TLG 2062 367 :: JOANNES CHRYSOSTOMUS :: Ad Eudoxiam (epist. 1–7) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Ad Eudoxiam (epist. 1–7) [Sp.]

Source: Nicolopoulos, P.G. (ed.), Αἱ εἰς τὸν Ἰωάννην τὸν Χρυσόστομον ἐσφαλμένως ἀποδιδόμεναι ἐπιστολαί. Athens: Tsiveriotes, 1973: 286, 287, 289–290, 295–297, 503–504, 507.

Citation: Pg — (ln)

286

(5)

«Ὡς ὁρῶ, ἅπερ σπεύδω οἰκοδομεῖν πρὸς σωτηρίαν τῆς θεοφιλοῦς σου ψυχῆς, σὺ τὸ μᾶλλον καταβάλαι οὐκ ὀκνεῖς. Ἐγὼ γὰρ οὐ μόνον ταύ‐ της τῆς προσκαίρου βασιλείας ἀπολαῦσαί σε εὔχομαι ἐν γήρᾳ πίονι, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ ἀπεράντου τῶν οὐρανῶν βασιλείας κληρο‐ νόμον σε ἀναδειχθῆναι διὰ τῆς ἀγαθοεργίας σου. Ποίαν γὰρ καύχησιν
10ὑπερτέραν ταύτης ἔχομεν τοῦ πᾶσι γνώριμον γενέσθαι τὴν ὑμετέραν καλο‐ καγαθίαν ἐν πάσῃ εὐσεβείᾳ καὶ εὐπραγίᾳ βιοῦν; Ἐκπέπληγμαι δὲ ἀληθῶς καὶ ἐξέστην ἀκηκοὼς τῶν παρ’ ὑμῶν ῥηθέντων σήμερον Θεοδωρίχῳ τῷ πατρικίῳ, ἀνδρὶ κατὰ Θεὸν ζῶντι, καθότι ὁ Θεὸς κατέστησεν ὑμᾶς δεσπό‐ τας πάσης γῆς καὶ θαλάσσης καὶ οὐ δέεται ἡ βασιλεία τῶν ὑπαρχόντων
15αὐτοῦ καὶ μάλιστα μηδὲν αὐτοῦ πταίσαντος αὐτῇ. Παρακαλῶ οὖν τὴν ὑμετέραν θεοφίλειαν μηδέν, ὧν εἴπατε αὐτῷ, ζητῆσαι παρ’ αὐτοῦ, ἀλλὰ συγχωρῆσαι αὐτῷ πάντα, κελεῦσαι δὲ καὶ ἀδιαστρόφως αὐτὸν πολιτεύε‐ σθαι, ὁ δὲ δεσπότης καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐκτελέσαι πάντα τὰ αἰτήματα ὑμῶν εἰς τὸ ἀγαθὸν κατὰ τὸ αὑτοῦ θέλημα, φιλόχριστε. Ἔρρω‐
20σο πολλοῖς ἔτεσιν διαμένουσα τῇ πολιτείᾳ Ῥωμαίων».286

287

(10)

