TLG 2062 378 :: JOANNES CHRYSOSTOMUS :: De inani gloria et de educandis liberis JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De inani gloria et de educandis liberis Citation: (Line) | ||
t1 | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ | |
---|---|---|
t2 | ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ | |
t3 | ΠΕΡΙ ΚΕΝΟΔΟΞΙΑΣ ΚΑΙ ΟΠΩΣ ΔΕΙ ΤΟΥΣ ΓΟΝΕΑΣ | |
t4 | ΑΝΑΤΡΕΦΕΙΝ ΤΑ ΤΕΚΝΑ | |
1 | Ἆρά τις ἐποίησεν ὅπερ ἠξίωσα; ἆρά τις ἐδεήθη τοῦ | |
Θεοῦ καὶ ὑπὲρ ἡμῶν καὶ ὑπὲρ τοῦ παντὸς σώματος τῆς ἐκκλησίας, ὥστε σβεσθῆναι τὴν πυρὰν τὴν ἀπὸ τῆς κενοδοξίας τεχθεῖσαν, τὴν τῷ σώματι παντὶ λυμαινομένην, τὴν ἓν σῶμα | 64 | |
5 | εἰς πολλὰ διαιροῦσαν μέλη καὶ διασχίζουσαν τὴν ἀγάπην; Καθάπερ γὰρ θηρίον ἐμπεσὸν εἰς σῶμα εὐγενὲς καὶ ἁπαλὸν καὶ ἀμύνασθαι μὴ δυνάμενον, οὕτω τοὺς ὀδόντας ἐνέπηξεν τοὺς μιαροὺς καὶ τὸν ἰὸν ἐναφῆκεν καὶ τῆς πολλῆς δυσωδίας ἐνέπλησεν καὶ τὰ μὲν ἀποκόψασα ἔρριψεν, τὰ δὲ διέξανεν, τὰ | |
10 | δὲ καὶ διεμασήσατο. Καὶ εἴ γε ἦν ὀφθαλμοῖς ἰδεῖν τήν τε κενοδοξίαν καὶ τὴν ἐκκλησίαν, εἶδεν ἄν τις θέαμα ἐλεεινὸν καὶ πολλῷ τῶν ἐν τοῖς σταδίοις γενομένων χαλεπώτερον· τὸ μὲν σῶμα ἐρριμένον, ἐκείνην δὲ ἄνωθεν ἐφεστῶσαν καὶ παν‐ ταχοῦ ἀποβλέπουσαν καὶ τοὺς ἐμπεσόντας κατέχουσαν καὶ | |
15 | οὐδέποτε ἀφισταμένην οὐδὲ φειδομένην. Τίς οὖν ἡμῶν τὸ θηρίον ἀποσοβήσει τοῦτο; Τοῦ τὸν ἀγῶνα θέντος ἐστὶν ἔργον ὑφ’ ἡμῶν παρακαλουμένου πέμψαι τοὺς ἀγγέλους αὐτοῦ καὶ καθάπερ τισὶ σχοινίοις τὸ ἰταμὸν αὐτῆς καὶ ἀναίσχυντον στόμα ἐμφράξαντας, οὕτως ἀπαγαγεῖν. | 66 |
20 | Ἀλλὰ τότε ὁ τὸν ἀγῶνα θεὶς τοῦτο ποιήσει, ὅταν αὐτὴν ἀπαχθεῖσαν μὴ ἐπιζητῶμεν· ἂν δὲ πέμψῃ μὲν κελεύων ἀποστῆναι τὸ δεινὸν ἡμῶν θηρίον, ἡμεῖς δὲ μετὰ τὸ διασωθῆναι καὶ εἰς τὸν ἴδιον ἀπαχθῆναι φωλεὸν ἀναστάντες μετὰ μυρίων τραυμάτων πάλιν αὐτὸ ζητῶμεν καὶ κρούωμεν καὶ ἀνατρέ‐ | |
25 | πωμεν, ὥστε αὐτὸ ἐξαγαγεῖν, οὐκέτι ἡμᾶς ἐλεήσει λοιπὸν οὐδὲ φείσεται· «Τίς γὰρ ἐλεήσει, φησίν, ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις;» Τί οὖν; πῶς ἂν ἀπαλλαγείημεν τοῦ κακοῦ καὶ πονηροῦ | |
δαίμονος; δαίμων γὰρ ὄντως ἐστὶν ὄψιν ἔχων ἐπέραστον. | 68 | |
30 | Καθάπερ γὰρ εἰ δαίμων τις εἰς ἑταίραν ἑαυτὸν διατυπώσας καὶ πολλὰ μὲν περιθέμενος τὰ χρυσία καὶ ἱμάτια ἐνδὺς μαλακὰ καὶ πολλῶν ὄζων τῶν ἀρωμάτων ὑπέλθοι πάνυ λαμπρὰν εἰκόνα γυναικὸς καὶ πάσης εὐμορφίας ὑπερβολὴν ἀποκρύψας· ἔπειτα δὲ καὶ ἐν ἡλικίᾳ φανείη τοιαύτῃ ἣ μάλιστα | |
35 | τὰς τῶν νέων ἀναπτεροῖ ψυχάς, αὐτὸ τῆς νεότητος φέρων τὸ ἄνθος, ζώνῃ χρυσῇ διαζωσάμενος καὶ βοστρύχους ἀπὸ τῆς κεφαλῆς δείξας ποικίλως ἐμπεπλεγμένους, κρωβύλῳ περσικῷ προσεοικότας· εἶτα διάδημα περιθοῖτο περὶ τὴν κεφαλὴν γυμναῖς ταῖς θριξὶ πολὺν τὸν κόσμον ἐπιθεὶς καὶ περὶ τὸν | |
40 | τράχηλον ἀπαστράπτοντα χρυσὸν καὶ λίθους τιμίους δεικνύς, καὶ ἑστήκοι ὁ πόρνης τινὸς πολὺ νέαν ἡλικίαν ὑπελθὼν ἐπ’ ἐρημίας πρὸ τοῦ τέγους, εἶτα καὶ πολλὴν τὴν αἰδῶ ἐπιδεικ‐ νύοιτο, τίνα οὐκ ἂν ἕλοι τῶν παριόντων; Καὶ μετὰ τοῦτο εἰς τὸν οἶκον εἰσαγαγὼν πᾶσαν μὲν ἐκείνην τὴν ὥραν ἀποθοῖτο, | 70 |
45 | δείξας δὲ ἑαυτὸν μέλανά τινα καὶ πυρώδη καὶ ἄγριον, οἷον εἰκὸς δαίμονα, ἐκστήσειεν μὲν τὸν ἄθλιον τὸν ἐμπεσόντα, ἐναλλόμενος δὲ καὶ τῆς ψυχῆς κατασχὼν βακχεύοι τὴν ἐκείνου διάνοιαν, τοιοῦτόν τι τῆς κενοδοξίας ὁ πονηρὸς δαίμων ἐστίν. Τί γὰρ αὐτῆς ὡραιότερον εἶναι δοκεῖ; Τί δὲ ἐπεραστό‐ | |
(50) | τερον; Ἀλλ’ ἐὰν ἴδωμεν ὅτι φαντασία τὸ πρᾶγμά ἐστιν καὶ ὅτι ὑπόκρισις, οὐχ ἁλωσόμεθα τοῖς δικτύοις οὐδὲ περιπεσού‐ μεθα τῇ σκηνῇ· ὃ γὰρ περὶ τῆς πόρνης εἴρηται, τοῦτο καὶ περὶ τῆς ταύτης εἰκότως ἄν τις εἴποι· «Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης»· τὸ αὐτὸ καὶ περὶ τῆς | |
55 | κενοδοξίας οὐκ ἄν τις ἁμάρτοι λέγων. Καθάπερ γὰρ ὁ Σοδόμων καρπός, τοιοῦτον ἡ κενοδοξία· καὶ γὰρ ἐκεῖνος τὴν μὲν ἐπιφάνειαν ἔχει λαμπρὰν καὶ καρπῶν ὑγιαινόντων τοῖς ὁρῶσιν ἐντίθησιν ἀπὸ τῆς ὄψεως τὴν ὑπόνοιαν. Ἐὰν δὲ λάβῃς κατὰ τῆς χειρὸς ἢ ῥοιὰν ἢ μῆλον, | 72 |
60 | εἴκει τε τοῖς δακτύλοις εὐθέως καὶ διατρυφθὲν τὸ ἔξωθεν ἐπικείμενον λέπος ἀφίησιν αὐτοὺς εἰς τὴν κόνιν καὶ τὴν τέφραν ἐμπεσεῖν. Τοιοῦτόν τι καὶ ἡ κενοδοξία ἐστίν· ὁρωμένη μὲν δοκεῖ μεγάλη τις εἶναι καὶ θαυμαστή, κατασχεθεῖσα δὲ ὑπὸ τῶν ἡμετέρων χειρῶν εἰς τὴν κόνιν εὐθέως τὴν ψυχὴν | |
65 | ἡμῶν ἐνέβαλεν. Καὶ ὅτι τοιοῦτόν ἐστιν ἡ κενοδοξία, πολλαχόθεν δῆλον. Τί γάρ; βούλεσθε πρῶτον ἀπὸ τῶν ἔξωθεν ἀρξώμεθα; Πληροῦται τὸ θέατρον καὶ πᾶς ὁ δῆμος ἄνω κάθηται ὄψιν πολὺ παρεχόμενος λαμπρὰν καὶ ἀπὸ τοσούτων συγκειμένην | |
ὄψεων, ὡς πολλάκις καὶ τὸ τέγος αὐτὸ καὶ τὸν ὑπερκείμενον | 74 | |
70 | ὄροφον καλυφθῆναι τοῖς σώμασι τῶν ἀνδρῶν καὶ οὔτε κεραμί‐ δας οὔτε λίθους ἔστιν ἰδεῖν, ἀλλὰ πάντα ὄψεις ἀνθρώπων καὶ σώματα. Πρὸ δὲ πάντων εἰσελθόντος τοῦ συναγαγόντος αὐτοὺς ἀνδρὸς φιλοτίμου, διαναστάντες εὐθέως ὥσπερ ἐξ ἑνὸς στόματος μίαν ἀφιᾶσι φωνήν, συμφώνως ἅπαντες κηδεμόνα | |
75 | καλοῦντες καὶ προστάτην τῆς κοινῆς πόλεως καὶ τὰς χεῖρας ἐκτείνοντες. Εἶτα μεταξὺ τῶν πάντων μείζονι παραβάλλουσιν αὐτὸν ποταμῷ τὸ τῆς φιλοτιμίας ἁδρὸν καὶ ἐκκεχυμένον τῇ τῶν Νειλῴων ὑδάτων ἀφθονίᾳ συγκρίνοντες, καὶ Νεῖλον αὐτὸν εἶναί φασι τῶν δωρεῶν. Οἱ δὲ μᾶλλον αὐτὸν κολακεύοντες | 76 |
80 | μικρὸν νομίσαντες εἶναι τοῦτο τὸ ὑπόδειγμα, τὸ τοῦ Νείλου, ποταμοὺς μὲν ἀφιᾶσι καὶ θαλάσσας, τὸν δὲ Ὠκεανὸν εἰς μέσον ἀγαγόντες, τοῦτο αὐτὸν εἶναί φασιν, ὅπερ ἐκεῖνον ἐν ὕδασι, τοῦτον ἐν ταῖς φιλοτιμίαις· καὶ οὐδὲν ὅλως εἶδος εὐφημίας ἀπολιμπάνουσιν. | |
85 | Λαμπρὰ τῆς κενοδοξίας ἡ ὄψις· ἀλλ’ ὑμεῖς μοι τοῦ τύπου τῆς κόρης ἀναμνήσθητε, εἰς ὃν διερρυθμίσαμεν τὸν δαίμονα, χρυσία περιθέντες αὐτῷ καὶ εἰς ἡλικίαν ἀγαγόντες ἑταίρας τινός, καὶ ὄψεσθε ὅτι οὐ πολὺ τὸ μέσον τῆς εἰκόνος. Τί δὴ μετὰ τοῦτο; προσκυνήσας αὐτοὺς καὶ ταύτῃ | |
90 | τιμήσας καὶ αὐτός, κάθηται μὲν μακαριζόμενος ὑπὸ πάντων ἐκείνων, ἑκάστου αὐτῶν εὐχομένου τοῦτο γενέσθαι ὅπερ ἐκεῖνος τότε, καὶ εὐθέως ἀποθανεῖν. Μετὰ δὲ τὸ πολὺ δαπανῆσαι χρυσίον καὶ ἀργύριον, ἵππους, ἱμάτια, παῖδας καὶ πάντα ἐκεῖνα | |
καὶ κενῶσαι πολλὰς οὐσίας, παραπέμπουσι πάλιν αὐτὸν μετὰ | 78 | |
95 | πολλῆς τῆς εὐφημίας, τοσοῦτοι μέντοι οὐκέτι· λυθέντος γὰρ τοῦ θεάτρου πρὸς τὰ οἰκεῖα ἕκαστος ἐπείγεται. Εἶτα ἐπὶ τῆς οἰκίας ἄριστα πολυτελῆ καὶ πολλὴ ἡ εὐωχία καὶ μεγάλη τῆς ἡμέρας ἡ λαμπρότης. Περὶ δείλην μεσημβρίαν πάλιν τὰ αὐτὰ καὶ ἐπὶ δύο καὶ τρισὶν ἡμέραις οὕτως. Ἐπειδὰν οὖν πάντα κενώσῃ | |
(100) | καὶ μυρία χρυσίου τάλαντα, τότε λοιπὸν δείκνυται ἡ σποδὸς τῆς φωνῆς ταύτης καὶ ἡ τέφρα καὶ ἡ κόνις. Ὅταν γὰρ ἐπὶ τῆς οἰκίας τοὺς λόγους ζητῇ καὶ τῆς δαπάνης τὴν ὑπερβολὴν ἐννοήσῃ, τότε ὀδύρεται. Ἕως μὲν γὰρ ἂν ἀπολαύῃ τῆς ἐπιθυμίας, καθάπερ ὑπό τινος μέθης τῆς | |
105 | κενοδοξίας ληφθεὶς καὶ ἑαυτὸν ἂν προσαναλώσειεν, οὐδὲ μικρὰν αἴσθησιν τῆς ζημίας λαβεῖν δύναται. Ἐπειδὰν δὲ οἴκοι γενόμενος, ἔνδον εἰς τὴν οἰκίαν τοῦ δαίμονος τούτου, τὴν μὲν ὥραν ἀπελθοῦσαν ἴδῃ τῆς συνελεύσεως λυθείσης καὶ εἰς τὸ θέατρον ἰδὼν εὕρῃ κενὸν ἀνδρῶν ὂν καὶ οὐδένα οὐδὲν φθεγγό‐ | |
110 | μενον, τὴν δὲ ζημίαν οὐκ ἐπὶ φαντασίας, ἀλλ’ ἐπὶ χρημάτων ἤδη γεγενημένην, τηνικαῦτα αἰσθάνεται τῆς τέφρας. Ἂν δὲ καὶ πέρα τῆς οὐσίας ἀναλώσας δέηται καὶ ἀπὸ ποδῶν ἐξαρθεὶς ἐν μέσῃ ἐπαιτῆται τῇ ἀγορᾷ, εἶτα τῶν τότε | |
προστάτην βοώντων μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, | 80 | |
115 | ἀλλὰ καὶ εὐφραίνωνται τοῖς γινομένοις—καὶ γὰρ καὶ τότε, ὅτε εὐφήμουν, καὶ τῷ φθόνῳ ἐδάκνοντο καὶ παραμυθίαν ἡγοῦντο τῶν οἰκείων κακῶν τὸ ἐκεῖνον, τὸν οὕτω γενόμενον λαμπρόν, πάντων ἀτιμότερον μέλλειν ἔσεσθαι—, ὅταν οὖν μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, τί τούτων ἐλεεινότερον; | |
120 | Οὐχὶ μᾶλλον δακρύων ἄξιον; τί δὲ τούτων χαλεπώτερον; Τάχα ἴστε τινὰ τοῦτο παθόντα μηδαμῶς; Καὶ εἴθε μὲν οὖν χεῖρα μὴ ὤρεγον, ἀλλὰ καὶ τοὐναντίον, κατηγορίαις βάλλεται παρ’ αὐτῶν τῶν ἐπαινεσάντων. «Διὰ τί γάρ», | |
φησί, «μαινόμενος; Διὰ τί δόξης ἐραστής; Τίνος γὰρ ἕνεκεν | 82 | |
