TLG 2062 366 :: JOANNES CHRYSOSTOMUS :: De virtute animi [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De virtute animi [Sp.]

Citation: Vol — pg — (ln)

64

.

473

(5t)

ΟΜΙΛΙΑ Ηʹ.
6tὍτι πάντων ἡ κατὰ ψυχὴν ἀρετὴ προτιμοτέρα.
7 Ἀριθμῶν τὰ τοῦ βίου πολλάκις κατ’ ἐμαυτὸν ἀγα‐ θὰ, καὶ μεστὴν εὑρίσκων πολλῶν πανταχόθεν τὴν κτίσιν, καὶ μυρίων τῷ γένει παρεκτικὴν ἀγαθῶν,
10οὐδὲν ὁρῶ τοῦ ψυχῆς ὡραιότητα φιλοκαλεῖν ἀγαθώτε‐ ρον, οὐδὲ μᾶλλον ἀνθρώπου πρεπωδέστερον φύσει. Τίς γὰρ οὕτω πρέπων ἀνθρωπότητι πλοῦτος, ὡς ἐλ‐ πίδων εὐσεβῶν εὐπορία; Τίς οὕτως ἐκ δυναστείας λαμπρὸς, ὡς ἐκ γνώμης τῷ τῶν ὅλων βασιλεῖ τιμω‐
15μένης; Τίς ἐκ τρυφῆς ἡδονὴ τηλικαύτη, ὁπόση τις συνειδότος ζωοποιοῖς ἑστιωμένου μαθήμασιν; Πᾶν ὅπερ ἂν εἰς μέσον ἀγαθὸν παραγάγῃς, ἐξ οὐδενὸς ἂν εὕροις ὡς ἐκ γνώμης ἐνθέου σεμνυνόμενον ἄνθρω‐ πον. Τῶν μὲν γὰρ ἄλλων καλῶν ἐστίν τις καὶ τοῖς
20ἀλόγοις πρὸς ἡμᾶς κοινωνία· οἷον ἡ τῆς ἀκτῖνος καλή τις ἀπόλαυσις, ἀλλὰ πρόκειται καὶ τοῖς κτήνεσιν αὐτή· ἡ τῶν βρωμάτων ἀγαθὴ χορηγία, ἀλλὰ τούτων κἀκείνοις μετάσχεσις· αἱ τοῦ κάλλους ἐράσμιοι χά‐ ριτες, ἀλλ’ εὕροις ἂν καὶ κάλλος ἐξ ὀρνίθων ἀστρά‐
25πτον· τὸ δὲ ἰσχύος πολυθρύλλητον δῶρον, ἀλλ’ ἔστιν τὸ ταύτης καὶ βουσὶν πλεονέκτημα· ἡ τοῦ πλούτου πολύευκτος ἄθροισις, ἀλλ’ ἴδοις ἂν καὶ ὄστρεα πλού‐ σια μαργαριτῶν θησαυροῖς. Οὐδενὸς τῶν σαρκίνων παρ’ ἡμῖν καυχημάτων ἡ τῶν ἀλόγων ἀκοινώνητος
30φύσις, οὐδενὸς σωματικοῦ παρ’ ἡμῖν πλεονεκτήματος χείρων. Ἐξ ἑνὸς δὲ αὐτοῖς μόνου πρὸς ἡμᾶς παραχώ‐ ρησις, ἑνὶ μόνῳ παρ’ ἡμῶν νικῶνται πλεονεκτήματι. Ποίῳ δὴ τούτῳ; Τῇ τῆς γνώμης ἀξίᾳ, δι’ ἢν ἄνθρω‐ πος Θεῷ παραπλήσιος, νῷ κεχρημένος κυβερνήτῃ
35τῶν ὄντων, διανοίᾳ διοικῶν τὰ τῆς κτίσεως, λογισμῷ τὸν οὐρανὸν διεξιὼν, ἐννοίᾳ τὸ ὑπήκοον ἄγων, ἡνιο‐ χῶν σοφίᾳ τῆς ἀτάκτου θαλάσσης τὸ δύσχρηστον, προνοίᾳ τὰ φυόμενα σώζων, ἐπιστήμῃ δεικνὺς τὰ φαινόμενα, δεσπόζων τῆς τῶν ὄντων, ὡς ὁ κτίστης,
40καλλιτεχνίας. Καὶ ταῦτα δηλῶν ἐκ προοιμίων ἐφ’ ἡμῖν ὁ Θεὸς ἀνεβόα· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν. Καὶ φοβερὰ τῆς εἰκόνος ἡ τιμὴ, καὶ φιλάνθρωπος· φοβερὰ μὲν ὡς εἰκὼν ἀρχετύπου φρικώδους. Κίνδυνος γὰρ οὐ μικρὸς, μὴ σχοίη τις
45πρόσκρουσιν τῷ τῆς ἁμαρτίας σπίλῳ τὴν εἰκόνα σπι‐ λώσας· φιλάνθρωπος δὲ, ὡς μεγάλη δωρεὰ πρὸ ἱδρώ‐ των, ἣν ἡμῖν ὁ κτίστης πρὸ γενετῆς παρεσκεύαζεν. Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν. Πρὸ τῆς πλάσεως μερίμνῃ τιμώμεθα.

