TLG 2062 365 :: JOANNES CHRYSOSTOMUS :: De precatione [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De precatione [Sp.] Citation: Vol — pg — (ln) | ||
6t | ΟΜΙΛΙΑ ϛʹ. | |
---|---|---|
7t | Περὶ εὐχῆς. | |
8 | Πρότερον διεξελθόντες ὑμῖν περὶ νηστείας, καὶ τὰ ταύτης πλεονεκτήματα διηγησάμενοι κατὰ δύναμιν, | |
10 | καὶ πάλιν τῇ προτέρᾳ περὶ βαπτίσματος τῇ ὑμε‐ τέρᾳ διεξελθόντες φιληκοΐᾳ, βουλόμεθα καὶ περὶ εὐ‐ χῆς ὑμῖν διηγήσασθαι σήμερον· τίς γε ἡ ταύτης δύναμις, καὶ τίς ἡ ἀπ’ αὐτῆς ὠφέλεια περιγίνεται τοῖς ταύτην συνδιατελοῦσιν. Παρακαλῶ οὖν ὑμᾶς, | |
15 | εὐγνωμόνως καὶ εὐλαβῶς ἀκούσατε, τὴν ἀκοὴν εὐ‐ θεῖαν τοῖς λεγομένοις ὑποθέντες. Μεγίστη οὖσα ἀλη‐ θῶς καὶ πρεσβυτέρα, καὶ μήτηρ τῶν ἐντολῶν ἁπασῶν αὕτη τετύχηκεν, ἅπαντα τὰ τοῦ Κυρίου ἀπογεννῶσα προστάγματα. | |
20 | Τίς γὰρ εὐχόμενος παριδεῖν τὸν πλησίον πενόμενον δύναται, ἵνα τὸν πόνον τὸν περὶ ταύτην ἀνόνητον ἔχῃ; Τίς δὲ τοιούτου πλούτου καὶ περιουσίας ὀρέγεσθαι δύναται, ἵνα τῷ σώματι μόνον ἀναδέχηται κάματον εἰκαῖον, ἀλλαχοῦ που τῆς καρδίας ἁλωμένης; Ἔοικε | |
25 | γὰρ τῆς φιλοχρηματίας ἡ νόσος πάθει τινὶ δυσιάτῳ καὶ παραμόνῳ, μήτε τάχιον ἐπάγοντι τὸν θάνατον, μήτε τελείαν τὴν ὑγείαν παρέχοντι, ἀλλὰ κατὰ βραχὺ τὸ σῶμα τῶν οἰκείων ὑπεκλύοντι τόνων, ἄχρις οὗ ταῖς ἐγγινομέναις ἐνολκαῖς ὑποῤῥεῦσαν μετὰ μυρίους | |
30 | καμάτους τῷ κοινῷ τοῦ θανάτου παραπέμψῃ πτώ‐ ματι. Τίς δὲ τῆς εὐχῆς ἐραστὴς νηστείας ἀμελῆσαι δυνήσεται ὑπ’ αὐτῆς τῆς Γραφῆς διδασκόμενος, ὅτι Νηστεία καὶ δέησις ἐκ θανάτου ῥύεται. Ἄλλως γε οὐ δυνατὸν ἐκ καρδίας ἐπικαλεῖσθαι τὸν Κύριον ἀδη‐ | |
35 | φαγίᾳ καὶ κραιπάλῃ συζῶντα· καθὼς καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ τοῖς ἑαυτοῦ μαθηταῖς παρήγγειλεν· Βλέπετε, φησὶν, μὴ βαρηθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ. Ἡ γὰρ ἀναθυμίασις τοῦ πλήθους τῶν εἰσπορευομένων τροφῶν περὶ τὰ κοῖλα | |