125 | πόρναις καὶ μίμοις ἐχαρίζετο;» Ἄνθρωπε ἀγνῶμον, οὐχὶ σὺ ἐθαύμαζες; οὐχὶ σὺ ἐπῄνεις; οὐχὶ σὺ αὐτὸν εἰς τοῦτο προηγάγου τοῖς κρότοις καὶ ταῖς εὐφημίαις; οὐχὶ Νεῖλον ἐκάλεις; οὐχὶ Ὠκεανόν; οὐχὶ πᾶσαν τὴν ἡμέραν εἰς τὰς εὐφημίας ἀνήλωσας τὰς ἐκείνου; Πόθεν οὖν ἐξαίφνης μετα‐ | |
130 | βέβλησαι; Καὶ ὅτε ἐλεεῖν δεῖ, τότε μάλιστα κατηγορεῖς ἐφ’ οἷς καὶ ἐκρότεις πάλαι; Εἰ γὰρ ἐν οἷς κατηγοροῦμεν, ὅταν κολαζόμενον ἴδωμεν, οὔκ ἐσμεν οὕτω λίθινοι ὡς μὴ κατα‐ καμφθῆναι, ὅταν ἐφ’ οἷς καὶ ἐπῃνέσαμεν ἴδωμεν κακόν τι πάσχοντα, οὐχὶ πολλῷ μᾶλλον κάμπτεσθαι ἐχρῆν; Νῦν δὲ | |
135 | κατηγορεῖς· ὅτε σε ἔτερπεν τῇ θέᾳ, ὅτε διημέρευες πάντα ἀφεὶς τὰ σαυτοῦ, τί μὴ κατηγόρεις; Ὁρᾷς οἷα τὰ τοῦ διαβόλου; οἷοι τῆς κενοδοξίας οἱ καρποί; Ἐγὼ μὲν εἶπον τέφραν καὶ κόνιν· ὁρῶ δὲ οὐ τέφραν καὶ κόνιν μόνον, ἀλλὰ καὶ πῦρ καὶ καπνόν· οὐ γὰρ μέχρι | |
140 | τοῦ μηδὲν ἀπόνασθαι τὸ πρᾶγμα ἵσταται, ἀλλὰ καὶ μέχρι τοῦ κακοῖς περιβαλεῖν. Ἐπ’ ἐκείνων δὲ ἂν εἴη τέφρα καὶ | |
κόνις, ἐπὶ τῶν ἀναλισκόντων μὲν πολλά, καρπουμένων δὲ οὐδέν· οὐ μὴν καὶ ἐπὶ τῶν ταῦτα πασχόντων ἅπερ ἄρτι διῆλθον. | 84 | |
145 | «Τί οὖν; φησίν, ὅταν διὰ τὰς λειτουργίας ἐκείνας τιμῶνται καὶ θαυμάζωνται παρὰ πολλῶν, ἆρα μικρὸς οὗτος ὁ καρπός;» Σφόδρα γε· οὐ γὰρ μεγάλη ἡ τιμὴ αὕτη, ἣν νῦν διῆλθον, τὸ καὶ σκώμμασι βάλλεσθαι καὶ κατηγορεῖσθαι καὶ διαβάλλεσθαι. «Τί δὲ πρὸς τοὺς τιμωμένους;» Οὐ γὰρ | |
(150) | διὰ τὰς λειτουργίας ἐκεῖνοι τιμῶνται, ἀλλὰ διὰ τὸ προσδοκᾶν δαπανᾶσθαι πάλιν τῷ πλήθει. Εἰ δὲ διὰ τὰ φθάσαντα, διὰ τί τῶν οὐκ ἐχόντων κατηγοροῦσιν; διὰ τί δὲ μηδὲ προσίασιν, ἀλλὰ καὶ σκώπτουσιν ἀσώτους καὶ μιαροὺς ἄνδρας ἀποκα‐ λοῦντες; Εἶδες ὅτι μανία τίς ἐστιν ἡ κενοδοξία; | |
155 | Ἀλλὰ τοῦτο μὲν ἀφείσθω τὸ εἶδος, ἑνός που καὶ δευτέρου ὄν, ἐφ’ ἕτερον δὲ ἔλθωμεν. Εἰ δὲ λέγοι τις· «Τί οὖν πρὸς τοὺς σύμμετρα δαπανωμένους ἐν ταῖς τῶν πόλεων τέρψεσιν; Εἰπέ μοι, παρακαλῶ, τί τὸ κέρδος; καὶ γὰρ καὶ | |
παρ’ ἐκείνοις ἐφήμερος ἡ δόξα καὶ ἡ βοή. Καὶ ὅτι τοῦτο οὕτως | 86 | |
160 | ἂν ἔχοι, εἴ τις αὐτοῖς αἵρεσιν ἔδωκεν ἀναλαβεῖν ἐκεῖνα τὰ χρήματα ἢ καὶ τὸ τρίτον ἢ καὶ τὸ πολλοστόν, καὶ μηδεμίαν ἀκηκοέναι τοιαύτην φωνήν, νομίζεις οὐχὶ μυριάκις ἂν εἵλοντο; Οἱ γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς μυρία ἀναισχυντοῦντες καὶ ἰταμευό‐ μενοι, τί οὐκ ἂν ἐποίησαν ὑπὲρ τοσούτων χρημάτων εἰκῇ | |
165 | κενουμένων; Ἐνταῦθά μοι πρὸς τοὺς παρ’ ἡμῖν πιστοὺς ὁ λόγος ἐπείγεται, οἳ τῷ Χριστῷ πενομένῳ καὶ τῆς ἀναγκαίας ἀπο‐ ροῦντι τροφῆς οὐδὲ τὸ τυχὸν ὀρέγειν ἐθέλουσιν· καὶ ὅσα | |
ἐκεῖνοι πόρναις καὶ μίμοις καὶ τοῖς ὀρχουμένοις παρέχουσιν | 88 | |
170 | ὑπὲρ μιᾶς φωνῆς, ταῦτα οὗτοι ὑπὲρ βασιλείας διηνεκοῦς οὐ διδόασιν. Ἀλλ’ ἐφ’ ἕτερον ἔλθωμεν εἶδος κενοδοξίας· ποῖον δὴ τοῦτο; ὃ τῶν πολλῶν ἐστι καὶ οὐκέτι ἑνὸς καὶ δευτέρου· χαίρομεν ὅταν ἐπαινώμεθα καὶ ἐπὶ πράγμασιν ἐν οἷς οὐδὲν | |
175 | σύνισμεν ἑαυτοῖς οὐδὲ μικρόν. Καὶ ὁ πένης πάντα ποιεῖ ὥστε ἱμάτια περιθέσθαι καλά, δι’ οὐδὲν ἕτερον ἀλλ’ ὥστε δοξασθῆναι παρὰ τῶν πολλῶν· καὶ πολλάκις ἑαυτῷ διακονήσασθαι δυνάμενος οἰκέτην ὠνήσατο οὐ χρείας ἕνεκεν, ἀλλ’ ὥστε μὴ δόξαι ἠτιμῶσθαι ἑαυτῷ διακονούμενος. Ἐπεὶ τίνος ἕνεκεν, | |
180 | εἰπέ μοι, τὸν πάντα χρόνον ταῖς ἑαυτοῦ χερσὶν ὑπηρετούμενος ταῖς ἄλλου βούλει νῦν ὑπηρετεῖσθαι; Εἶτα, ἂν ἕτερον χρυσίον προσγένηται, καὶ σκεύη ἀργυρᾶ κτᾶται καὶ οἰκίαν λαμπράν. Τούτων οὐδὲν χρείας ἕνεκεν· εἰ γὰρ χρείας ἕνεκεν ταῦτα ἐγίνετο, τὸ πλέον ἂν τοῦ γένους τῶν ἀνθρώπων ἀπωλώλει | |
185 | καὶ διέφθαρτο. Οἷόν τι λέγω· ἔστιν ἀναγκαῖα καὶ ὧν ἄνευ ζῆν οὐκ ἔνι, οἷον ἡ τῆς γῆς φορὰ πρᾶγμα ἀναγκαῖόν ἐστιν, καὶ ταύτης μὴ φερούσης καρπὸν οὐκ ἔνι ζῆν· τὰ τῶν ἱματίων | |
σκεπάσματα, ὄροφος καὶ τοῖχοι καὶ ὑποδήματα, ταῦτα τῶν ἀναγκαίων ἐστίν, τὰ μέντοι ἄλλα ἅπαντα περιττά. Ἐπεὶ εἰ | 90 | |
190 | κἀκεῖνα ἀναγκαῖα ἦν καὶ οὐκ ἦν ἀνθρώπῳ ἄνευ διακόνου ζῆν, ὥσπερ οὐκ ἔστι δυνατὸν ἄνευ ἐκείνων ζῆν, τὸ πλέον ἂν ἀπωλώλει τῶν ἀνθρώπων, ἐπειδὴ τὸ πλέον τοὺς διακονουμέ‐ νους οὐκ ἔχουσιν. Εἰ ἀναγκαῖον ἦν ἀργυροῖς σκεύεσι κεχρῆσθαι καὶ ἄνευ τούτων ζῆν οὐκ ἦν, τὸ πλέον ἂν πάλιν διέφθαρτο | |
195 | τῶν ἀνθρώπων, ἐπειδὴ οὐδὲ ἄργυρος παρὰ τοῖς πολλοῖς ἐστιν. Ἐὰν οὖν τις αὐτοῖς τοῖς κεκτημένοις τὸν ἄργυρον εἴπῃ· Τί δή ποτέ σοι τοῦτο βούλεται τὸ σκεῦος; εἰπὲ τὴν αἰτίαν καὶ ποίαν τὴν χρῆσιν παρέχεται», οὐδεμίαν 〈ἂν〉 ἄλλην ἔχοι εἰπεῖν, ἀλλ’ ἢ τὴν παρὰ τῶν πολλῶν τιμήν. «Καὶ | |
(200) | κέκτημαι ὥστε θαυμάζεσθαι καὶ μὴ καταφρονεῖσθαι, κρύπτω δὲ πάλιν, ὥστε μὴ φθονεῖσθαι καὶ ἐπηρεάζεσθαι.» Τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ’ ἄν; εἰ διὰ τὴν παρὰ τῶν πολλῶν τιμὴν ἔχεις, πᾶσιν ἐπιδείκνυσο, εἰ δὲ τὸν φθόνον δέδοικας, οὐδὲ ὅλως κεκτῆσθαι καλόν. | |
205 | Εἴπω καὶ ἑτέραν ἀλογίαν; Πολλάκις τῶν ἀναγκαίων | |
τινὲς ἑαυτοὺς ἀποστερήσαντες καὶ λιμῷ φθειρόμενοι τούτων οὐκ ἀμελοῦσι τῶν σκευῶν. Κἂν ἐρωτήσῃς αὐτούς, «τὸ σχῆμά μου, φησίν, ἔχειν ὀφείλω». Ποῖον σχῆμα, ἄνθρωπε; οὔκ ἐστι τοῦτο σχῆμα ἀνθρώπου. Ἐπεὶ ἄρα ἀσχημοσύνην ἠσχημόνει | 92 | |
210 | μεγάλην ὁ δίκαιος Ἠλίας καὶ Ἐλισσαῖος καὶ Ἰωάννης· ἐπειδὴ τῷ μὲν τῆς μηλωτῆς πλέον οὐδὲν ἦν καὶ χήρας ἔχρῃζε γυναικός, καὶ αὐτῆς πενιχρᾶς, καὶ ἐπαιτητικὸν ἔζη βίον πρὸς τὰ πρόθυρα τῆς γυναικὸς τῆς πενιχρᾶς ἐκείνης ἐρχόμενος καὶ τὰ τῶν ἐπαιτῶν φθεγγόμενος ῥήματα. Ἠσχημόνει δὲ ἄρα | |
215 | καὶ Ἐλισσαῖος αὐτὸς ἀπὸ τῆς πενιχρᾶς ἑστιώμενος. Ἠσχη‐ μόνει δὲ καὶ Ἰωάννης οὐδὲ ἱμάτιον ἔχων, οὐδὲ ἄρτον ἕνα. Μία μόνον ἐστὶν ἀσχημοσύνη, τὸ πολλὰ κεκτῆσθαι, καὶ μεγάλη ὄντως ἀσχημοσύνη. Ὠμότητος γὰρ δόξαν λαμβάνει τις, μαλακίας, βλακείας καὶ τύφου, κενοδοξίας, θηριωδίας. Οὔκ | |
220 | ἐστι σχῆμα τὸ καλὰ φορεῖν ἱμάτια, ἀλλὰ σχῆμά ἐστι τὸ καλὰς περικεῖσθαι πράξεις. Καὶ ἀκούω πολλῶν ἐπὶ τούτῳ θαυμαζομένων. «Ὁ δεῖνα, φησίν, ἔχει τὸ σχῆμα αὑτοῦ· ἡ κλίνη ἐξεστρωμένη ἐστὶν καὶ σκεύη χαλκᾶ ἔχει πολλά· οἰκοδεσπότης ἄνθρωπός | |
225 | ἐστιν.» «Καὶ τί ἡμῖν ἐγκαλεῖς, φησίν, τοῖς ταῦτα κεκτημένοις, δέον τοῖς τὰ πλείονα ἔχουσιν ἐγκαλεῖν;» Δι’ ὑμῶν πολλῷ μᾶλλον ἐκείνων κατηγορῶ· εἰ γὰρ οὐκ ἀφίημι αἰτίας τοὺς | |
τὰ ὀλίγα ἔχοντας, πολλῷ μᾶλλον τοὺς τὰ πλείονα κεκτη‐ μένους. Σχῆμά ἐστιν οὐχὶ οἰκίας λαμπρότης, οὐδὲ ἐπιβλη‐ | 94 | |
230 | μάτων πολυτέλεια, οὐδὲ στιβὰς ἐξεστρωμένη, οὐδὲ κλίνη κεκαλλωπισμένη, οὐδὲ οἰκετῶν πλῆθος. Πάντα γὰρ ταῦτα ἡμῶν ἐκτὸς καὶ οὐδὲν πρὸς ἡμᾶς. Τὰ δὲ πρὸς ἡμᾶς ἐπιείκεια, ὑπεροψία χρημάτων, ὑπεροψία δόξης, τὸ καταγελᾶν τῆς παρὰ τῶν πολλῶν τιμῆς, τὸ μηδὲν ἡγεῖσθαι τὰ ἀνθρώπινα, | |
235 | τὸ τὴν πενίαν ἀσπάζεσθαι, τὸ τὴν φύσιν ὑπερβαίνειν τῇ τοῦ βίου ἀρετῇ· τοῦτο εὐσχημοσύνη, τοῦτο δόξα, τοῦτο τιμή. Τὸ δὲ αἴτιον πάντων τῶν κακῶν ἐξ ἀρχῆς τοῦτο γίνεται, καὶ πῶς, ἐγὼ λέγω. Τὸ παιδίον εὐθέως ἐτέχθη· πάντα μηχανᾶται ὁ πατὴρ | |
240 | οὐχ ὅπως αὐτοῦ τὸν βίον ῥυθμίσειεν, ἀλλ’ ὅπως αὐτὸ καλλω‐ πίσειεν καὶ χρυσίοις καὶ ἱματίοις περιβάλοι. Τί δή ποτε τοῦτο ποιεῖς, ἄνθρωπε; Ἔστω, αὐτὸς ταῦτα περίκεισαι· τί καὶ τὸ παιδίον, τὸ οὐδέπω τῆς μανίας ταύτης πεῖραν λαβόν, | |
παιδεύεις ἐν τούτοις; Τίνος ἕνεκεν περιτιθεῖς κόσμον περὶ | 96 | |
245 | τὸν τράχηλον; Παιδαγωγοῦ χρεία ἀκριβοῦς, ὥστε ῥυθμίζειν τὸν παῖδα, χρυσίου δὲ οὐκέτι. Καὶ κόμην δὲ ὄπισθεν ἀφίεις εἰς κόρης σχῆμα εὐθέως ἐκθηλύνων τὸν παῖδα καὶ τὸ τῆς φύσεως στερρὸν μαλάσσων, ἐξ ἀρχῆς αὐτῷ χρημάτων ἔρωτα περιττὸν ἐντιθεὶς καὶ πείθων περὶ τὰ ἀνόνητα ἐπτοῆσθαι. | |
(250) | Τί κατασκευάζεις αὐτῷ μείζονα τὴν ἐπιβουλήν; τί περὶ τὰ σωματικὰ ποιεῖς ἐπτοῆσθαι; «Ἀνήρ, φησίν, ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν.» Οὐ βούλεται ἡ φύσις· οὐκ ἐπέτρεψεν τοῦτο ὁ Θεός· τὸ πρᾶγμα κεκώλυται· ἑλληνικῆς ἐστι δεισιδαιμονίας | |
ἔργον. Πολλοὶ δὲ καὶ τῶν ὤτων ἐξαρτῶσι χρυσία· εἴθε μηδὲ | 98 | |
255 | κόραι τούτων ἀπήλαυον, ὑμεῖς δὲ καὶ ἐπὶ τοὺς ἄρρενας ἄγετε τὴν λύμην. Τάχα πολλοὶ γελῶσιν ἐπὶ τοῖς λεγομένοις, ὡς μικρῶν ὄντων τούτων. Οὔκ ἐστι μικρά, ἀλλὰ καὶ σφόδρα μεγάλα. Κόρη ἐν τῷ θαλάμῳ τῷ μητρικῷ παιδευθεῖσα πρὸς κόσμον | |
260 | ἐπτοῆσθαι γυναικεῖον, ἐπειδὰν ἐξέλθῃ τὴν πατρῴαν οἰκίαν, δυσχερὴς ἔσται καὶ χαλεπὴ τῷ νυμφίῳ καὶ τῶν τοὺς φόρους ἀπαιτούντων φορτικωτέρα. Εἶπον καὶ ἤδη πρὸς ὑμᾶς ὅτι ἐκεῖθεν ἡ κακία δυσανάσπαστος γίνεται, ὅτι οὐδεὶς τῶν παίδων προνοεῖ, ὅτι οὐδεὶς περὶ παρθενίας αὐτοῖς διαλέγεται, | |
