὰ τίνος ἕνεκεν, ὦ μακάριε Παῦλε, τοσαῦτα κατορθώματα παρέδραμες ἑνὶ ῥήματι; Ἀνακά‐ λυψόν μοι τὴν χάριν, εἰπέ μοι τὸ πέλαγος τῶν δωρεῶν. Ἀρκεῖ πάντα παρα‐ στῆσαι, φησίν, ἡ τοῦ δεδωκότος φιλανθρωπία· ὅταν γὰρ Θεοῦ χάρις ᾖ,
5οὐκ ἔχει μέτρον ἡ χάρις. Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ὁ Θεὸς ἄνθρωπος ἐγένετο, διὰ σὲ μορφὴν δούλου ἔλαβεν, ἵνα ἐλεύθερον ποιήσῃ τὸν δοῦλον. Καὶ καθάπερ δεσπότης, σφόδρα φιλῶν οἰκέτην, τὸ ἱμάτιον αὐτοῦ περι‐ βάλλεται, οὕτω καὶ ὁ Χριστός, φιλῶν τὴν φύσιν τὴν ἡμετέραν, τὸ ἱμάτιον αὐτῆς περιεβάλετο. Ἀνθρώπου μὲν ἔλεος ἐπὶ τὸν πλησίον αὐτοῦ, τοῦ δὲ
10Θεοῦ τὸ ἔλεος ἐπὶ πᾶσαν σάρκα. Εἶδες πῶς καὶ τὸ μέγεθος ἔδειξεν τῆς χάριτος καὶ τὸ καθολικὸν τῆς δωρεᾶς, τὸν δεδωκότα εἰπών;

14

Ἀλλὰ τίς ἐστιν σωτήριος ἴδωμεν. Αἱ χάριτες ἀπὸ τῶν διδόντων τὰ ὀνόματα λαμβάνουσιν, οἷον ὅταν ἄρχων δῷ χάριν, ἀρχοντικὴ καλεῖται χάρις, ὅταν βασιλεὺς δῷ χάριν, βασιλικὴ καλεῖται χάρις· ἐπεὶ οὖν καὶ ἐνταῦθα ὁ Σωτὴρ ἔδωκε τὴν χάριν, σωτήριος ἡ χάρις λέγεται. Διὰ τοῦτο
5γάρ φησιν· Καὶ λέγεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

15

Καὶ πῶς, φησίν, εἰ καθολικὴ χάρις ἐστὶν καὶ εἰς τὴν οἰκουμένην ἐξέχεεν τὴν δωρεάν, τὸν λαὸν αὐτοῦ μόνον σῴζειν ἐπηγγείλατο; Ὁ γὰρ ἰουδαϊκὸς μόνος οὗτος ἐχρημάτιζεν δῆμος ἔμπροσθεν, ἀλλ’ οὐκ ἔμεινεν μόνος οὗτος χρηματίζων· ἀλλ’ ἐπειδὴ μετὰ ταῦτα ἀνάξιοι τῆς τιμῆς εὑρέθη‐
5σαν, μετέβην προσηγορία εἰς τὴν οἰκουμένην πᾶσαν.

16

Ὅτι γὰρ λαὸς αὐτοῦ ἡμεῖς, ἄκουσον σαφῶς τοῦ Ὠσηὲ λέγοντος καὶ τοῦ Παύλου ἑρμηνεύοντος· Καλέσω τὸν οὐ λαόν μου λαόν μου. Καὶ ὅτι περὶ ἡμῶν εἴρηται δῆλον ἐκεῖθεν· ἡμεῖς ἐσμεν οἱ οὐ λαός, ἡμεῖς ἐγενόμεθα λαός. Καὶ ἕτερον δὲ τούτου σαφέστερον ἄκουσον· Καὶ ἔσται ἐν τῷ τόπῳ
5οὗ ἐρρήθη αὐτοῖς οὐ λαός μου, ὑμεῖς ἐκεῖ κληθήσεσθε υἱοὶ Θεοῦ ζῶντος. Ποίῳ τόπῳ; Ἐν τῇ Ἰουδαίᾳ φησίν· ἐκεῖ γὰρ οἱ προφῆται ἔλεγον οὐ λαός
μου, καὶ ἐκεῖ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Εἰς ὁδὸν ἐθνῶν μὴ εἰσέλθητε, ἀλλ’ ἐν αὐτῇ τῇ Ἰουδαίᾳ πάλιν εἶπεν· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Εἶδες πῶς ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς οὐ λαός μου, ἐκεῖ ἐκλή‐129
10θησαν υἱοὶ Θεοῦ ζῶντος; Διὰ τοῦτό φησιν· Αὐτὸς σώσει τὸν λαὸν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