«Ὡς οἶμαι, οὐ διαλανθάνει τὴν σὴν θεοφίλειαν ἡ τῶν ἐμῶν γεννη‐ τόρων εὐγένεια καὶ εὐπορία καὶ τῆς ἀξίας αὐτῶν ἡ περιφάνεια, πάλιν δὲ ὡς οὐδέποτε ἠγάπησα πλοῦτον, οὔτε ἠράσθην χρημάτων ἢ δόξης ἀνθρω‐ πίνης, ἀλλὰ κἀκείνοις πολλάκις συνεβούλευον ἀποκτήσασθαι τὴν τοιαύ‐ την ματαίαν φροντίδα καὶ ἐπιμελήσασθαι τῆς ἑαυτῶν σωτηρίας διὰ τῆς
15εἰς τοὺς πένητας μεταδόσεως, ὅπως κτήσωνται τὴν ἐπουράνιον βασιλείαν. Πῶς δὲ καὶ χρημάτων ἐπιθυμήσω ἀεὶ νουθετῶν καὶ ἐπιπλήττων ἐν ταῖς ἐξηγήσεσι τοὺς ταῦτα κεκτημένους καὶ μὴ ῥαντίζοντας αὐτὰ εἰς τὰς τῶν πενήτων χεῖρας. Ἐμοὶ γὰρ ἀρκεῖ πρὸς ἀποτροφὴν ὀλίγος ἄρτος σὺν ἅλατι καὶ λαχάνοις οἰκτροῖς διὰ τὴν τοῦ σώματος ἀσθένειαν. Περὶ δὲ Θεοδωρί‐
20χου ἐσήμανας ὡς ἐσφετέρισα τὴν ὕπαρξιν αὐτοῦ εἰς ἴδιόν μου κέρδος. Τοῦτο οὖν γνωστὸν ἔστω σοι, ὡς ἐμοὶ τί ποτε οὐκ ἔδωκεν. Ἀλλ’ οὔτε, εἰ ἔδωκεν, ἐλάμβανον παρ’ αὐτοῦ τὸ εἴ τι οὖν. Ἀλλ’ ἐκεῖνος τῷ Χριστῷ ἐδάνεισεν αὐτά, ἐνταῦθα παραθέμενος εἰς τὰς τῶν πενήτων καὶ δεομένων χεῖρας, ὅπως ταῦτα κομίσηται παρ’ αὐτοῦ ἐν τῷ μέλλοντι αἰῶνι πολυ‐
25πλασίονα. Εἴθε δὲ καὶ αὐτὴ τοῦτον ἐζήλωσας κενώσασα τὰ χρήματά σου εἰς τοὺς αἰωνίους θησαυρούς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὐ κλέπται καὶ ἐπίβουλοι διορύττειν τολμῶσι. Δέδωκε γὰρ αὐτὰ εἰς τὸ ξενοδοχεῖον τῆς ἐκκλησίας, ὅπως δι’ αὐτῶν γένηται ἡ φροντὶς τῶν δεο‐ μένων. Εἰ οὖν βούλει ταῦτα λαβεῖν καὶ λυπῆσαι τὸν Χριστόν, σὺ ὄψει.
30Πίστευε γάρ μοι, ὅτι ἐὰν τοῦτο ποιήσῃς, θλίβεται κατὰ σοῦ».287

289

(22)

«Ἡ μὲν φιλόχριστος πίστις καὶ διαγωγὴ τῶν ὑμετέρων γονέων πᾶσι κατάδηλος ὑπάρχει. Διὸ καὶ ταῖς εὐχαῖς καὶ καλοκαγαθίαις αὐτῶν ὁ Θεὸς δυσωπούμενος ἀπένειμέ σοι τὰ τῆσδε τῆς ἐπιγείου βασιλείας τὰ σκῆπτρα,
25ἐκδεχόμενος διὰ τῶν ἔργων σου καὶ τῆς ἐπουρανίου βασιλείας κληρονό‐ μον ἀναδεῖξαί σε· πλοῦτος γὰρ καὶ δόξα καὶ περιφάνεια κοσμικὴ οὐκ ὠφελήσει ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ’ ἢ μόνον ἡ διὰ τῶν ἔργων ἡμῶν διαγωγή. Μὴ οὖν ἐπιλήσμων γενήσῃ τούτου, μηδὲ τοῦ φόβου τοῦ Θεοῦ, σαφῶς ἐπισταμένη, ὅτι ἡ πνοὴ πάντων ἡμῶν ἐν ταῖς χερσὶν
30αὐτοῦ ἐστι καὶ ᾧ μὲν προστιθεῖ, ἐξ οὗ δὲ βούλεται καὶ ἀφαιρεῖ. Χοῦς καὶ σποδὸς ὑπάρχοντες μετ’ ὀλίγον εἰς γῆν καταφερόμενοι ἐν σκοτεινοῖς καὶ ἀφεγγέσι χωρίοις καθὼς καὶ οἱ πρὸ ἡμῶν πάντες βασιλεῖς καὶ ἄρχοντες καὶ ἀρχόμενοι. Ἀπόβλεψον εἰς τοὺς πρὸ ὑμῶν βασιλέας. Τί μὲν ἦσαν τότε, τί δὲ νῦν γεγόνασι, σύνες· πῶς ἐφ’ ἑκάστης οἱ μὲν ἐν ἀγαθοῖς μνη‐
35μονευόμενοι, οἱ δὲ τὰ φαῦλα διεξελθόντες ἐπὶ κακοῖς ἀεὶ καὶ κατάραις οὐ ταῖς τυχούσαις ὑπὸ πάντων μνημονευόμενοι πλειστάκις· οὐδὲ τῶν ὀνομά‐ των αὐτῶν ὑπὸ τῶν πολλῶν λεγομένων. Μιμησάτω οὖν καὶ ἡ ὑμετέρα
φιλόχριστος θεοσέβεια τοὺς τὴν πίστιν τηρήσαντας ἀλωβήτως καὶ τὸν289