265 | οὐδεὶς περὶ σωφροσύνης, οὐδεὶς περὶ ὑπεροψίας χρημάτων καὶ δόξης, οὐδεὶς ταῦτα τὰ ἐν ταῖς γραφαῖς παρηγγελμένα. Ὅταν τοίνυν ἐκ πρώτης ἡλικίας διδασκάλων ἀπορή‐ σωσιν οἱ παῖδες, τί ἔσονται; Εἰ γὰρ ἐκ κοιλίας τρεφόμενοί | |
τινες καὶ ἕως γήρως παιδευόμενοι οὔπω κατορθοῦσιν, οἱ ἐκ | 100 | |
270 | προοιμίων τῆς ζωῆς αὐτῶν τούτοις συνεθιζόμενοι τοῖς ἀκούσ‐ μασιν τί οὐκ ἂν ἐργάσωνται δεινόν; Νῦν δὲ ὅπως μὲν τέχνας καὶ γράμματα καὶ λόγους τοὺς αὑτῶν παῖδας παιδεύσειεν, ἅπασαν ἕκαστος ποιεῖται σπουδήν, ὅπως δὲ τὴν ψυχὴν ἀσκηθείη, τούτου οὐκέτι οὐδεὶς λόγον ἔχει τινά. | |
275 | Οὐ παύομαι παρακαλῶν ὑμᾶς καὶ δεόμενος καὶ ἀντιβολῶν, ὥστε πρὸ τῶν ἄλλων ἁπάντων τέως ὑμῶν ῥυθμίζειν τοὺς παῖδας. Εἰ γὰρ φείδῃ τοῦ παιδός, δεῖξον ἀπὸ τούτου· ἄλλως δὲ καὶ μισθὸν ἔχεις. Ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· »... ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ | |
280 | μετὰ σωφροσύνης.» Καὶ εἰ σὺ μυρία σαυτῷ σύνοιδας κακά, ἀλλ’ ὅμως ἐπινόησον παραμυθίαν τινὰ τοῖς σοῖς κακοῖς. | |
Θρέψον ἀθλητὴν τῷ Χριστῷ. Οὐ τοῦτο λέγω ὅτι γάμου ἀπάγαγε καὶ εἰς τὰς ἐρημίας ἀπόστειλον καὶ τὸν τῶν μοναχῶν παρασκεύασον ἑλέσθαι βίον· οὐ τοῦτο λέγω. Βούλομαι μὲν | 102 | |
285 | τοῦτο καὶ πάντας ηὐχόμην καταδέξασθαι, ἀλλ’ ἐπειδὴ φορτικὸν εἶναι δοκεῖ, οὐκ ἀναγκάζω. Θρέψον ἀθλητὴν τῷ Χριστῷ καὶ ἐν κόσμῳ ὄντα δίδαξον εὐλαβῆ ἐκ πρώτης ἡλικίας. Ἂν εἰς ἁπαλὴν οὖσαν ἔτι τὴν ψυχὴν ἐντυπωθῇ τὰ καλὰ διδάγματα, οὐδεὶς αὐτὰ ἐξελεῖν δυνήσεται, ὅταν σκληρὰ | |
290 | γένηται ὡς τύπος, ὥσπερ καὶ κηρός. Ἔχεις αὐτὸν ἔτι τρέμοντα | |
καὶ φοβούμενον καὶ δεδοικότα καὶ ὄψιν καὶ ῥῆμα καὶ πᾶν ὁτιοῦν· κέχρησο τῇ ἀρχῇ εἰς δέον. Σὺ πρῶτος ἀπολαύεις τῶν ἀγαθῶν, ἐὰν υἱὸν ἔχῃς καλὸν καὶ τότε ὁ Θεός· σαυτῷ κάμνεις. | 104 | |
295 | Λέγονται οἱ μαργαρῖται, ὅταν εὐθέως ληφθῶσιν, ὕδωρ εἶναι. Ἂν μὲν οὖν ἔμπειρος ᾖ ὁ δεχόμενος, ἐπὶ τῆς χειρὸς θεὶς τὴν σταγόνα ἐκείνην καὶ τὴν χεῖρα διακινήσας δεχόμενος ὑπτία τῇ χειρὶ ἐπὶ τοῦ θέναρος καὶ περιστρέφων εἰς ἀκρίβειαν ἀποτορνεύει καὶ ποιεῖ σφόδρα στρογγύλον. Ἐπειδὰν δὲ τύχῃ | |
(300) | τυπωθῆναι, οὐκέτι κύριός ἐστι διατυπῶσαι. Τὸ μὲν γὰρ ἁπαλὸν πρὸς πᾶν ἐπιτήδειόν ἐστι τὴν ἕξιν τὴν οἰκείαν οὐδέπω πεπηγυῖαν ἔχον· διόπερ εὐκόλως πρὸς πάντα ἕλκεται· τὸ δὲ σκληρὸν ὥσπερ ἀπολαβόν τινα διάθεσιν τὴν σκληρότητα οὐκ εὐκόλως αὐτῆς ἐξίσταται, οὐδὲ πρὸς ἑτέραν μετοικίζεται | |
305 | διάθεσιν. Ἕκαστος τοίνυν ὑμῶν τῶν πατέρων καὶ τῶν μητέρων, καθάπερ τοὺς ζωγράφους ὁρῶμεν τὰς εἰκόνας καὶ τὰ ἀγάλματα μετὰ πολλῆς τῆς ἀκριβείας ἐξασκοῦντας, οὕτω τῶν θαυμαστῶν | |
τούτων ἀγαλμάτων ἐπιμελώμεθα. Προθέντες γὰρ οἱ ζωγράφοι | 106 | |
310 | τὸν πίνακα καθ’ ἑκάστην ἡμέραν αὐτὸν ἐπιχρίουσι πρὸς τὸ δέον. Οἱ δὲ λιθοξόοι τῶν λίθων καὶ αὐτοὶ τὸ αὐτὸ πράττουσιν, τὸ μὲν περιττὸν περιαιροῦντες, τὸ δὲ ἐνδέον προστιθέντες. Οὕτω δὴ καὶ ὑμεῖς· καθάπερ ἀγαλμάτων τινῶν κατασκευασταί, πρὸς τοῦτο τὴν σχολὴν ἅπασαν ἔχετε τὰ θαυμαστὰ ἀγάλματα | |
315 | τῷ Θεῷ κατασκευάζοντες· καὶ τὸ μὲν περιττὸν ἐξαιρεῖτε, τὸ δὲ ἐνδέον προστίθετε· καὶ καθ’ ἑκάστην αὐτὰ περισκοπεῖτε τὴν ἡμέραν, ποῖον ἀπὸ φύσεως ἔχει πλεονέκτημα, ὥστε αὐτὸ αὔξειν, ποῖον ἀπὸ φύσεως ἐλάττωμα, ὥστε αὐτὸ περιαι‐ ρεῖν. Καὶ μετὰ πολλῆς τῆς ἀκριβείας πρῶτον μὲν αὐτῶν | |
320 | ἐξορίζετε τὸν τῆς ἀκολασίας λόγον· οὗτος γὰρ μάλιστα ὁ ἔρως ἐνοχλεῖ ταῖς τῶν νέων ψυχαῖς. Μᾶλλον δὲ πρὶν ἢ εἰς τὴν πεῖραν ταύτης ἐλθεῖν δίδαξον αὐτὸν νήφειν, ἐγρηγορέναι, εἰς προσευχὰς ἀγρυπνεῖν, πάντα καὶ λέγοντα καὶ ποιοῦντα τὴν σφραγῖδα ἐπιτίθεσθαι. | |
325 | Νόμισον εἶναι βασιλεὺς πόλιν ἔχων ὑπήκοον τὴν τοῦ | |
παιδὸς ψυχήν· πόλις γάρ ἐστιν ὄντως ἡ ψυχή. Καὶ καθάπερ ἐν τῇ πόλει οἱ μὲν κλέπτουσιν, οἱ δὲ δικαιοπραγοῦσιν, οἱ δὲ ἐργάζονται, οἱ δὲ ἁπλῶς ὡς ἔτυχεν ἅπαντα πράττουσιν, οὕτω δὴ καὶ ἐν τῇ ψυχῇ διάνοια καὶ λογισμοί· οἱ μὲν στρα‐ | 108 | |
330 | τεύονται κατὰ τῶν ἀδικούντων, οἷόν εἰσιν ἐν πόλει οἱ στρατιῶται· οἱ δὲ τοῦ παντὸς προνοοῦσιν, καὶ σώματος καὶ οἰκίας, οἷόν εἰσιν οἱ πολιτευόμενοι ἐν ταῖς πόλεσιν· οἱ δὲ ἐπιτάττουσιν, οἷόν εἰσιν οἱ ἄρχοντες· καὶ οἱ μὲν ἀσελγῆ διηγοῦνται, οἷόν εἰσιν οἱ ἀκόλαστοι· οἱ δὲ σεμνά, οἷόν εἰσιν | |
335 | οἱ σώφρονες· καὶ οἱ μέν εἰσιν ἐκτεθηλυσμένοι, οἷόν εἰσιν αἱ γυναῖκες παρ’ ἡμῖν· οἱ δὲ ἀνοητότερον διαλέγονται, οἷόν οἱ παῖδες· καὶ οἱ μὲν ὡς δοῦλοι ἐπιτάττουσιν, ὅπερ εἰσὶν οἱ οἰκέται· οἱ δὲ εὐγενεῖς, ὅπερ εἰσὶν οἱ ἐλεύθεροι. Δεῖ τοίνυν νόμων ἡμῖν, ὥστε τοὺς μὲν πονηροὺς | |
340 | ἐξορίζειν, τοὺς δὲ ἀγαθοὺς ἐγκρίνειν καὶ μὴ ἐᾶν κατεξανί‐ | |
στασθαι τῶν ἀγαθῶν τοὺς πονηρούς. Καθάπερ γὰρ ἐν πόλει ἂν νόμους τις θῇ πολλὴν τοῖς κλέπταις τὴν ἄδειαν διδόντας, τὸ πᾶν ἀνέτρεψεν· κἂν οἱ στρατιῶται μὴ εἰς δέον κέχρηνται τῷ θυμῷ, τὸ πᾶν ἐλυμήναντο· καὶ ἐὰν τὴν οἰκείαν τάξιν | 110 | |
345 | ἕκαστος καταλιπὼν τὴν ἑτέρου μεταδιώκῃ, τῇ πλεονεξίᾳ τὴν εὐταξίαν διέφθειρεν· οὕτω δὴ καὶ ἐνταῦθα. Πόλις τοίνυν ἐστὶν ἡ τοῦ παιδὸς ψυχή, πόλις ἄρτι κτισθεῖσα καὶ κατα‐ σκευασθεῖσα, πόλις ξένους ἔχουσα πολίτας, οὔπω οὐδενὸς ἐμπείρους. Τοὺς δὲ τοιούτους μάλιστα εὔκολον ῥυθμίζειν. | |
(350) | Οἱ μὲν γὰρ κακῇ πολιτείᾳ συντραφέντες, οἷοί πέρ εἰσιν οἱ γέροντες, δυσκόλως ἂν μεταθοῖντο, οὐ μὴν ἀδυνάτως· ἔνεστι γὰρ κἀκείνους μεταστραφῆναι, ἐὰν θέλωσιν· οἱ δὲ παντὸς ἄπειροι εὐκόλως ἂν δέξοιντο τοὺς παρὰ σοῦ νόμους. Τίθει τοίνυν νόμους τῇ πόλει ταύτῃ καὶ τοῖς ἐν τῇ | |
355 | πόλει πολιτευομένοις φοβεροὺς καὶ σφοδροὺς καὶ τῶν παραβαινομένων γενοῦ προστάτης· οὐδὲν γὰρ ὠφελεῖ τιθέναι νόμους, ἂν μὴ καὶ ἡ ἐκδίκησις ἕποιτο. Τίθει τοίνυν νόμους | |
καὶ πρόσεχε ἀκριβῶς· ὑπὲρ γὰρ τῆς οἰκουμένης ἡμῖν ἡ νομοθεσία καὶ πόλιν κτίζομεν σήμερον. Ἔστωσαν οὖν οἱ μὲν | 112 | |
360 | περίβολοι καὶ πύλαι 〈αἱ〉 τέσσαρες αἰσθήσεις· τὸ λοιπὸν ἅπαν σῶμα ὥσπερ τεῖχος ἔστω, πύλαι δὲ αὐτῷ οἱ ὀφθαλμοί, ἡ γλῶσσα, ἡ ἀκοή, ἡ ὄσφρησις, εἰ βούλει καὶ ἡ ἁφή· διὰ γὰρ τῶν πυλῶν τούτων καὶ εἰσίασι καὶ ἐξέρχονται οἱ τῆς πόλεως ταύτης πολῖται· τουτέστιν οἱ λογισμοὶ διὰ τῶν | |
365 | πυλῶν τούτων καὶ φθείρονται καὶ κατορθοῦνται. Φέρε οὖν πρῶτον ἐπὶ τὴν πύλην ἔλθωμεν τὴν ἀπὸ τῆς γλώσσης, ἐπειδὴ ἡ μάλιστα χρηματίζουσα αὕτη ἐστίν, καὶ πρὸ τῶν ἄλλων ἁπάντων κατασκευάσωμεν αὐτῇ τέως θύρας καὶ μοχλοὺς μὴ ἀπὸ ξύλων μηδὲ ἀπὸ σιδήρου, ἀλλ’ ἀπὸ | |
370 | χρυσοῦ. Χρυσῆ γὰρ ὄντως ἐστὶν ἡ πόλις ἡ οὕτω κατασκευαζο‐ μένη. Οὐ γὰρ ἄνθρωπός τις, ἀλλ’ αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς | |
ταύτην μέλλει τὴν πόλιν οἰκεῖν, ἐὰν κατασκευασθῇ. Καὶ τοῦ λόγου προϊόντος ὄψεσθε, ὅπου καὶ τὰ βασίλεια αὐτῷ τάττομεν. Κατασκευάσωμεν οὖν αὐτῇ θύρας καὶ μοχλοὺς ἀπὸ χρυσίου, | 114 | |
375 | τὰ λόγια τοῦ Θεοῦ, καθὼς ὁ προφήτης φησίν· «Τὰ λόγια τοῦ Θεοῦ ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου· ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν.» Διδάσκωμεν ταῦτα διὰ παντὸς ἐν τοῖς χείλεσι στρέφεσθαι, καὶ ἐν τοῖς περιπάτοις, μὴ ἁπλῶς μηδὲ παρέργως μηδὲ σπανιάκις, ἀλλὰ διηνεκῶς. | |
380 | Οὐ λεπίδας χρυσοῦ μόνον ἐπικεῖσθαι δεῖ ταῖς θύραις, ἀλλ’ ὅλας δι’ ὅλου ἀπὸ χρυσοῦ κατεσκευάσθαι παχείας καὶ ναστάς, καὶ λίθους ἔχειν τιμίους ἀντὶ λίθων προσπεπηγότων ἔξωθεν. Μοχλὸς δὲ ἔστω τῶν θυρῶν τούτων ὁ τοῦ Κυρίου | |
σταυρός, ὅλος δι’ ὅλων ἀπὸ λίθων κατεσκευασμένος τιμίων | 116 | |
385 | καὶ διὰ μέσων βεβλημένος τῶν θυρῶν πλάγιος. Ὅταν δὲ τὰς θύρας οὕτω παχείας κατασκευάσωμεν καὶ χρυσᾶς καὶ τὸν μοχλὸν ἐπιθῶμεν, ἀξίους καὶ τοὺς πολίτας κατασκευάσωμεν· ποίους δὴ τούτους; ῥήματα παιδεύοντες τὸ παιδίον φθέγ‐ γεσθαι σεμνὰ καὶ εὐσεβῆ. Καὶ ξενηλασίαν ποιῶμεν πολλήν, | |
390 | ὥστε μὴ μιγάδας τινὰς καὶ φθόρους ἀνθρώπους ἐπεισιέναι τοῖς πολίταις τούτοις· τοὺς ὑβριστικοὺς λόγους καὶ λοιδό‐ ρους, τοὺς ἀνοήτους, τοὺς αἰσχρούς, τοὺς βιωτικούς, τοὺς κοσμικούς, πάντας ἐξελάσωμεν. Καὶ μηδεὶς διὰ τούτων βαδιζέτω τῶν πυλῶν, ἀλλ’ ὁ βασιλεὺς μόνος. Καὶ αὐτῷ καὶ | |