40 | τοῦ ἐγκεφάλου μέρη τὸ περὶ αὐτὸν τὸν λογισμὸν ἐπι‐ θολοῖ χρήσιμον, αὐτὴν ἐπιταράττουσα τὴν καρδίαν, Οὕτως ἡ κατὰ ἀλήθειαν εὐχὴ πασῶν τῶν ἐντολῶν ἀφετηρία τις ὑπάρχει, συμπαρατρέχειν τῷ οἰκείῳ κόσμῳ πάσας καταναγκάζουσα. Κορυφαιότατον ἀγα‐ | |
45 | θὸν εὐχὴ καὶ ὁμιλία Θεοῦ· κοινωνία γάρ ἐστι καὶ ἕνωσις πρὸς Θεόν· καὶ ὥσπερ οἱ τοῦ σώματος ὀφθαλ‐ μοὶ φῶς καθορῶντες φωτίζονται, οὕτως καὶ ψυχὴ πρὸς Θεὸν ἐκτεινομένη τῷ ἀνεκλαλήτῳ αὐτοῦ φωτὶ καταλαμπομένη φωτίζεται. Εὐχὴ οὖν οὐκ ἐν σχή‐ | |
64.461(50) | ματι γινομένη, ἀλλ’ ἐκ καρδίας ἐπιτελουμένη· οὐ καιροῖς καὶ διαστήμασιν ὡρῶν περικλειομένη, ἀλλὰ νύκτωρ καὶ μεθ’ ἡμέραν ἄπαυστον τὴν ἐργασίαν ἔχουσα. Οὐ γὰρ χρὴ μόνον ἐπὶ τὴν εὐχὴν ἀπιόντα ὀξέως ἀπάγειν τὸν λογισμὸν πρὸς τὸν Θεόν· ἀλλὰ δεῖ | |
55 | καὶ ἐπί τινας ἀσχολούμενον χρείας, ἢ περὶ κηδεμο‐ | |
νίαν πτωχῶν, ἢ περὶ φροντίδας ἑτέρας, ἢ ἐπωφελεῖς | 461 | |
64.464 | εὐποιΐας, τὸν πόθον καὶ τὴν μνήμην τοῦ Θεοῦ κατα‐ μίσγειν, ἵνα καθάπερ ἅλατι τῇ τοῦ Θεοῦ ἀρτυομένη ἀγάπῃ, βρῶμα ἡδύτατον τῷ πάντων Δεσπότῃ γίνων‐ ται. Δυνάμεθα δὲ τὴν ἐκ ταύτης ὄνησιν παρὰ πάντα | |
5 | τὸν βίον ἀναφαίρετον κτήσασθαι, ταύτῃ τὸ πλεῖστον ἀπονέμοντες τοῦ καιροῦ. Εὐχὴ φωτισμὸς ψυχῆς, ἀληθὴς Θεοῦ ἐπίγνωσις, Θεοῦ καὶ ἀνθρώπων μεσίτης, παθῶν ἰατρὸς, ἀλεξι‐ φάρμακον νόσων, γαλήνη ψυχῆς, ὁδηγὸς οὐρανία, οὐ | |
10 | περὶ γῆν στρεφομένη, ἀλλ’ εἰς αὐτὴν τῶν οὐρανῶν πορευομένη τὴν ἁψῖδα. Ὑπερπηδᾷ κτίσματα, τέμνει νοητῶς τὸν ἀέρα, ὑπὲρ τὸν ἀέρα πορεύεται, διαβαίνει τὰς τῶν ἄστρων χορείας, ἀνοίγει πύλας οὐρανῶν, ὑπὲρ τοὺς ἀγγέλους γίνεται, Θρόνους καὶ Κυριότητας | |
15 | παρέρχεται, διαβαίνει τὰ Χερουβὶμ, καὶ ὑπεράνω πάσης φύσεως γενητῆς γενομένη, πρὸς αὐτὴν τὴν ἀπρόσιτον παραγίνεται Τριάδα. Ἐκεῖ προσκυνεῖ τῇ θεότητι, ἐκεῖ καταξιοῦται συνόμιλος γενέσθαι τῷ οὐ‐ ρανίῳ βασιλεῖ. Δι’ αὐτῆς ἡ ψυχὴ μετέωρος ἀρθεῖσα εἰς | |
20 | οὐρανοὺς, περιπλέκεται τῷ Κυρίῳ περιπλοκαῖς ἀῤ‐ ῥήτοις, ὥσπερ νήπιον πρὸς ἰδίαν μητέρα μετὰ δα‐ κρύων βοᾷ τοῦ θείου γλιχομένη γάλακτος· αἰτεῖ δὲ τὰ οἰκεῖα θελήματα, καὶ λαμβάνει δωρεὰς κρείττονας πάσης ὁρατῆς φύσεως. | |