290

καλὸν δρόμον ἐληλακότας ἐν τῷδε τῷ βίῳ διὰ τῶν ἀγαθῶν πράξεων καὶ κελεύσει ἀναδοθῆναι τῇ ταπεινῇ Θεογνώστου γυναικὶ καὶ τοῖς τέκνοις αὐτῆς τὸν ἀμπελῶνα αὐτῶν, ὃν εἶχον εἰς παραμυθίαν. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ καταλαβοῦσα αὐτοὺς θλῖψις καὶ συμφορά, ἐκείνου μὲν ἐν ἐξορίᾳ τετελευ‐
5τηκότος, τῆς δὲ ὑποστάσεως αὐτῶν πάσης ἀφαιρεθείσης. Ναί, παρακαλῶ σε λῦσαι πρὸς αὐτὴν τὴν μνησικακίαν σου μεμνημένη τοῦ σωτῆρος ἐν Εὐαγγελίοις παρακελευομένου ἡμῖν μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ ἡμῶν. Πάλιν δὲ αὐτοῦ διαρρήδην πρὸς τὸν πλούσιον ἐκεῖνον ἀποτεινομένου καὶ λέγοντος· Ἆφρον, τῇ νυκτὶ ταύτῃ τὴν ψυχήν σου
10ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μὴ συγκαταβήσεται ἡμῖν ἐν τῷ ᾍδῃ γλυκύτης καρποῦ ἀμπέλου ἢ ἡδύτης σύκων ἢ λιπότης ἐλαίου ἢ χρημάτων καὶ κτημάτων περιουσία καὶ δόξα ἀρχῆς; Οὐχὶ πάντα παρε‐ ῶντες ἀπερχόμεθα τῶν ἐνταῦθα γυμνοὶ καὶ ἀπροστάτευτοι; Οὐκοῦν τού‐ των πάντων μνημονεύουσα ἐπίτρεψον ἀναδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ
15σοι γένηται ἐν ἡμέρᾳ κρίσεως».290

295

(26)

«Οὐκ οἶμαί σε, τέκνον πνευματικόν, ἀγνοεῖν ὡς αἱ ὑπὸ Θεοῦ τετα‐ γμέναι κατὰ τὸν ἀπόστολον ἐξουσίαι οὐχ ὥστε ἐξεῖναι ἀδικεῖν, ἀλλ’ ὥστε διορθοῦν τοὺς ἀδικοῦντας ἐτάχθησαν καὶ πρὸς τὸν ἔννομον καὶ δίκαιον βίον ἐνάγειν διὰ παντὸς καὶ ῥυθμίζειν τὸ ὑποχείριον· ὅπερ τηνικαῦτα κα‐
30τορθοῦσθαι μάλιστα εἴωθεν, ὁπηνίκα πρῶτοι τῶν ἄλλων οἱ τὰς ἀρχὰς ἐγκεχειρισμένοι αὐτοὶ τοῦ δικαίου καὶ τῆς ἄλλης ἀρετῆς ἀντιποιούμενοι φαίνονται· φιλεῖ γὰρ ὡς τὰ πολλὰ πρὸς τὸ ἄρχον συνδιατίθεσθαί πως καὶ τὸ ἀρχόμενον. Ἐπεὶ οὖν καὶ ὁ Θεοδώριχος ὁ πατρίκιος μηδὲν μηδέποτε τῷ ὑμετέρῳ κράτει προσεπταικὼς κατὰ τοὺς προσκεκρουκότας καὶ
35αὐτὸς τῇ τοῦ Θεοῦ τὰ νῦν ἐκκλησίᾳ προσπέφευγε μηδὲν ἀδίκως παθεῖν
ἐξαιτούμενος, πληρωθῆναι τούτῳ παρ’ ὑμῶν τὴν ἐξαίτησιν ἀξιῶ καὶ μὴ295