395 | τοῖς αὐτοῦ πᾶσιν ἔστω ἀνεῳγμένη αὕτη ἡ πύλη, ἵνα καὶ περὶ αὐτῆς λέγηται· «Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύ‐ σονται ἐν αὐτῇ.» Καὶ κατὰ τὸν μακάριον Παῦλον· «Εἴ τις ἀγαθὸς λόγος πρὸς οἰκοδομήν, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.» Εὐχαριστία ἔστωσαν οἱ λόγοι, ὕμνοι σεμνοί· περὶ Θεοῦ | |
(400) | διαλεγέσθωσαν ἀεί, περὶ φιλοσοφίας τῆς ἄνω. Πῶς οὖν ἔσται τοῦτο; καὶ πόθεν αὐτοὺς παιδεύσομεν; Ἂν σφοδροὶ κριταὶ τῶν γινομένων ὦμεν· καὶ γὰρ τῷ παιδὶ πολλὴ ἡ εὐκολία. Πῶς; οὐχ ὑπὲρ χρημάτων μάχεται, οὐχ ὑπὲρ δόξης· ἔτι παιδίον ἐστίν· οὐχ ὑπὲρ γυναικός, οὐχ | 118 |
405 | ὑπὲρ παίδων, οὐχ ὑπὲρ οἰκίας. Ὥστε ποίαν ἂν ἔχοι ὕβρεως καὶ βλασφημίας τὴν αἰτίαν; πρὸς ὁμήλικας ὁ ἀγὼν ἅπας αὐτῷ. Θὲς νόμον εὐθέως, μηδένα ὑβρίζειν, μηδένα βλασφη‐ μεῖν, μὴ ὀμνύναι, ἄμαχον εἶναι. Κἂν ἴδῃς τὸν νόμον παραβαι‐ νόμενον, κόλασον, ποτὲ μὲν ὄψει σφοδρᾷ, ποτὲ δὲ λόγοις | |
410 | δακεῖν δυναμένοις, ποτὲ δὲ ὀνειδισμοῖς· ποτὲ δὲ κολάκευσον καὶ ἐπαγγέλλου. Πληγὰς δὲ μὴ συνεχῶς, μηδὲ ἐθίσῃς αὐτὸν οὕτω παιδεύεσθαι· ἂν γὰρ μάθῃ παιδεύεσθαι συνεχῶς, καὶ καταφρονεῖν μαθήσεται· μαθὼν δὲ καταφρονεῖν τὰ πάντα ἀνέτρεψεν. Ἀλλὰ φοβείσθω μὲν ἀεὶ πληγάς, μὴ λαμβανέτω | |
415 | δέ· καὶ ἐπισειέσθω μὲν τὸ σκῦτος, μὴ καταφερέσθω δέ. Καὶ ἀπειλαὶ προχωρείτωσαν μὴ εἰς ἔργον· τοῦτο δὲ μὴ ἔστω δῆλον, ὅτι μέχρις ἀπειλῶν ἐστι τὰ ῥήματα· ἀπειλὴ γὰρ τότε καλόν, ὅταν πιστεύηται, ὅτι εἰς ἔργον ἔλθῃ· ἐπεὶ ἐὰν τὴν οἰκονομίαν ὁ ἡμαρτηκὼς μάθῃ, καταφρονήσει. Ἀλλὰ προσ‐ | 120 |
420 | δοκάτω μὲν παιδεύεσθαι, μὴ παιδευέσθω δέ, ἵνα μὴ σβεννύηται ὁ φόβος, ἀλλ’ ἵνα μένῃ καθάπερ πῦρ ἐνακμάζον καὶ πάσας πάντοθεν ἀνέλκον τὰς ἀκάνθας ἢ καθάπερ μάκελλα ὀξεῖα καὶ βαθεῖα εἰς αὐτὸ σκάπτουσα τὸ βάθος. Ὅταν μέντοι ἴδῃς ἀπὸ τοῦ φόβου κερδάναντα, ἄνες· δεῖ γάρ τινος φύσει τῇ | |
425 | ἡμετέρᾳ καὶ ἀνέσεως. Δίδαξον αὐτὸν ἐπιεικῆ εἶναι καὶ φιλάνθρωπον. Κἂν ἀκόλουθον ἴδῃς ὑβριζόμενον, μὴ περιίδῃς, ἀλλὰ κόλασον τὸν ἐλεύθερον. Ὁ γὰρ εἰδὼς ὅτι οὐδὲ τὸν οἰκέτην ἐξέσται ὑβρίζειν τὸν ἑαυτοῦ, πολλῷ μᾶλλον τὸν ἐλεύθερον καὶ | |
430 | ὁμότιμον οὐ βλασφημήσει οὐδὲ λοιδορήσεται. Ἀπὸ κακίας τὸ στόμα ἀπόρραψον. Ἂν ἴδῃς διαβάλλοντά τινα, ἐπιστόμισον καὶ τὴν γλῶτταν κατὰ τῶν ἁμαρτημάτων τῶν αὑτοῦ μετά‐ στησον. Ταῦτα καὶ τῇ μητρὶ παραίνει διαλέγεσθαι τῷ παιδὶ καὶ τῷ παιδαγωγῷ καὶ τῷ ἀκολούθῳ, ὥστε πάντας ὁμοῦ | 122 |
435 | φύλακας εἶναι καὶ παρατηρεῖν μηδένα προπηδᾶν τῶν λογισ‐ μῶν ἐκείνων τῶν πονηρῶν ἀπὸ τοῦ παιδίου καὶ τοῦ στόματος ἐκείνου καὶ τῶν θυρῶν τῶν χρυσῶν. Καὶ μή μοι νομίσῃς πολλοῦ τὸ πρᾶγμα δεῖσθαι καιροῦ. Ἂν παρὰ τὴν ἀρχὴν σφοδρῶς ἐπιθῇ καὶ ἀπειλήσῃς καὶ τοσούτους ἐπιστήσῃς | |
440 | φύλακας, δύο μῆνες ἀρκοῦσι, καὶ τὸ πᾶν κατώρθωται καὶ τὸ πρᾶγμα εἰς φύσεως βεβαιότητα καθίσταται. Αὕτη μὲν οὖν ἡ πύλη οὕτως ἀξία γένοιτ’ ἂν τοῦ Κυρίου, ὅταν μήτε αἰσχρότης, μήτε εὐτραπελία, μήτε ἀνόητον, μήτε ἄλλο μηδὲν φθέγγηται, ἀλλὰ πάντα τὰ τῷ Δεσπότῃ πρέποντα. | |
445 | Εἰ γὰρ οἱ τὴν σωματικὴν στρατείαν παιδεύοντες τοὺς ἑαυτῶν | |
παῖδας εὐθέως τοὺς στρατευομένους καὶ τοξεύειν διδάσκουσι καὶ χλανίδα ἀμφιέννυσθαι καὶ ἵππον ἀναβαίνειν καὶ οὐδὲν ἡ ἡλικία κώλυμα γίνεται, πολλῷ μᾶλλον τοὺς ἄνω στρατευο‐ μένους τὸν κόσμον ἅπαντα περιτίθεσθαι χρὴ τοῦτον τὸν | 124 | |
(450) | βασιλικόν. Μανθανέτω τοίνυν τῷ Θεῷ ψάλλειν, ἵνα μὴ σχολάζῃ αἰσχραῖς ᾠδαῖς καὶ διηγήμασιν ἀκαίροις. Καὶ αὕτη μὲν ἡ πύλη οὕτως ἀσφαλιζέσθω καὶ οἱ πολῖται καταλεγέσθωσαν ἐκεῖνοι· τοὺς δὲ ἄλλους ἔνδον θανατῶμεν, καθάπερ αἱ μέλισσαι τοὺς κηφῆνας, μὴ ἐῶντες ἔξω προχωρεῖν μηδὲ | |
455 | βομβεῖν. Ἴωμεν δὴ καὶ ἐφ’ ἑτέραν πύλην· ποίαν δὴ ταύτην; τὴν ἐγγὺς αὐτῆς κειμένην καὶ πολλὴν πρὸς αὐτὴν συγγένειαν ἔχουσαν, τὴν ἀκοὴν λέγω. Ἐκείνη μὲν γὰρ ἔσωθεν ἐξιόντας ἔχει τοὺς πολίτας, καὶ οὐδεὶς δι’ ἐκείνης εἰσέρχεται, αὕτη δὲ | |
460 | ἔξωθεν εἰσιόντας, καὶ οὐδεὶς δι’ αὐτῆς ἐξέρχεται. Πολλὴν | |
τοίνυν ἔχει τὴν συγγένειαν αὕτη πρὸς ἐκείνην· ἂν γὰρ μηδένα τῶν φθόρων καὶ διεφθαρμένων συγχωρῇ τῶν οὐδῶν ἐπιβαίνειν τῶν αὑτῆς, οὐ πολλὴν παρέχει τῷ στόματι τὴν δυσκολίαν· ὁ γὰρ μὴ ἀκούων αἰσχρὰ μηδὲ πονηρὰ οὐδὲ | 126 | |
465 | φθέγγεται αἰσχρά· ὡς ἐὰν αὕτη ἀναπεπταμένη πᾶσιν ᾖ, ἐκείνῃ λυμανεῖται καὶ τοῖς ἔνδον πᾶσι ποιήσει θόρυβον. Καὶ τάχα περὶ ταύτης προτέρας ἐχρῆν ἅπαντα εἰπεῖν καὶ προτέραν ἀποφράξαι τὴν εἴσοδον. Μηδὲν οὖν ἄτοπον ἀκουέτωσαν οἱ παῖδες μήτε παρὰ | |
470 | οἰκετῶν μήτε παρὰ παιδαγωγοῦ μήτε παρὰ τροφέων. Ἀλλὰ καθάπερ τὰ φυτὰ τότε μάλιστα πολλῆς χρείαν ἔχει τῆς ἐπιμελείας, ὅταν ἁπαλὰ ᾖ, οὕτω καὶ οἱ παῖδες· ὥστε τροφέων προνοῶμεν ἀγαθῶν, ἵνα αὐτοῖς ἐκ κρηπῖδος καλὸς θεμέλιος βάλληται καὶ μηδὲν ὅλως ἐξ ἀρχῆς παραδέχωνται πονηρόν. | |
475 | Μὴ τοίνυν, μηδὲ μύθους ἀκουέτωσαν ληρώδεις καὶ γραώδεις. «Ὁ δεῖνα, φησί, τὸν δεῖνα ἐφίλησεν.» «Ὁ τοῦ βασιλέως υἱὸς καὶ ἡ μικροτέρα θυγάτηρ τόδε ἐποίησαν.» Μηδὲν τούτων ἀκουέτωσαν· ἀλλ’ ἀκουέτωσαν ἕτερα χωρὶς πάσης περιόδου μετὰ πολλῆς τῆς ἁπλότητος. Δυνατὸν γὰρ | |
480 | καὶ παρὰ παίδων καὶ παρὰ ἀκολούθων· μὴ πάντων· μηδὲ γὰρ πᾶσιν ἐξέστω τοῖς οἰκέταις ἀναμίγνυσθαι, ἀλλ’ ἔστωσαν φανεροί, ὥσπερ ἀγάλματι προσιόντες φανεροί, οἱ συναντιλαμ‐ βανόμενοι τῆς τέχνης ἡμῖν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν οἰκοδόμοι ἦμεν καὶ ἄρχοντι οἰκίαν ἐκτίζομεν, μὴ πάντας | 128 |
485 | ἁπλῶς τοὺς οἰκέτας ἡμῖν ἐᾶν προσιέναι τῇ οἰκοδομίᾳ, νῦν δὲ τῷ βασιλεῖ τῷ ἐπουρανίῳ πόλιν κτίζοντες καὶ πολίτας πᾶσιν ἐπιτρέπειν τὸ ἔργον; Ἀλλ’ ὅσοι τῶν οἰκετῶν χρήσιμοι συναντιλαβέσθαι· εἰ δὲ μηδείς ἐστιν, ἐλεύθερον μισθῷ ζήτησον, ἄνδρα ἐνάρετον, κἀκείνῳ μάλιστα τὸ πᾶν ἐπίτρεψον, | |
490 | ὥστε συναντιλαβέσθαι τοῦ ἔργου. Μὴ τοίνυν ἀκουέτωσαν μύθους τοιούτους. Ἀλλ’ ὅταν τῶν πόνων ἀνιῆται τῶν ἀπὸ τῶν μαθημάτων—φιλεῖ γὰρ ἡ ψυχὴ τοῖς παλαιοῖς ἐνδιατρίβειν διηγήμασιν—, λέγε πρὸς αὐτόν, πάσης αὐτὸν παιδιᾶς ἀπάγων· φιλόσοφον γὰρ | |
495 | τρέφεις καὶ ἀθλητὴν καὶ πολίτην τῶν οὐρανῶν· λέγε τοίνυν πρὸς αὐτὸν καὶ διηγοῦ ὅτι «Ἦσαν παρὰ τὴν ἀρχὴν δύο | |
τινὲς παῖδες πατρὸς ἑνός, ἀδελφοὶ δύο.» Εἶτα διαστήσας ἐπάγαγε· «Καὶ τῆς αὐτῆς ἐξελθόντες γαστρός. Καὶ ὁ μὲν ἦν πρεσβύτερος, ὁ δὲ νεώτερος. Καὶ ὁ μὲν ἦν γεωργός, ὁ | 130 | |
(500) | πρεσβυτέρος, ὁ δὲ ποιμήν, ὁ νεώτερος. Κἀκεῖνος μὲν ἐξῆγε τὰ ποίμνια ἐπὶ νάπας καὶ λίμνας.» Καὶ καταγλύκαινε τὰ διηγήματα, ὥστε τινὰ εἶναι τῷ παιδὶ καὶ τερπνότητα καὶ μὴ ἀποκάμνειν αὐτῷ τὴν ψυχήν. «Ὁ δὲ ἔσπειρεν καὶ ἐφύτευεν. Ἔδοξεν δή ποτε τούτοις τιμῆσαι τὸν Θεόν. Καὶ ὁ μὲν ποιμὴν | |
505 | τὰ πρωτεῖα τῶν ποιμνίων λαβὼν προσήνεγκε τῷ Θεῷ.» Οὐ πολλῷ μᾶλλον ἀντὶ τῶν χρυσομάλλων προβάτων καὶ τῆς τερατείας ἐκείνης ταῦτα διηγεῖσθαι καλόν; Εἶτα αὐτὸν καὶ διανάστησον—ἔχει γάρ τι καὶ ἡ διήγησις—μηδὲν ψευδὲς ἐπιφέρων, ἀλλὰ τὰ ἀπὸ τῆς Γραφῆς. «Ἐπειδὴ γὰρ προσή‐ | |
510 | νεγκεν τῷ Θεῷ τὰ πρωτεῖα, εὐθέως κατηνέχθη πῦρ ἀπὸ τοῦ οὐρανοῦ καὶ πάντα ἀνήρπασεν εἰς τὸ ἄνω θυσιαστήριον. Ὁ μέντοι πρεσβύτερος οὐχ οὕτως ἐποίησεν, ἀλλ’ ἀπέρχεται καὶ ἀπὸ τῶν πόνων αὑτοῦ τὰ πρωτεῖα ἑαυτῷ ταμιευσάμενος προσήνεγκε τῷ Θεῷ τὰ δευτερεῖα. Καὶ οὐδὲ προσέσχεν αὐτοῖς | |
515 | ὁ Θεός, ἀλλ’ ἀπεστράφη καὶ ἀφῆκεν αὐτὰ μένειν ἐπὶ τῆς γῆς· ἐκεῖνα δὲ ἄνω ἐδέξατο πρὸς ἑαυτόν. Καθάπερ καὶ ἐπὶ τῶν ἐφεστώτων τοῖς χωρίοις γίνεται, τὸν μὲν τιμᾷ τῶν προσφε‐ ρόντων καὶ ἔνδον δέχεται ὁ δεσπότης, ἕτερον δὲ ἀφίησιν ἔξω ἑστάναι· οὕτω δὴ καὶ ἐνταῦθα γέγονεν. Τί δὴ οὖν μετὰ τοῦτο | |
520 | γίνεται; Ἐλυπεῖτο ὁ πρεσβύτερος ἀδελφὸς ὡς ἀτιμασθεὶς | |
καὶ παρευδοκιμηθείς, καὶ ἦν σκυθρωπός. Λέγει πρὸς αὐτὸν ὁ Θεός· ‘Διὰ τί λελύπησαι; Οὐκ ᾔδεις ὅτι Θεῷ προσφέρεις; Διὰ τί με ὕβρισας; Τί ἔχων ἐγκαλεῖν; Τίνος ἕνεκεν τὰ δευτερεῖά μοι προσήνεγκας;‘» Εἰ δὲ δοκεῖ καὶ ἀφελέστερον | 132 | |
525 | κεχρῆσθαι τῇ γλώττῃ, ἐρεῖς ὅτι «Ἐκεῖνος οὐδὲν ἔχων εἰπεῖν ἡσύχασεν», μᾶλλον δὲ ἐσίγησεν. «Μετὰ ταῦτα ἰδὼν τὸν ἀδελφὸν αὑτοῦ τὸν μικρότερον λέγει πρὸς αὐτόν· ‘Ἐξέλθωμεν εἰς τὸ πεδίον.‘ Καὶ λαβὼν αὐτὸν δόλῳ ἀνεῖλεν ὁ μείζων ἐκεῖνος. Καὶ ἐνόμιζεν ὅτι λανθάνει τὸν Θεόν. Ἔρχεται | |