25 | Πρέσβις γὰρ αἰδέσιμος ὑπάρχει εὐχὴ, χαροποιεῖ τὴν καρδίαν, ἀναπαύει τὴν ψυχὴν, φόβον ἐγγενᾷ κο‐ λάσεως, βασιλείας οὐρανῶν ἐπιθυμίαν, ταπεινοφρο‐ σύνην διδάσκει, ἐπίγνωσιν ἁμαρτίας παρέχει, ἁπαξ‐ απλῶς πᾶσι κατακοσμεῖ τοῖς ἀγαθοῖς τὸν ἄνθρωπον, | |
30 | ὥσπερ τινὰ πέπλον ποικίλον πᾶσαν φύσιν ἀρετῆς τῇ ψυχῇ περιτιθεῖσα. Αὐτὴ καὶ τῇ Ἄννῃ τὸν Σαμουὴλ ἐδωρήσατο, καὶ τοῦτον προφήτην τοῦ Κυρίου ἀπέδει‐ ξεν· αὐτὴ καὶ τὸν Ἠλίαν ζηλωτὴν τοῦ Κυρίου πε‐ ποίηκεν· καὶ τῆς ἐπὶ τὴν θυσίαν καθόδου τοῦ οὐρα‐ | |
35 | νίου πυρὸς ὁδηγὸς γεγένηται. Τῶν γὰρ ἱερέων τῆς Βάαλ πανημέριον ἐπικαλουμένων τὸ εἴδωλον, αὐτὸς ἐκ καθαρᾶς καρδίας τὴν φωνὴν ἀνατείνας, καὶ βοή‐ σας καρδίᾳ καὶ στόματι, τὸ πῦρ κατήγαγεν ἐξ οὐ‐ ρανῶν, μαρτυρία τῆς εὐχῆς τῆς δικαίας. Καθάπερ | |
40 | γάρ τις ἀετὸς ἐπὶ τὸ θυσιαστήριον ἐπιπτὰς, τῷ λά‐ βρῳ τῆς φύσεως κατεκάρπωσεν ἅπαντα. Τοῦτο δὲ πεποίηκεν ὁ μέγας θεράπων τοῦ Θεοῦ Ἠλίας ὁ ζη‐ λωτὴς, ἡμᾶς ἐπὶ τὰ πνευματικὰ διὰ τῶν τότε παι‐ δαγωγῶν, ἵνα καὶ ἡμεῖς ἐκ καρδίας πρὸς τὸν Θεὸν | |
45 | βοῶντες, τὸ ἄῤῥητον τοῦ Πνεύματος πῦρ ἐπὶ τὸ θυ‐ σιαστήριον τῆς ἡμετέρας καρδίας κατελθεῖν προτρεψώ‐ μεθα, διὰ τοῦτο τέλειον ὁλοκάρπωμα γινόμενοι τῷ Κυ‐ ρίῳ. Εὐχὴ καὶ Μωυσῆν τὸν νομοθέτην ἱλαστήριον τοῦ Θεοῦ πεποίηκεν τὸν Ἰσραὴλ, καὶ πρόπαια κατὰ | |
64.464(50) | τῶν ἐναντίων τοῖς Ἰσραηλίταις ἔπηξεν. Δι’ εὐχῆς καὶ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, τὸ μέγα καὶ περιφανέστατον ἐν τοῖς οὐρανοῖς ἄστρον τὸν ἥλιον, μέσον ἤδη τοῦ πόλου κατατέμνοντα τὸν αἰθέρα, ἐν αὐτῷ τῷ τόπῳ καιρὸν ἡμέρας διατρίψαι πεποίηκεν. Οὕτω δὴ ταύτῃ τὰ | |
55 | πρεσβεῖα τῶν ἐντολῶν ὁ Κύριος ἔδωκεν, ὥστε πόλεων | 463 |
64.465 | καὶ κωμῶν καὶ τῶν ἰδίων ἀποφεύγοντα μαθητῶν, ἐν ταῖς ἐρήμοις ὑποχωρεῖν τῆς προσευχῆς ἕνεκεν, ἵνα ἐκτὸς θορύβων καὶ περιστάσεων ἀνθρωπίνων ἐν ἡσυχίᾳ ταύτῃ μετὰ μεγάλου πόθου προσομιλῇ, διδά‐ | |