64

.

473

(50)

Ἑκάστῳ μὲν γὰρ τῶν ὄντων παρεχόμενος ὕπαρξιν, αὐθεντίαν ἐτήρει προστάττοντος, καὶ πᾶσαν τῶν ὁρωμένων τὴν φύσιν ἐκ προστάγματος ἔκτιζεν, προσ‐ τακτικῶς τοῖς οὐκ οὖσιν ἐπιφθεγγόμενος· Γενη‐ θήτω φῶς· γενηθήτω στερέωμα· γενηθήτωσαν φω‐
55στῆρες εἰς φαῦσιν· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυ‐
χῶν ζωσῶν· ἐξαγαγέτω ἡ γῆ τετράποδα κατὰ γέ‐473

64

.

476

νος! Ὡς δὲ ἔδει κτισθῆναι τὸν ἄνθρωπον, ἀφεὶς τὸν προστάττοντα, τὸν αὐτουργὸν ἀνελάμβα‐ νεν, ἀφεὶς τὸν σχεδιάζοντα τῶν ὄντων τὴν σύνθεσιν, τὴν ἀνθρωπογένειαν ἐσκέπτετο, ἀφεὶς εἰπεῖν πρὸς
5τὴν γῆν, ἐξάγαγε ἄνθρωπον! Ὡς κτίσαι τὸν ἄνθρω‐ πον μὴ δυνάμενος μόνος, καὶ κοινωνοὺς συγκαλεῖ πρὸς τὴν πλάσιν, καὶ ὡς συνεργῶν δεόμενος κέκρα‐ γεν· Ποιήσωμεν· οὐ μελέτης εἰς τέχνην δεόμενος, οὐ συνεργῶν εἰς διάπλασιν χρῄζων, ἀλλὰ τῷ τῆς με‐
10λέτης καὶ συνεργίας σχηματισμῷ μεμεριμνημένον αὐτῷ καὶ πάμμεγα διαπλάττειν ἐνδεικνύμενος γένος. Ἐν δὲ τῇ τιμῇ καὶ παιδαγωγία τις τῷ γένει πρὸς εὐσέβειαν κέκρυπται. Πᾶσαν γὰρ τὴν κτίσιν θεο‐ ποιίας ἐξέβαλεν, εἰκόνι τῆς ἰδίας αὐτὴν παραδοὺς
15μοναρχίας· εἰκόνος γὰρ βασιλέως ἅπαν μέγα νομι‐ ζόμενον. Δεύτερον· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰ‐ κόνα ἡμετέραν· καὶ προβλέπων μὲν τὸ ἄγνωμον, τὸ φίλτρον οὐκ ἤμβλυνεν· οὐ γὰρ ἔδει μὴ λάμψαι τὸν ἥλιον διὰ τοὺς πρὸς τὴν ἀκτῖνα τυφλούς· διὰ τοῦτο
20καὶ προειδὼς τὴν παράβασιν, τὴν φιλανθρωπίαν ἀν‐ έτελλεν· καὶ προορῶν τὸ μέλλον, τὴν τιμὴν οὐκ ἀν‐ εῖλεν, καὶ προγιγνώσκων τὴν ὕβριν, οὐ κατέσχεν τὴν χάριν, φιλοκαλῶν πλαττομένους, ἵνα κἂν ὡς πρόσ‐ καιρος ἀπομάθῃ τὸ ἄπληστον, καὶ δῷ πρόφασιν