530 | πρὸς αὐτὸν ὁ Θεὸς καὶ λέγει αὐτῷ· ‘Ποῦ ἐστιν ὁ ἀδελφός σου;‘ Λέγει ἐκεῖνος· ‘Οὐκ οἶδα· μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου;‘ Λέγει πρὸς αὐτὸν ὁ Θεός· ‘Ἰδοὺ τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς γῆς βοᾷ πρός με.‘» Παρακαθεζέσθω δὲ καὶ ἡ μήτηρ πλαττομένης οὕτω τῆς | |
535 | ψυχῆς τοῦ παιδίου τοῖς τοιούτοις διηγήμασιν, ἵνα καὶ αὐτὴ συναντιλαμβάνηται καὶ ἐπαινῇ τὰ λεγόμενα. «Τί οὖν μετὰ τοῦτο γέγονεν; Ἐκεῖνον μὲν ὁ Θεὸς ἐδέξατο εἰς τὸν οὐρανὸν καὶ ἔστιν ἄνω τελευτήσας.» Καὶ γὰρ παρα‐ δέχεται τὸν περὶ τῆς ἀναστάσεως λόγον τὸ παιδίον τοῖς | |
540 | τοιούτοις διηγήμασιν. Εἰ γὰρ ἐν τοῖς μύθοις τοιαῦτα τερα‐ τεύονται, «ὅτι καὶ ἐποίησεν αὐτήν, φησίν, ἡμίθεον», καὶ πιστεύει τὸ παιδίον, καὶ οὐκ οἶδεν μὲν ὅπερ ἐστὶν «ἡμίθεος», οἶδεν δὲ ὅτι μεῖζόν τί ἐστιν ἢ κατὰ ἄνθρωπον, καὶ θαυμάζει | |
εὐθέως ἀκοῦσαν, πολλῷ μᾶλλον ὅταν περὶ ἀναστάσεως ἀκούῃ | 134 | |
545 | καὶ ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν αὐτοῦ ἡ ψυχή. «Κἀκεῖνον μὲν εὐθέως ἀνέλαβεν ἄνω· οὗτος δέ, ὁ φονεύσας, διαπαντὸς ἔζη ἐπὶ πολλὰ ἔτη κακῶς πάσχων, φόβῳ καὶ τρόμῳ συζῶν, καὶ μυρία ἔπασχεν δεινὰ καὶ ἐκολάζετο καθ’ ἑκάστην ἡμέραν.» Καὶ εἰπὲ τὴν τιμωρίαν σφοδρῶς, μὴ ἁπλῶς, ὅτι «ἤκουσε | |
(550) | παρὰ τοῦ Θεοῦ ὅτι ‘στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆσ‘.» Οὐ γὰρ οἶδεν τὸ παιδίον τί ποτε τοῦτό ἐστιν, ἀλλ’ εἰπὲ ὅτι «καθάπερ σὺ τῷ διδασκάλῳ παρεστὼς καὶ ἀγωνιῶν, εἴ ποτε μέλλεις μαστίζεσθαι, τρέμεις καὶ δέδοικας, οὕτω δὴ κἀκεῖνος διαπαντὸς ἔζη προσκεκρουκὼς τῷ Θεῷ.» | |
555 | Ἀρκεῖ μέχρι τούτων αὐτῷ· καὶ τοῦτο ἐν μιᾷ ἑσπέρᾳ εἰπὲ δειπνῶν. Καὶ πάλιν ἡ μήτηρ τὰ αὐτὰ λεγέτω. Εἶτα ἐπειδὰν πολλάκις ἀκούσῃ, ἀπαίτησον καὶ αὐτόν· «Εἰπέ μοι τὸ διήγημα», ἵνα καὶ φιλοτιμῆται. Καὶ ὅταν κατάσχῃ τὸ διήγημα, τότε αὐτῷ καὶ τὸ κέρδος ἐρεῖς. Οἶδεν μὲν γὰρ ἡ | |
560 | ψυχὴ καθ’ ἑαυτὴν δεχομένη τὸ διήγημα πρὸ τῆς σῆς ἐπεξερ‐ | |
γασίας καρποὺς ἐνεγκεῖν, πλὴν ἀλλὰ καὶ σὺ εἰπὲ μετὰ ταῦτα· «Ὁρᾷς ὅσον κακόν ἐστι γαστριμαργία; [ὁρᾷς] ὅσον κακόν ἐστι φθονεῖν ἀδελφῷ; ὁρᾷς ὅσον ἐστὶ κακὸν νομίζειν κρύπτειν τὸν Θεόν; Ἐκεῖνος γὰρ πάντα βλέπει καὶ τὰ ἐν | 136 | |
565 | τῷ κρυπτῷ γινόμενα.» Ἂν τοῦτο μόνον τὸ δόγμα ἐγκατα‐ σπείρῃς τῷ παιδί, οὐ δεήσῃ τοῦ παιδαγωγοῦ, τοῦ φόβου τούτου τοῦ παρὰ τοῦ Θεοῦ παντὸς φόβου μᾶλλον ἐφεστῶτος τῷ παιδὶ καὶ κατασείοντος αὐτοῦ τὴν ψυχήν. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐν ἐκκλησίᾳ χειραγωγῶν | |
570 | ἄγε· καὶ σπούδασον αὐτὸν ἄγειν, ὅταν μάλιστα αὕτη ἡ διήγησις ἀναγινώσκηται. Ὄψει γὰρ αὐτὸν γαννύμενον καὶ πηδῶντα καὶ χαίροντα, ὅτι ἃ πάντες ἀγνοοῦσιν οἶδεν αὐτός, καὶ προλαμβάνοντα καὶ ἐπιγινώσκοντα καὶ μεγάλα κερδαί‐ νοντα. Καὶ λοιπὸν ἐναποτίθεται τῇ μνήμῃ τὸ πρᾶγμα. | |
575 | Ἔστιν καὶ ἕτερα κερδᾶναι ἐκ τοῦ διηγήματος. Μαθέτω τοίνυν παρὰ σοῦ ὅτι οὐ χρὴ ἀλγεῖν κακῶς πάσχοντα· ἐνταῦθα εὐθέως ἐκ προοιμίων ὁ Θεὸς δείκνυσιν ἐν αὐτῷ τῷ παιδί, εἴ | |
γε τὸν εὐδόκιμον διὰ θανάτου ἔλαβεν ἄνω εἰς τὸν οὐρανόν. Ὅταν τοῦτο παγῇ τὸ διήγημα ἐν τῇ διανοίᾳ τοῦ παιδός, | 138 | |
580 | ἐπάγαγε ἕτερον, οἷον ἑτέρων δύο ἀδελφῶν πάλιν, καὶ εἰπέ· «Ἦσαν ἕτεροι πάλιν δύο ἀδελφοί, πρεσβύτερος πάλιν καὶ νεώτερος. Καὶ ὁ μὲν θηρατικὸς ἦν, ὁ πρεσβύτερος, ὁ δὲ οἰκουρός, ὁ νεώτερος.» Ἔχει δέ τινα τοῦτο καὶ πλείονα τοῦ προτέρου ἡδονήν, ὅσῳ καὶ πολλὴν τὴν περιπέτειαν καὶ | |
585 | μείζους ἦσαν τὴν ἡλικίαν. «Οὗτοι δὴ οἱ δύο ἀδελφοὶ ἦσαν καὶ δίδυμοι. Ἀλλ’ ἐπειδὴ ἐτέχθησαν, τὸν μὲν μικρότερον ἡ μήτηρ ἐφίλει, τὸν μείζονα δὲ ὁ πατήρ. Κἀκεῖνος μὲν ἔξω τὰ πολλὰ διῆγεν ἐν τοῖς ἀγροῖς, οὗτος δέ, ὁ νεώτερος, ἐπὶ τῆς οἰκίας. Καί ποτε, φησίν, ὁ πατὴρ αὐτοῦ γηράσας λέγει | |
590 | ἐκείνῳ ὃν ἐφίλει· ‘Ἐπειδή, τέκνον, ἐγήρασα, ἄπελθε καὶ ἑτοίμασόν μοι θήραν·‘ τουτέστιν συλλαβοῦ δορκάδα ἢ λαγωὸν καὶ φέρε καὶ ἕψησον, ‘ἵνα φαγὼν εὐλογήσω σε‘. Τῷ δὲ μικροτέρῳ τοιοῦτον οὐκ εἶπεν οὐδέν. Ἀκούσασα ἡ μήτηρ τοῦ πατρὸς ταῦτα λέγοντος, καλέσασα τὸν νεώτερόν | |
595 | φησιν πρὸς αὐτόν· ‘Τέκνον, ἐπειδὴ ὁ πατήρ σου τῷ ἀδελφῷ σου ἐπέταξεν, κομίσαι αὐτῷ θήραν, ἵνα φαγὼν εὐλογήσῃ αὐτόν, ἄκουσόν μου· καὶ δὴ βάδιζε ἐπὶ τὸ ποίμνιον καὶ λαβὼν ἐρίφους ἁπαλοὺς καὶ καλοὺς ἔνεγκέ μοι καὶ ἐγὼ ποιήσω ὡς φιλεῖ ὁ πατήρ σου καὶ εἰσοίσεις αὐτῷ, ἵνα φαγὼν | |
(600) | εὐλογήσῃ σε.‘ Ὁ δὲ πατὴρ ἠμβλυώπει ἐκ τοῦ γήρως. Ἐπεὶ οὖν ἤνεγκεν ὁ νεώτερος τοὺς ἐρίφους, ἥψησεν ἡ μήτηρ καὶ βαλοῦσα εἰς πίνακα τὰ ἐδέσματα ἔδωκεν τῷ παιδὶ καὶ εἰσή‐ νεγκεν. Περιέβαλε δὲ αὐτὸν καὶ δέρματα αἰγῶν, ἵνα μὴ φωραθῇ, ἐπειδὴ οὗτος λεῖος ἦν, ὁ δὲ ἀδελφὸς αὐτοῦ δασύς, | |
605 | ἵνα δυνηθῇ λαθεῖν καὶ μὴ αἴσθηται ὁ πατήρ· καὶ οὕτως αὐτὸν ἔπεμψεν. Ὁ δὲ πατὴρ νομίσας ὅτι ἀληθῶς ὁ πρεσβύτερός ἐστιν, φαγὼν εὐλόγησεν αὐτόν. Εἶτα μετὰ τὸ πληρωθῆναι τὴν εὐλογίαν ἔρχεται ὁ πρεσβύτερος φέρων τὴν θήραν καὶ ἰδὼν τὸ γενόμενον ἀναβοήσας ἔκλαυσεν.» | 140 |
610 | Ὅρα πόσα ἀπὸ τούτου τίκτεται καλά· καὶ μὴ ἐπεξέλθῃς τῷ παντὶ διηγήματι· ὅρα γὰρ πόσα ἀπὸ τούτου τίκτεται. Πρῶτον ἐν αἰδοῖ καὶ τιμῇ τοὺς πατέρας ἔχουσιν οἱ παῖδες ὁρῶντες οὕτως περιμάχητον οὖσαν τὴν τῶν πατέρων εὐλογίαν καὶ αἱρήσονται μυρίας λαβεῖν πληγὰς ἢ κατάρας ἀκοῦσαι | |
615 | παρὰ τῶν γονέων. Εἰ γὰρ μῦθός τινος οὕτως αὐτῶν κατέχει τὴν ψυχὴν ὥστε νομίζεσθαι ἀξιόπιστος εἶναι, τὰ ὄντως ἀληθῆ πῶς οὐκ ἂν κατάσχῃ καὶ πολλοῦ φόβου ἐμπλήσῃ; Ὅτι χρὴ γαστρὸς καταφρονεῖν· δεῖ γὰρ κἀκεῖνο λέγειν τὸ διήγημα ὅτι οὐδὲν ἀπὸ τοῦ πρωτότοκον εἶναι καὶ πρεσβύτερον ἐκέρ‐ | |
620 | δανεν· διὰ γὰρ τὴν τῆς γαστρὸς ἀκρασίαν προέδωκε τὸ προτέρημα τῆς πρωτοτοκίας. Εἶτα ἐπειδὰν τοῦτο κατάσχῃ ἀκριβῶς, ἐν ἑτέρᾳ πάλιν ἑσπέρᾳ ἐρεῖς πρὸς αὐτόν· «Εἰπέ μοι τὸ διήγημα τῶν ἀδελφῶν ἐκείνων τῶν δύο.» Κἂν ἄρξηται λέγειν τὸ τοῦ Κάϊν καὶ | |
625 | Ἄβελ, ἄπαγε αὐτὸν καὶ εἰπέ· «Οὐ τοῦτο ζητῶ, ἀλλ’ ἐκεῖνο | |
τῶν ἄλλων δύο, ἔνθα εὐλόγησεν ὁ πατήρ.» Καὶ τὰ τεκμήρια λέγε· μηδέπω γὰρ τίθει τὰ ὀνόματα. Ἐπειδὰν δὲ διηγήσηται τὸ πᾶν, προσύφαινε τὰ ἑξῆς καὶ λέγε· «Ἄκουσον οὖν τί μετὰ ταῦτα ἐγένετο. Ἐζήτει πάλιν οὗτος ἀποκτεῖναι τὸν | 142 | |
630 | ἀδελφόν, ὡς ἐκεῖνος ὁ πρότερος, καὶ περιέμενε τοῦ πατρὸς τὴν τελευτήν. Ἀκούσασα ἡ μήτηρ καὶ φοβηθεῖσα ἐφυγάδευσε τὸ παιδίον.» Εἶτα ἡ πολλὴ φιλοσοφία τοῦ παιδίου τὴν διάνοιαν ὑπερβαίνουσα, δυναμένη μέντοι μετὰ συγκαταβάσεως καὶ εἰς τὸ τῆς παιδικῆς διανοίας ἁπαλὸν καταφυτευθῆναι, | |
635 | ἂν μεταχειρισώμεθα τὴν διήγησιν. Οὕτω δὴ οὖν ἐροῦμεν πρὸς αὐτόν· «Οὗτος ὁ ἀδελφὸς ἀπήρχετο καὶ ἦλθεν ἐπί τινα τόπον οὐδένα ἔχων μεθ’ ἑαυτοῦ, οὐ δοῦλον, οὐ τροφέα, οὐ παιδαγωγόν, οὐκ ἄλλον οὐδένα. Ἐλθὼν ἐπί τινα τόπον ηὔξατο καὶ εἶπεν· ‘Κύριε, δός μοι ἄρτον καὶ ἱμάτιον καὶ | |
640 | διάσωσόν με.‘ Εἶτα καὶ ταῦτα εἰπὼν ἀπὸ τῆς λύπης ἐκοιμήθη. Καὶ εἶδεν ἐν ὕπνοις κλίμακα ἀπὸ γῆς ἕως τοῦ οὐρανοῦ καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας καὶ αὐτὸν τὸν Θεὸν ἄνω ἑστῶτα ἐπὶ κεφαλῆς καὶ εἶπεν· ‘Εὐλόγησόν με.‘ Καὶ εὐλόγησε καὶ ἐκάλεσεν αὐτὸν Ἰσραήλ.» | |
645 | Εὐκαίρως δὲ ἀνεμνήσθην καί με νῦν ὑπῆλθεν ἀπὸ τοῦ ὀνόματος καὶ ἕτερόν τι νόημα. Ποῖον δὴ τοῦτο; εὐθέως | |
αὐτοῖς ἀπὸ τῆς προσηγορίας παρέχωμεν ἀρετῆς ζῆλον. Μηδεὶς τοίνυν εἰς τὰ τῶν προγόνων σπευδέτω καλεῖν ὀνόματα τὰ παιδία, τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ τοῦ πάππου καὶ | 144 | |
(650) | τοῦ ἐπιπάππου, ἀλλ’ εἰς τὰ τῶν δικαίων, τῶν μαρτύρων, τῶν ἐπισκόπων, τῶν ἀποστόλων. Ἔστω αὐτοῖς καὶ τοῦτο ζῆλος· ὁ μὲν Πέτρος καλείσθω, ὁ δὲ Ἰωάννης, ὁ δὲ ἑτέραν τινὰ προσηγορίαν ἑνὸς τῶν ἁγίων. Καὶ μή μοι τὰ ἔθη τὰ ἑλληνικά. Οὐ μικρὰ γὰρ αἰσχύνη καὶ κατάγελως, ὅταν ἐν | |
655 | οἰκίᾳ χριστιανῶν ἔθη τινὰ ἑλληνικὰ ἐπιτελῆται καὶ λύχνους ἀνάπτωσι καὶ ἀναμένωσιν ἐπιτηροῦντες τὸν σβεσθέντα πρῶτον καὶ καυθέντα, καὶ ἕτερά τινα τοιαῦτα ἅπερ οὐ τὸν τυχόντα ὄλεθρον ἐπάγει τοῖς τοιαῦτα ποιοῦσιν. Μὴ γὰρ δὴ νομίσητε μικρὰ εἶναί τινα καὶ εὐτελῆ τὰ γινόμενα. | |
660 | Τοῦτο οὖν καὶ ὑμᾶς παρακαλῶ, ταῖς τῶν δικαίων προσηγορίαις ἐπονομάζειν τὰ ὑμέτερα παιδία. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν εἰκότως ταῦτα ἐγίνετο καὶ ταῖς προσηγορίαις τῶν προγόνων τοὺς παῖδας ὠνόμαζον· παραμυθία γὰρ τοῦ | |
θανάτου ἦν, ἵνα ὁ ἀπελθὼν δοκῇ ζῆν διὰ τῆς ἐπωνυμίας· | 146 | |