17

Μεγάλη σωτηρία ὄντως· οὐδὲ γὰρ οὕτω μέγα ἀπαλλαγῆναι θανάτου ὡς μέγα ἀπαλλαγῆναι ἁμαρτίας· διὰ γὰρ τὴν ἁμαρτίαν ὁ θάνατος, οὐ διὰ τοῦ θανάτου ἡ ἁμαρτία. Καὶ ἵνα μάθῃς ὅτι αὕτη μείζων ἡ ἀπαλλαγὴ καί, ταύτης ἀνῃρημένης, οὐκ ἔστιν φοβερὸς ὁ θάνατος, ἀπ’ αὐτοῦ σκόπει τοῦτο
5τοῦ δεσποτικοῦ.

18

Τὸ γὰρ σῶμα ἐκεῖνο ἁμαρτίαν οὐκ ἐποίησεν, καὶ ἐμπεσὼν εἰς τὸν θάνατον ὠδῖνας αὐτῷ πικρὰς ἤγειρεν καὶ διέρρηξεν αὐτοῦ τὴν γαστέρα· καὶ οὐ μόνον οὐ κατεπόθη, ἀλλὰ καὶ ἠφάνισεν αὐτὸν εἰς τέλος. Καὶ καθάπερ ὁ Δανιήλ, μάζαν εἰς τὸ στόμα τοῦ δράκοντος ἐμβαλών,
5διέφθειρεν τὸ θηρίον, οὕτω καὶ ὁ Χριστός, τὴν σάρκα τὴν ἑαυτοῦ εἰς τὸ στόμα τοῦ θανάτου ῥίψας, διέσχισεν αὐτοῦ τὴν γαστέρα· καὶ γὰρ κέντρον θανάτου ἡ ἁμαρτία. Ἀνελὼν τοίνυν τὸ κέντρον, εἴασεν λοιπὸν τὸ θηρίον ἀνενέργητον.

19

Ἀλλὰ καὶ τὸ ζητούμενον ἐκεῖνό ἐστιν· τί δηποτοῦν εἰπὼν ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, ἐπήγαγεν παιδεύουσα ἡμᾶς. Ἡ γὰρ χάρις οὐ παιδεύει, ἀλλὰ ἀφίησιν ἁμαρτήματα· συγγνώμην δίδωσιν, οὐ παι‐ δείαν ἐπάγει. Ἀλλὰ μὴ φοβηθῇς τὸ ὄνομα τῆς παιδείας· ἔστιν παιδεία
5κόλασις καὶ ἔστιν παιδεία διδασκαλία· Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει— φησίν—μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Ἐνταῦθα παιδεία ἡ κόλασίς ἐστιν. Ἄκουσον ἀλλαχοῦ πῶς ἡ παιδεία διδάσκαλός ἐστιν· Μακά‐ ριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν. Κατὰ τοῦτο τοίνυν ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, παιδεύουσα ἡμᾶς.

20

Καὶ πῶς διδάσκει ἡ χάρις; Ἡ γὰρ χάρις ἁμαρτήματα ἀφίησιν, ἀλλ’ αὕτη ἡ ἄφεσις τῶν ἁμαρτιῶν διδασκαλία κατορθωμάτων ἐστίν· καὶ γὰρ ἐπὶ τῶν ἀνθρώπων τὸν νοῦν ἐχόντων οὐχ οὕτω μάστιγες καὶ πληγαὶ παι‐ δεύουσιν πολλοὺς ὡς ἁμαρτημάτων συγχώρησις. Ὅταν γοῦν ἴδῃ τὴν
5φιλανθρωπίαν τοῦ συγχωρήσαντος, ὁ ἡμαρτηκὼς ἑαυτὸν ἀκριβέστερον
ποιεῖ πρὸς τὰ μέλλοντα κατορθώματα. Καὶ οὕτως αὐτὸν παιδεύει ἡ χάρις, μαστίγων μᾶλλον κατανύττουσα· ἐρυθριᾷ γὰρ καὶ αἰσχύνεται πάλιν τοῖς αὐτοῖς περιπεσεῖν, δυσωπεῖται τὸ μέγεθος τῆς δωρεᾶς τοῦ εὐεργετήσαντος καὶ γίνεται παίδευσις ἡ χάρις.131