25τῷ Θεῷ δευτέρου δώρου πρὸς ἀρχὴν ἀϊδίου. Δει‐ νὸν γὰρ εἰς ἀπληστίας σωφρονισμὸν τελευτή. Τῷ γὰρ μετὰ μικρὸν κεισομένῳ τῆς ἀπλήστου τίς ὄνησις κτίσεως; Τῷ τὸν βίον ὡς ὁδὸν διϊόντι ἡ τῶν περιττῶν ἀχθοφορία ματαία. Ὁδὸν γὰρ τὸν βίον, οὐ
30πατρίδα κεκτήμεθα. Οὕτως αὐτὸν ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις καλῶν· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ. Εὔλογος ἡ τῆς ὁδοῦ προσηγορία τῷ βίῳ· μεμέτρηται γὰρ ζωὴ ὥσπερ ὁδὸς διαστήμασιν· πρόσκαιρόν ἐστιν πλου‐
35τούντων καὶ πτωχῶν πανδοχεῖον· ὀλιγοχρόνιος παρ‐ ερχομένων ἀνάπαυσις· Αἱ ἡμέραι γὰρ ἡμῶν ὡς σκιὰ παράγουσιν. Ποῦ τὰ πρῶτα τῆς ζωῆς ἡμῶν ἔτη; Παρῆλθεν ὡς σκιᾶς φαντασία, διέδραμεν ὡς σχήματος σκίασμα. Πόσον ἡμῖν τῆς ὑπολοίπου ζωῆς
40τὸ διάστημα; Τίθει πολυετίαν φιλότιμον, ἑκατοντοῦ‐ τιν ζωήν· εἰ δὲ βούλει, τριπλασίασιν δὸς ἔτεσιν, καὶ οὐδενὶ τῶν βιωτικῶν τούτων παρέξῃ τὸ μόνιμον· κἂν πλούτῳ φιλοτιμῆται, κἂν τρυφῇ περικλύζηται, κἂν θρόνων ὑψηλότητι λάμπῃ, κἂν ὅ τι οὖν τῶν τοῦ βίου
45συμπεριφέρῃ λαμπρῶν. Πάντα γὰρ τοῖς τῶν ἀνθέων μαρασμοῖς ἐοικότα, πάντα διαδοχῆς θρηνώδους ὑπ‐ εύθυνα, σαθρὰ μὲν ὄντα, καὶ καθ’ ὃν θάλλει καιρόν· ἔχει γὰρ κινδύνων διὰ παντὸς ἀγωνίαν. Ὁ πλοῦτος μεριμνᾷ τὰς λῃστείας, ἡ τρυφὴ κινδυνώδης ταῖς νό‐

64

.

476

(50)

σοις, μεταβολαὶ ταῖς δυναστείαις· καὶ παλαίσας πο‐ λυτρόποις κινδύνοις καὶ μυρίοις ἐκτακεὶς μεριμνή‐ μασιν, ἔχει θάνατον αὐτῷ φυλαττόμενον, ἀντίπαλον ἄῤῥηκτον, ἀπερίγραφον τόποις, ἀκολάκευτον δώροις,
ἀδυσώπητον θρήνοις, αἰφνίδιον ἅρπαγα. Ὁ χθὲς ἐν475

64

.