665 | νῦν δὲ μηκέτι. Ὁρῶμεν γοῦν τοὺς δικαίους οὐχ οὕτω καλοῦντας τοὺς ἑαυτῶν παῖδας· ὁ γὰρ Ἀβραὰμ τὸν Ἰσαὰκ ἐγέννησεν· ὁ Ἰακώβ, ὁ Μωϋσῆς οὐκ ἀπὸ προγόνων ἐκλήθησαν, οὐδέ τινα τῶν δικαίων εὑρήσομεν οὕτω καλούμενον. Πόσης τοῦτο ὑπόδειγμά ἐστιν ἀρετῆς καὶ παράκλησις καὶ ἡ προσηγορία; | |
670 | Ἐπεὶ οὐδὲ ἄλλην εὑρήσομεν τὴν αἰτίαν τῆς μετονομασίας ἢ ταύτην, τὸ ὑπόμνησιν εἶναι ἀρετῆς. «Σὺ γάρ, φησίν, κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.» Διὰ τί; Ἐπειδὴ ὡμολόγησας. «Καὶ σὺ κληθήσῃ Ἀβραάμ.» Διὰ τί; «Ἐπειδὴ ἔσῃ πατὴρ ἐθνῶν.» Καὶ Ἰσραήλ, ἐπειδὴ εἶδεν τὸν Θεόν. | |
675 | Ἐντεῦθεν οὖν καὶ ἡμεῖς τῆς περὶ τοὺς παῖδας ἐπιμελείας ἀρξώμεθα καὶ ῥυθμίζωμεν αὐτούς. Ἀλλ’ ὅπερ ἔφην, «Εἶδεν κλίμακα τεταμένην εἰς τὸν οὐρανὸν καὶ φθάνουσαν ἐκεῖ.» Ἐπεισερχέσθω τοίνυν τὸ ὄνομα τῶν ἁγίων εἰς τὰς οἰκίας διὰ τῆς προσηγορίας τῶν | |
680 | παίδων, ἵνα μὴ τὸν παῖδα ῥυθμίζῃ μόνον, ἀλλὰ καὶ τὸν πατέρα, ὅταν ἐννοῇ ὅτι Ἰωάννου ἐστὶ πατήρ, ὅτι Ἠλία, ὅτι Ἰακώβου. Ἂν γὰρ μετ’ εὐλαβείας τιθῆται καὶ τῆς εἰς τοὺς ἀπελθόντας τιμῆς καὶ τὴν συγγένειαν ἁρπάζωμεν τῶν δικαίων μᾶλλον ἢ τῶν προγόνων, πολὺ καὶ τοῦτο ὠφελήσει καὶ ἡμᾶς | |
685 | καὶ τοὺς παῖδας. Μὴ γάρ, ἐπειδὴ μικρόν ἐστι, νομίσῃς μικρὸν | |
εἶναι· ὠφελείας γάρ ἐστιν ὑπόθεσις. Ἀλλ’ ὅπερ ἔφην, ἐπανέλθωμεν πάλιν ἐπὶ τὴν ἀκολου‐ θίαν. «Εἶδεν κλίμακα ἐστηριγμένην· ἐπεζήτησεν εὐλογηθῆναι· εὐλόγησεν αὐτὸν ὁ Θεός· ἀπῆλθε πρὸς τοὺς συγγενεῖς τοὺς | 148 | |
690 | αὑτοῦ· ἐποίμαινεν.» Τὰ περὶ τῆς νύμφης λοιπὸν διαλέγου καὶ τῆς ἐπανόδου καὶ πολλὰ κερδανεῖ κἀντεῦθεν. Ὅρα γὰρ πόσα μαθήσεται· εἰς Θεὸν ἐλπίζειν παιδευθήσεται, ἀπὸ εὐγενοῦς ὢν καταφρονεῖν μηδενός, μὴ ἐπαισχύνεσθαι τὴν εὐτέλειαν, φέρειν συμφορὰς γενναίως, τἆλλα δὴ πάντα. | |
695 | Μετὰ δὴ ταῦτα λέγε αὐξηθέντι καὶ φοβερώτερα διηγήματα. Ἁπαλῇ μὲν γὰρ οὔσῃ τῇ διανοίᾳ μὴ τοσοῦτον ἐπιτίθει βάρος, ἵνα μὴ καταπλήξῃς. Ὅταν δὲ ἐτῶν πεντεκαί‐ δεκα ἢ καὶ πλειόνων γένηται, ἀκουέτω τὰ περὶ τῆς γεέννης· μᾶλλον δέ, ὅταν 〈ἐ〉τῶν δέκα καὶ ὀκτὼ καὶ ἐλαττόνων, | |
(700) | ἀκουέτω τὰ περὶ τοῦ κατακλυσμοῦ, τὰ περὶ τῶν Σοδόμων, τὰ κατ’ Αἴγυπτον, πάντα ὅσα κολάσεως γέμει, μετὰ πολλῆς | |
τῆς πλατύτητος. Ἐπὶ πλέον δὲ αὐξηθεὶς ἀκουέτω καὶ τὰ τῆς καινῆς, τὰ τῆς χάριτος, τὰ τῆς γεέννης. Τούτοις περίφραττε αὐτοῦ τὴν ἀκοὴν τοῖς διηγήμασι καὶ μυρίοις ἑτέροις καὶ | 150 | |
705 | οἴκοθεν παρεχόμενος τὰ παραδείγματα. Εἰ δέ τις νόθα τινὰ διηγεῖτο, μηδαμοῦ ἐῶμεν, ὅπερ ἔφην, τινὰ αὐτῷ προσελθεῖν. Ἂν ἴδῃς ἐνώπιον αὐτοῦ δοῦλον αἰσχρολογοῦντα, κόλασον εὐθέως καὶ γενοῦ σφοδρὸς καὶ πικρὸς ἐξεταστὴς τῶν ἡμαρτημένων. Ἂν ἴδῃς κόρην, μάλλον | |
710 | δὲ μηδὲ προσίτω κόρη μηδὲ ὑπεκκαιέσθω τὸ πῦρ, πλὴν εἴ που γραῦς καὶ οὐδὲν ἔχουσα ἱκανὸν νέον ἑλεῖν· νέας δὲ μᾶλλον ἀπεχέσθω ἢ πυρός. Οὕτω μὲν οὖν οὐδὲν φθέγξεται ἄτοπον, ἂν μηδὲν ἀκούσῃ ἄτοπον, ἀλλὰ τούτοις ἐντρέφηται. Βούλει καὶ ἐφ’ ἑτέραν ἴωμεν πύλην, τὴν τῆς ὀσφρήσεως; | |
715 | Καὶ αὕτη πολλὴν εἰσφέρει τὴν βλάβην, ἂν μὴ ἀποφράσσηται, οἷον ἀρώματα, θυμιάματα. Οὐδὲν οὕτως ἐκλύει τόνον ψυχῆς, οὐδὲν οὕτως χαλᾷ, ὡς τὸ εὐωδίαις ἥδεσθαι. «Τί οὖν, φησίν, βορβόρῳ χαίρειν δεῖ;» Οὐ τοῦτο λέγω, ἀλλὰ μήτε τούτῳ | |
μήτε ἐκείνῳ. Μηδεὶς προσφερέσθω μύρον· εὐθέως γὰρ ὁ | 152 | |
720 | ἐγκέφαλος δεχόμενος τὸ πᾶν ἐχάλασεν. Ἐντεῦθεν καὶ ἡδοναὶ ἀναρριπίζονται καὶ πολλὴ τοῦ πράγματος ἡ ἐπιβουλή. Καὶ ταύτην οὖν ἀπόφραττε τὴν πύλην· ἡ γὰρ ἐνέργεια αὐτῆς ἀναπνεῖν τὸν ἀέρα, οὐκ εὐωδίαν δέχεσθαι. Τάχα τινὲς καταγελῶσιν ὡς περὶ μικροῦ φροντιζόντων | |
725 | ἡμῶν, εἰ περὶ τοιαύτης διαλεγόμεθα πολιτείας· οὐκ ἔστι δὲ μικρά, ἀλλὰ τῆς οἰκουμένης πάσης ἐστὶν ἡ ὑπόστασις καὶ ἡ παίδευσις καὶ ὁ ῥυθμός, εἰ ταῦτα ἐγίνετο. Ἔστιν καὶ ἑτέρα πύλη τούτων μὲν ὡραιοτέρα, δυσφύ‐ λακτος δέ, ἡ τῶν ὀφθαλμῶν· καὶ διὰ τοῦτο καὶ ἄνω κεῖται | |
730 | ἀνεῳγμένη καὶ κάλλος ἔχουσα. Πολλὰς ἔχει τὰς πυλίδας οὐχ ὁρῶσα μόνον, ἀλλὰ καὶ ὁρωμένη, ἂν ᾖ καλῶς ἐκτετορνευμένη. Σφοδρῶν ἐνταῦθα χρὴ τῶν νόμων· καὶ πρώτου μὲν ἑνός, μηδέποτε εἰς θέατρον πεμπέσθω τὸ παιδίον, ἵνα μὴ λύμην ὁλόκληρον καὶ διὰ τῆς ἀκοῆς καὶ διὰ τῶν ὀφθαλμῶν δέχηται. | |
735 | Καὶ ἐν ἀγοραῖς ὁ παιδαγωγὸς μάλιστα τοῦτο ἐπιτηρείτω | |
παριὼν διὰ τῶν στενωπῶν, καὶ παραινείτω τοῦτο, ὥστε μηδέ ποτε δέξασθαι τὴν λύμην ἐκείνην. Ὥστε μὲν οὖν μὴ δέξασθαι ὁρώμενον, πολλά ἐστιν ἐπινοῆσαι, τὸ πολὺ τοῦ καλλωπισμοῦ περιελεῖν τὰς ἄνωθεν ἐπικειμένας τρίχας | 154 | |
740 | περικείροντα εἰς σεμνότητα. Ἂν δὲ δυσχεραίνῃ τὸ παιδίον ὡς ἀποκοσμούμενον, πρῶτον τοῦτο μαθέτω ὅτι μέγιστος κόσμος τοῦτό ἐστιν. Ὥστε δὲ μὴ ὁρᾶν, ἱκανὰ πρὸς φυλακὴν τὰ διηγήματα ἐκεῖνα, τὰ κατὰ τοὺς υἱοὺς τοῦ Θεοῦ τοὺς ὀλισθήσαντας εἰς τὰς θυγατέρας τῶν ἀνθρώπων, τὰ | |
745 | κατὰ τοὺς Σοδομίτας, ἡ γέεννα καὶ τὰ ἄλλα ἅπαντα. Ἐνταῦθα μάλιστα ὁ παιδαγωγὸς καὶ 〈ὁ〉 ἀκόλουθος πολλὴν ἔχειν ὀφείλουσι τὴν φροντίδα. Ἀλλὰ δεῖξον αὐτῷ κάλλη ἕτερα, καὶ ἀπάξεις ἐκεῖθεν τοὺς ὀφθαλμούς, οἷον τὸν | |
οὐρανόν, τὸν ἥλιον, τοὺς ἀστέρας, τῆς γῆς τὰ ἄνθη, τοὺς | 156 | |
(750) | λειμῶνας, βιβλίων κάλλη· τούτοις τερπέσθω τὰς ὄψεις. Καὶ πολλά ἐστιν ἕτερα βλάβην μὴ φέροντα. Δυσφύλακτος γὰρ αὕτη ἡ πύλη, ἐπειδὴ τὸ πῦρ ἔνδον ἔχει κείμενον καὶ φυσικήν, ὡς ἄν τις εἴποι, ἀνάγκην. Μαθέτω τὰς θείας ἐπῳδάς. Ἂν μὴ ἔνδοθεν διεγείρηται, οὐ θέλει οὐδὲ ἔξωθεν ἰδεῖν. Μὴ | |
755 | λουέσθω μετὰ γυναικῶν· κακὸν γὰρ τὸ τῆς συνηθείας· μηδὲ εἰς ὄχλους πεμπέσθω γυναικῶν. Ἀκουέτω τὰ κατὰ τὸν Ἰωσὴφ πάντα συνεχῶς· μανθανέτω λοιπὸν τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, ὅσος τοῖς σωφρονοῦσι ἀπόκειται μισθός. Ἐπαγγέλλου καὶ νύμφην | |
760 | ὡραίαν ἄξειν αὐτῷ καὶ τοῦ κλήρου ποιήσειν διάδοχον. Πάντα ἀπείλησον, ἂν ἴδῃς τἀναντία, καὶ λέγε πρὸς αὐτόν· «Οὐκ ἐπιτευξόμεθα, παιδίον, γυναικὸς ἐναρέτου, ἐὰν μὴ πολλὴν ἐπιδείξῃ τὴν φυλακὴν καὶ τῆς ἀρετῆς τὴν ἐπίδοσιν· καὶ ὡς ἂν καρτερήσῃς, ταχέως σε ἐπὶ γάμον ἄξω.» Μάλιστα | 158 |
765 | ἐὰν παιδεύηται αἰσχρὰ μὴ φθέγγεσθαι, ἄνωθεν ἔχει τὴν εὐλάβειαν προκαταβεβλημένην. Διαλέγου αὐτῷ περὶ κάλλους ψυχῆς. Φρόνημα αὐτῷ ἔντικτε κατὰ γυναικῶν. Λέγε ὡς δουλοπρεπὲς ὑπὸ τῆς δούλης καταφρονεῖσθαι καὶ ὅτι πολλῆς μάλιστα δεῖται τῆς σπουδῆς ὁ νέος. Ὁ μὲν γὰρ φθεγγόμενος | |
770 | ἔσται δῆλος, ὁ δὲ ὁρῶν οὐκ ἔσται δῆλος—ταχεῖα γὰρ αὕτη ἡ αἴσθησις—καὶ δύναται μεταξὺ πολλῶν καθήμενος ταῖς τῶν ὀφθαλμῶν βολαῖς ἑλεῖν ἣν ἂν ἐθέλῃ. Μηδὲν ἐχέτω κοινὸν | |
πρὸς γυναῖκα· πλὴν τῆς μητρὸς μηδεμίαν ὁράτω γυναῖκα· χρυσίου μὴ μεταδίδου· μηδὲν ἐπεισιέτω αἰσχρόν· τρυφῆς | 160 | |
775 | καταφρονείτω καὶ τῶν ἄλλων τῶν τοιούτων. Ἔστιν καὶ ἄλλη πύλη, οὐ τοιαύτη μέν, οἷαί περ αὗται, ἀλλὰ δι’ ὅλου τοῦ σώματος διήκουσα, ἣν ἁφὴν προσαγο‐ ρεύομεν, δοκοῦσα μὲν κεκλεῖσθαι, ὥσπερ δὲ ἀνεῳγμένη, οὕτω πάντα ἔνδον παραπέμπουσα. Ταύτην μήτε ἁπαλοῖς ἱματίοις | |
780 | μήτε σώμασι προσομιλεῖν ἀφῶμεν. Σκληρὰν αὐτὴν καταστή‐ σωμεν. Ἀθλητὴν τρέφομεν, καὶ τοῦτο ἐννοῶμεν. Μήτε οὖν στρωμναῖς ἁπαλαῖς μήτε ἱματίοις κεχρήσθω. Καὶ ταῦτα μὲν οὕτως ἡμῖν διατετάχθω. Φέρε δὴ καὶ εἰς τὴν πόλιν αὐτὴν εἰσελθόντες γράψωμεν | |
785 | νόμους καὶ διαταξώμεθα, ἐπειδὴ τὰ τῶν πυλῶν ἡμῖν ἔχει καλῶς. Πρῶτον δὲ καταμάθωμεν ἀκριβῶς τὰς οἰκίας καὶ τὰ ταμιεῖα τῶν πολιτῶν, ἔνθα μένουσιν, οἵ τε σφοδροὶ οἵ τε ἐκλελυμένοι. Τῷ μὲν οὖν θυμῷ φασιν εἶναι τόπον καὶ οἰκίαν τὸ στῆθος καὶ τὴν ἐν τῷ στήθει καρδίαν· τῇ δὲ ἐπιθυμίᾳ | |
790 | τὸ ἧπαρ· τῷ λογιστικῷ τὸν ἐγκέφαλον. Ἔστι δὲ ἐκείνου μὲν ἀρετὴ καὶ κακία· ἀρετὴ μὲν σωφροσύνη καὶ ἐπιείκεια, κακία δὲ θρασύτης καὶ χαλεπότης· τούτου δ’ αὖ πάλιν ἀρετὴ μὲν | |
σωφροσύνη, κακία δὲ ἀσέλγεια· καὶ τοῦ λογιστικοῦ ἀρετὴ μὲν φρόνησις, κακία δὲ ἄνοια. Ὅπως οὖν ἡμῖν αἱ ἀρεταὶ | 162 | |
795 | τεχθεῖεν ἐν τοῖς τόποις τούτοις καὶ τοιούτους τίκτοιεν τοὺς πολίτας, ἀλλὰ μὴ κακούς, φροντίσωμεν· καθάπερ γὰρ μητέρες τινὲς τῶν λογισμῶν τὰ πάθη ταῦτα καθεστήκασιν. Ἔλθωμεν τοίνυν ἐπὶ τὸ τυραννικόν, τὸν θυμόν. Οὔτε δὴ παντελῶς ἐκκοπτέον τῷ νέῳ αὐτὸν οὔτε πανταχοῦ κεχρῆσθαι | |