21

Βούλει μαθεῖν καὶ ἑτέρωθεν πῶς καὶ χάρις ἐστὶν καὶ παίδευσις, πῶς καὶ ἐχαρίσατο καὶ ἐπαίδευσεν ὁ Χριστός; Εἶδεν τὸν παραλελυμένον, συνέπηξεν αὐτοῦ τὰ νεῦρα, διωρθώσατο τῆς φύσεως αὐτοῦ τὴν ἀσθένειαν, ἐπανήγαγεν πρὸς τὴν προτέραν ὑγείαν τὸ σῶμα, εἶτα ὕστερον ἰδὼν αὐτὸν
5ἔλεγεν· Ἰδοὺ ὑγιὴς γέγονας—τοῦτο χάρις—μηκέτι ἁμαρτάνει, τοῦτο παιδείας καὶ διδασκαλίας. Καὶ τοῖς μαθηταῖς ἀμφότερα ἐνεχείρισεν· εἰπὼν μὲν γὰρ πορευθέντες βαπτίζετε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τὴν χάριν ἐδήλωσεν, τὴν ἄφεσιν τῶν παραπτωμάτων· ἐπαγαγὼν δὲ διδάσκοντες αὐτοὺς τηρεῖν
10πάντα ὅσα ἐνετειλάμην ὑμῖν, τὴν παιδείαν ἐνέφηνεν. Ἃ δὴ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ σωτήριος, παιδεύουσα ἡμᾶς.

22

Ὑπὲρ δὲ τούτων ἀπάτων εὐχαριστήσωμεν τῷ Θεῷ καὶ διὰ παντὸς ἔχωμεν διὰ μνήμης τὴν χάριν ταύτην· κἂν τετυφωμένος ᾖς, κἂν εὐθυμῇς, παιδεύσει σε ἡ χάρις μετριάζειν. Ὅταν γὰρ ἐννοήσῃς ὅτι ὁ τῶν ἀγγέλων δεσπότης, Θεὸς ὁ σύνθρονος τοῦ πατρός, δούλου μορφὴν ἔλαβεν, οὐ δυνήσῃ
5ποτὲ ὀργῆς ἢ ἀπονοίας πάθος κατασχεῖν ἐν τῇ ψυχῇ.

23

Οὕτω γοῦν καὶ Παῦλος παιδεύει ἐν ταπεινοφροσύνῃ ἡμᾶς, δεικνὺς ὅτι τοῦτο αὐτὸ χάρις ἐστὶν καὶ διδασκαλία· διὸ καὶ τῆς χάριτος ἀναμιμνῄσκει πρότερον. Καὶ ποῦ τοῦτο ποιεῖ; Φιλιππησίοις γράφων καὶ βουλόμενος αὐτοὺς πεῖσαι
5παραχωρεῖν ἀλλήλοις τῶν πρωτείων, οὕτως συνεβούλευσεν· Τῇ ταπει‐ νοφροσύνῃ ἀλλήλους προηγούμενοι ὑπηρέτας ἑαυτῶν. Εἶτα τὴν διδασκα‐ λίαν ἀπὸ τῆς χάριτος ἐπήγαγεν εἰπών· Τοῦτο γὰρ—φησίν—φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών· καὶ
10σχήματι εὑρηθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν.

