TLG 2062 371 :: JOANNES CHRYSOSTOMUS :: Precatio [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Precatio [Sp.]

Citation: Vol — pg — (ln)

20tΕὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
21tΤοῦ Κυρίου δεηθῶμεν.
22 Τὴν θείαν τε καὶ τὴν ἁγίαν καὶ μεγάλην, καὶ φρι‐ κτὴν, καὶ ἄστεκτον ὀνομασίαν καὶ ἐπίκλησιν ποιοῦ‐ μεν πρὸς τὴν σὴν ἐξέλασιν, ἀποστάτα, ὡσαύτως καὶ
25ἐπιτίμησιν εἰς τὴν σὴν ἐξολόθρευσιν, διάβολε. Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἄναρχος, ὁ φοβερὸς, ὁ ἀόρατος τῇ οὐσίᾳ, ὁ ἀνείκαστος τῇ δυνάμει, καὶ ἀκατάληπτος τῇ θεότητι, ὁ βασιλεὺς τῆς δόξης, καὶ παντοκράτωρ Δεσπότης, ἐπιτιμήσει σου, διάβολε, ὁ ἐκ τοῦ μὴ ὄντος
30εἰς τὸ εἶναι τὰ πάντα εὐπραγῶς λόγῳ συστησάμε‐ νος, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ἐπιτιμᾷ σοι, διάβολε, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσ‐ σης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς, Κύριος τῶν δυνάμεων ὄνομα αὐτοῦ. Ἐπιτιμᾷ σοι
35Κύριος, διάβολε, ὁ ὑπὸ τῶν ἀναριθμήτων οὐρανίων ταγμάτων πυρίνων φόβῳ λειτουργούμενος καὶ ὑμνού‐ μενος, καὶ ἀπὸ πλήθους χορῶν ἀγγελικῶν καὶ ἀρχαγγελικῶν τρόμῳ προσκυνούμενος, καὶ δοξαζό‐ μενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τιμώμενος
40ὑπὸ τῶν κύκλωθεν παρεστωσῶν δυνάμεων, καὶ φρικωδεστάτων ἑξαπτερύγων καὶ πολυομμάτων Χερουβὶμ καὶ Σεραφὶμ, τῶν τὰ πρόσωπα ἑαυτῶν ταῖς δυσὶ πτέρυξι σκεπόντων διὰ τὴν ἀθεώρητον αὐτοῦ καὶ ἀνεξιχνίαστον Θεότητα, καὶ ταῖς δυσὶ
45πτέρυξι τοὺς ἑαυτῶν πόδας καλυπτόντων, εἰς τὸ μὴ κατακαυθῆναι ἐκ τῆς ἀῤῥήτου δόξης καὶ ἀκατανοή‐ του μεγαλειότητος αὐτοῦ καὶ ταῖς δυσὶ πτέρυξι πετο‐ μένων καὶ τὸν οὐρανὸν πληρούντων ἐκ τῆς βοῆς αὐτῶν, τὸ, Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαὼθ,

64

.

1064

(50)

πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἐπι‐ τιμᾷ σοι Κύριος, διάβολε, ὁ ἐκ τοῦ κόλπου τοῦ πατρικοῦ καταβὰς ἐξ οὐρανοῦ Θεὸς Λόγος, καὶ διὰ τῆς ἐκ Παρθένου ἁγίας προσκυνητῆς, ἀφράστου καὶ
ἀχράντου σαρκώσεως ἀνεκλαλήτως φανεὶς ἐν τῷ1064

64

.