5 | σκων ἡμᾶς ἅμα, ὅτι χρὴ τὸν τοιαύτην ἐπαγγελλόμε‐ νον πολιτείαν, τόπους καταλαμβάνειν ἐρήμους, ἀπε‐ ρισπάστως τὸ τοιοῦτον πράττοντας. Δι’ εὐχῆς καὶ τὸ μέγα τῶν ἀποστόλων σύστημα κατηξιώθη τὸν Παρά‐ κλητον δέξασθαι σήμερον· τούτου γὰρ ἕνεκεν περὶ | |
10 | αὐτῆς ὑμῖν ἠναγκάσθην σήμερον διεξελθεῖν. Εὐχὴ, τοῦ σώματος ἐπὶ γῆς κειμένου, τὴν ψυχὴν πρὸς ἐκείνην τὴν ἐπουράνιον ἀποκομίζει πηγὴν, κἀκείνου τοῦ πόματος ἐμφορήσασα ταύτην ποιεῖ ἐν αὐτῇ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Αὐτὴ τῶν μελ‐ | |
15 | λόντων ἀληθῆ δίδωσιν πληροφορίαν, κρείττονα λοιπὸν πίστεως τὴν ἐπίγνωσιν τῶν ἐκεῖσε παρεχομένη ἀγα‐ θῶν, θησαυροὺς ἀποκρύφους, ἀοράτους, σκοτεινοὺς ἀνοίγει, δεικνύει σοι τὸν ἀντίπαλον· τέμνει τὰς τῶν ἀλλοφύλων παρατάξεις, τὰς ἀντικειμένας ἀφανίζει | |
20 | δυνάμεις, καὶ πρὸς αὐτὸν ὁδηγεῖ τὸν βασιλέα. Εὐχὴν ὅταν εἴπω, μὴ νομίσῃς λόγους εἶναι. Πόθος ἐστὶ πρὸς Θεὸν, ἀγάπη ἀνεκλάλητος, οὐκ ἐξ ἀνθρώπων ἐπιτελουμένη, ἀλλ’ ἐκ θείας ἐνεργουμένη χάριτος περὶ ἦς καὶ ὁ Ἀπόστολος λέγει· Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ’ αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. | |
25 | Τὴν τοιαύτην εὐχὴν ἐάν τινι χαρίσηται ὁ Κύριος, πλοῦτός ἐστιν ἀναφαίρετος, καὶ σίτισις οὐρανία κο‐ ρεννύουσα τὴν ψυχήν· ἧς ὁ γευσάμενος τὸν πρὸς Κύ‐ ριον πόθον ἀΐδιον κέκτηται, ὥσπερ πῦρ τι λάβρον τὴν αὐτοῦ καρδίαν ἐκκαῖον. Ταύτην δὲ πρωτοτύπως ἐπι‐ | |
30 | τελῶν, ἐπιεικείᾳ καὶ καρδίᾳ ταπεινῇ, ζωγράφει τὸν οἶκόν σου, καταφαίδρυνε τῷ τῆς δικαιοσύνης φωτὶ, ἔργοις ἀγαθοῖς, ὥσπερ τινὶ δοκίμῃ πλακὶ, τὸν σεαυ‐ τοῦ διακόσμησον οἶκον, καὶ ἀντὶ τειχέων καὶ ψηφίδος πίστει καὶ μακροθυμίᾳ καλλώπισον· ἐπὶ πᾶσι τὴν | |
35 | εὐχὴν ὥσπερ ὄροφον εἰς ἀπαρτισμὸν ἐπιτιθεὶς τοῦ οἴκου, ἵνα τέλειον τὸν σαυτοῦ οἶκον παρασκευάσῃ τῷ Δεσπότῃ, καὶ ὥσπερ ἐν οἴκῳ βασιλικῷ καὶ περιφανεῖ τὸν Κύριον ὑποδέξῃ, καθάπερ ἄγαλμα λοιπὸν αὐτὸν ἐν τῷ τῆς ψυχῆς ναῷ καθιδρυμένον ἔχων διὰ τῆς χά‐ | |
40 | ριτος αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 465 |