(800) | συγχωρητέον· ἀλλὰ παιδεύωμεν αὐτοὺς ἐκ πρώτης ἡλικίας, ὅταν μὲν αὐτοὶ ἀδικῶνται, φέρειν, εἰ δέ τινα ἀδικούμενον ἴδοιεν, γενναίως ἐπεξιέναι καὶ τῷ καταπονουμένῳ μετὰ τοῦ προσήκοντος ἀμύνειν μέτρου. Τοῦτο δὲ ἔσται πῶς; ἐὰν ἐν τοῖς οἰκέταις τοῖς αὑτῶν ἐγγυμνάζωνται καὶ φέρωσι | |
805 | καταφρονούμενοι καὶ μὴ χαλεπαίνωσι παρακουόμενοι, ἐξετά‐ | |
ζωσι δὲ ἀκριβῶς τὰ εἰς ἑτέρους πλημμελούμενα. Πανταχοῦ δὲ ἐν τοῖς τοιούτοις ὁ πατὴρ κύριος, παραβαινομένων μὲν τῶν νόμων χαλεπὸς ὢν καὶ ἀφόρητος, κατορθουμένων δὲ μείλιχος καὶ προσηνὴς καὶ πολλοῖς τὸν παῖδα τοῖς ἐπάθλοις | 164 | |
810 | δωρούμενος. Οὕτω γὰρ καὶ ὁ Θεὸς τὴν οἰκουμένην διοικεῖ τῷ φόβῳ τῆς γεέννης καὶ τῇ τῆς βασιλείας ἐπαγγελίᾳ. Οὕτω δὴ καὶ ἡμεῖς τοὺς παῖδας τοὺς ἑαυτῶν. Καὶ ἔστωσαν αὐτῶν πολλοὶ πάντοθεν οἱ παροξύνοντες ὥστε ἐγγυμνάζεσθαι καὶ μελετᾶν ἐν τοῖς οἰκείοις φέρειν τὸ | |
815 | πάθος. Καὶ καθάπερ ἐπὶ τῆς παλαίστρας πρὸ τῶν ἀγώνων ἐμμελετῶσι πρὸς τοὺς οἰκείους οἱ ἀθληταί, ὥστε ἐν ἐκείνοις κατορθώσαντες ἀκαταγώνιστοι εἶναι πρὸς τοὺς ἀντιπάλους, οὕτω καὶ ὁ παῖς ἐπὶ τῆς οἰκίας παιδευέσθω. Καὶ πολλάκις ὁ πατὴρ ἢ ὁ ἀδελφὸς ἔστω ὁ μάλιστα τοῦτον ἐπηρεάζων· | |
820 | καὶ ὑπὲρ τῆς ἐκείνου νίκης μάλιστα πάντες σπευδέτωσαν· ἢ ἀμυνέτω τις καὶ ἀντιστήτω παλαίων, ὥστε ἐν ἐκείνῳ αὐτὸν γυμνασθῆναι. Οὕτω δὴ καὶ οἱ παῖδες αὐτὸν παροξυνέτωσαν συνεχῶς καὶ δικαίως καὶ ἀδίκως, ὥστε μανθάνειν πανταχοῦ κρατεῖν τοῦ πάθους. Ἂν μὲν γὰρ ὁ πατὴρ παροξύνῃ, οὐδὲν | |
825 | μέγα· τὸ γὰρ τοῦ πατρὸς ὄνομα προκαταλαμβάνον τὴν | |
ψυχὴν οὐκ ἀφίησι διαναστῆναι. Ἀλλ’ ὁμήλικες καὶ δοῦλοι καὶ ἐλεύθεροι τοῦτο ποιείτωσαν, ἵνα ἐν ἐκείνοις μανθάνῃ τὴν ἐπιείκειαν. Ἔστι καὶ ἕτερον· ποῖον δὴ τοῦτο; Ὅταν ὀργίζηται, | 166 | |
830 | ἀναμίμνῃσκε αὐτὸν τῶν οἰκείων παθημάτων, ὅταν πρὸς τὸν παῖδα χαλεπαίνῃ, εἰ μηδὲν αὐτὸς ἥμαρτεν καὶ οἷος ἂν ἦν ἐν τούτοις ὢν αὐτός. Κἂν ἴδῃς τύπτοντα τὸν παῖδα, τούτου δίκην ἀπαίτησον· κἂν ὑβρίζοντα, καὶ τούτου πάλιν. Μήτε δὲ μαλθακὸς ἔστω μήτε ἄγριος, ἵνα καὶ ἁνὴρ ᾖ καὶ ἐπιεικής. | |
835 | Πολλαχοῦ γὰρ αὐτῷ δεῖ τῆς ἀπὸ τοῦ θυμοῦ βοηθείας, οἷον εἴ ποτε καὶ αὐτὸς παῖδας σχοίη ἢ δούλων γένοιτο κύριος. Πανταχοῦ τὸ τοῦ θυμοῦ χρήσιμον· ἐκεῖ δὲ μόνον ἄχρηστον, ὅταν ἑαυτοῖς ἀμύνωμεν. Διὰ τοῦτο καὶ Παῦλος ἐφ’ ἑαυτῷ μὲν οὐδέποτε τῷ πράγματι κέχρηται, ἐπὶ δὲ τοῖς ἠδικημένοις | |
840 | μόνον. Καὶ Μωσῆς ἰδὼν ἀδικούμενον ἀδελφὸν ἐχρήσατο τῷ θυμῷ καὶ μάλα γενναίως, ὁ πρᾳότατος πάντων ἀνθρώπων· ἐπειδὴ δὲ ὑβρίσθη, οὐκέτι ἠμύνατο, ἀλλ’ ἔφυγεν. Καὶ ταῦτα ἀκουέτω τὰ διηγήματα· ὅταν μὲν γὰρ τὰς πύλας ἔτι κοσμῶμεν, | |
ἐκείνων τῶν ἀφελεστέρων χρεία, ὅταν δὲ εἰσελθόντας τοὺς | 168 | |
845 | πολίτας ῥυθμίζωμεν, καὶ τούτων τῶν ὑψηλοτέρων καιρὸς διηγημάτων. Ὥστε οὗτος αὐτῷ εἷς νόμος ἔστω, μηδέποτε ἑαυτῷ ἀμύνειν ὑβριζομένῳ ἢ κακῶς πάσχοντι καὶ μηδέποτε ἕτερον περιορᾶν τοῦτο ὑπομένοντα. Ἔσται δὲ καὶ ὁ πατὴρ πολλῷ βελτίων ἐν τῷ ταῦτα | |
(850) | διδάσκειν καὶ ἑαυτὸν ῥυθμίζων· εἰ γὰρ καὶ μὴ δι’ ἕτερόν τι, ἀλλ’ ὥστε μὴ τὸ παράδειγμα διαφθεῖραι πολλῷ βελτίων ἔσται ἑαυτοῦ. Ὥστε διδασκέσθω καταφρονεῖσθαι, διαπτύεσθαι. Μηδένα ἀπαιτείτω παρὰ οἰκετῶν οἷα ἐλεύθερος, ἀλλὰ τὰ πλείω ἑαυτῷ διακονείτω. Ἐκεῖνα δὲ μόνον οἱ παῖδες ὑπηρετή‐ | |
855 | τωσαν, ὅσα οὐχ οἷόν τε αὐτὸν ἑαυτῷ διακονήσασθαι· οἷον μαγειρεύειν οὐ δυνατὸν ἐλεύθερον· οὐ γὰρ χρὴ τῶν πόνων ἀφέμενον τῶν ἐλευθέρῳ προσηκόντων τούτοις ἑαυτὸν διδόναι. Ἂν μέντοι δέῃ τοὺς πόδας τοὺς ἑαυτοῦ περιπλύνειν, μηδέποτε τοῦτο ποιείτω δοῦλος, ἀλλ’ αὐτὸς ἑαυτῷ· καὶ προσηνῆ τοῖς | |
860 | οἰκέταις ἐργάσῃ τὸν ἐλεύθερον καὶ πολὺ ποθεινόν. Μηδὲ ἱμάτιόν τις ἐπιδιδότω· μηδὲ ἐν βαλανείῳ περιμενέτω τὴν παρ’ ἑτέρου θεραπείαν, ἀλλὰ παρ’ ἑαυτοῦ πάντα ποιείτω· τοῦτο | |
καὶ εὔρωστον αὐτὸν καὶ ἄτυφον καὶ προσηνῆ ἐργάσεται. Δίδασκε αὐτὸν καὶ τὰ περὶ τῆς φύσεως, καὶ τί μὲν | 170 | |
865 | δοῦλος, τί δὲ ἐλεύθερος. Λέγε αὐτῷ· «Παιδίον, οὐκ ἦσαν δοῦλοι τὸ παλαιὸν ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, ἀλλ’ ἡ ἁμαρτία τὴν δουλείαν εἰσήγαγεν. Ἐπειδὴ γάρ τις εἰς τὸν πατέρα ἐγένετο ὑβριστής, ταύτην ἔτισε τὴν δίκην, ὥστε δοῦλος γενέσθαι τῶν ἀδελφῶν. Ὅρα τοίνυν μὴ τῶν δούλων | |
870 | ᾖς δοῦλος. Ἂν γὰρ ὀργίζῃ καθάπερ ἐκεῖνοι καὶ πάντα πράττῃς τὰ αὐτὰ καὶ μηδὲν αὐτῶν πλέον ἔχῃς κατὰ τὴν ἀρετήν, οὐδὲ κατὰ τὴν ἀξίαν ἕξεις. Σπούδαζε τοίνυν κύριος αὐτῶν εἶναι καὶ γίγνεσθαι μὴ τούτῳ, ἀλλὰ τοῖς τρόποις, μήποτε αὐτὸς ἐλεύθερος ὢν δοῦλος τούτων εὑρεθῇς. Ἢ οὐχ | |
875 | ὁρᾷς πόσοι πατέρες παῖδας μὲν ἀπεκήρυξαν, δούλους δὲ εἰς | |
τὴν ἐκείνων τάξιν εἰσήγαγον; Σκόπει τοίνυν ὅπως μηδὲν τοιοῦτον γένηται· ἐγὼ μὲν γὰρ οὔτε βούλομαι οὔτε εὔχομαι, σὺ δὲ ἀμφοτέρων τούτων κύριος.» Οὕτω καταπράϋνε τὸν θυμόν, ὡς ἀδελφοῖς κελεύων αὐτὸν κεχρῆσθαι τοῖς οἰκέταις | 172 | |
880 | καὶ διδάσκων τὰ περὶ τῆς φύσεως, τὰ τοῦ Ἰὼβ ῥήματα λέγων πρὸς αὐτόν· «Εἰ δὲ καὶ ἐφαύλισα, φησίν, κρῖμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρός με· τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσῃ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; Πότερον, οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν | |
885 | γαστρὶ καὶ ἐκεῖνοι γεγόνασιν; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.» Καὶ πάλιν· «Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναι μου· ‘Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος.‘» Ἢ ἁπλῶς σοι δοκεῖ ὁ Παῦλος τὸν οἰκίας οὐκ εἰδότα | |
890 | προεστάναι οὐδὲ ἐπὶ τῆς ἐκκλησίας ἄγειν προστασίαν; Λέγε τοίνυν· «Ἂν ἴδῃς ἢ γραφίδα ἀπολωλυῖαν ἢ κάλαμον διακλασθέντα ὑπὸ τοῦ οἰκέτου, μὴ ὀργίζου μηδὲ ὑβρίσῃς, ἀλλ’ ἔσο συγγνωμονικός, ἔσο εὐπαραίτητος»· οὕτως ἀπὸ τῶν μικρῶν καὶ τὰς μεγάλας οἴσῃ ζημίας· ἢ ἱμάντα περὶ τὴν | |
895 | πινακίδα ἀπολωλυῖαν ἢ ἅλυσιν χαλκῆν. Χαλεποὶ γὰρ ἐν ταῖς τῶν τοιούτων ἀπωλείαις οἱ παῖδες καὶ μᾶλλον ἂν τὴν ψυχὴν πρόοιντο ἢ τὸν περὶ ταῦτα γενόμενον κακὸν ἀτιμώρητον ἀφεῖεν ἄν. Ἐκεῖ τοίνυν τὸ τραχὺ μαλασσέσθω τοῦ θυμοῦ. Εὖ γὰρ ἴσθι ὅτι ὁ περὶ ταῦτα ἀργὸς καὶ ἐπιεικὴς καὶ ἀνὴρ | 174 |
(900) | γενόμενος εὐκόλως οἴσει ζημίαν ἅπασαν. Ὅταν τοίνυν πινακίδα ἔχων ἐκ ξύλου μὲν καλοῦ πεποιημένην, καθαρὰν δὲ πάνυ καὶ ῥύπου ἀπηλλαγμένην, εἶτα ἐν ἐκείνῃ ἁλύσεις χαλκαῖ καὶ γραφίδες οὐδὲν ἀργύρου ἀποδέουσαι καὶ ἕτερα τοιαῦτα παιδικά, καὶ ἀπολέσῃ ἢ διαφθείρῃ ὁ ἀκόλουθος, εἶτα ἐκεῖνος | |
905 | μὴ ὀργισθῇ, μεγίστης φιλοσοφίας ἤδη τεκμήρια ἐπεδείξατο. Καὶ μὴ εὐθέως ὠνήσῃ, ὥστε μὴ σβέσαι τὸ πάθος· ἀλλ’ ὅταν ἴδῃς οὐκέτι δεόμενον οὐδὲ πάσχοντά τι, τότε θεράπευσον τὸ τραχυνθέν. Οὐκ ἔστι ταῦτα περὶ μικρῶν· περὶ πολιτείας ἡμῖν τῆς | |
910 | οἰκουμένης ἐστὶν ὁ λόγος. Παίδευε αὐτὸν καὶ προτιμᾶσθαι, ἂν ἀδελφὸν ἔχῃ νεώτερον· εἰ δὲ μὴ τοῦτο, καὶ τὸν οἰκέτην· καὶ γὰρ καὶ τοῦτο τῆς μεγίστης φιλοσοφίας. Τὸν μὲν οὖν θυμὸν οὕτω μάλαττε ὥστε ἡμῖν ἐπιεικεῖς τίκτειν τοὺς λογισμούς· ὅταν γὰρ μηδενὶ προσπάσχῃ, ὅταν ζημίαν φέρῃ, | |
915 | ὅταν μὴ δέηται θεραπείας, ὅταν τιμωμένου ἑτέρου μὴ ἀγανακτῇ, | |
πόθεν ὀργιεῖται λοιπόν; Ὥρα δὴ λοιπὸν ἐπὶ τὴν ἐπιθυμίαν ἰέναι. Ἐκεῖ καὶ διπλῆ ἡ σωφροσύνη καὶ διπλῆ ἡ βλάβη, οἶμαι, ὥστε μήτε αὐτὸν καταπορνεύεσθαι μήτε πορνεύειν εἰς κόρας. Λέγουσι | 176 | |
920 | δὲ ἰατρῶν παῖδες ταύτην τὴν ἐπιθυμίαν μετὰ πεντεκαιδέκατον ἔτος σφόδρα ἐπιτίθεσθαι. Πῶς οὖν τὸ θηρίον τοῦτο καταδή‐ σομεν; τί ἐργασόμεθα; ποῖον ἐμβαλοῦμεν αὐτῷ χαλινόν; Οὐκ οἶδα ἕτερον εἰ μὴ τὸν τῆς γεέννης. Πρῶτον μὲν οὖν αὐτὸν θεαμάτων αἰσχρῶν καὶ ἀκουσμάτων ἀπάγωμεν, καὶ | |
925 | μηδέποτε εἰς θέατρον ἀναβαινέτω παῖς ἐλεύθερος. Ἐὰν δὲ ἐπιζητῇ τὴν ἐκεῖ τέρψιν, εἴ τινας εὕροιμεν ὁμήλικας τούτου κατέχοντας ἐπιδεικνύωμεν, ὥστε τῷ ζήλῳ κατέχεσθαι· οὐδὲν | |
γὰρ οὕτως κατορθοῖ ὡς ζηλοτυπία, οὐδὲν οὕτως· καὶ ἐν πᾶσιν τοῦτο πράττωμεν, μάλιστα ἂν ζηλότυπος ᾖ· τοῦτο καὶ φόβου | 178 | |
930 | καὶ ὑποσχέσεων καὶ πάντων μᾶλλον μείζονα ἔχει τὴν ἰσχύν. Ἔπειτα ἑτέρας ἐπινοῶμεν αὐτῷ τέρψεις ἀβλαβεῖς. Πρὸς ἄνδρας ἁγίους ἀπάγωμεν, ἄνεσιν παρέχωμεν. Τιμῶμεν αὐτὸν πολλοῖς τοῖς δώροις, ὥστε ἀνέχεσθαι τὴν ψυχὴν φέρειν τὴν ἐκεῖθεν ἀτιμίαν. Καὶ ἀντὶ τῶν θεαμάτων ἐκείνων τερπνὰ | |