296

θελῆσαι τὸ τῆς βασιλείας ἀνενδεὲς εἰς ἔνδειαν ἑνὸς τῶν ὑπὸ χεῖρα κατε‐ νεγκεῖν γῆς ἁπάσης καὶ θαλάσσης διακρατούσης. Οὕτω γὰρ ἔμπρακτοι τῆς ἀρετῆς ἀναφανέντες διδάσκαλοι διὰ τῆς ἐντεῦθεν περὶ τὴν βασίλειον ἀρχὴν εὐπραγίας καὶ τῆς ἐκεῖθεν βασιλείας ἀξιωθήσεσθε. Ἔρρωσό μοι
5καταλύφω, ἐνδοξοτάτη βασίλισσα, βασιλικῷ φρονήματι τὴν ἁλουργίδα κατασεμνύνουσα».
34«Οἶμαί σε μὴ ἀγνοεῖν, ὦ τέκνον», γεγράφηκεν, «ὡς ἐπιδόξων καὶ
35πλουσίων υἱὸς ἐγενόμην ἐγὼ καὶ πάντα ταῖς τῶν πενήτων χερσὶν ἀπο‐ δόμενος μόνῳ Χριστῷ ζῆν εὔχομαι καὶ πλουτεῖν ὃ καὶ ὑμᾶς ποιεῖν καὶ πάντας τοὺς εὐσεβεῖς ἀδιαλείπτως παρακαλῶ. Τοῦτο καὶ Θεοδώριχος
διεπράξατο ἐμοὶ μὲν οὐδὲν δεδωκὼς (οὐδὲ γάρ, οὐδέ, εἰ ἐδίδου, ἔλαβον296

297

ἄν), ἀλλὰ διὰ τῶν πενήτων Χριστῷ τῷ βασιλεῖ τῶν βασιλέων παρεσχη‐ κώς. Οὐ μόνον οὖν ὃ πεπράχαμεν καὶ συνεβουλεύσαμεν, ἀλλὰ πλέον τι σὺν Θεῷ κατωρθωκότες αὐτοὶ τὸ πολλῷ καταδεέστερον καὶ τὴν ἐσχάτην ἐπέχον τάξιν τῆς ἀρετῆς ἐδιδάξαμεν. Ἡμεῖς μὲν γὰρ πρὸς τὸ τῶν ἀλλο‐
5τρίων ἀποσχέσθαι καὶ τὰ οἰκεῖα τοῖς ἐνδεέσι προήκαμεν· σὲ δὲ τῶν οἰκεί‐ ων ἐχομένην τῶν ἀλλοτρίων ἀφίστασθαι ὡς ἀγαθοὶ νενουθετήκαμεν σύμ‐ βουλοι. Πρὸς μέντοι τὸ πάντες ἐσμὲν εἰς τὸ νουθετεῖν σοφοί, τοὐναντίον ἐγώ γε φαίην ἄν, ὡς οὐδείς ἐστι κυρίως σοφός, εἰ μὴ μόνος ὁ χάριν σο‐ φίας παρὰ Θεοῦ εἰληφώς, πῶς δὲ καὶ ἁμαρτάνοντες οὐ γινώσκομεν, ἀπα‐
10ραλογίστου πᾶσι τοῦ τῆς συνειδήσεως κριτηρίου τυγχάνοντος; Πλὴν «Μακάριος», κατὰ τὸν θεῖον ἀπόστολον, «ὁ μὴ κρίνων ἑαυτόν, ἐν ᾧ
δοκιμάζει» ...297