1065

κόσμῳ τοῦ σῶσαι αὐτὸν, καὶ τῇ αὐθεντικῇ αὑτοῦ δυνάμει ῥίψας σε οὐρανόθεν, καὶ ἀπόλυτον παντὶ δείξας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ εἰπὼν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο· καὶ τῷ κελεύσματι
5εὐθέως ἐκόπασεν. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τῷ ἀχράντῳ πτυέλῳ πηλὸν ποιήσας, καὶ τὸ ἐλλεῖπον μέλος τῷ ἐκ γενετῆς τυφλῷ διαπλάσας, καὶ τὸ φῶς χαρισάμενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου λόγῳ ζωοποιήσας, καὶ
10τῆς χήρας τὸν υἱὸν ἐκ στόματος τοῦ θανάτου ἀφαρ‐ πάσας καὶ τῇ ἰδίᾳ μητρὶ ὁλόκληρον, καὶ ὑγιῆ αὐτὸν χαρισάμενος. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ τὸν Λάζαρον ἐκ νεκρῶν τετραήμερον ἄσηπτον ὡς μὴ θανόντα, καὶ ἄσπιλον, εἰς ἔκπληξιν τῶν πολλῶν
15παραστήσας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ διὰ τοῦ ῥαπίσματος τὴν κατάραν καταργήσας, καὶ διὰ τῆς λόγχης τῆς ἀχράντου πλευρᾶς αὐτοῦ τὴν τὸν παράδεισον φυλάττουσαν φλογίνην ῥομφαίαν ἀνα‐ στείλας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ διὰ τοῦ
20ἐμπτύσματος τοῦ τιμίου αὐτοῦ χαρακτῆρος πᾶν δάκρυον ἐκ παντὸς προσώπου ἐκμάξας. Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ πήξας τὸν σταυρὸν εἰς στήρι‐ γμα ἓν καὶ σωτηρίαν κόσμου, εἰς πτῶσιν δὲ σὴν καὶ πάντων τῶν ὑπὸ σὲ ἀγγέλων. Ἐπιτιμᾷ σοι
25Κύριος, διάβολε, ὁ δοὺς φωνὴν ἐν τῷ σταυρῷ αὐτοῦ, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη, καὶ αἱ πέτραι διεῤῥάγησαν, καὶ τὰ μνημεῖα ἠνεῴχθησαν, καὶ οἱ ἀπ’ αἰῶνος θανόντες ἀνέστησαν. Ἐπιτιμᾷ σοι Κύ‐ ριος, διάβολε, ὁ θανάτῳ θάνατον θανατώσας, καὶ
30ζωὴν τῇ ἐγέρσει αὐτοῦ τοῖς ἀνθρώποις χαρισάμενος. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ καταβὰς εἰς τὸν ᾅδην, καὶ τὰ μνημεῖα αὐτοῦ ἐκτινάξας, καὶ πάντας τοὺς ἐν αὐτῷ κατεχομένους δεσμίους ἐλευθερώσας, καὶ πρὸς ἑαυτὸν ἀνακαλεσάμενος· ὃν οἱ πυλωροὶ
35ἰδόντες, ἔφριξαν, καὶ ἀγωνίᾳ τοῦ ᾅδου κρυβέντες ἐξέλιπον. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ ἐκ νεκρῶν ἀναστὰς Χριστὸς ὁ Θεὸς ἡμῶν καὶ πᾶσι τὴν ἀνάστασιν αὐτοῦ χαρισάμενος. Ἐπιτιμήσαι σοι Κύ‐ ριος, διάβολε, ὁ εἰς οὐρανοὺς ἐν δόξῃ ἀναληφθεὶς
40πρὸς τὸν Πατέρα αὐτοῦ, καὶ ἐκ δεξιῶν τῆς μεγαλω‐ σύνης ἐπὶ θρόνου δόξης καθήμενος. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὁ πάλιν ἐρχόμενος μετὰ δόξης ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ τῶν ἁγίων ἀγγέ‐ λων αὐτοῦ, κρῖναι ζῶντας καὶ νεκρούς. Ἐπιτιμήσαι
45σοι Κύριος, διάβολε, ὁ τὸ πῦρ τὸ ἄσβεστον, καὶ σκώ‐ ληκα τὸν ἀκοίμητον, καὶ σκότος τὸ ἐξώτερον ἑτοιμά‐ σας σοι εἰς αἰώνιον κόλασιν. Ἐπιτιμήσαι σοι Κύριος, διάβολε, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι ἄστεκτος ἡ ὀργὴ τῆς

64

.

1065

(50)

ἐπὶ σὲ ἀπειλῆς αὐτοῦ. Αὐτὸς ἐπιτιμᾷ σοι Κύριος, διάβολε, διὰ τοῦ φοβεροῦ αὐτοῦ ὀνόματος· φρίξον, τρόμαξον, φοβήθητι, ἀναχώρησον, ἐξολοθρεύθητι, φυγαδεύθητι ὁ πεσὼν οὐρανόθεν, καὶ σὺν σοὶ πάντα τὰ πονηρὰ πνεύματα, πᾶν πνεῦμα πονηρὸν, πνεῦμα
55ἀσελγείας, πνεῦμα πονηρίας, πνεῦμα νυκτερινὸν καὶ ἡμερινὸν, μεσημβρινόν τε καὶ ἑσπερινόν· πνεῦμα μεσονυκτικὸν, πνεῦμα φανταστικὸν, πνεῦμα συναντικὸν, εἴτε χερσαῖον, εἴτε ἔνυδρον, εἴτε ἐν
ἄλσοις, εἴτε ἐν καλάμοις, εἴτε ἐν φάραγξιν, εἴτε ἐν1066

64

.

1068

διόδοις καὶ τριόδοις, ἐν λίμναις, καὶ ἐν ποταμοῖς, ἐν οἴκοις, ἐν αὐλαῖς, καὶ ἐν βαλανείοις παρατρέχον καὶ βλάπτον, καὶ ἀλλοιοῦν τὸν νοῦν τοῦ ἀνθρώπου. Συντόμως ἀναχωρήσατε ἀπὸ τοῦ πλάσματος τοῦ
5δημιουργοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ἀπαλλά‐ χθητε ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ τοῦδε, ἀπὸ νοὸς, ἀπὸ τῆς ψυχῆς, ἀπὸ τῆς καρδίας, ἀπὸ τῶν νεφρῶν, ἀπὸ τῶν αἰσθήσεων, ἀπὸ πάντων τῶν μελῶν, πρὸς τὸ εἶναι αὐτὸν ὑγιῆ καὶ ὁλόκληρον, καὶ ἐλεύθερον,
10ἐπιγινώσκοντα τὸν ἴδιον Δεσπότην, καὶ δημιουργὸν τὸν ἁπάντων Θεὸν, τὸν ἐπισυνάγοντα τοὺς πεπλα‐ νημένους, καὶ διδόντα αὐτοῖς σφραγίδα σωτηρίας διὰ τῆς γεννήσεως καὶ ἀνακαινίσεως τοῦ θείου βα‐ πτίσματος, εἰς τὸ καταξιωθῆναι αὐτὸν τῶν ἀχράντων, καὶ ἐπουρανίων, καὶ φρικτῶν αὐτοῦ μυστηρίων, καὶ
15ἑνωθῆναι τῇ αὐτοῦ ποίμνῃ τῇ ἀληθινῇ εἰς τόπον χλόης κατασκηνοῦντα, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενον, καὶ ὑπὸ βακτηρίας τοῦ σταυροῦ ποιμαντικῶς καὶ ἀσφαλῶς ὁδηγούμενον, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, καὶ μεγαλοπρέ‐ πεια, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι· νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1068