24

Εἶδες πῶς τὴν χάριν εἰς μέσον ἀγαγὼν διδασκαλίαν τὸ πρᾶγμα ἐκάλεσεν; Οὕτω, καὶ ὅταν εἰς ἀγάπην προτρέπηται, ποιεῖ, τῆς χάριτος
ἀναμιμνῄσκων καὶ λέγων· Καθὼς ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, οὕτως καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. Παιδευθῶμεν133
5τοίνυν ἀπὸ τῆς χάριτος καὶ εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ καὶ διὰ τὴν γενομένην εἰς ἡμᾶς δωρεὰν καὶ διὰ τὴν ἐκ τῆς χάριτος διδασκαλίαν, ὅτι καὶ τῶν προτέρων ἁμαρτημάτων ἀπηλλάγημεν καὶ πρὸς τὰ μέλλοντα κατορθώματα μεγίστην ἔχομεν ἀσφάλειαν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν.

25

Καὶ καθάπερ ἐν κατόπτρῳ, τῇ διδασκαλίᾳ τοῦ λόγου, τὸν βίον τὸν ἡμέτερον κατανόωμεν μετὰ ἀκριβείας καὶ ῥυθμίζωμεν τὰ ἠμελημένα τῶν πράξεων. Καὶ ὅπερ ἐν τοῖς κουρίοις καθεζόμενοι ποιοῦσιν ἄνθρωποι μετὰ τὸ τὴν τρίχα ἀποκείρασθαι τῆς κεφαλῆς, τὸ κάτοπτρον τῇ δεξιᾷ κατέχοντες,
5περισκοπούμενοι μήπου τι κατὰ τὴν κουρὰν ἁμάρτημα γέγονεν τῇ κεφαλῇ, κατὰ τούτων καὶ σὺ ποίησον· καθάπερ κάτοπτρον τὴν διδασκαλίαν τοῦ λόγου λαβών, ἀπ’ αὐτῆς σου τὸν βίον θεώρει πάντα, κἂν ἴδῃς ἁμάρτημά τι γεγενημένον, εὐθέως διόρθωσαι.

26

〈Οὕτω καὶ αἱ γυναῖκες ποιοῦσιν· ἀπὸ γὰρ τῆς εὐνῆς εὐθέως διανιστάμεναι, τήν τε ὄψιν ἀποσμήχουσιν καὶ τὴν τῶν τριχῶν κόμην διατιθέασιν, καὶ πρὸς τὸ κάτοπτρον βλέπουσαι, τοῦ κάλλους τῆς ὄψεως οὕτω τὴν δοκιμασίαν ποιοῦνται, ὥστε μηδὲν ἠμελημέ‐
5νον παραδραμεῖν〉. Καὶ σὺ τοίνυν λαβὼν τὸ κάτοπτρον τῆς διδασκαλίας, μόρφωσον καὶ τύπωσον τὸ κάλλος τῆς ψυχῆς· 〈ἔχεις γὰρ ἄνδρα καὶ σὺ ᾧ μέλλεις ἀρέσκειν· ὥσπερ ἐκεῖναι οὐδὲν πρὸ τοῦ ἔργου τούτου ποιοῦνται, οὕτω καὶ σὺ μηδὲν ταύτης προτίμα τῆς σπουδῆς, ἀλλὰ κἂν ἅπασαν τὴν οἰκίαν ἠμελημένην ἴδοις, πρότερον ἄρεσον τῷ ἀνδρί, καὶ τότε τὰ ἄλλα
10διάθες καλῶς. Ὅτι γὰρ ἔχεις ἄνδρα καὶ σύ, ἄκουσον τοῦ Παύλου λέγοντος· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον παραστῆσαι τῷ Χριστῷ. Ὅσῳ δὲ μείζων τοῦ ἀνδρὸς τούτου ἡ ἀξία, τοσούτῳ μείζονα παρ’ ἡμῶν γενέσθαι χρὴ τὴν σπουδήν· ὁ γὰρ εἰς κάλλος βλέπει ψυχῆς καὶ ταύτην βούλεται καλλωπίζεσθαι τὴν ὄψιν. Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως
15ἔσωθεν.

27

Ταύτην τοίνυν τὴν δόξαν καλλωπίζωμεν, ἵνα μετὰ ταύτης ἅπαντες τῷ βασιλεῖ τῆς δόξης 〈παραστήσαντεσ〉 τῆς αἰωνίου καὶ ἀθανάτου τύχωμεν τιμῆς· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
5τῶν αἰώνων· ἀμήν.135