503

(t1)

Τοῦ ἐν ἁγίοις Χρυσοστόμου πρὸς τὴν βασίλισ‐
t2σαν Εὐδοξίαν περὶ τοῦ ἀμπελῶνος τῆς χήρας
1 Ὁ μὲν θεὸς πάσης ὢν φύσεως δημιουργὸς πάσης κατ’ οὐσίαν ὑπερανέστηκεν ἐξουσίας καὶ κυριότητος· ἄνθρωποι δὲ πάντες ἴσοι, κἂν ὁ μὲν ἄλλου, ὁ δὲ ἑτέρου προέχειν δοκῇ. Καί σοι τοίνυν τὰ σκῆπτρα τῆς βασιλείας ἀπένειμεν, οὐχ ἵνα σαυτὴν τῶν ἄλλων
5ὑπερέχειν νομίζῃς, ἀλλ’ ἵνα ἰσονομίαν τῷ κοινῷ καὶ δικαιοσύνην βραβεύῃς· δόξα γὰρ καὶ πλοῦτος καὶ περιφάνεια κοσμικὴ οὐκ ὠφε‐ λήσει ὅλως ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ’ ἢ μόνον ἡ τῶν ἐντολῶν φυλακή, τὴν τῶν ὀρθῶν δογμάτων ἐπαγομένη συν‐ τήρησιν. Ὧν αὐτὴ μὴ ἐπιλήσμων φανῇς, μὴ τὸν τοῦ θεοῦ φόβον τῆς
10σῆς ἀπώσῃ ψυχῆς ἐπισταμένη σαφῶς ὡς ἡ πνοὴ πάντων ἡμῶν ἐν ταῖς αὐτοῦ χερσίν ἐστι καὶ ᾧ μὲν προστίθησιν ἔτη ζωῆς, ἐξ οὗ δὲ βούλεται, ἀφαιρεῖται. Ἐγὼ γάρ, φησίν, ἀποκτενῶ καὶ ζῆν ποιήσω καὶ τίς ὁ τῶν ἐμῶν χειρῶν ἐξαιρούμενος; Φοβερὸν δὲ τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Χοῦς καὶ σποδὸς τυγχάνομεν πάντες ἄν‐
15θρωποι, ἄνθος χόρτου καὶ κόνις, σκιά, καπνὸς καὶ ἐνύπνιον καὶ ζῶ‐ μεν οὐ ζῶντες· ἐξ οὗ γὰρ τό· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ κατὰ πά‐ σης ἡμῶν ἐξηνέχθη τῆς φύσεως. Τὴν θνητότητα πάντες καὶ τὴν φθορὰν ἄρδην ἠμφιασάμεθα καὶ κοινῇ πάντες ἤδη τετελευτήκαμεν καὶ ὁ μὲν σήμερον, ὁ δὲ αὔριον τελευτᾷ. Ἐκ γῆς γὰρ προελθόντες
20εἰς γῆν πάλιν μετ’ ὀλίγον καταφερόμεθα, βασιλεῖς τε καὶ ἰδιῶται, ἄρχοντες καὶ ἀρχόμενοι. Ἀπόβλεψον τοιγαροῦν εἰς τοὺς πρὸ ὑμῶν
βασιλεύσαντας καὶ ἀναλόγισαι τί μὲν ἦσαν τότε, τί δὲ νῦν γεγόνα‐503

504

(23)