935 | διηγήματα εἴσαγε, λειμῶνας καὶ λαμπρὰ οἰκοδομήματα. Καὶ μετὰ ταῦτα καταβάλλωμεν ἐκεῖνα τῷ λόγῳ λέγοντες πρὸς αὐτὸν ὅτι «Ὦ τέκνον, ἀνελευθέρων τὰ θεάματα ἐκεῖνα, γυναῖκας ἰδεῖν γυμνουμένας, αἰσχρὰ φθεγγομένας. Ὑπόσχου μηδὲν ἀκούσειν ἄσχημον μηδὲ ἐρεῖν, καὶ ἄπιθι· ἀλλ’ οὐ | |
940 | δυνατὸν ἐκεῖ μηδὲν ἀκοῦσαι αἰσχρόν. Ἀνάξια τῶν σῶν ὀφθαλμῶν τὰ γινόμενα.» Ἅμα καὶ καταφιλῶμεν αὐτὸν λέγοντες καὶ περιβάλλωμεν ταῖς χερσὶν καὶ ἐπισφίγγωμεν, ὥστε τὸν πόθον δεικνύναι. Τούτοις ἅπασιν αὐτὸν μαλάττωμεν. Τί οὖν; ὅπερ καὶ ἤδη ἔφην, μηδέποτε κόρη προσίτω | 180 |
945 | μηδὲ διακονείτω, ἀλλ’ ἤδη προβεβηκυῖα παιδίσκη, γυνὴ γηραλέα. Καὶ ἐπεισαγέσθω τῆς βασιλείας ὁ λόγος καὶ τῶν πάλαι ἐπὶ σωφροσύνῃ λαμψάντων καὶ τῶν ἔξω καὶ τῶν παρ’ ἡμῖν· καὶ συνεχῶς τούτοις ἐπαντλῶμεν αὐτοῦ τὴν ἀκοήν. Εἰ δὲ καὶ οἰκέτας ἔχοιμεν σωφρονοῦντας, καὶ ἀπὸ τούτων | |
(950) | ἔστω τὰ παραδείγματα· ὅτι σφόδρα ἄτοπον τὸν μὲν οἰκέτην οὕτως εἶναι σώφρονα, τὸν δὲ ἐλεύθερον ἐκείνου φαυλότερον γενέσθαι. Ἔστιν δὴ καὶ ἕτερον φάρμακον· ποῖον δὴ τοῦτο; καὶ | |
νηστεύειν μανθανέτω, εἰ καὶ μὴ ἀεί, ἀλλὰ δύο γοῦν τῆς | 182 | |
955 | ἑβδομάδος ἡμέρας, τήν τε Τετράδα καὶ τὴν Παρασκευήν. Καὶ εἰς ἐκκλησίαν προερχέσθω. Καὶ λαμβάνων αὐτὸν ὁ πατὴρ κατὰ τὴν ἑσπέραν, ὅταν τὸ θέατρον διαλύηται, ἐπιδεικνύτω τοὺς ἐκεῖθεν κατιόντας καὶ καταγελάτω τῶν γερόντων, ὅτι δὴ νέων γεγόνασιν ἀσυνετώτεροι, καὶ τῶν νεωτέρων, ὅτι ἐξεκαύ‐ | |
960 | θησαν. Καὶ ἐρωτάτω τὸν παῖδα· «Τί δὴ οὗτοι κεκερδάκασιν ἅπαντες; Οὐδὲν ἀλλ’ ἢ αἰσχύνην καὶ ὄνειδος καὶ κατάγ‐ νωσιν.» Οὐ μικρὸν δὲ ὅλως πρὸς σωφροσύνην ἐστὶ τὸ πάντων ἐκείνων ἀπέχεσθαι καὶ τῶν θεαμάτων καὶ τῶν ἀκουσμάτων. Ἔστι δὴ καὶ ἄλλο· διδασκέσθω μετὰ πολλῆς εὔχεσθαι | |
965 | τῆς σπουδῆς καὶ τῆς κατανύξεως. Καὶ μή μοι εἴπῃς ὅτι παιδίον οὐκ ἄν ποτε ταῦτα καταδέξοιτο· μάλιστα τὸ παιδίον ὀξυδερκὲς ὂν καὶ διεγηγερμένον ταῦτα ἂν καταδέξοιτο. Καὶ γὰρ πολλὰ τοιαῦτα παραδείγματα ἐν τοῖς παλαιοῖς ὁρῶμεν, οἷον ὁ Δανιήλ, οἷον ὁ Ἰωσήφ. Μὴ γάρ μοι τὰ δεκαεπτὰ ἔτη | |
970 | εἴπῃς τοῦ Ἰωσήφ, ἀλλὰ πρὸς τούτου ἐννόησον, πόθεν τὸν πατέρα εἷλεν καὶ τῶν πρεσβυτέρων μᾶλλον αὐτῶν. Ὁ δὲ Ἰακὼβ οὐχὶ νεώτερος ἦν; ὁ δὲ Ἱερεμίας; ὁ δὲ Δανιὴλ οὐχὶ δώδεκα ἐτῶν ἦν; ὁ δὲ Σολομὼν οὐχὶ δώδεκα καὶ αὐτὸς ἦν, | |
ἡνίκα τὴν θαυμαστὴν ἐκείνην 〈εὐχὴν〉 ηὔξατο; ὁ δὲ Σαμουὴλ | 184 | |
975 | οὐχὶ τὸν διδάσκαλον τὸν ἑαυτοῦ νέος ὢν ἐπαίδευεν; Ὥστε μὴ ἀπογνῶμεν· ἐὰν γάρ τις τὴν ψυχὴν νεώτερος ᾖ, ταῦτα οὐ δέχεται, οὐχὶ ἐάν τις τὴν ἡλικίαν. Παιδευέσθω τοίνυν μετὰ πολλῆς τῆς κατανύξεως εὔχεσθαι καὶ ἀγρυπνεῖν κατὰ τὸ δυνατόν, καὶ ὅλως ἐπικείσθω χαρακτὴρ ἀνδρὸς ἁγίου τῷ | |
980 | παιδί. Ὁ γὰρ μήτε ὀμνύναι σπουδάζων μήτε ὑβρίζειν ὑβριζό‐ μενος μήτε λοιδορεῖσθαι καὶ ἀπεχθάνεσθαι, καὶ νηστεύων καὶ εὐχόμενος, ἀπὸ τούτων αὐτῶν ἱκανὴν ἔχει τὴν παράκλησιν πρὸς σωφροσύνην. Κἂν μὲν ἐπὶ κοσμικὸν ἄγῃς βίον αὐτόν, ταχέως ἄγαγε | |
985 | τὴν νύμφην, μηδὲ περιμείνῃς, ὥστε αὐτὸν στρατεύεσθαι ἢ | |
πολιτικῶν ἅψασθαι πραγμάτων καὶ τότε· ἀλλὰ πρῶτον αὐτοῦ τὴν ψυχὴν ῥύθμισον, καὶ τότε τῆς ἔξωθεν φρόντιζε δόξης. Ἢ μικρὸν οἴει τῷ γάμῳ συμβάλλεσθαι τὸ παρθένον παρθένῳ συνάπτεσθαι; οὐ μικρὸν καὶ πρὸς τὴν τῆς γυναικὸς σωφρο‐ | 186 | |
990 | σύνην, οὐ πρὸς τὴν τοῦ νέου μόνον. Τὸ δὲ φίλτρον οὐ τότε μάλιστα ἔσται καθαρόν; Ὃ δὲ πάντων μεῖζον, ὁ Θεὸς οὐ τότε ἔσται ἵλεως πλέον καὶ μυρίας τὸν γάμον ἐκεῖνον ἐμπλήσεις εὐλογίας, ὅταν ὡς αὐτὸς ἐπέταξεν, οὕτως συνίωσιν; Καὶ ποιεῖ πρὸς τὴν μνήμην ἔχειν αὐτὸν τὸν ἔρωτα· κἂν τῷ πόθῳ τούτῳ | |
995 | κατασχεθῇ, πάσης καταγελάσεται γυναικός. Ἂν ἐγκωμιάζῃς τὴν κόρην καὶ ἐπὶ κάλλει καὶ ἐπὶ κοσμιότητι καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασιν, εἶτα προσθείης ὅτι «οὐκ ἀνέχεται μαθοῦσα ῥαθύμως σε διάγοντα συγγενέσθαι σοι», λοιπὸν ὡς ὑπὲρ ἐσχάτων ὄντος αὐτῷ τοῦ κινδύνου | |
(1000) | πολλὴν ποιήσεται τὴν φροντίδα. Εἰ γὰρ τὸν ἅγιον ἔπεισεν ἐκεῖνον ἀπατηθέντα μνηστῆς ἔρως ἑπτὰ ἔτη δουλεῦσαι πάλιν, μᾶλλον δὲ δεκατέσσαρα ἔτη, πολλῷ μᾶλλον ἡμᾶς. Λέγε ὅτι «οἱ τῆς νύμφης ἅπαντες, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ παῖδες καὶ οἱ γείτονες καὶ οἱ φίλοι, σὲ καὶ τὴν σὴν ἀναστροφὴν | |
1005 | περιεργάζονται καὶ πάντες ἀπαγγελοῦσιν ἐκείνῃ». Κατάδησον αὐτὸν ἤδη 〈τῷ〉 δεσμῷ τούτῳ, δεσμῷ σωφροσύνην ἐργαζο‐ | |
μένῳ. Ὥστε κἂν μὴ δύνηται ἐκ πρώτης ἡλικίας ἔχειν γυναῖκα, ἀλλὰ μνηστὴν ἐκ πρώτης ἐχέτω καὶ φιλοτιμείσθω καλὸς φαίνεσθαι· τοῦτο ἱκανὸν πρὸς ἅπασαν ἀποτροπήν ἐστιν. | 188 | |
1010 | Ἔστιν καὶ ἕτερον σωφροσύνης φυλακτήριον· συνεχῶς ὁράτω τὸν τῆς ἐκκλησίας προεστῶτα καὶ πολλῶν ἀκουέτω παρ’ ἐκείνου τῶν ἐγκωμίων, καὶ πρὸς πάντας τοὺς ἀκούοντας ἐπὶ τούτῳ ἁβρυνέσθω ὁ πατήρ. Αἰδείσθωσαν αὐτὸν ὁρῶσαι κόραι. Καὶ λοιπὸν τὰ διηγήματα καὶ ὁ φόβος ὁ τοῦ πατρὸς | |
1015 | καὶ αἱ ἐπαγγελίαι, καὶ μετὰ τούτων ὁ παρὰ τοῦ Θεοῦ κείμενος μισθὸς καὶ ὅσων ἀπολαύσονται οἱ σώφρονες ἀγαθῶν, πολλὴν αὐτῷ παρέξει τὴν ἀσφάλειαν. Προστίθει καὶ τὰς ἐν στρατείᾳ εὐδοκιμήσεις καὶ ἐν τοῖς πολιτικοῖς πράγμασιν. Καὶ πρὸς τούτοις ἔστω καταφρονητικὸς μὲν κατὰ τῆς ἀσελγείας λόγος | |
1020 | συνεχῶς, πολλὰ δὲ τῆς σωφροσύνης τὰ ἐγκώμια. Ἱκανὰ ταῦτα πάντα κατασχεῖν τοῦ παιδὸς τὴν ψυχήν. Οὕτως ἡμῖν | |
σεμνοὺς τέξονται τοὺς λογισμούς. Ἔστιν καὶ ἕτερον· ἴωμεν δὲ λοιπὸν ἐπὶ τὸ πάντων κύριον, ὃ τὰ πάντα συγκρατεῖ. Ποῖον δὴ τοῦτο; τὴν φρόνησιν | 190 | |
1025 | λέγω. Ἐνταῦθα πολλοῦ τοῦ καμάτου χρεία, ὥστε αὐτὸν ἐργάσασθαι συνετὸν καὶ πᾶσαν ἄνοιαν ἐξελάσαι. Τοῦτο μάλιστα τῆς φιλοσοφίας τὸ μέρος ἐστὶ μέγα καὶ θαυμαστόν, ὥστε εἰδέναι τὰ περὶ Θεοῦ, τὰ περὶ τῶν ἀποκειμένων ἐκεῖ πάντων, τὰ περὶ γεέννης, τὰ περὶ βασιλείας· «Ἀρχὴ σοφίας | |
1030 | φόβος Κυρίου.» Ταύτην οὖν ἐγκαταστήσωμεν αὐτῷ τὴν φρόνησιν καὶ ἐξασκήσωμεν, ὥστε εἰδέναι τὰ ἀνθρώπινα πράγματα, τί ποτέ ἐστι πλοῦτος, δόξα, δυναστεία, καὶ ὥστε αὐτῶν καταφρονεῖν καὶ τῶν μεγίστων ἐφίεσθαι. Καὶ τῶν παραινετικῶν αὐτὸν ἀναμιμνῄσκωμεν λόγων· «Τέκνον, τὸν | |
1035 | Θεὸν φοβοῦ μόνον καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ ἕτερον.» Ἀπὸ δὲ τούτων συνετὸς ἔσται ἀνὴρ καὶ ἐπίχαρις· οὐδὲν γὰρ οὕτως ἀνόητον ποιεῖ ὡς ταῦτα τὰ πάθη. Ἀρκεῖ πρὸς σοφίαν Θεοῦ φόβος καὶ τὸ περὶ τῶν ἀνθρωπίνων πραγμάτων κρίσιν ἔχειν, οἵαν καὶ προσῆκεν ἔχειν. Ἡ γὰρ κορυφὴ τῆς | |
1040 | σοφίας αὕτη ἐστίν, τὸ μὴ πρὸς τὰ παιδικὰ ἐπτοῆσθαι. Παιδευέσθω μηδὲν ἡγεῖσθαι χρήματα, μηδὲν δόξαν ἀνθρω‐ πίνην, μηδὲν δυναστείαν, μηδὲν θάνατον, μηδὲν τὴν παροῦσαν | |
ζωήν· οὕτως ἔσται φρόνιμος. Ἐὰν μετὰ τοιαύτης αὐτὸν ἀσκήσεως ἐπὶ τὰς παστάδας ἀγάγωμεν, ἐννόησον ὅσον ἔσται | 192 | |
1045 | τῇ νύμφῃ τὸ δῶρον. Τοὺς δὲ γάμους ποιῶμεν μὴ μετὰ αὐλῶν, μὴ μετὰ κιθάρας μηδὲ μετὰ ὀρχημάτων· τὸν γὰρ τοιοῦτον νυμφίον ἀτοπίας πολλῆς τοιούτοις αἰσχύνεσθαι. Ἀλλὰ τὸν Χριστὸν καλῶμεν ἐκεῖ· ἄξιος γὰρ αὐτοῦ ὁ νυμφίος λοιπόν· τοὺς | |
(1050) | αὐτοῦ μαθητὰς παρακαλῶμεν. Ἐκείνῳ πάντα ἔσται τὰ κάλλιστα. Καὶ αὐτὸς λοιπὸν μαθήσεται οὕτω τοὺς παῖδας ῥυθμίζειν τοὺς ἑαυτοῦ, καὶ ἐκεῖνοι τοὺς ἐκείνων, καὶ οὕτως | |
ἔσται σειρὰ χρυσῆ. Ποιῶμεν δὲ αὐτὸν καὶ πραγμάτων ἅπτεσθαι πολιτικῶν τῶν κατὰ δύναμιν, τῶν οὐκ ἐχόντων | 194 | |
1055 | ἁμαρτήματα. Ἄν τε γὰρ στρατεύηται, μαθέτω μὴ κερδαίνειν αἰσχρῶς· ἄν τε τοῖς ἀδικουμένοις συναγορεύῃ, ἄν τε ὁτιοῦν τοιοῦτον. Καὶ ἡ μήτηρ δὲ μαθέτω τὴν αὑτῆς κόρην τούτοις παιδεύειν καὶ πολυτελείας ἀπάγειν καὶ κόσμου καὶ τῶν ἄλλων | |
1060 | ἁπάντων, ἅπερ ἐστὶ πορνῶν γυναικῶν. Κατὰ τοῦτον δὴ τὸν νόμον πάντα ποιείτω καὶ τρυφῆς ἀπαγέτω καὶ μέθης, καὶ τὸν νέον καὶ τὴν κόρην. Καὶ γὰρ καὶ τοῦτο μέγα πρὸς σωφροσύνην· τοῖς μὲν γὰρ νέοις ἡ ἐπιθυμία ἐνοχλεῖ, ταῖς δὲ γυναιξὶ τὸ φιλόκοσμον καὶ ἀνεπτερωμένον. Καὶ ταῦτα οὖν πάντα κατα‐ | |
1065 | στέλλωμεν, καὶ οὕτως δυνησόμεθα ἀρέσαι τῷ Θεῷ τοιούτους τρέφοντες ἀθλητάς, ἵνα δυνηθῶμεν καὶ ἡμεῖς καὶ οἱ παῖδες τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπώσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ Ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, | |
1070 | νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 196 |