477

πλούτῳ, σήμερον ἐξαπίνης ἐν τάφῳ· ὁ χθὲς ἐν συμ‐ ποσίῳ τρυφῆς, σήμερον ἐν καταλόγῳ νεκρῶν· ὁ χθὲς ἐν τοῖς θρόνοις, τῇ μετὰ ταύτην ἐν σπαργάνοις· ὁ χθὲς ἐν τοῖς κόλαξι, μετὰ μικρὸν ἐν τοῖς σκώληξι.
5Ποῦ τῶν ἀριθμουμένων ἡ χαρὰ βαλαντίων; Ποῦ τῆς προσόδου τῶν κτημάτων ὁ κόμπος; Ποῦ πλουσίου καὶ πενομένου νεκροῦ τὸ διάφορον; Ποῦ βασιλέως καὶ προσαίτου τὸ μέσον; Ἀμφοτέρων ὁ διάδοχος θάνα‐ τος, ἑκατέρου τὸ συμπέρασμα τάφος· πλὴν ἐνταφίων
10οὐδενὶ συνοδία Εὖγε τῆς Παύλου φωνῆς· Πορισμὸς, φησὶν, μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· οὐ‐ δὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἄμαχος συλλογι‐ σμὸς αὐταρκείας, τῷ μηδὲν τῶν κτηθέντων συνεξ‐
15ιέναι τοῖς κτήτορσιν· οὐδὲν γὰρ, φησὶν, ἐξενεγκεῖν δυνησόμεθα. Τί, φησὶν, ἃ μὴ μετάγεις, συνεξάγεις; Τί κατέχεις τὰ μὴ κρατούμενα; Τὸ πέρας τῆς αὐτ‐ αρκείας τοῖς κτησαμένοις ἀνόνητον. Ὅσα γὰρ ἂν συλ‐ λέξειεν ἄνθρωπος, εἰς σκέπην αὐτῷ καὶ τροφὴν τε‐
20λευτήσει, τῶν δὲ λοιπῶν ἁπάντων κληρονόμος ὁ βίος. Ψυχαγωγούμεθα δὲ ταῖς διαθήκαις οἱ κτήτορες, ἃ λαβεῖν οὐκ ἰσχύομεν, χαριζόμενοι γράμμασιν· ἃ κατέχειν οὐκ ἔστιν, ἀφιέναι δοκοῦντες, ὡς, εἴγε κατ‐ έχειν ἦν, οὐκ ἂν ἐξέστημεν ἄλλῳ. Καὶ δηλοῖ τὴν γνώ‐
25μην τῆς διαθήκης ὁ πρόλογος· εἴη μέν με, φησὶν, ζῇν, καὶ κυριεύειν με τῶν ἐμῶν. Εὐχὴν περισφίγ‐ γοντος καὶ παραχωροῦντος φωνῇ γράφει τὸ γράμμα καὶ τοῦ γράμματος τὸ ἔργον ἀπεύχεται· εἴη μέν με ζῇν, καὶ κυριεύειν με τῶν ἐμῶν. Οὐδὲ ψυχοῤῥαγοῦν‐
30τες τοῦ τῶν χρημάτων ἀφιστάμεθα φίλτρου· ἂν δέ τι, φησὶν, τὸν κατ’ ἄνθρωπον πάθω, βούλομαι εἶναι κληρονόμους. Κληρονομεῖ κἂν μὴ βούλει· ἡ φύσις σε καὶ ἄκοντα κληρονομεῖσθαι διέθετο. Κἂν σὺ τοῖς χρήμασι κληρονόμον μὴ γράψῃς, εὑρήσει κλη‐
35ρονόμον τὰ χρήματα· κἂν μηδενὶ καταλίπῃς, οὐδὲν ἐξενεγκεῖν ὧν ἐκτήσω δυνήσῃ. Οὐχ ὡς φαῦλον τὸ διατίθεσθαι λέγω· παραινεῖ γάρ που καὶ προφήτης ἀνθρώπῳ· Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ· ἀλλὰ τὰς τῶν γηΐνων ἡμῶν
40κωμῳδῶ προαιρέσεις, ὅτι τὰ τούτοις ἐκ τούτων πα‐ ραπεμπόμενα χρήματα τῶν ἀδιαδόχων τιμιώτερα κρί‐ νομεν. Ὄντως πορισμὸς μέγας ἡ εὐσέβεια· οὐχ ὑπόκει‐ ται θανάτου διαδοχαῖς, οὐ διαθηκῶν σκορπίζεται γράμ‐ μασιν, οὐκ ἀφεὶς τὸν κτησάμενον κληρονομεῖται παρ’
45ἄλλων. Αὐτὸς ἑαυτοῦ κιβωτὸς ὁ φιλόθεος, αὐτὸς κλη‐ ρονόμος τῆς οἰκείας οὐσίας, τῷ τῆς εὐσεβείας συν‐ εκδημεῖ βαλαντίῳ, τῷ τῶν ἐλπίδων συνεπάγεται πλούτῳ, βαστάζει τῶν ἀρετῶν ὁδεύων τὴν πρόσοδον, εὑρίσκει τὸν οὐρανὸν οἰκίαν, ἀναμίγνυται συμποσίῳ