σι. Σύνες πῶς οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες ζῶντές τε καὶ μετὰ θά‐ νατον μακαρίζονται καὶ κατὰ τὴν τῆς ἀνταποδόσεως ἡμέραν εἰς
25ἀνάστασιν ζωῆς ἐκπορεύσονται, οἱ δὲ τὰ φαῦλα πράξαντες κἀν‐ ταῦθα παρὰ πάντων ἀραῖς τε καὶ δυσφημίαις ἀείποτε βάλλονται καὶ εἰς ἀνάστασιν οὐκέτι ζωῆς ἀλλὰ κατακρίσεως ἐξανίστανται. Μιμησάσθω τοίνυν καὶ ἡ ὑμῶν θεοφίλεια τοὺς τὴν πίστιν ἀλω‐ βήτως τηρήσαντας καὶ τὸν καλὸν δρόμον τῶν ἐντολῶν διανύ‐
30σαντας. Καὶ τῇ ταπεινῇ γυναικὶ Θεογνώστου καὶ τοῖς αὐτῆς τέκνοις τὸν αὐτῶν ἀμπελῶνα ἀπόδοτε. Ἀρκεῖ τούτοις τὰ φθάσαντα λυπηρά· μὴ ἐπιτεινέσθω τὰ δεινὰ μηδὲ ἐπὶ πλέον προβαινέτω τὰ θλιβερά. Ναί, παρακαλῶ λῦσον αὐτοῖς ἐν τάχει τὴν ἐπικειμένην ὀ‐ δύνην καὶ συμφορὰν μεμνημένη τοῦ Σωτῆρος ἐν εὐαγγελίοις παρα‐
35κελευομένου ἡμῖν μὴ ἐπιδῦναι τὸν ἥλιον ἐπὶ τῷ παροργισμῷ ἡμῶν. Πάλιν δὲ πρὸς τὸν πλούσιον ἐκεῖνον ἀποτεινομένου καὶ λέγοντος· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ ἡ‐ τοίμασας τίνι ἔσται; Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ καὶ ζημιωθῇ τὴν ψυχὴν αὑτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀν‐
40τάλλαγμα τῆς ψυχῆς αὑτοῦ; Μὴ συγκαταβήσεται ἡμῖν ἐν τῷ ᾅδῃ γλυκύτης καρποῦ ἀμπέλου ἢ ἡδύτης σύκων ἢ λιπότης ἐλαίου ἢ χρημάτων περιουσία καὶ δόξα ἀρχῆς; Οὐχὶ πρὸς φθορὰν καταλή‐ γει πᾶσα ἀνθρώπου σπουδή; Οὐχὶ πάντα καταλιμπάνοντες ἀπερχό‐ μεθα γυμνοὶ τῶν ἐνταῦθα καὶ ἀπροστάτευτοι; Τούτων οὖν ἁπάντων
45μνημονεύουσα ἐπίτρεψον ἀποδοθῆναι τὸν ἀμπελῶνα, ἵνα εὖ σοι ἐν
ἡμέρᾳ κρίσεως γένηται.504

507

(t1)

Τοῦ Χρ(υσοστόμου) πρὸς τὴν Εὐδοξίαν
1 Οἶμαι, τέκνον εὐσεβές, μὴ ἀγνοεῖσθαί σοι ὅτι χρημάτων, εἴ γε δὴ καὶ ἐβουλόμην αὐτὸς ἔχειν, εἰργόμην οὐδὲν πατράσι. Καὶ ἐχρησάμην μεγάλα τε δυναμένοις καὶ πολλὰ κεκτημένοις. Ἀλλ’ ἑκὼν ἐξέστην τοῦ πλούτου τοῖς δεομένοις τὸ πρᾶγμα ἥκιστα λο‐
5γισάμενος ἐμαυτῷ εἶναι φροντίδος ἄξιον. Πῶς οὖν, (φύλ. 154) ἃ κατὰ πολλήν τε αὐτὸς τὴν σπουδὴν ἀπεθέμην καὶ τῶν κοινῶν πᾶσι καταφρονεῖν συμβουλεύω, τούτων νῦν οὐκ ᾐσχύνθην ἂν ἐπιθυμητὴς
φαίνεσθαι;507