TLG 2062 370 :: JOANNES CHRYSOSTOMUS :: Precatio [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Precatio [Sp.] Citation: Vol — pg — (ln) | ||
3t | Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ. | |
---|---|---|
4 | Τοῦ Κυρίου δεηθῶμεν. | |
5 | Ἐπικαλούμεθά σε, Δέσποτα Θεὲ παντοκράτορ, ὕψιστε, ἀπείρατε, εἰρηνικὲ βασιλεῦ, ἐπικαλούμεθά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐκ σοῦ γὰρ ἀνεφύη, καὶ τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος, δοὺς τοῖς ἀνθρώποις ὑπακούειν τετρά‐ | |
10 | ποδα καὶ ἄλογα ζῶα· ὅτι σὺ ὑπέταξας αὐτὰ, Κύριε. Ἔκτεινον τὴν χεῖρά σου τὴν κραταιὰν, καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ τὸν ἅγιον, καὶ ἐπισκο‐ πῶν ἐπισκόπησον τὸ πλάσμα σου τοῦτο. Κατάπεμ‐ ψον αὐτῷ ἄγγελον εἰρηνικὸν, ἄγγελον κραταιὸν, | |
15 | ψυχῆς καὶ σώματος φύλακα, ὃς ἐπιτιμήσει καὶ ἀπελάσει ἀπ’ αὐτοῦ πᾶν πονηρὸν καὶ ἀκάθαρτον δαιμόνιον. Ὅτι σὺ Κύριος μόνος ὕψιστος, παντο‐ κράτωρ, εὐλογητὸς, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 1064 |