64

.

477

(50)

δικαίων, καρποῦται βασιλείας ἀξίαν αἰώνιον, πρόσ‐ εισι τῷ βασιλεῖ σὺν παῤῥησίᾳ βοῶν· Σὺ εἶ ὁ ἀπο‐
καθιστῶν τὴν κληρονομίαν μου ἐμοί.477

64

.

480

(7)

Πρὸς ἐκεῖνα Χριστιανοῖς ὁ σκοπός· δι’ ἐκεῖνα τὸ τεχθῆναι μακαριστὸν, ὅτι τεύξεταί τις θέας ὑπὲρ ἔννοιαν θείας· τῆς τῶν ἀνθρώπων ἐξαίφνης ἀνοί‐
10ξεως, τῆς παραδόξου τῆς γῆς ἀλλοιώσεως, τῶν τοὺς ἐξ αἰῶνος σαλπίγγων νεκροὺς ἐγειρουσῶν, τῶν φερο‐ μένων δι’ ἀέρος δικαίων, τῶν ἀγγελικῶν ὀφθαλμο‐ φανῶς βακχευμάτων, τῆς ἐπὶ τὴν γῆν ὑπ’ ὄψεσιν τῆς οἰκουμένης τοῦ δεσπότου καθόδου. Ὦ πηλίκον
15τὸ νῦν αὐτοὺς πεφιληκότας θερμῶς κατὰ τὴν τότε βοῆσαι προσελθόντας ἀπάντησιν· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθημεν ἐνώπιόν σου μετὰ ἀληθείας καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποιήσαμεν, καὶ βοῶντας εὐθέως ἀντακοῦσαι βοῶντος· Καὶ γινώσκω τὰ ἐμὰ,
20καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ἀνανεύσωμεν δὴ τῆς πολλῆς περὶ τὰ βιωτικὰ φροντίδος· κουφίσωμεν τῶν γηΐνων τὴν ψυχὴν φορτισμάτων· διέλθωμεν πρὸς τὸ μέλλον ἐννοίαις· τῶν ἀδιαδόχων θησαυρῶν ἐρασθῶμεν· φυλάξωμεν ἀρετῆς ἁλουργίδι τὸ τῆς
25βασιλικῆς εἰκόνος ἀξίωμα· βασιλεύειν τῶν τοῦ βίου ταχθέντες, εἰς δουλείαν τὴν βασιλείαν μὴ στρέφω‐ μεν· πρὸ παντὸς πλούτου ζητῶμεν τὸν τοῦ πλούτου προστάτην· Πλούσιοι γὰρ, φησὶν, ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον,
30οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ· αὐτῷ ἡ δόξα
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.479